---
title: "Summary to Eustathius the Son: Book VIII"
title_greek: "Σύνοψις πρὸς Εὐστάθιον τὸν Υἱόν, Ηʹ"
author: Oribasius of Pergamon
eul_wid: soi-bq
eul_aid: soi
canonical: "https://eulogikon.org/works/oribasius-pergamon-summary-eustathius-book-8-soi-bq"
lang: grc
period: Late Antique
dialect: Koine
content_hash: "sha256:a0684e0e92a31216ab735a91c3536dcba31aa30bf083d7285426388c20fcafbe"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Summary to Eustathius the Son: Book VIII

*Σύνοψις πρὸς Εὐστάθιον τὸν Υἱόν, Ηʹ*

**Author:** Oribasius of Pergamon

**eul_wid:** `soi-bq` · [HTML page](https://eulogikon.org/works/oribasius-pergamon-summary-eustathius-book-8-soi-bq)

## Text

Part of [Summary to Eustathius the Son](/works/oribasius-pergamon-summary-eustathius-soi-ac)

`8.1`

Περὶ μνήμης ἀπωλείας καὶ τῶν ἄλλων ἀγρυπνητικῶν τε καὶ καταφορικῶν.

`8.1.1–8.1.5`

Ἐπὶ δὲ τῆς ἀπολωλυίας ἢ μεγάλως βεβλαμμένης μνήμης εἰ μὲν ψυχρὰ δυσκρασία πάντως ἐστί, καὶ θερμαίνειν αὐτὴν προσῆκεν, οὐ μὴν ἐξ ἀνάγκης ξηραίνειν, ὥσπερ οὐδὲ ὑγραίνειν· ἀλλὰ εἰ μὲν μεθʼ ὑγρότητος, ξηραίνειν, εἰ δὲ μετὰ ξηρότητος, ὑγραίνειν, εἰ δʼ ἐν τῷ μέσῳ τούτων, ἐν αὐτῇ τῇ καταστάσει φυλάττειν. τοὺς δὲ ληθαργικοὺς καὶ φρενιτικοὺς φλεβοτομεῖν χρὴ κατʼ ἀρχὰς εὐθύς, καὶ τοῦτο μὲν κοινὸν ἀμφοτέροις τοῖς νοσήμασιν — κοινὸν δὲ καὶ τὸ κατὰ τὴν ἀρχὴν ὀξυρρόδινον προσφέρειν —, τὰ δʼ ἐφεξῆς ἐναντία· πραΰνειν μὲν γὰρ προσήκει τὰ μετὰ τῶν ἀγρυπνιῶν, ἐπεγείρειν δὲ τὰ μετʼ ἀκινησίας. εἰκότως οὖν ἀκμαζόντων αὐτῶν, τοῖς μὲν ἀγρυπνητικοῖς καὶ παρακοπτικοῖς νοσήμασι τὰς διὰ μήκωνος κωδυῶν ἐπιβροχὰς προσοίσομεν ὀσφρανοῦμέν τε καὶ διαχρίσομεν ἤτοι τὰ πτερύγια τῆς ῥινὸς ἐκ τῶν ἔνδον μερῶν ἢ τὸ μέτωπον. ἐπὶ δὲ τῶν ἐναντίων παθῶν ἐπεγεῖραι καὶ τεμεῖν καὶ θερμᾶναι προσήκει τὸ πάχος τοῦ λυποῦντος χυμοῦ. ἐναφέψοντες οὖν ὄξει θύμον καὶ γλήχωνα καὶ ὀρίγανον ὅσα τε ἄλλα τοιαῦτα τῇ ῥινὶ τῶν οὕτως διακειμένων προσοίσομεν· μετὰ δὲ ταῦτα καὶ τὸν οὐρανίσκον ἰσχυροῖς καὶ δριμέσι φαρμάκοις χρίσομεν· ἑξῆς δὲ καὶ τοῖς πταρμικοῖς χρησόμεθα καὶ κατὰ τῆς κεφαλῆς ἐπιθήσομεν ὁμοίας δυνάμεις φαρμάκων ἄχρι τοῦ νάπυος. ἀλλὰ καὶ ταῖς σικύαις ἐπʼ ἀμφοτέρων χρονιζόντων χρησόμεθα καὶ τῷ καστορίῳ.

`8.2`

Περὶ ἐφιάλτου.

`8.2.1–8.2.5`

Οὐκ ἔστιν ὁ καλούμενος ἐφιάλτης δαίμων κακός, ἀλλʼ ὁ μέν τις νόσος ἰσχυρά, ὁ δʼ ὑποφήτης ἱερὸς καὶ θεράπων Ἀσκληπιοῦ· προοίμια δʼ ἐφιάλτου ταῦτα· πνίξ, ἀφωνία, βάρος. φυλακτέον οὖν τὸ δεινὸν ἀρχόμενον· χρονίσαν γὰρ καὶ συνεχῶς νυκτὸς ἐπιπῖπτον νόσημά τι τῶν μεγάλων, ἀποπληξίαν ἢ μανίαν ἢ ἐπιληψίαν ἀγγέλλει, ὅταν ἐπὶ τὴν κεφαλὴν φέρηται ἡ αἰτία· ὅσα γὰρ οἱ ἐπιληπτικοὶ μεθʼ ἡμέραν, ταῦτα οἱ ἐφιαλτικοὶ πάσχουσι κοιμώμενοι. χρὴ οὖν τέμνοντα φλέβα καὶ καθάρσεις παραλαμβάνοντα κενοῦν ὅλον τὸ σῶμα τοῦ πάσχοντος· μάλιστα δὲ βοηθεῖ τούτοις μέλας ἐλλέβορος, εἰ δραχμῇ μιᾷ ὀποῦ σκαμμωνίας μίσγεις ὀβολοὺς τρεῖς καί τινα τῶν εὐωδῶν, ἄνησον, δαῦκον, πετροσέλινον. καὶ ἡ διὰ τῆς σικυωνίας δʼ ἱερὰ μεγάλως βοηθεῖ· ἡ δὲ δίαιτα ἔστω λεπτή, καὶ τὰ φυσώδη φυλάττεσθαι χρή. βοηθεῖ δʼ αὐτοῖς καὶ ὁ τῆς παιωνίας καρπός· κόκκους δὲ πεντεκαίδεκα τοὺς μέλανας τρίψας μεθʼ ὕδατος πίνειν συνεχῶς.

`8.3`

Περὶ ἐπιληψίας.

`8.3.1–8.3.22`

Τοὺς ἐμπεσόντας εἰς ἐπιληψίαν λιπαρῶς τε ἐμβρέχειν τὰ σπώμενα καὶ διαστρεφόμενα μέρη διακρατεῖν τε καὶ ἀπευθύνειν, ἔπειτα διαστήσαντας τὸ στόμα ἐπικαθεῖναι δάκτυλον ἢ πτερὸν κεχρισμένον ἐλαίῳ ἰρίνῳ πρὸς τὸ κομίσασθαι φλέγμα· χρὴ δὲ καὶ τοῖς ὀσφραντοῖς τὴν αἴσθησιν ἐρεθίζειν, οἷον πευκεδάνῳ, Κυρηναϊκῷ ὀπῷ, ἀσφάλτῳ, κεδρίᾳ, πίσσῃ. μετὰ δὲ τοὺς παροξυσμούς, εἰ μηδὲν κωλύει, φλεβοτομίᾳ χρηστέον ἀπʼ ἀγκῶνος. μηδὲν δʼ ὑπείκοντος τοῦ παροξυσμοῦ, τὰ μὲν ἄκρα σιναπισμῷ καταληπτέον, σικύαν δὲ κολλητέον τοῖς ὑποχονδρίοις. μὴ γενομένης δὲ μηδὲ πρὸς ταῦτα ἀνοχῆς, ὀλίγη μὲν ἐλπίς· ὅμως δὲ θαρσαλέως ὁ ἰατρὸς καστόριον βιαζόμενος ἐγχείτω καὶ ὀπὸν Κυρηναϊκὸν μετὰ μέλιτος καὶ ὄξους, καὶ διʼ ἕδρας ἐνιέτω κενταυρίου ἀφέψημα ἢ κολοκυνθίδος. τοὺς δʼ ἀναστάντας ἐκ τῆς ἐπιληψίας μετὰ τὴν ἀνάληψιν τῇ διὰ τῆς ἱερᾶς καθάρσει χρηστέον. τοιαύτη μὲν δή τίς ἐστιν ἡ τῆς προσφάτου καὶ ὀξείας ἐπιληψίας θεραπεία· ἐφεξῆς δʼ ὅσα πρὸς ἀνασκευὴν τῆς κεχρονισμένης παραδώσομεν. χρὴ τοίνυν τοὺς πάσχοντας ἐν ὑδροποσίᾳ μὲν μακρᾷ συνέχειν, ἐγχειροῦντας δὲ τῇ θεραπείᾳ φλεβοτομεῖν, εἰ μηδὲν κωλύει, καὶ διαλιπόντας τέσσαρας ἢ πέντε ἡμέρας ἀναλαμβάνειν τὸ σωμάτιον καὶ οὕτως καθαρτικῷ ὑποκενοῦν, μάλιστα μὲν διʼ ἐλλεβόρου μέλανος ἢ κολοκυνθίδος, εἴτε οὖν καὶ διὰ σκαμμωνίας. δεῖ δὲ τοῦ μὲν ἐλλεβόρου δίχα τῆς ἐντεριώνης κεκομμένου καὶ σεσησμένου ἐμπάσσειν μελικράτου κυάθοις πέντε ἢ ἓξ ἢ μέλιτι ἀπέφθῳ ἀναλαμβάνειν μετʼ ὀλίγου πεπέρεως. τῆς δὲ κολοκυνθίδος τὸ σπέρμα ἐκβαλόντας πληροῦν αὐτὴν ἔχουσαν τὴν ἐντεριώνην δεῖ γλυκέος καὶ ἐᾶν ὅλην τὴν νύκτα, ἕωθεν δὲ κεράσαντα τὸ γλυκὺ διδόναι πίνειν· μετὰ δὲ τὴν αὐτάρκη κάθαρσιν λούειν αὐτούς. τῇ δὲ τρίτῃ σικυαστέον ὑποχόνδριά τε καὶ μετάφρενον μετʼ ἀμυχῶν, εἶτα διαστήσαντας ἱκανὰς ἡμέρας καὶ ἀναλαμβάνοντας τὸ σωμάτιον τῆς διὰ κολοκυνθίδος ἱερᾶς προσάγειν, εἶτα μετὰ τοῦτο σικυαστέον κεφαλὴν καὶ ἰνίον, ταῖς δʼ ἑξῆς καταπλάττειν αὐτὴν ἄρτῳ ἡψημένῳ μὲν μελικράτῳ, συλλελειωμένῳ δὲ πικροῖς ἀμυγδάλοις ἢ ἑρπύλλῳ ἢ ἡδυόσμῳ ἢ καλαμίνθῃ ἢ πηγάνῳ, καὶ τοῦτο ποιητέον ἐπὶ τρεῖς ἡμέρας, καὶ μετὰ τοῦτο ξυράμενον τὴν κεφαλὴν καταχρίειν πευκεδάνου ὀπῷ ἐν ὄξει διειμένῳ, ᾧ σπονδύλιον ἐνήψηται· διαστήσαντα δὲ πάλιν καὶ ἀναλαβόντα τὸ σωμάτιον διδόναι τῆς διὰ κολοκυνθίδος ἀντιδότου ὀβολοὺς ἐννέα ἐν μελικράτῳ, καὶ διαστήσαντα ἡμέρας πάλιν διδόναι τῆς ἀντιδότου 𐅻 γ, εἶτα πταρμικοῖς χρῆσθαι, καὶ μετὰ πέντε ἢ δέκα ἡμέρας καστόριον διδόναι ἐν μελικράτῳ· καὶ διαστήσαντα πάλιν κλύζειν τῷ διὰ κενταυρίου, καὶ ἐφεξῆς ἀποφλεγματισμοῖς χρῆσθαι καὶ ἐρρίνοις, εἶτα τῷ σιναπισμῷ κατὰ τῆς κεφαλῆς. δεῖ δὲ καὶ δριμυφαγίαις ἐν καιρῷ χρῆσθαι. —Ἐκ τῶν Γαληνοῦ. Πρὸς ἐπιληπτικούς. Τοὺς ἐπιληπτικοὺς ὀνίνησιν ὀξύμελι καθʼ ἑκάστην λαμβανόμενον, καὶ μάλιστα ἐὰν διὰ σκίλλης σκευασθῇ. ὠφελεῖ δʼ αὐτοὺς καὶ κάππαρις σύνθετος συνεχῶς ἐσθιομένη καὶ τάριχος. ἔστι δὲ καὶ φάρμακον διὰ σκίλλης ὠφελιμώτατον τοιόνδε· τῶν μελιτηρῶν ἀγγείων παρασκευάσας τι καὶ εἰς λεπτὰ τὴν σκίλλαν διαθρύψας ταῖς χερσὶ καὶ βαλὼν εἰς τὸ ἀγγεῖον πωμάσας τε στεγανῷ πώματι καὶ περιθεὶς ὅλῳ τῷ στόματι τοῦ ἀγγείου δέρμα καὶ δήσας ἀκριβῶς ἐν χωρίῳ κατάθου πρὸς μεσημβρίαν μὲν ἐστραμμένῳ, σκεπομένῳ δʼ ἀπὸ τῶν βορείων πνευμάτων. γινέσθω δʼ ἐν τῇ τοῦ Κυνὸς ἐπιτολῇ· ἡμέραι δʼ εἰσὶ τεσσαράκοντα. ἀτρέμα δέ πως ὑπαλλάττειν χρὴ τὴν θέσιν τοῦ ἀγγείου· λύσας γὰρ μετὰ τὸν εἰρημένον χρόνον εὑρίσκεις τὸ σῶμα τῆς σκίλλης ἡψημένῳ παραπλήσιον, ἐξερρυηκότα δὲ καὶ τὸν χυλὸν αὐτῆς, ὃν ἀνελόμενον ἡδύνειν χρὴ μέλιτι καλλίστῳ, καὶ διδόναι τούτου καθʼ ἑκάστην ἡμέραν κοχλιάριον ἓν μεστόν, τοῖς μὲν παιδίοις μικρόν, τοῖς δὲ τελείοις μέγα. καὶ μέντοι καὶ τὸ σωματῶδες τῆς σκίλλης κόψας ἀκριβῶς καὶ λειώσας μετὰ μέλιτος δίδου κοχλιάριον ἕν· δεύτερον δʼ ἐστὶ τοῦτο τῇ δυνάμει. εἰ δὲ πρωτοπαθοῦντος τοῦ στομάχου γίνοιτο τὸ πάθος, κελεύειν χρὴ εὐπεψίας προνοοῦντα τὸν πάσχοντα περὶ τρίτην ὥραν ἄρτον ἐπιμελῶς ἐσκευασμένον προσφέρεσθαι ἐξ οἴνου κεκραμένου τῶν ἠρέμα στυφόντων καὶ λευκῶν. δίδου δὲ τούτοις καὶ τοῦ διʼ ἀλόης φαρμάκου δίς που καὶ τρὶς ἑκάστου ἔτους. οἶδα δέ ποτε παιδίον οὐδʼ ὅλως ἐπιληφθέν, ἐξ ὅτου τῆς ῥίζης τῆς γλυκυσίδης ἐφόρει μέγα καὶ πρόσφατον ἐξαρτώμενον τοῦ τραχήλου. καὶ τὸ ἀγαρικὸν δὲ τοὺς ἐπιληπτικοὺς ὀνίνησι σέσελί τε καὶ τοῦ σπονδυλίου ὁ καρπὸς καὶ ἡ ῥίζα καὶ ἀριστολοχία στρογγύλη μεθʼ ὕδατος πινομένη. βοηθεῖ δὲ μεγάλως τούτοις καὶ ἡ ἀπόσχασις τῶν σκελῶν συνεχῶς γινομένη.

`8.4`

Περὶ σκοτωματικῶν.

`8.4.1–8.4.2`

Τοὺς σκοτωματικοὺς ἐν ἐπιτάσει μὲν γινομένους διεγερτέον τοῖς τε ἐπιτηδείοις ὀσφραντοῖς χρωμένους καὶ τρίψεσι τῶν ἄκρων καὶ τοῖς τοιούτοις· ἐν ἀνέσει δὲ τυγχάνοντας πρὸς ἀνασκευὴν τοῦ πάθους φλεβοτομητέον πρῶτον, εἶτα καθαρτέον τῇ ἱερᾷ, καὶ διαστήσαντας κλυστῆρι δριμεῖ χρηστέον κενταυρίου ἢ κολοκυνθίδος ἀφεψήματι. μετὰ δὲ τὰς τοιαύτας κενώσεις ἀμυκτέον τοπικῶς τὴν κεφαλὴν σικύας κατὰ τοῦ ἰνίου μετὰ ἐγχαράξεως τιθέντας, καὶ μετὰ ταῦτα τοῖς ἀποφλεγματισμοῖς καὶ πταρμικοῖς.

`8.5`

Περὶ ἀποπληξίας. Ἐκ τῶν Φιλουμένου.

`8.5.1–8.5.4`

Τῶν ἑαλωκότων ἀποπληξίᾳ ἐλαίῳ πολλῷ λιπαίνειν τεθειωμένῳ καὶ τὴν κεφαλὴν ἐπιβρέχειν ῥοδίνῳ σπονδυλίου ἐνηψημένου μελίκρατόν τε ἐνστάζειν καὶ ὀσφραντὰ προσάγειν, καστόριον ἢ ὀποπάνακα καὶ χαλβάνην. δεῖ δὲ βιαίως διανοίγοντας τὸ στόμα καθιέναι δάκτυλον ἢ πτερὸν ἐλαίῳ διαβραχὲν ἐπὶ τῷ σμηχθῆναι, εἴ τι περιττὸν ἐγκείμενον εἴη, καὶ διαχρίειν τὴν ἕδραν τοῖς ἐπαγωγοῖς τῶν πνευμάτων. εἰ δὲ μηδὲν ἀνύοι ταῦτα, χρῆσθαι κλύσμασι δριμυτέροις, ἅλμην καὶ μέλι μίσγοντας. τούτων πραχθέντων φλέβα τέμνειν χρή· μετὰ δὲ τὴν φλεβοτομίαν πάλιν τοῖς διεγερτικοῖς χρησόμεθα.

`8.6`

Περὶ μελαγχολίας.

`8.6.1–8.6.17`

Ὅταν ὅλον τὸ σῶμα μελαγχολικὸν ἔχῃ τὸ αἷμα, τὴν ἀρχὴν τῆς θεραπείας ἀπὸ φλεβοτομίας ποιεῖσθαι προσῆκεν· ὅταν δὲ κατὰ μόνον τὸν ἐγκέφαλον, οὐ χρῄζει φλεβοτομίας ὁ κάμνων. ἔστι δέ τις καὶ τρίτη διαφορὰ μελαγχολίας, ὅταν ὥσπερ ἐπιληψία τὴν ἀρχὴν ἀπὸ τῆς κοιλίας ἴσχῃ· καλοῦσι δʼ ἔνιοι τῶν παλαιῶν ὑποχονδριακὸν νόσημα τὴν τοιαύτην διάθεσιν. ἐὰν μὲν οὖν ἄρξηται πρῶτα τὰ κατὰ τὴν γαστέρα συμπτώματα, καὶ μείζοσιν αὐτοῖς γενομένοις ἀκολουθήσῃ τὰ μελαγχολικὰ πάθη, κουφίζηταί τε ταῖς διαχωρήσεσι καὶ τοῖς ἐμέτοις καὶ ταῖς εὐπεψίαις καὶ ταῖς ἐρυγαῖς ὁ ἄνθρωπος, ὑποχονδριακὸν μὲν ὀνομάζομεν καὶ φυσῶδες τὸ νόσημα, σύμπτωμα δʼ εἶναι φήσομεν αὐτοῦ τὴν δυσθυμίαν καὶ τὸν φόβον· ὅταν δὲ τὰ μὲν τῆς μελαγχολίας ἴδια συμπτώματα φαίνηται μεγάλα, κατὰ δὲ τὴν κοιλίαν ἤτοι μηδὲν ἢ σμικρότατον, ἐγκέφαλον ἡγητέον ἐπὶ τούτων πρωτοπαθεῖν, ἠθροισμένης ἐν αὐτῷ μελαίνης χολῆς. δεῖ δὲ τὴν τοιαύτην μελαγχολίαν διά τε λουτρῶν συνεχῶν καὶ διαίτης εὐχύμου τε καὶ ὑγρᾶς ἐκθεραπεύειν χωρὶς ἑτέρου βοηθήματος, ὅταν γε μήπω διὰ χρόνου μῆκος δυσεκκένωτος ὁ λυπῶν ᾖ χυμός, ἡνίκα ποικιλωτέρας τε καὶ ἰσχυρὰς προσάγειν χρὴ τὰς ἰάσεις. ἀρχόμενον οὖν θεραπεύειν τὸ πάθος προσήκει· χρονίσαν γὰρ καὶ αὐξηθὲν δυσμεταχείριστον γίνεται. καθαίρειν τοίνυν πρώτοις χρὴ ἐπιθύμῳ ἢ ἀλόῃ· τούτων γὰρ εἰ καὶ ὀλίγον ἐφʼ ἑκάστης ἡμέρας λαμβάνει, ὠφελεῖ τὰ μέτρια καὶ ἡσυχῇ ὑπάγει. καθήραντα γοῦν, ὡς εἴρηται, διδόναι τοῦ ἀψινθίου, νῦν μὲν τῆς πόας βρέχων ἐν ὕδατι, καὶ ἑψῶν ὅσον κυάθους δύο, νῦν δὲ τοῦ χυλοῦ ὅσον ἡμίδραχμον διατήκων ὕδατι συνεχῶς· καὶ ὄξους δʼ ἐπιρροφεῖν ὡς δριμυτάτου βραχύ, καθεύδειν δὲ μέλλοντα καὶ τὰ πολλὰ τῶν ὄψων εἰς τοῦτο ἀποβάπτοντα ἐσθίειν· ἄμεινον δὲ μεμῖχθαι τῷ ὄξει σκίλλης καὶ πολίου καὶ τῆς λεπτῆς ἀριστολοχίας. ὅταν δʼ ἐντύχῃς ἀρχομένῳ μὲν τῷ νοσήματι, συνεστῶτι δὲ τῷ σώματι, οὐ χεῖρον καὶ φλέβα ἐν ἀγκῶνι τεμεῖν, μετὰ δὲ τὴν φλεβοτομίαν ἀνακομίσαντας κάτω καθαίρειν τῷ διὰ σικυωνίας καὶ τῷ διὰ τοῦ μέλανος ἐλλεβόρου· ἀγαθὸν δὲ καὶ τὸ διὰ τοῦ ἐπιθύμου καὶ τῆς ἀλόης· μίσγειν δὲ καὶ εὐφορβίου συμφέρει καὶ τοῖς ὀροῖς κατακλύζειν. ἴασις δὲ τοῦ νοσήματος καὶ αἱ διουρητικαὶ δυνάμεις· ἀγαθαὶ δὲ καὶ αἱ διὰ τῶν ἱδρώτων καθάρσεις. χρὴ δὲ καὶ τῶν ὑποχονδρίων φροντίδα ποιεῖσθαι καὶ πυριᾶν μὲν αὐτὰ διαβρέχοντας πηγάνου ἀφεψήματι καὶ ἀνήθου καὶ ἀψινθίου καὶ γλήχωνος καὶ ἄγνου σπέρματος καὶ δάφνης τοῦ καρποῦ — ταῦτα γὰρ καὶ τοὺς πόνους παρηγορεῖ καὶ τὰς φύσας μειοῖ —, ἑψεῖν δʼ ἐν ἐλαίῳ καὶ καταπλάττειν. ἐχέτω δὲ καὶ τούτων τι τὰ καταπλάσματα καὶ τῶν πρὸς τὰς φύσας τὸ σέλινον ἢ τὸ ἄνησον ἢ τὸ κύμινον. οὐ χεῖρον δὲ καὶ κύπερον καὶ ἶριν καὶ λιβανωτίδα ἐμβαλεῖν εἰς τὸ κατάπλασμα, ἐᾶν δʼ ἐπὶ πολὺ προσκεῖσθαι αὐτὰ καὶ διʼ ἡμέρας, καὶ ἐδηδοκότι καὶ ἀσίτῳ. ὅταν δʼ ἀφέλῃς, ἄλλο τι σκέπασμα ἐπίβαλλε ἢ ἔριον πλατύ. καὶ σικύαις δὲ χρῆσθαι πρὸς μὲν τὰ πνεύματα κούφαις, πρὸς δὲ τοὺς πόνους καὶ τὰς φλεγμονὰς ἀποσχάζων· προϊόντας δὲ τῇ θεραπείᾳ μηδὲ τοῦ νάπυος ἐπιλανθάνεσθαι· χρῆσθαι δὲ καὶ τοῖς δριμέσι σμήγμασι καὶ δρώπαξι κατά τε τοῦ μεταφρένου καὶ τῆς γαστρός.

Περὶ μανίας. Ἐκ τῶν Φιλουμένου.

`8.7.1`

Θεραπεία τῆς μανίας ἐστὶν ἡ αὐτὴ τῇ τῆς μελαγχολίας· μάλιστα δʼ αὐτοὺς ὠφελεῖ ἱππομαράθρου ἡ ῥίζα καὶ τὸ σπέρμα πινόμενον ἐν ὕδατι καὶ βρυωνίας ῥίζης 𐅻 α μεθʼ ὕδατος καθʼ ἡμέραν.

`8.8`

Περὶ τῶν ἐρώντων.

`8.8.1–8.8.3`

Τοὺς διʼ ἔρωτας δυσθυμουμένους καὶ ἀγρυπνοῦντας ἀγνοοῦντές τινες τὴν διάθεσιν ἀλουσίαις τε καὶ ἀσιτίαις καὶ λεπτῇ διαίτῃ κατέτηκον, ἐφʼ ὧν ἐξευρόντες ἡμεῖς τὸν ἔρωτα ἐπί τε λουτρὰ καὶ οἰνοποσίαν αἰωρήσεις τε καὶ θεάματα καὶ ἀκούσματα τὴν διάνοιαν ἀπηγάγομεν, ἐνίοις δὲ καὶ φόβον ἐπηρτήσαμεν· οἱ γὰρ σχολάζοντες ἀεὶ τῷ ἔρωτι δυσέκνιπτον ἔχουσι τὸ πάθος. χρὴ οὖν καὶ φιλονεικίας πρός τινας ἐπεγείρειν κατὰ τὰς ὑποθέσεις ὧν προῄρηνται βίων ἕκαστοι. παρακολουθεῖ δὲ τοῖς ἐρῶσι τάδε· ὀφθαλμοὶ κοῖλοι καὶ οὐ δακρύουσι, φαινόμενοι δʼ ὡσὰν ἡδονῆς πεπληρωμένοι εἰσίν· κινεῖται δʼ αὐτοῖς καὶ τὰ βλέφαρα θαμινά, τῶν τε ἄλλων τοῦ σώματος μερῶν συμπιπτόντων, μόνοι οὗτοι τοῖς ἐρῶσιν οὐ συμπίπτουσιν.

`8.9`

Περὶ λυκανθρωπίας.

`8.9.1–8.9.5`

Οἱ τῇ λυκανθρωπίᾳ κατεχόμενοι νυκτὸς ἐξίασι τὰ πάντα λύκους μιμούμενοι καὶ μέχρις ἡμέρας περὶ μνήματα διατρίβουσιν. γνωριεῖς δὲ τὸν οὕτω πάσχοντα διὰ τῶνδε· ὠχροὶ τυγχάνουσι καὶ ὁρῶσιν ἀδρανὲς καὶ ξηροὺς τοὺς ὀφθαλμοὺς ἔχουσι καὶ οὐδὲ δακρύουσιν· θεάσῃ δʼ αὐτῶν κοίλους τοὺς ὀφθαλμοὺς καὶ τὴν γλῶσσαν ξηροτάτην, καὶ σίελον οὐδʼ ὅλως προχωροῦν αὐτοῖς· εἰσὶ δὲ καὶ διψώδεις καὶ τὰς κνήμας διὰ τὸ πολλάκις προσπταίειν ἀνιάτως ἡλκωμένας ἴσχουσιν. τοιαῦτα μὲν αὐτῶν τὰ γνωρίσματα· γινώσκειν δὲ χρὴ εἶδος μελαγχολίας εἶναι τὴν λυκανθρωπίαν, ἣν θεραπεύσεις κατὰ τὸν χρόνον τῆς ἐπισημασίας τέμνων φλέβα καὶ κενῶν τοῦ αἵματος ἄχρι λειποθυμίας καὶ διαιτῶν τὸν κάμνοντα εὐχύμοις τροφαῖς. κεχρήσθω δὲ τοῖς λουτροῖς γλυκέσιν· εἶτʼ ὀρῷ γάλακτος χρησάμενος ἐπὶ τρεῖς ἡμέρας κάθαιρε τῇ διὰ τῆς κολοκυνθίδος ἱερᾷ, καὶ δεύτερον καὶ τρίτον· μετὰ δὲ τὰς καθάρσεις καὶ τῇ διὰ τῶν ἐχιδνῶν θηριακῇ χρήσῃ καὶ τὰ ἄλλα παραλήψῃ ὅσα ἐπὶ τῆς μελαγχολίας εἴρηται. ἐπερχομένης δʼ ἤδη τῆς νόσου τοῖς ὕπνους ἐμποιεῖν εἰωθόσιν ἐπιβρέγμασι χρήσῃ· καὶ ὀπίῳ δὲ χρῖσον ὦτα καὶ μυκτῆρας εἰς ὕπνον τρεπομένοις.

`8.10`

Περὶ φλεγμονῆς ἐγκεφάλου. Ἐκ τῶν Φιλουμένου.

`8.10.1–8.10.4`

Φλεγμαίνων ὁ ἐγκέφαλος οἰδεῖ πολλάκις οὕτως ὥστε καὶ τὰς ἐν κεφαλῇ ῥαφὰς διίστασθαι. καὶ ὀδύνη δὲ μεγίστη καὶ διαρκὴς παρέπεται καὶ ἄση πολλή, ἔρευθός τε κατὰ τοῦ προσώπου πολὺ συνίσταται, καὶ τὰ ὄμματα προπετῆ γίνεται, καὶ οἰδεῖ τὸ πρόσωπον καὶ ἡ κεφαλὴ πᾶσα. φλεβοτομεῖν οὖν τούτους χρὴ καὶ κενοῦν ἀπʼ ἀγκῶνος· δεῖ δὲ καὶ ἀπὸ ῥινὸς καὶ τῶν ὑπὸ τὴν γλῶσσαν ἀγγείων κενοῦν τοῦ αἵματος. χρῶ δὲ καὶ ταῖς πρὸς τὰς φλεγμονὰς κατὰ τῆς κεφαλῆς διαβροχαῖς καὶ καταπλάσμασι τοῖς ἀνυγραίνουσί τε καὶ πεπαίνειν δυναμένοις.

`8.11`

Περὶ ἐρυσιπέλατος ἐν ἐγκεφάλῳ.

`8.11.1–8.11.2`

Γίνεται ἐρυσίπελας ἐν ἐγκεφάλῳ, καὶ πάσχει ὁ κάμνων τάδε· ἀλγεῖ τὴν κεφαλὴν πᾶσαν καὶ δοκεῖ φλόγας ἐν αὐτῇ εἶναι, καὶ τὸ πρόσωπον τοῦ πάσχοντος ψυχρόν ἐστι καὶ ὕπωχρον, καὶ ξηραίνεται τὸ στόμα. φλεβοτομητέον οὖν τὸν οὕτω πάσχοντα, καὶ μάλιστα τὰς ἐπὶ τῆς γλώσσης φλέβας διαιρεῖν, καὶ πρόσφερε τὰ ψύχοντα, οἷς καὶ ἐπὶ τῶν ἄλλων ἐρυσιπελάτων χρώμεθα.

`8.12`

Περὶ λυσσοδήκτων.

`8.12.1–8.12.7`

Οἱ δηχθέντες ὑπὸ λυσσῶντος κυνὸς ἐμπίπτουσιν εἰς τὸν ὑδροφόβον. σημεῖα δὲ τοῦ λυσσῶντος κυνὸς τάδε· ἄφωνοι τὸ ἐπίπαν εἰσὶ καὶ ἔκφρονες, ὥστε μηδὲ τοὺς οἰκειοτάτους γνωρίζειν, ἀπόσιτοι δὲ καὶ διψώδεις μέν, οὐ ποτικοὶ δέ, καὶ ἀσθμαίνουσιν ἐπὶ πολὺ καὶ τὰ ὦτα κλίνουσιν· σίελον δὲ καὶ δαψιλὲς καὶ ἀφρῶδες ἀφιᾶσιν. τοὺς δηχθέντας οὖν αὐτίκα θεραπεύεσθαι πάσῃ τῇ νενομισμένῃ θεραπείᾳ, κἂν μικρὸν καὶ ἐπιπόλαιον ᾖ τὸ ἕλκος, καὶ γυμνοῦν πάντοθεν καίειν τε καυτηρίοις σιδηροῖς — τηρεῖν γὰρ δεῖ τὸ ἕλκος καὶ μὴ ἄγειν εἰς οὐλὴν ταχέως —, ἀπονίζειν δʼ ἑψῶντας ἐν τῷ ὕδατι τὴν ἀνθεμίδα καὶ τὴν τοῦ ἀγρίου λαπάθου ῥίζαν, πίνειν δὲ τὸ λύκιον καὶ τὸν ὀπὸν τοῦ σιλφίου — τούτου δὲ καὶ εἰς τὸ ἕλκος ἐντιθέναι —, πίνειν δὲ καὶ χαμαίδρυν καὶ σκόρδιον καὶ γεντιανῆς ῥίζαν καὶ πόλιον καὶ ποταμίων καρκίνων ἕψημα, ἀνήθου πολὺ μίσγων· καθαίρειν δὲ τῷ διὰ σικυωνίας καθαρτικῷ καὶ διδόναι ἐφʼ ἡμέρᾳ τούτου τοῦ φαρμάκου οὐκ εἰς κάθαρσιν ὅσον κυάμου μέγεθος. τὸ δʼ ὑγρὸν ἔστω ἐλελισφάκου ἀφέψημα ἢ τῆς σιδηρίτιδος τῆς Ἡρακλείας, ἣν καὶ ἄλυσσον ὀνομάζουσι διὰ τὸ καὶ μόνην αὐτὴν ὠφελεῖν. δοίη δʼ ἄν τις ὠφελίμως καὶ τοῦ διʼ ἐχίδνης· παραλαμβάνειν δὲ καὶ οὐρητικά. χρῆσθαι δὲ δεῖ καὶ τῇ προσφορᾷ τοῦ ἥπατος τοῦ δακόντος κυνός· μὴ θαρρεῖν δὲ μόνῃ, ἀλλὰ διὰ πάντων ἐπιχειρεῖν θεραπεύειν. Ἀπολλώνιος δʼ ὁ Περγαμηνὸς ἱστορηκέναι φησὶ πολλοὺς σεσωσμένους τοὺς ὑδροφόβῳ ληφθέντας διʼ ἄλλην τινὰ κατασκευὴν ἁλόντας τῷ πάθει, τῶν δὲ διὰ δῆξιν λυσσῶντος κυνὸς οὐδένα σωθῆναι.

`8.13`

Περὶ παραλύσεως.

`8.13.1–8.13.8`

Πάντων μὲν ἅμα τῶν νεύρων ἀπολεσάντων τὴν αἴσθησίν τε καὶ κίνησιν, ἀποπληξία τὸ πάθος ὀνομάζεται· κατὰ θάτερον δὲ μέρος, ἤτοι τὸ δεξιὸν ἢ τὸ ἀριστερόν, εἰ συμβαίη τοῦτο, παράλυσις καλεῖται, τοῦ μέρους ἐκείνου δηλονότι καθʼ ὃ συνέστηκεν. συμβαίνει δὲ τὸ πάθος ὑγρῶν γλίσχρων καὶ παχέων ἐμφραττόντων τὰ νεῦρα, διʼ ὧν αἱ κατὰ προαίρεσιν κινήσεις ἀποτελοῦνται. πρόδηλον οὖν ὡς ἐκκενῶσαι δεῖ τὸν τοιοῦτον χυμόν· ἐκκενωθήσεται δὲ τοῦ καθαρτηρίου τῆς ἱερᾶς ποθείσης. δεῖ οὖν ἀπὸ δραχμῆς ἀρξάμενον διδόναι τοῦ φαρμάκου χωρὶς μέλιτος ἐπεμβάλλοντα πεπέρεως χνοώδους — βουλόμεθα γὰρ ἀναδοθῆναι τὸ φάρμακον, οὐ καθῆραι —, καὶ διὰ τρίτης πάλιν δοθῆναι τὴν δραχμὴν ἢ καὶ πλέον, εἶτα διαστήσας ἡμέρας τέσσαρας αὖθις διδόναι δύο ὁμοίως, καὶ πάλιν τρεῖς δραχμὰς διδόναι· διαστήσαντα δὲ μετὰ ταῦτα τὴν τελείαν διδόναι δόσιν 𐅻 δ, καὶ τοῦ μέλιτος ἐπεμβάλλοντα καὶ τῶν ἁλῶν ὅσον κοχλιάριον· μιγνύναι δὲ καὶ νῦν πέπερι. ἐὰν μὲν οὖν ἐπὶ τῇ τοιαύτῃ δόσει καθαρθῇ τελέως ὁ θεραπευόμενος· εἰ δὲ μή, ἀλλὰ καὶ πέντε 𐅻 διδόναι· ἔστι δʼ οἷς καὶ ἕξ, ἐὰν ἀκμάζοντες κατὰ τὴν ἡλικίαν ὦσιν. δίαιτα δὲ λεπτύνουσα ἔστω. ἐπὶ δὲ τὸ τὴν ἔμφραξιν ἐσχηκὸς μόριον ἐπίβαλλέ τι τῶν διαφορητικῶν φαρμάκων. χρὴ δὲ τῶν μὲν κατὰ πρόσωπον παραλελυμένων ἀποφλεγματισμοῖς τε χρῆσθαι συνεχέσι παραύξοντας τὴν ἰσχὺν αὐτῶν καὶ πταρμοὺς κινεῖν καὶ τῆς κεφαλῆς προνοεῖν παντοίως· ἐφʼ ὧν δʼ οὐδὲν τῶν κατὰ πρόσωπον πέπονθεν, ἀρκεῖ προσφέρειν τὰ φάρμακα τῷ κατʼ ἰνίον τε καὶ τοὺς πρώτους σπονδύλους· χρῆσθαι δὲ καὶ ἐπὶ τούτων ἀποφλεγματισμοῖς.

`8.14`

Περὶ ῥίγους ἀνεκθερμάντου.

`8.14.1–8.14.2`

Ἐφʼ ὑαλώδει πάνυ ψυχρῷ φλέγματι γίνεται τὸ τοιοῦτον ῥῖγος ἄνευ πυρετοῦ, καὶ χρὴ ἀδεῶς κεχρῆσθαι τοῖς θερμαίνουσιν ἐπὶ τούτων καὶ τέμνουσι πάχος χυμῶν ἐδέσμασί τε καὶ πόμασι καὶ φαρμάκοις τοιούτοις. δεῖ δʼ ἐν ἀρχῇ διδόναι τούτοις καὶ τὸ διὰ τριῶν πεπέρεων, εἶτα τὸ διὰ καλαμίνθης, εἶτα τὸ διʼ ὀποῦ Κυρηναϊκοῦ καὶ καστορίου.

`8.15`

Περὶ σπασμῶν.

`8.15.1–8.15.9`

Ὅταν εὐθὺς ἐξ ἀρχῆς ἢ οὐ μετὰ πολὺ τῆς ἀρχῆς τοῦ νοσήματος ἀρξάμενοι γίνεσθαι σπασμοὶ διαμένωσιν, ὑπὸ πληρώσεως ἴσχουσι τὴν γένεσιν· ὅταν δὲ μεθʼ ἱδρῶτας πολλοὺς ἢ ἐμέτους ἢ διαχωρήσεις ἢ αἱμορραγίας ἢ ἀγρυπνίας ἢ λιμὸν ἢ κινήσεις πολλὰς καὶ σφοδράς, ἐπὶ κενώσεσιν ἕπονται. καὶ ὅταν τινὶ τῶν ὑγιαινόντων ἐξαίφνης σπασθῆναι συμβῇ, ἀναγκαῖον ἐπὶ πληρώσει γεγονέναι. εἰ δʼ ἐκ πυρετῶν διακαῶν ξηρανθείη ὅλον τὸ σῶμα καὶ τὰ νεῦρα, κἄπειτα διὰ τὴν ξηρότητα σπασθείη, μέγιστον δὴ τοῦτο τὸ κακόν ἐστι καὶ σχεδὸν ἀνίατον. ὅταν μὲν οὖν εἰς τὸ πρόσω τείνηται τὰ μόρια τοῦ σώματος, ἐμπροσθότονος· ὅταν δʼ εἰς τοὐπίσω, ὀπισθότονος· τέτανος δέ, ὅταν ἰσοσθενῶς ἐφʼ ἑκάτερα. τοὺς μὲν οὖν ἐπὶ ξηρότητι σπασμοὺς οὐκ ἂν ἰάσαιο· τοὺς δὲ διὰ πλῆθος ἢ φλεγμονὴν γινομένους σπασμοὺς ἰάσῃ τὸ μὲν πλῆθος κενῶν, τὴν δὲ φλεγμονὴν τοῖς ἰδίοις αὐτῆς βοηθήμασιν ἐκθεραπεύων. γίνεται δὲ σπασμὸς καὶ ὅταν σπαραχθῶσι σφοδρότερον ἐμοῦντες. βοηθεῖ δὲ τοῖς σπωμένοις ἀκανθίου ῥίζα, καὶ ἀκάνθης τῆς λευκῆς τὸ σπέρμα πινόμενον, καὶ τῆς Αἰγυπτίας ἀκάνθης. καὶ κενταυρίου δὲ τοῦ λεπτοῦ τὸν χυλὸν ἔνιοι διδόασι πίνειν, ὅταν διὰ πλήρωσιν ὁ σπασμὸς γένηται. μὴ μόνον δὲ πίνειν δίδου, ἀλλὰ καὶ ἔξωθεν ἐπίχριε κατὰ τοῦ δέρματος καστόριον ἅμα σικυωνίῳ.

`8.16`

Περὶ τετάνου. Ἐκ τῶν Φιλουμένου.

`8.16.1–8.16.9`

Ἐπὶ τῶν τετανικῶν κύστιν πλατεῖαν θερμὸν ἔχουσαν ἔλαιον τοῖς τένουσιν ἐπιτιθέναι χρή, ἵνα ὅλα θαλπόμενα προσηνῶς ἐπὶ τἀναντία τῆς τάσεως δύνηται φέρειν. τὸ ὅλον γοῦν ἐναγωνιστέον ταῖς ἐμβροχαῖς καὶ τοῖς πιλήμασι, πρῶτον μὲν διʼ ἐλαίου γλυκέος, ἔπειτα διʼ ἐλαίου πηγανίνου τε καὶ Σικυωνίου. πλέον δʼ ἀνύει τὰ καταπλάσματα διὰ τήλεως, λινοσπέρμου, κριθίνου ἀλεύρου, μέλι δαψιλὲς καὶ ἔλαιον ἔχοντα· περιλαμβανέτω δὲ καὶ αὐχένας καὶ σιαγόνας ἑκατέρας καὶ ῥάχιν ὅλην μέχρι τῶν ψοῶν. καὶ σικύαι δὲ μετʼ ἀμύξεως παραληπτέαι· κολλάσθωσαν δὲ κατὰ τραχήλου καὶ ῥάχεως ἑκατέρωθεν καὶ κατὰ τῶν τοῦ στέρνου μυωδῶν καὶ κατὰ τῶν ὑποχονδρίων. ἐπὶ δὲ τῶν χρονισάντων καὶ ταῖς εἰς ἔλαιον ἐμβάσεσι χρηστέον, καὶ δὶς τῆς ἡμέρας, εἰ τὰ τῆς δυνάμεως ἐπιτρέποι. πηγάνινον ἔλαιον τερεβινθίνης ἐκτακείσης θερμὸν προσηνῶς διʼ ἕδρας ἐνιέμενον θαυμαστῶς ὀνίνησιν αὐτούς. προποτίζειν δʼ αὐτοὺς ὀπὸν Κυρηναϊκόν, ἀλλʼ ἐπεὶ διαλυθεὶς δάκνει τὴν κατάποσιν, περιπλαστέον μέλιτι ἑφθῷ ὀρόβου τὸ μέγεθος. καὶ ἡ ῥίζα δὲ τοῦ σιλφίου πασθεῖσα μελικράτῳ δίδοται συμφερόντως, καὶ ἡ σμύρνα ὁμοίως καὶ ὑσσώπου ἀφέψημα. πάντων δʼ ὠφελιμώτατον τὸ καστόριον· διόπερ καὶ δύο κοχλιάρια δοτέον μετὰ μελικράτου μεμερισμένως, οὐχ ὑφʼ ἕν.

`8.17`

Περὶ κεφαλαλγιῶν.

`8.17.1–8.17.16`

Τὰς διʼ ἔγκαυσιν ἤ τινα θερμότητα κεφαλαλγίας ἰᾶται τὰ ψυκτικὴν ἔχοντα δύναμιν ἄνευ τοῦ στύφειν· ἄριστα δʼ αὐτῶν ἐστιν ὅσα λεπτομερέστερα ταῖς οὐσίαις ἐστίν· διὸ κατʼ ἀρχὰς οὐδὲν ἄμεινον τοῦ ῥοδίνου τοῦ χωρὶς ἁλῶν κατεσκευασμένου ψυχροτάτου κατὰ τοῦ βρέγματος διαβρεχομένου· ἔστω δὲ μὴ παλαιὸν τὸ ῥόδινον. ἐφεξῆς δὲ τῷ ῥοδίνῳ τὸ χαμαιμήλινόν ἐστιν ἔλαιον ἐφʼ ὧν μετρίαν δεῖ τὴν ἔμψυξιν ἐργάσασθαι· ἐπειδὰν δὲ σφοδρῶς ψῦξαι βουληθῶμεν τὸ ῥόδινον, μιγνύναι αὐτῷ προσήκει χυλὸν ἀειζῴου ἢ ἀνδράχνης ἢ θριδακίνης καὶ ὄμφακος σταφυλῶν, μήκωνος δὲ καὶ μανδραγόρου χυλὸν φυλάττεσθαι· οὐκ ἀβλαβῶς γὰρ ἐμψύχει. ἀνάγκης δέ ποτε καταλαβούσης ὀλίγον αὐτῶν μιγνύναι χρή. Ἐρασίστρατος δέ φησιν μεγίστην εἶναι προφυλακήν, ὅταν εἰς πυρίαν εἰσέλθῃ τις· σπογγίον τῶν πυκνῶν καὶ κοίλων βρέξας εἰς ὕδωρ καὶ ἐκπιέσας σφόδρα ἐπιτίθει κατὰ τῆς κεφαλῆς. ἐπὶ δὲ τῆς κατὰ ψῦξιν κεφαλαλγίας πηγανίνῳ ἐλαίῳ χρήσῃ· σφοδροτέρας δʼ εἴπερ δεηθείη τῆς θερμασίας, ἐπεμβάλλειν εὐφορβίου βραχὺ τῷ ἐλαίῳ. ἀλείφειν δὲ δεῖ μύρῳ ἰρίνῳ καὶ ἀμαρακίνῳ· καὶ τὸ δάφνινον δʼ εἰς τὰ παρόντα χρήσιμον· διαχρίειν δὲ τούτοις τὸ μέτωπον καὶ τῶν ῥινῶν καὶ τῶν ὤτων τοὺς πόρους. ταῦτα μὲν οὖν ἐπὶ τῶν προσφάτων κεφαλαλγιῶν· ἐπὶ δὲ τῶν χρονιζουσῶν ἀναγκαῖον γίνεται ξύραντα τὴν κεφαλὴν φάρμακα προσφέρειν ἐμπλαστώδη τε καὶ κηρωτοειδῆ· τῇ δὲ τρίχας ἐχούσῃ σμικροτάτας τοῖς ὑγροτέροις. τὴν δʼ ὕλην τῶν φαρμάκων χρὴ μεταφέρειν, τὴν μὲν ψύχουσαν ἀπὸ τῶν τὰ ἐρυσιπέλατα ἰωμένων, τὴν δὲ θερμαίνουσαν διὰ τῶν θερμαινόντων, οἷον τὸ διʼ εὐφορβίου. ἀρκεῖ δὲ 𐆄 α ἐμβάλλειν ἐν ἐλαίου γλυκέος 𐆃 α καὶ κηροῦ 𐆄 γ. τὴν δʼ ἐπὶ στομάχῳ κεφαλαλγίαν ἰάσῃ κενῶν τὴν γαστέρα ὡς ὅτι τάχιστα διʼ ἐμέτων· μηδενὸς δʼ ἐμουμένου, κἂν σπαραχθῶσι, κατακιρνᾶν χρὴ τὴν μοχθηρὰν κακοχυμίαν διʼ εὐχύμου τροφῆς. χειρίστη δὲ γίνεται διάθεσις ἐπὶ μοχθηροῖς χυμοῖς ἀναποθεῖσι δυσεκνίπτως εἰς τοὺς χιτῶνας τῆς γαστρός, ὧν ἄριστον βοήθημά ἐστιν ἡ πικρά. ὀδυνώδους δʼ ἐπικρατούσης θερμότητος, ἀποθεραπείᾳ χρηστέον ἐκ τῆς τῶν ψυχόντων δυνάμεως γινομένῃ· μετὰ δὲ ταῦτα τῶν παρηγορικῶν τε καὶ πεπτικῶν φαρμάκων μιγνύναι χρὴ τοῖς ἀποκρουστικοῖς, εἶτα τῶν διαφορητικῶν τι καὶ λεπτυνόντων προσθετέον. τῆς δʼ ἐπὶ μεγέθει πυρετῶν γινομένης κεφαλαλγίας ἰάματά ἐστιν αἱ ψυχραὶ ποιότητές τε καὶ δυνάμεις, διʼ ἐλαίου τε καὶ ὀξυρροδίνου καὶ μήκωνος κωδυῶν ἐπιβροχαί. τοῖς δʼ ἐξ οἴνου κεφαλαλγοῦσι χρεία κενώσεως καὶ τῆς ἐμψυχούσης δυνάμεως. ῥόδινον οὖν ἤ τι τοιοῦτον ἀρκεῖ προσφερόμενον, ὕπνος τε καὶ ἡσυχία καὶ εἰς ἑσπέραν λουτρὸν καὶ τροφαῖς ταῖς εὐχύμοις χρῆσθαι, μὴ θερμαινούσαις δέ. ἐπὶ δὲ τῆς διὰ κατάπτωσιν ἢ πληγὴν κεφαλαλγίας, ἐπειδὴ φλεγμονή τις συνίσταται, φλεβοτομίᾳ χρηστέον· εἰ δέ τι κωλύει, διὰ κλυστῆρος τὴν κένωσιν ποιησόμεθα.

`8.18`

Περὶ κεφαλαίας.

`8.18.1–8.18.2`

Ἐπὶ τῆς κεφαλαίας τὰ μὲν μετὰ βάρους ἀλγήματα πλῆθος δηλοῖ, τὰ δὲ μετὰ δήξεως ἢ ἀτμῶν ἢ χυμῶν δριμύτητα, τὰ δὲ μετὰ σφυγμοῦ φλεγμονήν, τὰ δὲ μετὰ τάσεως, εἰ μὲν ἄνευ βάρους καὶ σφυγμοῦ, πνεύματος ἀπέπτου καὶ φυσώδους πλῆθος, εἰ δὲ μετὰ σφυγμοῦ, φλεγμονὴν ὑμενώδους σώματος, εἰ δὲ μετὰ βάρους, πλῆθος ἐντὸς τῶν ὑμένων ἰσχόμενον. εἰ μὲν οὖν πλῆθος εἴη περιεχόμενον ἀτμῶν ἢ χυμῶν, ἐπισκοπεῖσθαι πότερον διὰ τὴν τοῦ μέρους ἀρρωστίαν ἢ διὰ τὴν ἐν παντὶ τῷ σώματι πλησμονήν, ἣν ἰάσῃ ταῖς τοῦ ὅλου σώματος κενώσεσιν· τὴν δʼ ἐπʼ ἀσθενείᾳ τοῦ μορίου ἰάσῃ, τὸ μέν τι πάντῃ τοῦ σώματος ἀντισπῶν, τὸ δέ τι ταῖς τοῦ μέρους ἰάσεσιν.

`8.19`

Περὶ ἡμικραίρας.

`8.19.1–8.19.2`

Θεραπεύειν ἐγχειρῶν τις ἡμικραίραν ἐπισκεψάσθω πρότερον ὁποίας δεῖται καθάρσεως ἢ φλεβοτομίας ὁ κάμνων, εἶθʼ οὕτως ἐπὶ τὰ τῆς κεφαλῆς αὐτῆς ἀφικόμενος βοηθήματα διά τε τῶν δακτύλων τῆς ἑαυτοῦ χειρὸς καὶ διὰ σινδόνων ἀνατρίβων τὸ ἥμισυ μέρος τοῦ μετώπου ἐκθερμαινέτω πρὸ τῶν παροξυντικῶν ὡρῶν· μετὰ δὲ τὸν παροξυσμὸν τοῖς καλουμένοις ἡμικρανικοῖς φαρμάκοις χρήσθω, θερμασίας μὲν πολλῆς ἐν ταῖς ὀδύναις αἰσθόμενος τοῖς ἔχουσί τι ψυκτικόν, ἄνευ δὲ ταύτης τοῖς ἱκανῶς ἐκθερμαίνουσιν· μεμίχθω δʼ ἑκατέροις τῶν τονούντων τι, στυπτικὴν ἔχον δηλονότι ποιότητα. ὀνίνησι δὲ τούτους καὶ εἰς τὸ οὖς ἐγχεόμενον ἔλαιον χλιαρὸν ἐμβεβλημένου βραχέος εὐφορβίου εἰς 𐆃 α 𐆄 𐅶.

Πρὸς σεισοκεφάλους. Ἐκ τῶν Διοσκορίδου.

`8.20.1`

Στοιχάδα βοτάνην διʼ ὕδατος ἢ ὑδρομέλιτος δίδου πίνειν, καὶ ἀπαλλάσσονται.

Πρὸς σειριῶντα παιδία. Τοῦ αὐτοῦ.

`8.21.1`

Κατὰ τοῦ βρέγματος ἐπιτιθέναι χρὴ ἡλιοτροπίου τοῦ σκορπιούρου καλουμένου φύλλα, κολοκύνθης ξέσματα, σικύου πέπονος τὸ περικείμενον τῇ σαρκὶ δέρμα, στρύχνου κηπαίου τῶν φύλλων τὸν χυλὸν μετὰ ῥοδίνου.

`8.22`

Περὶ ἀλωπεκίας καὶ ὀφιάσεως.

`8.22.1,2–8.22.5`

Διὰ μοχθηρίαν ὑγρῶν ἀλωπεκίαι συνίστανται καὶ ὀφιάσεις. ὁποία δʼ ἐστὶν ἡ μοχθηρία τῶν ὑγρῶν διὰ τῆς χρόας τοῦ τῆς κεφαλῆς δέρματος γνώσῃ, καὶ δώσεις καθαρτήριον τοῦ πλεονάζοντος χυμοῦ κενωτικόν, ἐκ τῆς χρόας τὸν πλεονάζοντα τεκμαιρόμενος. ἐγὼ δʼ ἀεὶ διὰ τῆς ἱερᾶς καθαίρω, προσβάλλων ἐνίοτε μὲν ἐλλεβόρου μέλανος, εἰ μελαγχολικώτερον δέοι κενῶσαι χυμόν, ἐνίοτε δὲ σκαμμωνίας, εἰ πικρόχολον, εἰ δὲ φλεγματικόν, οὐδὲν ἔμιξα. μετὰ δὲ τὴν τοῦ ὅλου σώματος κάθαρσιν ἀποφλεγματισμὸν παραληπτέον, εἶθʼ οὕτω χρῆσθαι τοπικοῖς βοηθήμασι, τουτέστι τοῖς διαφοροῦσι μετρίως, οἷόν ἐστι τὸ εὐφόρβιον καὶ ἡ θαψία κηρωτῇ μιγνύμενα. ξυρᾶν δὲ δεῖ τὰς τρίχας καὶ ἀνατρίβειν ὀθόνῃ τὸ πεπονθὸς δέρμα καὶ οὕτω σκεπάζειν τῷ φαρμάκῳ, ἐκ τῆς τρίψεως ἐρεύθους ἐπιγενομένου.

`8.23`

Ὅσα ἁπλᾶ πρὸς ἀλωπεκίας καὶ ὀφιάσεις.

`8.23.1–8.23.2`

Εὐφόρβιον μὲν πάνυ θερμόν, ἧττον δʼ αὐτοῦ θαψία, εἶτα νάπυ καὶ κάρδαμον καὶ ἀδάρκη, τούτων ἐφεξῆς στρούθιον καὶ ὁ τοῦ νίτρου ἀφρὸς καὶ τὸ βερενίκειον, καὶ ἐλλέβοροι ἀμφότεροι καὶ τὸ δάφνινον ἔλαιον καὶ τὰ ἀλκυόνια καὶ αἱ ῥίζαι τοῦ καλάμου καὶ ὁ φλοιὸς καυθέντα ἄμφω καὶ ἡ ὑγρὰ πίττα καὶ ἡ κεδρία ἄρκτου τε στέαρ. τούτοις κέχρησο, τοῖς μὲν ἰσχυροῖς κηρωτὴν μιγνύς, τὰ δʼ ἀσθενῆ δαφνίνῳ ἐλαίῳ.

`8.24`

Περὶ ῥεουσῶν τριχῶν.

`8.24.1–8.24.10`

Οὔτε ἐπειράθην οὔτε ἐπινοῶ κρεῖττον ἔσεσθαι φάρμακον ἐπὶ ῥεουσῶν τριχῶν τοῦ μιχθέντος ἔκ τε τοῦ λαδάνου καὶ τοῦ σχινίνου· εἰ δὲ πολλὴ ῥύσις εἴη διʼ ἀραιότητα τοῦ δέρματος μεγάλην, οὐκ ἀνεπιτήδειον πρὸς τὰ παρόντα καὶ μύρσινον ἀντὶ σχινίνου μίγνυσθαι τῷ λαδάνῳ. πρόδηλον δʼ ὅτι προηγεῖσθαι δεῖ τρῖψιν τε τῆς κεφαλῆς καὶ τῶν πολλῶν τριχῶν ἀφαίρεσιν. τῶν δʼ ἐκ νόσου ῥεουσῶν τριχῶν τῆς ἀναληπτικῆς διαίτης ἐστὶ χρεία. λωτὸς δὲ τὸ δένδρον ῥεούσας τρίχας ἐπέχει. καὶ ἀβροτόνου ἡ τέφρα μετά τινος τῶν ἐλαίων βραδέως ἀνιόντα γένεια προκαλεῖται. τὴν δὲ χωρὶς νόσου ῥύσιν ἰᾶται κράμβη ξηρὰ λεία μεθʼ ὕδατος καταπλασσομένη ἢ λωτοῦ ῥίζα ὁμοίως. —Πρὸς τὸ μὴ ἀπορρεῖν τρίχας, ὃ ἐπαινεῖ ὁ Γαληνός· λάδανον ἀποβρέχων ἐν οἴνῳ λέαινε ἐναλλὰξ παρεπιχέων μύρσινον ἔλαιον καὶ οἶνον ὡς μέλιτος ἔχειν πάχος, καὶ χρῖε τὴν κεφαλὴν πρὸ βαλανείου καὶ μετὰ βαλανεῖον. βέλτιον δʼ ἐστὶ καὶ ἀδιάντου τὸ ἥμισυ μέρος τοῦ λαδάνου προσβάλλειν καὶ χρῆσθαι μετὰ τοῦ μυρσίνου ἢ μετὰ νάρδου. —Ἐκ πυρικαύτου τρίχας φῦσαι· συκῆς φύλλα λειοτριβηθέντα κατάπλασον τὸν τόπον. πρὸς δὲ τὰς ἐκ τῶν ὀφρύων τρίχας κεδρίαν καύσας τῇ αἰθάλῃ κατάχριε.

`8.25`

Ὅσα λεπτυντικά ἐστι τριχῶν.

`8.25.1,2–8.25.3`

Κριθαί, κύαμοι, ὄροβοι, ἀφρόνιτρον, νίτρον. τὰ δὲ σφοδρότερα τάδε· τῶν κεραμίδων τὰ ὄστρακα καὶ τὰ τοῦ κριβάνου, κίσηρις ἄκαυστος, ἀλκυόνια, ἐλλέβοροι, βρυωνίας ῥίζα καὶ ἡ τοῦ δρακοντίου καὶ ἀριστολοχία καὶ κάχρυ. εὐώδη δʼ αὐτὰ ποιῆσαι βουλόμενος μίξεις κυπέρου καὶ μελιλώτου καὶ ῥόδων ξηρῶν καὶ σχίνου ἄνθους ἴρεώς τε καὶ στάχυος, νάρδου τε τῆς Ἰνδικῆς καὶ τῆς Κελτικῆς καὶ μαράθρου φύλλων καὶ ἀμώμου καὶ κόστου.

`8.26`

Περὶ πιτυριάσεως.

`8.26.1–8.26.4`

Ἡ πιτυρίασις διὰ μοχθηροὺς γίνεται χυμούς· πρόδηλον οὖν ὅτι διαφορητικά τε καὶ ῥυπτικὰ προσακτέον ἐστὶ φάρμακα. πιτύρων χοίνικος ἥμισυ βρέξας ἐν ὕδατος κοτύλαις δύο, μετὰ δὲ ταῦτα τρίψας καὶ διηθήσας τὸν χυλὸν ἕψησον μετʼ ὄξους ἡμικοτυλίου, μέχρις οὗ πάχος οἴνου λάβῃ, καὶ τούτῳ τὴν κεφαλὴν ἀπόσμα, εἶτα κλύζε ὕδατι σεύτλου ἐναφηψημένου ἢ τήλεως ἢ θέρμων· χρίσματι δὲ χρῶ ἰρίνου μύρου ὑποστάθμῃ. τοῦτο τὸ φάρμακον διαφορητικόν ἐστιν ἀδήκτως. πρὸς δὲ τὰς χρονιζούσας πιτυριάσεις χαλκάνθου, θείου ἀπύρου, ἀφρονίτρου τὸ ἴσον οἴνῳ ἀναλύσας ἀναλάμβανε ἐλαίῳ σχινίνῳ, καὶ ποιήσας γλοιοῦ πάχος ὑπάλειφε τὰς τρίχας.

Πρὸς φθειριάσεις.

`8.27.1`

Σταφίδος ἀγρίας μέρη δύο, σανδαράκης καὶ νίτρου ἀνὰ μέρος ἕν· σὺν ὄξει καὶ ἐλαίῳ ἄλειφε τὴν κεφαλήν.

`8.28`

Πρὸς ἀχῶρας καὶ κηρία.

`8.28.1–8.28.8`

Ἐν τῷ δέρματι τῆς κεφαλῆς ταῦτα συνίσταται λεπτοῖς τρήμασι κατατετρημένα, νοτίδα λεπτὴν καὶ ἁλμυρὰν ἔχοντα· τὸ δὲ κηρίον μείζονας ἔχει τὰς κατατρήσεις. δῆλον οὖν ὅτι κενῶσαι δεῖ τοὺς ἐργαζομένους τὸ πάθος χυμούς· εἰ δʼ ἐπιρρέοιεν ἔτι, κωλῦσαι πρότερον τὴν ἐπιρροὴν τῇ τε τῆς κεφαλῆς κενώσει καὶ πρὸ αὐτῆς ὅλου τοῦ σώματος, ὡς ἐπὶ τῶν ἀλωπεκιῶν εἴρηται· ἁρμόσει δὲ τοπικὰ φάρμακα τὰ τέμνοντα. ἔνια μὲν οὖν τῶν φαρμάκων τοὺς ἀρχομένους ἀχῶρας ἰᾶται, ὅταν ἀπέριττον ᾖ τὸ ὅλον σῶμα, στυπτικήν τε καὶ ἀποκρουστικὴν ἔχοντα δύναμιν, οἷά ἐστι μυρσίνη τε καὶ μύρτα καὶ ὁ τῆς πίτυος φλοιὸς βάτος τε καὶ συκάμινος· ἔνια δʼ ἀπειλὴν μεγάλην ἐχόντων τῶν ἀχώρων ἐνίσταται ταῖς αὐξήσεσιν, ἅμα μὲν ἀποκρουόμενα τὸ ἐπιρρέον, ἅμα δὲ καὶ συμπέττοντα καὶ διαφοροῦντα τὸ περιεχόμενον, μικτῆς ὄντα δυνάμεως, οἷον τό τε μύρσινόν ἐστι καὶ τὸ ῥόδινον σχῖνός τε καὶ κύπερος καὶ οἱ φακοί· ἔνια δὲ ..., διαφορητικῆς ὄντα καὶ ῥυπτικῆς δυνάμεως ἄνευ θερμασίας αἰσθητῆς, οἷόν ἐστι τὸ τεῦτλον καὶ ἡ κεκαυμένη κιμωλία· ἄλλα δʼ ἰσχυρότατα ταῖς δυνάμεσίν ἐστιν, ὡς καὶ τοὺς ὑπὸ παχέων καὶ γλίσχρων ὑγρῶν γεγονότας ἀχῶρας δύνασθαι κενοῦν, ὁποῖόν ἐστιν ἅλες καὶ χαλκῖτις καὶ ἡ κεκαυμένη τρὺξ τοῦ οἴνου καὶ ἡ σανδαράκη καὶ ἡ ἀκατάσβεστος τίτανος καὶ αἱ χολαὶ τῶν θερμῶν καὶ ξηρῶν ζῴων. ὄξος δʼ ἐπιτηδειότατόν ἐστιν ἐν παντὶ καιρῷ πρὸς ἀχῶρας τὸ δριμύτατον· τούτῳ γὰρ δεύων ἄλλοτε ἄλλο τῶν μεταλλικῶν ἰάσῃ τοὺς ἀχῶρας. ἐὰν δὲ φλεγμονώδης ἀχὼρ ᾖ, δῆλον ὡς πρότερον τὸ φλεγμονῶδες παύσεις τῷ παρύγρῳ καλουμένῳ φαρμάκῳ. ἔστι δʼ ἐπιτήδεια καὶ ἁπλᾶ τάδε· μήκωνος ἀγρίας καὶ ὑοσκυάμου τὰ φύλλα τρίψας μετʼ οἴνου κατάπλασσε· ἢ σκωρίαν σιδήρου καὶ ῥόδων τὸ ἴσον τρίψας μετʼ οἴνου ἐπιτίθει. ἔνιοι δʼ ἀναλαμβάνουσι κηρωτῇ ῥοδίνῃ.

`8.29`

Πρὸς τὰ τῆς κεφαλῆς ἑλκύδρια.

`8.29.1–8.29.2`

Μολυβδαίνης καὶ μήκωνος φύλλων τὸ ἴσον τρίψας μετʼ οἴνου ἀναλάμβανε μυρσίνῳ ἐλαίῳ, ὥστε κηρωτῆς ἔχειν πάχος, καὶ τούτῳ ὑπαλείφων χρῶ. —Ἄλλο· καλαμίνθης ἁπαλῆς τὰ φύλλα καὶ ψιμυθίου τὸ ἴσον τρίψας καὶ διαλύσας κωδυῶν ἀφεψήματι ἀναλάμβανε μυρσίνῳ ἐλαίῳ, ὡς γλοιοῦ ἔχειν πάχος, καὶ χρῶ πρὸς τὰ ῥηγνύμενα τῶν ψυδρακίων καὶ ἐπώδυνα.

Πρὸς δυσωδίαν κεφαλῆς.

`8.30.1`

Βαλάνου μυρεψικῆς ἀποπίεσμα καὶ νάρδου ἴσα τρίβειν ἐν τῷ αὐτῷ πάχος ποιῶν μέλιτος· ἄλειφε σμηξάμενος τὴν κεφαλὴν μετʼ οἴνου παλαιοῦ.

Πρὸς τὰς τῆς ῥινὸς δυσωδίας.

`8.31.1`

Σμύρνης, ἀκακίας, ἀμώμου ἀνὰ 𐅻 α κόψας καὶ σήσας ἀναλάμβανε μέλιτι ἑφθῷ· ἐκ τούτου κέλευε προσκολλᾶσθαι τῷ ἄκρῳ τῆς ῥινὸς διαφράγματι.

`8.32`

Πρὸς ὑπώπια.

`8.32.1–8.32.2`

Τὸ Νείλου κολλύριον διάρροδον ὕδατι διεὶς ἐπίχριε, ἀφεψήματι πυριῶν μελιλώτου τε καὶ τήλεως, κατʼ ἀρχὰς μὲν ἀμφοτέρων, μετὰ δὲ ταῦτα ἀπὸ τήλεως μόνης καὶ τῷ διὰ σμύρνης κολλυρίῳ. ὅταν δὲ μὴ δράσῃ ταῦτα, τὸ διὰ σάνδυκος κολλύριον χρήσιμον.

`8.33`

Πρὸς ἐκχυμώματα κεχρονισμένα

`8.33.1–8.33.2`

ῥάφανος καταπλασσομένη ποιεῖ· ἀφαίρει δʼ αὐτήν, ὅταν ἄρξηται δάκνειν. ἢ ῥαφάνου χυλῷ μετὰ ψιχῶν κατάπλασσε.

`8.34`

Πρὸς χείλη κατερρωγότα.

`8.34.1–8.34.2`

Ὠοῦ τὸν ἐντὸς ὑμένα ὡς σπληνίον ἐπιτίθει· τὸ δʼ αὐτὸ ποιεῖ καὶ τὰ ἀράχνια τὰ ἐν τοῖς δοκοῖς τὰ λευκά. τὰς δὲ βαθυτέρας ἐπιρρήξεις ἐνάλειφε στέατι βοείῳ ἢ αἰγείῳ ἢ μυελῷ βοείῳ καὶ ῥητίνῃ.

`8.35`

Πρὸς ἐφήλεις σπίλους φακούς. Ἐκ τῶν Γαληνοῦ.

`8.35.1–8.35.4`

Ἀμπέλου ἀγρίας οἱ βότρυες ἐφήλεις καὶ σπίλους, ὅσα τε τοιαῦτα κατὰ τοῦ δέρματος ἐπιπολῆς γίνεται, θεραπεύουσιν. ἀμύγδαλα πικρὰ ἔφηλιν ἀποκαθαίρει καὶ αἱ ῥίζαι τούτου τοῦ δένδρου ἑφθαὶ καταπλασσόμεναι. κόστος πρὸς ἔφηλιν μεθʼ ὕδατος καὶ μέλιτος· κράμβη πρὸς ἐφήλεις καὶ φακούς, ὅσα τε ἄλλα δεῖται μετρίας ῥύψεως, καὶ σηπίας ὄστρακον καυθὲν τὰ αὐτὰ ποιεῖ.

`8.36`

Περὶ ἰόνθων. Ἐκ τῶν Γαληνοῦ.

`8.36.1–8.36.4`

Ἐν τῷ κατὰ πρόσωπον δέρματι γίνεται καὶ ὁ καλούμενος ἴονθος ὄγκος σμικρὸς καὶ σκληρός. χρεία οὖν ἐπʼ αὐτοῦ φαρμάκων μαλαττόντων τε καὶ διαφορούντων. —Πρὸς ἰόνθους· μέλιτος Ἀττικοῦ κύαθος εἷς, ὄξους δριμυτάτου τὸ ἴσον· μίξας ἐπιμελῶς ἐπίχριε τοὺς ἰόνθους τῷ δακτύλῳ καὶ παράτριβε. —Ἄλλο· σχιστὴν λεάνας ἐπιμελῶς ἀναλάμβανε τερεβινθίνῃ καὶ μαλάξας ἐπιτίθει.

`8.37`

Περὶ τῶν ἐπὶ τοῦ γενείου συκωδῶν ἐπαναστάσεων. Ἐκ τῶν Γαληνοῦ.

`8.37.1,2–8.37.2`

Λιθαργύρου, μίσυος ὠμοῦ τὸ ἴσον τρίψας κατάπλασσε. —Ἄλλο· λιβάνου 𐅻 β, λιθαργύρου 𐅻 δ, ἁλῶν ὀρυκτῶν 𐅻 β, σανδαράκης 𐅻 β· λείοις κατάπλασσε.

Πὸς τὰς τῶν μασχαλῶν δυσωδίας.

`8.38.1,2`

Στυπτηρίας ὑγρᾶς μέρη β, σμύρνης μέρος α. ἐν οἴνῳ διαλύσας χρῶ.

`8.39`

Περὶ ὀφθαλμίας. Ἐκ τῶν Γαληνοῦ.

`8.39.1–8.39.4`

Φλεγμονὴ τοῦ περιοστέου τε καὶ περικρανίου καλουμένου χιτῶνός ἐστιν ἡ ὀφθαλμία· ἀποκρουστικὰ δὲ παραληπτέον ἐπʼ αὐτῆς φάρμακα τὰ μὴ τραχύνοντα, τουτέστι μὴ σφοδρὰν ἔχοντα τὴν στῦψιν. ὡς τὸ πολὺ οὖν ἀρκεῖ τὸ λευκὸν τοῦ ὠοῦ μετὰ τῶν ἐπιτηδείων φαρμάκων ἐκθεραπεύειν τὰς ὀφθαλμίας, τῶν καλουμένων μονημέρων κολλυρίων, ἐπὶ δὲ τῆς ὑστέρας ἡμέρας τῷ καλουμένῳ ναρδίνῳ πρὸς ἀποκατάστασιν καὶ τόνωσιν ἐπαλείψασθαι. ἐφʼ ὧν μὲν οὖν ἐπικρατεῖ τὰ στύφοντα, πλεῖστον εἶναι δεῖ τὸ λευκὸν τοῦ ὠοῦ, βραχύτατον δὲ τοῦ φαρμάκου· ἐφʼ ὧν δὲ τὰ πεπτικὰ πλεονάζει, βραχὺ παχυτέρῳ χρηστέον. πυρίᾳ δὲ χρηστέον διὰ σπόγγου, μετρίως μὲν ὀδυνωμένοις ἅπαξ ἢ δὶς τῆς ἡμέρας· εἰ δὲ σφοδρότερον, ἄμεινόν ἐστι καὶ τρὶς καὶ τετράκις καὶ πλεονάκις χρῆσθαι· ἡ πυρία δὲ διʼ ἀφεψήματος γινέσθω μελιλώτου τε καὶ τήλεως.

`8.40`

Περὶ τῶν ἐν ὀφθαλμοῖς φλεγμονῶν.

`8.40.1–8.40.8`

Πλήθους μὲν ὑποκειμένου φλεβοτομητέον ἢ καθαρτέον, ἢ κλυστέον ἢ ἀσιτίαν παραληπτέον καὶ οὕτως ταῖς ὑπαλείψεσι χρηστέον διὰ τῶν ἀποκρούεσθαι δυναμένων τὴν ἐπιφοράν· μὴ ὄντος δὲ πλήθους, ἀλλʼ εἰ διά τινα διάθεσιν μετρίαν περὶ τοὺς ὀφθαλμοὺς οὖσαν ῥευμάτιον φέροιτο, χρηστέον ἐν ἀρχῇ ὑπαλείψει πραΰνοντας τὸν ἐρεθισμὸν τοῖς φαρμάκοις καὶ τὸν ῥευματισμὸν στέλλοντας, οἷόν ἐστι τὸ Νείλου διάρροδον καὶ τὸ Μηδικὸν καὶ τὸ νάρδινον. ἐὰν δὲ περὶ τὴν κεφαλὴν μόνην πλεονάζῃ τὰ ὑγρά, σφηνώσεως οὔσης, σικύας δεῖ προσβάλλειν τῷ ἰνίῳ καὶ κατασχάζειν τὸ δέρμα ἢ βδέλλας προσβάλλειν, κατὰ δὲ τὸν ἀλγοῦντα ὀφθαλμὸν τοῖς περὶ τὸν κρόταφον τόποις συνεχέστερον τοῦ ὠοῦ τῷ λευκῷ ἢ τῷ γάλακτι ἐγχυματίζειν καὶ ἀποπραΰνειν διὰ τούτων τὰ ἀλγήματα, ἐφʼ ὧν δὲ θερμὸν καὶ πυρῶδές ἐστι τὸ ῥεῦμα καὶ δριμὺ ἢ ἁλμυρόν, καὶ καταπλάσματι χρῆσθαι τῷδε· ἄρτου καθαροῦ τὸ ἐντὸς βρέχε ὕδατι καὶ λεαίνων ὀλίγον ῥοδίνου πρόσμισγε καὶ ἐπιτίθει τῷ ἄνω βλεφάρῳ. ἢ κωδυῶν ἀφεψήματι πάλην ἀλφίτων ἐνεψῶν κατάπλασσε ὀλίγον ῥοδίνου παραμιγνύς. περιχρίειν δὲ τὰ βλέφαρα τῷ διὰ ῥόδων ἀφεψήματι κωδυῶν διείς. παρακολλήμασι δὲ καὶ ἐπιχρίστοις χρηστέον, ὅταν τὰ περὶ τὸ μέτωπον καὶ τοὺς κροτάφους ἀγγεῖα κυρτούμενα διατείνηται· τῆς δʼ ἐπιφορᾶς διὰ τῶν ἐν βάθει γινομένης ἀγγείων, ἀφεκτέον τούτων. εἰ δʼ ἐπʼ ἀπέπτῳ πλήθει γένοιτο φλεγμονή, καθαρτηρίῳ κενοῦν ἀθρόως δεῖ. καὶ τὸ λουτρὸν δʼ ἐπιτήδειον τούτοις ἐνδούσης τῆς φλεγμονῆς, καταπλάσμασί τε θερμοῖς κατʼ ἀρχὰς χρηστέον. πάχους δʼ ὄντος τοῦ τὴν ὀφθαλμίαν ποιοῦντος, θεραπεύειν πρὸ πάντων μὲν τὴν κοιλίαν εὔλυτον ποιοῦντα, τὰς ὑπαλείψεις δὲ φαρμάκοις μήτε ἐμπλάσσουσι μήτε παχύνουσι τὰ ὑγρά, ἀλλὰ διαχέειν τε καὶ ὑγραίνειν καὶ ἐκκρίνειν δυναμένοις, οἷόν ἐστι τὸ Χιακόν· περιίστασθαι δʼ ἐπὶ τούτων τὰ ἀνώδυνα καταπότια καὶ ὀσφραντὰ καὶ καταπλάσματα καὶ περίχριστα φάρμακα, θᾶττον δὲ λούειν αὐτοὺς καὶ ὀρὸν γάλακτος διδόναι.

`8.41`

Περὶ τῶν ἐν ὀφθαλμοῖς ὀδυνῶν. Ἐκ τῶν Γαληνοῦ.

`8.41.1–8.41.5`

Ὅταν δʼ ὀδύναι γίνωνται σφοδρότεραι κατʼ αὐτούς, ἐπισκέπτου κατὰ τίνα διάθεσιν ὀδυνᾶσθαι συμβαίνει τὸν ὀφθαλμὸν ἐν ταῖς φλεγμοναῖς· ἤτοι γὰρ ἐπὶ τῷ δάκνεσθαι σφοδρῶς ὑπὸ τῆς τῶν ἐπιρρεόντων δριμύτητος ἢ διὰ τὸ τείνεσθαι καὶ πεπληρῶσθαι τοὺς χιτῶνας ἢ διʼ ἔνστασίν τινα παχέων ὑγρῶν ἢ χυμῶν ἢ πνευμάτων φυσωδῶν αἱ ὀδύναι γίνονται κατʼ αὐτοὺς σφοδραί. τὰς μὲν οὖν δήξεις διὰ τῶν καθαρτηρίων κενοῦντας θεραπεύειν καὶ τοῦ ὠοῦ τὸ ὑγρὸν ἐγχέοντας· προπεπεμμένης δὲ τῆς φλεγμονῆς ἤδη καὶ ἀπερίττου τοῦ σώματος ὄντος, ἐπιτηδειότατα τούτοις ἐστὶ λουτρά. τὰς δʼ ἐπὶ πληρώσει φλεγμονὰς διά τε κενώσεως αἵματος καὶ γαστρὸς ὑπαγωγῆς καὶ τρίψεως τῶν κάτω μορίων ἰᾶσθαι προσῆκεν· τὰς δʼ ἐνστάσεις προκενώσαντα τὸ πᾶν σῶμα, καὶ μέντοι καὶ ἀντισπάσαντα κάτω τὴν ῥοπὴν τῶν χυμῶν, ἑξῆς αὐτοῖς τοῖς τοπικοῖς τοῖς διαφοροῦσι θεραπεύειν. πυριατέον οὖν αὐτοὺς καὶ τὸ τῆς τήλεως ἐγχυτέον ἀφέψημα. ἐφʼ ὧν δʼ ἡ ἔνστασίς ἐστιν αἵματος παχέος ἐν τοῖς τῶν ὀφθαλμῶν φλεβίοις ἄνευ πληθωρικῆς διαθέσεως ἐν ὅλῳ τῷ σώματι, οἴνου χρῆσθαι πόσει διαθερμαίνειν τε δυναμένου καὶ κενοῦν καὶ ἐκφράττειν.

`8.42`

Περὶ χημώσεως. Ἐκ τῶν Δημοσθένους.

`8.42.1–8.42.3`

Χήμωσιν λέγουσιν, ὅταν ὑπὸ φλεγμονῆς ἰσχυρᾶς ἀμφότερα τὰ βλέφαρα ἐκτραπῇ, ὡς μόλις ὑπὸ τῶν βλεφάρων τοὺς ὀφθαλμοὺς καλύπτεσθαι· θεραπεύειν δʼ αὐτὴν φλεβοτομίᾳ, καθαρτικῷ δὲ καὶ τῷ διὰ ῥόδων κολλυρίῳ μετὰ γάλακτος ἢ ὠοῦ τῷ λευκῷ περιχρίειν τὰ βλέφαρα, τῷ δʼ αὐτῷ καὶ κροτάφους καὶ μέτωπον. κεκενωμένου δὲ τοῦ σώματος, ἐπὶ πλέον, ἐὰν ἀνέχωνται, πυριᾶν διὰ σπόγγων, καὶ καταπλάσμασι χρηστέον ἀλεύρῳ τε καθαρῷ καὶ πάλῃ ἀλφίτου ἐν ὑδρομέλιτι ἡψημένῃ, συνεχῶς τε ἀλλάσσειν τὰ καταπλάσματα, καὶ σέριν δὲ καὶ στρύχνον μιγνύναι τῇ πάλῃ τοῦ ἀλφίτου, καὶ κατʼ ἀρχὰς μὲν μὴ ὑπαλείφεσθαι — ἀρκεῖ δὲ μόνῳ τῷ ἐγχυματισμῷ τοῦ γάλακτος —, μετὰ δὲ τὴν ὑστέραν ἡμέραν τοῖς πρὸς τὰς φλεγμονὰς χρῆσθαι, μάλιστα τῷ διαρρόδῳ. ἐνδούσης δὲ τῆς φλεγμονῆς, κενοῦν τε διὰ καθαρτηρίου καὶ ὑπαλείφειν τοῖς δριμυτέροις.

`8.43`

Περὶ φλυκταινῶν.

`8.43.1–8.43.3`

Θεραπεύειν δὲ τὰς φλυκταίνας δέον οὕτως, πρὸ πάντων μὲν φυλαττομένους λαλιὰν πλείω, πταρμούς, θυμούς, κατοχὴν πνεύματος, συστέλλειν δὲ καὶ τὸ ποτὸν καὶ τὸ σιτίον ὡς μάλιστα, κενώσει δὲ χρῆσθαι μὴ δριμεῖ κλύσματι καὶ διαιτᾶσθαι ἐν τόποις σκοτεινοῖς. τοὺς δʼ ἐπιδέσμους καὶ τὰ πτύγματα παραιτεῖσθαι δεῖ, καταπλάσμασι δὲ χρῆσθαι κουφοτάτοις καὶ ὑποστύφουσιν. κολλύριον δʼ ἁρμόζει τὸ Νείλου διάρροδον διὰ γάλακτος ἐγχεόμενον.

`8.44`

Πρὸς τὰς ἐν ὀφθαλμοῖς φλυκταίνας. Ἐκ τῶν Γαληνοῦ.

`8.44.1–8.44.2`

Τῶν διαφορητικῶν φαρμάκων χρῄζουσιν αἱ ἐν ὀφθαλμοῖς φλύκταιναι. αἱ μὲν οὖν πρόσφατοι καὶ ἔτι φλεγμαίνουσαι τοῖς διὰ σμύρνης καὶ λιβανωτοῦ καὶ κρόκου καθίστανται· αἱ δὲ χρονιώτεραι καὶ τῶν διαφορητικωτέρων τι προσλαμβάνουσιν.

`8.45`

Περὶ ἀνθρακώσεως.

`8.45.1–8.45.4`

Κατʼ ἀρχὰς δεῖ κενοῦν, κλυστῆρι πρῶτον, εἶτα τῷ γάλακτι ἀπέφθῳ συμμέτρως καθαίρειν, εἶτα σπόγγῳ πυριάσαντα καταπλάσσειν ἀλεύρῳ ὀροβίνῳ ἢ πυρίνῳ χρὴ ἐν μελικράτῳ ἑφθῷ, ἐνιότε δὲ καὶ ἶριν λεπτὴν προσεμπλάσσοντα, καὶ γάλακτι ἐκκλύζειν τὸν ὀφθαλμόν· ἐὰν δὲ νέμηται τὰ ἕλκη, φακῷ καταπλάσσειν μετὰ μέλιτος ἢ μήλων κυδωνίων ἑφθῶν· ἐπὶ πλέον δὲ νεμομένων, ἐλαίας φύλλοις ἑφθοῖς ἢ σιδίοις ἐν οἴνῳ ἡψημένοις λείοις μετὰ μέλιτος. ἐπισταθείσης δὲ τῆς νομῆς καὶ τῆς ἐσχάρας ἐκπεσούσης διὰ τῆς ἐπιθέσεως τοῦ φαρμάκου τοῦ εἰρησομένου καὶ καθαρῶν τῶν ἑλκῶν γενομένων, καταπλάσσειν λεκίθοις ὀπταῖς λείαις μετὰ κρόκου καὶ μέλιτος μέχρι κατουλώσεως. τὸ δὲ φάρμακόν ἐστι τόδε· σποδίου 𐅻 δ, κρόκου ὀβολοὶ γ, λίθου σχιστοῦ 𐅻 δ, σμύρνης μὴ ἄγαν πεφωγμένης ὀβολοὶ γ. λεάνας οἴνῳ Ἀμιναίῳ, ἕως ἂν ξηρανθῇ, μίσγε γλυκέος Κρητικοῦ παλαιοῦ, καὶ συλλεάνας ὑγρὸν ἀνελοῦ εἰς πυξίδα κεραμιαίαν καὶ ὑπάλειφε.

`8.46`

Περὶ μυδριάσεως.

`8.46.1–8.46.3`

Ὅταν ἡ κόρη τῷ μὲν χρώματι μηδὲν ἀλλοιοτέρα γένηται, πλατυτέρα δὲ πολλῷ τοῦ κατὰ φύσιν, καί ποτε μὲν ὁλοσχερῶς ἐμποδίζῃ τὸ ὁρᾶν, ποτὲ δʼ ἐπὶ πολύ, καὶ τὰ ὁρώμενα αὐτοῖς πάντα δοκῇ μικρότερα εἶναι, θεραπεύειν δεῖ αὐτὴν φλεβοτομοῦντας ἀπʼ ἀγκῶνος ἢ καθαίροντας· εἰ δὲ μή, τὰς γοῦν ἐν τοῖς κανθοῖς διαιρεῖν φλέβας, εἶτα σικύαν τῷ ἰνίῳ προσβάλλειν καὶ θαλάσσῃ προσαντλεῖν τὸ πρόσωπον καὶ τοὺς ὀφθαλμούς· εἰ δὲ μὴ παρείη θάλασσα, ἅλμῃ ἢ ὀξυκράτῳ. φαρμάκοις δὲ χρηστέον τοῖς καὶ πρὸς φλυκταίνας ἁρμόζουσιν.

`8.47`

Περὶ φθίσεως ὀφθαλμῶν καὶ ἀτροφίας.

`8.47.1–8.47.4`

Φθίσις ἐστὶ τῆς κόρης στενουμένης καὶ ἀμαυροτέρας καὶ ῥυσοτέρας γινομένης· τὰ δʼ ὁρώμενα ἐπὶ τούτοις μείζονα φαίνεται. διαφέρει δʼ ἡ φθίσις τῆς ἀτροφίας τούτῳ· ἡ μὲν γὰρ φθίσις στενωτέραν ποιεῖ τὴν κόρην, ἡ δʼ ἀτροφία ὅλον τὸν ὀφθαλμὸν μικρότερον καὶ ταπεινότερον. θεραπεύειν δὲ τούτους χρὴ γυμνάζοντας τὰ ἄνω μέρη καὶ τρίβοντας ἐπιμελῶς τὴν κεφαλὴν καὶ τὸ πρόσωπον καὶ τοὺς ὀφθαλμοὺς καὶ ὕδατι προσαντλοῦντας τὸ πρόσωπον καὶ χρίοντας τὴν κεφαλὴν μύρῳ τινὶ θερμαίνοντι, ὑπαλείφειν δὲ τοὺς ὀφθαλμοὺς ἀραιοῦντι δριμυτέρῳ φαρμάκῳ, οἷόν ἐστι τὸ ὑποτεταγμένον· ἀμμωνιακοῦ 𐅻 α, κροκομάγματος 𐅻 δ, κρόκου 𐅻 β, ἰοῦ 𐅻 α. λεάνας ἐν ὕδατι ἀναπλάσας χρῶ.

`8.48`

Περὶ νυκτάλωπος.

`8.48.1–8.48.3`

Νυκτάλωπα δὲ λέγουσιν, ὅταν συμβῇ τὴν μὲν ἡμέραν βλέπειν, δυομένου δʼ ἡλίου ἀμαυρότερον ὁρᾶν, νυκτὸς δὲ γενομένης οὐδʼ ὅλως ὁρᾶν. θεραπεύειν οὖν χρὴ τούτους κενοῦντας ἀπʼ ἀγκῶνος καὶ τῶν κανθῶν καὶ ἑξῆς καθαίροντας ἢ κενοῦντας κλυστῆρι, εἶτʼ ἀποφλεγματίζειν κελεύοντας ἢ πταρμοὺς κινεῖν· διδόναι δὲ πρὸ τροφῆς ὕσσωπον πίνειν ἢ πήγανον. ἐὰν δὲ μὴ ὑπακούῃ, πάλιν δοτέον τὸ διὰ τῆς σκαμμωνίας καὶ τοῦ καστορίου καθαρτικόν· ἐγχρίειν δὲ μέλιτι ἀπηφρισμένῳ καὶ καμμύειν πιεζοῦντα καὶ συνέχοντα τὰ ὑγρά· ἢ στυπτηρίας Αἰγυπτίας κεκαυμένης μέρη δύο, ἁλὸς ὀρυκτοῦ μέρος ἕν· λεῖα μετὰ μέλιτος ἐπαλείφειν.

`8.49`

Ῥούφου. Περὶ γλαυκώματος καὶ ὑποχύματος.

`8.49.1–8.49.7,8`

Γλαύκωμα καὶ ὑπόχυμα οἱ μὲν ἀρχαῖοι ἕν τι ἡγοῦντο εἶναι· οἱ δʼ ὕστερον τὰ μὲν γλαυκώματα τοῦ κρυσταλλοειδοῦς ὑγροῦ πάθος ἐνόμιζον, τρεπομένου καὶ μεταβάλλοντος ἐκ τῆς οἰκείας χρόας πρὸς τὸ γλαυκόν, τὰ δʼ ὑποχύματα ὑγρῶν παρέμπτωσιν πηγνυμένων μεταξὺ τοῦ ῥαγοειδοῦς καὶ τοῦ κρυσταλλοειδοῦς. ἔστι δὲ πάντα τὰ γλαυκώματα ἀνίατα, τὰ δʼ ὑποχύματα ἰατὰ οὐ πάντα. θεραπεύειν δὲ τοὺς ὑποχύσει πειραζομένους αἵματος ἀπʼ ἀγκῶνος ἀφαιρέσει καὶ καθάρσει καὶ κενώμασι δριμυτέροις, καθάπερ τοῖς διὰ κενταυρίου ἀφεψήματος ἢ σικύου πικροῦ, καὶ κοιλίας λύσει συνεχεστέρᾳ, καὶ σικύας τῷ ἰνίῳ προσβάλλειν μετὰ κατασχασμοῦ. δεῖ δὲ καὶ ὑδροποτεῖν παρʼ ὅλην τὴν δίαιταν, καὶ κεχρῆσθαι τροφαῖς λεπτυνούσαις. συνοίσει δὲ χρόνου διελθόντος καὶ ἀποφλεγματισμὸς διά τινων ἡμερῶν. φαρμάκοις δὲ χρηστέον τὸ μὲν πρῶτον ἁπλοῖς, καθάπερ μέλιτι καὶ ἐλαίῳ καὶ μαράθρου χυλῷ, ὕστερον δὲ καὶ τοῖς συνθέτοις, οἷόν ἐστι καὶ τόδε· σαγαπηνοῦ 𐅻 β, ὀποῦ Κυρηναϊκοῦ, ἐλλεβόρου λευκοῦ ἀνὰ 𐅻 ϛ — οἱ δὲ 𐅻 ε —, πηγάνου ἀγρίου 𐅻 α, ἀφρονίτρου 𐅻 ϛ — οἱ δὲ 𐅻 ε —, μέλιτος κοχλιάρια η. ἢ καυκαλίδος χυλοῦ, χαμαίδρυος, κορωνόποδος, ἑκάστου ἴσον· λεάνας ποίει κολλύρια.

`8.50`

Περὶ ἀμαυρώσεως καὶ ἀμβλυωπίας.

`8.50.1–8.50.5`

Ἀμαύρωσίς ἐστι παντελὴς ὡς ἐπὶ τὸ πολὺ τοῦ ὁρᾶν παραποδισμὸς χωρὶς φανεροῦ πάθους περὶ τὸν ὀφθαλμόν, ἀμβλυωπία δʼ ἀμυδρότης τοῦ ὁρᾶν ὑπό τινος ἀδήλου αἰτίας γενομένη. θεραπεία δʼ ἁρμόζει κοινῶς πᾶσι τοῖς ἀμαυρωθεῖσιν ἄμφω τὰς ὄψεις ἀπʼ ἀγκῶνος φλεβοτομία καὶ ἀπὸ κανθῶν κένωσις, ἔπειτα περισπᾶν τὰ ὑγρὰ ἐπὶ τοὺς κάτω τόπους διὰ κενώματος· μετὰ ταῦτα δὲ καὶ σικύαν προσβάλλειν ἰνίῳ καὶ βδέλλας τοῖς κροτάφοις καὶ τρίβεσθαι τὰ κάτω μέρη ὑδροποτεῖν τε καὶ τροφαῖς εὐδιαφορήτοις χρῆσθαι. προϊόντος δὲ τοῦ χρόνου, καὶ τοῖς πταρμοῖς χρηστέον καὶ νήστεσιν ἐμέτοις καὶ ὑπαλείψεσι, τὸ μὲν πρῶτον διὰ μέλιτος καὶ ἐλαίου ἴσων, ἔπειτα τῷ ὑπογεγραμμένῳ συνθέτῳ. κρόκου ὀβολοὶ β, χολῆς ὑαίνης 𐅻 α, πεπέρεως κόκκοι πε, νάρδου μαράθρου χυλοῦ ἀνὰ 𐅻 ιϛ, ἀμμωνιακοῦ θυμιάματος 𐅻 α, ἰοῦ 𐅻 α, μέλιτος κοτύλαι δ. λεῖα πάντα ποιήσας ἐπίχεε τοῦ μαράθρου τὸν χυλόν, ἔπειτα λεάνας ἀναξήρανον, καὶ τότε τὸ μέλι μίξας καὶ ἀνελόμενος εἰς πυξίδα χαλκῆν χρῶ. πρὸ δὲ τοῦ ἐγχρίειν ἀποπυρία, σπόγγῳ τοὺς ὀφθαλμοὺς εἰς θερμὴν θάλασσαν βάπτων.

`8.51`

Περὶ στραβισμοῦ.

`8.51.1–8.51.2`

Αἱ ἐκ γενετῆς στραβότητες τῶν νηπίων θεραπεύονται προσωπείου περιθέσει, ὅπως εἰς τὸ εὐθὺ βλέπωσι, καὶ τοῦ λύχνου δὲ τιθεμένου ἀντικρὺ καὶ μὴ ἐκ πλαγίου παραφαίνοντος. καὶ ὅταν ἔτι πρὸς τὴν ῥῖνα συννεύσωσι τοὺς ὀφθαλμούς, κροκύδας φοινικίνας παρακολλᾶν καὶ τοῖς πρὸς τοὺς κροτάφους κανθοῖς, ὅπως πρὸς ταύτας ἀτενίζοντες διορθῶσι τοὺς ὀφθαλμούς.

`8.52`

Περὶ ἐκπιεσμοῦ.

`8.52.1,2–8.52.5`

Ἐκπιέζονται οἱ ὀφθαλμοὶ ἐνίοτε ὥστε διαμένειν ἐξέχοντας. τοὺς μὲν οὖν ὑπʼ ἀγχόνης ἐκπιεσθέντας ἀπʼ ἀγκῶνος φλεβοτομεῖν· εἰ δʼ ἄλλως γένοιτο, φαρμακεύειν ἐλλεβόρῳ μέλανι ἢ σκαμμωνίᾳ. τὰς δʼ ἐκ τῶν ὠδίνων ἐκθλίψεις τῶν ὀφθαλμῶν πολλάκις μὲν καὶ αἱ ἐν τοῖς τοκετοῖς ἐπιγινόμεναι καθάρσεις λύουσιν, ὅθεν δεῖ συνεργεῖν ταύταις. ἐπὶ δὲ τῶν ἀνδρῶν μετὰ τὴν φλεβοτομίαν εἰ μὴ κατασταίησαν, σικύαν τῷ ἰνίῳ προσβάλλειν, ἐπιτιθέναι δʼ ἔριον μέλιτι κεχρισμένον ἢ κροκύδα μεθʼ ὕδατος ἄνωθέν τε πτύγμα ἐπιδεῖν ἡσυχῆ. συμφέρει δὲ τούτοις καὶ θάλασσα ψυχρὰ προσαντλουμένη τῷ προσώπῳ καὶ σέρεως χυλὸς καὶ πολυγόνου μετὰ μηκωνείου ἐπιχριόμενος, καὶ τἄλλα ὅσα δύναται στέλλειν καὶ συνάγειν.

`8.53`

Περὶ συγχύσεως.

`8.53.1–8.53.2`

Τὰς μὲν ἐκ πληγῆς συγχύσεις φλεβοτομίᾳ τε ἀπʼ ἀγκῶνος ... καὶ αἵματος νεοσφαγοῦς, μάλιστα μὲν τρυγόνος, εἰ δὲ μή, καὶ περιστερᾶς, ἐκπληροῦν ὅλον τὸν ὀφθαλμόν, εἶτʼ ἐπιτιθέναι ἔριον μαλακόν, βρέξαντας εἰς ὠὸν ἀνακεκομμένον μετʼ οἴνου καὶ ῥοδίνου, καὶ ἐπιδεῖν. τῇ δʼ ἑξῆς τὸ αὐτὸ ποιεῖν, καὶ τῇ τρίτῃ ἀποπυριᾶν καὶ γάλακτι ἐγχυματίζειν καὶ καταπλάττειν τοῖς ἐπιτηδείοις, εἶθʼ ὑπαλείφειν τοῖς πρὸς τὰς παλαιὰς διαθέσεις, οἷόν ἐστι τὸ Χιακόν.

`8.54`

Περὶ μυωπιάσεως.

`8.54.1–8.54.3`

Μυωπίαι λέγονται οἱ ἐκ γενετῆς τὰ μὲν ἐγγὺς βλέποντες, τὰ δʼ ἐξ ἀποστάσεως οὐχ ὁρῶντες. ἀνίατος δʼ ἐστὶν ἡ τοιαύτη διάθεσις. ἐναντία δὲ πάσχουσιν οἱ γηρῶντες τοῖς μύωψιν· τὰ γὰρ ἐγγὺς μὴ ὁρῶντες τὰ πόρρω βλέπουσιν.

Περὶ δακρυρροούντων.

`8.55.1`

Ὑπαλείφειν δεῖ τοὺς δακρυρροοῦντας τοῖς ἐμπλαστικοῖς καὶ ψύχουσι καὶ στύφουσι φαρμάκοις καὶ προσκλύζεσθαι τῷ ὀξυκράτῳ.

`8.56`

Περὶ ἐγκανθίδων.

`8.56.1–8.56.3`

Ἐγκανθὶς δʼ ἐστὶ σαρκὸς αὔξησις ἐκ τοῦ μεγάλου κανθοῦ γινομένη, τοῦ τόπου ἑλκωθέντος. ἡ μὲν οὖν ἀκακοήθης ἀναλγής ἐστι, μαλακή, ὑπόσομφος, ἡ δὲ κακοήθης σκληρά, ἀνώμαλος, νυγματώδεις πόνους ἔχουσα. δεῖ δὲ τὰς κακοήθεις ἀπαγορεύειν, τὰς δʼ ἀκακοήθεις θεραπεύειν, τὰς μὲν μικρὰς φαρμάκοις ξηροῖς, ὡς τῷ διὰ χαλκίτεως καὶ καδμείας ψωρικῷ, τὰς δὲ μείζονας τῇ χειρουργίᾳ.

Περὶ φθειριάσεως.

`8.57.1`

Θεραπεύειν χρὴ τούτους πρότερον ἐκκαθαίροντας τοὺς φθεῖρας, εἶτα θαλάσσῃ προσκλύζοντας χλιαρᾷ, εἶτα προσαπτομένους τοῦ ταρσοῦ τῷ ὑπογεγραμμένῳ φαρμάκῳ· στυπτηρίας σχιστῆς μέρη β, σταφίδος ἀγρίας μέρος α· λείοις χρῶ.

`8.58`

Περὶ ἐμπεφραγμένων μυξωτήρων. Ἐκ τῶν Ἀρχιγένους.

`8.58.1–8.58.7`

Ὅταν ἐμπεφραγμένος μυξωτὴρ τύχῃ, σαφῶς ἐνστάντος ἀέρος, τινάξαι τὴν κοιλίαν πρῶτον πειράθητι, εἶτα πρόσαγε βδέλλας κατὰ τῆς ῥινός· μετὰ δὲ τὴν τρίτην ἡμέραν σπληνίῳ ἀπὸ τοῦ μεσοφρύου ἄχρι τοῦ μήλου κατειλήφθω τοῦτο τῆς ῥινὸς τὸ μέρος τῶν διαφορεῖν ἐπαγγελλομένων ἐμπλάστρων. ἡμέρας δὲ δεκάπεντε ἡ χρῆσις γινέσθω· μετὰ ταῦτα τῇ διʼ ἀλόης πικρᾷ ὑπαχθείσης τῆς κοιλίας ἢ τῇ ἱερᾷ τῇ διὰ κολοκυνθίδος, εἶτʼ ἀποφλεγματισμῷ χρηστέον, καὶ μετὰ ταῦτα μαλάσσοντι φαρμάκῳ τὴν ῥῖνα περιβλητέον καὶ τὸ μέτωπον, εἶτα πταρμικοῖς χρηστέον, καὶ μετὰ τοῦτο σιναπιστέον τὴν κεφαλὴν ἄχρι μετώπου, καὶ ἀπολουστέον. καὶ ὀσφραντὸν δὲ προσαγέσθω καστόριον ὄξει πεφυραμένον. μετὰ δὲ τοὺς πταρμοὺς τούτους εἰ ἔτι τινὸς δέοι, παραληπτέος καὶ ὁ ἀπὸ τῶν ῥαφανίδων ἔμετος διʼ ὀξυμέλιτος ἡδυσμένος. τῇ δʼ ἑξῆς ἀψινθίου χυλοῦ ὅσον κοχλιαρίου ἥμισυ χρήσιμον προποτισθῆναι ἢ ὑσσώπου ἢ τραγοριγάνου. ἁρμόσει δὲ καὶ μαλάγματος ἐπίθεσις, ἕως ὅτου κορυφώσειεν ἰόνθους. ταῦτα καὶ δὶς καὶ πλεονάκις πρακτέον πρὸς τὰς ἀπειθεστέρας διαθέσεις.

`8.59`

Περὶ τῶν ἀπαγχομένων. Ἐκ τῶν Θεοφράστου.

`8.59.1–8.59.4`

Τῶν ἀπαγχομένων ἀνάκλησις γίνεται ὄξους ἐγχύσει καὶ πτερίδος ἢ κνίδης καρπῷ ἐν ὄξει τριφθέντι δριμυτάτῳ καὶ καθιεμένῳ. ἐργωδῶς δὲ καταδέξονται, ἀλλὰ καταβιάζονται. διαλυομένων δὲ τῶν περὶ τὸν τράχηλον ἐρυθημάτων, εὐθὺς ἀναβλέπουσι καὶ ἀνίενται. ἔχει δέ τι παραπλήσιον αὐτῶν τὸ ἀνακαλεῖσθαι καὶ ναυαγῶν καὶ ὅλως τῶν ἐκπνιγομένων· ἀναζωπυρεῖται γὰρ τούτων τὸ θερμόν.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: soi-bq`.
