---
title: "Summary to Eustathius the Son: Book IV"
title_greek: "Σύνοψις πρὸς Εὐστάθιον τὸν Υἱόν, Δʹ"
author: Oribasius of Pergamon
eul_wid: soi-bm
eul_aid: soi
canonical: "https://eulogikon.org/works/oribasius-pergamon-summary-eustathius-book-4-soi-bm"
lang: grc
period: Late Antique
dialect: Koine
content_hash: "sha256:cae632b7c9b502a8ae0abe086d501d366d972ce5db91ef504188988753ee7982"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Summary to Eustathius the Son: Book IV

*Σύνοψις πρὸς Εὐστάθιον τὸν Υἱόν, Δʹ*

**Author:** Oribasius of Pergamon

**eul_wid:** `soi-bm` · [HTML page](https://eulogikon.org/works/oribasius-pergamon-summary-eustathius-book-4-soi-bm)

## Text

Part of [Summary to Eustathius the Son](/works/oribasius-pergamon-summary-eustathius-soi-ac)

`4.1`

Ὅσα λεπτύνοντα ἐν τροφαῖς.

`4.1.1–4.1.22`

Σκόρδα, κρόμμυα, κάρδαμα, πράσα, νάπυ, πέπερι, σμύρνιον, πύρεθρον, ὀρίγανος, καλαμίνθη, ὕσσωπον, σίον, σισύμβριον, γλήχων, θύμα, θύμβρα χλωρὰ προσφερόμενα· ξηρανθέντα γὰρ ἤδη φάρμακα καὶ οὐκέτι τροφαί· καθόλου γὰρ πᾶν τὸ ξηρότερον ἰσχυρότερον τοῦ τεθηλότος ἐστί, καὶ ὅσα κατὰ λόφους ἢ ἐν χωρίοις ἀνυδροτέροις ηὐξήθη τῶν ἐν πεδίοις ἢ κήποις ἢ τέλμασιν ἰσχυρότερα. ταῦτα μὲν οὖν ὑπὲρ πάντων χρὴ γινώσκειν κοινῇ· τοῖς δʼ εἰρημένοις ἐφεξῆς ἐστιν εὔζωμα, σία, σέλινα, πετροσέλινα, ὤκιμα, ῥαφανίδες, κράμβαι, τεῦτλα, σκόλυμον, ἠρύγγιον, κορίαννον, ἀκαλήφη, μάραθρον, πήγανον, ἄνηθον, λιβυστικόν, κύμινον, καππάρεως καὶ τερμίνθου καρπός, τὸ τῆς καρώου σπέρμα, ἀνήσου, σίνωνος, ἄμεως, δαύκου, σεσέλεως, τορδύλου καὶ πάντων τῶν εὐωδῶν καὶ δριμέων καὶ θερμῶν ἐπιφανῶς. τῶν ἰσχυρῶς δὲ λεπτυνόντων ἐστὶ τὸ τοῦ πηγάνου σπέρμα καὶ καννάβεως, ὡς εἶναι φαρμακώδη λοιπόν. τῶν δὲ Δημητρίων σπερμάτων εἰς λεπτύνουσαν δίαιταν ἄλυποι κριθαὶ μόναι, δευτεροειδεῖς δʼ οἱ ἐκ τῶν πυρῶν ἄρτοι κριβανῖται· τῶν δʼ ἄλλων ἀπέχεσθαι πειρᾶσθαι, πλὴν εἰ διὰ μακροῦ χρόνου πισσοῦ ἢ φακοῦ γεύεσθαί τις ἐθέλοι. πλείστην δʼ ἂν ἔχοις, εἰ βούλοιο, καὶ ἄφθονον ἐδεσμάτων χρῆσιν εἰς λόγον λεπτυνούσης διαίτης ἀπό τε τῶν πετραίων ἰχθύων καὶ τῶν ὀρεινῶν ὀρνίθων τῶν μικρῶν· τὰ γὰρ ἐν τοῖς ὄρεσι διαιτώμενα ζῷα πάντα ξηρότερά τε καὶ θερμότερα ταῖς κράσεσιν ὑπάρχει, καὶ ἡ σὰρξ αὐτῶν ἥκιστα φλεγματώδης ἐστὶ καὶ γλίσχρα. ψᾶρας οὖν καὶ κίχλας καὶ κοττύφους καὶ πέρδικας ἐσθίειν· καὶ οἱ πυργῖται καλούμενοι στρουθοί, καὶ ὅσοι κατὰ τὰς ἀμπέλους διαιτῶνται, καὶ τῶν περιστερῶν αἱ ἐκ τῶν πύργων ἀμείνους τῶν κατοικιδίων εἰσί, καὶ καθόλου πάντα τὰ ἐγγεγυμνασμένα τῶν ἀγυμνάστων, καὶ τὰ ξηροτέραις τροφαῖς χρώμενα τῶν ὑγροτέραις, καὶ τὰ καθαρὸν καὶ λεπτὸν ἀναπνέοντα τὸν ἀέρα βελτίω τῶν ἐναντίων. καὶ ἰχθύων δὲ τῶν πετραίων ἐσθίειν ἰουλίδος καὶ φυκίδος καὶ κοττύφου καὶ κίχλης καὶ σκάρου, καὶ ἁπλῶς ἁπάντων ὅσοι μαλακήν τε ἅμα καὶ ψαθυρὰν ἔχουσι τὴν σάρκα· τῶν δʼ ἤτοι σκληρὰν ἢ γλίσχραν ἐχόντων ἀπέχεσθαι παντάπασιν. μαλακὴ μὲν οὖν ἡ τῶν ὀνίσκων σάρξ, ἀλλʼ ἧττον ψαθυρὰ τῆς τῶν πετραίων· τῶν μέντοι τριγλῶν ψαθυρὰ μέν, οὐ μὴν καὶ μαλακή. ταῦτα οὖν ἔχειν ἄμφω τὰ γνωρίσματα περὶ παντὸς ζῴου σαρκός, τὸ μαλακόν τε καὶ ψαθυρόν, καὶ τούτοις προσέχων τὸν νοῦν, ᾧ μὲν ἂν ὑπάρχῃ τὸ συναμφότερον, εἰς κόρον ἐσθίειν, τῶν δʼ ἄλλων ᾧ μὲν μηδέτερον, ἀπέχεσθαι παντάπασιν, ᾧ δὲ θάτερον μόνον, ἐσθίειν μέν ποτε καὶ τοῦδε τῶν ἄλλων ἀπορήσαντα, φυλάττεσθαι δʼ εἰς κόρον, ὥστε καὶ ὀνίσκων καὶ τριγλῶν καὶ τῶν ἄλλων πελαγίων ἰχθύων ἐξέσται σοι προσφέρεσθαι μὴ παρόντων πετραίων, καὶ μᾶλλον ὅσοι διὰ νάπυος ἐσθίονται, καθάπερ ὁ σκορπίος. ἔστι δὲ δή τινα γένη ζῴων οἷς ὑπάρχει μὲν τὸ ἕτερον ὧν εἶπον γνωρισμάτων, ἀλλὰ διὰ τὴν ἀμετρίαν θατέρου φυλάττεσθαι χρὴ καὶ τὴν τούτων ἐδωδήν· αἱ μὲν γὰρ ἐγχέλυες καὶ τὰ πλεῖστα τῶν μαλακίων τε καὶ σελαχίων, καίτοι μαλακὴν ἔχοντα τὴν σάρκα, διὰ τὸ γλίσχρον καὶ φλεγματῶδες αὐτῆς ἱκανῶς ἐστι βλαβερά· τοῖς δὲ λεπτυνούσῃ διαίτῃ χρῆσθαι δεομένοις ἐπιτήδεια ἐκ τῶν σελαχίων ἐστὶν ἡ νάρκη καὶ ἡ τρυγὼν μόνα, καὶ χρῆσθαι δέ ποτε καὶ τούτοις ἐγχωρεῖ μὴ παρόντων πετραίων. τῆς δʼ αὐτῆς ἐστι δυνάμεως τά τε βούγλωττα καὶ ἡ ψῆττα. καὶ τοῖς ἀλεκτρυόσι δέ, εἰ γυμνάζοιτό τις, οὐ κωλύω κεχρῆσθαι καὶ περιστεραῖς καὶ τρυγόσι, καὶ μάλιστα ταῖς ἐν ὄρεσι διαιτωμέναις· χρὴ δὲ μὴ πρόσφατον, ἀλλʼ ἕωλον ἐργασαμένους ἡμέραν μίαν τοὐλάχιστον οὕτως ἐσθίειν πάντα τὰ μετρίως σκληρὰν ἔχοντα τὴν σάρκα. καὶ οἱ ταριχευθέντες δὲ τῶν ἰχθύων ἱκανώτατα λεπτύνουσι καὶ τέμνουσιν· ἐκλέγεσθαι δὲ καὶ τούτων ὅσοι φύσει μαλακόσαρκοι· τοὺς δὲ κητώδεις φυλάττεσθαι. ταριχευθέντων γέ τοι καὶ τῶν χοιρείων κρεῶν γεύοιτο ἄν τις ἀσφαλῶς. καὶ ὑπὸ τῶν ὀπωρῶν δʼ ἥκιστα ἄν τις λυποῖτο τῶν λαπαττουσῶν τὴν κοιλίαν. τὰς μαλακωτέρας οὖν μᾶλλον ἐσθίειν τῶν σκληροτέρων καὶ βραδυπόρων, οὐ μὴν εἰς κόρον γε οὐδενός· ὅσα δὲ σφοδρῶς αὐστηρὰ καὶ στρυφνά, μοχθηρὰ τῇ τοιαύτῃ διαίτῃ. ἐπιτηδειότερα δὲ πάντων εἰσὶν ἰσχάδες, κάρυα καὶ πιστάκια καὶ τῶν ἀμυγδαλῶν αἱ ὑπόπικροι· ἐλαίας δʼ οὔτε ἐπαινεῖν ἔχοιμι ἂν οὔτε ψέγειν. τῶν δὲ γλυκέων οὐκ ἐδεσμάτων μόνον, ἀλλὰ καὶ πομάτων τὸ μέλι μόνον, ὡς ἔπος εἰπεῖν, ἀκριβῶς λεπτοῦ τὴν σύστασίν ἐστι χυμοῦ γεννητικόν. καὶ τῶν οἴνων δʼ οἱ λευκοὶ καὶ λεπτοὶ τέμνουσί τε τοὺς παχεῖς χυμοὺς καὶ καθαίρουσι διʼ οὔρων. καὶ μὲν δὴ καὶ ὁ τοῦ γάλακτος ὀρὸς ἐκ τῶν λεπτυνόντων ἐστίν. χρησιμώτερον δʼ εἰς λεπτύνουσαν δίαιταν τὸ ὀξύμελι μάλιστα ὑπάρχει.

`4.2`

Ὅσα παχύχυμα.

`4.2.1–4.2.5`

Οἱ ἰπνῖται τῶν ἄρτων καὶ οἱ μὴ καλῶς ἐσκευασμένοι παχύχυμοι καὶ ὁ καλούμενος τράγος καὶ τὰ διὰ γλεύκους καὶ σεμιδάλεως πέμματα καὶ λάγανα καὶ τὰ ῥύμματα ἅπερ ἴτρια προσαγορεύεται καὶ πᾶν ἄζυμον ἐκ πυροῦ πέμμα καὶ οἱ διʼ αὐτῶν δηλονότι σκευαζόμενοι πλακοῦντες. ἔστι δὲ καὶ ἡ σεμίδαλις καὶ ὁ χόνδρος ἱκανῶς παχύχυμα· ἄμυλον μετρίως. καὶ οἱ βολβοὶ δʼ εἰσὶ παχύχυμοι καὶ θέρμοι καὶ τῆς φακῆς ἡ οἷον σάρξ, κύαμοι φρυγέντες, σησάμου σπέρμα, ἐρυσίμου σπέρμα, τὰ καλούμενα μαλάκια, τευθίδες, σηπίαι, πολύποδες, οἱ κητώδεις τῶν ἰχθύων. ἱκανῶς δὲ παχύχυμα τά τε ὄστρεα, οἱ κήρυκες, αἵ τε πορφύραι, χῆμαι, λεπάδες, κτένες, πίνναι, καὶ πάντα ἁπλῶς τὰ ὀστρακόδερμα, ἐγχέλυες, κοχλίοι, ἐλάφεια κρέα, αἴγεια, βόεια, λάγεια, χοίρεια, ἧπαρ, νεφροί, ὄρχεις, ἐγκέφαλοι, νωτιαῖος μυελός, οὖθαρ, ἀδένες, γλῶττα μετρίως, γάλα τὸ ἐπὶ πλέον ἑψηθέν, τυροὶ πάντες — οἱ δὲ νέοι καὶ ὀξυγαλάκτινοι ἧττον —, ὀξύγαλα, πυρίεφθον, καὶ τῶν ὠῶν ὅσα μέχρι τελέας πήξεως ἕψουσι — μᾶλλον δὲ τὰ ὀπτά, καὶ ἔτι μᾶλλον τὰ τηγανιστά —, φοίνικες, κάστανα, βάλανοι, βολβοί, γογγύλαι, μύκητες, ἄρου ῥίζαι, ὕδνα, κῶνος, σῦκα τὰ μὴ καλῶς πέπειρα, κιτρίου σάρξ, σίκυος τοῖς πλεονάσασι τῇ ἐδωδῇ αὐτῶν. τῶν οἴνων οἱ γλυκεῖς αἵματος παχέος εἰσὶ γεννητικοί, καὶ μᾶλλον ἔτι τὸ καλούμενον σίραιον, καὶ ὁ γλευκίνης ὁμοίως, καὶ οἱ παχεῖς καὶ μέλανες οἶνοι.

Ὅσα μέσα τῶν λεπτυνόντων καὶ παχυνόντων εἰσίν.

`4.3.1`

Οἱ κάλλιστα κατασκευασθέντες ἄρτοι, καὶ αἱ σάρκες τῶν ἀλεκτορίδων τε καὶ ἀλεκτρυόνων, ὀρνίθων τε καὶ φασιανικῶν καὶ περδίκων καὶ περιστερῶν, ἀτταγήνων τε καὶ τρυγόνων καὶ κιχλῶν, κοττύφων τε καὶ τῶν μικρῶν στρουθίων ἅμα πάντων, ἔτι τε πετραίων ἰχθύων, αἰγιαλείων τε καὶ πελαγίων, κωβιῶν τε καὶ σμυραίνων καὶ βουγλώσσων, καὶ πάντων ἁπλῶς ἰχθύων ὅσοι μήτε γλισχρότητά τινα μήτε δυσωδίαν ἔχουσι κατὰ τὴν ἐδωδήν, σῦκα τὰ πέπανα, λαχάνων ἀγρίων ἡ σέρις — τοῦτο δὲ κοινόν τι γένος ἐστὶ πλειόνων, τὰ δὲ κατʼ εἶδος ἕκαστον αὐτῶν ἴδιον ὄνομα κέκτηται παρὰ τοῖς Ἀττικοῖς, οἷον θριδακίνη καὶ χονδρίλη, γιγγίδια, καὶ ἄλλα μυρία τούτου τοῦ γένους ἐστίν —, ὅ τε ἕλειος καὶ ὁ μυακάνθινος καὶ ὁ τῆς χαμαιδάφνης ἀσπάραγος καὶ ὁ τῆς βρυωνίας, οἶνος ὁ ξανθός τε ἅμα καὶ γλυκὺς καὶ διαυγής, οἷός ἐστιν ὅ τε Ἀριούσιος καὶ ὁ Λέσβιος καὶ ὁ Φαλερῖνος καὶ ὁ Τμωλίτης· χρηστὸν γὰρ οἱ τοιοῦτοι πάντες αἷμα καὶ σύμμετρον τῷ πάχει γεννῶσιν.

`4.4`

Ὅσα γλίσχρον χυμὸν γεννᾷ.

`4.4.1–4.4.3`

Τῶν πυρῶν ὅσοι μὲν βαρεῖς καὶ πυκνοὶ καὶ διὰ βάθους ξανθοί, γλίσχροι· ὅσοι δὲ κοῦφοι καὶ ἀραιοὶ καὶ λευκοὶ τὰ ἔνδον, ἧττον τοιοῦτοι· καὶ ἡ σεμίδαλις δὲ καὶ ὁ χόνδρος ἱκανῶς γλίσχρα. τένοντες καὶ ἀπονευρώσεις καὶ τὰ περὶ τὰ χείλη μόρια, καλλῶσον, χοίρειον πᾶν κρέας καὶ ἡ τῶν ἀρνῶν σάρξ, τὸ τοῦ σησάμου σπέρμα, βολβοί, φοίνικες οἱ λιπαροί.

`4.5`

Ὅσα ὠμοὺς χυμοὺς γεννᾷ.

`4.5.1–4.5.2`

Φοίνικες χλωροὶ χυμῶν ὠμῶν ἐμπιπλῶσι τοὺς ἐσθίοντας, ὡς δυσεκθερμάντοις ἁλίσκεσθαι ῥίγεσιν. καὶ ἡ ῥίζα τῆς γογγυλίδος, ὅταν πλεονάσῃ τις ἐπὶ τῇ ἐδωδῇ αὐτῆς, καὶ ἡ σὰρξ τῶν ὀστρακοδέρμων τῶν σκληροσάρκων ἀποβαλοῦσα τὸν ἁλυκὸν χυμὸν ἐκ πλείονος ἑψήσεως, καὶ τὰ μαλάκια καλούμενα, πολύποδες, σηπίαι, ὅσα τε ἄλλα τοιαῦτα, πάντα τὰ κητώδη τῶν ἐν θαλάττῃ ζῴων, κοιλία, ἔντερα, μῆτραι τῶν τετραπόδων καὶ οἱ σκληρότεροι τῶν ἀδένων ἀπεπτούμενοι, ὀξύγαλα, τηγανῖται, θέρμοι, σταφυλὴ ἐπισχεθεῖσα καὶ μὴ διαχωρηθεῖσα.

`4.6`

Ὅσα ψυχροὺς χυμοὺς γεννᾷ.

`4.6.1–4.6.2`

Τοῖς ἄδην σικύων ἐμφορουμένοις ψυχρὸν χυμὸν ἀθροίζειν συμβέβηκεν οὐκ εὐπετῶς ἐπιδέξασθαι δυνάμενον τὴν εἰς αἷμα χρηστὸν ἀλλοίωσιν. κοιλία καὶ ἔντερα καὶ μῆτραι τῶν τετραπόδων ζῴων, ὀξύγαλα, βωλῖται, μῆλα τὰ μὴ πέπειρα, βολβοί.

Ὅσα φλέγμα γεννᾷ.

`4.7.1`

Φλεγματικὸν δʼ ἁπλῶς χυμὸν γεννᾷ τῶν ζῴων τὰ νευρώδη μόρια, ἐγκέφαλος, πνεύμων, νωτιαῖος, ἀδένες ἀπεπτούμενοι, ἡ τῶν ἀρνῶν σάρξ, βωλῖται, ἀμανῖται, καὶ ἡ σὰρξ τῶν ὀστρακοδέρμων, μῆλα τὰ μὴ πέπειρα.

`4.8`

Ὅσα μελαγχολικὸν χυμὸν γεννᾷ.

`4.8.1–4.8.2`

Κρέα βόεια, αἴγεια, καὶ μᾶλλον τὰ τῶν τράγων καὶ ταύρων, ἔτι δὲ μᾶλλον ὄνεια, καμήλεια, ἀλωπέκεια, κυνῶν, λαγωῶν, τῶν ἀγρίων ὑῶν, τὰ ταριχευθέντα κρέα τῶν ἐπιγείων ζῴων καὶ οἱ σπλῆνες τῶν ζῴων, τῶν δὲ θαλαττίων θύννης καὶ φαλαίνης, φώκης, κυνός, δελφῖνος καὶ τῶν κητωδῶν ἁπάντων, κοχλίαι, κράμβαι, καὶ τῶν δένδρων οἱ βλαστοὶ διʼ ἅλμης τε καὶ ὀξάλμης συντιθέμενοι, σχίνου λέγω καὶ τερμίνθου καὶ βάτου καὶ κυνοσβάτου, καὶ τῆς κινάρας ἡ οἷον σάρξ. καὶ ἡ φακὴ δὲ μελαγχολικώτατόν ἐστιν ἔδεσμα, καὶ μετὰ ταύτην οἱ πιτυρῖται τῶν ἄρτων οἵ τε ἐκ τῆς τίφης καὶ τῶν ἄλλων τῶν μοχθηρῶν σπερμάτων οἵ τε ἁπαλοὶ τυροὶ καὶ φακὸς καὶ βῖκος καὶ τῶν οἴνων οἱ παχεῖς καὶ μέλανες.

`4.9`

Ὅσα χολώδη χυμὸν γεννᾷ.

`4.9.1,2–4.9.3`

Κεράτια· τῆς κινάρας ὁ χυλὸς λεπτὸς καὶ πικρόχολός ἐστιν· ἄμεινον δʼ ἀφέψοντας αὐτὴν ἐσθίειν. καὶ τὸ μέλι ῥᾳδίως ἐκχολοῦται κατὰ τὰ θερμὰ σώματα — πάντες γάρ εἰσιν οἱ γλυκεῖς χυμοὶ ὕλη τῇ ξανθῇ χολῇ — καὶ οἱ γλυκεῖς οἶνοι.

Ὅσα περιττωματικά.

`4.10.1`

Φάτται, χῆνες πλὴν τῶν πτερῶν, σπλάγχνα πάντα, νωτιαῖος, ἐγκέφαλος, οἱ ἐν τοῖς ἕλεσι καὶ ταῖς λίμναις καὶ τοῖς πεδίοις ὄρνιθες, ἐρέβινθοι, κύαμοι χλωροί, κύαμος Αἰγύπτιος, οἱ νέοι τῶν χοίρων, τῶν προβάτων ἡ σὰρξ καὶ πάντων τῶν νέων ζῴων, καὶ τῶν ἀργῶς βιούντων καὶ τῶν ἰχθύων οἱ ποτάμιοι καὶ οἱ λιμναῖοι καὶ οἱ ἐν ἰλύι διαιτώμενοι καὶ πάντα τὰ κητώδη τῶν ἐν θαλάττῃ ζῴων.

Ὅσα ἀπέριττα.

`4.11.1`

Τράχηλοι ζῴων, οὐραί, πτερά, ἡ τῶν ἀγρίων ζῴων σὰρξ καὶ τῶν ἐν ξηροῖς τόποις διαιτωμένων.

`4.12`

Ὅσα πολύτροφα.

`4.12.1–4.12.15`

Συῶν ἡμέρων αἱ σάρκες πάντων ἐδεσμάτων εἰσὶ τροφιμώταται· βοῶν ἐγκέφαλοι, ὄρχεις, καρδία, νωτιαῖος καὶ ὁ ἄλλος μυελὸς καὶ πτερὰ τῶν χηνῶν, καὶ μᾶλλον ἀλεκτορίδων, καὶ πάντων τῶν πτηνῶν αἱ κοιλίαι, κοχλίοι, καὶ μᾶλλον δίσεφθοι γενόμενοι. τῶν ὀστρακοδέρμων τὰ σκληρόσαρκα, οἷον χῆμαι, πορφύραι, κήρυκες, ὅσα τε ἄλλα τοιαῦτα, πλείονα τροφὴν δίδωσιν· ἀστακοί, πάγουροι, καρκῖνοι, καρῖδες, κάραβοι, καὶ ὅσα ἄλλα τοιαῦτα, μαλάκια, οἷον πολύποδες, σηπίαι, τευθίδες καὶ τὰ τοιαῦτα. τῶν σελαχίων νάρκη μὲν καὶ τρυγὼν μετρίως, βάτοι καὶ λειόβατοι καὶ ῥῖναι μᾶλλον, τρίγλαι, κωβιοὶ ἔλαττον. γάλα τὸ μὲν παχύτερον μᾶλλον, τὸ δʼ ὑγρότερον ἔλαττον. τῶν ἄρτων τροφιμώτατος ὁ σιλιγνίτης, ἐφεξῆς δʼ ὁ σεμιδαλίτης, καὶ τρίτος ὁ συγκομιστός. ἑφθοὶ πυροί, σεμίδαλις, χόνδρος. κύαμοι σαρκοῦσι τὴν ἕξιν οὐκ ἐσφιγμένῃ καὶ πυκνῇ σαρκί, ἀλλὰ χαυνοτέρᾳ μᾶλλον. ἐρέβινθοι κυάμων τρέφουσι μᾶλλον, φάσιλοι καὶ ὦχροι τήλεως πλέον. δόλιχοι, οὓς λοβοὺς καὶ φασιόλους καλοῦσι, τρέφουσι πισσῶν οὐκ ἔλαττον. θέρμοι τρόφιμοι, κάστανα, φακή, οἱ γλυκεῖς φοίνικες, σταφίδες αἱ γλυκεῖαι καὶ λιπαραί, βάλανοι, γογγυλίς, ἣν καὶ βουνιάδα καλοῦσιν. βολβοὶ τροφιμώτατοι, καὶ μᾶλλον δίσεφθοι. μέλι τὸ ἀπαφρισθὲν ἐπιτήδειον πρός τε ἀνάδοσιν καὶ θρέψιν γίνεται· μελίκρατον τὸ καλῶς ἑψηθέν. ἅπας οἶνος ἀνὰ λόγον τρέφει τῆς παχύτητος· οἱ μὲν οὖν ἐρυθροὶ καὶ παχεῖς πάντων οἴνων εἰσὶν εἰς αἵματος γένεσιν ἐπιτηδειότατοι, ἐφεξῆς δʼ αὐτῶν οἱ μέλανες καὶ παχεῖς καὶ στύφοντες, τούτων δʼ ἧττον τρέφουσιν οἱ λευκοί τε ἅμα καὶ παχεῖς καὶ αὐστηροί, πάντων δʼ ἧττον οἱ λευκοὶ καὶ λεπτοί. καὶ πάντα δὲ τὰ παχύχυμα, εἰ καλῶς πεφθείη καὶ αἱματωθείη, πολύτροφα γίνεται.

`4.13`

Ὅσα ἐλάττονα τροφὴν δίδωσιν.

`4.13.1–4.13.12`

Τὰ ἄκρεα τῶν ζῴων, μήτρα, γαστήρ, ἔντερα, οὐρά, ὦτα, πιμελή, στέαρ. ἅπαν τὸ γένος τῶν ὀρνίθων ὀλιγοτροφώτερόν ἐστι παραβαλλόμενον τῷ γένει τῶν πεζῶν, καὶ ἡ τῶν γεγηρακότων ζῴων σὰρξ ὀλιγοτροφωτέρα τῶν ἔτι αὐξανομένων. τῶν δʼ ἰχθύων ἡ τροφὴ αἵματός ἐστι λεπτοτέρου γεννητική, ὡς μήτε τρέφειν δαψιλῶς καὶ διαφορεῖσθαι θᾶττον. τῶν δʼ ὀστρακοδέρμων τὰ μαλακόσαρκα, οἷα τὰ ὄστρεα, ὀλιγότροφα. ἄρτοι κρίθινοι, ὅπως ἂν σκευασθῶσιν, ὀλιγότροφοι πάντες εἰσί, τὰ ἐκ κριθῶν ἄλφιτα τούτοις ὁμοίως. ἄρτοι πιτυρίαι καὶ οἱ ῥυπαροὶ πάντες καὶ οἱ πλυτοί, ἄμυλον, μᾶζα ἐξ ἀλφίτων, κριθή, βρόμος, κέγχρος, καὶ μᾶλλον ἔλυμος, ὄρυζα, κύαμοι χλωροί, μήκωνος σπέρμα, ὅρμινα, συκάμινα, ὁ τῶν κυνοσβάτων καρπός, ἀρκευθίδες, μύρτα, ἀμύγδαλα, πιστάκια, κοκκύμηλα, περσικά, ἀρμενιακά, πραικόκκια, ἐλαῖαι, καὶ μάλιστα αἱ δρυπεπεῖς, λεπτοκάρυα, καὶ μᾶλλον τὰ βασιλικὰ κάρυα, σηρικά, κράνα, προῦμνα, βάτινα, μιμαίκυλα, ζίζυφα, διόσπυρα, ἁλικάκκαβα, κάππαρις, καὶ μάλιστα ἡ ταριχευθεῖσα, τῆς τερμίνθου πάντα, κράμβη, τεῦτλα, λάπαθον, ὀξυλάπαθον, ἀνδράχνη, στρύχνον, ῥάφανος, νάπυ, κάρδαμον, πύρεθρον καὶ οἱ ἀσπάραγοι πάντες, σταφυλῖνος, δαῦκος, κάρω. κρόμμυα δὲ καὶ σκόροδα καὶ πράσα καὶ ἀμπελόπρασα ὠμὰ μὲν οὐδʼ ὅλως τροφὴν δίδωσιν, ἑψηθέντα δὲ δὶς ἢ τρὶς ὀλιγίστην. ῥοιαὶ ὀλιγότροφοι· ἄπιοι δέ, καὶ μάλιστα αἱ μεγάλαι, ἔχουσί τι τρόφιμον. κολοκύνθη ὀλιγότροφος, σταφίδες αἱ αὐστηραί τε καὶ ἀλιπεῖς. μέσα δέ πώς ἐστι τῶν ὀλιγοτρόφων τε καὶ πολυτρόφων φάσιλοι, ὦχροι, λάθυροι, ἄρακοι. καὶ σῦκα οὐχ ὁμοίως ταῖς ἄλλαις ὀπώραις ὀλιγότροφα, σομφώδη δὲ ποιεῖ τὴν σάρκα ὁμοίως σταφυλαῖς· ἔλαττον δʼ αὗται τῶν σύκων τρέφουσι χαύνῃ καὶ πλαδαρᾷ σαρκί. πάντα ὅσα τῶν ἐδεσμάτων φαρμακώδη τινὰ ἔχει ποιότητα σφοδράν, ὅταν ἀπόθηται ταύτην ὀπτήσεσιν ἢ ἑψήσεσιν ἢ τέγξεσιν, ὀλίγην τροφὴν δίδωσι τοῖς σώμασι, πρότερον οὐδʼ ὅλως διδόντα.

`4.14`

Ὅσα εὔχυμα.

`4.14.1–4.14.21`

Εὐχυμότατόν ἐστι τὸ γάλα σχεδὸν πάντων ὧν προσφερόμεθα· ἄριστον δὲ τὸ τῶν εὐεκτούντων ζῴων, ὅταν ἀμελχθῇ πινόμενον εὐθέως. ὠὰ τρομητὰ καὶ ῥοφητά. ὄρνιθες καὶ ἰχθύες ὀλίγου δεῖν ἅπαντες εὔχυμοι πλὴν τῶν ἐν ἕλεσι καὶ λίμναις καὶ ποταμοῖς ἰλυώδεσι διαιτωμένων, καὶ μάλιστα ὅταν ἐκ πόλεως ῥέῃ τὸ ὕδωρ ἐκκαθαῖρον ἀποπάτους τε καὶ βαλανεῖα καὶ μαγειρεῖα καὶ τὰ τῶν πλυνόντων τὴν ἐσθῆτα ῥύμματα. ἀσφαλὲς οὖν ἀεὶ προσφέρεσθαι τῶν ἰχθύων τοὺς ἐκ τῆς ἀμίκτου θαλάσσης ὕδατι γλυκεῖ, οἷοί εἰσιν οἱ πελάγιοι καὶ οἱ πετραῖοι· καὶ γὰρ εἰς εὐχυμίαν καὶ εἰς ἡδονὴν πολὺ προὔχουσι τῶν ἄλλων. εἰ δέ τι τῶν ἐν ἑκατέροις τοῖς ὕδασι διαιτωμένων εἴη, καθάπερ γε κέφαλοι καὶ ὁ λάβραξ, ὀνίσκος τε καὶ κωβιός, σμύραινά τε καὶ καρκῖνοι καὶ ἐγχέλυες, ἀναπυνθάνεσθαι μὲν χρὴ πρότερον, ὅθεν εἴη τεθηραμένα, μετὰ δὲ ταῦτα τῇ τε ὀσμῇ καὶ τῇ γεύσει τὴν διάγνωσιν αὐτῶν ποιεῖσθαι· καὶ γὰρ δυσώδεις καὶ ἀηδεῖς καὶ βλενώδεις εἰσὶν ὅσοι τὴν δίαιταν ἔχουσιν ἐν ὕδατι μοχθηρῷ. καὶ μέντοι καὶ λίπος αὐτοῖς ὑπάρχει πολὺ πλέον ἢ τοῖς ἄλλοις, καὶ σήπονται ταχέως. καὶ παρὰ τὰς ἐπιχωρίους δὲ τροφὰς ἀμείνους τε καὶ χείρους ἑαυτῶν οἱ ἰχθύες γίνονται, διαγινωσκόμενοι ῥᾳδίως ὀσμῇ τε καὶ γεύσει, καθάπερ αἱ τρίγλαι· μοχθηρόταται γὰρ αὐτῶν αἱ τὴν καρκινάδα σιτούμεναι, τῶν δʼ ἄλλων ἡ σὰρξ σκληροτέρα μέν, οὐ κακόχυμος δέ. κίθαρος καὶ ῥόμβος καὶ ἥπατος καὶ βούγλωσσον καὶ ψῆττα καὶ σαυρὸς μέσοι πώς εἰσι τῶν ἁπαλοσάρκων καὶ σκληροσάρκων· ἡ τροφὴ δʼ αὐτῶν καλλίστη τοῖς γε μὴ γυμναζομένοις ἐστὶ καὶ τοῖς ἀσθενέσι καὶ τοῖς ἐκνοσηλευομένοις. ἡ ψαθυρὰ καὶ μαλακὴ τροφὴ πρὸς ὑγείαν ἐπιτηδειοτάτη ἐστὶ καὶ εὐχυμοτάτη πάντων ἐστίν. αἱ σάρκες τῶν ζῴων, ὅταν καλῶς πεφθῶσιν, αἵματός εἰσιν ἀρίστου γεννητικαί, καὶ μάλιστα τῶν εὐχύμων, οἷόν ἐστι τὸ γένος τῶν ὑῶν· κάλλιστον γὰρ δὴ τὸ τούτων κρέας εἰς ἡδονήν τε καὶ πέψιν ἐστί, καὶ μάλιστα τὸ τῶν μέσων κατὰ τὴν ἡλικίαν ὑῶν· χεῖρον γὰρ τό τε τοῦ παλαιοτάτου καὶ τὸ τοῦ μετὰ τὴν ἀποκύησιν εὐθέως ἐσθιομένου· ὑγρότατόν τε γὰρ ὑπερβαλλόντως ἐστὶ τὸ τῶν ἀρτιγενῶν καὶ φλέγμα γεννᾷ πλεῖστον. οὖθαρ εὔχυμον, ἧπαρ, τὰ περὶ τὰ χείλη μόρια, πτερὰ καὶ τὰ ἄλλα τὰ ἄκρεα. ἔντερά τε καὶ μήτρα καὶ οὐρὰ τῶν σαρκῶν ἧττον εὔχυμα· οἱ δʼ ἀδένες πεφθέντες καλῶς διδόασιν ὁμοίαν τροφὴν ἐγγὺς τῇ κατὰ σάρκα. καρδία οὐ κακόχυμος. βελτίους οἱ πόδες τῶν ὑῶν εἰσι τοῦ ῥύγχους καὶ τῶν ὤτων· τῶν δʼ ἄλλων ζῴων, καθʼ ὅσον αἱ σάρκες εἰς ἀρετὴν τροφῆς ἀπολείπονται τῶν ὑῶν, κατὰ τοσοῦτον καὶ τῶν ἀκρέων ἐν ὑσὶ μορίων εἰσὶ χείρω τὰ κατʼ ἐκεῖνα τὰ ζῷα. οἱ ἐγκέφαλοι τῶν πτηνῶν πολὺ βελτίους εἰσὶ τῶν ἐν τοῖς πεζοῖς. τῶν ἀγρίων ζῴων ἡ σὰρξ εὐχυμοτέρα τῆς τῶν ἡμέρων ἐστίν. ἄρτος καθαρὸς καλῶς ἐσκευασμένος εὔχυμος, χόνδρος, πτισάνη καλῶς ἡψημένη, κύαμοι· κάστανα οὐ κακόχυμα, σῦκα πέπειρα καὶ σταφυλὴ πέπειρος· κρεμασθεῖσα δʼ ἄμεμπτος. ἰσχάδες ἀναδοθεῖσαι μὲν ταχέως εὔχυμοι, χρονίσασαι δʼ ἐν γαστρὶ κακόχυμοι γίνονται καὶ φθειρῶν γεννητικαί· μετὰ δὲ καρύων ἐσθιόμεναι κάλλιστον ἔδεσμα· ὅσοι δὲ μετά τινος ἄλλου τῶν ἐδεσμάτων ἐσθίουσι τὰ σῦκα καὶ τὰς ἰσχάδας, οὐ μικρὰ βλάπτονται. θρίδαξ, ὡς ἐν λαχάνοις, αἷμα γεννᾷ, καὶ μετʼ αὐτὴν οἱ ἴντυβοι. οἱ εὐώδεις οἶνοι εὔχυμοι· τῶν εὐχυμοτάτων δʼ ἐστὶ Φαλερῖνος, καὶ μᾶλλον ὁ γλυκύτερος, καὶ Ἀριούσιος καὶ ὁ κιρρὸς Τμωλίτης ὁ γλυκύς.

`4.15`

Ὅσα κακόχυμα.

`4.15.1–4.15.18`

Τῆς κακοχυμίας οὐχ ἓν εἶδός ἐστιν· ἡ μὲν γὰρ ψυχροτέρα τε καὶ φλεγματικωτέρα τυγχάνει, ἡ δὲ θερμοτέρα τε καὶ χολωδεστέρα, ἄλλη δʼ ὑδατωδεστέρα, καθάπερ ἄλλη μελαγχολικωτέρα. πάντων δʼ ἀπέχεσθαι τῶν κακοχύμων ἐδεσμάτων συμβουλεύω, κἂν εὔπεπτα ᾖ· λανθάνει γὰρ ἐν χρόνῳ πλείονι μοχθηρὸς ἐν ταῖς φλεψὶ χυμὸς ἀθροιζόμενος ἐξ αὐτῶν, ὃς ἐπειδὰν ἀφορμῆς ὀλίγης εἰς σῆψιν ἐπιλάβηται, πυρετοὺς κακοήθεις ἀπεργάζεται. ἔστι δὲ κακόχυμα τάδε· τῶν προβάτων ἡ σὰρξ καὶ τῶν αἰγῶν ὁμοίως μετὰ δριμύτητος, ἡ δὲ τῶν τράγων χειρίστη, ἐφεξῆς δʼ ἡ τῶν κριῶν, εἶθʼ ἡ τῶν ταύρων· ἐν ἅπασι δὲ τούτοις τὰ τῶν εὐνουχισθέντων ἀμείνω, τὰ δὲ πρεσβυτικὰ χείριστα. τῶν λαγωῶν δʼ ἡ σὰρξ αἵματος μέν ἐστι παχυτέρου γεννητική, βελτίονος δʼ εἰς εὐχυμίαν ἢ κατὰ βοῦν καὶ πρόβατον· κακόχυμος δʼ οὐδὲν ἧττον τούτων ἐστὶ καὶ ἡ τῶν ἐλάφων. νεφροὶ κακόχυμοι καὶ τῶν ἐπὶ πλέον ηὐξημένων οἱ ὄρχεις πλὴν τῶν ἐν τοῖς ἀλεκτρυόσιν. ἐγκέφαλος, νωτιαῖος, καλλῶσον, σπλήν — ἧττον δʼ ὁ τῶν ὑῶν —, πάντα σπλάγχνα τῶν ζῴων, ὠὰ ταγηνιστά, τυροὶ παλαιοί, βωλῖται ἀμανῖται — τῶν γὰρ ἄλλων βωλιτῶν ἀσφαλέστερον μηδὲ ἐσθίειν —, τῆλις, φακή, τίφαι· βρόμος ὅ τε ἀπὸ τούτων ἄρτος οὐκ εὔχυμος. ἐρέβινθος οὐκ εὔχυμος· ἡ δʼ ὄλυρα τοσοῦτον πυροῦ χείρων ἐστὶν ὅσον τίφης καὶ βρόμου κρείττων· μελίνη, κέγχρος, καὶ ὅσα τοιαῦτα οὐκ εὔχυμα. δράκοντες, κόκκυγες, γαλεώνυμοι, σκορπίοι τε καὶ τράχουροι, τρίγλαι, ὀρφοί, γλαῦκοι, καὶ ὅσα ἄλλα τῶν ἐν θαλάττῃ ζῴων κητωδῶν, πάντα κακόχυμα. καὶ οἱ ὡραῖοι καρποὶ καλούμενοι πάντες κακόχυμοι, σῦκα δʼ ἧττον τῶν ἄλλων ὡραίων· αἱ δʼ ἰσχάδες τοῖς πλεονάζουσιν ἐν αὐταῖς οὐ πάνυ χρηστὸν αἷμα γεννῶσιν· ὅθεν αὐταῖς καὶ τὸ τῶν φθειρῶν ἕπεται πλῆθος. μῆλα τὰ μήπω πέπειρα, ἄπιοι πρὶν πεφθῆναι, ὁ τῆς τερμίνθου καρπὸς κακόχυμος, κινάρα, καὶ μᾶλλον ὅταν σκληροτέρα γένηται, σίκυοι πέπονες, μηλοπέπονες δʼ ἧττον. κολοκύνθη τούτων μὲν ἀμείνων ἐστίν, ἀλλὰ καὶ αὕτη διαφθαρεῖσα κατὰ τὴν γαστέρα κακόχυμος ἱκανῶς γίνεται. τῶν δὲ λαχάνων οὐδὲν μὲν εὔχυμόν ἐστιν, ἐν μέσῳ δʼ εὐχύμων τε καὶ κακοχύμων θρίδαξ ἐστὶ καὶ ἴντυβοι καὶ μετὰ ταῦτα μαλάχη, εἶτʼ ἀτράφαξυς καὶ ἀνδράχνη καὶ βλίτον καὶ λάπαθον. αἱ δὲ ῥίζαι τῶν λαχανωδῶν φυτῶν κακόχυμοι μὲν ὅσαι δριμεῖαι, καθάπερ ἡ τῶν κρομμύων καὶ πράσων καὶ σκόρδων καὶ ῥαφανίδων καὶ δαύκου· μέσαι δʼ εὐχύμων καὶ κακοχύμων αἵ τε τῶν ἄρων εἰσὶ καὶ τῶν γογγυλίδων ἃς βουνιάδας ὀνομάζουσι, καὶ τῆς καλουμένης καρώου. ὤκιμον κακοχυμότατον, γογγυλὶς ἡ ὠμοτέρα, κράμβη, βολβοὶ μὴ καλῶς ἑψηθέντες. κρόμμυα δὲ καὶ σκόρδα καὶ πράσα καὶ ἀμπελόπρασα δίσεφθα γενόμενα τὴν κακοχυμίαν ἀποτίθεται. κακόχυμα δʼ ἐστὶ πάντα ἐσχάτως ἃ καλοῦσιν ἄγρια λάχανα, θριδακίνη, χονδρίλη, σκάνδιξ, γιγγίδιον, σέρις, κιχώριον. οἴνων οἱ παχεῖς ἅμα καὶ δυσώδεις καὶ ἀηδεῖς καὶ αὐστηροί, οἷός ἐστιν ὁ φαῦλος Βιθυνὸς ὁ ἐν τοῖς μεγάλοις κεραμίοις· ὁ γὰρ ἐν τοῖς μικροῖς οὔτε εὔχυμός ἐστιν οὔτε κακόχυμος, ἀλλὰ μέσος.

`4.16`

Ὅσα εὔπεπτα.

`4.16.1–4.16.11`

Ἄρτοι καλῶς σκευασθέντες, ἰχθύων οἱ πετραῖοι πάντες, κωβιός, νάρκη, τρυγών. παντὸς γένους τῶν πτηνῶν ὀρνίθων ἡ σὰρξ παραβαλλομένη τῷ γένει τῶν πεζῶν εὐπεπτοτέρα τυγχάνει, καὶ μάλιστα πέρδικος, ἀτταγῆνός τε καὶ περιστερᾶς, ἀλεκτορίδος τε καὶ ἀλεκτρυόνος καὶ φασιανικῶν. τὰ πτερὰ τῶν χηνῶν εὔπεπτα, καὶ μᾶλλον τὰ τῶν ἀλεκτορίδων, καὶ καθόλου κάλλιστα μὲν τὰ τῶν εὐτραφῶν τε καὶ νέων πτερά, χείριστα δὲ τὰ τῶν ἰσχνῶν καὶ γεγηρακότων. τῶν σιτευθέντων διʼ ὀροῦ γάλακτος χηνῶν τὸ ἧπαρ καὶ τῶν ὁμοίως τραφέντων ἀλεκτρυόνων οἱ ὄρχεις εὐπεπτότατοι. τὰ κρέα τῶν ὑῶν εἰς πέψιν ἐπιτηδειότερα. τῶν δὲ τελείων βοῶν οἱ μόσχοι βελτίους εἰσὶν εἰς πέψιν, καὶ οἱ ἔριφοι τῶν αἰγῶν. πάντων τῶν ἔτι αὐξανομένων ἡ σὰρξ εὐπεπτοτέρα τῆς τῶν παρακμαζόντων ἐστί, καὶ τῶν ἐν ξηροῖς τόποις διαιτωμένων εὐπεπτοτέρα τῆς τῶν ἄλλων. τὸ βασιλικὸν κάρυον πέττεται μᾶλλον τοῦ λεπτοκαρύου. βολβοὶ πεφθῆναι ῥᾴους οἱ δίσεφθοι. ὠὰ τρομητὰ καὶ ῥοφητά, θρίδακες, ἴντυβοι, μαλάχη, κολοκύνθη ἑφθή, ὅταν μὴ διαφθαρῇ. οἱ γλυκεῖς οἶνοι τῶν αὐστηρῶν πέττονται μᾶλλον. ἄμεινον δʼ εἰς τὴν πέψιν ἰστέον εἶναι τῶν ἐξίσης ὑγιεινῶν τὸ ἥδιον.

`4.17`

Ὅσα δύσπεπτα.

`4.17.1–4.17.12`

Αἴγεια, βόεια, ἐλάφεια· χειρίστη δὲ τῶν τράγων ἡ σὰρξ πρὸς πέψιν, ἐφεξῆς δʼ ἡ τῶν κριῶν, εἶθʼ ἡ τῶν ταύρων· καὶ τὰ πρεσβυτικὰ δὲ τῶν ζῴων χείριστα, καὶ τῶν ὑῶν αὐτῶν οἱ γηράσαντες. γαστὴρ δύσπεπτος, ἔντερα, μήτρα, καλλῶσον, καρδία, ἧπαρ, ὦτα, οὐραί, νεφροί, σπλάγχνα πάντα, ἐγκέφαλος, νωτιαῖος καὶ οἱ τῶν τελείων ζῴων ὄρχεις, ἅπαν αἷμα, χῆνες πλὴν τῶν πτερῶν. φαττῶν, κιχλῶν, κοττύφων καὶ ἡ τῶν μικρῶν στρουθίων σκληροτέρα ἐστὶ σάρξ, καὶ ἔτι μᾶλλον τρυγόνος καὶ νήττης, καὶ πλέον ἡ τοῦ ταῶνος καὶ ἡ τῶν ὠτίδων. αἱ κοιλίαι πᾶσαι τῶν πτηνῶν δύσπεπτοι· ψευδῶς γὰρ ἐπαινοῦσιν ἔνιοι τὴν τοῦ στρουθοκαμήλου καὶ αἰθυίης ὥς τι φάρμακον πεπτικόν· οὔτε αὐταὶ γὰρ πέττονται ῥᾳδίως, οὔτε ἄλλων σιτίων πεπτικόν εἰσι φάρμακον. κοχλίοι δύσπεπτοι, ὀξύγαλα, καὶ μάλιστα τοῖς ψυχρὰν ἔχουσι τὴν κοιλίαν, τυρὸς παλαιός· ὁ δὲ νέος καὶ μάλιστα ὀξυγαλάκτινος καλλίων. πορφυρῶν καὶ κηρύκων καὶ τῶν ἄλλων ὀστρακοδέρμων τὰ σκληρὰν ἔχοντα τὴν σάρκα δύσπεπτα. ἀστακοί, πάγουροι, καρκῖνοι, κάραβοι, καρίδες καὶ πάντα τὰ τοιαῦτα, πολύποδες, σηπίαι, τευθίδες καὶ πάντα τὰ καλούμενα μαλακόδερμα, βάτοι, λειόβατοι, ῥῖναι, δράκοντες, κόκκυγες, γαλεώνυμοι, σκορπίοι, τράχουροι, τρίγλαι, ὀρφοί, γλαῦκοι, ζύγαιναι, σάλπαι, γόγγροι, φάγροι, λάμιαι, ἀετοί, ὠὰ ὀπτά, ἑφθά, ταγηνιστά, πυροὶ ἑφθοί, ὁ καλούμενος τράγος. τὸ κρίμνον δυσπεπτότερον ἀλφίτου. τίφαι, βρόμος καὶ οἱ ἀπʼ αὐτῶν ἄρτοι, κύαμοι, ὦχροι, δόλιχοι, φάσιλοι, λάθυροι, ἄρακοι, ἐρέβινθοι, ὄρυζα, θέρμοι, μελίνη, κέγχρος, καὶ ὅσα τοιαῦτα, φακός, βῖκος, σήσαμον, ἐρύσιμον, κάστανα, βάλανοι, μῆλα καὶ ἄπιοι καὶ σῦκα πρὶν πεπανθῆναι, σταφυλαὶ ὀξεῖαι καὶ αὐστηραί, φοίνικες πάντες, κεράτια, κίτριον — εἰ δʼ ὡς φαρμάκῳ τις χρῷτο, τὸ ἔξωθεν αὐτοῦ συντελέσει πρὸς πέψιν, ὥσπερ καὶ ἄλλα πολλὰ τῶν δριμέων —, ὤκιμον, γογγυλὶς ἡ ὠμοτέρα, βολβοὶ ὠμότεροι, σταφυλῖνος, δαῦκος, κάρω καὶ πᾶσαι αἱ ῥίζαι τῶν λαχάνων, καὶ αὐτὰ τὰ λάχανα πάντα πλὴν θρίδακος καὶ ἰντύβου. οἴνων οἱ παχεῖς καὶ νέοι δύσπεπτοι. δύσπεπτον δὲ καὶ ὕδωρ πᾶν.

`4.18`

Ὅσα εὐστόμαχα.

`4.18.1–4.18.8`

Φοίνικες οἱ αὐστηροί, μῆλα κυδώνια, ἐλαῖαι ἁλμάδες — ἐπιτηδειότεραι δʼ αἱ μετʼ ὄξους συντιθέμεναι —, σταφίδες αὐστηραί, ἡ ἐν τοῖς στεμφύλοις ἀποτιθεμένη σταφυλή, τὸ βασιλικὸν κάρυον τοῦ λεπτοκαρύου μᾶλλον, καὶ πολὺ πλέον σὺν ἰσχάσιν. τὰ ἀκανθώδη πάντα μετρίως ἐστὶν εὐστόμαχα, τουτέστι σκόλυμος, ἀτρακτυλίς, λευκάκανθα, δίψακος, κνῆκος, τραγάκανθα, ἀτραγὶς ἥ τε τιμωμένη μειζόνως ἢ προσήκει κινάρα, σισάρου ῥίζα ἑφθή. τὸ γιγγίδιον παραπλήσιόν ἐστι τῷ σκάνδικι· πάνυ δʼ ἐστὶν εὐστόμαχον, καὶ ὠμὸν καὶ ἑφθὸν ἐσθιόμενον· μακροτέρας δʼ ἑψήσεως οὐκ ἀνέχεται. νάπυ, ῥάφανος, γογγυλίς, κάρδαμον, πύρεθρον καὶ ὁ βασιλικὸς ἀσπάραγος καὶ ὁ ἕλειος καὶ ὀξυμύρσινος καὶ χαμαιδάφνης, ὀξυακάνθης τε καὶ βρυωνίας. βολβοὶ εἰς ὄρεξιν ἐπεγείρουσιν, κάππαρις ταριχευθεῖσα. κιτρίου τὸ ἐκτὸς ῥώννυσιν ἐν φαρμάκου μοίρᾳ λαμβανόμενον. ὁ αὐστηρὸς οἶνος ῥώννυσι στόμα γαστρὸς καὶ κοιλίαν μάλιστα κατὰ δυσκρασίαν θερμὴν πεπονθυῖαν. ὡς δʼ ἐν φαρμάκοις ἀψίνθιον, ἀλόη.

`4.19`

Ὅσα κακοστόμαχα.

`4.19.1–4.19.10`

Ἀρκευθίδες δάκνουσι τὸν στόμαχον, κεδρίαι δὲ μᾶλλον. μιμαίκυλον, ἀμάραντον, ἄγνου σπέρμα, τεῦτλα κακοστόμαχα, ὡς καὶ δηγμὸν ἐμποιεῖν ὅταν πλείονα βρωθῇ· λάπαθον ὁμοίως. ὤκιμον, γογγυλὶς ἡ ὠμοτέρα, βλίτον, ἀτράφαξυς, εἰ μὴ μετʼ ὄξους καὶ γάρου καὶ ἐλαίου προσφέροιτο. τῆλις ἀνατρέπει, καὶ σήσαμον ὁμοίως. γάλα τοῖς μὲν ψυχρὰν ἔχουσι τὴν κοιλίαν ὀξύνεται, τοῖς δὲ θερμὴν κνισοῦται· εἰκότως οὖν βλαβερόν ἐστι καὶ τοῖς πυρέττουσιν. εἴ τις τοῦ μέλιτος πλείονος προσενέγκοιτο, πρὸς ἔμετον ὁρμᾷ. πέπων μὴ καλῶς πεφθεὶς χολερικοὺς ἀποτελεῖν εἴωθεν· καὶ γὰρ καὶ πρὶν διαφθαρῆναι εἰς ἔμετον ἐπιτήδειός ἐστι, καὶ πλείων βρωθείς, ἐὰν μή τις αὐτῷ τι τῶν εὐχύμων ἐδεσμάτων ἐπιφάγῃ, κινήσει πάντως ἔμετον· καὶ μηλοπέπων ὁμοίως. ἐγκέφαλος πᾶς κακοστόμαχος καὶ ναυτιώδης, ὥσπερ καὶ ὁ τῶν ὀστῶν μυελός. οἶνος μέλας καὶ αὐστηρὸς ῥᾳδίως ἀποξύνεται καὶ εἰς ἔμετον ὁρμᾷ, καὶ ὁ παχὺς καὶ νέος. ὡς δʼ ἐν φαρμάκοις ἀβρότονον, σέριφον, ἀφρόνιτρον.

`4.20`

Ὅσα κεφαλὴν βλάπτει.

`4.20.1–4.20.4`

Συκάμινα, βάτινα κεφαλαλγῆ, μιμαίκυλα, ἀρκευθίδες, κεδρίδες, καννάβεως σπέρμα, μήου αἱ ῥίζαι, φοίνικες πάντες, εὔζωμον, τῆλις, λίνου σπέρμα. ὁ κιρρὸς καὶ αὐστηρὸς οἶνος κεφαλαλγὴς καὶ γνώμης ἅπτεται μᾶλλον τοῦ μέλανος καὶ αὐστηροῦ, καὶ οἱ εὐώδεις κεφαλαλγεῖς· ὁ δʼ ὑδατώδης οὔτε κεφαλαλγὴς οὔτε τῶν νεύρων ἅπτεται· ὁ δʼ ὀλιγοφόρος καὶ παύει τὰς κεφαλαλγίας τὰς γινομένας διὰ χυμοὺς τοὺς ἐν γαστρί. γάλα οὐκ ἐπιτήδειον κεφαλῇ, εἰ μή τις ἰσχυρὰν ἔχοι πάνυ. τὸ ἀπόβρεγμα τῶν στεμφύλων, ὃ καλοῦσι τρύγα, κεφαλαλγές, καὶ ἡ ἐν τοῖς στεμφύλοις ἀποτιθεμένη σταφυλή.

`4.21`

Ὅσα ἄφυσα.

`4.21.1–4.21.6`

Πισσοί, φασίολοι, κύμινον, λιβυστικοῦ ἡ ῥίζα καὶ τὸ σπέρμα, ἄγνου σπέρμα· καννάβεως ὁ καρπὸς καὶ ἀπὸ φυσωδῶν ἄφυσος. κύαμοι ἑψηθέντες καὶ φρυγέντες, βολβοὶ οἱ ἐπὶ πλέον ἢ καὶ δὶς ἑψηθέντες ἐν ἐλαίῳ καὶ γάρῳ μετʼ ὄξους ἐσθιόμενοι, μέλι τὸ ἀπαφρισθέν. ὀξύμελι δὲ καὶ φύσας καταρρήγνυσιν. ἄρτοι κρίθινοι, ὅπως ἂν σκευασθῶσιν, ἥκιστα φυσώδεις εἰσίν. μέσοι δʼ ὑπάρχουσι τῶν ἀφύσων καὶ φυσωδῶν φάσιλοι, ὦχροι, λάθυροι, ἄρακοι.

`4.22`

Ὅσα φυσώδη.

`4.22.1–4.22.10`

κύαμοι, λάθυροι, φακός, τυρός, ἐρέβινθοι, θέρμοι, φάσιλοι, ὦχροι, μελίνη, κέγχρος, καὶ ὅσα τοιαῦτα. κυάμων δὲ τοῦ ἔτνους φυσώδους ὄντος, ἔτι μᾶλλον ὅτε ὁλοκλήρους τις αὐτοὺς ἢ ὁπωσοῦν ἄλλως ἑψήσας χρῷτο. μᾶζα ἐξ ἀλφίτων φυσώδης· φυραθεῖσα δὲ καὶ τριφθεῖσα μέχρι πλείονος διαχωρεῖ μᾶλλον κάτω, καὶ μάλιστα μέλιτος προσλαβοῦσα. ζύθος, ὀποὶ πάντες, καὶ μᾶλλον ὁ Κυρηναϊκός, σατύριον, σιλφίου ὀπὸς καὶ ἡ ῥίζα. σύκων ὀλιγοχρόνιος ἡ φῦσα γίνεται διὰ τὸ ὑπέρχεσθαι ῥᾳδίως· τὰ δʼ ἀκριβῶς πέπειρα ἐγγύς ἐστι τοῦ μηδʼ ὅλως βλάπτειν ὁμοίως ταῖς ἰσχάσιν. οἱ χλωροὶ φοίνικες φυσώδεις εἰσὶν ὥσπερ τὰ σῦκα· γογγυλὶς ἡ ὠμοτέρα. γάλα ῥᾳδίως ἐν τῇ γαστρὶ πνευματοῦται. βολβοὶ ὠμότεροι, μέλι τὸ μὴ τελέως ἑψηθέν. οἱ γλυκεῖς οἶνοι φῦσαν βραδύπορον γεννῶσιν· οἱ δὲ γλυκεῖς ἅμα καὶ αὐστηροὶ οὔτε ἀναδιδόμενοι οὔτε ὑπερχόμενοι, ἀλλʼ ἐπιπλέοντες ἐν τῇ ἄνω γαστρὶ πνευματοῦσι ταύτην. γλεῦκος φυσῶδές ἐστιν.

`4.23`

Ὅσα ῥύπτει, τέμνει, ἐκφράττει.

`4.23.1–4.23.16`

Πτισάνη ῥύπτει, τῆλις, μηλοπέπων, πέπων, σταφίδες αἱ γλυκεῖαι, κύαμοι, ἐρέβινθοι, καὶ μᾶλλον οἱ μέλανες, οἳ καὶ τοὺς ἐν νεφροῖς λίθους θρύπτουσιν ἐναργῶς. κάππαρις λεπτομερὴς ἱκανῶς ἐστιν· ἡ γοῦν ταριχευθεῖσα ἀπορρύπτει τε καὶ ὑπάγει τὰ κατὰ τὴν γαστέρα φλέγματα καὶ τὰς κατὰ σπλῆνα καὶ ἧπαρ ἐμφράξεις καθαίρει, χρῆσθαι δʼ εἰς ταῦτα προσῆκεν αὐτῇ διʼ ὀξυμέλιτος ἢ ὀξελαίου πρὸ τῶν ἄλλων ἁπάντων σιτίων. ὁ ἐν τοῖς τεύτλοις χυλὸς ῥυπτικός ἐστι καὶ τὰς κατὰ τὸ ἧπαρ ἐμφράξεις λύει, καὶ μᾶλλον ὅταν μετὰ νάπυος ἢ ὄξους ἐσθίηται· ὁμοίως λάπαθον. ἀκαλήφη λεπτομερῆ δύναμιν ἔχει. ἄρου καὶ ἀσφοδέλου ῥίζα καὶ βολβοὶ δύναμιν ἔχουσι λεπτυντικήν τε καὶ ἐκφρακτικήν· διὸ καὶ τὸν ἀσπάραγον τοῦ ἀσφοδέλου τοῖς ἰκτεριῶσι διδόασί τινες ὡς μέγιστον ἴαμα. κρόμμυα, σκόροδα καὶ πράσα καὶ ἀμπελόπρασα λεπτύνει καὶ τέμνει τοὺς ἐν σώματι παχεῖς καὶ γλίσχρους χυμούς· ἑψηθέντα μέντοι δὶς ἢ τρὶς ἀποτίθεται τὴν δριμύτητα, λεπτύνει δʼ ὅμως ἔτι. τὸ ὀρῶδες τοῦ γάλακτος λεπτύνει πάχος χυμῶν. σῦκα ῥύπτει· διὸ καὶ ψαμμώδη πολλὰ τοῖς νεφριτικοῖς ἐπὶ ταῖς ἐδωδαῖς αὐτῶν ἐκκρίνεται. ἰσχάδες λεπτύνουσι καὶ τέμνουσιν, ὅθεν καὶ νεφροὺς ἐκκαθαίρουσιν. ἀρκευθίδες ἐκκαθαίρουσι τὰ καθʼ ἧπαρ καὶ νεφροὺς καὶ λεπτύνουσι τοὺς παχεῖς καὶ γλίσχρους χυμούς. ἀμύγδαλα ῥύπτει καὶ λεπτύνει καθαίρει τε τὰ σπλάγχνα καὶ τὰς ἐκ θώρακος καὶ πνεύμονος ἀναπτύσεις τῶν ὑγρῶν ἐργάζεται. πιστάκια χρήσιμα εἰς εὐρωστίαν ἥπατος καὶ κάθαρσιν τῶν ἐμπεφραγμένων κατὰ τὰς διεξόδους αὐτοῦ χυμῶν. ῥαφανὶς λεπτομεροῦς ἐστι δυνάμεως. μέλι λεπτομερέστατόν ἐστι τὸ γενόμενον ἐκ θερμῶν καὶ ξηρῶν φυτῶν· διὸ καὶ τὸ μελίκρατον ἐπιτήδειόν ἐστι πρὸς τὴν τῶν πτυάλων ἀναγωγήν. ὀξύμελι τὰ μὴ παντάπασι γλίσχρα καὶ παχέα ῥᾳδίως ἀνάγει, καὶ τὰ σπλάγχνα δʼ ἀλύπως διακαθαίρει· πάνυ δʼ ὠφελεῖ καὶ τὰ κατὰ θώρακα καὶ πνεύμονα πάθη. τοῖς παχὺν ἠθροικόσι χυμὸν οἱ λεπτόταται τῶν οἴνων χρήσιμοι· ἐὰν δὲ καὶ ψυχροὶ τυγχάνωσιν οἱ χυμοί, οἱ λεπτοὶ καὶ παλαιοὶ μετὰ δριμύτητος· ὁ δʼ ὑδατώδης οἶνος ἐπιτήδειός ἐστιν εἰς τὴν τῶν ἐκ πνεύμονος ἀναγωγήν, ῥωννὺς καὶ τοὺς χυμοὺς ὑγραίνων καὶ τέμνων μετρίως· καὶ ὁ γλυκὺς δʼ οἶνος ἐν τοῖς ὀξέσι νοσήμασιν εἰς ἀνάπτυσιν ἐπιτήδειος ἤδη πεπεμμένης τῆς περιπνευμονίας καὶ πλευρίτιδος.

`4.24`

Ὅσα ἐμφράττει.

`4.24.1–4.24.8`

Γάλα τὸ μὲν ὀροῦ πλεῖστον ἔχον ἀκινδυνότατόν ἐστι, κἂν διὰ παντὸς αὐτῷ τις χρῷτο· τὸ δʼ ὀλίγον μὲν ἔχον τούτου, πολὺ δὲ τοῦ τυρώδους, οὐκ ἀσφαλές ἐστι τοῖς ἐν αὐτῷ πλεονάζουσιν· βλάπτει μὲν γὰρ καὶ νεφρούς, ὅσοι γε ἐπιτηδείως ἔχουσιν εἰς λίθων γένεσιν, ἐμφράξεις δὲ καὶ καθʼ ἧπαρ ἐργάζεται τοῖς ἑτοίμως παθεῖν δυναμένοις. ἰσχάδες ἥπατι καὶ σπληνὶ φλεγμαίνουσι βλαβεραὶ καθάπερ τὰ σῦκα, οὐ κατʼ ἰδίαν τινὰ δύναμιν ἐξαίρετον, ἀλλὰ τῷ κοινῷ λόγῳ πάντων τῶν γλυκέων· πάντα γὰρ τὰ γλυκέα βλάπτει σπλῆνα καὶ ἧπαρ· ἐμπεφραγμένοις δὲ καὶ σκιρρουμένοις αὐταὶ μὲν καθʼ ἑαυτὰς οὐδὲν οὔτε εἰς ὠφέλειαν οὔτε εἰς βλάβην ἐργάζονται μέγα, μιγνύμεναι δὲ τοῖς τέμνουσι καὶ ῥύπτουσι φαρμάκοις οὐ μικρὸν ὄφελός εἰσιν. τὸ μελίκρατον ἀνεπιτήδειον οἷς εἰς ὄγκον ἤρθη τὰ σπλάγχνα σκιρρούμενα καὶ οἰδισκόμενα καὶ φλεγμαίνοντα, ταχέως τοῦ μέλιτος εἰς χολώδη χυμὸν μεταβάλλεσθαι πεφυκότος. μήκωνος σπέρμα ἐπισχετικόν ἐστι τῶν ἐκ τοῦ θώρακος. οἱ λιπαροὶ φοίνικες καὶ γλυκεῖς ἐμφρακτικοί, καὶ μᾶλλον οἱ χλωροί, πάντα δʼ ὅσα διʼ ἰτρίων καὶ σεμιδάλεως σκευάζεται, ἐμφρακτικὰ καὶ σπληνὸς αὐξητικὰ καὶ λίθων ἐν νεφροῖς ποιητικά· ὁμοίως καὶ ἄλευρον πυροῦ μετὰ γάλακτος. καὶ χόνδρος δʼ ἀνεπιτήδειος τοῖς γε τὸ ἧπαρ εὐέμφρακτον ἔχουσι, καὶ τοῖς τοὺς νεφροὺς πρὸς λίθων γένεσιν ἐπιτηδείους. οἶνος ὁ γλυκὺς ἐμφράττει καὶ τοὺς ὄγκους τῶν σπλάγχνων αὐξάνει.

Ὅσα βραδύπορα.

`4.25.1`

Πάντα ὅσα διʼ ἰτρίων καὶ σεμιδάλεως σκευάζεται, βραδύπορα· κύαμοι φρυγέντες, οἱ καθαροὶ τῶν ἄρτων, φακὴ τοῦ λέπους ἀφῃρημένη, ἐγκέφαλος, νωτιαῖος, ἧπαρ, καρδία, πυρίεφθος, ὠὰ ἑφθά, καὶ μᾶλλον ὀπτά, καὶ ἔτι μᾶλλον τηγανιστά, θέρμοι, φάσιλοι, πισσοί, σήσαμον, ἐρύσιμον, βάλανοι, μῆλα καὶ ἄπιοι μηδέπω πέπειροι, κεράτια, οἶνος γλυκύς, καὶ μᾶλλον ὁ αὐστηρὸς καὶ μέλας ἄνευ γλυκύτητος, καὶ ὁ παχὺς καὶ νέος πᾶς· καὶ ὕδωρ πᾶν βραδύπορόν ἐστιν.

`4.26`

Ὅσα εὔφθαρτά ἐστιν.

`4.26.1,2–4.26.2`

Περσικά, ἀρμένια καὶ πραικόκκια· καὶ πᾶσι δὲ τοῖς ὡραίοις ἐδέσμασιν, ὅσα καὶ ταῖς κράσεσιν ὑγρά ἐστι, συμβέβηκε φθείρεσθαι κατὰ γαστέρα, ὅταν μὴ φθάσῃ ταχέως ὑπελθεῖν· διόπερ προεσθίειν αὐτὰ χρὴ τῶν ἄλλων· οὕτως γὰρ αὐτά τε ταχέως ὑπέρχεται καὶ τοῖς ἄλλοις ποδηγεῖ· τὰ δʼ ὕστατα βρωθέντα συνδιαφθείρει καὶ τὰ ἄλλα.

`4.27`

Ὅσα δύσφθαρτα.

`4.27.1–4.27.2`

Τὰ μικρὰ χημία, πορφύραι, κήρυκες, ὅσα τε ἄλλα τῶν ὀστρακοδέρμων σκληρὰν ἔχει τὴν σάρκα, διδόαμεν τοῖς διαφθείρουσι τὴν τροφὴν ὑπὸ κακοχυμίας ἕψοντες δὶς καὶ τρὶς ἐν ὕδατι καλλίστῳ, μετατιθέντες εἰς τὸ καθαρόν, ὅταν ἤδη τὸ πρότερον ἁλμυρὸν φαίνηται. καὶ ἀστακοὶ καὶ πάγουροι, καρκῖνοι τε καὶ κάραβοι καὶ καρίδες, ὅσα τε ἄλλα τοιαῦτα δύσφθαρτον ἔχει τὴν σάρκα παραπλησίως τοῖς σκληροσάρκοις τῶν ὀστρακοδέρμων.

`4.28`

Ὅσα ἐν σιτίοις ὑπάγει γαστέρα.

`4.28.1–4.28.27`

Φακὴ καὶ κράμβη καὶ τῶν θαλαττίων σχεδὸν ἁπάντων τὰ ὀστρακόδερμα καλούμενα σύνθετον ἔχει τὴν φύσιν ἐξ ἐναντίων δυνάμεων· αὐτὸ μὲν γὰρ τὸ στερεὸν ἑκάστου σῶμα βραδύπορόν ἐστι καὶ σταλτικὸν τῆς γαστρός, ἡ δʼ ὑγρότης ἐρεθίζει πρὸς ἔκκρισιν. εἴ τις οὖν καθεψήσας φακὴν ἢ κράμβην ἤ τι τῶν θαλαττίων ζῴων ὧν εἶπον, εἶθʼ ἡδύνας τὸ ἀφέψημα διʼ ἐλαίου καὶ γάρου καὶ πεπέρεως, ἔπειτα δοίη πιεῖν ὅτῳ βούλεται, θεάσεται διαχωροῦσαν ἐπὶ τῷ πόματι τὴν κοιλίαν. καὶ τῶν θαλαττίων οὖν ἐχίνων καὶ τῶν κογχαρίων πάντων οἱ ζωμοὶ καὶ τῶν παλαιῶν ἀλεκτρυόνων ὑπάγουσιν. τὴν δὲ κράμβην ὑπάγειν βουλόμενοι, πλησίον κειμένης τῆς κακκάβης μετὰ τοῦ ὕδατος ἐν ᾧπερ ἂν ἡψημένη τύχῃ, ἀνασπῶντες εὐθέως ἐμβάλλομεν τῷ γαρελαίῳ· χρὴ δὲ μὴ πάνυ καθεψεῖν αὐτήν. ἄρτοι πιτυρῖται ὑπάγουσι διά τε τὸ ἐν τῇ γαστρὶ πολὺ ποιεῖν περίττωμα καὶ διὰ τὸ ῥυπτικῆς δυνάμεως μετέχειν τὸ πίτυρον. τήλεως χυλὸς ἑψηθεὶς μετὰ μέλιτος καὶ λαμβανόμενος ἐπιτήδειός ἐστιν ὑπάγειν ἅπαντας τοὺς ἐν τοῖς ἐντέροις μοχθηροὺς χυμοὺς καὶ τῷ ῥυπτικῷ παρορμᾶν τὸ ἔντερον ἐπὶ τὴν ἔκκρισιν· ὀλίγον δʼ εἶναι χρὴ τὸ μιγνύμενον αὐτῷ μέλι, μή πως γένηται δακνῶδες. ἐλαῖαι ἁλμάδες ὑπάγουσι γαστέρα μετὰ γάρου πρὸ τῶν σιτίων ἐσθιόμεναι. ὥσπερ τοῖς ὀστρακοδέρμοις, οὕτω καὶ τοῖς κοχλίοις χυλός ἐστι γαστρὸς ὑπακτικός, καὶ διὰ τοῦτό τινες ἀρτύοντες αὐτοὺς διʼ ἐλαίου καὶ οἴνου καὶ γάρου τῷ γενομένῳ ζωμῷ χρῶνται πρὸς διαχώρησιν. γάλα τὸ μὲν ὑγρότερον ὑπάγει μᾶλλον, τὸ δὲ παχύτερον ἧττον. ὁ δʼ ὀρὸς τοῦ γάλακτος σφοδρῶς λαπάττει· ἐμβάλλειν δʼ αὐτῷ χρὴ μέλιτος ἀρίστου τοσοῦτον ὅσον ἡδῦναι χωρὶς ἀνατροπῆς στομάχου· κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τῶν ἁλῶν ὅσον μὴ λυπῆσαι τὴν γεῦσιν· εἴ γε μὴν μᾶλλον ἐθέλοις ὑπάγειν αὐτόν, ὡς πλεῖστον ἔμβαλλε τῶν ἁλῶν λειοτάτων. τῶν πάνυ νέων ζῴων τὰ κρέα ῥᾷον ὑπέρχεται κατὰ γαστέρα, καὶ τὰ ἄκρεα αὐτῶν ὁμοίως. τῶν σελαχίων νάρκη τε καὶ τρυγὼν ὑπέρχονται μετρίως· μαλάχη μετρίως. τεῦτλον, λάπαθον, κνίδη ἡ καὶ ἀκαλήφη ὅ τε νεοπαγὴς τυρὸς μετὰ μέλιτος, ἀτράφαξυς, βλίτον, κολοκύνθη, πέπονες, μηλοπέπονες, σῦκα, ἰσχάδες, σταφυλαὶ γλυκεῖαι, καὶ μάλιστα ὅταν ὦσιν ὑγραί. συκάμινα καθαρᾷ μὲν ἐμπεσόντα γαστρὶ καὶ πρῶτα ληφθέντα διεξέρχεται τάχιστα καὶ τοῖς σιτίοις ὑφηγεῖται· δεύτερα δʼ ἐφʼ ἑτέροις ἢ καὶ μοχθηρὸν εὑρόντα χυμὸν ἐν αὐτῇ, διαφθείρεται τάχιστα ταῖς κολοκύνθαις ὁμοίως. τὸ ὑγρὸν ἔτι κάρυον πρὸς διαχώρησιν ἐπιτήδειον, ἀλλὰ καὶ τῶν ἤδη ξηρῶν προαποβεβρεγμένων ὕδατι παραπλησία γίνεται τοῖς χλωροῖς ἡ δύναμις. κοκκύμηλα τὰ ὑγρὰ ὑπάγει· τὰ δὲ ξηρὰ αὐτῶν μελικράτῳ βεβρεγμένα πλέον ἔχοντι μέλιτος ἱκανῶς λαπάττει γαστέρα, κἂν μόνα τις αὐτὰ φάγῃ, καὶ πολὺ μᾶλλον, ἐὰν ἐπιρροφῇ τοῦ μελικράτου· πρόδηλον δʼ ὅτι συντελεῖ τῇ τῆς γαστρὸς ὑπαγωγῇ τὸ μετὰ τὴν προσφορὰν αὐτῶν μένειν ἐπί τινα χρόνον πιόντας γλυκέος οἴνου καὶ οὐκ εὐθέως ἀριστᾶν. μόρα, κεράσια, πραικόκκια, περσικὰ καὶ πάντα τὰ ὑγρὰ καὶ ὑδατώδη, καὶ ὅλως ὅσα μηδεμίαν ἰσχυρὰν ἔχειν φαίνεται ποιότητα τοῖς γευομένοις ἢ ὀσμωμένοις αὐτῶν, ἐὰν ἐπιτηδείως ἡ γαστὴρ ἔχῃ πρὸς τὴν κάτω διαχώρησιν, ὑπέρχεται ῥᾳδίως· εἰ δὲ μή, μένει καὶ αὐτὰ μετέωρα, μηδὲν εἰς ἔκκρισιν αὐτὴν ὠφελοῦντα διὰ τὸ μηδεμίαν ὑπάρχειν δριμεῖαν ἢ λιτρώδη ποιότητα. καὶ μέση πώς ἐστιν ἡ τοιαύτη τῶν ἐδεσμάτων ὕλη τῆς τε τῶν προτρεπόντων τὴν γαστέρα καὶ τῶν ἐπεχόντων, βραχύ τι ῥέπουσα πρὸς τὸ ἕτερον, ὅταν γε μὴ πάνυ τύχῃ νωθρᾶς γαστρὸς εἰς ἀπόκρισιν ἢ ἰσχυρᾶς εἰς ἀνάδοσιν· ἐνίοτε γὰρ ἐπέχει γαστέρα διὰ τοῦτο καὶ τὸ μελίκρατον οἷς ἀναδίδοσθαι φθάνει ταχέως· τότε γὰρ οὐ μόνον οὐ προτρέπει τὴν γαστέρα πρὸς ἔκκρισιν, ἀλλὰ καὶ τοῖς μιχθεῖσι σιτίοις εἰς ἀνάδοσιν ὑφηγεῖται· εἰ δὲ μὴ φθάσειεν ἀναδοθῆναι ταχέως, ἐρεθίζει πρὸς ἔκκρισιν ἔχον τι δριμύ. καὶ μόνον δʼ αὐτὸ τὸ μέλι εἴ τις μὴ ἀφεψήσας ἐκλείχοι, καλῶς ὑπάγει. τὸ δʼ ἐπʼ ὀλίγον ἢ μηδʼ ὅλως ἑψηθὲν μελίκρατον ὑπέρχεσθαι φθάνει πρὶν ἀναδοθῆναι. τὸ δʼ ὀξύμελι ξέει τὸ ἀσθενέστερον ἔντερον. οἶνος γλυκὺς συλλαμβάνει τι βραχὺ τῇ κατὰ γαστέρα διεξόδῳ. γλεῦκος ὑπάγει, καὶ ὠὰ πρόσφατα μετὰ πολλοῦ γαρελαίου πρῶτα ῥοφούμενα.

`4.29`

Μέσα καθαρτικῶν καὶ ὑπακτικῶν.

`4.29.1–4.29.3`

Λινόζωστις καθʼ ἑαυτὴν ἢ μετὰ λαχάνων κομιζομένη καὶ ἐσθιομένη, πρότερον μετὰ τοῦ ζωμοῦ ῥοφουμένη· πολυπόδιον ὁμοίως. τὸ ἀλύπιον ὁμοίως· τὸ δὲ σπέρμα πινόμενον ὅσον κοχλιάριον καθαίρει μέλαιναν. ὁμοίως καὶ σπέρμα κνήκου κοπτόμενον καὶ χυλιζόμενον σὺν ὑδρομέλιτι ἢ ζωμῷ ὄρνιθος ἢ μιγὲν ἀμυγδάλοις καὶ νίτρῳ καὶ ἀνήσῳ καὶ μέλιτι καὶ ἰσχάσιν.

`4.30`

Ὅσα ἐπέχει γαστέρα.

`4.30.1–4.30.13`

Φοίνικες οἱ αὐστηροί, σταφίδες αἱ αὐστηραί, συκάμινα, βάτινα — ὁ δὲ τῶν κυνοσβάτων καρπὸς μᾶλλον —, μύρτα, ἄγρια κοκκύμηλα, ἃ καὶ προῦμνα καλοῦσιν. μῆλα τὰ μὲν στύφοντα ἐπέχει, τὰ δʼ ὀξέα, παχὺν μὲν εὑρόντα χυμὸν ἐν τῇ γαστρὶ τέμνοντα τοῦτον, ὑπάγει καὶ διὰ τοῦτο ὑγραίνει τὰ διαχωρήματα, καθαρὰν δʼ εὑρόντα τὴν κοιλίαν ἐπέχει μᾶλλον αὐτήν· τὰ δὲ γλυκὺν ἔχοντα τὸν χυμὸν ἄνευ μὲν δριμύτητος ἀναδίδοται μᾶλλον, μετὰ δὲ δριμύτητος ὑπέρχεται μᾶλλον· τὰ δʼ ὑδατώδη καὶ ἄποια ἀηδῆ ἐστι καὶ οὐδὲν ὠφέλιμον ἔχοντα. ὅσα δʼ ἐπὶ μήλων εἴρηται, ταῦτα καὶ ἐπὶ ῥοιῶν καὶ ἀπίων εἰρῆσθαι νόμιζε. εἰ προεψήσας τις τὸ γάλα τὸν ὀρὸν ἐκδαπανήσειεν, οὐδʼ ὅλως ὑπάγει· κοχλάκων δὲ διαπύρων τοσούτων ἐμβληθέντων ὡς ἐκδαπανῆσαι τὸν ὀρόν, ἐπέχει τοῦτο οὕτω σκευασθέν, καὶ δίδομέν γε αὐτὸ τοῖς ὑπὸ δριμέων δακνομένοις περιττωμάτων τὰ κατὰ τὴν γαστέρα. τῶν κοχλάκων δʼ οὐχ ἧττον, ἀλλὰ καὶ μᾶλλον, ἐμβαλλόμενοι κυκλίσκοι σιδηροῖ διάπυροι ταὐτὸν ἐργάζονται· τυροῦταί γε μὴν ῥᾳδίως ἐν τῇ γαστρὶ τὸ οὕτω σκευασθὲν γάλα· διὸ καὶ μίγνυμεν αὐτῷ μέλιτός τε καὶ ἁλῶν· ἀσφαλέστερον δὲ καὶ ὕδατος ἐπεγχεῖν. καὶ μὴ θαυμάσῃς, εἰ τὸν ὀρὸν ἐκδαπανήσαντες αὖθις ὕδατος ἐπεγχέομεν· οὐ γὰρ τὴν ὑγρότητα τοῦ ὀροῦ φεύγομεν, ἀλλὰ τὴν δριμύτητα, καθʼ ἣν ὑπάγει τὴν γαστέρα. ἀστακοί, καρκῖνοι, πάγουροι, καρίδες, κάραβοι, ὅσα τε ἄλλα τοιαῦτα τῶν μαλακοστράκων, ἔλαττον μὲν τῶν ὀστρακοδέρμων, ἔχει δʼ οὖν καὶ αὐτὰ τὸν ἁλυκὸν χυμόν, ὃν ἐὰν ἐναπόθηται τῷ ὕδατι, ὥσπερ τῶν ὀστρέων καὶ τῶν ἄλλων ὀστρακοδέρμων, ἡ σὰρξ ἐπισχετικὴ γίνεται γαστρός. καὶ φακὴ δὲ καὶ κράμβη δίσεφθοι γενόμεναι καὶ τὸν χυμὸν ἀποθέμεναι γαστρὸς ἐφεκτικαὶ γίνονται, καὶ ξηρᾶναι βουληθέντες ὑγρὰν γαστέρα, ὅταν ἤδη μετρίως ἡψῆσθαι δοκῇ ἡ κράμβη, τὸ πρότερον ὕδωρ ἀποχέοντες ἐμβαλοῦμεν εὐθέως ἐν ἑτέρῳ θερμῷ, κἄπειτα πάλιν ἐν ἐκείνῳ καθεψήσομεν ὥστε τακερὰν γενέσθαι. χρὴ δὲ μήτε ἀέρος μήτε ὕδατος ψυχροῦ ψαύειν τὸ δὶς ἑψόμενον· οὐκέτι γὰρ ἀκριβῶς γίνεται τακερόν, οὐδʼ ἂν ἐπὶ πλεῖστον ἕψῃς. ἀφαιρεθεῖσα δʼ ἡ φακὴ τοῦ λέμματος τὸ ἰσχυρῶς στυπτικὸν ἀπόλλυσι καὶ οὐχ ὁμοίως ξηραίνει τὰ κατὰ τὴν γαστέρα ῥεύματα· εἰ μέντοι πτίσας αὐτὴν καὶ δὶς ἑψήσας ἀποχέοις τὸ πρότερον ὕδωρ, εἶτʼ ὀλίγον ἁλῶν ἢ γάρου συμμίξας ἐμβάλλοις τι τῶν ἐφεκτικῶν γαστρὸς ἄχρι τοῦ μὴ λυπῆσαι τὴν γεῦσιν, ἥδιστόν τε καὶ ὠφελιμώτατον ἐργάσῃ φάρμακόν τε καὶ σιτίον. ἄλφιτα διʼ οἴνου αὐστηροῦ ποθέντα ξηραίνει. ὄρυζα ἐπέχει, ἔλυμον ἤτοι μελίνη, κέγχρος, τηγανιστὰ πάντα, λάγεια κρέα, οἶνος ὁ αὐστηρὸς καὶ μέλας ἄνευ γλυκύτητος καὶ ὁ λευκὸς καὶ αὐστηρὸς καὶ ὁ κιρρὸς καὶ αὐστηρός.

`4.31`

Ὅσα θερμαίνει.

`4.31.1–4.31.8`

Πυροὶ ἑφθοὶ καὶ οἱ ἀπʼ αὐτῶν ἄρτοι, τίφη, βρόμος, τῆλις, ἀρκευθίδες, οἱ γλυκεῖς φοίνικες, μῆλα τὰ γλυκέα, σήσαμον, ἐρύσιμον — διὸ καὶ διψώδη —, καννάβεως σπέρμα, αἱ γλυκεῖαι τῶν σταφυλῶν — διὸ καὶ διψώδεις —, αἱ γλυκεῖαι σταφίδες, μαλάχαι μετρίως, σέλινον, σμύρνιον, εὔζωμον, ῥάφανος, γογγυλίς, ῥαφανίς, νάπυ, κάρδαμον, πύρεθρον δριμέα καὶ θερμά. σταφυλῖνος, δαῦκος, κάρω θερμαίνει σαφῶς. σκόροδον, κρόμμυον, πράσον, ἀμπελόπρασον ἱκανῶς ἐστι δριμέα· ἑψηθέντα δὲ δὶς ἢ τρὶς ἀποτίθεται τὴν δριμύτητα. τυρὸς ὁ παλαιὸς θερμὸς καὶ διὰ τοῦτο διψώδης. οἶνος ὁ γλυκὺς μετρίως, ὁ δὲ κιρρὸς θερμότερος τοῦ μέλανος· ὁ δὲ ξανθὸς θερμότατός ἐστιν ἄκρως, εἶθʼ ὁ κιρρός, εἶθʼ ὁ ἐρυθρός, εἶθʼ ὁ γλυκύς, εἶθʼ ὁ λευκὸς ἁπάντων ἧττον θερμαίνει· ὁ παλαιότατος δʼ ἱκανῶς θερμός.

`4.32`

Ὅσα ψύχει.

`4.32.1–4.32.13`

Κριθὴ κατὰ πάντας τρόπους τῆς χρήσεως, κέγχρος, ἔλυμος, ὕδνα, κολοκύνθη ἑφθή, πέπονες, μηλοπέπονες, σίκυες, κοκκύμηλα, συκόμορα, αἱ αὐστηραὶ καὶ ὀξεῖαι σταφυλαί, αἱ αὐστηραὶ τῶν σταφίδων. μῆλα τὰ μὲν στύφοντα ψυχρὸν ἔχει καὶ γεώδη τὸν χυμόν, τὰ δʼ ὀξέα ψυχρὸν καὶ λεπτομερῆ· ῥέπει δὲ πρὸς τὸ ψυχρὸν καὶ τὰ τελέως ἄποια καὶ οἷον ὑδατώδη. τὰ αὐτὰ περὶ ἀπίων καὶ ῥοιῶν ὑπολάμβανε. οὐκ ὀλίγοι δʼ εἰσὶ καὶ ἄλλοι τῶν δένδρων καρποὶ ψύχοντες, καὶ μάλιστα ὅσους οὐδὲ εἰς ἀπόθεσιν ἀγαγεῖν ἔστιν. οἱ στύφοντες φοίνικες ψυχρὸν ἔχουσι χυμόν. θρίδαξ, ἴντυβοι μετριώτερον, ἀνδράχνη, μήκωνος σπέρμα· τοῦτο καὶ ὑπνωτικόν ἐστιν, εἰ δὲ πλεῖον ληφθείη, καὶ καταφορικόν· ὠφελεῖ δὲ τοὺς ἀπὸ κεφαλῆς λεπτῷ ῥεύματι καταρροϊζομένους· βέλτιον δʼ ἐστὶ τὸ λευκότερον. μύρτα ψύχει μέν, ἀλλʼ οὐχ ἅμα τῇ στύψει· ἔχει γάρ τι καὶ δριμύτητος. στρύχνον δραστήριον ψῦξιν στύφουσαν ἔχει. ὕδωρ, ὑδατώδης οἶνος οὐ σαφῶς θερμαίνει· διὸ καὶ τοῖς πυρέττουσιν ἀκινδυνότερον δίδοται. οἶνος ὁ λευκὸς καὶ αὐστηρὸς ἥκιστα, ὡς ἐν οἴνοις, θερμαίνει, ὁ δὲ λευκὸς ἅμα καὶ αὐστηρὸς καὶ παχὺς καὶ νέος αἰσθητῶς ψύχει. ψύχει δὲ καὶ τὸ ὄξος· λεπτομερὲς δʼ ὑπάρχει· διὸ καὶ τὰ νεῦρα πλέον τῶν ἄλλων ψυχόντων βλάπτει διαδυόμενον εἰς βάθος. μέσα δέ πως θερμαινόντων καὶ ψυχόντων ἐστὶν ἄρτοι πλυτοί, ἄμυλον, αἱ οἰνώδεις τῶν σταφυλῶν.

`4.33`

Ὅσα ξηραίνει.

`4.33.1–4.33.5`

Φακὴ καὶ κράμβη παραπλησίως ἀλλήλοις ξηραίνουσι καὶ διὰ τοῦτο τὴν ὄψιν ἀμβλύνουσι, πλὴν εἰ τύχοι ποτὲ ὑγρότερος ὢν ὁ σύμπας ὀφθαλμός· ἧττον δὲ τῆς κράμβης ὁ ἀσπάραγος αὐτῆς ξηραίνει. τῶν δʼ ἄλλων λαχάνων ξηρότερος ὁ καυλός ἐστιν· ἔμπαλιν δὲ ῥαφανίδος καὶ γογγυλίδος νάπυός τε καὶ καρδάμου καὶ πυρέθρου καὶ πάντων ὅσα δριμέα τὸν ἀσπάραγον ὑγρότερον εἶναι συμβέβηκεν. ἄλφιτα ξηραίνει, ἄγνου σπέρμα. ὄροβοι δὶς ἑψηθέντες καὶ ἀπογλυκανθέντες πολλάκις διʼ ὕδατος ἔδεσμα ξηραντικὸν γίνονται· βελτίους δʼ εἰσὶν οἱ λευκοί. καὶ ὅσα ὀπτῶντες ἢ τηγανίζοντες ἐσθίουσι, ξηροτέραν τροφὴν δίδωσιν, ὅσα δʼ ἐν ὕδατι προεψήσαντες, ὑγροτέραν· ὅσα δʼ ἐν ταῖς λοπάσιν ἀρτύοντες, ἐν τῷ μεταξὺ τούτων ἐστί, καὶ ὅσα μὲν ἔχει δαψιλῶς οἴνου καὶ γάρου, ξηρότερα τῶν οὐκ ἐχόντων ἐστίν· τὰ δὲ τούτων μὲν ἐνδεέστερον, ἤτοι δὲ σίραιον ἔχοντα πλέον ἢ κατὰ τὸν ἁπλοῦν καὶ λιτὸν καὶ λευκὸν ζωμὸν ἥψηται, τὰ πολλὰ τῶν προειρημένων ἐστὶν ὑγρότερα· τὰ δʼ ἐξ ὕδατος μόνου καὶ τούτων ἐστὶν ὑγρότερα. μεγίστη δʼ ἐν τῇ σκευασίᾳ διαφορὰ γίνεται κατὰ τὴν τῶν ἐπεμβαλλομένων αὐτοῖς δύναμιν σπερμάτων τε καὶ λαχανωδῶν φυτῶν, ἁπάντων μὲν ξηραινόντων, ἀλλʼ ἤτοι μᾶλλον ἢ ἧττον.

`4.34`

Ὅσα ὑγραίνει.

`4.34.1–4.34.7,8`

Πτισάνη, κολοκύνθη ἑφθή, πέπονες, μηλοπέπονες, σίκυοι, κάρυον τὸ χλωρόν, κοκκύμηλα, συκόμορα. συκάμινα τὰ μὴ διαφθαρέντα ὑγραίνει μὲν πάντως, ψύχει δʼ οὐ πάντως, εἰ μὴ ψυχρὰ ληφθείη. θριδακίνη ὑγραίνει, ἴντυβοι ταύτης ἀσθενέστερον, ἀνδράχνη· μαλάχη δὲ καὶ βλίτον καὶ ἀτράφαξυς ὑδατωδέστατα λαχάνων ἐστίν. ὑγροὶ δʼ εἰσὶν οὐκ ὀλίγοι καὶ ἄλλων δένδρων καρποί, καὶ μάλιστα ὅσους οὐδὲ εἰς ἀπόθεσιν ἀγαγεῖν ἔστιν. ὑγραίνει καὶ τὸ τῆς θριδακίνης καὶ τὸ τῆς μήκωνος σπέρμα. κύαμοι χλωροί, ἐρέβινθοι χλωροί. ὕδωρ ὑγραίνει καὶ ψύχει· θερμανθὲν δʼ ὑγραίνει καὶ θερμαίνει.

`4.35`

Περὶ ἑψήσεως ῥοφημάτων.

`4.35.1–4.35.19`

Πτισάνη προσηκόντως σκευασθήσεται, ὅταν ἐπὶ πλεῖστον ἀνοιδήσασα τύχῃ κατὰ τὴν ἕψησιν καὶ μετὰ ταῦτα διὰ μαλακοῦ πυρὸς ἄχρι πολλοῦ χυλωθῇ. μίγνυται δʼ αὐτῇ κατʼ ἐκεῖνον τὸν καιρὸν ὄξος, ὅταν οἰδήσῃ τελέως· ἑφθῆς δʼ ἀκριβῶς γενομένης ἐπεμβάλλειν χρὴ τοὺς ἅλας λεπτοὺς οὐ πολὺ πρὸ τῆς ἐδωδῆς· ἔλαιον δʼ εἰ κατʼ ἀχρὰς ἐμβάλλοις, οὐ βλάψεις τὴν ἕψησιν. οὐ μὴν ἄλλο τι χρὴ μιγνύειν ὅτι μὴ πράσου βραχὺ καὶ ἀνήθου, καὶ ταῦτα εὐθὺς ἐν ἀρχῇ. —Ἡ δὲ φακοπτισάνη σκευάζεται καλῶς πλείονος πτισάνης ἐμβαλλομένης καὶ ἀρτυομένης ὁμοίως, πλὴν ὅτι θύμβρας ἢ γληχοῦς ἐμβαλεῖν αὐτῇ χρή. — Ἥδιστον δʼ ἐστὶν ἔδεσμα κολοκύνθη μετὰ ταρίχους ἐν πατέλλῃ σκευασθεῖσα. —Τοῖς δʼ ἀσθενῶς κάρτα ἔχουσι καὶ μὴ δυναμένοις προσδέχεσθαι παχυτέραν ὕδατος τροφὴν ἀποβρέχειν κράτιστον καὶ ἑψεῖν καὶ τρίβειν τὴν τροφήν. ἀποβρέχοι μὲν οὖν ἄν τις τὸ ἄλφιτον καὶ τὸ καπυρὸν τῶν ἄρτων· πλείστην δʼ ἀφιᾶσι δύναμιν οἱ ἄρτοι ὡς θερμότατοι κλασθέντες καὶ ἀποβραχέντες. τῶν δʼ ἀφεψομένων ἔτι μᾶλλον τὸ πόμα κρεῖττον καὶ τροφιμώτερόν ἐστιν. τοῖς δὲ πυρέττουσι δεῖ τὴν κριθὴν μὴ περιπτίσσειν, ἀλλὰ πλύναντας ἑψεῖν τῷ ὕδατι· πρότερον δὲ χλιάναντα ἀποχεῖν, καὶ ἄλλο ἐπιχέοντα ὕδωρ ἑψεῖν· ἕψοιτο δʼ ἂν καλῶς, εἰ δέκα κοτύλας ὕδατος εἰς μίαν τῆς κριθῆς ἐπιχέαις· ἕψεται δέ, ἕως ἂν ἡ κριθὴ ῥαγῇ· εἶτʼ ἀπηθήσας τὸ λεπτότατον ὕδωρ, μίσγων μέλιτι ἢ αὐτὸ καθʼ ἑαυτὸ δίδου. τοῦτο καὶ τὴν κοιλίαν εὔλυτον ποιεῖ καὶ οὐρεῖται καὶ τρέφει ἱκανῶς. δίδοται δὲ καὶ ἡ εἰς τὸ ἄλφιτον κριθὴ φρυχθεῖσα, ἣν καὶ κάχρυδα καλοῦσιν· δεῖ δὲ πρὸ τοῦ ἀλεσθῆναι αὐτὴν ἀποτρίψαι κούφως τὸ προκεκαυμένον ἄχυρον καὶ ἀποβρέξαντας ἑψεῖν· τὴν γὰρ κοιλίαν μᾶλλον ἐφίστησιν ἐκείνου. ἀφέψοι δʼ ἄν τις καὶ πᾶσαν σχεδὸν τροφὴν ὁμοίως, ὁποίαν ἄν τινα ὑπολαμβάνῃ οἰκείαν τῷ κάμνοντι εἶναι. τὰ δʼ ὑποτριβόμενα παχύτερα μὲν τῶν διαβρεγμάτων φαίνεται εἶναι καὶ τῶν ἑψομένων καὶ ἰσχυρότερα· ὑποτρίβοιτο δʼ ἂν σχεδὸν πᾶσα τροφὴ ὡσαύτως εἰς τὰ διδόμενα πόματα. δεῖ δὲ τοὺς μὲν ἄρτους ξηροὺς καὶ τοὺς προσφάτους βρέξαντας τρίβειν διέντα ὕδατι καὶ ἠθεῖν διʼ ὀθονίου. μίσγοις δʼ ἂν αὐτοῖς πρὸς τὸ τὴν λευκότητα μὴ ἐμφαίνεσθαι τὴν ἀπὸ τοῦ ἄρτου τοῦ σικύου σπέρμα φώξας καὶ ἀμύγδαλα καὶ στροβίλους καὶ οὖα, καὶ μεθʼ ἑνὸς ἑκάστου καὶ μετά τινων ἢ πάντων ἀνήσου τε ἢ μαράθρου σπέρματος μίσγων, τοῖς μὲν οὖν πυρέσσουσιν ἐν μελικράτῳ, τοῖς δʼ ἄνευ πυρετῶν οἴνου παραχέων. ἡ δὲ κέγχρος καὶ ἡ μελίνη τριβομένη μάλιστα πεφωγμένα ἁρμόσειεν ἂν καὶ περιλελεπισμένα οἷς αἱ κοιλίαι ἐκχολοῦνται, καὶ οἷς λεπταὶ καὶ πολλαὶ ὑποχωρήσεις γίνονται. δεῖ δὲ τρίβοντα διιέναι ὕδατι μὴ ἔλασσον ὀξυβάφου εἰς δέκα ὕδατος ὀξύβαφα καὶ ἐκχυλίσας διὰ πυκνοῦ ὀθονίου, ἐπιχέων οἴνου αὐστηροῦ τὸ μέτριον, ἑψήσας πρόσφερε νήστει. ἁρμόσει δʼ ὑποτρίβειν τῇ κέγχρῳ τὰ Εὐβοϊκὰ κάρυα σὺν τῷ λέμματι τῷ ἐντὸς μὴ πολλὰ συνεκχυλιζόμενα μετὰ τῆς κέγχρου. βρόμος δʼ εὐπεπτότατον πάντων τῶν ὀσπρίων, καὶ τὸ ῥόφημα κάλλιστόν ἐστιν, ἕψεται δὲ τῇ πτισάνῃ τὸν αὐτὸν τρόπον, κοτύλη ἐν ὕδατος κοτύλαις δέκα.

`4.36`

Ὅσα ἀντὶ ἐλαίου ὑποτρίβειν χρή.

`4.36.1–4.36.3`

Ὑποτρίβειν εἰς πᾶν ῥόφημα ἀντὶ ἐλαίου πλὴν εἰς φακὴν τὸ τοῦ σικύου σπέρμα ὠμόν. διηθῶν μίσγε τῇ πτισάνῃ καὶ τοῖς λοιποῖς ἑψήμασιν ἢ τοῦ κώνου τὸ κάρυον ἢ τὰ Ποντικὰ ἢ τὰ Θάσια κάρυα ἢ τὰ ἀμύγδαλα. τοῖς δὲ κατὰ κοιλίαν ἐνοχλουμένοις ἀντὶ ἐλαίου ὑποτρίβειν τὴν λευκὴν μήκωνα ἡσυχῇ φώξαντα σὺν τῷ ἐλύτρῳ· ὑποτρίβειν δὲ χρὴ πρὸς τὰς κοιλίας καὶ τὰ κάστανα σὺν τῷ ἐντὸς λέμματι.

`4.37`

Σκευασίαι τροφῶν.

`4.37.1–4.37.9`

Ἕψοις δʼ ἂν καὶ σεμίδαλιν τεταρτημόριον ἐν δέκα κοτύλαις ὕδατος μετʼ ἐλαίου μετρίου καὶ ἀνήθου προπλύνας τὴν σεμίδαλιν. ἕωλος ἄρτος ἀποβρεχέσθω ὕδατι θερμῷ ἄλλῳ καὶ ἄλλῳ συνεχῶς ἀποχεομένῳ· μὴ πᾶν δὲ τοῦ ἄρτου μέρος, ἀλλὰ τὸ ἔνδοθεν. μέτρον δὲ τῆς διαβροχῆς οὐ τὸ ἀνοιδῆσαι μόνον, ἀλλὰ καὶ τὸ ἀποπνεῦσαι τῆς ζύμης καὶ μηδὲν ἐκείνης ὀδωδέναι. πτισάνης δʼ ἑψέσθω ἓν μέρος εἰς πεντεκαίδεκα ὕδατος, ὑπολειπομένου δὲ κατὰ τὴν ἕψησιν τοῦ πέμπτου μέρους καὶ διηθουμένου. καὶ ἴτριον δὲ καὶ ἄρτον ξηρὸν ἕψοις ἂν λεπτὸν γενόμενον σφόδρα καὶ τριβόμενον· ἑψέσθω δʼ ἐν ὕδατι καθαρωτάτῳ ἐπὶ πλεῖστον ὥστε ἑνωθῆναι. ἐχέτω δʼ ὀλίγον ἁλῶν καὶ ἔστω ἀνέλαιον. γίνεται δὲ καὶ ἀπὸ μαλάχης ῥόφημα, τῶν φύλλων ἑψομένων τῶν νεαρῶν χωρὶς τῶν ἰνῶν, ἔπειτα τριβομένων ἐν θυίᾳ καὶ αὖθις ἑψομένων ὕδατι καὶ ἁλὶ καὶ ἐλαίῳ. τὰ δʼ ὠὰ ἑψεῖν δεῖ ἐν ὕδατι κινοῦντας ἀδιαπαύστως αὐτά· οὐ γὰρ συνίσταται τὰ κινούμενα οὐδὲ παχύνεται· βέλτιον δʼ ἐν ὀξυκράτῳ ἑψεῖν· ἔτι γὰρ μᾶλλον ὑγρὰ διαμένει.

`4.38`

Περὶ μελικράτου.

`4.38.1–4.38.5`

Τὸ μελίκρατον οὐ πάνυ τι τοῖς πικροχόλοις ὠφέλιμόν ἐστιν· ἐκχολοῦται γὰρ ἐν αὐτοῖς. συμφέρει τοίνυν ὑδαρέστερον ἐπὶ τῶν τοιούτων φύσεων δίδοσθαι τὸ μελίκρατον. ἀνεπιτήδειον δὲ καὶ τοῖς ἔχουσιν ἐν πείσει τὰ σπλάγχνα. σκευάζειν δὲ δεῖ τὸ μελίκρατον, κἂν ὀκταπλάσιον μιγνύντας ὕδωρ τοῦ μέλιτος, καὶ οὕτως ἕψοντας, ἄχρις ἂν ἀφρίζον παύσηται. προσήκει δʼ αἴρειν ἀπʼ αὐτοῦ συνεχῶς τὸν ἀφρὸν εὐθὺς ἅμα τῷ γεννᾶσθαι.

`4.39`

Περὶ ποτημάτων τοῖς ἀρρωστοῦσι χρησίμων.

`4.39.1–4.39.8`

Πότημα δὲ τοῖς πυρέττουσιν ἄριστον μὲν μελίκρατον ἢ ὀξύμελι· καὶ τὸ ὕδωρ δʼ ἀδηκτότατον τῷ πυρέσσοντι. τὰ δʼ ἀποβρέγματα στύψιν ἔχοντα μάλιστα μὲν πρὸς τὰς ἐκταράξεις τῶν κοιλιῶν εἴη ἂν οὐκ ἀνάρμοστα, καὶ πρὸς τοὺς ἐμέτους δέ, οἷς ἥ τε τοῦ μέλιτος καὶ τοῦ ὀξυμέλιτος προσάντης ἐστίν. ἀποβρέχοιτο δʼ ἂν καθʼ ὥραν τά τε ἠρινὰ γλυκύμηλα τμηθέντα λεπτά, ἔστʼ ἂν εὖ μάλα τὸ ὕδωρ χρώσῃ, ἢ τῶν κυδωνίων μήλων τὰ πέπονα τέμνοντα ὡσαύτως ἀποβρέχειν. διδόναι δὲ μάλιστα τοῖς χολεμετοῦσι τὸ ἀπὸ τῶν μήλων καὶ πρὸς τὰς κοιλίας. καὶ ἀπίους δʼ ἀποβρέχειν, ὅσαι στρυφναὶ καὶ γλυκεῖαί εἰσιν. τὰ δʼ ἁπαλὰ μύρτα βραχέντα γλυκεῖ οἴνῳ ἀηδὲς μὲν τῇ πόσει, ἄδηκτον δὲ καὶ λεῖον τὸ πόμα. ἀποβρέχεται δὲ καὶ τὰ γίγαρτα ἐρειχθέντα· μᾶλλον δὲ τὸ ἀφέψημα αὐτῶν χρησιμώτερόν ἐστιν, οὐδεμίαν δριμύτητα οὐδʼ ὀξύτητα ἔχον.

`4.40`

Ῥούφου. Περὶ γαλακτοποσίας.

`4.40.1–4.40.6`

Τῷ δὲ γαλακτοποτοῦντι τῶν ἄλλων σιτίων ἀφεκτέον ἐστίν, ἔστʼ ἂν πεφθῇ τε καὶ διαχωρήσῃ κάτω. ἄμεινον οὖν ἕωθεν πίνειν νεόβδαλτον καὶ ἀσιτεῖν ἐπʼ αὐτῷ καὶ τῶν πόνων τῶν ἄγαν ἀφαιρεῖν τηνικαῦτα, ὅτι πονοῦσιν ἀνάγκη ὀξύνεσθαι· ἀλλʼ ἡσυχῇ περιπατῆσαι ἄμεινον καὶ μεταξὺ ἀγρύπνως ἀναπαύεσθαι — οὕτω γὰρ ποιοῦντι τὰ πρῶτα διαχωρεῖ —, διαχωρήσαντος δʼ ἄλλο πίνειν, καὶ εἰ τοῦτο διαχωρήσαι, ἄλλο. κατʼ ἀρχὰς μὲν οὖν καθαίρει χρηστῶς, οὐδὲν μὲν πολὺ τοῦ ἄλλου ὄγκου, ὅσα δʼ ἐν τῇ κοιλίᾳ ἔσω ἐστίν· μετὰ δʼ αὐτὸ ἤδη εἰσέρχεται εἰς τὰς φλέβας καὶ τρέφει κάλλιστα καὶ οὐκέτι διαχωρεῖ. τοῖς δὲ χολώδεσι ῥεύμασι, καὶ ὅσαι συντήξεις ἐπὶ γαστέρα συννεύουσιν, ἑψῶντα διδόναι τοῦ γάλακτος· ἑψεῖν δὲ τὸ μὲν πρῶτον ἡσυχῇ καὶ ἐπʼ ὀλίγον, ὡς μέρος μέν τι διαχωρῆσαι, μέρος δέ τι σχεθῆναι, μετὰ δʼ ἔτι μᾶλλον καὶ μᾶλλον ἑψεῖν, φυλαττόμενον μήτε κατακαίειν μήτε τυρὸν ἐξ αὐτοῦ ποιεῖν. φυλακὴ δʼ ἀρίστη μαλακῶς τε ἑψεῖν καὶ τῇ κινήσει τὸ ἐφιστάμενον ἀποξύειν πάντοθεν· κινεῖν δὲ νάρθηκι λείῳ καὶ λεπτῷ, καὶ ἤν τι ἐφίζῃ τοῖς χείλεσι τοῦ ἐχίνου, καὶ τοῦτο σπόγγῳ καθαίρειν· πολλάκις γὰρ ἐνθένδε καὶ τὸ ἄλλο διεφθάρη. ἑψεῖν οὖν, ὡς εἴρηται, τὸ γάλα, μέχρι παχύτερόν τε ὁμαλῶς καὶ γλυκύτερον τοῦ ὠμοῦ γένηται.

`4.41`

Περὶ ὑδάτων.

`4.41.1–4.41.13`

Δεῖ δὲ καὶ τῆς τῶν ὑδάτων ἀρετῆς τε καὶ κακίας ἐμπείρους εἶναι· πολύχρηστα γὰρ τὰ ὕδατα σχεδὸν ἁπάντων μᾶλλόν ἐστιν εἰς ἅπασαν τὴν δίαιταν. εἰδέναι χρὴ τοίνυν τὸ ἄριστον ὕδωρ ἀποιότατον εἶναι κατὰ γεῦσιν καὶ κατʼ ὀσμήν· εὐθὺς δὲ τοῦτο καὶ ἥδιστον ὑπάρχει τοῖς πίνουσι καὶ ὀφθῆναι καθαρόν. ὅταν δὲ καὶ ὑποχωρῇ τῶν ὑποχονδρίων ταχέως, μηδὲ ζητεῖν ἕτερον ἄμεινον· τὰ γὰρ ἐν τοῖς ὑποχονδρίοις χρονίζοντα καὶ τὴν γαστέρα πλήττοντα καὶ ἐμφυσῶντα καὶ βαρύνοντα, τῶν προειρημένων ἀγαθῶν ὑπαρχόντων, ἡμιμόχθηρα νομιστέον· οὔτε γὰρ θερμαίνεται ταχέως οὔτε ψύχεται τὰ τοιαῦτα τῶν ὑδάτων, ἀλλὰ καὶ τὰ ἐν αὐτοῖς ἑψόμενα βραδύτατα καὶ κάκιον ἕψεται. βέλτιον μὲν οὖν τῇ πείρᾳ κρίνειν τὸ τοιοῦτον ὕδωρ· ὁ δὲ βουλόμενος καὶ διὰ γνωρισμάτων διαγινώσκειν τοῖς ῥηθησομένοις κρινέτω· τὰ μὲν γὰρ πρὸς ἄρκτους ἐστραμμένα καὶ τὸν ἥλιον ἀπεστραμμένα βραδύπορά τέ ἐστι καὶ ἀτέραμνα καὶ θερμαίνεται καὶ ψύχεται βραδέως· τὰ δὲ πρὸς ἀνατολὰς διὰ πώρου τινὸς ἢ γῆς ἠθούμενα τάχιστα θερμαινόμενα καὶ ψυχόμενα, ταῦτα ἐλπίζειν εἶναι κάλλιστα. καλὰ δὲ καὶ ὅσα θέρους μὲν ψυχρότερα, χειμῶνος δὲ θερμότερα. τινὲς δὲ καὶ σταθμῷ δοκιμάζουσι, τὰ κοῦφα νομίζοντες ἀμείνω· τοῦτο δʼ εἰ μὲν πρὸς τοῖς ἄλλοις ὑπάρχει τοῖς εἰρημένοις, ἐπαινεῖν· μόνον δʼ οὐκ ἐξαρκεῖ τεκμήριον εἶναι τῶν ἀγαθῶν. « κουφότατα δέ», ὥς φησιν Ἱπποκράτης, «τὰ ὄμβρια καὶ γλυκύτατα καὶ λαμπρότατα καὶ λεπτότατα, διόπερ ὑπὸ τοῦ ἡλίου τὸ κουφότατον ἕλκεται καὶ λεπτότατον· ἀνάγει δʼ οὐκ ἐκ μόνων τῶν ἄλλων ὑδάτων, ἀλλὰ καὶ ἀπὸ τῆς θαλάσσης κἀκ τῶν σωμάτων αὐτῶν· διὸ καὶ εὐσηπτότατόν ἐστι πάντων, ὡς ἂν ὑπὸ διαφόρων καὶ πλειόνων ποιοτήτων συνιστάμενον». μή τις δʼ ὑπολάβῃ κάκιστον εἶναι τὸ εὔσηπτον ὕδωρ· τὸ γὰρ εὐαλλοίωτον πρὸς ἀρετῆς μᾶλλόν ἐστιν ἢ κακίας, ὥστε ὅταν ἔχῃ τὰ γνωρίσματα τῶν ἀρίστων ὑδάτων, κἂν εὔσηπτον ὑπάρχῃ, κάλλιστον ὑποληπτέον. τρέπεσθαι μὴν ἀρχόμενον τοῖς πιοῦσιν αἴτιον βράγχων τε καὶ βηχῶν καὶ βαρυφωνίας καθίσταται. τούτων δὲ τῶν ὀμβρίων ὑδάτων τὸ θερινὸν τοῦ λαιλαπώδους ἄμεινόν ἐστι καὶ τὸ βρονταῖον. τὰ δʼ ἀπὸ κρυστάλλων καὶ χιόνος πονηρότατα· κατὰ γὰρ τὴν πῆξιν τοῦ ὕδατος πᾶν τὸ λεπτομερέστερον ἐκθλίβεται. καλῶς δʼ ἂν ἔχοι τά τε ἰλυώδη καὶ δυσώδη καὶ τὰ ποιότητας ἀτόπους ἔχοντα ταῖς ἑψήσεσιν ἐπὶ τὸ βέλτιον τρέποντας οὕτως πίνειν καὶ κεραννύντας οἴνῳ, τὰ μὲν στρυφνὰ τῷ γλυκυτέρῳ, τὰ δʼ ἄλλα τῷ στρυφνοτέρῳ· τὰ δέ που καὶ ἠθεῖν συμφέρει, τὰ ἰλυώδη καὶ ἁλυκά, καὶ ἀλφίτοις ἠθεῖν, τὰ δʼ ἄγαν ψυχρὰ μετὰ τροφὴν πίνειν καὶ μήτε ἀθρόως μήτε χανδὸν μήτε ἄοινα. τινὲς δʼ ἐξευρήκασι βρωτὰ καὶ ποτὰ πρὸς τὰς τῶν ὑδάτων κακίας ἰάματα, καὶ οἱ μὲν ἐρεβίνθων ἀφεψήματα προπίνουσι καὶ αὐτῶν ἐσθίουσιν, οἱ δὲ καυκαλίδας ὡσαύτως μετά τινος ἰχθυδίου ἑφθὰς καὶ μάραθρα ὁμοίως, οἱ δὲ τεῦτλα καὶ κολοκύνθας προεσθίουσι μεθʼ ἅλμης οἴνῳ κεκραμένης.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: soi-bm`.
