---
title: "Summary to Eustathius the Son: Book II"
title_greek: "Σύνοψις πρὸς Εὐστάθιον τὸν Υἱόν, Βʹ"
author: Oribasius of Pergamon
eul_wid: soi-bl
eul_aid: soi
canonical: "https://eulogikon.org/works/oribasius-pergamon-summary-eustathius-book-2-soi-bl"
lang: grc
period: Late Antique
dialect: Koine
content_hash: "sha256:10b3bff40b2ec9bc0d5a3b9791d2ff955a9b3e530de54c8e15acf344a4a9b5a0"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Summary to Eustathius the Son: Book II

*Σύνοψις πρὸς Εὐστάθιον τὸν Υἱόν, Βʹ*

**Author:** Oribasius of Pergamon

**eul_wid:** `soi-bl` · [HTML page](https://eulogikon.org/works/oribasius-pergamon-summary-eustathius-book-2-soi-bl)

## Text

Part of [Summary to Eustathius the Son](/works/oribasius-pergamon-summary-eustathius-soi-ac)

Ὅσα μέσα ἐστὶ τῶν θερμαινόντων καὶ ψυχόντων.

`2.1.1`

Ἀδίαντον, ἀσπάραγος ὁ μυακάνθινος, βρύον τὸ καὶ σπλάγχνον, γλυκυρρίζης ὁ χυλός, ἔλαιον τὸ γλυκύτατον ἐκ δρυπεποῦς μάλιστα τοῦ καρποῦ γινόμενον, κηρός, κύαμος, λύκιον, λωτὸς ἢ τρίφυλλον, κιτρίου ὁ φλοιός, πτέρεως ἡ ῥίζα, στροβίλου τὸ ἐδώδιμον, σχῖνος, φακή, Χία γῆ καὶ Σαμία, καδμεία, λιθάργυρος.

Ὅσα θερμαίνει.

`2.2.1`

Ἄγνου τὰ φύλλα καὶ τὸ σπέρμα μετρίως, ἀκαλήφης ὁ καρπὸς καὶ τὰ φύλλα, ἀμύγδαλα γλυκέα, ἀναγαλλίδες ἀμφότεραι, ἀτρακτυλὶς ἢ κνίκος ἄγριος, ἀφάκη, τῶν βάτων ὁ πέπειρος καρπός, γλυκυσίδης ἡ ῥίζα, ἐλαίας καρπὸς ὁ πέπειρος, ζύμη, ἠρύγγιον, ῥητῖναι πᾶσαι, σόγχος ξηρανθείς, σχοίνου ἄνθος, φοινίκων ὁ καρπός, κοχλιῶν κεκαυμένων ἡ τέφρα, κυνοκράμβη πάνυ, βατραχίου ἡ ῥίζα καὶ ἡ σύμπασα πόα, γλήχων, δάφνης φύλλα καὶ μᾶλλον ὁ καρπός, ἧττον δʼ ὁ φλοιὸς τῆς ῥίζης, δίκταμνον, ψευδοδίκταμνον, ἐλελίσφακον, ἐρύσιμον, ἔρια κεκαυμένα, ζιγγίβερι, θαψία, καρδάμωμον, ὀποί, τρίχες κεκαυμέναι, βρυωνίας ἡ ῥίζα, ἀριστολοχίαι, ἀσφοδέλου ῥίζαι, δαῦκος, χαμαιδάφνη, δρακοντίου ἡ ῥίζα, ἔλαιον ῥαφάνινον, ἐρέβινθοι, ἰξός, καυκαλίς, λιγυστικόν, νάρθηκος σπέρμα, σαγαπηνόν, σατύριον, σέλινον, σίον, σίνων, στύραξ, ὑδροπέπερι, ὑπερικόν, ἅλες, θεῖον, αἷμα, χολή, οὖρον, σίελον, σάρκες ἐχιδνῶν, στέαρ, ἅλμη ταριχηρῶν ἰχθύων.

Ὅσα θερμαίνει τῆς πρώτης ἀποστάσεως.

`2.3.1`

Ἀλόη, ἀνθεμίς, ἄρον, ἀψίνθιον, ἀγαρικόν, λάδανον, λινόσπερμον, μαλαβάθρου φύλλον, νάρδου στάχυς, νάρδος Κελτική, οἶνος γλεύκινος, ὀρός, πυρός, σῦκα ξηρά.

Ὅσα θερμαίνει τῆς δευτέρας ἀποστάσεως.

`2.4.1`

Ἀμόργη, ἄνηθον — τὸ δὲ χλωρὸν ἔλαττον —, ἀρτεμισίαι, βάλσαμον, ἐλαφόβοσκον, κάλαμος ἀρωματικός, κρόκος, λιβανωτός, μαστίχη Χία, μέλι, οἶνος, πίσσα, μελισσόφυλλον, πράσιον, πρόπολις, σικύου ἀγρίου χυλός, σκάνδιξ, σκίλλα, σκολύμου ῥίζα, σμύρνα, τερμίνθου ὁ φλοιὸς καὶ τὰ φύλλα καὶ ὁ καρπός, τῆλις, χαμαιλέοντος ἑκατέρου ἡ ῥίζα, χαμαιπίτυς, ὤκιμον.

Ὅσα θερμαίνει τῆς τρίτης ἀποστάσεως.

`2.5.1`

Ἀβρότονον καὶ μᾶλλον καυθέν, αἶρα, αἰγείρου τὰ ἄνθη καὶ ἡ ῥητίνη, ἄκορον, ἄμωμον, ἀμάρακον, ἄμι, ἄνηθον καυθέν, ἄνησον, ἄρκευθος, ἀσάρου ῥίζα, βράθυ, ἐλλέβορος ἑκάτερος, ἐπίθυμον, μίνθη, καλαμίνθη, θύμα, καλάμου φραγμίτου ὁ φλοιὸς καυθείς, κάρω, κασία, κέδροι ἀμφότεραι, κνίκου τὸ σπέρμα, κόνυζαι, κύμινον, λιβανωτοῦ ὁ αἴθαλος, μάραθον, μελάνθιον, μήου αἱ ῥίζαι, μῶλυ ἢ πήγανον ἄγριον, ῥοδοδάφνη, οἶνος ὁ παλαιός, ὀρίγανοι πᾶσαι, ὀποπάναξ, πετροσέλινον, πήγανον, ῥαφανίς, σάμψυχον, σμύρνιον, ὕσσωπον, χαμαίδρυς, χαλβάνη.

Ὅσα θερμαίνει τῆς τετάρτης ἀποστάσεως.

`2.6.1`

Ἀδάρκη, ἀμπελόπρασον, εὐφόρβιον, κεδρίας τὸ ἔλαιον, κόστος, κρόμμυον, λεπίδιον, νάπυ, σκόροδον, στρουθίου ἡ ῥίζα, τιθυμάλλων οἱ ὀποί, τὰ καυστικὰ πάντα.

Ὅσα ψύχει μετρίως.

`2.7.1`

Ἄγρωστις μετρίως, ἀλσίνη χωρὶς στύψεως, ἄπιοι μετρίως καταπλασσόμεναι, βαλαύστιον, βάτου τὰ φύλλα καὶ οἱ βλαστοὶ καὶ ὁ ἄωρος καρπὸς καὶ τὸ ἄνθος, βρόμος μετρίως, βρύον θαλάσσιον, γλαύκιον μετρίως, δορύκνιον πάνυ, ἐλαίας οἱ θαλλοὶ καὶ ὁ ἄωρος καρπός, ἔλαιον μύρσινον, σησάμινον, βαλάνινον, ἑλξίνη ἣ καὶ περδίκιον μετρίως, ἔλυμος, ἴου τὰ φύλλα, καλάμου φραγμίτου φύλλα μετρίως, κώνειον ἄκρως, λειχὴν ὁ ἐπὶ τῶν πετρῶν, μήκωνες πᾶσαι, μηλέας ὁ καρπὸς καὶ τὰ φύλλα καὶ οἱ χυλοὶ καὶ οἱ φλοιοὶ πλὴν τῶν γλυκέων, περσικῆς ὁ καρπός, κιτρίου ἡ σάρξ, μύκητες ἱκανῶς, ὄμφακος ὁ χυλὸς ἱκανῶς, τὸ ἀπὸ τοῦ σίτου ἄμυλον μετρίως, ῥόδινον μετρίως, πάτος ὁ ἀπὸ παλαίστρας, σόγχος ὁ μὴ ξηρός, τρίβολοι ἀμφότεροι, φοίνικος τῶν κλάδων ὁ χυλός, Σαμία γῆ μετρίως, Κιμωλία γῆ, Ναξίας ἀκόνης τὸ ἀπότριμμα, μολύβδαινα μετρίως, μόλυβδος, ψιμύθιον, σάνδυξ μετρίως, τυρὸς ὁ μαλακὸς καὶ νεοπαγὴς μετρίως.

Ὅσα ψύχει τῆς πρώτης ἀποστάσεως.

`2.8.1`

Ἀκακία ἄπλυτος, ἀτράφαξυς ἄνευ στύψεως, γίγαρτα, κέγχρος, κριθαί, πλάτανος, ῥάμνος, σέρις.

Ὅσα ψύχει τῆς δευτέρας ἀποστάσεως.

`2.9.1`

Ἀκακία πεπλυμένη, ἀρνόγλωσσον, βλίτον, κηκὶς ὀμφακῖτις, κολοκύνθη, ῥοῦς, σίκυς πέπων, στρύχνον τὸ κηπευόμενον, φακὸς ὁ ἐπὶ τῶν τελμάτων, φῦκος χλωρὸν ἀπὸ τῆς θαλάσσης ἐξαιρούμενον, ψυλλίου τὸ σπέρμα.

Ὅσα ψύχει τῆς τρίτης ἀποστάσεως.

`2.10.1`

Ἀείζῳα ἀμφότερα, ἀνδράχνη, μανδραγόρας, κιτρίου τὸ ὀξύ, πολύγονον, ποταμογείτων, ὑοσκύαμος ὁ καὶ τὸ ἄνθος καὶ τὸ σπέρμα λευκὸν ἔχων.

Ὅσα ψύχει τῆς τετάρτης ἀποστάσεως.

`2.11.1`

Ὀπὸς μήκωνος.

Ὅσα ξηραίνει ἀδήκτως.

`2.12.1`

Ἀκαλήφης ὁ καρπὸς καὶ τὰ φύλλα, ἀμόργη, ἀναγαλλίδες ἀμφότεραι, ἀρνόγλωσσον, βρόμος, ἔλαιον γλυκὺ ἄναλον πλυθὲν πάντων μάλιστα, ἐρείκη· ζύμη ἐπισπᾶταί τε τὰ ἐκ βάθους καὶ διαφορεῖ· θέρμος ὁ πικρός, ἵππουρις ἰσχυρῶς, ἰσάτις ἰσχυρῶς, ἰτέας τὰ φύλλα καὶ τὸ ἄνθος μετά τινος στύψεως — ἔνιοι δὲ καὶ χυλὸν ἐξ αὐτῶν ποιοῦντες ἀδήκτως ξηραῖνον ἴσχουσι φάρμακον εἰς πολλὰ χρήσιμον· οὐδὲν γὰρ πολυχρηστότερόν ἐστιν ἀδήκτως ξηραίνοντος καὶ στύφοντος ἠρέμα φαρμάκου· καρύου λέπος καυθὲν μετὰ τοῦ λεπτομερὲς εἶναι, κέγχρος, κενταύριον τὸ μικρὸν ἰσχυρῶς, κεράσου τὸ κόμμι, κρίνον, κύαμος ἔξωθεν ἐπιτιθέμενος, κυπαρίσσου πάντα, κυπέρου αἱ ῥίζαι, στροβίλου τὸ ἐδώδιμον ἐν ὕδατι βραχέν, νυμφαίας ἡ ῥίζα, σίραιον πάνυ, πενταφύλλου ἡ ῥίζα, πολυπόδιον, σμύρνα, σαρκοκόλλα, στοιβή, τραγάκανθα, γῆ πᾶσα, καδμεία· Ἀσσίας πέτρας ἄνθος τὰς πλαδαρὰς σάρκας ἐκτήκει· πομφόλυξ συνεχῶς πλυθεῖσα, τίτανος σβεσθεῖσα καὶ πλυθεῖσα γενναίως, ὠῶν τὸ λευκὸν καὶ λεπτόν· ὁμοίας δὲ φύσεώς ἐστι καὶ ἡ λέκιθος αὐτῶν.

Ὅσα ἁπλῶς ξηραίνει.

`2.13.1`

Ἄγνου τὰ φύλλα καὶ τὸ σπέρμα, ἀγρώστεως ἡ ῥίζα μετρίως, ἀδίαντον, ἀείζῳα ἀμφότερα, αἰγείρου τὰ ἄνθη καὶ ἡ ῥητίνη, ἀκταὶ ἀμφότεραι· ἀμάραντος καὶ ῥεύματα ξηραίνει πινομένη· βρυωνίας ἡ ῥίζα, ἀναγύρου τὰ ξηρὰ φύλλα, ἄπιοι καταπλασσόμεναι μετρίως, ἀριστολοχίαι, ἀσπάραγος μυακάνθινος, ἀσπάλαθος, ἀσφοδέλου ἡ ῥίζα, καὶ μᾶλλον καυθείσης ἡ τέφρα, βαλαύστιον πάνυ, τῶν βάτων ὁ ἄωρος καρπός, βολβὸς ἐπιπλασσόμενος, παιωνίας ἡ ῥίζα, δάφνης τὰ φύλλα σφοδρῶς, καὶ μᾶλλον ὁ καρπός, δρυὸς πάντα τὰ μόρια καὶ φηγοῦ καὶ πρίνου, ἔλαιον δάφνινον, δᾴδινον, ἔλυμος καταπλασσομένη, ἠρύγγιον, ἰσάτις, ἰτέας τοῦ φλοιοῦ ἡ τέφρα ἰσχυρῶς, καννάβεως ὁ καρπός, κάρδαμον, καυκαλίς, δαῦκος, κονία, καὶ μᾶλλον ἡ ἀπὸ συκίνης τέφρας, κράμβη — οἱ δὲ καυλοὶ καυθέντες αὐτῆς ἰσχυρῶς ποιοῦσι ξηραίνουσαν τέφραν —, κρῆθμον, κρίνου τὰ φύλλα καὶ ἡ ῥίζα, λειχὴν ὁ ἐπὶ τῶν πετρῶν, λιγνὺς πᾶσα, λωτός, νυμφαίας ἡ ῥίζα, ὀμφάκιον, πλατάνου ὁ φλοιὸς καὶ τὰ σφαιρία μετρίως, πολυπόδιον, ἄμυλον, ἅλες, νίτρα, γύψος — καυθεῖσα δὲ μᾶλλον —, καδμεῖαι πᾶσαι καὶ πάντα τὰ μεταλλικὰ καὶ λιθώδη καὶ γεώδη, ὄστρακον τὸ ἐκ τῶν κριβάνων, πυτία, κόπρος πᾶσα — ἡ δὲ τῶν χηνῶν ἄχρηστος διὰ πολλὴν δριμύτητα —, ῥύπος, σάρκες ἐχιδνῶν, κεφαλαὶ ταριχηρῶν μαινίδων κεκαυμέναι, κέρας ἐλάφου καὶ αἰγὸς κεκαυμένα, καστόριον, ὀστᾶ κεκαυμένα ἰσχυρῶς, τρίχες, σηπέας ὄστρακον, ἔρια κεκαυμένα, καρκίνων ἡ τέφρα, γάρος ἱκανῶς καὶ ἅλμη.

Ὅσα ξηραίνει τῆς πρώτης ἀποστάσεως.

`2.14.1`

Ἀνθεμίς, ἀρκεύθου ὁ καρπός, καρώ, κριθαί, ἄλφιτα, κρόκος, λιβανωτός, μάραθρον, ῥοδοδάφνη, οἶνος γλεύκινος, σικύου πέπονος τὸ σπέρμα καὶ ἡ ῥίζα ξηρανθεῖσα, τῆλις.

Ὅσα ξηραίνει τῆς δευτέρας ἀποστάσεως.

`2.15.1`

Αἶρα, ἀμάρακον, ἄσφαλτος, ἄνηθον, βάλσαμον, γίγαρτα, γιγγίδιον, ἐλαφόβοσκον, κάλαμος ἀρωματικός, λιβανωτοῦ φλοιὸς καὶ τὸ σπέρμα, μαστίχη, μέλι, κιτρίου ὁ φλοιὸς καὶ τὸ σπέρμα καὶ τοῦ δένδρου τὰ φύλλα, μήου αἱ ῥίζαι, νάρδου στάχυς, νάρδος Κελτική, οἶνος, ὄροβος, ὀποπάναξ, πίσσα, ῥάμνος, ῥαφανίς, σκάνδιξ, σκολύμου ἡ ῥίζα, σμύρνα, σχῖνος, τερμίνθου ὁ καρπὸς καὶ τὰ φύλλα, φακοί, φῦκος χλωρὸν ἔτι καὶ ὑγρόν, φύλλον, χαλβάνη.

Ὅσα ξηραίνει τῆς τρίτης ἀποστάσεως.

`2.16.1`

Ἀβρότονον, καὶ μᾶλλον τὸ καυθέν, ἀκακία, ἄκορον, ἀλόη, ἄμι, ἄνηθον καυθέν, ἀνήσου σπέρμα, ἄρκευθος, ἄσαρον, ἀψίνθιον, βράθυ, ἐλλέβοροι, ἐπίθυμον, θύμα, καλαμίνθη, καλάμου φραγμίτου ὁ φλοιὸς καυθείς, καρώ, κασία, κέδροι, κόνυζαι, λιβανωτοῦ αἰθάλη, μελάνθιον, κιτρίου τὸ ὑπὸ τὸ σπέρμα, οἶνος ὁ ἱκανῶς παλαιός, ὄξος, ὀρίγανοι, πενταφύλλου ἡ ῥίζα, πετροσέλινον, σμύρνιον, πήγανον ἥμερον, πράσιον, ῥοῦς, σάμψυχον, σέριφον, ὕσσωπον, χαμαίδρυς, χαμαιλέοντος ἑκατέρου ἡ ῥίζα, χαμαιπίτυς.

Ὅσα ξηραίνει τῆς τετάρτης ἀποστάσεως.

`2.17.1`

Ἀμπελόπρασον, κεδρίας τὸ ἔλαιον, νάπυ, πήγανον ἄγριον, σκόροδον.

Ὅσα μέσα τῶν ξηραινόντων καὶ ὑγραινόντων ἐστίν.

`2.18.1`

Ἀγρώστεως ἡ ῥίζα καταπλασσομένη, ἔλαιον τὸ γλυκύτατον.

Ὅσα ὑγραίνει τῆς πρώτης ἀποστάσεως.

`2.19.1`

Ἀλσίνη, βούγλωσσον, γλυκυρρίζης ὁ χυλός, θρίδαξ μετρίως, ἴου τὰ φύλλα μετρίως, μηλέας Περσικῆς ὁ καρπός, μύκητες, ῥόδινον, σατύριον, στρατιώτης ὁ ἐν τοῖς ποταμοῖς καὶ ταῖς λίμναις.

Ὅσα ὑγραίνει τῆς δευτέρας ἀποστάσεως.

`2.20.1`

Ἀνδράχνης ὁ καρπὸς σὺν τῇ πόᾳ, ἀτράφαξυς, βλίτον, κολοκύνθη, μηλέας Ἀρμενιακῆς ὁ καρπός, σίκυος πέπων, φακὸς ὁ ἐπὶ τῶν τελμάτων.

Ὅσα ὑδατώδη ψυχρότητα ἔχει.

`2.21.1`

Ἀκακία, ἀλσίνη, ἀνδράχνη, ἀρνόγλωσσον, ἀτράφαξυς, βάτου τὰ φύλλα, βλίτον, βρύον θαλάσσιον, γλαύκιον, δορύκνιον, θρίδαξ, ἰξός, ἴου τὰ φύλλα, κολοκύνθη, κοτυληδών, κώνειον, λεύκη τὸ δένδρον, μαλάχη ἥμερος, μήκων, μῆλα, πραικόκκια, μύκητες, σίκυς ἐδώδιμος, σόγχος, ὁλόσχοινος, τρίβολος, φακὸς ὁ ἐπὶ τῶν τελμάτων, ψυλλίου τὸ σπέρμα, μόλυβδος.

Ὅσα λεπτομερῆ.

`2.22.1`

Ἀβρότονον κεκαυμένον, ἄγνος, σκάνδιξ, αἰγείρου τὰ ἄνθη, ἀκαλήφης ὁ καρπὸς καὶ τὰ φύλλα, ἄκορον, ἄμωμον, ἀσάρου ἡ ῥίζα, βρυωνία, ἀνθεμίς, ἀπαρίνη, ἀριστολοχίαι, ἀρνόγλωσσον ξηρόν, ἀσφοδέλου ἡ ῥίζα, καὶ μᾶλλον καυθείσης ἡ τέφρα, βάλσαμον, βράθυ πάνυ, βάτου ἡ ῥίζα, γλυκυσίδης ἡ ῥίζα, δίκταμνον, δρακοντίου ἡ ῥίζα, ἔλαιον παλαιόν, κίκινον, ἐλαφόβοσκον, εὐφόρβιον, ζύμη, ἰτέας ὀπός, καλαμίνθη, κάλαμος ἀρωματικός, καλάμου φραγμίτου ὁ φλοιὸς καυθείς, κασία, καρπήσιον, κέγχρος, κεδρίας τὸ ἔλαιον, κοκκυμηλέας τὸ κόμμι, μαστίχη, μελάνθιον, ὀπὸς Κυρηναϊκός, ὀποβάλσαμον, πήγανον, πίσσα, πιστακίου καρπός, πρόπολις, τερεβινθίνη, ῥόδινον ἔλαιον, σαγαπηνόν, σάμψυχον, σέσελι, σικύου σπέρμα, σῦκα ξηρὰ μετρίως, σχοίνου ἄνθος, τέφρα, τίτανος, ὕσσωπον, ἅλες, ἁλὸς ἄνθος, νίτρον, ἀλκυόνιον τὸ τρίτον, ἀρσενικὸν καυθέν, γύψος καυθεῖσα, θεῖον, καδμεία, κίσηρις κεκαυμένη, κονία, πέτρας Ἀσσίας ἄνθος, μελαντηρία, μίσυ, χαλκοῦ ἄνθος, χρυσοκόλλα, σάνδυξ, φῦκος, στέαρ λέοντος καὶ παρδάλεως καὶ ὑαίνης πάνυ, καστόριον, σηπέας ὄστρακον, ἔρια καυθέντα.

Ὅσα παχυμερῆ.

`2.23.1`

Ἀρνογλώσσου ἡ ῥίζα, βαλαύστιον, γίγαρτα, ζιγγίβερ, κρόμυον, σίκυς, λεπίδες πᾶσαι, σῶρι, στυπτηρίαι.

Ὅσα ῥωστικά.

`2.24.1`

Κασία, κηκὶς ὀμφακῖτις, στοιχάς, φοίνικος ὁ καρπός, ἀψίνθιον.

Ὅσα συμπεπτικά.

`2.25.1`

Ἄμωμον, σταφὶς ἥμερος, κηρός, λάδανον, κόλλα ἡ εἰς τὰ βιβλία, κρόκος, λιβανωτός, πίσσα, Αἰγυπτία μαστίχη, ῥόδινον ἔλαιον, σμύρνα, στύραξ, χαλβάνη, χόνδρος, βούτυρον, οἴσυπος, στέαρ ὕειον.

Ὅσα ἐκπυητικά.

`2.26.1`

Ὕδωρ εὔκρατον καταντλούμενον, ὑδρέλαιον, ἔλαιον εὔκρατον, πύρινον ἄλευρον, ἄρτος πύρινος, χόνδρος, χοίρειον στέαρ καὶ μόσχειον, βούτυρον, λιβανωτός, πίσσα, ῥητίνη.

Ὅσα μαλάσσοντα.

`2.27.1`

Αἴγειον στέαρ καὶ τὸ τῆς ἀλεκτορίδος καὶ χήνειον καὶ ταύρειον καὶ τράγειον, μυελὸς ἐλάφειος, μόσχειος, ἀμμωνιακόν, στύραξ, χαλβάνη, βδέλλιον, ἔλαιον Σικυώνιον καὶ τὸ κρίνινον, ἔλαιον τὸ γλυκύτατον, ἀνθεμίς, ἀλθαίας ῥίζα, ἀγρίου σικύου ῥίζα, τῆς ἀγρίας μαλάχης τὰ φύλλα, ἀναδενδρομαλάχη, μαστίχη Χία, τερεβινθίνη, κολοφωνία, ὀποπάναξ, ῥύπος ὁ ἀπʼ ἀνδριάντων, πάτος, βούτυρον.

`2.28`

Ὅσα σκληρύνει.

`2.28.1–2.28.2`

Ἀείζῳον, ἀνδράχνη, ψύλλιον, ὁ ἐπὶ τῶν τελμάτων φακός, στρύχνον. σκληρύνεται δʼ ἢ διὰ ξηρότητα, καὶ ὑγραίνειν τὰ τοιαῦτα χρή, ἢ διὰ πλῆθος, καὶ κενοῦν αὐτά, ἢ διὰ πῆξιν, ἅτινα θερμαίνοντας μετρίως διαλύειν προσήκει καὶ μαλάσσειν τοῖς εἰρημένοις· τὰ γὰρ σφοδρῶς ξηραίνοντα πήγνυσι μᾶλλον.

Ὅσα ὑγρασίαν ἕλκει διὰ στόματος.

`2.29.1`

Πύρεθρον, λάπαθον, κάππαρις, πίονα σῦκα, δᾴδινον, μέλι, μήκων, ἀψίνθιον, ὀρίγανον, ῥάφανος, σταφὶς ἄνευ γιγάρτων καὶ ἡ ἑτέρα ὁμοίως, κάχρυ, νάπυ, λευκὸς ἐλλέβορος, ἐλατήριον, θύμος, ἅλες, ὀμφάκιον, ἄνησον, πέπερι, κόκκος Κνίδιος, δαφνίδες, βάλσαμον, ἀνεμώνη, ἀμμωνιακόν, τρὺξ ξηρὰ κεκαυμένη.

Ὅσα διὰ ῥινῶν ἄγει.

`2.30.1`

Ἐλατήριον, πέπερι, τεύτλων χυλός, κυκλαμίνου ὁ φλοιὸς τῆς ῥίζης, μέλι, θλάσπι, κόκκος Κνίδιος, ἀναγαλλίς, ἀνεμώνη, ἐλλέβορος λευκός, ὀμφάκιον, πράσιον, φύλλα κισσοῦ ἁπαλά.

Ὅσα ἀπʼ ὀφθαλμῶν ἄγει.

`2.31.1`

Μέλι, ὕσσωπον, ἔλαιον παλαιόν, ἀναγαλλίς, δάφνινον ἔλαιον, νάρδος, κασία, κόστος, ὀπὸς μήκωνος, σαγαπηνόν, δαῦκος, σέλινον, ῥοιά, ἀμύγδαλα, πράσιον, ἐλλέβορος ὁ λευκός, ἀνεμώνη, πήγανον, καστόριον, λίθος αἱματίτης, στέαρ χήνειον, χολή, σμύρνα, χαλκῖτις, θεῖον, στυπτηρία σχιστή, σηπέας ὄστρακον, φλοιὸς λιβάνου, σκίλλα, ἀμμωνιακόν, ἰχὼρ ἥπατος, ὀμφάκιον.

Ὅσα διʼ ὤτων ἄγει.

`2.32.1`

Μέλι, πέπερι, βοὸς χολὴ ἢ ταύρου, λινόζωστις, τεύτλου χυλός, καππάρεως τῶν ῥιζῶν, κόκκος Κνίδιος, ἐρινεοῦ ὁ ὀπός, βδέλλιον, κασία, χαλβάνη, ἐλλέβορος λευκός, ὀμφάκιον.

Ὅσα ἐκφρακτικὰ καὶ διακαθαρτικά.

`2.33.1`

Ἀναγύρου τὰ φύλλα ξηρὰ καὶ ὁ τῆς ῥίζης φλοιός, ἀγαρικόν, ἀκαλήφης τὸ σπέρμα, ἀμύγδαλα πικρὰ καὶ τὸ δένδρον αὐτό, ἀδιάντον, ἄρου αἱ ῥίζαι, γλήχων, δρακόντιον, δαῦκος, γεντιανῆς ῥίζα πάνυ, ἐρέβινθοι, εὐπατόριος ἄνευ θερμότητος, θύμα, ἰσχάδων αἱ λιπαραί, καλαμίνθη, κασία, κοκκυμηλέας κόμμι, μελάνθιον, πήγανον, σίκυος πέπων, σπονδυλίου ὁ καρπὸς καὶ ἡ ῥίζα, στοιχάς, χαμαίδρυς, ὅσα τε ἄλλα κρατοῦσαν ἐν ἑαυτοῖς ἔχει τὴν πικρὰν ποιότητα· εὐθὺς δὲ τούτοις ὑπάρχει καὶ λεπτυντικοῖς εἶναι.

Ὅσα ῥύπτει.

`2.34.1`

Αἰγεία κόπρος καυθεῖσα καὶ ἄκαυστος, τῶν ὀστρακοδέρμων πάντων τὰ ὄστρακα, σηπέας ὄστρακα, ἐχίνων ἀμφοτέρων καυθέντων ἡ τέφρα, ὀρὸς γάλακτος, μέλι, βρυωνίας ῥίζα, ἀμύγδαλα ἐδώδιμα καὶ αὐτὸ τὸ δένδρον, ἀναγαλλίδες, ἀνεμῶναι πᾶσαι, ἀριστολοχία μακρά, ἀρνογλώσσου τὰ φύλλα καὶ μᾶλλον τὰ ξηρά, ἄρον, ἀσπάραγος μυακάνθινος, ἀσταφὶς ἀγρία, ἀσφοδέλου ἡ ῥίζα, ἀτραφάξυος ὁ καρπός, ἀψινθίου χυλός, βολβὸς ἐπιπλαττόμενος, ἐλλέβορος ἑκάτερος, ἑλξίνη ἡ καὶ περδίκιον, ἰτέας ὀπός, καλάμου φραγμίτου ἡ ῥίζα σὺν τοῖς φύλλοις ἱκανῶς ἄνευ δριμύτητος, κενταύριον τὸ μικρὸν καὶ ὁ χυλὸς αὐτοῦ, κράμβη, κρῆθμον, κριθαὶ μετρίως, κρίνου τὰ φύλλα καὶ ἡ ῥίζα λειούμενα μετρίως, κυάμου ἡ σὰρξ μετρίως, λαμψάνη καταπλασσομένη, λειχὴν ὁ ἐπὶ τῶν πετρῶν, λευκοΐου πάντα, μῆον, πλατάνου ὁ φλοιὸς τῆς ῥίζης μετρίως, πράσιον καταπλασσόμενον, πρόπολις μετρίως, πτελέας τὰ φύλλα, ὁ δὲ φλοιὸς καὶ ἡ ῥίζα μᾶλλον, πτισάνη, τερμινθίνη πλέον τῆς μαστίχης, σαγαπηνὸν μετρίως, σικύου πέπονος πάντα, σικύου ἀγρίου ῥίζα, σμύρνα, τεῦτλον, τιθύμαλλοι, φοῦ, χαμαιπίτυς, ἀλκυόνια πάντα, γῆ Χία καὶ Σαμία μετρίως καὶ ἡ Κρητική, καδμεία, κίσηρις ἄκαυστος καὶ κεκαυμένη, λιθάργυρος μετρίως, σμύρις ἱκανῶς, τὸ ἐκ τῶν κριβάνων ὄστρακον, κέρας ἐλάφου καὶ αἰγὸς κεκαυμένα.

Ὅσα οὐρητικά.

`2.35.1`

Σέλινον, πετροσέλινον, μάραθρον, δαῦκος, σμύρνιον, ἀνήσου σπέρμα, ἄμι, ἄσαρον, ἄκορον, ἀσπάραγος ὁ βασιλικὸς καὶ ὀξυμύρσινος, βδέλλιον, βρυωνία, ἐρέβινθοι, θύμα, κάλαμος ἀρωματικός, καρώ, καρπήσιον, καυκαλίς, κόστος, κύμινον, κυπέρου ῥίζαι, λιγυστικόν, μῆον, νάρδου στάχυς καὶ Κελτική, πήγανον, πόλιον, σέσελι, σίκυος ἐδώδιμος, μηλοπέπων, σκάνδιξ, σκόρδιον, σταφυλῖνος, σχοίνου ἄνθος, τερμίνθου ὁ καρπός, ἀψίνθιον· βράθυ αἷμα διʼ οὔρων κινεῖ· ἐρυθροδάνου ἡ ῥίζα οὖρα παχέα καὶ πολλὰ καί ποτε καὶ αἱματώδη κινεῖ· κάπνιον χολώδη ἄγει πολλά· ὄροβος πλείων ληφθεὶς αἷμα διʼ οὔρων ἄγει· σκολύμου ἡ ῥίζα πλῆθος οὔρων ἄγει δυσωδῶν, εἴ τις αὐτὴν ἐν οἴνῳ καθεψήσας πίνοι, καὶ τὰς δυσωδίας δʼ ἰᾶται· μελίκρατον, ὀξύμελι, οἶνος λεπτὸς καὶ ὑδατώδης.

Ὅσα διʼ οὔρων ἐκ σπληνὸς ἄγει.

`2.36.1`

Τιθυμάλλου σπέρμα τοῦ χαρακίου, μελάνθιον, κύμινον, θύμον, ἀμπέλου ἀγρίας ἡ ῥίζα, καππάρεως ἡ ῥίζα, σκόρδιον, κύτισος, δρακόντιον, ἀριστολοχίας ῥίζα, ὀρίγανος, πόλιον, κολοκυνθὶς ἀγρία, βρυωνία, κυκλάμινος, ἀνδράχνη, σκορπίου θαλασσίου πνιγέντος οἴνῳ τὸ ἀπόβρεγμα.

Ὅσα ἐξ ἥπατος ἄγει.

`2.37.1`

Ἄγνου σπέρμα, δαύκου τὰ φύλλα, μάραθρον, βάλσαμον, κάπνιος, ἄνησον, φοίνικος ὀστοῦν, δάφνης φύλλα, ἀψίνθιον, σμύρνιον, ἀναγαλλίδες, ἡδύοσμον, οἰνάνθη, ὀπὸς σιλφίου, ἠρύγγιον, κριθῶν ἀπόβρεγμα, ἀγαρικόν, ἄσαρον.

Ὅσα ἀπὸ νεφρῶν ἄγει.

`2.38.1`

Σελίνου σπέρμα, πέπερι, σταφυλῖνος, πράσον, κνίκος, βρυωνίας τῶν ῥιζῶν ὁ φλοιός, ἄγρωστις, σηπίας ὠά, θεῖον, ἐρέβινθοι λευκοί.

`2.39`

Ὅσα ἀνάγει τὰ ἐκ θώρακος.

`2.39.1–2.39.3`

Τὰ ἐκφρακτικὰ πάντα, στρόβιλος ὅλος χλωρός, πιτυΐδες, βούτυρον, καστόριον ἐπʼ ἀνθράκων θυμιώμενον καὶ ἑλκόμενον διὰ τῆς εἰσπνοῆς· ὠφελεῖ γὰρ μάλιστα τὴν κατὰ πνεύμονα καὶ ἐγκέφαλον ὑγρὰν καὶ ψυχρὰν δυσκρασίαν. νάρδου στάχυς τὰ κατὰ τὴν κεφαλὴν καὶ τὸν θώρακα ῥεύματα ξηραίνει. ἀνάγει δʼ ἐκ πνεύμονος ἐκλεικτὰ διδόμενα καὶ καταπότια κνίδης σπέρμα, δαύκου καὶ λίνου καὶ μήκωνος μελαίνης, θύμος, ῥαφανῖδος χυλός, νάπυ, ἄνησον, σήσαμον, ἐρύσιμον, σκίλλα, ὄροβοι, σικύου σπέρμα, πέπερι, πήγανον, πόλιον, ἄρον, δρακόντιον, κόστος, νάρδος, θεῖον, σμύρνα, δαφνίδων τὸ ἐντός, καππάρεως ῥίζης ὁ φλοιός, ἀμύγδαλα πικρά, γλυκυσίδη, καστόριον, ἀβρότονον, στύραξ, βδέλλιον, σίλφιον, σταφὶς ἄνευ γιγάρτων, στροβίλια, ὀμφάκιον, ἀριστολοχία, χαλβάνη, πράσιον, ἠρυγγίου ῥίζα.

Ὅσα τοὺς νεφροὺς ἐκκαθαίρει.

`2.40.1`

Τὰ τμητικὰ πάντα, ἀρνογλώσσου ξηροῦ αἱ ῥίζαι καὶ τὰ φύλλα καὶ ὁ καρπός, ἀσπάραγος μυακάνθινος, γλυκυσίδης ῥίζα, ἐρέβινθοι, ἀμύγδαλα.

Ὅσα ἀραιωτικὰ τοῦ δέρματος.

`2.41.1`

Χαμαίμηλα, ἀλθαία, σικύου ἀγρίου ῥίζα, ἔλαιον παλαιόν, ἀβρότονον κεκαυμένον.

Ὅσα ἀναστομωτικά.

`2.42.1`

Τὰ δριμέα πάντα, ἀνεμῶναι πᾶσαι, σκόροδον, κρόμμυον, ταύρου χολή, ἰρίνου καὶ ἀμαρακίνου ὑποστάθμη.

Ὅσα πυκνωτικά.

`2.43.1`

Ὕδωρ ψυχρόν, ἀείζῳον, ἀνδράχνη, τρίβολος χλωρός, ψύλλιον, φακὸς ὁ ἐπὶ τῶν τελμάτων, καὶ ἁπλῶς ὅσα ψύχει μὴ ξηραίνοντα.

Ὅσα σηπτικά.

`2.44.1`

Ἀρσενικόν, σανδαράκη, χρυσοκόλλα, πιτυοκάμπη, κεδρία, μέλας ἐλλέβορος.

Ὅσα καθαιρετικά.

`2.45.1`

Ἐλατήριον, σικύου ἀγρίου ῥίζα, ὤχρα, μανδραγόρας, Ἀσσίας πέτρας ἄνθος. τὰ ὀστρεώδη πάντα καυθέντα καθαιρεῖ τὰ ὑπερσαρκοῦντα μετρίως, ἐχῖνοι ὁμοίως ἀμφότεροι καυθέντες σὺν τῷ σώματι παντὶ καὶ ὁ αἱματίτης λίθος ξηρὸς λειωθεὶς ὡς χνοώδης γενέσθαι, ἰός τε καὶ κύανος καὶ ἡ τοῦ χαλκοῦ λεπὶς καὶ χρυσοκόλλα.

Ὅσα ἐπουλοῖ.

`2.46.1`

Στυπτηρία, κηκὶς ὀμφακῖτις, χαλκὸς κεκαυμένος καὶ μάλιστα ὁ πεπλυμένος, τὰ τῆς ῥοιᾶς λέμματα ξηρά, σκωρία μολύβδου, λιθάργυρος, μολύβδαινα, μόλυβδος κεκαυμένος, κήρυκες, τὰ ὀστρεώδη πάντα, πορφύραι, ὕελος, κίσηρις, σπεκλάριον, γύψος κεκαυμένη, ψιμύθιον, πομφόλυξ, σπόδιον, χρυσοκόλλα, στίμμι κεκαυμένον, διφρυγές, σαρκοκόλλα — ταῦτα τὰ προειρημένα κἂν ἐπιπάττῃ τις τοῖς ἕλκεσιν, ἐπουλούντων καλῶς πειράσεται· μετὰ δὲ τοῦ δάκνειν χάλκανθος κεκαυμένη, καδμεία, λεπὶς χαλκοῦ καὶ σιδήρου στομώματος ὅ τε ἰὸς καὶ ἡ ἄσβεστος κεκαυμένη καὶ πεπλυμένη.

Ὅσα ἑλκοῖ ἐπιπολαίως.

`2.47.1`

Κυνοσβάτου φύλλα, τεύτλου, σκόροδον, γλήχων, ὕσσωπον, ὀρίγανον, σηπίας ὄστρακον, ἀσφοδέλου ἡ ῥίζα, σελίνου σπέρμα καὶ τῶν ἁλυκῶν καὶ δριμέων καὶ πικρῶν.

Ὅσα καυστικά.

`2.48.1`

Κανθαρίς, διφρυγές, τρὺξ κεκαυμένη ὄξους, ἀνεμώνη ἡ τὸ φοινικοῦν ἄνθος ἔχουσα, σκόροδον, τέφρα συκίνη, νίτρον ὀπτόν, χαλκὸς κεκαυμένος, στυπτηρία, κήρυκος ὄστρακον κεκαυμένον, κεφαλαὶ μαινίδων, ἀρσενικόν, κάχρυ, σταφὶς ἀγρία, κόκκος Κνίδιος, πυρέθρου ῥίζα, νάπυ· τίτανος ἡ μὲν ἄσβεστος σφοδρῶς, καὶ ἡ σβεσθεῖσα δʼ ἐσχαροῖ, ἡ χρονία δʼ οὐκέτι, θερμαίνει δʼ ἔτι καὶ διατήκει τὰς σάρκας.

Ὅσα ἑλκτικά.

`2.49.1`

Ἀνεμῶναι πᾶσαι, ἀναγαλλίδες ἀμφότεραι, δίκταμνον, ἐρέβινθοι, θαψία, κυκλάμινος, ναρκίσσου ἡ ῥίζα, πρόπολις ἰσχυρῶς, ζύμη, κόπροι πᾶσαι, σαγαπηνόν, ὀποὶ ὅ τε Κυρηναϊκὸς καὶ ὁ Μηδικός, σιλφίου ὀπὸς καὶ ἡ ῥίζα, σπάρτου ὅ τε καρπὸς καὶ ὁ τῶν ῥάβδων χυλὸς γενναίως, τερμινθίνη μᾶλλον τῶν ἄλλων ῥητινῶν, θεῖον, κόπρος βοῶν, καὶ μᾶλλον τῶν ὀρόβους ἐσθιόντων, καλαμίνθη καταπλασσομένη, κόστος· ἰξὸς ἰσχυρῶς ἕλκει.

Ὅσα διαφορητικά.

`2.50.1`

Ἀβρότονον κεκαυμένον, ἀγαρικόν, ἀδίαντον, αἰγίλωψ, ἀκαλήφης ὁ καρπὸς καὶ τὰ φύλλα ἱκανῶς, ἀκτέα, ἀνθεμίς, ἀνήσου σπέρμα, ἀριστολοχίας ἡ ῥίζα, ἀσφοδέλου ἡ ῥίζα καὶ μᾶλλον καυθείσης ἡ τέφρα, ἀτράφαξυς, βολβός, βράθυ, βρύον τὸ καὶ σπλάγχνον, δαῦκος ἡ πόα, ἔβισκος ἢ ἀλθαία, ἔλαιον γλυκὺ παλαιὸν καὶ τὸ ῥαφάνινον, θαψία, καλάμου φραγμίτου ὁ φλοιὸς καυθεὶς ἱκανῶς, κράμβη, κρίνου τὰ φύλλα καὶ ἡ ῥίζα, κυτίσου τὰ φύλλα, λάδανον, λινόζωστις, μαλάχη ἀγρία, μαστίχη Χία, μέλι, περσικῆς οἱ βλαστοὶ καὶ τὰ φύλλα, ῥοδοδάφνη, ὄλυνθοι, ὀποβάλσαμον, ὀπὸς Κυρηναϊκὸς σφοδρότατα, παλιούρου τὰ φύλλα καὶ ἡ ῥίζα, πήγανον, πίσσα, πράσιον, τερμινθίνη, ῥόδινον ἔλαιον, ῥύπος ὁ ἀπὸ τῶν ἀνδριάντων, πάτος, σάμψυχον, σικύου ἀγρίου ἡ ῥίζα, σμύρνα, τῶν ἰσχάδων αἱ λιπαραί, τὰ τῶν ἐρινεῶν μᾶλλον, τεῦτλον χωρὶς τοῦ θερμαίνειν — ἰσχυρότερον δὲ τὸ λευκόν —, χαλβάνη, ἅλες — οἱ κεκαυμένοι μᾶλλον, καὶ τούτων ἔτι μᾶλλον ἁλὸς ἄνθος —, λίτρον, ἀλκυόνια πάντα, γῆ Σαμία, κύανος ἁπαλός, τυρὸς ὀξυγαλάκτινος μετρίως, βούτυρον, πυτία πᾶσα, κόπρος πάνυ, οἴσυπος μετρίως, σάρκες ἐχιδνῶν ἰσχυρῶς, στέαρ λεόντειον τῶν ἄλλων μᾶλλον, ὀστᾶ κεκαυμένα, ἔρια κεκαυμένα, ἐχίνων ἀμφοτέρων ἡ τέφρα.

`2.51`

Ὅσα στύφει.

`2.51.1–2.51.2`

Ἀγριελαία, ῥόδα, σχῖνος, ἀχράδος τὸ φυτόν, σέλινον, ἀείζῳον, μήκων, κύτισος, ἀλόη, ἀκαλήφη, γίγαρτα, ἄπιοι, κρόκος, ἀλθαία, τέρμινθος, βάλανος, ὑοσκύαμος, κισσός, νυμφαία, φοίνικες, ὠοῦ τὸ χλωρὸν ὀπτόν, παλίουρος, ἱππούρεως ῥίζα, αἷμα πεπηγός, κύπερος, οἰνάνθη, κράμβη ἐξεψηθεῖσα, πυτία λαγωοῦ, σπόγγος κεκαυμένος, ῥάμνος. πολλὰ δὲ καὶ ἄλλα ἐστὶ στύφοντα πᾶσιν ὄντα γνώριμα.

Ὅσα γάλα γεννᾷ.

`2.52.1`

Εὔζωμον, μάραθρον, ἄνηθον — λέγω δὲ τὰς πόας ἔτι χλωρὰς καὶ ὑγράς —, σμύρνιον ὁμοίως, σέλινον, σήσαμον, σικύου σπέρμα, κάχρυ, σμύρνα, πολυπόδιον, γλαυκὸς ἐγκέφαλος, ὑγρὸν μάραθρον, βρυωνίας ῥίζα, κρῆθμον, κύμινον.

`2.53`

Ὅσα πρὸς ἐπίσχεσιν ἐμμήνων ποιεῖ.

`2.53.1–2.53.3`

Πινόμενα μὲν βράθυ, μῆον, ἶρις, πήγανον, καλαμίνθη, γλήχων, δίκταμνον, ἄσαρον, κόστος, κασία, ἀριστολοχίαι. μίσγεται δʼ ἑκάστῳ ἢ πυρῶν ἀφέψημα ἢ μαράθρων ἑφθῶν ὕδωρ ἢ πτισάνης χυλός· καταπλάσσεται δὲ μάραθρον, μελάνθιον, σμύρνα, κριθῶν βεβρεγμένων χύλισμα, μυὸς ἄφοδος, ἀνδράχνη, στέαρ χήνειον, πτελέας τὰ φύλλα, κηρός, θεῖον, ταύρου χολή. προσθετὰ δὲ στέαρ ἐλάφου πρόσφατον, ὄνου καὶ χηνός, τρὺξ ξηρὰ κεκαυμένη, ἅλες, ἔλαιον, κύπερος, ἀφρόνιτρον, στύραξ, ἀψίνθιον, ἀρτεμισία, σάμψυχον, ἐλλέβορος μέλας, κόκκος Κνίδιος, λινόζωστις, κύμινον, τῆλις, σταφὶς ἐκγιγαρτισθεῖσα, κεδρίδες.

`2.54`

Ὅσα γεννητικὰ σπέρματος καὶ προκλητικά.

`2.54.1–2.54.2`

Τῶν ἐδεσμάτων τὰ τρόφιμα καὶ φυσώδη, φάρμακα δʼ ὅσα πνευματώδη καὶ θερμά. βολβοὶ μὲν οὖν ἐρέβινθοί τε καὶ κύαμοι καὶ σῦκον ἐδέσματα πολύσπερμα· σκίγκος δὲ καὶ σατύριον φάρμακα· τροφαὶ δʼ ἅμα καὶ φάρμακα τὸ εὔζωμον τό τε τῆς λύγου σπέρμα.

Ὅσα ἐπέχει σπέρμα.

`2.55.1`

Ὅσα ψύχειν πέφυκεν ἐδέσματά τε καὶ φάρμακα, παχύνοντα καὶ πηγνύντα ἐπέχει τὸ σπέρμα, οἷον θριδακίναι καὶ βλίτα, ἀτράφαξυς, κολοκύνθη, μόρα, μηλοπέπονες, σίκυες· ὅσα δὲ ξηραίνει, τὴν ἀρχὴν οὐδὲ ἐπιτρέπει γεννᾶσθαι τὸ σπέρμα, κἂν θερμὰ τὴν φύσιν ὑπάρχῃ, καθάπερ τὸ πήγανον· εἰ δὲ μὴ θερμαίνοι, πολὺ μᾶλλον, ὡς ἡ νυμφαία.

`2.56`

Περὶ ἐκλογῆς τῶν ἁπλῶν φαρμάκων.

`2.56.1,2–2.56.92`

Ἀγαρικὸν ἄμεινον τὸ κτηδόνας ἔχον εὐθείας. —Ἀκακίας ἐκλέγου τὸ ἠρέμα κιρρὸν καὶ εὐῶδες. —Ἀλόης ἐκλέγου τὴν λιπαρὰν καὶ ἄλιθον, στίλβουσαν, ὑπόξανθον, εὔθρυπτον, ἡπατίζουσαν, ῥᾳδίως δʼ ὑγραινομένην, ἐπιτεταμένην τῇ πικρίᾳ, τὴν δὲ μέλαιναν καὶ δυσκάτακτον ἀπεκλέγου. —Ἐγκριτέον ἀμμωνιακὸν θυμίαμα τὸ ἄξυλον καὶ λιβανωτίζον τοῖς χόνδροις, καθαρόν, πυκνόν, μηδεμίαν ἔχον ῥυπαρίαν, καστορίζον τῇ ὀσμῇ, πικρὸν τῇ γεύσει. —Ἄμωμον ἐκλέγου τὸ πρόσφατον καὶ λευκὸν ἢ ὑπέρυθρον, οὐ πεπιεσμένον ἢ συμπεπλεγμένον, λελυμένον δὲ καὶ διακεχυμένον, σπέρματος πλῆρες ὁμοίου βοτρυδίοις, βαρὺ σφόδρα καὶ εὐῶδες, δίχα εὐρῶτος καὶ δριμύττον τὴν γεῦσιν, ἁπλοῦν τὴν χρόαν καὶ μὴ ποικίλον. δολοῦσι δέ τινες αὐτὸ τῇ ἀμωμίδι ἐμφερεῖ οὔσῃ· ἀεὶ δὲ τὰ θραύσματα παραιτοῦ ἐκλεγόμενος τοὺς ἀπὸ μιᾶς ῥίζης κλάδους. —Ἀσπάλαθος καλός ἐστιν ὁ βαρὺς καὶ μετὰ τὸ φλοϊσθῆναι ὑπέρυθρος ἢ πορφυρίζων, πυκνός, εὐώδης, πικρίζων τῇ γεύσει. —Ἄσφαλτός ἐστι καλὴ ἡ πορφυροειδῶς στίλβουσα, εὔτονος ἐν τῇ ὀσμῇ καὶ βαρεῖα· ἡ δὲ μέλαινα φαύλη· δολοῦται γὰρ πίττης μιγνυμένης. —Ἀψίνθιόν ἐστι βέλτιον τὸ ἐν Πόντῳ καὶ Καππαδοκίᾳ γεννώμενον· δολοῦται δὲ τὸ χύλισμα ἀμόργῃ ἑψηθείσῃ καὶ μιγνυμένῃ. — Βδέλλιον δόκιμόν ἐστι τὸ τῇ γεύσει πικρόν, ταυροκολλῶδες, λιπαρὸν διὰ βάθους καὶ εὐμάλακτον, ἀμιγὲς ξύλων καὶ ῥυπαρίας, εὐῶδες ἐν τῇ θυμιάσει, ἐοικὸς τῷ ὄνυχι. —Ἐλλέβορον μέλανα ἐκλέγου τὸν εὔτροφον, λεπτὴν ἔχοντα τὴν ἐντεριώνην, δριμὺν ἐν τῇ γεύσει καὶ πυρώδη· τοιοῦτος δʼ ἐστὶν ὁ ἐν τῷ Ἑλικῶνι καὶ Παρνασῷ καὶ Αἰτωλίᾳ φυόμενος. —Εὐφόρβιον ἐκλέγου τὸ διαυγὲς καὶ δριμύ. —Ἰξὸς καλός ἐστιν ὁ λεῖος, πρασίζων τῷ χρώματι κατὰ τὸ ἐντός, ἐκτὸς δʼ ὑπόξανθος, μηδὲν ἔχων τραχὺ ἢ πιτυρῶδες· συνάγεται δʼ ἐκ δρυὸς τῆς ἐχούσης ὅμοια τὰ φύλλα πύξῳ καὶ ἐκ μηλέας καὶ ἀπίου καὶ ἐξ ἄλλων δένδρων. —Ἰχθυοκόλλα καλή ἐστιν ἡ λευκή, ὑπόπαχυς, οὐ ψωρώδης, τάχιστα τηκομένη. —Κάλαμός ἐστιν ἀρωματικὸς κάλλιστος ὁ κιρρός, πυκνογόνατος καὶ εἰς πολλοὺς σκινδαλάμους θραυόμενος, γέμων ἀραχνίων τὴν σήραγγα ὑπολεύκων· ἐν δὲ τῇ διαμασήσει γλίσχρος, στυπτικός, ὑπόδριμυς. —Καρδάμωμον ἄριστον τὸ ἐκ τῆς Ἀρμενίας κομιζόμενον· ἐκλέγου δὲ τὸ δύσθραυστον, πλῆρες, μεμυκός. —Κασίαν ἐκλέγου τὴν ἔγκιρρον, εὔχρουν, κοραλλίζουσαν, στενήν, λίαν μακρὰν καὶ παχεῖαν, τοῖς συριγγίοις πλήρη, δηκτικὴν ἐν τῇ γεύσει καὶ στύφουσαν μετὰ ποσῆς πυρώσεως ἀρωματιζούσης, οἰνίζουσαν· ἡ δʼ ἐμπόρφυρος καὶ παχεῖα ἡ γιζηρὰ καλουμένη, ῥοδίζουσα τῇ ὀσμῇ μάλιστα πρὸς τὴν ἰατρικὴν χρῆσιν εὔθετος. —Κηρὸς ἄριστός ἐστιν ὁ κιρρὸς καὶ ὑπολίπαρος, εὐώδης, καθαρός, ὁ Ποντικός. —Λάδανον κράτιστόν ἐστι τὸ εὐῶδες, ὑπόχλωρον, εὐμάλακτον, λιπαρόν, ἀμέτοχον ἄμμου ἢ ψαφαρίας, ῥητινῶδες· τοιοῦτον δʼ ἐστὶ τὸ ἐν Κύπρῳ γεννώμενον. —Κόλλα, ἣν ἔνιοι ξυλοκόλλαν καλοῦσι, καλλίστη ἐστὶν ἡ Ῥοδιακή· ἔστι δὲ λευκή, διαυγής· ἡ δὲ μέλαινα χείρων. —Κόμμι διαφέρει τὸ σκωληκοειδές, ὑελίζον, διαυγές, ἄξυλον, εἶτα τὸ λευκόν· τὸ δὲ ῥητινῶδες καὶ ῥυπαρὸν ἄχρηστον. —Κόστος καλλίων ἐστὶν ὁ Ἀραβικός, λευκὸς ὢν καὶ κοῦφος καὶ πλείστην ἔχων καὶ ἡδεῖαν τὴν ὀσμήν· δευτερεύει δʼ ὁ Ἰνδικός, ἁδρὸς ὢν καὶ μέλας καὶ κοῦφος ὡς νάρθηξ· τρίτος δʼ ἐστὶν ὁ Συριακὸς βαρύς, τὴν χρόαν ὢν πυξώδης, πληκτικὸς τῇ ὀσμῇ. ἄριστος δʼ ἐστὶν ὁ πρόσφατος, λευκός, πλήρης διόλου, πυκνός, ξηρός, ἀτερηδόνιστος, ἄβρωμος τῇ γεύσει, δηκτικὸς καὶ πυρώδης. δολοῦσι δʼ αὐτὸν ἔνιοι ῥίζας ἑλενίου μιγνύντες· εὐχερὴς δʼ ἡ διάγνωσις· οὔτε γὰρ πυροῖ τὴν γεῦσιν τὸ ἑλένιον οὔτε εὐωδίαν εὔτονον καὶ πληκτικὴν παρέχει. —Κρόκος κράτιστός ἐστιν ὁ Κωρύκιος, πρόσφατος δὲ καὶ εὔχρους, ὀλίγον τὸ λευκὸν ἔχων ἐπὶ τῆς ἕλικος, ἐπιμήκης, ὁλομελής, ἄθραυστος, ἀλιπής, πλήρης, βάπτων ἐν τῇ διέσει τὰς χεῖρας εὐχερῶς, οὐκ εὐρωτιῶν, ἐπακτικὸς ἐν τῇ ὀσμῇ καὶ δριμύς· ὁ γὰρ μὴ τοιοῦτος ἢ παλαιός ἐστιν ἢ ἀποβέβρεκται. πρὸς δὲ τὸ εὐλέαντον εἶναι δεῖ ἐν ἡλίῳ ψύχειν ἢ ἐπʼ ὀστράκου καινοῦ στρέφειν. —Κροκόμαγμα δὲ γίνεται ἐκ τοῦ κροκίνου μύρου τῶν ἀρωμάτων ἐκπιεσθέντων καὶ ἀναπλασσομένων· ἔστι δʼ αὐτοῦ καλὸν τὸ εὐῶδες, μέσως κατάσμυρνον, βαρύ, μέλαν, ἄξυλον, ἐν τῷ διεθῆναι κροκῶδες τὴν χρόαν, ὑπόπικρον, βάπτον ἰσχυρῶς τοὺς ὀδόντας καὶ τὴν γλῶτταν. —Κύπερος ἀρίστη ἐστὶν ἡ βαρυτάτη καὶ πυκνή, ἁδρὰ καὶ δύσθραυστος, τραχεῖα, εὐώδης μετά τινος δριμύτητος. —Ἴου τὸ μήλινον χρήσιμόν ἐστιν. —Λίβανος πρωτεύει ὁ ἄρρην, στρογγύλος, ἄτμητος λευκὸς καὶ τμηθεὶς ἔνδοθεν λιπαρός. δολοῦται δʼ ἢ πιτυΐνῃ ῥητίνῃ ἢ κόμμει· εὐχερὴς δʼ ἡ διάγνωσις· τὸ μὲν γὰρ κόμμι οὐκ ἐκφλογοῦται θυμιώμενον, ἡ δὲ ῥητίνη εἰς καπνὸν ἐκτύφεται. —Λιβάνου φλοιὸς διαφέρει ὁ παχὺς καὶ λιπαρός, εὐώδης, πρόσφατος, λεῖος καὶ μηδὲ πυρώδης ἢ ὑμενώδης. δολοῦται δὲ μιγνυμένου φλοιοῦ στροβίλου ἢ πίτυος· ἔλεγχος δὲ τὸ πῦρ· οἱ μὲν γὰρ ἄλλοι θυμιαθέντες οὐκ ἀνάπτονται, ὁ δὲ τοῦ λιβανωτοῦ ἀνάπτεται μετʼ εὐωδίας. καίεται δʼ ὡς λιβανωτός. —Μαλαβάθρου φύλλον καλόν ἐστι τὸ πρόσφατον καὶ ὑπόλευκον ἐν τῷ μελανίζοντι, ἄθραυστον, ὁλόκληρον, πληκτικὸν τῇ ὀσμῇ καὶ ἐπιδιαμένον τῇ εὐωδίᾳ, ναρδίζον τῇ γεύσει μηδὲ ἁλμυρίζον· τὸ δὲ χεῖρόν ἐστι λελεπτοκοπημένον, εὐρωτιῶσαν ἔχον τὴν ἀποφοράν, φαῦλον. —Μελίλωτος κράτιστος ὁ Ἀττικὸς καὶ ὁ ἐν Κυζίκῳ γεννώμενος, κροκίζων καὶ εὐώδης. —Μήκωνος ὀπὸς κράτιστός ἐστιν ὁ πυκνὸς καὶ βαρὺς ἔν τε τῇ ὀσμῇ καρωτικός, πικρὸς ἐν τῇ γεύσει εὐχερῶς τε διειμένος τῷ ὕδατι, λεῖος, λευκός, οὐ τραχὺς οὔτε θρομβοειδὴς οὔτε συστρεφόμενος ἐν τῷ διηθεῖσθαι, οὐ σκληρός, ἔν τε τῷ ἡλίῳ τεθεὶς διαχεόμενος καὶ πρὸς λύχνον ἐξαπτόμενος, οὐ ζοφώδης τῇ φλογί. δολοῦσι δʼ αὐτὸν γλαυκίῳ μιγνύντες ἢ κόμμει ἢ θρίδακος ἀγρίας χυλῷ· ἔστι δʼ ὁ μὲν ἐκ τοῦ γλαυκίου κροκίζων ἐν τῇ ἀνέσει, ὁ δʼ ἐκ τῆς θρίδακος ἐξίτηλος τῇ ὀσμῇ καὶ τραχύτερος, ὁ δʼ ἐκ τοῦ κόμμεως ἄτονος καὶ διαυγής. — Μυελῶν κράτιστός ἐστιν ὁ ἐλάφειος, εἶτα μόσχειος, εἶτα ταύρειος, εἶτα αἴγειος, εἶτα προβάτειος· καλὸς δʼ ἐστὶ θέρους τοῦ συνεγγίζοντος τῷ φθινοπώρῳ· ἐν γὰρ τοῖς ἄλλοις καιροῖς αἱμαλωπιᾷ. θεραπεύεται δʼ ὁ πρόσφατος μαλαχθεὶς παραχεομένου ὕδατος, εἶτα διʼ ὀθονίου διυλισθεὶς ὡσαύτως τε πλυθείς, ἄχρις ἂν τὸ ὕδωρ καθαρὸν γένηται, κἄπειτα ἐν διπλώματι τακείς, καὶ ἀρθείσης πτερῷ τῆς ἐπινηχομένης ῥυπαρίας καὶ διυλισθείσης εἰς θυίαν. μετὰ δὲ τὸ παγῆναι ἀποτίθεται ἐν ὀστρακίνῳ καινῷ ἀγγείῳ, ἀποξυομένης ἐπιμελῶς τῆς ὑποστάθμης. εἰ δʼ ἀθεράπευτον ἀποθέσθαι βούλει, ποίει πάντα ὡς ἐπὶ τοῦ ὀρνιθείου καὶ χηνείου στέατος. —Νάρδου στάχυς καλλίων ἐστὶν ὁ πρόσφατος, κοῦφος, πολύκομος, ξανθὸς τῇ χρόᾳ, εὐώδης ἄγαν καὶ μετὰ τοῦ κυπερίζειν ἐν τῇ ὀσμῇ μικρὸν ἔχουσα τὸν στάχυν, πικρὸς τῇ γεύσει καὶ τῇ γλώσσῃ ἀναξηραντικός, ἐπιμένων τῇ εὐωδίᾳ. διαπιπράσκεται δὲ καὶ ἀποβεβρεγμένος, ὅπερ γινώσκεται ἐκ τοῦ λευκὸν εἶναι τὸν στάχυν καὶ αὐχμηρὸν καὶ μὴ ἔχειν τὸν χνοῦν. —Ὀμφάκιον ἐκλέγου τὸ ξανθὸν καὶ εὔθρυπτον, στῦφον ἱκανῶς καὶ δάκνον τὴν γλῶτταν. —Ὄνυξ καλός ἐστιν ὁ ἀπὸ τῆς Ἐρυθρᾶς κομιζόμενος, ὑπόλευκος ὢν καὶ λιπαρός. —Πάνακος ῥίζαι βελτίους εἰσὶν αἱ ξηραὶ καὶ λευκαί, τεταναὶ καὶ ἄβρωτοι, πυρώδεις ἐν τῇ γεύσει καὶ ἀρωματίζουσαι. τοῦ δʼ ὀποῦ διαφέρει ὁ πικρότατος ἐν τῇ γεύσει, ἔνδοθεν λευκός, ἔξωθεν κροκίζων, λεῖος, λιπαρός, εὔθρυπτος, τάχιστα διιέμενος, βαρύοσμος. —Πεπέρεως ἐκλέγου τὸ βαρύτατον καὶ πλῆρες, μέλαν, μὴ σφόδρα ῥυσόν, πρόσφατον καὶ μὴ πιτυρῶδες. —Πευκεδάνου ὀπὸς καλλίων ἐστὶν ὁ βαρύοσμος, ἔγκιρρος, θερμαίνων τὴν γεῦσιν. —Πολίου τὸ ὀρεινὸν χρήσιμον. —Ῥητίνη τερμινθίνη καλή ἐστιν ἡ διαυγεστέρα, ὑαλίζουσα τῷ χρώματι, εὐώδης. —Σμύρνα πρωτεύει ἡ Τρωγλοδυτικὴ καλουμένη ὑπόχλωρος καὶ διαυγίζουσα· τῆς δὲ Μιναίας καλουμένης ἐκλέγου τὴν νέαν, ψαθυράν, κούφην, ὁμόχρουν πανταχόθεν καὶ θλασθεῖσαν ἔνδοθεν ἔχουσαν λευκὰς ὀνυχοειδεῖς διαφύσεις, μικρόβωλόν τε καὶ πικράν, εὐώδη, δριμεῖαν· ἡ δὲ βαρεῖα καὶ τῇ χρόᾳ πισσώδης ἄχρηστος. —Σμύρνα στακτὴ καλὴ εὐώδης λίαν ἐστὶ καὶ ἀμιγὴς ἐλαίου. —Στύραξ διαφέρει ὁ ξανθὸς καὶ λιπαρὸς καὶ ῥητινώδης, θρόμβους ἔχων ὑπολεύκους, ἐπιδιαμένων τῇ εὐωδίᾳ ὡς ὅτι πλεῖστον καὶ ἐν τῷ μαλάσσεσθαι ἀνιεὶς ὑγρασίαν μελιτώδη. καίεται δὲ καὶ φώγνυται καὶ ὀπτᾶται καὶ αἰθαλοῦται ὡς λίβανος. —Τραγάκανθά ἐστι δάκρυον τῆς ῥίζης ἀποτμηθείσης ἐπισυνιστάμενον, ἧς διαφέρει ἡ διαυγὴς καὶ λεία καὶ ἰσχνή, καθαρά, ὑπόγλυκυς. —Ὑοσκύαμος ἐπιτήδειος εἰς χρῆσίν ἐστιν ὁ τὰ λευκὰ ἄνθη ἔχων καὶ σπέρμα λευκόν· εἰ δὲ μὴ παρείη οὗτος, χρηστέον τῷ ξανθῷ· τὸν δὲ μέλανα ἀποδοκιμάζειν χρή. —Χαλβάνη ἐστὶ καλλίστη ἡ λιβανοειδής, χονδρώδης καὶ καθαρά, ἄξυλος, ἔχουσα δέ τι καὶ τοῦ σπέρματος καὶ τοῦ νάρθηκος μεμιγμένον, ὀσμῇ βαρεῖα, οὔτε ἄγαν ὑγρὰ οὔτε κατάξηρος. —Ἁλὸς ἄχνης ............. —Ἁλὸς ἄνθος παραληπτέον . ............... —Ἀρμενικόν προκριτέον τὸ λεῖον καὶ τὴν χρόαν κυανοῦν, ὅμαλόν τε καὶ ἄλιθον καὶ εὔχρουν. — Ἀρσενικὸν ἄριστον ἡγητέον τὸ πλακῶδες καὶ χρυσίζον τάς τε πλάκας λεπιζομένας ἔχον. —Τῆς δʼ Ἀμπελίτιδος γῆς τὴν μέλαιναν προκριτέον, πευκίνοις ἄνθραξι μακροῖς ἐμφερῆ, στίλβουσαν. —Διφρυγοῦς προκριτέον τὸ τῇ γεύσει ἔγχαλκον, στῦφόν τε καὶ ἀναξηραῖνον ἱκανῶς τὴν γλῶσσαν. —Θεῖον ἄριστον τὸ ἄπυρον καὶ λαμπυρίζον τῇ χρόᾳ, διαφανές τε καὶ ἄλιθον· τοῦ δὲ πεπυρωμένου τὸ χλωρὸν καὶ εὐλιπές. —Ἰνδικὸν ἄριστόν ἐστι τὸ κυανοειδές τε καὶ ἔγχυλον λεῖον. — Καδμεία ἀρίστη ἐστὶν ἡ βοτρυῗτις καλουμένη, βαρεῖα μέσως, ἔχουσα τὴν ἐπιφάνειαν βοτρυώδη, χρώματι σποδοειδής, θλασθεῖσα δʼ ἔνδοθεν ἔντεφρος καὶ ἰώδης· δευτέρα δʼ ἐστὶν ἡ ἔξωθεν μὲν κυανίζουσα, ἔνδοθεν δὲ διαφύσεις ἔχουσα ἐμφερεῖς ὀνυχίτῃ λίθῳ. —Κίσηριν προκριτέον τὴν κούφην καὶ πολύκενον, σχιστήν τε καὶ ἄλιθον, ἔτι δὲ ψαθυράν τε καὶ λευκήν. —Λιθάργυρος καλλίων ἐστὶν ἡ χρυσῖτις καλουμένη καὶ ἀποστίλβουσα. —Λίθον Ἄσσιον παραληπτέον τὸν κισηροειδῆ τὴν χρόαν, χαῦνόν τε καὶ κοῦφον, ἔτι δὲ καὶ εὐθρυβῆ, διαφύσεις τε μηλίνας ἔχοντα διὰ βάθους. —Λίθος αἱματίτης ἄριστός ἐστιν ὁ εὐθρυβὴς μὲν ὡς ἐν αὐτῷ, σκληρὸς δὲ καὶ κατακορής, ὁμαλός, ἀνεπίμικτος. —Λίθου Γαγάτου προκριτέον τὸν ταχέως ἐξαπτόμενον καὶ ἀσφαλτίζοντα ἐν τῇ ὀσμῇ. —Τοῦ δὲ Μάγνητος λίθου ἄριστός ἐστιν ὁ τὸν σίδηρον εὐχερῶς ἕλκων καὶ τὴν χρόαν κυανίζων, πυκνός. —Μελαντηρία διαφέρει ἡ θειόχρους, λεία, ὁμαλή, καθαρὰ καὶ ἐν τῷ θιγεῖν ὕδατος μελαινομένη ταχέως. δύναμιν δʼ ἔχει καὶ καῦσιν τὴν αὐτὴν τῷ μίσυϊ. —Μίλτος ἡ Σινωπικὴ κρατίστη ἡ πυκνὴ καὶ βαρεῖα, ἡπατίζουσα, ἄλιθος, ὁμόχρους, πολύχυτος ἐν τῇ ἀνέσει. —Μίσυ παραληπτέον τὸ Κύπριον, χρυσοφανές, σκληρὸν καὶ ἐν τῷ θραυσθῆναι χρυσίζον καὶ ἀποστίλβον ἀστεροειδῶς. καῦσιν τὴν αὐτὴν ἔχει τῇ χαλκίτιδι δίχα τοῦ ψωρικοῦ τῆς κατασκευῆς. —Μολύβδαινα καλή ἐστιν ἡ λιθαργυροειδής, ξανθή, ὑποστίλβουσα καὶ κιρρὰ ἐν τῷ λειοτριβεῖσθαι. πλύσιν δὲ καὶ καῦσιν ἔχει τὴν αὐτὴν λιθαργύρῳ. —Νίτρον προκριτέον τὸ κοῦφον καὶ ῥοδωπὸν ἢ λευκὸν τὴν χρόαν, κατατετρημένον. ἀφρὸς δὲ νίτρου ἄριστος εἶναι δοκεῖ ὁ κουφότατος καὶ πλακώδης, εὔθρυπτος καὶ ἐμπόρφυρος ἢ ἀφρώδης. καίεται δʼ ὁμοίως ἁλσίν. —Πομφόλυξ ἀρίστη ἐστὶν ἡ Κυπρία, ἐν δὲ τῷ ὄξει φυραθεῖσα ἀποφορὰν ἔχει χαλκοῦ, χρόαν δʼ ἰάζουσαν ποσῶς, ἔτι δὲ βορβορίζουσα τῇ γεύσει καὶ ἐπʼ ἄνθρακος διαπύρου ἐπιτεθεῖσα. —Σανδαράκην προκριτέον τὴν κατακορῆ καὶ πυρρὰν καὶ εὐανθῆ, καθαρὰν καὶ κινναβαρίζουσαν τῇ χρόᾳ, ἔτι δὲ θειώδη ἀποφορὰν ἔχουσαν. —Στίμμι κράτιστόν ἐστι τὸ στίλβον καὶ λαμπυρίζον ἐν τῇ θραύσει, γεῶδες ἢ λιπαρὸν εὐχερῶς τε θραυόμενον. —Στυπτηρία ἀρίστη ἐστὶν ἡ σχιστή, πρόσφατος καὶ λευκὴ ἄγαν καὶ ἄλιθος. —Σῶρι προκριτέον τὸ Αἰγύπτιον, καὶ ἐν τῷ θραυσθῆναι μελάντερον φαινόμενον, κατατρήσεις πολλὰς ἔχον καὶ ὑπολίπαρον, ἔτι δὲ στῦφον. —Τρύγα παραληπτέον μάλιστα τὴν ἀπʼ οἴνου Ἰταλικοῦ παλαιοῦ ἢ ὁμοίου τούτῳ. —Χαλκὸς κεκαυμένος καλός ἐστιν ὁ ἐρυθρὸς καὶ ἐν τῇ τρίψει κινναβαρίζων. πλύνεται ὡς ἡ καδμεία, τετράκις τῆς ἡμέρας ἀλλασσομένου τοῦ ὕδατος.

`2.57`

Περὶ συμμετρίας κηροῦ πρὸς ἔλαιον.

`2.57.1–2.57.2`

Εἰ μὲν οἷα τὰ καλούμενα ἄκοπα χρίσματα βούλοιο ποιῆσαι, τετραπλάσιον ἐμβαλεῖς τοῦ κηροῦ τὸ ἔλαιον· εἰ δʼ οἵαν ἐπὶ τῶν καταγμάτων τὴν ὑγρὰν κηρωτὴν ἐργαζόμεθα, διπλάσιον· εἰ δὲ τὸ φάρμακον ἐμπλαστῶδες ποιῆσαι βουληθείημεν, τότε τῷ κηρῷ μίξομεν ἴσον τὸ ἔλαιον, ἐὰν τὸ περιέχον ᾖ σύμμετρον, ἐὰν δʼ ὅ τε κηρὸς παλαιὸς ᾖ καὶ αὐχμηρὸς τό τε περιέχον ψυχρόν, ὀλίγῳ πλέον, ὥσπερ γε καὶ ἐὰν ὅ τε κηρὸς λιπαρὸς ᾖ καὶ τὸ περιέχον θερμόν, ἔλαττον ὀλίγῳ. τὸ δʼ ὀλίγον τοῦτο δωδέκατον ἔστω μέρος ἐφʼ ἑκατέρου τοῦ μέσου· καὶ γὰρ οὐγγίας ια καὶ ιγ ἐλαίου ποτὲ μίξεις τῇ λίτρᾳ τοῦ κηροῦ.

`2.58`

Περὶ σταθμῶν καὶ μέτρων.

`2.58.1–2.58.5`

Τὸ Ἰταλικὸν κεράμιον ἔχει ξέστας μη, ὁ ξέστης τοῦ οἴνου ἔχει 𐆃 α 𐆄 η, ὁ ξ̸ τοῦ μέλιτος ἔχει 𐆃 β, ὁ χοῦς ἔχει ξ̸ ϛ, ὁ ξ̸ κοτύλας μὲν ἔχει β, κυάθους δὲ ιβ. ἡ μνᾶ ἔχει οὐγγίας κ, ἡ οὐγγία ἔχει γράμματα κδ, ἡ δραχμὴ ἤτοι ὁλκὴ ἔχει γράμματα γ, ὁ ὀβολὸς ἔχει γράμματος 𐅶. ὀξύβαφόν ἐστι κοτύλης τέταρτον, ὅ ἐστι κύαθος εἷς 𐅶, ἡ χήμη ἡ μεγάλη ἔχει κυάθους δ, ἡ δὲ μικρὰ χήμη κοτύλης ἐστὶ δωδέκατον, τῷ δὲ σταθμῷ λίτρας δωδέκατον, μύστρον τὸ μέγα κοτύλης ἐστὶ τρίτον. δάκτυλοι πλήρεις ἁρπάζουσι 𐅻 β. ὁ κύαμος ὁ Αἰγύπτιος ἔχει ὀβολοὺς δ, ὁ δʼ Ἀλεξανδρῖνος ὀβολοὺς γ, ὁ δʼ Ἑλληνικὸς ὀβολοὺς β, τὸ Ποντικὸν κάρυον ἔχει ὀβολοὺς ιϛ. πᾶσα δραχμὴ ἔχει ὀβολοὺς ϛ, ὁ δʼ ὀβολὸς χαλκοῦς η· ὁ ὀβολὸς ἔχει κεράτια γ, τὸ γράμμα ὀβολοὺς β.

Ἀδαμαντίου. Περὶ σταθμῶν καὶ μέτρων.

`2.58.6–2.58.12`

Ὁ σταθμὸς βάρει μετρούμενος κρίνεται, τὸ δὲ μέτρον ἀγγείου κοιλότητι· ἔχει δὲ τὰ μέτρα οὕτως. τὸ Ἰταλικὸν κεράμιον ἔχει ξ̸ μη, χοῦς η, κοτύλας Ϟϛ, χήμας ρμδ, μύστρα μεγάλα σπη, ὀξύβαφα τπδ, κυάθους φοϛ, χήμας μικρὰς ͵αρνβ· ὁ μὲν γὰρ χοῦς ξ̸ ἔχει ϛ, ὁ δὲ ξέστης κοτύλας ἔχει β· ἡ δὲ κοτύλη χήμας μεγάλας α 𐅶, μύστρα μεγάλα γ, ὀξύβαφα δὲ δ, κυάθους δὲ ϛ, χήμας μικρὰς ἤτοι μύστρα μικρὰ ιβ. πάλιν ὁ ξέστης τοῦ οἴνου ὁ Ἰταλικὸς μέτρῳ μὲν οὐγγίας ἔχει κδ, σταθμῷ δὲ 𐆃 α 𐆄 η, ὁ δὲ ξέστης τοῦ μέλιτος ἄγει σταθμῷ 𐆃 β. ὅτι δὲ τὸ ὀξύβαφον ἐν μέτρῳ κατὰ σταθμὸν ἔχει γρα. ιβ, ὅ ἐστι 𐆄 𐅶, ὁ Διοσκορίδης δηλοῖ ἐν τῷ τετάρτῳ λέγων κατὰ τὸ ρϞγ οὕτως· «τοῦ ἐπιθύμου δοτέον ὀξυβάφου πλῆθος πρὸς ὁλκὴν τεσσάρων δραχμῶν». δῆλον γὰρ ὡς ἡ δραχμὴ ἔχει γράμματα γ. ἡ μὲν οὖν τῶν μέτρων τῶν ὑγρῶν διαίρεσις τοῦτον ἔχει τὸν τρόπον, ἡ δὲ τῶν σταθμῶν οὕτως. ἡ Ἀττικὴ καὶ Αἰγυπτία μνᾶ ἔχει 𐆄 ιϛ, ἡ δὲ Ῥωμαϊκὴ μνᾶ 𐆄 ἐστὶν κ, ἡ λίτρα ἐστὶν 𐆄 ιβ, ἡ οὐγγία ἐστὶ γρ. κδ, ἡ δραχμὴ γρα. ἐστὶ τριῶν, ὀβολῶν ἕξ, ὁ ὀβολὸς ἔχει κεράτια γ, γρα. 𐅶. ὁ κύαμος ὁ Αἰγύπτιος ἔχει ὀβολοὺς δ, ὁ δʼ Ἀλεξανδρῖνος ὀβολοὺς γ, ὁ δʼ Ἑλληνικὸς ὀβολοὺς β, τὸ Ποντικὸν κάρυον ἔχει ὀβολοὺς ιϛ, ὁ δʼ ὀβολὸς ἔχει χαλκοῦς η. ὁ Πλούταρχος ἐν τῷ Λυσάνδρῳ· «κινδυνεύει δὲ καὶ τὸ παράπαν ἀρχαῖον οὕτως ἔχειν· ὀβελίσκοις χρωμένων νομίσμασι σιδηροῖς, ἐνίων δὲ χαλκοῖς, ἀφʼ ὧν παραμένει τὸ πλῆθος ἔτι καὶ νῦν τῶν κερμάτων ὀβολοὺς καλεῖσθαι, δραχμὴν δὲ τοὺς ἓξ ὀβολούς· τοσούτους γὰρ ἡ χεὶρ περιεδράττετο.»

Περὶ τῶν κοπτῶν καλουμένων πλατυσμάτων.

`2.59.1`

Τὰ κοπτὰ καλούμενα πλατύσματα εἰ μὲν μέτριον βουληθείη τις ποιῆσαι φάρμακον ἐπουλωτικὸν τῶν δυσιάτων ἑλκῶν, τὸ τέταρτον μέρος ὀφείλει προσβάλλειν τῷ κηρῷ τῶν μεταλλικῶν· εἰ δʼ ἰσχυρότερον, τὸ τρίτον, δηλονότι τοῦ κηροῦ μαλαττομένου ἐν ἡλίῳ ἢ παρὰ πυρὶ ἢ ἐν ὕδατι θερμῷ, καὶ οὕτω μιγνυμένων τῶν μεταλλικῶν.

`2.60`

Ἐκ τῶν Ἀντύλλου. Περὶ ἑψήσεως τῶν ἐμβαλλομένων εἰς τὰς ἐμπλάστρους φαρμάκων.

`2.60.1–2.60.39`

Ἐν ταῖς ἑψήσεσι τῶν φαρμάκων ἡ λιθάργυρος ἐν ἐλαίῳ καθέψεται· δεῖ δὲ λεάναντας τὴν λιθάργυρον αὖθις σὺν τῷ ἐλαίῳ λειοτριβεῖν ὥστε γλοιωθῆναι, ἔπειτα οὕτως ἑψεῖν ἐπὶ μαλακοῦ πυρὸς ἀδιαλείπτως. κατʼ ἀρχὰς μὲν οὖν ἀνοιδαίνει καὶ πομφολυγοῦται· πλησίον δʼ ἤδη τῆς αὐτάρκους ἑψήσεως γενομένη τῷ χρώματι τρυγωδεστέρα γίνεται· τὸ δὲ μέτρον ἀπολαμβάνει τῆς ἑψήσεως, ὅταν ἐκ τῆς οἰδήσεως κατασταλῇ καὶ ἀμόλυντος γένηται. —Ὁμοίως δὲ τῇ λιθαργύρῳ καὶ ἡ μολύβδαινα ἕψεται· μέτρον δὲ τῆς ἑψήσεως οὐ μόνον τὸ ἀμόλυντον, ἀλλὰ καὶ τὸ μεταβάλλειν ἐκ τοῦ ῥυπώδους χρώματος ἐπὶ τὸ κιρρὸν καὶ σφόδρα εὐανθές. —Χαλκὸς δʼ ἕψεται οὐ κατʼ ἀρχὰς ἐμβαλλόμενος, ἀλλʼ ἡμιέφθου τῆς ἐμπλάστρου τυγχανούσης· μέτρον δὲ τῆς ἑψήσεως, ἐὰν μὴ πάνυ ὀλίγον ἐμβάληται, κρατῆσαι τῷ χρώματι καὶ κιρρὰν ποιῆσαι τὴν ἔμπλαστρον. —Σῶρι δὲ καὶ διφρυγὲς ἐμβάλλεται μὲν καὶ αὐτὰ μέσα τῆς ἑψήσεως· μέτρον δὲ διφρυγοῦς μὲν ὅπερ καὶ λεπίδος, κρατῆσαι τῷ χρώματι· σῶρι δʼ οὐδὲν ἴδιον ἔχει μέτρον· τὸ πάντων δʼ ἀμόλυντον ὑπάρχειν τὴν ἔμπλαστρον. —Χαλκῖτις δʼ ἕψεται ὁμοίως χαλκῷ, καὶ μετρεῖταί γε ἡ ἕψησις αὐτῆς τῷ ποσῶς πυρροτέραν καὶ φοινικοτέραν ποιῆσαι τὴν ἔμπλαστρον. —Χαλκοῦ ἄνθος ὁμοίως χαλκῷ· μέτρον δʼ αὐτοῦ τὸ κοινὸν τῆς ἑψήσεως. —Χάλκανθον ἐμβάλλεται κατὰ τὸ μέσον τῆς ἑψήσεως· ἑψόμενον δὲ φαιδροτέραν ποιεῖ τὴν χρόαν τῆς ἐμπλάστρου· εἰ δʼ ἔχει καὶ τὰ ἄλλα μὴ ἀντιπράσσοντα, μέλαιναν ποιεῖ τὴν ἔμπλαστρον. —Μίσυ ἐπὶ τέλει μὲν ἐμβάλλεται, ἴδιον δὲ μέτρον οὐδὲν παρέχεται. —Ἀρσενικὸν καὶ σανδαράκη βάλλονται ἐπὶ τέλει τῆς ἑψήσεως. —Μόλυβδος κεκαυμένος μεσούσης τῆς ἑψήσεως ἐμβάλλεται. —Ψιμύθιον ἐμβάλλεται εἰς μὲν τὰς λευκὰς ἐμπλάστρους ἐπὶ τέλει — συντηρεῖ γὰρ οὕτω τὸ χρῶμα καὶ μᾶλλον λευκαίνει —, εἰς δὲ τὰς μελαίνας κατʼ ἀρχάς· ἑψόμενον γὰρ ἐπὶ πλέον μέλαν γίνεται. —Ἰὸς εἰς τὰς χλωρὰς ἐμπλάστρους ἐμβάλλεται μετὰ τὴν ἕψησιν· ἐφʼ ὧν δʼ οὐδὲ τὴν ἀρχὴν ἐμβάλλεται τῇ χύτρᾳ, ἀλλὰ σὺν ὄξει λειοτριβηθέντος αὐτοῦ καὶ μένοντος ἐν θυίᾳ κατερᾶται τὰ ἄλλα. ἐν δὲ ταῖς μηλίναις ἡμιέφθου τῆς σκευασίας οὔσης ἐμβάλλεται· μετρίας γὰρ τυχὼν ἑψήσεως μηλίνην ποιεῖ τὴν χρόαν· ἐπὶ δὲ τῶν διπροσώπων μετὰ τὰς ἀρχὰς εὐθὺς ἐνέψομεν τὸν ἰόν· ὑπερτεινόμενος γὰρ κατὰ τὴν ἕψησιν πρῶτον μὲν μήλινον ἐπάγει, διπρόσωπον δʼ ὂν κιρρὸν ἀπεργάζεται τὸ χρῶμα. —Στυπτηρία ἐμβάλλεται τὰ πολλὰ μετὰ τὴν ἕψησιν· ἴδιον δὲ τῆς ἑψήσεως οὐδὲν ἔχει μέτρον. —Μίλτος ἐμβάλλεται ἐπὶ τέλει. —Καδμεία καὶ πομφόλυξ ἐμβάλλονται κατʼ ἀρχάς. —Ἅλας καὶ νίτρον ἐμβάλλεται κατὰ μέσην τὴν ἕψησιν· θεῖον ἐπὶ τέλει· ἡ δʼ ἕψησις αὐτοῦ μελαίνει τὰς ἐμπλάστρους. —Γῆ πᾶσα καὶ λίθοι ἐμβάλλονται ἐπὶ τέλει τὰ πολλά· καὶ ἡ κίσηρις δʼ ἐπὶ τέλει βάλλεται. —Τὸ δʼ ἔλαιον, ἐὰν μὲν ἐν ἀρχαῖς ἐμβληθῇ ῥητίνῃ τινὶ ἢ πίσσῃ ὑγρᾷ, ἀσύστατον ποιεῖ τὴν ἔμπλαστρον· δεῖ οὖν μετὰ τὸ συστῆναι ἐκεῖνα ἑψόμενα οὕτως ἐμβάλλειν τὸ ἔλαιον· τὰ δʼ ἄλλα λίπη τὰ ἄναλα περὶ μέσην ἐμβάλλειν τὴν ἕψησιν χρή. —Τῶν δὲ μύρων ἴρινον μὲν ἕψησιν φέρει, κύπρινον δὲ καὶ ῥόδινον ἧσσον, τὰ δʼ ἄλλα οὐδʼ ὅλως· διόπερ ἐπὶ τέλει τῆς ἑψήσεως ἐμβλητέα ἐστίν. —Κηρὸς οὐχ ἑψεῖται κατʼ ἰδίαν μόνος — κατακαίεται γὰρ — οὔτε μετὰ ῥητίνης ὑγρᾶς ἢ πίσσης ὑγρᾶς — ἀσύστατος γὰρ μένει —, ἀλλʼ ἐπεμβάλλεται ἢ ἐλαίῳ καθαρῷ ἢ ἐλαιώδει μετά τινος τῶν μεταλλικῶν ἑψηθέντι ἢ ῥητίνῃ ἢ πίσσῃ προεψηθείσῃ καὶ πρότερον συστάσῃ· τῶν ἄλλων τῶν ἐχόντων ἐμβληθῆναι πρότερον ὁ κηρὸς ἐμβάλλεται. — Ἡ ῥητίνη ἡ ξηρὰ ἐμβάλλεται μετὰ κηροῦ· ἡ δʼ ὑγρὰ πρότερον τῶν ἄλλων πάντων αὐτὴ καθʼ αὑτὴν ἑψεῖται, εἰ μὴ σφόδρα ὀλίγη παραλαμβάνοιτο. —Πίσσα μὲν ἐμβάλλεται πρὸ τῶν ἄλλων· μέτρον δὲ τῆς μὲν ὑγρᾶς ἑψομένης τὸ συστῆναι, τῆς δὲ ξηρᾶς, μάλιστα εἰ σὺν ὄξει ἕψοιτο ὡς μηκέτι πομφολυγίζειν μηδὲ ἀνοιδαίνειν. —Ἄσφαλτος ἕψεται ἐμβαλλομένη κατʼ ἀρχάς· οὐ δεῖ δὲ λειοτριβεῖν αὐτήν, ἐπεὶ τραχύτητας ἴσχει κεγχραμίσιν ὁμοίας· δεῖ οὖν θρύπτειν αὐτὴν εἰς ἁδρὰ καὶ ἑψεῖν ἐν ὄξει μὴ κινοῦντα, ἕως μηκέτι πομφολυγίζῃ. — Πρόπολιν μαλάσσειν δεῖ καὶ ἑψεῖν· ὑπὸ γὰρ τῆς ἑψήσεως οὐδʼ ὅλως συγχέεται. —Ἀμμωνιακὸν περὶ μέσην ἔμβαλλε τὴν ἕψησιν· δεῖ δέ, εἰ μὲν δύναιτο λεανθῆναι, λεπτὸν ἐμπάσσειν· εἰ δὲ μή, σὺν ὑγρῷ τινι λειοτριβεῖν, ἐὰν μὲν ἔναιμος ἡ ἔμπλαστρος ᾖ, σὺν ὄξει ἢ σὺν οἴνῳ, ἐὰν δὲ μαλακή, οἷαί εἰσιν αἱ δακτυλικαί, σὺν ὕδατι, καὶ γλοιώσαντας οὕτως ἐγχεῖν διεψυγμένων τῶν ἄλλων, ἵνα μὴ ἀναζέωσιν. —Ὀποπάναξ ἐμβάλλεται πολὺ ὕστερον ἀμμωνιακοῦ· παντελῶς δʼ ὀλίγης ἑψήσεως χρῄζει. δεῖ δὲ καὶ τοῦτον προλεαίνειν σὺν οἴνῳ ἢ σὺν ὄξει. —Χαλβάνη ἕψησιν οὐδʼ ὅλως φέρει, ἀλλὰ διὰ τὸ ἀμόλυντον γενέσθαι τὴν ἔμπλαστρον αἴρειν ἀπὸ τοῦ πυρὸς δεῖ καὶ μαλάξαντας αὐτὴν ἐμβάλλειν. —Σαγαπηνὸν κόπτεται ἐν ὅλμῳ καὶ ἁπαλὸν γενόμενον συμμαλάσσεται τῇ ἐμπλάστρῳ μετὰ τὸ χωρισθῆναι τοῦ πυρός. — Ἀλόη ἐμπάσσεται μετὰ τὴν ἕψησιν. —Ὀπὸς μήκωνος ἐμβρέχεται πρὸ μιᾶς ἡμέρας ἐν ὕδατι ὀλίγῳ, εἶτα λεαίνεται ἐν θυίᾳ, κἄπειτα οὕτως αὐτοῦ καταχεῖται ἡ ἔμπλαστρος. —Θαψία ἐμπάσσεται τελευταία. —Βδέλλιον λειοτριβηθὲν ἐμπάσσεται μετὰ τὸ ἀρθῆναι τὴν ἔμπλαστρον ἐκ τοῦ πυρός· εἰ δὲ λιπαρὸν τυγχάνον μὴ δύναιτο λειωθῆναι, παραπλησίως τῷ σαγαπηνῷ κόψαντες αὐτὸ καὶ ποιήσαντες ἐμπλαστῶδες οὕτω συμμαλάξομεν τῇ ἐμπλάστρῳ μετὰ τὴν ἕψησιν. — Λιβανωτὸς καὶ μάννα ἐπὶ τέλει τῆς ἑψήσεως ἐμπάσσεται. —Σμύρνα λειωθεῖσα ἢ σὺν ὀλίγῳ μέλιτι ἢ σὺν ὄξει ἢ ὕδατι, ἐὰν ὑγρὸν ἐπιδέχηται ἡ ἔμπλαστρος, οὕτως ἐμβάλλεται συντετελεσμένης τῆς ἑψήσεως. —Σπερμάτων δὲ καὶ ῥιζῶν καὶ βοτανῶν οὐδὲν ἕψησιν ὑπομένει· λεανθέντων οὖν καὶ μενόντων ἐν θυίᾳ καταχυτέον τὰ τηκτά.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: soi-bl`.
