---
title: "Medical Collections, Books 1–16, 24–25, 43–50: Book V"
title_greek: "Ἰατρικαὶ Συλλογαί, Εʹ"
author: Oribasius of Pergamon
eul_wid: soi-aj
eul_aid: soi
canonical: "https://eulogikon.org/works/oribasius-pergamon-medical-collections-book-5-soi-aj"
lang: grc
period: Late Antique
dialect: Koine
content_hash: "sha256:8b7899740103239f91dd5ffef646c4b8dfc8e1a66d15bdc0d8c8d42fb4aa44fc"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Medical Collections, Books 1–16, 24–25, 43–50: Book V

*Ἰατρικαὶ Συλλογαί, Εʹ*

**Author:** Oribasius of Pergamon

**eul_wid:** `soi-aj` · [HTML page](https://eulogikon.org/works/oribasius-pergamon-medical-collections-book-5-soi-aj)

## Text

Part of [Medical Collections, Books 1–16, 24–25, 43–50](/works/oribasius-pergamon-medical-collections-soi-aa)

`5.1`

Ἐκ τῶν Γαληνοῦ, περὶ ὑδάτων.

`5.1.1–5.1.23`

Τὸ ἄριστον ὕδωρ ἀποιότατον εἶναι προσῆκεν οὐ κατὰ τὴν γεῦσιν μόνον, ἀλλὰ καὶ κατὰ τὴν ὀσμήν. εἴη δʼ ἂν τὸ τοιοῦτον ἥδιστόν τε ἅμα πίνοντι καὶ ἀκριβῶς καθαρόν· εἰ δὲ δὴ καὶ ταχέως ἀποχωροίη τῶν ὑποχονδρίων, μηδὲ ζητεῖν ἕτερον βέλτιον, ὡς ἅ γε καθαρὰ μέν ἐστι καὶ λαμπρὰ καὶ οὐκ ἀηδῆ πινόμενα, παραμένει δʼ ἐπὶ πλέον ἐν τοῖς ὑποχονδρίοις, ἢ πλήττοντα τὴν γαστέρα ἢ ἐμφυσῶντα ἢ βαρύνοντα ἡμιμόχθηρα νομιστέον· ἔστι γὰρ ἀμέλει καὶ τοιαῦτα πολλά, περὶ ὧν μάλιστά μοι δοκεῖ γεγραφέναι τὴν διάκρισιν ἀπὸ τῶν ἀρίστων ὁ Ἱπποκράτης, ἔνθα φησίν· «ὕδωρ τὸ ταχέως θερμαινόμενον καὶ ψυχόμενον κουφότατον». οὐ γὰρ ἐπὶ τῶν βορβορωδῶν ἢ φυσωδῶν ἢ φαρμακῶδές τι κατὰ τὴν γεῦσιν ἐμφαινόντων ἡ τοιαύτη διάγνωσίς ἐστι χρήσιμος, ἅ γε προδήλως φαίνεται πᾶσιν, ἀλλʼ ἐφʼ ὧν οὐδὲν μὲν τοιοῦτον ἔστιν, ἑτέρα δέ τις ἤτοι διʼ ἐπιμιξίαν ἀέρος μοχθηροῦ κακία περὶ τὸ ὕδωρ ἔστιν ἢ καί τις ἄλλη σύμφυτος αὐτῷ τῷ ὕδατι διαλεληθυῖαν ἔχουσα τὴν αἰτίαν· ἐπὶ τούτων γὰρ ἡ εἰρημένη διάγνωσις ἄριστον κριτήριον — οὔτε γοῦν θερμαίνεται ταχέως οὔτε ψύχεται τὰ τοιαῦτα τῶν ὑδάτων — ἑτέρα τε παραπλησία τῇδε διὰ τῶν ἑψωμένων ἐν αὐτῷ λαχάνων ἢ ὀσπρίων ἢ κρεῶν ἢ καρπῶν ἢ ῥιζῶν· τάχιστα μὲν γὰρ ἐν τοῖς ἀρίστοις ὕδασι, βραδύτατα δʼ ἐν τοῖς μοχθηροῖς ἕψεται. καὶ κεκλήκασί γε τὰ οὕτως μοχθηρὰ τῶν ἀρχαίων τινὲς ἀτεράμονα καὶ ἀτέραμνα παραπλησίως αὐτοῖς τοῖς ὀσπρίοις ὅσα δυσχερῶς ἕψεται. ἀσφαλέστατον μὲν οὖν τὸ τῇ πείρᾳ κεκρίσθαι τὸ τοιοῦτον ὕδωρ· εἰ δὲ καὶ διὰ γνωρισμάτων ἐθέλοι τις προγινώσκειν αὐτοῦ τὴν δύναμιν, ὅσων αἱ πηγαὶ πρὸς ἄρκτους ἐρρώγασιν, ἐκ πετρῶν λειβόμεναι, τὸν ἥλιον ἀπεστραμμέναι, ἀτέραμνά τε καὶ βραδύπορα χρὴ νομίζειν τὰ τοιαῦτα πάντα· εὐθὺς δʼ αὐτοῖς ὑπάρχει καὶ τὸ θερμαίνεσθαι καὶ ψύχεσθαι βραδέως, ὡς ὅσων γε πρός τε τὰς ἀνατολὰς ἐρρώγασιν αἱ πηγαὶ καὶ διὰ πώρου τινὸς ἢ γῆς ἠθεῖται θερμαίνεταί τε καὶ ψύχεται τάχιστα, ταῦτα ἐλπίζειν εἶναι κάλλιστα. κουφότατα δʼ ἐστὶ τὰ ὄμβρια· ἀνάγει γὰρ ὁ ἥλιος καὶ ἀναρπάζει τὸ κουφότατον τοῦ ὕδατος καὶ λεπτότατον, ἀνάγει δʼ οὐκ ἀπὸ τῶν ἄλλων ὑδάτων μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς θαλάττης καὶ ἐξ αὐτῶν τῶν ἀνθρωπείων σωμάτων. διὸ καὶ σήπεται τάχιστα πάντων· μάλιστα γὰρ μίαν ἐν ἑαυτοῖς ἔχοντα σώματα ποιότητα δυσσηπτότερα τῶν πολλὰς ἐχόντων ἐστίν, ὅταν μὴ κατʼ ἄλλην αἰτίαν ὑπάρχῃ τῷ σώματι τὸ δύσσηπτον ἢ εὔσηπτον. προσέχειν δὲ χρή, μή τις δόξῃ τὸ τάχιστα σηπόμενον ὕδωρ εἶναι χείριστον· ἐγχωρεῖ γὰρ αὐτῷ καὶ κάλλιστον ὑπάρχειν, ὅταν γε τὰ κατὰ τὸν ἔμπροσθεν λόγον εἰρημένα γνωρίσματα τῶν ἀρίστων ὑδάτων ὑπάρχῃ πάντα αὐτῷ· τὸ γὰρ εὐαλλοίωτον κατὰ ποιότητα πρὸς ἀρετῆς μᾶλλον ἢ κακίας ἐστὶ τῷ ὕδατι. τεκμήριον δὲ τῆς ἀρετῆς τῶν ὀμβρίων ὑδάτων καὶ τὸ πέττεσθαι πρὸς τῆς ἡλιακῆς θερμασίας αὐτά· καὶ γὰρ τἄλλα πάντα ἑψώμενα γλυκύτερα σφῶν αὐτῶν ἀποτελεῖται. ὅταν δʼ ἄρξηται σήπεσθαι, παντάπασίν ἐστιν ἄποτον· οἱ γοῦν τὸ ἔτι σηπόμενον πίνοντες ἁλίσκονται βράγχοις τε καὶ βηξὶ καὶ βαρυφωνίαις. αὐτῶν δὲ τῶν ὀμβρίων ὑδάτων τὸ κατὰ τὸ θέρος γινόμενον, ὅπερ ὡραῖον Ἱπποκράτης καλεῖ, τοῦ λαιλαπώδους ἄμεινόν ἐστι, βέλτιον δʼ ἐστὶ καὶ τὸ βροντιαῖον τοῦ λαιλαπώδους. τὰ δʼ ἀπὸ κρυστάλλου καὶ χιόνος λυομένης γινόμενα πονηρότατά ἐστιν· ἐν γὰρ τοῖς ὑπὸ κρύους πηγνυμένοις ἐκθλίβεται πᾶν ὅσον ἂν ἐν αὐτοῖς περιέχηται λεπτομερέστατον. καλῶς δʼ ἂν ἔχοι τά τε ἰλυώδη καὶ δυσώδη καὶ ὅσα ποιότητας ἀτόπους ἔχει πρότερον ἀλλοιοῦντας ἑψήσει προσφέρεσθαι. καὶ καθʼ ἑτέραν δὲ χρείαν ὕδωρ προθερμαίνοντες ψύχομεν, εἰ καὶ μήτε γεῦσιν ἔχοι μήτε ὀδμὴν μοχθηρὰν ἀκριβῶς τε εἴη καθαρόν, ὅταν αὐτοῦ πειραθῶμεν μένοντος ἐπὶ πλεῖον ἐν τῇ γαστρὶ καί τινα βλάβην ἐργαζομένου· τὸ γὰρ ἑψώμενον ὕδωρ ὅλον ὁμαλῶς ἡ θερμότης χέουσα ἐπιτήδειον εἰς διάκρισιν ἐργάζεται· ψυχομένου γὰρ τὰ μὲν γεώδη τῷ συμφύτῳ βάρει καταφερόμενα πρὸς τὸν πυθμένα τοῦ ἀγγείου παραγενήσεται, τὸ δʼ ὕδωρ ἐποχήσεται τούτοις, ὅπερ ἀτρέμα ἀποχέοντες εἰς ἕτερον ἀγγεῖον ἀβλαβῶς ἕξομεν χρῆσθαι. μετὰ δὲ τὴν ἕψησιν, ὅταν ἐργάσασθαι βουληθῶμεν ὕδωρ ψυχρότατον, ἔχοντες μὲν χιόνα, προθερμάναντες αὐτό, περιτίθεμεν ἔξωθεν ἐκείνην· ἀποροῦντες δὲ χιόνος, ἐκ φρεάτων ἢ κρουνῶν αὐτῷ ποριζόμεθα τὴν ψῦξιν προθερμαίνοντες, ἵνα εὐαλλοίωτον γένηται· δέχεται γὰρ ἑτοιμότερον εἰς ὅλον ἑαυτὸ τὴν ἐκ τῶν ὁμιλούντων ἀλλοίωσιν ἕκαστον τῶν προθερμανθέντων. ἐνστήσαντες δὲ φρέασιν ἢ κρουνοῖς ὑποτιθέντες τὸ ἀγγεῖον ἀναγκαίως ἐπίθημα ποιήσομεν αὐτῷ καὶ πάντοθεν ἀκριβῶς αὐτὸ στεγνοῦμεν, οὐ πληροῦντες, ἀλλʼ ἀπόκενον ποιοῦντες τὸ ἀγγεῖον, ὅπως ὁ μεταξὺ τοῦ τε ἐπιθήματος καὶ τοῦ κατὰ τὸ ἀγγεῖον ὕδατος ἀὴρ ψυχθεὶς πρότερον οὕτως ψύξῃ τῇ ψαύσει τὸ πλησιάζον ὕδωρ. ἔνθα δʼ οὐδὲν ἔστι τοιοῦτον, ὡς ἐν Αἰγύπτῳ, κρεμάσαντες τὸ ἀγγεῖον ἀπώμαστον ἐῶμεν, ὡς δέχηται τὸν ἀέρα. ἐπεὶ δʼ οὔτε τμητικὸν ἔχει τι τὸ ὕδωρ οὔτε θερμόν, βραδύπορον εἰκότως ἐστὶ καὶ δύσπεπτον καὶ δυσυποβίαστον ἅπαν ὕδωρ, κἂν ἀλλοίως ἄριστον ᾖ· μένει γοῦν κατὰ τὴν γαστέρα πολλῷ χρόνῳ κλύδωνας αὐτῇ τοὐπίπαν ἐργαζόμενον, κἂν ᾖ χολώδης ἐκείνη, συνδιαφθείρεται καὶ αὐτό, κἀπειδὰν ὑπέλθῃ μόλις ἐκ τῆς κοιλίας εἰς τὴν κύστιν, οὐκ ἀναδίδοται ῥᾳδίως· διόπερ οὔτε οὖρα κινεῖν πέφυκεν οὔτε πτύελον ἀνάγειν. οὐ μὴν οὐδὲ δίψος παύει, μένον ἐπὶ πλεῖστον ἐν τῇ γαστρὶ μηδὲ διαδυόμενον εἰς ὅλον τὸ βάθος μηδʼ ἐπιτέγγον τὸν αὐχμόν. ὅτι δʼ οὐδὲ τρέφει, μόνον δʼ ὄχημα τροφῆς ἐστιν, Ἱπποκράτει τε καὶ τοῖς ἄλλοις ἀρίστοις ἰατροῖς εἴρηται· διὰ τοῦτο οὖν οὐδὲ τὴν ζωτικὴν δύναμιν οἷόν τέ ἐστι ῥωννύναι. καὶ ταῦτά ἐστι τὰ αἴτια διʼ ἃ πρός τε μελίκρατον ὁ Ἱπποκράτης ἀφικνεῖται καὶ ὀξύμελι καὶ οἶνον ἐπὶ τῶν νοσούντων, ἀποχωρῶν τοῦ ὕδατος. ὅσον μὲν οὖν ἐπὶ τούτοις οὐδέποτε ἄν τις αὐτῷ χρήσαιτο· σφαλλόμενοι δʼ οἱ πλείους ἐν τοῖς ἄλλοις καταφεύγουσιν ἐπὶ τὸ ὕδωρ οὐκ ἔχον μεγάλην ἀποτυχίαν, ὅτι μηδὲ τὴν δύναμιν. μοχθηρὰ δὲ γίνεται χρῆσις ὀξυμέλιτός τε καὶ οἴνου καὶ μελικράτου διὰ τὰς ἀθρόας μεταβολάς, γίνεται δὲ καὶ διὰ τὴν μῖξιν ἄκρατον ὑπὸ τῶν ἰατρῶν γινομένην ὡς τὸ πολύ· καθάπερ γὰρ χεῖρά τινα πρὸς τὴν ἀνάδοσιν ἀφελκομένην τὸ ὕδωρ ἐπιμίγνυσθαι χρὴ τὸν οἶνον ἐλάχιστον παντελῶς, ὡς παύσαιτο τὸ ὕδωρ ὂν εἰλικρινές. οὕτω δὲ καὶ τοῦ ὀξυμέλιτος ἐπαινῶ τὸ ὑδαρές· τὸ γὰρ ἄκρατον, εἰ μὴ φθάσειεν ὑπαγαγεῖν τὴν γαστέρα, βλαβερώτατον γίνεται, καὶ μάλιστα ἐν τοῖς πικροχόλοις τε καὶ μεγαλοσπλάγχνοις, ἐφʼ ὧν καὶ τὸ ὕδωρ ἐστὶ βλαβερόν, ὅταν ἐκχολωθῇ μεῖναν ἐπὶ πλεῖον ἐν τοῖς ὑποχονδρίοις· πρὸς γὰρ δὴ τούτοις ἅπασιν οἷς ἔχει κακοῖς ἔτι καὶ ἄκοπρον ὂν οὐδʼ ὑπαγωγήν τινα τῆς γαστρὸς ἐργάζεται. τὸ δʼ ἐν ἀρχαῖς αὐτὸ τῶν παροξυσμῶν πινόμενον βλάπτειν τῶν γινωσκομένων πᾶσίν ἐστιν. πότε οὖν ἐστι χρήσιμον ὕδωρ πινόμενον; ὅταν ἐπὶ μόνῳ ποτῷ ὁ κάμνων διαιτώμενος ᾖ, μηδέπω χυλὸν πτισάνης λαμβάνων· τότε γὰρ μεταξὺ τῶν ἄλλων ποτῶν ὕδωρ ἄν τις ἐν καιρῷ προσφέροι, καὶ μάλιστα ὅταν ὁ κάμνων ᾖ διψώδης· πλημμυρίδα γάρ τινα ποιεῖν αὐτό φησιν ὁ Ἱπποκράτης, τουτέστι πλῆθος ὑγρότητος· διὸ καὶ μεταξὺ μελικράτου τε καὶ ὀξυμέλιτος δίδωσιν ὀλίγον εἰς ὑγρότητα τοῖς ἀναπτυσθησομένοις εὐπετὲς ὄν, ἀλλὰ κἀπειδὰν ὁ οἶνος μεγάλως ᾖ βλαβερός, καὶ τότε δίδωσιν ὕδατος, βλαβερὸς δʼ ἐστὶν, ὅταν ἤτοι παραφρονῇ ὁ κάμνων ἢ κεφαλαλγῇ σφοδρῶς. αὐτὴν μὲν οὖν τὴν οἰκείαν φύσιν ὑγράν τε ἔχει καὶ ψυχρὰν τὸ ὕδωρ, προσλαμβάνον δʼ ἐπίκτητον θερμότητα θερμαίνει μὲν καὶ ὑγραίνει τὰ πλησιάζοντα, πλὴν οὐχ ὁμοίως ἅπαντα πέφυκε δρᾶν, ἀλλʼ ὑγραίνει μὲν ἄκρως, ἄν τε εὔκρατον ἄν τε χλιαρὸν ἄν τε καὶ θερμότερον ὑπάρχῃ, θερμαίνει δʼ οὐκ ἄκρως τό γε μὴ ζέον ἐσχάτως. ἐξεταζέσθω δʼ ὁ λόγος ἐπὶ τῆς εὐκράτου φύσεως· ἂν τοίνυν ταύτῃ προσφέρῃς ὕδωρ εὐκράτως θερμόν, εἴτε λούων εἴτε καταντλῶν ὅ τι δή ποτε μέρος, ὑγρότερον ἀποδείξεις αὐτὸ καὶ θερμότερον ἐν αὐτῷ τῷ χρόνῳ τῆς καταντλήσεως· εἰ δʼ ἐπὶ τούτῳ παύσαιο μὴ συναγαγὼν καὶ πιλήσας τὸ σῶμα ψυχρῷ, μικρὸν ὕστερον εὑρήσεις αὐτὸ ψυχρότερον ἑαυτοῦ γεγενημένον, διαπνεομένης ἀμετρότερον τῆς ἐμφύτου θερμασίας· οὐ μὴν ὥσπερ ψυχρότερον εἰς ὕστερον ἡ τοῦ θερμοῦ χρῆσις, οὕτω καὶ ξηρότερον ἀποδείκνυσι τὸ σῶμα, καίτοι καὶ τοῦτο ἂν δόξειε γίνεσθαι διά τε τὴν ἀραίωσιν τῶν πόρων καὶ μαλακότητα τοῦ σώματος καὶ χύσιν τῆς οὐσίας· ἀτμίζειν γὰρ ἀνάγκη πλέον ἐπὶ ταῖς τοιαύταις διαθέσεσιν, ὁ δʼ ἀτμὸς ὑγρόν ἐστι λελεπτυσμένον. ἀλλὰ γὰρ οὐχ ὧδε ἔχει τἀληθές· αἱ μὲν γὰρ ἐν τοῖς ἀγγείοις καὶ ταῖς ἄλλαις χώραις ταῖς κεναῖς ὑγρότητες ἐκκενοῦνται πᾶσαι, τὰ σώματα δʼ αὐτὰ τῶν ἀγγείων καὶ σύμπαν τὸ σαρκῶδες γένος ὑγρότερον ἑαυτοῦ γίνεται, καὶ ταύτην μόνην, ὡς ἔοικεν, οὐδέποτε ἀποβάλλει τὴν δύναμιν τὸ ὕδωρ· οὐδὲ γὰρ ὅτε ζέον κατακαύσει τὰ σώματα, ξηρὰ τὰ καυθέντα γίνεται τοῖς ὑπὸ τοῦ πυρὸς ὀπτηθεῖσιν ὡσαύτως, οὐδʼ ἐπειδὰν ἄκρως ψυχρὸν γενόμενον διʼ ὅλης ἡμέρας ἢ καὶ πλείονος χρόνου καταντλῆταί τινος μορίου, ξηρότερον ἀπεργάζεται τοῦτο, καίτοι ῥυσόν γε φαίνεται καὶ πάντῃ μικρόν· ἀλλὰ ταῦτα μὲν αὐτῷ διὰ τὸ κεκενῶσθαι τὴν ἐκ τῶν ἀγγείων τε καὶ τῶν ἄλλων χωρίων ὑγρότητα συμβαίνει, τὰ πεφυκότα δʼ αὐτὰ κατʼ οὐδὲν ἑαυτῶν γίνεται ξηρότερα.

`5.2`

Περὶ ὕδατος ψυχροῦ καὶ ὀξυμέλιτος δόσεως ἐπὶ νοσούντων.

`5.2.1–5.2.10`

Ἐπειδὴ πᾶσα διάθεσις ἐν τῷ σώματι παρὰ φύσιν ὑπὸ τῶν ἐναντίων ἑαυτῇ δέδεικται θεραπευομένη, πρόδηλον ὡς καὶ ὁ πυρετὸς ὑπὸ τοῦ ψυχροῦ σβεσθήσεται πάντως, ἐπειδὰν ᾖ μόνος ὢν αὐτὸς ἄνευ τινὸς διαθέσεως ὑπὸ τοῦ ψυχροῦ βλαπτομένης· μετὰ γὰρ τοῦ πυρετοῦ διαθέσεως ἑτέρας οὔσης, ἣν τὸ ψυχρὸν βλάπτει, κἂν ὁ γεννώμενος ἐξ αὐτῆς πυρετὸς ὑπὸ τοῦ ψυχροῦ συσβεσθῇ τό γε παραχρῆμα, μετὰ ταῦτα ἕτερος ἀναφθήσεται χαλεπώτερος, αὐξηθείσης τῆς διαθέσεως, ἣν ἔβλαψεν ἡ τοῦ ψυχροῦ πόσις. βλάπτονται δʼ ὑπὸ τοῦ ψυχροῦ διαθέσεις αἵ τε τῶν φλεγμαινόντων μερῶν καὶ τῶν ἀπέπτων χυμῶν, ὧν γνώρισμά ἐστιν ἡ ἀπεψία τῶν οὔρων· ἀρκεῖ τοιγαροῦν ἡ τῶν οὔρων ἐπίσκεψις ἅμα τῷ μὴ φλεγμαίνειν μέρος κύριον ἐπὶ τὴν τοῦ ψυχροῦ δόσιν ἡμᾶς ἐπιστῆσαι. εἰ δὲ κατεπείγοιτό ποτε θέρους ὥρᾳ τὸ σφοδρὸν τοῦ πυρετοῦ, νέος δʼ ὁ κάμνων εἴη καὶ ψυχροῦ πόσεως ἐθάς, ἐὰν ἴδῃς ἅμα τῇ θέᾳ καὶ τῇ συστάσει τῶν οὔρων ἐναιώρημα χρηστόν, οὐκ ἂν ἁμάρτοις δοὺς τὸ ψυχρόν, εἰ καὶ φλεγμαῖνον εἴη τι μόριον, ἀλλὰ προαιρῇ κἀνταῦθα τὴν μὲν σφοδρότητα τοῦ πυρετοῦ παύσασθαι, πλειόνων δʼ ἡμερῶν δεήσεσθαι τὸ λείψανον τῆς φλεγμονῆς· σκιρρωδέστερον γάρ πως ἀναγκαῖον αὐτὸ γενέσθαι καὶ δυσλυτώτερον. ἐὰν μέντοι μὴ σφόδρα περικαεῖς ὦσιν οἱ πυρετοί, δοὺς τὸ ψυχρὸν ἐπὶ τῶν φλεγμαινόντων μορίων ἀστοχήσεις μεγάλως· σημαίνουσι γὰρ οἱ ἰσχυρῶς φλογώδεις πυρετοὶ τὴν φλεγμονὴν ἐρυσιπελατώδη πως εἶναι, καὶ διὰ τοῦτο καὶ τὸ ψυχρὸν ὀνίνησιν αὐτήν, ὥσπερ κἀπὶ τῶν ἐκτὸς ὁρᾶται. περὶ μὲν οὖν τῶν ἀρχομένας ἐχόντων φλεγμονὰς ἐν ἥπατι καὶ γαστρὶ καὶ τοῖς τοιούτοις μορίοις ἀκριβεστέρου χρεία διορισμοῦ· μεγάλως γὰρ οὗτοι ἅπαντες βλάπτονται, κἂν ἐν καιρῷ λάβωσιν, ἐὰν ὑπερβάλλῃ βραχὺ τῷ πλήθει τὸ ποτόν· ἐπειδὴ γὰρ ἀρχαὶ τῶν ἄνευ πληγῆς ἢ τραύματος συνισταμένων φλεγμονῶν ἤτοι διὰ τὴν ἀσθένειαν τῶν μορίων ἢ διά τινα θερμότητα γίνονται, τὰς μὲν διὰ τὴν ἀσθένειαν γινομένας ἀεὶ βλάψει τὸ ψυχρόν, τὰς δὲ διὰ θερμασίαν τινὰ πυρώδη σύμμετρον δοθὲν ὠφελήσει· κίνδυνος γὰρ ἐν τῇ τοῦ πλείονος δόσει πρὸς τὴν ἐναντίαν ἀμετρίαν μεταστῆναι τὸ μέρος. ἔτι δὲ μᾶλλον ὠφελήσει τὰς τοιαύτας διαθέσεις ἡ τοῦ ψυχροῦ πόσις, ἐφθακότων αὐτῷ χρῆσθαι παρὰ τὸν τῆς ὑγείας χρόνον. προεπισκέψασθαι οὖν χρὴ τά τε κατὰ τὸν θώρακα καὶ κατὰ τὴν γαστέρα καὶ κατὰ τὸ ἧπαρ καὶ τὸν τράχηλον καὶ τὴν κεφαλὴν ὅλην ἰσχυρὰ νοσήματα· τὰ κῶλα γὰρ ἴσως οὐδὲν μέγα βλαβήσεται· βλαβήσεται μὲν γάρ τι καὶ αὐτὰ κατά τινας διαθέσεις, ἃς ἐφεξῆς ἐρῶ, τὴν δʼ αὐτὴν αὐτῶν ἔσεσθαι βλάβην, ἡλίκη γίνεται τῶν προειρημένων μερῶν ἰσχυρῶς πασχόντων, οὐκ ἂν οὐδʼ ἰδιώτης εἴποι. εἰ μὲν οὖν ἐρυσιπελατώδης ἢ ἑρπυστικὴ διάθεσις εἴη ἐν τοῖς καθʼ ὑποχόνδριον ἢ ἐρυσιπελατώδης φλεγμονὴ ἢ κατὰ δυσκρασίαν ἄνευ χυμῶν γεγονυῖα ἄκρως θερμὴ διάθεσις, ὀνίνασθαι, καθάπερ γε καὶ ἀπόστημα καὶ οἴδημα καὶ σκίρρον ἕλκος τε καὶ τὰς ψυχρὰς δυσκρασίας. ἐπειδὴ δὲ καὶ περὶ τῶν κώλων ὑπεσχόμην εἰπεῖν, εἰδέναι χρὴ καὶ τὰς ἐν τούτοις φλεγμονὰς τῶν νευρωδῶν μορίων, ἀφʼ ὧν καὶ ἄλλως ἔστι κίνδυνος σπασμῶν, μέγιστα βλαπτομένας ὑπὸ ψυχροῦ πόσεως· εἰ δʼ ἐν σαρκώδει μέρει τῶν κατὰ τὰ κῶλα γένοιτο φλεγμονή, καὶ πίνοι ψυχρὸν ὁ ἄνθρωπος, κἂν ἔξω προσφέρῃ τῷ φλεγμαίνοντι, βλαβείη μὲν ἄν, οὐ μὴν ἀξιόλογόν γε, οὐδὲ σαφὲς οὐδέν, εἰ καὶ μάλιστα πόσει ψυχροῦ συνειθισμένος ὑπάρχοι. ὅταν οὖν πυρετὸς ᾖ μόνος ἄνευ διαθέσεως ἄλλης ὑπὸ ψυχροῦ βλαβῆναι δυναμένης, τοσοῦτον ἐπιδιδόσθω τὸ ψυχρόν, ὅσον ἂν ὁ κάμνων αὐτὸς ἐπισπάσασθαι δύναιτο ἀπνευστί. τὸ δʼ ὀξύμελι θέρους ὥρᾳ δίδοται ψυχρὸν ἕνεκα τοῦ μὴ παροξῦναι τὴν δίψαν τοῦ κάμνοντος· διὰ τοῦτο καὶ πρὶν πεφθῆναι τὴν νόσον ὀξυμέλιτος ψυχροῦ διδόναι τολμῶμεν ὥρᾳ θέρους, οὐκ ἂν δόντες ὕδωρ ψυχρὸν εἰς κόρον ἐν τῇ τοιαύτῃ διαθέσει· πυκνώσει μὲν γὰρ τὴν φλεγμονήν, ὅταν ἐπὶ φλεγμονῇ πυρέττωσιν, ἀπέπτους δὲ φυλάξει τοὺς χυμούς, ὅταν ἐπὶ τούτοις νοσῶσιν· ἀλλὰ τό γε ὀξύμελι τηνικαῦτα δίδομεν ὀλίγον, ὡς ἂν ἐν τῇ γαστρὶ φθάνον χλιανθῆναι πρὶν διαδοθῆναι τὴν ἐξ αὐτοῦ ψῦξιν ἄχρι τῆς πλευρᾶς· εἰ δὲ καὶ διαδοθείη τι βραχύ, τοῦτο ὑπʼ αὐτοῦ τοῦ ὀξυμέλιτος διορθωθήσεται δύναμιν ἔχοντος τμητικήν.

`5.3`

Ἐκ τῶν Ῥούφου, περὶ ὑδάτων· κεῖται ἐν τῷ β λόγῳ τοῦ Περὶ διαίτης ἤτοι Περὶ πομάτων.

`5.3.1–5.3.37`

Τὰ μὲν στάσιμα τῶν ὑδάτων, καλῶ δὲ τὰ ἐκ τῶν φρεάτων, τῷ ἀταλαίπωρα εἶναι οὔτε ἄγαν λεπτά ἐστιν εἰσελθόντα τε εἴσω ἧσσον βρέχει καὶ διαλύει τὰ σιτία, ἧσσον δὲ καὶ πέσσει, οὐρεῖται δʼ οὐκ ἀγαθῶς τῇ παχύτητι, καὶ ὅτι ψυχρά ἐστιν· γίνεται δὲ ποτιμώτερα ταῖς τε ἀντλήσεσιν οἷον ἀπορρέοντα καὶ τῇ καθάρσει τῶν φρεάτων. τὰ δʼ ἀπόρρυτα πολλῷ λεπτότερα καὶ βρέχειν ἀμείνω καὶ εἰς πέψιν καὶ εἰς οὔρησιν. τὰ δʼ ἐκ λίμνης πάντα κάκιστα· ὀσμήν τε γὰρ ἔχει ἄτοπον οἷα σεσηπότα, καὶ τοῦ μὲν θέρους θερμὰ γίνεται, τοῦ δὲ χειμῶνος ψυχρά, ὅπερ μέγιστον σημεῖον τίθεμαι πονηρίας ὑδάτων. κατὰ μὲν οὖν θέρος τὰς γαστέρας ἐκταράσσει, τῇ δὲ κύστει βραδύπορά ἐστιν· πολλάκις δὲ καὶ δυσεντερία γίνεται τῷ ἀνθρώπῳ καὶ τὰ λειεντερικά, ἀφʼ ὧν εἰς ὕδρωπα περιίστανται. κατὰ δὲ χειμῶνα, ἅτε ψυχρὰ ὄντα, τὰς μὲν γαστέρας οὐ μάλα ἐκταράσσει, ῥήγματα δὲ καὶ πλευρίτιδας καὶ βῆχα ποιεῖ· τρέπεται δὲ καὶ εἰς σπλῆνα, ἔπειτα καὶ εἰς ὕδερον τελευτᾷ· ἐπὶ δὲ σπληνὶ καὶ οἱ πόδες ἑλκοῦνται, καὶ τὰ ἕλκη οὐκ ἐθέλει ταχὺ εἰσιέναι. μόνα δὲ τὰ ἐν Αἰγύπτῳ ἕλη ὑγιεινά ἐστιν, ὧν ἐγὼ οἶδα, ὅτι χειμῶνος μὲν οὐ σήπεται τὸ ὕδωρ — οὐ γὰρ ὑπερθερμαίνεται· φθινοπώρου δὲ πληρώσας ὁ Νεῖλος τὰ ἕλη τὸ μὲν ἐξέωσε τὸ παλαιόν, ἄλλο δʼ αὖ νεαρὸν εἰς αὐτὸ ἐγκατέστησεν. περὶ δὲ τῶν ὀμβρίων ὑδάτων γινώσκω τάδε· τὰ ὄμβρια κοῦφά τέ ἐστι καὶ λεπτὰ καὶ καθαρὰ καὶ γλυκέα γευομένῳ, καὶ ἤν τε ἑψεῖν ἐν αὐτῷ τι βούλει, τάχιστα ἕψεται, ἤν τε αὐτὰ θερμαίνῃς, τάχιστα θερμαίνεται, οἴνῳ τε ὀλιγοστῷ κιρνᾶται, ὥστε ἀγαθὰ μὲν εἰς πέψιν, ἀγαθὰ δʼ εἰς οὔρων διαχώρησιν, ἀγαθὰ δὲ καὶ ἥπατι καὶ σπληνὶ καὶ νεφροῖς καὶ πνεύμονι καὶ νεύροις· οὐ γὰρ ἔχοντα δύναμιν ἰσχυρῶς ψύχουσαν εἰκότως εὐμενέστερα τοῖσδε γίνεται. τὰ μὲν οὖν ἠρινὰ καὶ χειμερινὰ ὡραιότατα καὶ κάλλιστα, ἃ δὴ ἐγὼ μάλιστα ἐπαινῶ. τὰ δὲ φθινοπωρινὰ καὶ θερινὰ ἑτέρων μὲν ἂν εἴη κρείσσω, οὐ πάντα δὲ πάντων — καὶ γὰρ ἐν τῇ γῇ ἔνεστι διαφέροντα ἀρεταῖς· τῶν δʼ ἐαρινῶν καὶ χειμερινῶν οὐδὲ ἔστιν εἰπεῖν ὅσον λείπονται· ἥ τε γὰρ γῆ ἀτμίζει ξηρότερον ἐν θέρει καὶ φθινοπώρῳ καὶ μιάσματα ἐκ τῆς γῆς πολλὰ καθαίρουσιν ὄμβροι· δεῖ οὖν τὰ τοιαῦτα ὕδατα ξηρότερα εἶναι καὶ νιτρωδέστατα, καὶ ῥύπτειν μὲν ἱκανὰ καὶ διαχωρεῖν κατʼ ἔντερον, οὐκ ἐπιτήδεια δὲ νεφροῖς καὶ πνεύμονι καὶ ἀρτηρίᾳ· δεῖ δέ που καὶ οἶνον πλείω φέρειν τὰ τοιαῦτα, ἵνα τὸ νιτρῶδες ἐκνικηθῇ. διαφέροι δʼ ἂν οὐ μικρὸν καὶ τὰ παρὰ τὰ πνεύματα τὰ βόρεια καὶ νότια· ἐν βορείοις μὲν γὰρ ὕει γλυκύτερον μέν, ἀλλὰ ψυχρότερον· νοτίοις δʼ ἧσσον μὲν γλυκύ, θερμὸν δὲ μᾶλλον· καὶ ὅλως αἱ μὲν ἐπομβρίαι γλυκύτερα παρέχουσιν, αἱ δʼ ἀνομβρίαι καὶ οἱ αὐχμοὶ νιτρωδέστερα. ὅσα δʼ ἀπὸ χιόνων καὶ κρυστάλλων ῥεῖ ὕδατα πάντα σκληρὰ μὲν καὶ ψύξει ὑπερβάλλοντα, γλυκέα δὲ γευομένῳ· σκληρὸν δʼ ὕδωρ καὶ ψυχρὸν οὔτε εἰς πέψιν οὔτε εἰς οὔρησιν ἐπιτήδειον, κακὸν δὲ καὶ νεύροις καὶ στήθεσι καὶ πλευραῖς· σπασμούς τε γὰρ ἐπάγει καὶ τετάνους καὶ ῥήγματα ἐν θώρακι ποιεῖ, ὥστε τινὰς καὶ πτύειν ὕφαιμα καὶ ἐμπυΐσκεσθαι. πηγαῖα δὲ τὰ μὲν πρὸς ἀνατολὰς νεύοντα πάντα καὶ ὑγρότητι καὶ λεπτότητι καὶ εὐωδίαις καὶ τῷ μετρίως μὲν ψυχραίνειν, μετρίως δὲ θερμαίνειν προὔχει τῶν ἄλλων. τὰ δὲ πρὸς τὰς ἄρκτους γλυκέα μέν, ψύχει δʼ ὑπερβαλλόντως. τὰ δὲ πρὸς τὴν ἑσπέραν βίαια μὲν καὶ τῷ ψύχειν, βίαια δὲ καὶ τῇ σκληρότητι· διὸ βραγχώδη καὶ πλευριτικὰ καὶ σπασμώδη. τὰ δὲ πρὸς τὴν μεσημβρίαν ἁλυκώτερα καὶ θερμότερα καὶ οὐρηθῆναι μὲν οὐκ ἐπιτήδεια, εἰς δὲ τὰς κατʼ ἔντερον διαχωρήσεις κρείσσω. ἀλλὰ μήν, καίτοι μὴ ἐπαινῶν τὰ ἐν τῇ μεσημβρίᾳ ὕδατα, τὸν Νεῖλον οὕτως ἐπαινῶ, ὥστε δοκεῖ ὀλίγοις ἂν συμβάλλεσθαι ποταμοῖς κατʼ ἀρετὴν ὕδατος· καὶ γὰρ ὑπάγει τὴν γαστέρα καὶ τῇ γυναικὶ καθάρσεις κινεῖ κἀν τοῖς λοχείοις πίνεται. τὰ δὲ πολλὰ τῶν μεσημβρίων ἐστὶ στάσιμα, οἷς δισσὴ βλάβη, ἡ μὲν παρὰ τῆς χώρας, ἡ δʼ ὅτι οὐκ ἀπορρεῖ. κατὰ δὲ τῆς γῆς τὴν φύσιν τῇδε χρὴ διαγινώσκειν περὶ τῶν ὑδάτων· ἡ μέν ἐστι πεδινή, ἡ δὲ λόφοι καὶ ὄρη· ἡ πεδινὴ κρείσσων εἰς ἐκροὰς ὑδάτων, καὶ τὰ πολλὰ ἐνταῦθα φρέατα ὀρυκτὰ καὶ πηγαὶ στάσιμοι· λόφοι δὲ καὶ ὄρη κρείσσω· καὶ γὰρ καθαρώτερα καὶ λεπτότερα καὶ εὐωδέστερα καὶ ταῖς γλυκύτησιν ἡδίω παρέχουσιν. πεδίων δʼ αὖ τοῖς μὲν ἅλμη καὶ νίτρον ἐφίσταται κατὰ θέρος καὶ φθινόπωρον, τοῖς δʼ οὐδέν, ἀλλὰ καλοῦσι τὴν γῆν ταύτην γλυκεῖαν· ἐνταῦθα οὖν καὶ τὸ ὕδωρ κάλλιον καὶ ποτιμώτερον, ἐκεῖ δʼ ἁλμυρὸν καὶ νιτρῶδες. ὀρῶν δʼ αὖ τὰ μὲν γήϊνα, τὰ δὲ πετρώδη, τὰ μὲν γήϊνα κρείσσω μαλακότητι καὶ τῷ ἧσσον ψυχρὰ εἶναι, τὰ δὲ πετρώδη χείρω μὲν τῇ σκληρότητι καὶ τῇ ψύξει, καθαρὰ δὲ πλέον τῶν ἄλλων καὶ ἀνυπόστατα. μεγίστη δὲ τοῖς ὕδασι διαφορὰ καὶ ἐπισημοτάτη ἔκ τε μετάλλων καὶ βοτανῶν πεφυκυιῶν αὐτόθι· τὰ μὲν οὖν μέταλλα εἴς τε τὴν ἄλλην οἴκησιν καὶ εἰς τὴν τῶν ὑδάτων πόσιν βλαβερά· βοτάναι δʼ ὁτὲ μὲν καὶ πάνυ βλάπτουσι τὸ ὕδωρ, ὁτὲ δὲ καὶ προστιμωροῦσιν αὐτῷ τὸ σίον καὶ ἡ καλαμίνθη καὶ τὸ ἀδίαντον· ταῦτα γὰρ πλεῖστα ἐν τοῖς ὀχετοῖς πέφυκεν· τὸ μὲν οὖν χρηστὸν βλάπτουσι, τὸ δὲ πονηρὸν ἄλλως ὠφελοῦσι, συγκαταμιγνυμένου τινὸς ἀπʼ αὐτῶν τῷ ὕδατι οἷον φαρμάκου· γίνεται δʼ οὐρηθῆναι κρείσσω τὰ τοιαῦτα τῶν ὑδάτων. σκοπεῖν οὖν οὐχ ἥκιστα χρή, μή τι καὶ ἀπὸ τῆς γῆς ἢ ἑτέρωθεν κακὸν πρόσεισι τοῖς ὕδασιν, ὡς οὐκ ἐξαρκεῖ τὰς πηγὰς παρέχεσθαι τὸ τοιόνδε ὕδωρ κάλλιον καὶ ποτιμώτερον, ἐκεῖσε δʼ ἁλμυρὸν καὶ νιτρῶδες, εἰ μὴ καὶ τὰ τῶν ὀχετῶν ὅμοια ὑπάρχοι. τὰ μὲν οὖν μέγιστα ἐν τῷ λόγῳ εἴρηται, λεγέσθω δὲ καὶ ἕτερα σημεῖα ὑδάτων ἀρετῆς· ὅσα γὰρ αὖ τοῦ μὲν χειμῶνος θερμά ἐστι, τοῦ δὲ θέρους ψυχρά, δοκεῖ πως εἶναι κάλλιστα, τὰ δʼ ὁμοίως ἔχοντα ψύξεως καὶ θερμότητος ταῖς ὥραις κάκιστα· τοῦ μὲν γὰρ θέρους ἐπιπολῆς τῇ γῇ τὸ θερμὸν γίνεται, τοῦ δὲ χειμῶνος εἰς βάθος καταδύεται, καὶ διὰ τοῦτό μοι δοκεῖ πηγαί τε ὅσαι ἐκ βαθυτάτων ῥέουσι καὶ ὅσα ἄντρα κοῖλα πάντα εἶναι κατὰ μὲν χειμῶνα θερμότατα, κατὰ δὲ θέρος ψυχρότατα· διὰ τοῦτο καὶ τὰ ἐπιπολῆς πάντα συμμεταβάλλει ταῖς ὥραις, ὅπως ἂν ἐκεῖναι θερμότητος ἢ ψύξεως ἔχωσιν. θαυμαστὸν δʼ ὅτι χειμῶνος ἀφανίζεται ὕδωρ, θέρους δʼ ἀναφαίνεται — καίτοι τὸ ἕτερον εἰκὸς ἦν· ἀλλὰ καὶ τοῦδε τὸ θερμὸν τὴν αἰτίαν ἔχει, συμπεριάγον ἑαυτῷ τὰ βαθέα τῶν ὑδάτων· ταῦτα γὰρ καὶ αἰσθάνεται τοῦ θερμοῦ· ὅσαι γὰρ πηγαὶ βαθεῖαί τε καὶ οὐδὲν ἀπὸ τῶν ἔξωθεν ὄμβρων πολὺ λαμβάνουσιν, εὑρήσεις αὐτὰς τοῦ μὲν χειμῶνος καὶ τοῖς ἰσχυροτάτοις ψύχεσι μικροτάτας, τοῦ δὲ θέρους μεγίστας, ὥστε καὶ ἡ ἐν Δήλῳ λίμνη ταὐτὸ πάσχει ταῖς αὐταῖς αἰτίαις καὶ φρέατα τὰ ἐν Πυθοῖ πόλει. μία μὲν δὴ αὕτη χρηστῶν καὶ πονηρῶν ὑδάτων ἐπίγνωσις, εἰ χειμῶνος μὲν θερμὰ εἴη, θέρους δὲ ψυχρά, δευτέρα δέ, εἰ μηδὲν γευομένῳ κατὰ στόμα ἐπίδηλον ἔχοι· οὕτω δʼ ἂν οὔτε οἴνου πολλοῦ δέοιτο εἰς κρᾶσιν, καὶ παντὶ ἂν οἴνῳ πρέποι. ἔστω δὲ καὶ καθαρὸν τὸ κρεῖσσον, μήτε ἄλλως κατὰ χροιὰν βεβλαμμένον μήτε ἰλὺν ἔχον καὶ ὑπόστασιν· εὐθὺς δὲ τὸ καθαρὸν καὶ κοῦφόν ἐστι σταθμῷ· τὸ μὲν γὰρ τῷ σταθμῷ κοῦφον ἀεὶ ἄμικτόν ἐστι γῇ· ὅτε δὲ βαρύ, τῇ γῇ πλεῖον βαρύνει. σκοπεῖν δὲ καὶ τὰ τοιάδε οὐχ ἥκιστα, οἷον εἰ ταχὺ μὲν αὐτὸ θερμαίνεται καὶ ψύχεται· κρείσσω γὰρ ταῦτα τῶν ἑτέρων· καὶ ὅπως μὲν εἰς πέψιν ἔχει, ὅπως δʼ εἰς διαχώρησιν· τὰ γὰρ θᾶσσον πέσσοντα κρείσσω, καὶ τὰ διαχωροῦντα κρείσσω, εἰ κατὰ κύστιν διαχωροίη· πονηροτέρα δʼ ἡ κατʼ ἔντερον ὕδατος διαχώρησις. ὧν δέ γε οὐκ ἔστι τῇ ἡμετέρᾳ τέχνῃ τὰ ἔργα ἐκμανθάνειν, ταῦτα ἀνάγκη παρὰ τῶν ἐπιχωρίων πυνθάνεσθαι. οὐκ ἔστι δὲ τρόπῳ οὐδενὶ ῥᾴδιον εἰδέναι τὰ παρὰ λόγον γινόμενα. αὐτίκα ὕδωρ ἐν Λεοντίνοις ἔστιν, οὗ ἤν τις πίῃ, ἀποθνῄσκει· τοῖον δʼ ἄλλο ἐν Φενεῷ τῆς Ἀρκαδίας, ὃ καλοῦσιν ὕδωρ Στυγός· τοῖον δʼ ἄλλο ἐν Θρᾴκῃ· καὶ ἡ λίμνη ἡ ἐν Σαυρομάταις, ἣν οὐδʼ ὄρνις ὑπερπτῆναι φθάνει· καὶ ἑτέρα κατὰ Μήδους, ἐφʼ ἧς δὴ καὶ λέγουσιν ἰχῶρα ἐφίστασθαι μέλανα, ὃν εἴ τις χρισάμενος παρασταίη πυρί, ἀνάπτεται· τούτῳ φασὶ τὴν Μήδειαν τῷ φαρμάκῳ διαφθεῖραι τὴν θυγατέρα τὴν Κρέοντος. ἔστι δὲ καὶ περὶ Σοῦσα ὕδωρ, ὃ ἤν τις πίῃ, ἐκβάλλει τοὺς ὀδόντας. ὁ δὲ Σύβαρις ποταμὸς τοὺς ἄνδρας ἁγνοὺς ποιεῖ. τὸ δʼ ἐν Αἰθιοπίᾳ ὕδωρ τὸ καλούμενον ἐρυθρὸν μανίαν ποιεῖ. τὸ δʼ ἐν Αἰγύπτῳ ὕδωρ τῶν πινόντων ἀποψιλοῖ τὰς κεφαλάς. τούτων δὴ οὐκ ἔστιν οὐδὲν εἰδέναι, ὡς πολλοὶ οἱ μὲν διεφθάρησαν ἤδη ἀφυλάκτως χρησάμενοι, οἱ δέ τι ἄλλο ἔπαθον οὐκ ἐπιτήδειον. δυνάμεις δὲ καὶ ἕτεραι πολλαὶ ὑδάτων εἰσὶν οὐ κατὰ τὴν κοινὴν φύσιν ἔχουσαι· τοῦτο μὲν γὰρ τὸ ἐν Λιγυστικῷ ὕδωρ εἰς μέθας ἐμβάλλει τοὺς πίνοντας· τοῦτο δὲ καὶ τὸ ἐν Κλειτορίῳ τῆς Ἀρκαδίας, εἴ τις ἐν αὐτῷ λούσαιτο, οὐδʼ ἂν ὀσμῆς ἀνάσχοιτο οἴνου· τοῦτο δὲ τὸ ἐν Χαλκίδι τῆς Ἀρεθούσης τὰς μὲν γυναῖκας ὀνίνησι, τὰ δʼ ἄλλα ζῷα ποδαλγεῖ πιόντα· ὁ δὲ Κύδνος πεπίστευται πραΰνειν ποδαλγίας, καίτοι ψυχρότητι ὑπερβάλλων. διατρίβοντα δʼ ὅπου φαῦλον ἔστιν ὕδωρ, μηχανητέον αὐτὸ ποτιμώτερον ποιεῖν. ἄριστον οὖν ἑψεῖν ἐν κεραμίοις ἀγγείοις καὶ διαψύξαντα τῆς νυκτὸς πάλιν θερμάναντα πίνειν· εἰ δὲ στρατοπέδῳ παρασκευάσαι δέοι χρηστὸν ὕδωρ ἐκ πονηροῦ, βόθρους ὀρυκτέον ἐφεξῆς ἀπὸ τῶν ὑψηλοτάτων εἰς τὰ κατάντη καὶ διὰ τούτων ἀκτέον τὸ ὕδωρ, ἐμβάλλοντα εἰς τοὺς βόθρους τὴν γλυκεῖαν γῆν καὶ λιπαράν, ἀφʼ ἧς δὴ ἂν κέραμος γένοιτο· ἀεὶ γὰρ ἐν τοῖς βόθροις καταλειφθήσεται ἡ τοῦ ὕδατος κακία.

`5.4`

Ἐκ τῶν Διοκλέους, ὕδατος διόρθωσις.

`5.4.1–5.4.2`

Ὕδωρ ἀσθενέστατον ποιήσεις ἀφεψῶν τὸ τρίτον μέρος· καὶ τὰ λευκὰ δεῖ ἀφεψεῖν ὡσαύτως, ἐμβάλλειν δʼ εἰς ταῦτα βώλους ἀργίλου ξηρᾶς, μέχρι διάβροχοι γένωνται, μέτρον ὡς ἡμίεκτον εἰς ἀμφορέα· ἐπειδὰν δʼ ἀφεψήσῃς, πιεῖν. καὶ οὕτως θερμὴν ὀδμὴν ἐξάγειν ὕδατος, κόπτων χειρὶ πρὸς ἄνεμον καὶ ἐξαιθριάζων ἐν ἀχανεῖ τεύχει καὶ διαχέων εἰς τεύχη πολλὰ κατὰ μικρόν.

`5.5`

Ἐκ τῶν Ἀθηναίου, ὕδατος κάθαρσις.

`5.5.1–5.5.4`

Διυλίζεται τὸ ὕδωρ τὸ μὲν τοῖς στακτοῖς λεγομένοις, καθάπερ ἐν Ἀλεξανδρείᾳ· διυλίζεται δὲ καὶ τοῖς ὑλιστῆρσι, ποτὲ μὲν ἁπλοῖς, ποτὲ δὲ διπλοῖς ἢ τριπλοῖς γινομένοις ἕνεκα τοῦ καθαρώτατον διʼ αὐτῶν ἐκδέχεσθαι. καὶ βόθροι δὲ γίνονται παρά τε τῇ θαλάσσῃ καὶ ταῖς λίμναις, ἔνθα μὲν πότιμον ἀπὸ τῆς θαλάσσης χωρίζειν προαιρουμένων, ἔνθα δὲ τῆς λίμνης ἀνατεθολωμένης καὶ βδέλλας ἐχούσης ἤ τινας ἄλλας κακίας, ὅπως τὸ καθαρώτατον καὶ ἀλυπότατον διὰ τῆς γῆς διαπηδῶν εἰς τὰ ὀρύγματα συνάγηται. ἐπὰν δὲ πολὺ πλῆθος ᾖ τὸ ὑδρευόμενον, καθάπερ ἐν στρατείαις, κύκλῳ τὰς πλευρὰς τοῦ βόθρου λίθοις ἢ ξύλοις περιλαμβάνουσι καὶ τὸ ἔδαφος ὁμοίως καταστρώσαντες πειρῶνται καθαρὰ διαφυλάττειν τὰ ὕδατα. τὰ δὲ διυλιζόμενα λεπτότερα γίνεται καὶ καθαρώτατα, διὰ τοῦτο καὶ ψυχρότερα, πολλὰ δʼ αὐτῶν καὶ διυλισθέντα τὰς ἀπὸ τῶν γλοιωδῶν σωμάτων δυνάμεις φυλάττει.

`5.6`

Περὶ οἴνων, ἐκ τῶν Γαληνοῦ.

`5.6.1–5.6.45`

Οἶνον ὑδατώδη καλοῦσιν οἱ ἄνθρωποι τὸν ἐοικότα κατὰ χρόαν καὶ σύστασιν ὕδατι· διαφανής τε γάρ ἐστι καὶ λαμπρὸς καὶ καθαρὸς καὶ τῇ συστάσει λεπτὸς φαίνεται· καὶ γευομένῳ δʼ ἄν σοι φανείη μηδεμίαν ἰσχυρὰν ποιότητα ἔχειν, ἔν τε τῷ κεράννυσθαι μὴ φέρων ὕδατος μῖξιν πολλοῦ· διὸ καὶ πρὸς τῶν παλαιῶν ὀλιγοφόρος κέκληται. τελέως δὲ τοῦ στύφειν ὁ τοιοῦτος οἶνος οὐκ ἐκπέπτωκεν, ἀλλʼ ἔστι παντάπασιν ἐκλελυμένην ἔχων τὴν στῦψιν· εἰ γὰρ ὕδατι παραβάλλοις αὐτόν, αἰσθήσῃ σαφῶς ἐκ τῆς παραβολῆς ἐξ ὕδατος γεγονέναι βραχεῖαν στῦψιν εἰληφότος. καὶ τῇ δυνάμει δὲ παραπλήσιός ἐστιν ὕδατι, μήτε κεφαλῆς ἀσθενοῦς ἁπτόμενος μήτε νεύρων ἀσθενῶν, ὅτι μηδὲ θερμαίνει σαφῶς. φαίνεται δὲ μήτε ἄλλην τινὰ ποιότητα κεκτημένος ἐπιφανῆ μήτε αὐστηρότητα μήτε στρυφνότητα μήτε γλυκύτητα μήτε δριμύτητα κατὰ τὴν γεῦσιν. ἐπιτήδειος δʼ ἐστὶν οὗτος ὁ οἶνος εἰς τὴν τῶν ἐκ πνεύμονος ἀναγωγὴν τήν τε δύναμιν ῥωννὺς καὶ τοὺς χυμοὺς ὑγραίνων καὶ τέμνων μετρίως. οὗτος καὶ τοῖς πυρέττουσιν ἀκινδυνότερον δίδοται τῶν ἄλλων οἴνων ἁπάντων· καὶ γὰρ τὰς ὕδατος κακίας αὐτῷ καὶ τὰς οἴνου πεφευγέναι μόνῳ τῶν ἄλλων πάντων ὑπάρχει. πρὸς δὲ τῷ μηδέποτε βλάπτειν κεφαλὴν ἔτι καὶ ὠφελεῖ πολλάκις, παύων ὀδύνας μικρὰς διὰ τοὺς ἐν τῇ κοιλίᾳ χυμοὺς γινομένας· εὕροις γὰρ ἄν ποτε καὶ διʼ ὕδατος πόσιν ἀλγοῦντας ἐνίους τὴν κεφαλήν, καὶ μάλιστα ὅταν ᾖ μοχθηρόν, ὡς αὐτοῦ τε διαφθειρομένου καὶ τὸν φυσικὸν τόνον ἐκλύοντος τῆς γαστρός, ἧς ἀτονησάσης ἰχῶρες χολώδεις εἰώθασι συρρεῖν ἐκ τοῦ σώματος εἰς τὸ κύτος αὐτῆς, ὥσπερ τοῖς νηστεύσασιν, ὧν τῆς κακίας καὶ βλάβης ὁ προειρημένος οἶνος ἐλευθεροῖ τὸν ἄνθρωπον, ἐκ μὲν τοῦ παραχρῆμα τῷ τῆς ἐπικράσεως λόγῳ, μετὰ βραχὺ δὲ καὶ τῷ ῥωσθεῖσαν τὴν κοιλίαν ὠθεῖν ἀφʼ ἑαυτῆς κάτω τὰ λυποῦντα. ταῖς δὲ θερμαῖς πάνυ κράσεσιν ὠφελιμώτερον μὲν οἴνου ποτὸν ὕδωρ ἐστίν· εἰ δέ ποτε καὶ δεήσειεν οἴνου, τὸν λεπτὸν καὶ μετρίως αὐστηρὸν αὐτοῖς διδόναι. κινοῦντες δʼ οὔρησιν οἱ ὑδατώδεις καὶ λεπτοὶ τῶν οἴνων ὀλιγίστην τροφὴν παρέχουσι τοῖς σώμασιν. καὶ μόνοι πάντων τῶν ἄλλων ἐπʼ ἀγαθῷ πίνοιντο ἂν νέοι, καθάπερ ὅ τε Γαυριανὸς ὀνομαζόμενος ἔνιοί τε τῶν οἳ ἐν Σαβίνοις γεννῶνται. καθʼ ἕκαστον ἔθνος ῥᾳδίως εὑρήσεις τοιούτους οἴνους· ἐν τάχει δὲ γίνονται πότιμοι παρʼ ἡμῖν ὅ τε Τιβηνὸς καὶ ὁ Ἀρσύϊνος καὶ μετʼ αὐτοὺς ὁ Τιτακαζηνός. γλυκὺν δʼ οἶνον οὔτε λεπτὸν ἀκριβῶς οὔτε λαμπρὸν ὄψει ποτέ, ἀλλὰ μᾶλλον μὲν καὶ ἧττον ἀφεστηκότα τῶν εἰρημένων, οὐδέτερον δʼ αὐτῶν ἔχοντα. θερμαίνει δὲ πᾶς γλυκὺς οἶνος καὶ παχύς ἐστι κατὰ τὴν σύστασιν, αἵ τε κατὰ μέρος αὐτοῦ δυνάμεις, ἃς ἐπιδείκνυται πινόμενος, ἀκόλουθοι ταῖς δύο ταύταις εἰσὶ ποιότησιν· ἡ γὰρ χρόα κατὰ τὸν ἑαυτῆς λόγον οὐδεμίαν ἔχει δύναμιν εἰς ὠφέλειαν ἢ βλάβην. εἰς ὅσον οὖν παχύς ἐστι κατὰ τὴν σύστασιν ὁ τοιοῦτος οἶνος, εἰς τοσοῦτον καὶ βραδύπορος, ὥστε οὐ μόνον οὐκ ἐκφράξει τι τῶν ἐμπεφραγμένων μορίων, ἀλλὰ καὶ προσεμφράξει, καὶ διὰ τοῦτο βλαβερώτατος ἥπατι πάσχοντι γίνεται, καὶ μάλιστα ὅταν ἤτοι φλεγμονή τις ἢ σκίρρος ᾖ κατʼ αὐτό· μετριώτερον δʼ ἐργάζεται τὴν βλάβην, ὅταν ὑπὸ παχέων χυμῶν ἐμφράττηται τὸ σπλάγχνον ἢ διʼ ἀτονίαν πάσχῃ, καθάπερ ἐν τοῖς ἰδίως ἡπατικοῖς ὀνομαζομένοις πάθεσιν. ἐφεξῆς δὲ τῷ ἥπατι βλάπτεται σπλὴν ὑπὸ τῶν γλυκέων οἴνων· οὐ μὴν ὅ γε πνεύμων, ὅταν ἐν τοῖς βρογχίοις ἔχῃ παχὺν χυμόν· ὁ γὰρ γλυκὺς οἶνος ἐν τοῖς ὀξέσι νοσήμασιν εἰς ἀνάπτυσιν ἐπιτήδειός ἐστιν, ἤδη πεπεμμένης περιπνευμονίας τε καὶ πλευρίτιδος, οὐ φλεγμαινόντων ἔτι τῶν μορίων. εἰς ὅσον δʼ ἀπολείπονται σφοδρᾶς θερμότητος οἱ γλυκεῖς, εἰς τοσοῦτον ἧττόν τε καρηβαρίαν ἐργάζονται καὶ βλάβην τῆς φρονήσεως· διαχωρητικώτεροι δʼ εἰσὶ καὶ μεγαλόσπλαγχνοι· οὐκ ἐπιτήδειοι δʼ οὐδὲ τοῖς πικροχόλοις εἰσίν· ὕλη γὰρ πάντες ὑπάρχουσιν οἱ γλυκεῖς χυμοὶ τῇ ξανθῇ χολῇ. οὐ μόνον δʼ ὅτι πολλῇ θερμασίᾳ τοὺς τοιούτους ἐργάζεται χυμοὺς πικρούς, ἀνεπιτήδειός ἐστι γλυκὺς οἶνος τοῖς πυρέττουσιν, ἀλλὰ καὶ διότι παχεῖς ὄντες οὔτε ἐπʼ οὖρα διεξέρχονται ταχέως οὔτε συναπάγουσιν ἑαυτοῖς οὔτε συνεκκενοῦσι τοὺς χολώδεις χυμούς. ἓν οὖν αὐτοῖς μόνον ἀγαθὸν ὑπάρχει τὸ τὴν γαστέρα λαπάττειν· διὸ καὶ προπίνουσιν αὐτούς· ὡς, ἐάν γε μὴ ποιήσωσι τοῦτο, παντοίως βλάπτουσιν· πρὸς γὰρ αὖ τοῖς ἄλλοις καὶ διψώδεις εἰσίν, αὐτῷ τούτῳ δηλοῦντες ὡς ἐκχολοῦνται ῥᾳδίως. εἰσὶ δʼ οἱ τοιοῦτοι καὶ φυσώδεις· τῷ κάτω δʼ οὐκ εἰσὶν ἐντέρῳ βλαβεροί, καίτοι βραδυπόρου τῆς ἀπʼ αὐτῶν φύσης οὔσης καὶ χρονιζούσης περὶ ὑποχόνδριον, ἄχρι ἂν ἐκπεφθῶσί τε καὶ λεπτυνθῶσι τελέως· εἰ δʼ ἅπαξ πεφθῇ, ποριμωτέραν τε καὶ λεπτομερεστέραν ἴσχουσι καὶ τὴν φύσην. γλυκὺς δʼ ἅμα καὶ αὐστηρὸς οἶνος, οἷος ὁ κατὰ τὴν Κιλικίαν Ἀβάτης ἐστίν, ἅτε ἐξ ἐναντίων ποιοτήτων συγκείμενος, μοχθηρὸς ὑπάρχει, μήτε ἀναδιδόμενος μήτε ὑπερχόμενος, ἀλλʼ ἐπὶ πλέον τε παραμένων ἐν τῇ ἄνω γαστρὶ καὶ πνευματῶν αὐτήν. ὅ γε μὴν ἄνευ τοῦ γλυκὺς εἶναι μέλας οἶνος αὐστηρὸς ἐπιφανῶς ἢ στρυφνὸς πλήσμιός ἐστι καὶ βραδύπορος καὶ τὰς διαχωρήσεις ἀμφοτέρας ἐπέχει, τάς τε κατὰ γαστέρα καὶ οὐχ ἧττον τὰς ἐπὶ κύστιν, καὶ ἐπὶ πλεῖστον ἐν τοῖς ὑποχονδρίοις ἐμμένει καὶ ῥᾳδίως ἀποξύνεται καὶ εἰς ἔμετον ὁρμᾷ· μόνοις δʼ ἐστὶν ἐπιτήδειος τοῖς κατὰ γαστέρα ῥεύμασιν, οὐδὲ τούτοις εἰς κόρον πινόμενος. ὁ δʼ αὐστηρὸς ἅμα καὶ λευκὸς οἶνος οὐδʼ αὐτός ἐστιν οὐρητικός, ἀλλʼ ἐὰν μὲν παχὺς ᾖ, χρονίζει περὶ ὑποχόνδριον, ἐὰν δὲ μὴ παχύς, οὔτε χρονίζει περὶ πολλοῦ, καθάπερ ὁ μέλας, οὔτε ὁμοίως ἐπʼ οὖρα διεξέρχεται τοῖς λευκοῖς τε ἅμα καὶ μετρίως αὐστηροῖς. ὁ δὲ κιρρὸς αὐστηρὸς ἁρμόττει καὶ αὐτὸς τοῖς κατὰ γαστέρα ῥεύμασιν· διττὸς δὲ καὶ ὁ κιρρός, ὥσπερ καὶ ὁ μέλας, ὁ μὲν γλυκύς, ὁ δʼ αὐστηρός. κεφαλῆς δὲ καὶ γνώμης ὁ κιρρὸς μᾶλλον ἅπτεται, διότι καὶ θερμότερός ἐστι τοῦ μέλανος. ὁ δὲ ξανθὸς οἶνος ἄκρως θερμός ἐστιν, ὥσπερ γε καὶ ὁ ἐφεξῆς αὐτῷ ὁ κιρρός, εἶτʼ ἐπʼ αὐτοῖς ὁ ἐρυθρός, εἶθʼ ὁ γλυκύς· ὁ δὲ λευκὸς ἧττον ἁπάντων θερμαίνει. λευκὸς δʼ οἶνος οὐδείς ἐστι γλυκύς, ἀλλά τινες μὲν αὐστηροὶ καὶ παχεῖς, τινὲς δʼ ὑδατώδεις καὶ λεπτοί· ξανθοὶ δὲ καὶ κιρροί τινες μὲν γλυκεῖς εἰσι μετρίως, ὥσπερ ὁ Ἱπποδαμάντιός τε καὶ ὁ Φαυστιανός· ἔνιοι δʼ οὐδʼ ὅλως γλυκεῖς εἰσιν. οἱ δʼ ἐρυθροὶ παχύτεροι τούτων, πλησιάζοντες ἤδη κατὰ τὸ χρῶμα τοῖς μέλασιν. τροφὴ δʼ ἐξ ἁπάντων αὐτῶν ἀνὰ λόγον τῷ πάχει· καὶ διὰ τοῦτο τοῖς μὲν ἀναθρέψεως δεομένοις ἐπιτρέπειν πίνειν τοὺς γλυκεῖς, καὶ μάλιστα ὅταν ἀμέμπτως ἔχωσι τὰ καθʼ ἧπάρ τε καὶ σπλῆνα καὶ νεφρούς· τοῖς δὲ παχὺν ἠθροικόσι χυμὸν ἐν ταῖς φλεψὶν οἱ λεπτοὶ κατὰ τὴν σύστασιν οἶνοι χρήσιμοι· ψυχρῶν μὲν ἠθροισμένων ἐν ταῖς φλεψὶ χυμῶν, οἱ δριμεῖς καὶ παλαιοί· μὴ ψυχρῶν δέ, ὅσοις τούτων οὐδέτερον ὑπάρχει. βελτίων δʼ εἰς εὐχυμίαν ὁ εὐώδης, ἀλλὰ πλήττει κεφαλήν. τοῖς δʼ αὐστηροῖς οἴνοις ἕνεκα τοῦ στῆσαι τὴν γαστέρα ῥεομένην χρώμεθα, μὴ ἂν ἄλλως χρησάμενοι διὰ τὸ μήτε ἀναδόσει τροφῆς μήτε αἱματώσει μήτε εὐχυμίᾳ μήτε οὔρων εὐροίᾳ μήτε ἱδρώτων ἐκκρίσει μήτε γαστρὸς ὑπαγωγῇ συντελεῖν αὐτούς. τοῖς μὲν οὖν χολωδεστέροις σώμασιν οὔτε ὁ Φαλερῖνος οὔτε ὁ Τμωλίτης κιρρὸς γλυκὺς οὔτε ὁ Ἀρούσιος οὔτε ὁ Λέσβιος, εὐώδης τε καὶ κιρρὸς ὁμοίως τοῖς προειρημένοις ὤν, ἐπιτήδειος· θερμότεροι γὰρ πάντες εἰσὶν οἱ τοιοῦτοι, καὶ ἕτοιμόν ἐστι τοῖς πίνουσιν αὐτοὺς κεφαλὴν ἀλγῆσαι καὶ πυρέξαι καί τι καὶ τοῖς νεύροις παθεῖν. μήτε οὖν χολώδεσι φύσεσι μήτε τοῖς ἐξ ἐκκαύσεως ἢ καμάτων πολλῶν ἢ ἐνδείας ἢ λύπης ἢ ὥρᾳ καὶ χώρᾳ καὶ καταστάσει θερμῇ χρωμένοις διδόναι τοιοῦτον οἶνον· ἐξ ὑπεναντίων γε μὴν ἀγαθὸς ἅπασι τοῖς θερμαίνεσθαι δεομένοις φλεγματώδεσι καὶ ψυχραῖς κράσεσι, καὶ ψυχρῶν χυμῶν πλῆθος ἠθροικόσιν, ἀργῶς βιοῦσιν, ἐν χωρίῳ ψυχρῷ καὶ χειμῶνι καὶ καταστάσει ψυχρᾷ καὶ ὑγρᾷ. πάντων δʼ οἴνων κοινόν ἐστιν, οἵ γε μὴ πάνυ παχεῖς εἰσι καὶ λίαν γλυκεῖς, ὥσπερ ὁ Θηραῖός τε καὶ ὁ Σκυβελλίτης, ἐπειδὰν ἐς χρόνου μέγεθος ἐκταθῶσι, ξανθοὺς τῇ χρόᾳ γίνεσθαι καί τι στίλβον ἔχειν ὁμοίως πυρί· καὶ γὰρ οἱ μέλανες, οἷόσπερ ἐστὶν ὁ παρʼ ἡμῖν Περπερίνιος, εἰ χρονίσειαν, εἰς ἐρυθρὰν μὲν ἢ κιρρὰν πρότερον ἀφικνοῦνται ποιότητα, μετὰ ταῦτα δʼ εἰς ξανθήν, καὶ ὁ λευκὸς δέ, ὁποῖος ὁ Βιθυνὸς Ἀμιναῖος — ὀνομάζουσι δὲ τὸν οὕτω παλαιωθέντα οἱ Ῥωμαῖοι Καίκουβον· ἤδη δʼ ὁ τοιοῦτός ἐστι πικρὸς καὶ διὰ τοῦτο ἀνεπιτήδειος εἰς πόσιν. φεύγειν οὖν χρὴ τῶν οὕτω παλαιῶν τὴν πόσιν, ὥσπερ καὶ τῶν πάνυ νέων· μάλιστα δὲ τῶν φύσει παχέων οἴνων ἀπέχεσθαι προσῆκεν, ὅταν ὦσι νέοι· τοσούτου γὰρ δέουσι συντελεῖν τι ταῖς τῶν σιτίων πέψεσιν, ὥστε αὐτοὶ μόλις πέττονται· πρὸς τούτοις δʼ οὐδʼ ὑπέρχονται κατὰ κοιλίαν οὐδὲ ἀναδίδονται ῥᾳδίως οὐδὲ οὖρα προτρέπουσιν οὐδὲ αἱματώσει συντελοῦσιν οὐδὲ θρέψει, διαμένουσι δʼ ἐπὶ πλεῖστον ἐν τῇ γαστρὶ μετέωροι παραπλησίως ὕδατι· κἂν βραχύ τις πλέον αὐτῶν πίῃ, ῥᾳδίως ὀξύνονται. ὁ δὲ παλαιότατος εἰς τοσοῦτον τοῦ λευκοῦ τε ἅμα καὶ αὐστηροῦ καὶ νέου καὶ παχέος διενήνοχεν, ὡς τὸν μὲν ἱκανώτατα θερμαίνειν, τὸν δὲ ψύχειν αἰσθητῶς. τὸ γλεῦκος δʼ ὅπως ἐστὶ φυσῶδες καὶ δύσπεπτον καὶ παχύχυμον, ἅπαντες ἴσασιν, ἓν μόνον ἀγαθὸν ἔχον ὑπάγειν γαστέρα· κἂν ἀτυχήσῃ ποτὲ τούτου, βλαβερώτατον γίνεται. τάχιστα δὲ πάντων οἴνων οἱ λευκοὶ καὶ ὑδατώδεις παλαιοῦνται, τουτέστιν ἑτοίμως εἰς τὴν τῶν παλαιουμένων ποιότητα μεταβάλλουσι, δριμύτης δʼ ἐστὶν αὕτη μετὰ τοῦ θερμαίνειν σαφῶς, ὕστερον δὲ καὶ πικρότης, εἰς ἣν ἐν ἔτεσιν ἐνίοτε δέκα τοὺς ὑδατώδεις οἴνους ἀφικνουμένους ἔστιν ἰδεῖν, ὅταν γε μὴ φθάσωσιν ἐν τοῖς πρώτοις τρισὶν ἢ τέτρασιν ὀξυνθῆναι. τοῖς δʼ ἰσχυροῖς τε ἅμα καὶ αὐστηροῖς καὶ λευκοῖς μετὰ πάχους οἴνοις καὶ μετὰ δεκαετίαν ἐνίοτε συνέπεσε μὴ καλῶς ἀποκειμένοις ὀξυνθῆναι· συμβαίνει δʼ αὐτοὺς καὶ παλαιοῦσθαι χρόνῳ παμπόλλῳ. τοιοῦτοι κατὰ τὴν Ἰταλίαν εἰσὶν ὁ Τιβουρτῖνος καὶ Σιγνῖνος καὶ Μάρσος καὶ Συρεντῖνος, ὃς σχεδὸν μὲν πρὸ εἴκοσι ἐτῶν ..... γενόμενος, ἐπὶ πολὺ δὲ παραμένει πότιμος, οὐκ εὐκόλως ἐκπικρούμενος, ἐνάμιλλος κατʼ ἀρετὴν ὑπάρχων τῷ Φαλερίνῳ. ἐναντία δὲ τούτοις τοῖς οἴνοις οἱ ὑδατώδεις πάσχουσιν, ὅ τε Σαβῖνος καὶ ὁ Γαυριανὸς Ἀρσύϊνός τε καὶ Τιτακαζηνὸς καὶ Τιβηνὸς καὶ ὅσοι τοιοῦτοι· ῥᾳδίως τε γὰρ μεταβάλλονται πρὸς τὰς ἐναντίας ποιότητας ἤτοι τὴν ὀξεῖαν, ἐὰν δὲ διαμένωσι, τὴν πικράν. πολὺ δʼ εἰς ἑκατέραν αὐτοῖς τὴν ἀλλοίωσιν συμβάλλεται τὸ χωρίον, ἐν ᾧ κεῖνται· κατʼ ἀρχὰς μὲν γὰρ ἄριστόν ἐστι τὸ ψυχρόν, ὕστερον δὲ τὸ θερμόν, ὡς τό γε χλιαρὸν ὀξύνει ῥᾳδίως αὐτούς. ἐὰν δʼ ἐν τῷ ψυχρῷ κείμενοι διαμείνωσιν ἔτεσι δύο ἢ τρισί, τοὐντεῦθεν ἱκανῶς θερμαίνεσθαι δέονται· τοῦ χλιαροῦ δὲ χωρίου καὶ τοῦ μέσου κατὰ τὴν κρᾶσιν οὐδέποτε δέονται. τινές γε μὴν οὕτως ἀσθενεῖς εἰσι καὶ ὑδατώδεις, ὡς μηδʼ εὐθὺς ἐξ ἀρχῆς φέρειν τὸ ψυχρόν. τῶν δὲ τὸν οἶνον ἐχόντων ἀγγείων ὅ τί περ ἂν ἐάσῃς ἄνευ πώματος ὀξύνεται ῥᾳδίως, ὥσπερ γε πάλιν αὐτῶν τῶν πωμασθέντων ἧττον τοῦτο πάσχει τὰ πεπληρωμένα· τὰ γὰρ ἀπόκενα διὰ τὸ περιέχειν ἐν ἑαυτοῖς ἀέρα διʼ ἐκείνου μέσου θᾶττον ὑπὸ τοῦ περιεστῶτος ἔξωθεν ἀλλοιοῦται, πεπληρωμένα δὲ μέχρι τοῦ ψαύειν τῶν ἐπιθεμάτων, διʼ ἐκείνων μόνων ἔχει τὴν ἀλλοίωσιν ἀσθενῆ τε καὶ ἀμυδρὰν εἰς τοσοῦτον, εἰς ὅσον ἥκει τὸ ἐπίθεμα πυκνότητος· εὑρήσεις γοῦν τὰ μὲν ὑπὸ πίττης ἢ γύψου στεγνωθέντα μονιμώτερα γινόμενα, τὰ δʼ ὑπὸ μόνου δέρματος ἧττον, ὥσπερ καὶ τὰ τοῖς φύλλοις πωμασθέντα. οἶνοι δʼ εἰσὶ κιρροὶ κάλλιστοι παρʼ ἡμῖν ἐν Ἀσίᾳ τρεῖς, ὁ Τμωλίτης, ὁ Λέσβιος καὶ ὁ ἐνδοξότατος παρὰ τοῖς παλαιοῖς Ἀρούσιος ἐν Χίῳ γεννώμενος, ᾧ πάντες ἐχρῶντο πρὸς τὰ κάλλιστα τῶν φαρμάκων καὶ μάλιστα τὰς ἀντιδότους.

`5.7`

Ἐκ τῶν Ῥούφου, περὶ οἴνου· κεῖται ἐν τῷ Περὶ διαίτης ἢ Περὶ πομάτων ἐν τῷ ιβ λόγῳ.

`5.7.1–5.7.7`

Οἶνον ἐπαινῶ μὲν πρὸς ὑγείαν ὡς οὐδὲν χρῆμα ἄλλο, δεῖ δʼ ἐπιστήμης τῷ πίνοντι, εἰ μέλλοι μηδὲν ἀνήκεστον πάσχειν· οἶνος γὰρ δύναται ἀνάψαι μὲν τὸ θερμόν, ἰσχύος δʼ ἐμπλῆσαι τὸ σῶμα, πέψαι δὲ τὴν τροφὴν διʼ ὅλων· καὶ οὐκ ἔστιν οὐδεὶς οἶνος οὕτω κακός, ὥστε μὴ ἂν ποιῆσαι τὰ εἰρημένα, ἔνεστι δὲ κἀνταῦθα, ὥσπερ ἐν τοῖς ἄλλοις, τὸ χεῖρον καὶ τὸ ἄμεινον. δύναται δʼ οἶνος καὶ τῇ ψυχῇ διάθεσίν τινα παρασχεῖν· τὸ γὰρ τῆς λύπης φάρμακον οἶνός ἐστι, καί μοι δοκεῖ ἡ Ἑλένη εἰς τὸν κρατῆρα τοῦτο ἐμβαλεῖν. τῷ μὲν οὖν μετρίως πίνοντι ἔστι μὲν ἥδεσθαι καὶ φιλοφρονεῖσθαι, ἔστι δʼ ὑγιαίνειν καλῶς· τῷ δʼ ἀμέτρως τί μὲν ἡδὺ ἐν τῷ ἀμέτρῳ; τί δʼ οὐκ ἀλγεινόν; πῶς δʼ ἂν ἄλυπος γένοιτο ὁ πέρα τοῦ δέοντος πίνων, ὅτε ἡ ψυχὴ εἰς τοσόνδε οἶνον βρέχεται, ὥστε τῷ θερμοτάτῳ ψύχεσθαι; τεκμήρια δέ σοι τάδε ἔστω· πρῶτον μὲν γὰρ ἀκρατὲς τὸ σῶμα γίνεται τῷ μεθύοντι, ἔπειτα δʼ ὑπνῶδες· θερμῷ δὲ καὶ ἡ τροφὴ πέσσεται. ταῦτα μὲν πάσχουσιν οἱ μεθύοντες ψυγέντες τὸ αὐτίκα· εἰς ὕστερον δʼ οὐκ ἔστιν ὃ οὐκ ἂν ἔγωγε προσδοκήσαιμι τῶν κακῶν· καὶ γὰρ ἀπόπληκτον εἰκὸς γενέσθαι καὶ πονῆσαι τὰ ἄρθρα καὶ χωλωθῆναι μέρος τι τοῦ σώματος καὶ τῷ ἥπατι καὶ τῷ σπληνὶ καὶ τῇ κεφαλῇ τὰ ἴδια παρασχεῖν ἑκάστῳ νοσήματα. καί μοι θαυμάζειν ἐπέρχεται, πῶς ἐφʼ οὕτω προφανέσι καὶ ἀγαθοῖς καὶ κακοῖς, ἐξὸν τὰ κάλλιστα λαμβάνειν παρʼ οἴνου, τὰ κάκιστα αἱροῦνται.

`5.8`

Ἐκ τῶν Γαληνοῦ, περὶ σιραίου.

`5.8.1–5.8.2`

Σίραιον ἐκ γλεύκους γινέσθω, μήτε ἐξ αὐστηρῶν σταφυλῶν, ἀλλʼ, ὡς ἔνι μάλιστα, γλυκειῶν, μήτε ἐκ τοῦ πρώτου ῥέοντος, ἀλλʼ ἐκ τοῦ τελευταίου. εἰ μὲν οὖν εἴη τὸ γλεῦκος τοιοῦτον, ἑψεῖν αὐτὸ χρή, μέχρις ἂν τὸ ἥμισυ λειφθῇ τοῦ κατὰ τὴν ἀρχὴν ἐμβληθέντος· εἰ δὲ μὴ τοιοῦτον, μέχρις οὗ τὸ τρίτον ἀπολειφθῇ, καθεψητέον ἐστίν.

`5.9`

Ἐκ τῶν Ῥούφου, περὶ σιραίου· ἐκ τοῦ β λόγου τοῦ Περὶ διαίτης.

`5.9.1–5.9.3`

Τὸ δὲ σίραιον δύναμιν ἔχει θερμᾶναι μέν, ἀλλʼ οὐκ ἴσα οἴνῳ, ὥστε τινὶ καὶ ψύχειν ἔδοξεν· ἐμοὶ δʼ οὐδὲν δοκεῖ γλυκὺ ὃ τὸ ψύχειν, ὡς νομίζουσιν, ὅτι ἀνάγκη τὸ μὲν γλυκὺ ἡδὺ εἶναι, τὸ δʼ ἡδὺ οἷον χύσιν ἢ διάλυσιν, ταῦτα δὲ τὸ θερμὸν παρασκευάζειν. οὔτε δʼ οὐρεῖται οὔτε εἰς ἀνάδοσιν ὁρμᾷ ῥᾳδίως, ἀλλʼ ἐμμένον τῇ γαστρὶ πεπλήρωκεν ἀεί· τοιάδε ἡ παχύτης. παχὺ δὲ καὶ τὸ αἷμα ἐργάζεται· παχὺ δὲ καὶ ἧπαρ καὶ σπλὴν σιραίῳ γίνεται.

Ἐκ τῶν Γαληνοῦ, περὶ ὄξους.

`5.10.1`

Ὄξος μικτῆς ἐστιν οὐσίας ψυχρᾶς καὶ θερμῆς, ἀμφοῖν λεπτομερῶν· ἐπικρατεῖ δʼ ἡ ψυχρὰ δύναμις, λεπτομερὴς οὖσα· διόπερ ἀποκρουστικὴν ἔχει δύναμιν.

`5.11`

Ἐκ τῶν Ῥούφου, περὶ ὄξους, ἐκ τοῦ β λόγου τοῦ Περὶ διαίτης.

`5.11.1–5.11.4`

Ἡ χρῆσις δʼ ὄξους πλείστη κατὰ τὰς διαίτας· ἥδυσμα γὰρ τὸ κάλλιστον τοῖς ὄψοις, καὶ πολλὰ οὐκ ἂν εἴη ἐδώδιμα τούτου δίχα. καὶ εἴ τις ὑπομείναι μὴ φαγεῖν, μέγιστα ἂν βεβλάψεται, ὥσπερ εἰ καὶ δίχα ἁλῶν ἐσθίοι οἷς πρέπουσιν ἅλες. εὐκαρδιώτατον δʼ ὄξος καὶ εὐσιτότατον καὶ ταῖς πέψεσι συνεργὸν καὶ τῷ φλέγματι πολέμιον. κάλλιστον δʼ ὄξος τὸ ἐκ τῶν ἰσχυροτάτων οἴνων, οὗτοι δʼ εἰσὶν οἱ στρυφνότεροι.

`5.12`

Ἐκ τῶν Ῥούφου, περὶ τοῦ ἀπὸ τῶν στεμφύλων· ἐκ τοῦ αὐτοῦ λόγου.

`5.12.1–5.12.3`

Σκευάζεται πόμα τοιόνδε· ἐκθλίψαντες τὸν οἶνον ἀπὸ τῆς σταφυλῆς, ἔπειτα ὕδωρ μίξαντες, πατοῦσι καὶ ἐκθλίβουσιν, ἔπειτα ἑψοῦσιν, ὡς τρίτον τοῦ παντὸς ὑπολείπεσθαι. γίνεται δὴ γλυκὺ μὲν ὥσπερ σίραιον, οὐ παχὺ δέ, οὐδʼ ἰσχυρόν, καὶ εἴ τις χρηστῶς ἑψεῖ, δεξιὸν καὶ εἰς ἡδονὴν καὶ εἰς οὔρησιν καὶ ἄφυσον, ὥστε καὶ νοσοῦντι θαρρῶν προσφέροις, ἄν ποτε δέοι· εἰ δὲ μὴ ἑψοῖς, ὄξος ἐντεῦθεν πονηρὸν γίνεται. Διοσκορίδης δὲ καὶ ἁλῶν εἰς τὸν μετρήτην ἐμβάλλει ξ̸ β καὶ μετὰ τὸν χειμῶνα ἐγχεῖ εἰς κεράμιον, χρῆσθαί τε αὐτῷ συμβουλεύει μετʼ ἐνιαυτόν, διότι ταχέως ἐξίτηλος γίνεται.

Ἐκ τῶν Διοσκορίδους, περὶ τοῦ ἀδυνάμου οἴνου.

`5.13.1`

Ἔστι καὶ ὁ ἀδύναμος λεγόμενος· δεῖ δʼ ἴσον μέτρον ὕδατος τῷ γλεύκει μίξαντας ἑψῆσαι πράῳ πυρὶ μαλακῷ, ἄχρις ἂν οὗ ἐξαναλωθῇ τὸ ὕδωρ, καὶ μετὰ τοῦτο ψύξαντας καταγγίζειν εἰς ἀγγεῖον πεπισσωμένον.

`5.14`

Ἐκ τῶν Γαληνοῦ, περὶ μελικράτου.

`5.14.1–5.14.7`

Τὸ μελίκρατον οὐ πάνυ τι τοῖς πικροχόλοις ὠφέλιμόν ἐστιν· ἐκχολοῦται γὰρ ἐν αὐτοῖς, ἐὰν μὴ φθάσῃ διεξελθεῖν ἢ κατʼ ἔντερον ἢ κατὰ κύστιν, ὡς διεξελθόν γε πρὸς τῷ βλάψαι μηδὲν ὀνίνησι μέγιστα· συναπάγει γὰρ ἑαυτῷ τὸ χολῶδες περίττωμα. συμφέρει τοίνυν ὑδαρέστερον ἐπὶ τῶν τοιούτων φύσεων δίδοσθαι τὸ μελίκρατον, ὅπως μήτε διψῶδες εἴη μήτε χολοποιόν. ὥσπερ δὲ τοῖς πικροχόλοις, οὕτως καὶ οἷς εἰς ὄγκον ἤρθη τὰ σπλάγχνα σκιρρούμενα καὶ φλεγμαίνοντα καὶ οἰδισκόμενα ἀνεπιτήδειον· μοχθηρὸν γὰρ ἐν τούτοις γίνεται, μὴ δυνάμενον μὲν διεξέρχεσθαι ταχέως αὐτῶν, ἐκχολούμενον δὲ ῥᾳδίως, καὶ μάλιστα ἐν ταῖς φλεγμοναῖς διὰ τὸ πλῆθος τῆς θερμασίας. τὸ μὲν οὖν μέλι, διότι πάντων ἐστὶ γλυκύτατον, ὅταν εἰς θερμὴν ἀφίκηται σώματος κρᾶσιν, ἐν τάχει μεταβάλλεται καὶ τρέπεται πρὸς τὸν χολώδη χυμὸν εὐθέως ἐν τῇ γαστρὶ πρὶν εἰς τὰς φλέβας ἀναδοθῆναι· καὶ εἴπερ φθάσειεν ἄνευ τῆς τοιαύτης μεταβολῆς ἀναδοθῆναι, πάντως ἔν γε ταῖς φλεψὶ μεταβάλλεται· τὰ δʼ ἄλλα κατὰ τὸ μέτρον τῆς γλυκύτητος ἢ πρωϊαίτερον ἢ ὀψιαίτερον ἴσχει τὴν μεταβολὴν κατὰ τὸν αὐτὸν λόγον, ἐν μὲν θερμοτέρᾳ φύσει θᾶττον, ἐν δὲ ψυχροτέρᾳ βραδύτερον. ἐκχολουμένου τοίνυν τοῦ μέλιτος ἐν τοῖς ὀξέσι νοσήμασι καὶ κατὰ τοῦτο βλάπτοντος αὐτά, βραδυπόρου δʼ ὄντος τοῦ ὕδατος καὶ μένοντος ἐπὶ πλεῖστον ἐν τοῖς ὑποχονδρίοις, καὶ τούτου πάλιν ὄντος φευκτοῦ, τὸ μικτὸν ἐξ αὐτῶν ἐπιτήδειον γίνεται κατὰ τοιαύτην κρᾶσιν συντιθέμενον· ὕδατι πλείονι μέλιτος μιγνύσθω τοσοῦτον, ὡς ὁδοποιεῖν τε καὶ πρὸς τὴν ἀνάδοσιν ἄγειν αὐτό· τά τε γὰρ οὖρα ποριμώτερα γίνεται, καὶ ἡ τῶν πτυέλων ἀναγωγὴ θᾶττον, οὕτως κερασθέντων αὐτῶν· εἰ δὲ πολὺ τοῦ μέλιτος μιχθείη, δίψαν τε ποιεῖ καὶ γλισχραίνει τὸ πτύελον. εἰς ταῦτα μὲν οὖν ἐπιτηδειότερόν ἐστι τὸ ὑδαρέστερον μελίκρατον, τὸ δʼ ἀκρατέστερον εἰς τὴν τῆς γαστρὸς ὑποχώρησιν. καὶ τὸ ὠμὸν δὲ μελίκρατον ὑπακτικώτερόν ἐστι, τὸ δὲ καλῶς ἡψημένον τροφιμώτερον. σκευάζειν δὲ χρὴ τὸ μελίκρατον, πρῶτον μὲν ὕδατι πολλῷ μιγνύντας τὸ μέλι, μετὰ τοῦτο δʼ ἑψῶντας, ἄχριπερ ἂν ἀφρίζον παύσηται· προσήκει δʼ αἴρειν ἀπʼ αὐτοῦ δηλονότι συνεχῶς τὸν ἀφρὸν εὐθὺς ἅμα τῷ γεννᾶσθαι· διὰ γὰρ τῆς τοιαύτης παρασκευῆς ἀποτίθεται τὴν δριμύτητα.

`5.15`

Περὶ ἀπομέλιτος, ἐκ τῶν Γαληνοῦ.

`5.15.1–5.15.3`

Ἀπόμελι δὲ πίνουσι μὲν ὡς ἐμψῦχον καὶ ἄδιψον ὥρᾳ θέρους, μιγνύντες ὕδατι ψυχρῷ. ἔστι δὲ καὶ τοῖς τοὺς ὠμοὺς χυμοὺς ἠθροικόσιν ὠφέλιμον, καὶ μάλιστα ὅταν ὀξυνθῇ· πάσχει δὲ πλειστάκις τοῦτο, τὸ μὲν μᾶλλον, τὸ δʼ ἧττον, ὡς διʼ ὕδατος σκευαζόμενον οὐ τοῦ ὀμβρίου, καθάπερ τὸ ὑδρόμηλον, ἀλλὰ τοῦ ἐπιτυχόντος. σκευάζεται δʼ οὕτως· κηρίων οὐ τῶν φαύλων ἐκθλίψαντες τὸ μέλι, βάλλομεν εἰς λέβητα πηγαῖον ὕδωρ ἔχοντα καθαρόν τε καὶ ἡδύ, κἄπειτα ἑψήσαντες, ἄχρις ἂν ἱκανῶς δόξῃ τὰ κηρία τὴν ἐν ἑαυτοῖς ὑγρότητα πᾶσαν ἀποτεθεῖσθαι, κατατίθεμεν καὶ φυλάττομεν καὶ χρώμεθα τοῦτο τὸ πόμα, ὃ οἱ παλαιοὶ ὀξύγλυκυ ὠνόμαζον.

`5.16`

Περὶ ὑδρομήλου τοῦ παρὰ τοῖς ἀρχαίοις, ἐκ τῶν Γαληνοῦ.

`5.16.1–5.16.2`

Ὅταν παύσηται σηπόμενον τὸ ὄμβριον ὕδωρ, τηνικαῦτα τὴν γλυκύτητα ἐπικτᾶται· τούτῳ μίξαντες μέλι προαφηψημένον τε καὶ προαπηφρισμένον χρώμεθα. καλεῖται δὲ συνήθως ὑδρόμηλον τὸ τοιοῦτο πόμα, Διοσκορίδης δʼ ὑδρόμελι τοῦτο καλεῖ, καὶ σκευάζεσθαί φησιν αὐτὸ πρὸς ἓν μέρος μέλιτος δύο ὕδατος ὀμβρίου παλαιοῦ μιγνυμένου καὶ ἡλιαζομένου, τινὰς δὲ καὶ πηγαῖον ὕδωρ μιγνύειν καὶ ἀφεψεῖν εἰς τρίτον καὶ ἀποτίθεσθαι.

`5.17`

Ἐκ τῶν Φιλαγρίου, περὶ ἀπομέλιτος, ἐκ τοῦ Περὶ ἡδέων πομάτων.

`5.17.1–5.17.11`

Καιρὸς πόσεως ἀπομέλιτος, καθʼ ὃν ἂν φανῇ σημεῖον πέψεως, ἐν μὲν πυρετῷ μόνον κατʼ οὔρων· εἰ δέ τι καὶ περὶ πνεύμονα τύχοι ταύτης δεόμενον, ἐν τοῖς ἀναπτυσθεῖσι δεικνύμενον. δοθείη δʼ ἂν οὐκ ἀτόπως καὶ πρὸ πέψεως· καὶ γάρ τι καὶ τμητικὸν ἔχει καὶ ῥυπτικὸν καὶ συμπέψαι δυνάμενον· ἀλλὰ βέλτιον γε πέψαι μελίκρατον αὐτοῦ δύναται. βελτίων οὖν ὁ καιρὸς ἀπομέλιτος ὕστερον, ὡς ἂν καὶ οἰνῶδές τι κεκτημένου· συμβαίνει γε μὴν τοὺς πυρετοὺς ἐξάπτεσθαι πλέον οἴνου πόσει, μὴ παρακμάζοντος ἤδη τοῦ νοσήματος, καθʼ ὃν χρόνον λελέπτυνται μὲν τὰ αἴτια καὶ τῶν πόρων ἄνοιξις γέγονεν· τηνικαῦτα γὰρ πινόμενος οἶνος πόριμος, οὔτε ἐπαύξων τὸ τῶν πυρετῶν γένος καὶ πρὸς τὸ δέρμα τὴν θερμασίαν ἀνάγων καὶ κατακιρνὰς μὲν εὐθέως τὰς δριμύτητας, συνεξάγων δʼ ὀλίγον ὕστερον ἱδρῶτάς τινας καὶ οὖρα προτρέπων, ὥστε ὁ τῆς παρακμῆς καιρὸς ἐπιτήδειός ἐστιν οἴνου πόσεως καὶ τῶν ἄλλων τῶν οἰνωδῶν πομάτων. ἀλλʼ ἐπεὶ πάλιν οἴνου μὲν ἀσθενέστερον ἀπόμελι κατὰ θερμασίαν τυγχάνει, ῥυπτικῆς δὲ καὶ τμητικῆς ὑπάρχει δυνάμεως, τοῦτο δὲ προπαρασκευαστικὸν λύσεως τῶν ἐπὶ χυμοῖς σηπομένοις ἀναπτομένων πυρετῶν γίνεται, διδόναι καὶ πρὸ παρακμῆς ἀπομέλιτος ποτοῦ. μελίκρατον μὲν δὴ συντεθὲν αὐτίκα πίνεται· καὶ τὸ ὀξύμελι δὲ δοθείη ποτὲ ἂν παραχρῆμα συντεθέν, εἰ καὶ βέλτιόν ἐστι κεχρονισμένον αὐτὸ προσφέρειν· διʼ ἀκριβείας γὰρ τηνικαῦτα κεχωρήκασιν εἰς ἀλλήλας αἱ δυνάμεις. καὶ ῥοδόμελι δὲ καὶ ὀμφακόμελι καὶ τὸ διὰ κωδυῶν χρονισθῆναι λίαν ἐθέλει· τὸ μὲν γάρ τοι παχὺ καὶ τρυγῶδες ἐν αὐτοῖς ἐστι, τὸ δʼ αὖ χρήσιμον καὶ πότιμον, καὶ δεῖται χρόνου πρὸς διάκρισιν, μάλιστα δὲ τὸ ἀπόμελι· πρὶν γὰρ οἰνῶδές τι κατά τε τὴν γεῦσιν καὶ τὴν ὀσμὴν ἐν τῷ χρόνῳ προσλαβεῖν, οὐδὲν ἂν μελικράτου δόξειε διαφέρειν· ἑψηθὲν δὲ καὶ μηνῶν που γενόμενον ἕξ, οὐχ ἃς εἴρηκα μόνας ἐνεργείας, ἀλλὰ καὶ τὴν ῥωστικὴν οἴνου δίκην ἐπιδείκνυται δίχα τοῦ τῆς κεφαλῆς ἅπτεσθαι. πίνειν μὲν οὖν ἀπόμελι χρόνιον, σκευάζειν δʼ ὧδε· κηρία λαβόντες πεπληρωμένα μέλιτος, λευκὰ μὲν τὴν χρόαν, διαυγὲς δʼ ἔχοντα τὸ μέλι, διὰ τῶν χειρῶν ἐκθλίβομεν καὶ ὕδωρ πηγαῖον καλὸν μίγνυμεν, παχυτέρῳ μὲν ὄντι τέτταρα μέτρα, μέσῳ δὲ τρία καὶ ἥμισυ, λεπτοτέρῳ δʼ ὑπάρχοντι καὶ ὑγροτέρῳ τρία τοῦ ὕδατος, καὶ τό γε τοῦ κηροῦ γεῶδες λείψανον, ἐξ οὗπερ ἐξέβη τὸ μέλι, θλίβοντες ταῖν χεροῖν ἐπὶ πολύ, διαθρύπτομεν εἰς λεπτὰ μόρια, κατʼ αὐτὸ τὸ ὕδωρ ποιούμενοι τὴν θρύψιν· εἶτα συναγαγόντες τὸ ὑγρὸν καὶ λύσαντες ὅλον τὸ μέλι, κἄπειτα ἐμβαλόντες εἰς καινὴν χύτραν προαπεζεσμένην ἠρέμα καὶ τὸ γεῶδες ἀποτεθειμένην, ἄνθραξι πυροῦντες ἢ ξύλων ἀκάπνων φλογὶ λεπτοτέρᾳ ζέννυμεν, ἀφαιροῦντες ἑκάστοτε τὸ οἷον ἀποπτυόμενον ἐν τῇ ζέσει κόπριον. μετὰ δὲ τὰς πρώτας ζέσεις ἀφελόντες τὸ γεῶδες ἅπαν καὶ δηλονότι καὶ τὸν ἀφρὸν καθελόντες τε τὴν χύτραν, εἶτα ἐάσαντες ψυχθῆναι τελέως καὶ μετὰ τὴν ψῦξιν τὸ ἐποχούμενον ἐξελόντες — ἐπανθεῖ δὲ ψυχθέντος —, αὖθις τὴν χύτραν ἐπὶ τοῦ πυρὸς θερμαίνομεν καὶ ζέσαντες ἀποτίθεμεν ἀφελόντες τε τὸ ἐπιπολάσαν πάλιν, εἰ ψυχθείη· τρίτην δὲ ποιησάμενοι ζέσιν καὶ ψῦξιν καὶ κάθαρσιν τοῦ περιττώματος, οὕτως ἐμβάλλομεν εἰς ἀγγεῖον τὸ σκευασθὲν ἀπόμελι κεράμιον — καλὰ δʼ ἐστὶ τὰ Φιλαδελφηνὰ καὶ Καρυηνὰ καὶ Ὀμφακηνὰ προσαγορευόμενα — τίθεμέν τε αὐτὸ κατʼ οἶκον, ἐν ᾧ καὶ οἶνος τεθεὶς εἴωθεν ἄτρεπτος μένειν. δῆλον δʼ ἐστὶ δήπουθεν τὸ χρῆναι τὴν ζέσιν ἐπὶ πλέον ποιεῖσθαι· τὸ γὰρ ἀρξαμένης ἢ βραχὺ προελθούσης καθελεῖν τὴν χύτραν ἀτελῆ τὴν ἕψησιν ἐργάζεται, καὶ περίττωμα καταλείπεται γεῶδες σαπῆναι δυνάμενον καὶ διαφθεῖραι τὸ ποτόν. διττὴ δʼ ἐστὶ σύνθεσις ἀπομέλιτος· τὸ μὲν γὰρ μόνων ἑψωμένων ἐν ὕδατι τῶν κηρίων γίνεται μετὰ τὴν ἔκθλιψιν τοῦ μέλιτος, καὶ ποιοῦσι κατὰ τὰς ἀγροικίας αὐτὸ πλεῖστον ὅσον οἰνῶδες καὶ παχὺ καὶ μελάντερον· τὸ δέ, ὡς αὐτὸς ἔφην, συντιθέμενον, ὡς τοῦ μέλιτος εἶναι μᾶλλον ἐν αὐτῷ χρείαν ἢ τῶν κηρίων· πλύνεται γὰρ ταῦτα κατὰ τὸ ὕδωρ, οὐχ ἕψεται, τοῦ μέλιτος ὅλου συνεψωμένου. καὶ ταύτῃ γε τῇ συνθέσει διὰ παντὸς ἡμεῖς χρώμεθα, τὴν ὕδατος μόνου πόσιν, ὡς ἐπὶ τὸ πολύ, παραιτούμενοι· κακίας γὰρ ἐπὶ πυρεκτικῶν ἀρρωστιῶν οὐκ ὀλίγας οὔτε μικρὰς ἐπιδείκνυται.

`5.18`

Ἐκ τῶν Γαληνοῦ, περὶ τοῦ διὰ κωδυῶν.

`5.18.1–5.18.13`

Ἐμβάλλομεν εἰς τὸν ἕνα ξέστην τοῦ ὕδατος κωδύας δέκα· προεμβρέχειν δʼ αὐτάς, ἐὰν μὲν ὦσιν ὑγρότεραί τε καὶ μαλακώτεραι, μιᾶς ἡμέρας καὶ νυκτός, ἐὰν δὲ σκληρότεραι καὶ ξηρότεραι τυγχάνωσιν οὖσαι, καὶ πλέονι χρόνῳ τῆς μιᾶς ἡμέρας. ἄμεινόν γε μὴν τὰς μήπω σκληρὰς λαμβάνειν· εὔδηλον δʼ ὅτι καὶ τὰς λίαν μαλακὰς ἀποβάλλεσθαι προσήκει· αἱ μὲν γὰρ ξηρότεραι τὸν χυλὸν ὀλίγον ἔχουσιν, αἱ δʼ ὑγρότεραι πολὺν μέν, ἀλλʼ ἄπεπτον ἔτι καὶ ὑδατώδη καὶ ἄτονον· διὸ καὶ τὰς ἐξ ὑγρῶν καὶ ἑλεϊνῶν χωρίων παραιτητέον. ὃν δʼ εἶπον ἀριθμὸν τῶν κωδυῶν ἐμβάλλειν χρῆναι κατὰ τὴν ἀναλογίαν τοῦ ὕδατος, ἐπὶ τῶν μέσων τὸ μέγεθος ἀκούειν χρή· εἰ δέ τινες μὲν εἶεν μείζους τῶν συμμέτρων, τινὲς δʼ ἐλάττους, ἔνιαι δὲ μέσαι, καθάπερ εἴωθεν ὡς τὸ πολύ, τὸν εἰρημένον ἀριθμὸν ἐμβάλλεις τῷ ξέστῃ. τῆς δʼ ἑψήσεως ὅρος ἔστω σοι μὴ τὸ τρίτον ἢ τὸ τέταρτον, ἢ ὅλως τοιοῦτόν τι μόριον ἀπολειφθῆναι τοῦ ὕδατος, ἀλλʼ ὅταν πρῶτον ὅλαι τακεραὶ γενηθῶσιν· βουλόμεθα γὰρ αὐτῶν δηλονότι τὸν χυλὸν ἐκθλίψαι, τοῦτο δὲ γίνεται τακερῶν αὐτῶν ἀποτελεσθεισῶν. μίγνυσθαι δʼ ἀξιῶ τούτῳ μέλιτος ἥμισυ μέτρον, ἕψεσθαί τε ἐπʼ ἀκάπνου πυρὸς ἄχρι συστάσεως Ἀττικοῦ μέλιτος, ἐν ὀμβρίῳ δʼ ὕδατι ποιεῖσθαι τὴν ἕψησιν ἢ πηγαίῳ. χρῆσις δʼ αὐτοῦ τοῖς ὕπνου δεομένοις ἐστίν, οἷς καὶ τὰ διʼ ὀπίου συντιθέμενα πολλάκις τῶν φαρμάκων ἀναγκαζόμεθα διδόναι· χρῄζουσι δὲ μάλιστα τῶν τοιούτων φαρμάκων οἷς ἀπὸ κεφαλῆς εἰς τὴν τραχεῖαν ἀρτηρίαν καταρρεῖ ῥεῦμα λεπτόν, οὐκ ἐπιτρέπον κοιμᾶσθαι διὰ τὰς ἑπομένας βῆχας. ἐπὶ τῶν τοιούτων γοῦν ἐγὼ καὶ τὴν σκευασίαν τοῦ φαρμάκου διʼ ἑψήματος εἴωθα ποιεῖσθαι. αὐτάρκης δʼ ἕψησις εἰς τὰ τοιαῦτά ἐστιν, ὅταν εἰς τὸ ἥμισυ τοῦ ὕδατος ἑψηθῶσιν αἱ κωδύαι. καὶ διὰ τοῦ γλυκέος δὲ σιραίου τε Κρητικοῦ κάλλιον ἢ διὰ μέλιτος ἑψεῖν, ὅταν ᾖ τὸ ῥεῦμα πάνυ λεπτόν· λεπτυντικῆς γάρ ἐστι τὸ μέλι δυνάμεως, καὶ φεύγειν αὐτὸ χρὴ τηνικαῦτα· τοὺς γὰρ λεπτοὺς κατάρρους ἐπιτείνει. μιγνύναι δʼ ἑψωμένῳ τῷ τοιούτῳ φαρμάκῳ καὶ γλυκυρρίζης ῥίζαν ὡς συνεψηθῆναι· μὴ παρούσης δʼ ἐκείνης, τὸν ἀπὸ Κρήτης κομιζόμενον χυλόν. ἐὰν δὲ περιέχηται κατὰ τὸν πνεύμονα καταρρεῦσαν ἐκ τῆς κεφαλῆς πλῆθος, ἡ διὰ τοῦ μέλιτος γίνεται βελτίων· ὥσπερ γὰρ ὕπνου χρῄζουσιν ἡ διʼ ἑψήματος, οὕτω καὶ τοῦ διαπτύειν ἡ διὰ τοῦ μέλιτος. πρὸς τὸ κατεπεῖγον οὖν ἱστάμενος, εἰς ὕπνον τρεπομένου τοῦ κάμνοντος, ἤτοι τοῦ διὰ μέλιτος ἢ τοῦ χωρὶς τούτου σκευασθέντος δώσεις φαρμάκου, καί ποτε καὶ μιγνὺς ἄμφω, σκοπὸν ἔχων κατὰ τὴν μῖξιν ἐμβάλλειν πλεῖον θατέρου τοῦ κατεπείγοντος. ἡ δὲ σύμμετρος δόσις ἔστω σοι δυοῖν κοχλιαρίων ἀξιολόγων τὸ μέγεθος· αὐξήσεις δʼ αὐτὴν ἢ μειώσεις, ἀποβλέπων εἴς τε τὸ τοῦ σώματος μέγεθος, ᾧ προσφέρεις, καὶ τὴν ἡλικίαν καὶ τὴν ὥραν τοῦ ἔτους καὶ τὸ χωρίον· ἐν ἅπασι γὰρ τούτοις ἐπὶ μὲν τὸ ψυχρότερον ῥέπουσι δώσεις ἐλάχιστον, ἐπὶ δὲ τὸ θερμότερον ἐκτενέστερον. ὅτι δὲ καὶ πρὸς τὸ τοῦ κατάρρου ποσόν τε καὶ ποιὸν ἀποβλέπων ἢ πλεῖον ἢ ἔλαττον δώσεις, εὔδηλον ὑπάρχει· κοινὸν γὰρ τοῦτο ἐπὶ πάντων τῶν βοηθημάτων ἐστίν.

`5.19`

Περὶ τοῦ διὰ κωδυῶν, ἐκ τῶν Φιλαγρίου, ἐκ τοῦ Περὶ ἡδέων πομάτων.

`5.19.1–5.19.12`

Οὐκ εἰς ὕπνον τρεπομένοις οὐδʼ ὕπνου δεομένοις δέδωκα τὸ διὰ κωδυῶν ἐγὼ μόνον ἢ πρὸς βῆχά τινα ἐνιστάμενος, ἐφʼ ὧν ὅ τε χρόνος τό τε ποσὸν τῆς δόσεως ὑπὸ Γαληνοῦ καλῶς ὡρίσθη, ἀλλὰ καὶ πυρέττουσι σφοδρῶς ἀφόρητόν τε τὸ καῦμα πεπονημένοις καὶ στόμα γαστρὸς διακαιομένοις, ἐν ἐρυσιπέλατί τε καὶ ἄλλως θερμῷ παθήματι, ἐφʼ ὧν δὴ καὶ τὸ ποσὸν ηὐξήσαμεν μεγάλως, πέντε καὶ ἓξ κοχλιάρια διδόντες, καὶ οὐχ ἅπαξ γε μόνον, ἀλλὰ καὶ δεύτερον καὶ τρίτον καὶ πολλοστὸν τῆς ἡμέρας, οὐκ ἐν ἀκμῇ μόνον τῶν πυρεκτικῶν νοσημάτων, ἀλλʼ ἤδη καὶ πρὸ τῆς ἀκμῆς τε καὶ τῆς ἐναργοῦς πέψεως, ἐφʼ ὧν ἀγρυπνία καὶ θερμασία δριμεῖά τις ἢ μεγάλη κατεπόνει τὸν ἄνθρωπον· διὸ καὶ καλῶς ἔχειν μοι δοκεῖ τοὺς πρὸ τῆς ἀκμῆς τῶν πυρεκτικῶν νοσημάτων τῷ διὰ κωδυῶν ποτίζειν βουλομένους ὀξυμέλιτος ἐπιχεῖν· λεπτύνει γὰρ αὐτοῦ τὸ παχὺ τῆς ὕλης φυλάττει τε τὴν ψυκτικὴν δύναμιν μετὰ τοῦ μὴ ἐμποδίζειν τῷ τάχει τῆς πέψεως. χρὴ οὐκ ἐπὶ τῶν ἐπὶ σήψει παχέων χυμῶν ἐξαπτομένων πυρετῶν μόνον ὀξυμέλιτος μιγνύειν, καὶ μάλιστα ὅτε πρὸ ἀκμῆς δίδομεν, ἀλλὰ κἀπὶ τῶν σπλάγχνων τῶν ἐμπεφραγμένων, ἥπατος καὶ σπληνὸς πνεύμονός τε καὶ τῶν ὁμοίων, πυρετῶν διακαιομένων· πέντε δʼ ἢ ἓξ τέλεια κοχλιάρια δίδομεν, οὐ φοβούμενοι ψύξεως ἀμετρίαν, καθάπερ ἐπὶ τῶν ἄνευ πυρετοῦ βηχὶ συνεχομένων· τὸ γὰρ ὑπὲρ τὴν φύσιν θερμὸν κολάζομεν, πρὸς ὃ συναρμόττεται τὸ ποσὸν τοῦ φαρμάκου, τῆς κατὰ φύσιν θερμασίας οὐχ ἁπτόμενον. δῆλον ὅτι κατὰ τὰς ἀγωνιστικὰς πόσεις οὐ μόνον δὴ τὸν πυρετόν, ἀλλὰ καὶ τὸν παροξυσμὸν ἀκμάξειν προσῆκεν, ὡς ἀμφοτέρας ἅμα τὰς ἀκμάς, τήν τε τοῦ κατὰ μέρος παροξυσμοῦ καὶ τὴν τοῦ νοσήματος αὐτοῦ, συμπεπτωκέναι· καλῶ δʼ ἀγωνιστικὰς πόσεις τὰς μεγάλως αὐξομένας, ὁπότε λῦσαι τὴν νόσον ἐλπίζομεν κρίσει· πρὸ γάρ τοι τῆς ἀκμῆς τοῦ παθήματος, ὅτε πειθόμεθα μὴ δύνασθαι κινῆσαι κρίσιν, ἐπιψύξεως ἕνεκα χρώμεθα τῷ ποτῷ, μετρίαν αὐτοῦ τὴν πόσιν ἐργαζόμενοι. δοίημεν δʼ ἂν αὐτὸ κατὰ τὰς ἀκμάς ποτε καὶ μόνον μὲν καὶ σὺν ὀξυμέλιτι, καὶ ὀμφακομέλιτος δὲ τὸ μέτριον ἐπιπλέξαντες, καὶ ἄλλοτε ῥοδομέλιτός τε καὶ οἴνου τινὸς τῶν πορίμων, καὶ μάλιστα ἐὰν ᾖ τὸ διὰ τοῦ ὕδατος ἐσκευασμένον· βραδύπορον γὰρ φύσει τὸ ὕδωρ. μικρῷ δὲ κάλλιον καὶ οἶνον ἀντὶ ὕδατος λεπτότερον καὶ διαυγέστερον παραλαμβάνειν ἐπὶ τῆς τῶν κωδυῶν ἑψήσεως· ποριμώτερον γάρ ἐστι μετὰ τοῦ τὸ ῥωστικὸν ἔχειν. ἀλλὰ κἀπὶ τοῦ πυκνοτέρου δέρματος ἄμεινον ἀρήγει ὁ τοιοῦτος οἶνος μιγείς, ὥσπερ οὖν ἐπὶ τῶν ἀραιοτέρων σωμάτων ἢ στόματος τῆς κοιλίας ἀσθενεστέρου ὀμφακόμελι, καὶ μᾶλλον εἰ ἀνορεξίᾳ διοχλοῖτο, καὶ τοῖς γλυκυπόταις ἤ τι κατὰ κοιλίαν ἔχουσι φαρμακῶδες ἐρρυηκὸς ὑγρὸν ἢ χολῶδες· καὶ ῥοδόμελι δὲ μίγε πῃ αὖ τοῖς ὧδε διακειμένοις. ταῦτα μὲν ἐπὶ τῶν πυρετῶν ἀπόχρη προδιορίσασθαι· τῶν δʼ ἄλλων παθῶν ἐφεξῆς μνηστέον· οὐ γὰρ πνεύμονι μόνον ἐκπεπυρωμένῳ τε καὶ ῥευματιζομένῳ καὶ βήττοντι χρήσιμον ὑπάρχει τὸ ποτόν, ἀλλὰ καὶ τοῖς ἄλλοις σπλάγχνοις· διὸ καὶ προσφέρομεν οὐχ ἡπατικοῖς μόνοις ἢ σπληνικοῖς, ἀλλὰ καὶ νεφρούς τε καὶ κύστιν βεβλαμμένοις, εἰ θερμὸν εἴη τὸ πάθος. στραγγουρίας γοῦν ἐπὶ δριμύτητι τῶν οὔρων γινομένας καταστέλλει μεγάλως, καὶ μάλιστα ἐν βαλανείῳ τε καὶ πρὸ βαλανείου μέλλουσιν εἰσιέναι διδόμενον δαψιλές, ἐφʼ ὧν δὴ καὶ τὴν δίαιταν ἁδροτέραν τε καὶ εὔχυμον εἶναι κελεύομεν. καὶ νεφριτικῶν δέ, ὧν γε κενεῶνες καὶ ψύαι θερμότεραι, ἀγαθὸν ὑπάρχει τοῦτο τὸ ποτὸν καὶ τοῖς διαβήτῃ τε καὶ χολέρᾳ κινδυνεύουσιν, οἷς ἀμφοτέροις, μηδενὸς εἴργοντος, καὶ ψυχρῷ κερασθὲν ἀκραιφνεῖ χρησιμώτατον· τὸ γάρ τοι τῶν χολερικῶν ἔσχατον ἴαμα ψυχρὸν ὑπάρχει ποτόν. προσήκει δὲ πρότερον αὐτῶν ῥωννύναι τὴν ὅλην γαστέρα μηλίνῳ καὶ μαστιχίνῳ καὶ ὄμφακος σταφυλῆς χυλῷ καὶ στυπτηρίας βραχεῖ τῆς σχιστῆς καὶ τοῖς ὁμοίοις, τρίβειν τε τὸ δέρμα τὸ τοῦ κάμνοντος ὅλον πολυχρονίως χερσὶν ἀνηλίφοις ἢ καὶ μαλακοῖς ὀθονίοις, σικύας τε προσβάλλειν νώτῳ καὶ μεταφρένοις καὶ θώρακι, κἄπειτα διδόναι τοῦτο τὸ ποτὸν σὺν ὀμφακομέλιτι θερμῷ κεραννύμενον. εἰ δὲ καὶ τούτων πραττομένων ἡ κένωσις ἐπιμένοι σφοδρά, καὶ συγκοπῆς καὶ σπασμῶν προσδοκία τις εἴη καὶ φόβος, ἐπὶ τὴν τοῦ ψυχροῦ πόσιν ἀνάγκη καταφυγεῖν. θώρακα δʼ ἐκκενοῦν προαιρούμενος εἰ καὶ τούτου βλέποις εἶναι χρείαν διʼ ἀγρυπνίαν ἢ θερμασίαν ἄμετρον, εἰ μὲν συμπέψεως δέοι τῷ νοσήματι, βούτυρόν τε καὶ τερμινθίνην ἶρίν τε σὺν αὐτοῖς, χρονιζομένου δὲ διδόναι καὶ μέλι καὶ τὰ ὅμοια καὶ εἰς ὕπνον τρεπομένῳ τὸ ποτόν· εἰ δὲ τέμνειν τὸ περιεχόμενον ἀπορρύπτειν τε δέοι, καὶ ταῦτα μέν, ἀλλὰ καὶ γλήχους κόμης ὑσσώπου τέ τι καὶ ἀδιάντου καὶ πάνακος ἐναφηψημένων ὕδατι καί τι καὶ ὀξυμέλιτος μόνου τε καὶ σὺν τῷ τῶν βοτανῶν ἀφεψήματι, καὶ κατὰ τὸν καιρὸν τὸν εἰρημένον ἅμα τῷ διὰ τῶν κωδυῶν φαρμάκῳ, καὶ εἰ δεήσειέν ποτε, καὶ καθʼ ἡμέραν ἢ καὶ κατʼ ἄλλον τινὰ τῆς νυκτὸς χρόνον, καύσου τινὸς ἐπείγοντος ἢ ἀγρυπνίας.

`5.20`

Ἐκ τῶν Φιλαγρίου, περὶ τοῦ ἀπὸ τῶν κυδωνίων μήλων καὶ τοῦ ἀπὸ τῶν κράνων καὶ ὕδατος, ἐκ τοῦ αὐτοῦ λόγου.

`5.20.1–5.20.5`

Τὸ δʼ ἀπὸ τῶν μήλων τῶν κυδωνίων σκευάζεται τοῦτον τὸν τρόπον· περιαιρεθέντα χρὴ τοῦ τε φλοιοῦ καὶ τῆς ἐντεριώνης ἑψεῖν αὐτὰ σὺν ὕδατι πηγαίῳ καλῷ, μέχρις ἂν ἡ τρίτη μοῖρα διαφορηθῇ τοῦ ὕδατος, καὶ τὰ λειπόμενα δύο μέρη καλῶς ἐγχέαντα κεραμίοις ἀγγείοις, οἷς εἰρήκαμεν, ἐν οἴκοις ἐπιτηδείοις ἀποτίθεσθαι· γίνεται μὲν γὰρ οἰνῶδες καὶ αὐστηρόν. ὠφελεῖ δὲ κοιλιακοὺς πινόμενον καὶ ῥώννυσι στόμα κοιλίας ἄτονον καὶ ἧπαρ ἔσθʼ ὅτε, καθʼ ὃν καιρὸν ὑγρότερα γέγονε σφῶν αὐτῶν. μίγνυται δὲ καὶ μέλιτος ἐνίοτε καλοῦ τῷδε τῷ πόματι, συντελουμένης ἤδη τῆς ἑψήσεως, σύν τινι μιγνυμένου οὐκ εἰς ἡδονὴν μόνον, ἀλλὰ καὶ φυλακὴν τῆς συνθέσεως· οὐ γὰρ ἂν σαπείη ῥᾳδίως τὸ ὑγρὸν προσλαβὸν μέλιτος. δῆλον οὖν ὅτι τὸ τοιοῦτο τοῖς ῥύψεως δεομένοις ἅμα καὶ στύψεως ἁρμόσει νοσήμασιν, οἷάπερ καὶ τὰ τῶν ἡλκωμένων ἐντός ἐστι μορίων, ἐντέρων, στόματος κοιλίας καὶ στομάχου. τῷδε παρεοικός τι ποτὸν καὶ ἐξ ἄλλων μέν τινων γίνεται, μάλιστα δʼ ἐκ τῶν κράνων ὀνομαζομένων, τήν τε σύνθεσιν ὁμοίαν τήν τε χρῆσιν ἔχον τῷ διὰ τῶν μήλων τῶν κυδωνίων.

`5.21`

Περὶ ὀμφακομέλιτος, ἐκ τῶν Φιλαγρίου, ἐκ τοῦ αὐτοῦ λόγου.

`5.21.1–5.21.11`

Βότρυας ὄμφακας προσήκει λαβεῖν μέλλοντας ἀρχὴν ὑπομένειν πεπάνσεως, ὅτε δὴ καὶ τὴν ὀξεῖαν ἀκμάζουσαν ἔτι διασῴζουσι ποιότητα, μηδὲ τῆς στύψεως ἀπηλλαγμένοι, κἄπειτα ἐν οἰκήματι τιθέναι τὴν κρᾶσιν συμμέτρῳ τριῶν ἢ καὶ τεττάρων ἡμερῶν, καὶ μάλιστα ἐὰν ὑγρότερος ὁ περιέχων ἀὴρ τυγχάνῃ, θλίψαντά τε μετὰ τὴν ἀπόθεσιν εἰς ἀγγεῖον ὑελοῦν δέχεσθαι τὸ ὑγρὸν μίξαντά τε καλοῦ μέλιτος ἀπηφρισμένου μέρος ἓν πρὸς τρία μέρη θερμαίνειν ἐν ἡλίῳ πλειόνων ἡμερῶν, μέχριπερ ἂν καταστῇ ζέσαν τὸ τῆς ὄμφακος ὑγρόν — τοῦτο δʼ ἐν πολλῷ γίνεται χρόνῳ —, κἄπειτα ἐν ὑπερῴῳ καταθέμενον οἰκήματι φυλάττειν ἄσηπτον τὸ ποτόν. τοιαύτην ἐγὼ ποιούμενος τοῦ φαρμάκου τούτου τὴν σύνθεσιν ἐπί τε τῶν ἔμπροσθεν εἰρημένων χρῶμαι διαθέσεων ἐπί τε τῶν ἐν χρονίοις τε καὶ λεπτοῖς ῥεύμασι τὰ ἔντερα ῥευματιζομένων, ὡς ἐκκρίσεις γίνεσθαι συνεχεῖς διά τινα θερμὴν δυσκρασίαν. παρέχω δʼ αὐτὸ καὶ τοῖς ἀνόρεκτον ἔχουσι τὸ τῆς κοιλίας στόμα διὰ θερμὴν ἅμα καὶ ὑγρὰν διάθεσιν, προαπορρύψας διʼ ἑτέρων τινῶν ὅσα περὶ αὐτὸ τὸ στόμα τῆς κοιλίας ἀναπεμπόμενά τινα μοχθηρὰ ὑγρὰ τὰς ἀνορεξίας ἀπεργάζεται. δίδωμι δὲ καὶ χωρὶς ἀπορρύψεως οἷς οὐκ ἀνεπόθη χυμός· παύει γὰρ καλῶς τὰς ἀνορεξίας πινόμενον τὸ ὀμφακόμελι, καὶ μᾶλλον εἰ ἀκρατέστερον ποθείη. συντελεῖ δʼ οὐκ ὀλίγα καὶ τοῖς διʼ ἀραιότητα σώματος ἐπὶ λεπτότητι χυμῶν ἐκρεόντων συγκοπτομένοις, καὶ μάλιστα ἐν πυρετοῖς, ὧν αἰφνίδιος καθαίρεσις σφοδρὰ δίχα φανερᾶς ἐκκρίσεως γινομένη καταμηνύει τὴν φύσιν τοῦ νοσήματος. οἶνος μὲν οὖν ἐπὶ τῆς τοιαύτης διαθέσεως ἔχει τὸ κράτος τῆς ἰάσεως ὁ πόριμος καὶ στύψεώς τινος μετέχων· ἀποροῦντας δὲ τοῦ τοιούτου, δυνατὸν οἴνῳ λεπτῷ μὲν τῇ συστάσει, ξανθῷ δὲ τῇ χρόᾳ μιγνύναι τὸ ποτὸν καὶ σὺν ἄρτῳ διδόναι, θέρους μὲν ψυχρῷ κεραννύντας ὕδατι, μηδεμιᾶς φλεγμονῆς οὔσης εἰς κύριον μέρος, χειμῶνος δʼ ἐξ ἀνάγκης θερμῷ· καὶ σφοδρᾶς γε τῆς τοιαύτης συγκοπῆς γινομένης, διὰ παντὸς τῷ θερμῷ κεραστέον. ἔστιν ὅτε τῆς ἀναδόσεως ὀξυτάτης χρῄζομεν ἐν συγκοπαῖς ὀξυτάταις· ἐπιτήδειον γὰρ τοῖς ὧδε διαφορουμένοις ἐστὶν ὃ καὶ ταῖς ἀναδόσεσι ταχὺ καὶ ταῖς ἐπισχέσεσι δραστήριον· τοιοῦτον δʼ ἂν εἴη δικαίως ὃ καὶ θερμὴν ἔχει καὶ στυπτικὴν ἐν ἑαυτῷ δύναμιν· τῇ μὲν γὰρ θερμότητι τὸ πόριμον, τῇ στύψει δὲ τὸ μόνιμον ἔχει. καλὸν τοίνυν διὰ τοὺς λογισμοὺς τοὺς εἰρημένους καὶ τὸ ὀμφακόμελι· τὸ μὲν γὰρ μέλι πόριμον ἐν αὐτῷ καὶ ἡ ὀξεῖα ποιότης, ἡ δὲ στῦψις βραδύπορος οὖσα φύσει μόνιμος. ἀλλὰ βέλτιόν γε ἂν γένοιτο προσλαβὸν οἴνου, ἵνα καὶ τὴν ὀξεῖαν ἐν αὐτῷ δύναμιν, λεπτυντικὴν τῶν χυμῶν γινομένην, ἀμαυρώσωμεν· διὸ καὶ χρησιμώτερον κιρρὸν εἶναι καὶ ὑπόγλυκυν τὸν μιγνύμενον οἶνον αὐτῷ καὶ μὴ λίαν λεπτόν. ἐπὶ μὲν οὖν τῶν θερμῶν δυσκρασιῶν τε καὶ νόσων χρήσιμον εὑρήσεις τὸ ποτὸν ἑκάτερον, τό τε διὰ κωδυῶν καὶ τὸ ὀμφακόμελι, καὶ πρὸς αὐτοῖς τὸ ῥοδόμελι, κατακρατικώτερον μὲν ὀμφακομέλιτος ὄν· καὶ διʼ αὐτὸ τοῦτο τοῖς ἐπὶ δακνώδεσι καὶ θερμοῖς ὑγροῖς ἄλλως τε καὶ πυρετῷ διακαιομένοις ὀξυτάτῳ χρησιμώτατόν ἐστιν, ἐφʼ ὧν οὐχ ὑπάρχει λυπηρὰ γαστρὸς λύσις· ἐπὶ γὰρ τῶν τοιούτων ἐκεῖνο βέλτιον. προσήκει δʼ ἤδη συμπέττεσθαι τὸ τῶν πυρετῶν πάθος, ἵνα οὕτω τούτων ἑκάτερον ἐπιδοθῇ.

`5.22`

Περὶ ῥοδομέλιτος, ἐκ τῶν Φιλαγρίου, ἐκ τοῦ αὐτοῦ λόγου.

`5.22.1–5.22.5`

Τὸ δὲ ῥοδόμελι τρία μὲν λαμβάνει ἐκ τοῦ χυλοῦ διηθημένου μέρη καὶ ἓν μέλιτος, ἕψεται δʼ ἐν ἡλίῳ τὸν αὐτὸν ὀμφακομέλιτι τρόπον. στύφει μὲν οὖν ἠρέμα καὶ ψύχει, καὶ ῥυπτικὸν δʼ ἔχει τι καί τι δριμύτητος κέκτηται· διὸ καὶ στόματι μὲν ἁρμόδιόν ἐστι θερμήν τινα φλεγμονὴν δεδεγμένῳ διʼ ἐπιρροὴν τοιούτου ῥεύματος, ἀναστέλλον μὲν ἠρέμα τὸ φερόμενον, ψῦχον δὲ μετρίως τὸ ζέον, καί τι καὶ τῆς δριμύτητος ἀμαυροῦν δυνάμενον, ποιοῦντος ὁμοίως καὶ τοῦ διὰ κωδυῶν πόματος. οὕτως οὖν ἔχει κἀπὶ τῶν κατὰ τὸ βάθος κειμένων· ἐκκλύζει μὲν τὰ δακνώδη τῶν ὑγρῶν τῷ ῥύπτειν, ἀνάψυξιν δὲ φέρει τοῖς διὰ θερμασίαν καὶ δῆξιν ἀνιωμένοις, ῥώννυσί τε τὰς φυσικὰς δυνάμεις διὰ τῆς στύψεως· καὶ κεραννύντες ὕδατι τὸ ποτὸν ἄλλοις τέ τισι καὶ πυρετῷ κάμνουσι προσκομίζομεν, τῆς ἀκμῆς ἐνεστηκυίας ἤδη τοῦ παροξυσμοῦ καὶ τοῦ πάθους. διδόναι μὲν τοῖς μὲν ἄνευ χυμῶν πλεονεξίας δίχα συμπάσης κενώσεως· οἷς δὲ μετὰ διαπύρων ὑγρῶν ἡ βλάβη, προεξεμέσασιν, ἢ διαχωρηθέντων κάτω τῶν ἀνιώντων περιττωμάτων. γινέσθω δέ ποτε αὐτοῦ καὶ συνεχὴς ἡ πόσις ἐπὶ τῶν διακαιομένων, ἵναπερ παρεμπίπτει φαρμακῶδες ὑγρὸν στόματι κοιλίας ἐκ τῶν ὑπερκειμένων μορίων· ἐν γὰρ τοῖς πυρεκτικοῖς νοσήμασιν ἀρκέσει καὶ μία πόσις δαψιλὴς ἐν τῷ προσήκοντι καιρῷ διδομένη λῦσαι τὸ πάθος διʼ ἱδρώτων ἢ γαστρὸς ῥύσει ἢ διʼ ἐμέτων, ἃ καὶ τοῖς ἄλλοις ἀκολουθεῖν εἴωθε πόμασιν ἐν τῷ τῆς ἀκμῆς καιρῷ.

`5.23`

Περὶ σελινάτου, ἐκ τῶν Φιλαγρίου, ἐκ τοῦ αὐτοῦ λόγου.

`5.23.1–5.23.3`

Τὸ δὲ τῶν σελίνων ἀπόζεμα καὶ πνεύματος μὲν ἀπέπτου καὶ ὠμοῦ τυγχάνει κατεργαστικόν, καὶ πλῆθος δὲ διʼ οὔρων ἄγει. καὶ διδόναι γε ἐπὶ τῶν πυρετῷ κατεχομένων αὐτὸ προσήκει, καὶ μάλιστα τοῦ τῶν ὀξέων ὑπάρχοντι γένους, ὅτε γε μὴ κρίσεσιν ἀθρόαις ἡ λύσις αὐτῶν, ἀλλὰ διὰ τῆς καλουμένης ἐπιτελεῖται συμπέψεως. βέλτιον δʼ εἶναι ῥιζῶν αὐτὸ μετρίως ἀφηψημένων, ὡς μὴ σφοδρότερον ἢ πρέπει γενέσθαι, καὶ πρὸ τῆς διακρίσεως τῶν τοὺς πυρετοὺς ἀναπτόντων ὑγρῶν μὴ ποτίζειν αὐτό.

`5.24`

Ἐκ τῶν Γαληνοῦ, περὶ ὀξυμέλιτος.

`5.24.1–5.24.15`

Τῆς τοῦ μελικράτου δυνάμεως, ὡς εἴρηται, τἄλλα μὲν πάντα ἐχούσης ὧν δεῖται τὰ ὀξέα νοσήματα, καθʼ ἓν δὲ μόνον ἐναντιουμένης, ὅταν ὑπερθερμανθὲν ἐκχολωθῇ, τὴν τοιαύτην αὐτοῦ μεταβολὴν ἡ τοῦ ὄξους μῖξις κωλύουσα κάλλιστον ποιεῖ φάρμακον. καὶ χρὴ τοσοῦτον τῷ μελικράτῳ μιγνύειν ὄξους, ὅσον ἱκανόν ἐστι τὸ χολῶδες ἐν αὐτῷ κολάσαι· ἄδιψον γὰρ ἔσται καὶ τὰ πτύσματα τά γε μὴ παντάπασι παχέα καὶ γλίσχρα ταχέως ἀνάξει. τούτοις ἀμφοτέροις αὐτοῦ τοῖς ἔργοις ἕπεται καὶ ἡ τῶν κατὰ στόμα καὶ τὴν φάρυγγα μορίων ὑγρότης· ᾧ δὲ λόγῳ δρᾷ ταῦτα, τούτῳ καὶ σπληνὶ καὶ ἥπατι προσφορώτατόν ἐστι, διακαθαῖρον ἀλύπως. παμπόλλην δὲ τὴν χρῆσιν ἔχει κἀπὶ τῶν κατὰ τὸν πνεύμονά τε καὶ τὸν θώρακα παθῶν, ἀξιολογωτάτην τε τὴν ὠφέλειαν διὰ τὴν ἔμμετρον μῖξιν ὕδατός τε καὶ ὄξους καὶ μέλιτος· τὸ γὰρ τοιοῦτον ὀξύμελι, τέμνον τε τὸ παχὺ καὶ φυσῶδες ἐν ὑποχονδρίῳ πνεῦμα καὶ καταρρηγνύον τὰς φύσας διακαθαῖρόν τε τὰς διεξόδους πάσας ἐπʼ οὖρα ποδηγεῖ τοῖς ὀρώδεσί τε καὶ χολώδεσι περιττώμασιν. πάσας οὖν τὰς ἐκ μελικράτου καὶ οἴνου καὶ ὕδατος βλάβας ἐκπεφευγὸς τὸ μετρίως κεκραμένον ὀξύμελι βλάπτει μόνον ἐνίοτε τῷ ξύειν τὸ ἔντερον· ἐργάζεται δὲ τοῦτο τοῖς ἀσθενέστερον ἔχουσι φύσει καὶ παθεῖν ἐπιτήδειον τὸ ἔντερον. τὸ μὲν οὖν μέλι θερμὸν τῇ δυνάμει καὶ εἰς χολὴν μεταβαλλόμενον ἑτοίμως ἐν τοῖς θερμοῖς σώμασι διὰ τοῦτο χρήσιμόν ἐστιν ἔδεσμα φύσεσι μὲν φλεγματικωτέραις, ἡλικίαις δὲ πρεσβυτικαῖς, ὥσπερ γε καὶ νοσήμασι ψυχροῖς· τὸ δʼ ὀξύμελι χρησιμώτατον ἁπάσαις ἡλικίαις καὶ φύσεσιν εἰς ὑγιεινὴν ἀσφάλειαν, ἐκφράττον ἁπάσας τὰς στενὰς διεξόδους, ὡς μηδαμόθι παχὺν ἢ χολώδη χυμὸν ἴσχεσθαι· διὰ τοῦτό γέ τοι καὶ τὰ καλούμενα πρὸς τῶν ἰατρῶν ὑγιεινὰ φάρμακα τῆς λεπτυνούσης ἐστὶ δυνάμεως. καὶ λόγῳ τοίνυν καὶ πείρᾳ βασανίζοντί σοι τῶν εἰς λεπτύνουσαν δίαιταν φανείη ἂν ἐπιτηδειότατον ὀξύμελι· οὔτε γὰρ κακόχυμόν ἐστιν οὔτε κακοστόμαχον οὔτε ἄλλην ἀτοπίαν ἔχον οὐδεμίαν. εἰ δὲ σκιλλιτικὸν εἴη τὸ ὄξος, οὕτως μὲν ἂν οὐ διαιτημάτων μόνον, ἀλλὰ καὶ φαρμάκων ὑπάρχοι τμητικώτατον, καὶ προσήκει τοιούτῳ χρῆσθαι καὶ οἴνῳ καὶ ὄξει εἰς τὸ ἄκρως τέμνειν καὶ λεπτύνειν ὅσον ἐν τῷ σώματι παχὺ καὶ γλίσχρον καὶ φλεγματῶδες ὑποτρέφεται περίττωμα· καὶ μυρίους οἶδα ὑγιεῖς εἰς τέλος γενομένους ἐπὶ τῷ διὰ τῆς σκίλλης ὄξει τε καὶ οἴνῳ. σκευάζειν δὲ τὸ ὀξύμελι τόνδε χρὴ τὸν τρόπον· μέλι τὸ κάλλιστον ἐπʼ ἀνθράκων ἀπαφρίσαντας καὶ ἐπεμβαλόντας τοσοῦτον ὄξους, ἕως γευομένῳ μήτε ἄγαν ὀξὺ φαίνεσθαι μήτε γλυκύ, καὶ τοῦτο αὖθις ἑψεῖν ἐπʼ ἀνθράκων ὡς ἑνωθῆναί τε τὰς ποιότητας αὐτῶν ἀκριβῶς καὶ μὴ φαίνεσθαι γευομένοις ὠμὸν τὸ ὄξος, εἶτα ἀποθεμένους που μιγνύειν ὕδωρ ἐπὶ τῆς χρήσεως, οὕτως κεραννύντας ὡς οἶνον. βέλτιον μὲν οὖν ἐστι ταῖς τῶν λαμβανόντων αἰσθήσεσι κρίνειν τὸ σύμμετρον, οὐ ταῖς ἡμετέραις, οἰκειότατον εἶναι τῇ φύσει τοῦ λαμβάνοντος νομίζοντας τὸ ἥδιστον ὀξύμελι, καὶ διὰ τοῦτο καὶ ὠφέλιμον, ἐναντιώτατον δὲ τὸ ἀηδέστατον. τὴν δὲ πρώτην αὐτοῦ κρᾶσιν, ὡς ἂν μάλιστα τοῖς πλείστοις ἁρμόσῃ, κατὰ τάδε χρὴ ποιεῖσθαι· ὄξους ἑνὶ μέρει διπλάσιον μιγνύσθω τοῦ τὸν ἀφρὸν ἀφῃρημένου μέλιτος· διʼ ὕδατος δʼ εὐθέως ἐξ ἀρχῆς οὕτως σκευάζειν· τῷ ὀξυμέλιτι μιγνύσθω τετραπλάσιον ὕδατος καλλίστου, κἄπειτα ἑψείσθω μετρίως, ἕως ἂν ὁ ἀφρὸς ἐφίστηται. τὸ μὲν οὖν φαῦλον μέλι πάμπολυν ἐξερεύγεται τὸν ἀφρόν, ὥστε καὶ τὴν ἕψησιν αὐτοῦ πολυχρονιωτέραν γίνεσθαι· τὸ δʼ ἄριστον ἐν ἐλαχίστῳ τε χρόνῳ καὶ βραχύτατον ἀφίησιν, ὅθεν οὐδʼ ἴσης αὐτῷ δεῖ τῆς ἑψήσεως· ἡ δʼ οὖν πλείστη τὸ τέταρτον ἀπολείπει μέρος τοῦ κραθέντος ἐξ ἀρχῆς. σκευάζεται δὲ καὶ κατʼ ἀρχὰς εὐθέως τῶν τριῶν μιχθέντων· ἔσται δʼ ἓν μὲν ὄξους μέρος, δύο δὲ μέλιτος, καὶ ὕδατος τέτταρα· καὶ ταῦτα ἑψείσθω μέχρι τοῦ τρίτου μέρους ἢ τετάρτου, τὸν ἀφρὸν ἀφαιρούντων ἡμῶν. εἰ δʼ ἰσχυρότερον αὐτὸ ποιῆσαι βούλοιο, τοσοῦτον ἐμβαλεῖς ὄξους ὅσον καὶ μέλιτος.

`5.25`

Ἐκ τῶν Διοσκορίδου, ὄξους σκιλλιτικοῦ σκευασία καὶ οἴνων.

`5.25.1–5.25.9`

Σκιλλιτικὸν ὄξος σκευάζεται τοῦτον τὸν τρόπον· σκίλλης μνᾶν κεκαθαρμένην λευκὴν κατατεμόντες βάλλομεν εἰς ἓξ ξέστας ὄξους καλοῦ, καὶ πωμάσαντες ἐπιμελῶς τὸ ἀγγεῖον ἐῶμεν μῆνας ἕξ· μετὰ δὲ ταῦτα ἀνελόμενοι τὴν σκίλλαν καὶ ἐκπιέσαντες αὐτὴν μὲν ῥίπτομεν, τὸ δʼ ὄξος διυλίσαντες καταγγίζομεν. δίδοται δὲ καθʼ ἡμέραν ῥοφεῖν νήστεσι, τὴν μὲν ἀρχὴν ὀλίγον, κατὰ βραχὺ δὲ παραυξάνομεν ἄχρι κυάθου· τινὲς δὲ κυάθους δύο διδόασι καὶ πλείω. τὸν δὲ σκιλλιτικὸν οἶνον οὕτως· λαβὼν σκίλλης κεκαθαρμένης καὶ ἐντετμημένης μνᾶς τρεῖς κάθες εἰς γλεύκους καλοῦ μετρητὴν Ἰταλικόν, καὶ πωμάσας ἔασον μῆνας ἕξ, εἶτα διυλίσας καὶ μετεράσας ἀπόθου· ἀμείνων δὲ παλαιούμενος. φυλάττεσθαι δʼ αὐτοῦ τὴν χρῆσιν δεῖ ἔν τε πυρετοῖς καὶ ἐπὶ τῶν ἐντὸς ἐχόντων ἕλκος. ὁ δὲ καλούμενος μελιτίτης οἶνος δίδοται μὲν ἐν χρονίοις πυρετοῖς· ὑπομαλάττει γὰρ τὴν κοιλίαν καὶ οὖρα κινεῖ. ἁρμόττει καὶ ἀρθριτικοῖς καὶ τοῖς ἀσθενῆ τὴν κεφαλὴν ἔχουσιν. σκευάζεται δὲ πρὸς πέντε χοεῖς αὐστηροῦ γλεύκους μέλιτος χοὸς ἐμβαλλομένου καὶ ἁλὸς κυάθου. σκευάζειν δὲ δεῖ ἐν ἀγγείῳ μεγάλῳ, ἵνα τόπον ἔχῃ πρὸς τὸ ὑπερζεῖν, παραπάσσοντα τοὺς προειρημένους ἅλας κατʼ ὀλίγον, ἄχρι ἂν ἀναζέσῃ· παυσαμένου δέ, μεταγγίζειν εἰς κεράμιον.

`5.25.10`

Οἰνομέλιτος σκευασία.

`5.25.11–5.25.14`

Οἰνόμελι δὲ διαφέρει τὸ ἐκ παλαιοῦ καὶ αὐστηροῦ οἴνου καὶ μέλιτος καλοῦ γινόμενον· ἧττον γὰρ πνευματοῖ. σκευάζεται δέ, ὡς πολύ, πρὸς δύο μέτρα οἴνου ἑνὸς μέτρου μέλιτος μιγνυμένου. οἱ δέ, ἵνα τάχιον αὐτὸ παραστήσωσι, συναφεψοῦσι τὸ μέλι τῷ οἴνῳ καὶ οὕτως καταγγίζουσιν. ἔνιοι δὲ διὰ λυσιτέλειαν γλεύκους ξέστας ἓξ πρὸς ξέστην μιγνύντες μετὰ τὸ ἀποζέσαι καταγγίζουσιν. μένει γλυκύ.

`5.25.15`

Περὶ κυδωνίτου.

`5.25.16–5.25.18`

Ὁ δὲ κυδωνίτης οἶνος, ὃν ἔνιοι μηλίτην καλοῦσι, σκευάζεται οὕτως· μήλων κυδωνίων ἐξελὼν τὸ σπέρμα καὶ τεμὼν ὡς γογγυλίδας εἰς τὸν μετρητὴν τοῦ γλεύκους χάλασον μνᾶς δεκάδυο πρὸς ἡμέρας τριάκοντα, εἶτα διυλίσας ἀπόθου. καὶ μηλόμελι μέν, καὶ κυδωνόμελι καλούμενον, σκευάζεται, μήλων κυδωνίων ἐξαιρεθέντων τὰ σπέρματα καὶ βαλλομένων εἰς μέλι ὡς ὅτι πλείστων, ὥστε ἐσφηνῶσθαι. γίνεται δὲ προσηνὲς μετʼ ἐνιαυτὸν οἰνομέλιτι ἐοικός. ἔστι δʼ ἀμφότερα στυπτικά, εὐστόμαχα, ἁρμόττοντα δυσεντερίαις, ἡπατικοῖς, νεφριτικοῖς, δυσουροῦσιν.

`5.25.19`

Ὑδρομήλου σκευασία

`5.25.20`

Ὑδρόμηλον δὲ σκευάζεται, μιγνυμένου τοῦ ἐκ τῶν κυδωνίων μήλων χυλοῦ ξέστας τέσσαρας, μέλιτος ξέστας ὀκτώ, ὕδατος ξέστας δώδεκα, καὶ ἡλιαζομένου ἐν τοῖς ὑπὸ Κύνα. δύναμις δὲ καὶ τούτου ἡ αὐτή.

`5.25.21`

Ὑδρόμηλον ἄλλως.

Μῆλα κυδώνια κάλλιστα λβ ἐκγιγαρτίσας καλάμῳ κατάτεμε λεπτὰ καὶ βάλε εἰς μέλιτος καλλίστου ξέστας ὀκτὼ καὶ μετὰ μῆνας ὀκτὼ μίσγε ὕδατος ὀμβρίου παλαιοῦ ξέστας δώδεκα, καὶ ἐν τοῖς ὑπὸ Κύνα καύμασιν ἡλίαζε φυλασσόμενος ὄμβρους καὶ δρόσον.

`5.25.22`

Ῥοΐτου σκευασία.

`5.25.23,24`

Ῥοΐτης δὲ σκευάζεται οὕτως· ῥόας ἀπυρήνους λαβὼν ὡρίμους καὶ ἀποθλίψας τὸν χυλὸν τῶν κόκκων καὶ ἀφεψήσας εἰς τὸ τρίτον ἀπόθου. ποιεῖ δὲ πρὸς τὰ ἐντὸς ῥεύματα καὶ πυρετοὺς ῥοώδεις. ἔστι δʼ εὐστόμαχος καὶ στεγνοκοίλιος.

`5.25.25`

Ῥοδίτου σκευασία.

`5.25.26`

Ῥοδίτης δʼ οὕτως· μνᾶν ῥόδων ξηρῶν ἐπετινῶν κεκομμένων ἐνδήσας εἰς ὀθόνιον κάθες εἰς γλεύκους ξέστας εἴκοσι καὶ περισφήκου· μετὰ δὲ μῆνας τρεῖς διυλίσας μετάγγιζε καὶ ἀποτίθεσο. χρήσιμος ἀπυρέτοις πρὸς καθύγρους κοιλίας καὶ δυσεντερίας.

`5.25.27`

Ῥοδομέλιτος σκευασία.

Σκευάζεται δὲ καὶ διὰ χυλοῦ ῥόδων καὶ μέλιτος μιγνυμένων ὃ καλεῖται ῥοδόμελι.

`5.25.28`

Μυρτίτου σκευασία.

`5.25.29–5.25.30`

Ὁ δὲ μυρτίτης οὕτως· δεῖ παρακμάζοντα τὰ μύρτα μέλανα λαβόντας προλιθοπεδεύειν ἐν ἡλίῳ ξηράναντάς τε σμίγειν τῇ χοίνικι κοπείσῃ τρεῖς κοτύλας ὕδατος καὶ οἴνου αὐστηροῦ τὸ αὐτὸ οὕτως τε ἐκθλίβειν καὶ ἀποτίθεσθαι. ἱκανῶς ἐστι στυπτικὸν καὶ εὐστόμαχον ῥευματιζομένῳ τε στομάχῳ καὶ κοιλίᾳ χρήσιμον πρός τε τὰς ἐντὸς ἑλκώσεις καὶ ῥοῦν. μελαίνει δὲ καὶ τρίχας ἐν κεφαλῇ.

`5.25.31`

Ὀμφακίτου σκευασία.

`5.25.32–5.25.33,34`

Ὁ δὲ καλούμενος ὀμφακίτης σκευάζεται, λιθοπεδευομένης τῆς σταφυλῆς μήπω κατὰ πᾶν πεπείρου τυγχανούσης, ἔτι δʼ ὀμφακιζούσης, ἐφʼ ἡμέρας τρεῖς ἢ τέσσαρας, ἕως ἂν ῥυσωθῶσιν οἱ βότρυες. μετὰ δὲ τὸ ἐκθλιβῆναι ἡλιάζεται ἐν κεραμίοις ὁ οἶνος, στυπτικὴν ἔχων δύναμιν καὶ εὐστόμαχον. δοκεῖ δὲ καὶ λοιμικαῖς καταστάσεσι βοηθεῖν. χρῄζει δʼ ἐτῶν πλειόνων εἰς πόσιν.

`5.25.35`

Πισσινίτου οἴνου σκευασία.

`5.25.36–5.25.38`

Πισσινίτης δʼ οἶνος σκευάζεται διὰ πίσσης ὑγρᾶς καὶ γλεύκους. δεῖ δὲ τὴν πίσσαν πλύνειν πρῶτον μὲν θαλάσσῃ ἢ ἅλμῃ ἐφʼ ἱκανόν, ἄχρις ἂν λευκανθῇ καὶ ἡ θάλασσα καθαρὰ ἀπορρέῃ, ἔπειτα ὕδατι γλυκεῖ, καὶ τοῖς η χοεῦσι μίσγειν οὐγκίαν πίσσης καὶ ἐᾶν, μετὰ δὲ τὸ ἀναζέσαι καὶ καταστῆναι μεταγγίζειν. ἔστι δὲ θερμαντικός, πεπτικός, σμηκτικός, ἀνακαθαρτικός, εὔθετος τοῖς περὶ θώρακα καὶ κοιλίαν, ἧπαρ, σπλῆνα, ὑστέρας πόνοις δίχα πυρετοῦ καὶ χρονίοις ῥεύμασι καὶ ἑλκώσεσι τῶν ἐν βάθει. ποιεῖ καὶ πρὸς βῆχας, βραδυπεψίας, ἐμπνευματώσεις, ἄσθματα.

`5.25.39`

Ἀψινθίτου σκευασία.

`5.25.40`

Ἀψινθίτης δʼ οὕτως· εἰς μη ξέστας Ἰταλικοὺς ἐν κεραμίῳ μίξαντες ἀψινθίου Ποντικοῦ λίτραν ἕψομεν, μέχρι τὸ τρίτον ἀπολειφθῇ, εἶτα προσεπιχέαντες γλεύκους ξέστας ϛ καὶ ἀψινθίου ἡμίλιτρον ἐπιμελῶς μίξαντες καταγγίζομεν καὶ ἀποτιθέμεθα. ἔστι δʼ εὐστόμαχος, διουρητικός, ἡπατικοῖς, νεφριτικοῖς, ἰκτερικοῖς χρήσιμος καὶ βραδυπεπτοῦσιν, ἀνορέκτοις καὶ πρὸς ὑποχονδρίων τάσιν χρονίαν καὶ πρὸς ἐμπνευματώσεις, ἕλμινθας στρογγύλας, ἔμμηνα ἐπεχόμενα.

`5.25.41`

Ἐλλεβορίτου οἴνου σκευασία.

`5.25.42,43`

Ὁ δʼ ἐλλεβορίτης οὕτως· ἐλλεβόρου μέλανος οὐγκίας ιβ, ἀφρονίτρου οὐγκίας δ, γλεύκους κο ιβ· βρέχε ἐφʼ ἡμέρας ιε, καὶ ἀπηθήσας χρῶ μετὰ μῆνας ἕξ. τοῦτο καὶ βρέφη ἐκτιτρώσκει. πότιζε κύαθον.

`5.25.44`

Σκαμμωνίτης.

`5.25.45`

Σκαμμωνίας τῆς ῥίζης οὐγκίας ιε· ὀρύττεται πυραμητῷ· ἐμβάλλεται εἰς γλεύκους χοᾶ λεῖα ἐν ὀθονίῳ ἐφʼ ἡμέρας τριάκοντα. καθαίρει διὰ κοιλίας χολὴν καὶ φλέγμα.

`5.25.46`

Θυμίτου σκευασία.

`5.25.47`

Θύμου κεκομμένου καὶ σεσησμένου δραχμὰς ἑκατὸν δήσας εἰς ὀθόνιον κάθες εἰς γλεύκους κεράμιον. ἁρμόζει πρὸς δυσπεψίας, ἀνορεξίας, δυσεργίας νεύρων, πόνους ὑποχονδρίων, φρίκας χειμερινάς, καὶ πρὸς ἰοβόλα τὰ ψύχοντα καὶ σήποντα.

Διοκλέους, οἶνος ὑγείας φυλακτικός.

`5.26.1`

Ὅταν εἰς τοὺς πίθους ἐμβληθῇ τὸ γλεῦκος, εἰς μετρητὰς δέκα πρασίου μνᾶν ἔμβαλλε.

`5.27`

Ἐκ τῶν Ἡροδότου, περὶ οἰνοδοσίας.

`5.27.1–5.27.23`

Τοῦ κατὰ τὴν οἰνοδοσίαν ὄντος τρόπου διττοῦ, καὶ τῆς χρείας ἀπαιτούσης τὴν δόσιν, ἤτοι λύσεως χάριν πυρετῶν ἤτοι ῥέουσαν σύγκρισιν στῆσαι, ἐπὶ μὲν τούτων πάντως χρηστέον τῇ οἰνοδοσίᾳ πρὸς τὸ τὴν δύναμιν ἀναρρωννύναι, ἐπὶ δὲ τῶν ὑπὲρ ἀνασκευῆς πυρετῶν οἰνοδοθησομένων ἔνεστι τοὺς μὲν αἱρεῖσθαι, τοὺς δʼ ἀποδοκιμάζειν· οὐδεμία γὰρ ἔπειξις ἔστιν. ἡλικίαι μὲν οὖν ἐπιτήδειοι αἱ ἀκμάζουσαι ἢ μὴ μακρὰν αὐτῆς, ἄνδρες δὲ γυναικῶν μᾶλλον, ὧραι ἐαρινή τε καὶ θερινή, φύσεις δίυγροι καὶ μὴ πολὺ θερμαί, πυρετοὶ οἱ βραχεῖς καὶ οἱ χωρὶς συμπτωμάτων καὶ οἱ ἐν βεβαίᾳ παρακμῇ μᾶλλον τῶν ἀρχομένων παρακμάζειν. ἀνεπιτήδειοι δὲ καθόλου οἱ μετὰ σκληρίας καὶ φλεγμονῆς τῶν μέσων νοσοῦντες ξηροί τε καὶ δυσδιάπνευστοι τυγχάνοντες καὶ οἱ ἐν συνεχείᾳ πυρετῶν ὄντες καὶ οἱ κεκακωμένοι τὸ νευρῶδες. προσοιστέον δὲ νήστεσι τὸν οἶνον, ἐγχεομένου πέμπτου μέρους ὕδατος θερμοτάτου· εἰ δʼ εὔτονος ἄγαν εἴη, τοῦ τετάρτου. θραυσθείη δʼ ἂν ἔτι μᾶλλον, εἰ καὶ διυλισθείη· πολλὴ γὰρ ἡ ἐξ αὐτοῦ διαπνοὴ γίνεται. καὶ τὴν μὲν πρώτην δόσιν ἀνειμένην προσοιστέον, στοχαζομένους τοῦ τε ἔθους καὶ τοῦ κατὰ τὴν κρᾶσιν εὐαριστήματος. δοτέον δὲ καὶ ἐκ δευτέρου· εἰ δὲ προθυμοῖντο, καὶ ἐκ τρίτου. τοῖς δὲ προπίνειν ἔθος ἔχουσι πολυπόταις τε ἄλλως οὖσι καὶ μέχρις ἓξ κοτυλῶν ἐπιτρεπτέον προκόπτειν. οἱ δʼ ἀθλητικῶς βιοῦντες καὶ πρὸς τοὺς λεγομένους ἀποκοτταβισμοὺς ἔθος ἐσχηκότες διπλοῦν, εἴπερ βούλοιντο, προπιόντες ἀπεμείτωσαν· τό τε γὰρ συνήθως ἐπʼ αὐτῶν συνδιδόμενον ὑγρὸν δριμὺ καὶ φλεγματῶδες ἐκκριθήσεται. ἐπιτρεπτέον δὲ τοῖς βουλομένοις καὶ ἐν μέσῃ τῇ τροφῇ πίνειν καὶ μετὰ τὴν τροφὴν ἐπιλαμβάνειν τὸ ὁρισθὲν μέτρον· τὸ δʼ ἐπὶ πᾶσι πόμα μὴ πλεῖον δυοῖν ὡρῶν τῆς ληφθείσης τροφῆς ἔστω· εἰ δὲ μετὰ ταῦτα διψήσειαν, ὕδωρ πινέτωσαν. τοῖς δὲ καὶ ψυχροῦ τινος ληψομένοις ἡ δόσις ἐν μέσῃ τῇ τροφῇ γινέσθω ἢ μετὰ τὴν τροφήν. τοὺς δʼ ἀήθεις νηστοποσίας ἢ καὶ πρὸς τὸ ἄνευ τροφῆς ποτὸν διαβεβλημένους, εἴπερ χρῄζοιμεν γυμνῶν τῶν σωμάτων τὸν οἶνον καθάψασθαι, εἰς κεκραμένον θερμὸν ὀλίγους ψωμοὺς καταθρύψαντες προσοίσομεν, ἐπιρροφεῖν κελεύσαντες τὸ κραθέν· ἀναλογήσει γὰρ τῇ νηστοποσίᾳ. τὰ δʼ αὐτὰ ποιητέον καὶ ἐπὶ πρεσβυτῶν καὶ παίδων καὶ τῶν πλείστων γυναικῶν ὁμοίως τοὺς ὀλιγοπότας ἢ καὶ φύσει βλαπτομένους. τοὺς δὲ τότε πρῶτον ἀρχομένους ὀλίγῳ καὶ ἐν μέσῃ τῇ τροφῇ χρῆσθαι τῷ οἴνῳ δεήσει· προδώσομεν δὲ καὶ ἐπιδώσομεν αὐτοῖς τὸ σύνηθες ὕδωρ. πάντας δὲ τοὺς ἀνασκευῆς χάριν πυρετῶν ἢ παθῶν τινων οἰνοδοτουμένους, χωρούντων τῶν πραγμάτων κατὰ λόγον, προσαναγκαστέον ἐν τῇ πόσει ἐνδοτέρω τοῦ ἁρμόζοντος αὐτοῖς πίνειν. μέτρον δὲ κοινὸν ἐπὶ πάντων ὁρίσαι, πολλῆς καὶ σχεδὸν ἀπεριλήπτου διαφορᾶς οὔσης ἐν τοῖς ληψομένοις, ..... ὁριστέον δʼ ὅμως τὰ μεταξὺ τοῦ τε πλείστου καὶ τοῦ ἥττονος πέρατα· πινέτωσαν οὖν μήτε πλείω τριῶν κοτυλῶν μήτε ἔλαττον μιᾶς· τοῖς μὲν γὰρ νηστοποτηθὲν ἀποκοτταβισθεῖσιν ἔτι τὸ τρίτον τοῦ ποθέντος ὑπολειπέσθω, τοὺς δὲ μετὰ πολλὰς διαμονὰς λουομένους τῇ συνηθείᾳ παραδοτέον· ὁμοίως καὶ τοὺς πρὸς τῷ βαλανείῳ προσενηνεγμένους οἶνον. ἐπὶ πάντων δὲ τῶν οἰνοδοτηθέντων, τῇ ἑξῆς εἰ πίνοιεν, τὴν ὑδροποσίαν δοκιμαστέον· εἰ δὲ μὴ πείθοιμεν, ἐπιτρεπτέον αὐτοῖς οἴνῳ βραχεῖ χρῆσθαι· μειωτέον δὲ καὶ τὸ τῆς τροφῆς πλῆθος. τοῖς δὲ δευτέροις βαλανείοις τοὺς μὲν ἀνασκευῆς χάριν πυρετῶν λουομένους τοῖς αὐτοῖς οἴνοις ἐπιμένειν δεῖ· τοὺς δʼ ἀναλήψεως χάριν μεταβαίνειν ἐπὶ τοὺς εὐτονωτέρους· ἡ δὲ μετάβασις μὴ ἀθρόως, ἀλλὰ κατʼ ὀλίγον γινέσθω. ῥητέον δὲ τὰ παρέπεσθαι ὀφείλοντα σημεῖα τοῖς καλῶς οἰνοδοτουμένοις· τούτοις γὰρ συγκαταληφθήσεται καὶ τὰ φαῦλα. παρακολουθήσει τοίνυν ἔρευθος προσώπου μετὰ φυσικῆς εὐχροίας, εὔπνοια, ἱδρῶτες θερμοὶ διʼ ὅλου τοῦ σώματος, κεφαλῆς κουφότης, εὐκινησία τῶν μελῶν, ψυχῆς ἱλαρία, ὄμμα δίυγρον καὶ συναίσθησις τοῦ καλῶς λελοῦσθαι καὶ πρὸς τὸν οἶνον ἔχειν ἐπιτηδείως, μετὰ δὲ τὸ πιεῖν ὁρμὴ πρὸς σιτία καὶ χρῆσις τούτων εὐάρεστος ἐρυγαί τε κουφίζουσαι, καὶ μετὰ τροφὴν πρὸς ποτὸν ὁρμὴ συμμεμετρημένη, ἱδρῶτες μετʼ ὀλίγον ἀποπαυόμενοι καὶ οὔρων ἀπόδοσις καὶ τὸ σῶμα μαλακὸν καὶ εὔχρουν. τοῖς δὲ φαύλως συνεδρεύει ἄχροια προσώπου καὶ ξηρότης περὶ πάντα ἢ τὰ πλεῖστα μέρη τοῦ σώματος· εἰ δὲ καὶ διασημαίνει που ἱδρώς, ψυχρὸς φανεῖται μετὰ τοῦ παρεῖναι βάρος κεφαλῆς, ἐν ᾧ καὶ δυσκινησία τῶν μελῶν πάντων καὶ δυσθυμία καὶ πρὸς τροφὴν ὑπτίωσις καὶ δίψος μὴ παρηγορούμενον ποτῷ καὶ καῦμα ἐν ὑποχονδρίῳ ἐρυγαί τε μὴ γινόμεναι, προθυμίας οὔσης, ἤ, εἰ καὶ γίνοιντο, μηδὲν κουφίζουσαι, κύστις ἐπεχομένη πολλάκις καὶ κατʼ ὀλίγον ἀποδιδοῦσα· συμπαρακολουθοίη δʼ ἂν ἐξ ἀνάγκης τοῖς τοιούτοις σφυγμὸς πυκνός. τούτων οὖν παρόντων, ὁτὲ μὲν πάντων, ὁτὲ δὲ τῶν πλείστων, εἰ μὲν ναυτιωδῶς ἔχοιεν, ἐμεῖν κελευστέον ἀμελλητί· εἰ δὲ τὰ μὲν τῆς ναυτίας μὴ παρεῖεν, εὐημεῖς δʼ ἄλλως εἶεν, καὶ τούτους κελεύομεν ἐμεῖν· τοὺς δὲ δυσημεῖς ὕδωρ θερμὸν ἐπιλαβεῖν κελεύσαντες ἀναπαύσομεν. καὶ τοὺς μὲν ἐπιπυρέξαντας, εἰ μὲν ἐμέσειαν, μακρᾶς μὲν γενομένης τῆς ἐπισημασίας, θρεπτέον μετὰ ταύτην ὀλίγῳ σιτίῳ, μικρᾶς δέ, μετὰ τὸν τῆς δευτέρας ὕπνον· εἰ δὲ μὴ ἐμέσειαν, τὴν ἀπὸ ταύτης φυλακτέον διάτριτον, ἐν ταῖς μέσαις ἡμέραις συνεχέστερον ποτὸν κατὰ τοὺς παρισταμένους ἡμῖν καιροὺς προσφέροντας· ἐπιβλαβὲς γάρ, μετʼ οἰνοδοσίαν πυρετῶν ἐπιπεσόντων, ξηραντικῶς ἄγειν· διόπερ ἁρμόζει συνεχεῖ ποτῷ παρυγραίνοντας τὰ κατάξηρα τῶν σωμάτων γενόμενα διὰ τὴν οἰνοποσίαν ἐκλύειν.

`5.28`

Ἐκ τῶν Ἀντύλλου, περὶ διακλύσματος, ἐκ τοῦ γ λόγου Περὶ βοηθημάτων, ἐκ τῶν προσφερομένων.

`5.28.1–5.28.3`

Τὸ διάκλυσμα δίψος παρηγορεῖ καὶ ξηρότητα στόματος ὑγραίνει καὶ γλώττης τραχύτητα λεαίνει καὶ ἔκλυσιν παρηγορεῖ καὶ τὸ γλίσχρον τῶν ὀδόντων ἀποκαθαίρει. οὐκ ἐν ἀνέσει δὲ μόνον διάκλυσμα δοτέον, ἀλλὰ μεμετρημένως ἐπιτρέπειν χρῆσθαι πλὴν ἀρχῆς ἐν παντὶ καιρῷ. ὁ μέντοι ἀνακογχυλιασμὸς ὠφελεῖ μὲν βραχέα, διυγραίνων τὰ ἄκρα τοῦ στομάχου, βλάπτει δὲ μειζόνως, σφηνῶν τὴν κεφαλὴν καὶ ἀνάρροπον τὴν ὕλην ἐργαζόμενος.

`5.29`

Περὶ ποτοῦ, ἐκ τῶν Ἀντύλλου, ἐκ τοῦ αὐτοῦ λόγου.

`5.29.1–5.29.10`

Θερμὸν μὲν ὕδωρ πᾶσι τοῖς νοσοῦσιν ὁπωσοῦν ἐν τοῖς προσήκουσι δοτέον καιροῖς· ψυχρὸν δὲ προηγουμένως μὲν ὑπὲρ τοῦ κατασβέσαι θερμασίαν οὐκ ἐφʼ ἑτέρῳ πάθει γεγονυῖαν, οἷον φλεγμονῇ, ἀλλʼ αὐτὴν καθʼ ἑαυτὴν ἐνοχλοῦσαν, ὥσπερ ἐν τοῖς φλογώδεσι καύσοις. κατὰ περίστασιν δὲ ψυχρὸν δίδομεν τοῖς ἔθος ἔχουσι ψυχροποτεῖν καὶ ἀλλοτρίως ἔχουσι πρὸς τὸ θερμὸν ἢ τοῖς ἀνατρεπομένοις τὸν στόμαχον ἐν τῇ νόσῳ διὰ τὴν τοῦ θερμοῦ πόσιν. καὶ εἰ μὲν διʼ ἔγκαυσιν πυρετοῦ λαμβάνοι τις τὸ ψυχρόν, λάβρως τε καὶ πλέον πινέτω· εἰ δὲ διά τι ἕτερον, ἔλαττόν τε καὶ σχεδὸν ῥοφεῖν κελεύσομεν. παραιτητέον δʼ αὐτίκα ἐπὶ τροφῇ ποτίζειν, πλὴν οἴνου καὶ ψυχροῦ. ὄξος δὲ κατʼ ἰδίαν μὲν οὐ δίδομεν, ὥσπερ οὐδὲ οἶνον, εἰ μή ποτε ὀλίγον, ὡς ἐν φαρμάκου μοίρᾳ· ὀξυκράτῳ δὲ ποτίζομεν τοὺς αἷμα ἀνάγοντας, καὶ μάλιστα εἰ ἀπὸ στομάχου γένοιτο ἢ ἀπὸ γαστρὸς ἡ ἀναγωγή, καὶ τοὺς σφόδρα ναυτιώδεις καὶ τοὺς κατὰ πλοῦν ὑπερκαθαιρομένους· ἐνίοτε δὲ καὶ τοὺς φλεγματίας ὑπὲρ τοῦ τεμεῖν αὐτοῖς τὸ φλέγμα. ὀξύμελι δʼ ὑπέρ τε τῶν ἐν θώρακι συνισταμένων παθῶν παραλαμβάνομεν ἐπί τε βρώσει μυκήτων ἐπί τε γύψου πόσει, καὶ ἔτι μᾶλλον ἐπὶ ταυρείου αἵματος. οἰνόμελι δʼ οὐκ οἶδα εἴ τινι τῶν νοσούντων ἁρμόδιον· μελίκρατον δὲ τοῖς ἐν πυρετοῖς καὶ χωρὶς πυρετοῦ τὸ νευρῶδες πεπονθόσιν. ὑδρόμελι δὲ καὶ ἀπόμελι καὶ μελίμηλον αὐτὰ μὲν ἐφʼ ἑαυτῶν οὐκ ἐπιτήδεια πόματα — καὶ γὰρ ἀποφθείρεται ῥᾳδίως καὶ ἀποξύνεται —, εὔστομα δʼ ἱκανῶς τοῖς ἀνορεκτοῦσιν ἐν πυρετοῖς ἀπονήροις, καὶ ἐν τοῖς κεχρονικόσιν ἤδη καὶ τοῖς χωρὶς πυρετοῦ νοσήμασιν οὐκ ἀνεπιτηδείως τροφὴ δίδοται. ἀρέσκει δʼ ἡμῖν αὐτίκα ἐπὶ τῇ τροφῇ ληφθείσῃ διδόναι καὶ ψυχρὸν καὶ οἶνον, εἰ παραλαμβάνοιμέν τι αὐτῶν· τό τε γὰρ σῶμα καὶ μάλιστα ἡ γαστὴρ καὶ ὁ στόμαχος ἐμπεπλησμένα οὐδὲν κακὸν οὔτε ὑπὸ τῆς θίξεως τοῦ ψυχροῦ οὔτε ὑπὸ τῆς δυνάμεως τοῦ οἴνου πείσεται· διὰ τοῦτο οὔτε νήσταις δίδομεν οὔτε μετὰ πολὺ τῆς ληφθείσης τροφῆς, ἐπεὶ ὅμοιος ὁ μετὰ πολὺ καιρὸς νηστοποσίᾳ. τὸ δὲ μετὰ τὴν πόσιν προσφέρειν σιτία παραχρῆμα οὔτε τοῖς νήστεσι προπιοῦσιν ἁρμόδιον — φθάνει γὰρ ὁ οἶνος καὶ τὸ ψυχρὸν κακῶσαι πρὸ τῆς τῶν σιτίων εἰσόδου τὸ σῶμα — οὔτε τοῖς πρὸ πολλοῦ βεβρωκόσιν, ἔπειτα ἐπιπιοῦσιν· πῶς γὰρ ταῦτα ἢ θραῦσαι δυνήσεται τὴν τοῦ ψυχροῦ θίξιν ἢ ἀμβλῦναι τὴν τοῦ οἴνου δύναμιν προδιῳκημένα, οὐκ ἔστιν εἰπεῖν.

`5.30`

Περὶ ποτοῦ, ἐκ τῶν Ἡροδότου· καὶ ποίῳ καιρῷ παροξυσμοῦ τούτῳ χρηστέον.

`5.30.1–5.30.39`

Διαιρουμένης τῆς ὅλης ἐπισημασίας κατὰ τὴν ὁλοσχερεστέραν τομὴν εἴς τε ἀρχὴν καὶ ἀκμὴν καὶ παρακμήν, πᾶν μέρος ἀναγκαῖον πρὸς ποτοῦ παράθεσιν εὑρίσκομεν. τοὺς γοῦν ἐπὶ τροφῇ πυρέξαντας ἢ ἐπὶ διαφθορᾷ σιτίων ἢ καὶ περὶ τὰς ἀρχὰς τῶν ἐπισημασιῶν τραφέντας ἢ ἐν ὑπονοίᾳ φαύλων προσφορῶν γενομένους εἴπερ κρίναιμεν ἐμέσαι, ποιητέον τοῦτο μετὰ ποτοῦ παράθεσιν. δώσομεν δέ, εἰ δέοι, τούτοις καὶ ἐκ δευτέρου πρὸς παντελῆ τῶν ὑπολειφθέντων ἀποκάθαρσιν, πολλάκις δὲ καὶ πρὸς ἐπίκρασιν καὶ ὑποχώρησιν τῶν ὑποκειμένων. εὑρεθεῖεν δʼ ἂν καὶ ἄλλαι περιστάσεις ἐν ἀρχῇ τῆς ἐπισημασίας ἀπαιτοῦσαι ποτόν, ὡς ἡ τῶν νηπίων ἡλικία· τὴν γὰρ ἐπιζήτησιν εὐκαιρίαν νομιοῦμεν, μήτε βράδιον διδόναι μήτε πρότερον. καὶ τοὺς ἀποστρεφομένους δὲ τὸ ποτὸν καὶ παρὰ τοῦτο κινδυνεύοντας, ὅπερ ἐν χαλεπαῖς ἐνστάσεσιν εἴωθε γίνεσθαι, εἴπερ ἀρξαμένης τῆς ἐπισημασίας ὀρεχθεῖεν πιεῖν, οὐ κωλυτέον. ἐν δὲ τοῖς τῆς ἐπιδόσεως χρόνοις πλείους αἰτίαι τῆς προσφορᾶς εἰσιν· εἰ γοῦν τισιν ἐν τοῖς παροξυσμοῖς δίψος σφοδρὸν συνεισβάλλοι καὶ δύσοιστον οὐ διὰ πονηρίαν καὶ συναύξησιν τῶν νόσων, ἀλλὰ διά τινα τοῦ πάθους ἰδιότητα, πᾶσα ἀνάγκη ὡς σύμπτωμα παρηγορεῖν· κριθήσεται δέ, εἰ οὕτως ἔχοι, ἂν τοῦ κατὰ τὸν πυρετὸν μεγέθους μᾶλλον παραύξηται τὸ δίψος. δεῖ δὲ καὶ τὴν φύσιν τοῦ νοσοῦντος ἐπιθεωρεῖν· εἰ γὰρ ἀνεξίκακος ἐν τοῖς λοιποῖς ὢν μὴ ὑπομένοι τὸ διψεῖν, ἐπιτήδειος ἂν εἴη πρὸς τὸ πίνειν ἐν τῇ τοῦ παροξυσμοῦ ἐπιδόσει. οἵ τε δὴ πολὺ χολῶδες ἀθροίζοντες ἐν τῷ στομάχῳ καὶ μετὰ πολλῆς ἀνάγοντες ταλαιπωρίας ἐπὶ ποσῷ κουφισμῷ, ἐψυγμένοι μὲν τὰ ἄκρα, ὠχροὶ δὲ καὶ ἀπορούμενοι καὶ μηδὲ τὴν κατάκλισιν φέροντες, διακαεῖς ὑπὸ δίψους μετὰ τοῦ τῆς ἀποκρίσεως κουφισμοῦ, ὡς ἔκ τινων τεταγμένων ἀριθμῶν ἐκ περιτροπῆς ταῦτα πάσχουσι καὶ οὔτε ἠρεμοῦσιν οὔτε μέχρι τῶν ἄκρων πυρέσσουσιν, εἰ μὴ πολὺ προσενέγκαντες ὑγρὸν τρόπον τινὰ κατακλύσαιμεν. τούτοις ἐμέσασι συμβαίνει μετὰ τὴν προσφορὰν καὶ τὸν ἔμετον εὐθὺς ἀθρόως συναναφέρεσθαι τὴν θερμασίαν καὶ τοῖς τῆς ἀκμῆς προσεγγίζειν ἰδιώμασιν. κἂν ὁ μερισμὸς δὲ τῆς ἐπισημασίας εἰς ἄνισα τέμνηται, ὡς τὸ πλεῖστον μέρος εἶναι τῆς αὐξήσεως, ὀλιγοχρόνιον δὲ τὴν ἀκμήν, ἔσται ποτοῦ καιρὸς ὁ ἐν τῇ ἐπιδόσει· ἀναλογεῖ γὰρ τῷ τῆς ἀκμῆς διὰ τὸ ἐν τούτοις τοῖς χρόνοις δυναστεύειν τὴν αἰτίαν καὶ ταλαιπωρεῖσθαι τὸν ἄνθρωπον. ταχυτέρας δὲ τῆς προσφορᾶς προσδέονται καὶ οἱ εὐκαθαιρέτους τὰς δυνάμεις ἔχοντες, ἐφʼ ὧν πρὸ πολλοῦ οὐ μόνον παρὰ δόσεως ποτοῦ ἀναγκαῖον δεῖ ἀσφαλίζεσθαι, ἀλλὰ καὶ παρὰ σιτίων παραθέσεως. οἱ δʼ ἐν πυρετοῖς δυσκαταποτοῦντες διὰ τὸ προσαναξηραίνεσθαι τὸν στόμαχον παρὰ τὴν ἰδιάζουσαν θερμασίαν ἢ καὶ πλῆθος πυρετοῦ, εἰ μὴ συνεχεστέρῳ ὑγρανθεῖεν ποτῷ, μετὰ πολλῆς βλάβης ἐν καιρῷ τῷ τῆς τροφῆς διορθοῦνται. τινὲς δὲ τούτων ὅμοια πάσχουσι πνιγμῷ, ἐφʼ ὧν ὡς πρὸς ἐπείγοντα κίνδυνον ἱστάμενοι προσοίσομεν τὸ ποτὸν καὶ πρὸ ἀκμῆς. καὶ ἐπὶ τῶν ἀνορέκτων δὲ φύσει καὶ ταλαιπώρως προσφερομένων, καὶ μάλιστα εἰ καὶ ξηρότης εἴη περὶ τῷ στόματι, χρηστέον ποτῷ συνεχεῖ, μειζόνως ἐκ τῆς προσφορᾶς ἀναβαινούσης ὠφελείας διὰ τὰ μέλλοντα. δίδομεν δὲ τάχιον ποτὸν καὶ ἐφʼ ὧν βουλιμιώδεις ἐπισυμβαίνουσιν ἐκλύσεις, παρηγοροῦντες τὸ σύμπτωμα. θερμοῦ μὲν ποτοῦ καιρὸς τοσοῦτος· εἰ γάρ τι καὶ παραλέλειπται, ῥᾴδιον ἐκ τῶν εἰρημένων εὑρίσκειν. ψυχροῦ δʼ ἐν μὲν ἀρχομένῃ ἐπισημασίᾳ χρῆσις ἐφʼ αἱμορραγούντων· ἐν δʼ ἐπιδόσει δοτέον οἷς διά τινα περίστασιν λαβεῖν θερμὸν ἀδύνατον· τὸ δὲ τοῖς καυσουμένοις ἀνασκευαστικῶς ψυχρὸν δίδοται πρὸ τῆς ἀνέσεως ἐν τοῖς τῆς ἀκμῆς χρόνοις. οἱ δʼ αὐτοὶ τῆς προσφορᾶς καιροὶ τοῦ τε χλιαροῦ καὶ γαλακτώδους καὶ παγολύτου. ὁ δὲ τρόπος τῆς θερμοδοσίας διάφορος· ἐν γὰρ ἀρχαῖς ἐπισημασίας ἐμέτων χάριν εἰ προσφέροιτο, πολὺ καὶ χλιαρὸν ἔστω· ὁμοίως, εἰ καὶ ἀποσβέσαι σφοδρὸν καὶ περικαὲς δίψος θέλοιμεν, καὶ ἐν ῥευματισμοῖς, συνδιδομένων δριμέων πολλῶν καὶ χολωδῶν εἰς τὸν στόμαχον· οὐ γὰρ παρακρατεῖται τὸ ληφθέν, ἀποκρίνεται δέ. καὶ ἐπὶ μὲν τῶν ψυχροῦ χάριν δίψους λαμβανόντων ἐκ τοῦ κατʼ ὀλίγον ἡ προσφορὰ γινέσθω, διαναπαυομένων αὐτῶν καὶ τῇ καταπόσει ἐγχρονιζόντων· ἐπὶ δὲ τῶν ἐμέτου χάριν πινόντων ἀθροῦν προσενεκτέον τὸ ὑγρόν, ἀπνευστὶ ἐφελκομένων. εἰ δὲ διὰ μῆκος ἐπισημασίας προσφέροιμεν ἢ διὰ κάκωσιν δυνάμεως ἢ διὰ τὰς ἤδη προκατηριθμημένας περιστάσεις, ἐν ἐπιδόσει ἢ ἀκμῇ ὄντων, σύμμετρον δοτέον, μήτε μόνον ἀπογεύοντας αὐτοὺς μήτε ἀποπληροῦντας· ἀγαθὸν γὰρ ἐν πυρετοῖς λαγαρὰν διαφυλάσσειν τὴν κοιλίαν καὶ μὴ διατεταμένην ἔχειν. τοῖς δὲ διὰ ξηρότητα λαμβάνουσι καὶ διὰ τὸν ἐκ ταύτης γινόμενον πνιγμόν, ἢ καὶ ἐφʼ ὧν τὰ περὶ τὴν κατάποσιν διαφυλάξαι βουλόμεθα, κατʼ ὀλίγον καὶ συνεχῶς προσοιστέον. εἰ δὲ καὶ ῥεύματα συνυπάρχοι τοῖς πυρέττουσι στομάχου ἢ κοιλίας, καὶ διὰ ταῦτα παραιτητέον τὴν ἀθροοποσίαν — διερεθιστικὴ γὰρ τῶν συμπτωμάτων· ἄριστον δὲ διὰ στενοστόμων ἀγγείων πίνειν κατʼ ὀλίγον. ἐν δὲ ταῖς ἀνέσεσι ποτὸν εἰ προσφέροιμεν, τοῖς μὲν ῥευματιζομένοις οὐδέποτε πολὺ οὐδὲ ἀθροῦν δοτέον, οὐ μέντοι κατὰ τὸν ὑποδεδειγμένον τρόπον. οἱ δὲ λοιποὶ μέχρι πληρώσεως πινέτωσαν· ἐπὶ δὲ τῶν καταξήρων καὶ μεμυκότων τῇ σαρκὶ καὶ πάντοθεν στεγνῶν δοτέον πλεῖον ἢ κατὰ δίψους ἐμπλήρωσιν· εἰ δὲ προσδέοιντο, καὶ ἐκ δευτέρου προσενεκτέον· ὁ γὰρ αὐτὸς ἑνὸς καὶ πλείονος ποτοῦ καιρός· παρεστοχάσθαι μέντοι δεῖ τοῦ τὸ προειλημμένον ὑγρὸν ἀνῆφθαι, καὶ τὴν ἐπιζήτησιν τῶν σωμάτων, ἀλλὰ μὴ τῆς τοῦ νοσοῦντος ἐπιθυμίας εἶναι. τοὺς δʼ ἐπὶ τῷ δοθέντι ποτῷ ἐπιφαινομένους ἱδρῶτας, εἰ ἐπὶ συμφέροντι γίνοιντο, διαφυλακτέον ἐπιδόσει δευτέρου. εἰ δὲ πλειόνων ἱδρώτων ἔχομεν χρείαν, καὶ παυομένων αὐτῶν διερεθιστέον. λυγμοῦ δὲ διοχλοῦντος ἢ ξηρᾶς βηχὸς ἐπιτεταμένης, θερμὸν ὀλίγον καταρροφείτωσαν. τὸ δὲ παγόλυτον ἢ ψυχρόν, εἰ μὲν ἀντὶ θερμοῦ προσφέροιμεν, τοῖς αὐτοῖς ὑπαχθήσεται καιροῖς καὶ τρόποις· εἰ δʼ ὑπὲρ ἐποχῆς ἱδρώτων ἢ τῶν λοιπῶν συμπτωμάτων, ὧν ἤδη τὴν καταρίθμησιν ἐποιησάμεθα, κατʼ ὀλίγον δοτέον καὶ ἐκ διαλειμμάτων μειζόνων. καὶ τὸ ἐπὶ τροφῇ διδόμενον ψυχρὸν ὀλίγον ἔστω. τὸ δʼ ἀγωνιστικῶς ἐπὶ τῶν καυσωδῶν πυρετῶν διδόμενον ψυχρὸν ἢ γαλακτῶδες ἢ παγόλυτον ἐν τοῖς θεραπευτικοῖς τεύξεται λόγου. ἔστω δὲ τὸ πινόμενον ὕδωρ οἷον τὸ ἄριστον, καὶ ἑψώμενον ἐπʼ ἀνθράκων ἐν ἀγγείῳ κεραμέῳ· ἡμεῖς δʼ εἰς ὕελον φυσητὴν ἐμβάλλοντες τὸ ὕδωρ καθίεμεν εἰς ζέον ὕδωρ· τοῦτο γὰρ πᾶσαν ἐκπέφευγε μέμψιν. εἰ δὲ φαῦλον εἴη τὸ ὕδωρ, ἀφεψηθὲν ἀπαιθριαζέσθω. τὸ δὲ ψυχρὸν ἀκραιφνὲς ἔστω ψυχρὸν καὶ μαλακόν. εἰ δὲ πρὸς τὸ χλιαρὸν ἢ γαλακτῶδες ἢ παγόλυτον ἔχοιεν οἰκείως, χρηστέον αὐτοῖς, διαφόρως πρὸς τὸ θερμὸν τὴν σύγκρισιν ποιουμένους. κιρνάσθω δὲ τὸ μὲν χλιαρὸν οὕτως· θερμοῦ ποτίμου κυάθους ε, ψυχροῦ α. τὸ δὲ παγόλυτον ἀνεστράφθω· θερμοῦ γὰρ ἐχέτω α, ψυχροῦ δὲ ε. τὸ δὲ γαλακτῶδες ἐξ ἴσων κιρνάσθω. ἔστω δʼ ἐπιτεταμένον τὸ ψυχρόν· εἰ δʼ ἀνειμένον, ἐπιπλεοναστέον τῷ ψυχρῷ.

`5.31`

Περὶ πομάτων ἐπιτηδείων τοῖς πυρέσσουσιν.

`5.31.1–5.31.12`

Πότημα δὲ τοῖς πυρέσσουσιν ἄριστον μὲν μελίκρατον ἢ ὀξύμελι οἷς εὐκάρδιον τυγχάνει· τὸ δʼ ὕδωρ ἀδηκτότατον τῷ πυρέσσοντι, ἐκκρίσεις δʼ οὐ πάνυ τι ποιεῖ. τὰ δʼ ἀποβρέγματα τὰ στῦψιν ἔχοντα μάλιστα μὲν πρὸς τὰς ἐκταράξεις τῶν κοιλιῶν εἴη ἂν οὐκ ἀνάρμοστα καὶ πρὸς τοὺς ἐμέτους, ὅσοις ἥ τε τοῦ μέλιτος καὶ τοῦ ὀξυμέλιτος προσάντης ἐστίν. ἀποβρέχοιτο δʼ ἂν καθʼ ὥραν τά τε ἠρινὰ γλυκύμηλα κνισθέντα λεπτά, ἔστε ἂν εὖ μάλα τὸ ὕδωρ χρωσθῇ, ἢ τῶν κυδωνίων μήλων τὰ πεπανώτατα τέμνοντα ὡσαύτως ἀποβρέχειν. διδόναι δὲ μάλιστα τοῖς χολημετοῦσι τὸ ἀπὸ τῶν μήλων καὶ πρὸς τὰς κοιλίας· σκοπεῖν δὲ δεῖ, ὅπως μηδεμίαν ἕξῃ ὀξύτητα τὸ μῆλον. ὡσαύτως δὲ καὶ τὰς ἀπίους ἀποβρέχειν, ὅσαι στρυφναί τε καὶ γλυκεῖαί εἰσιν. οἰνωδέστατον μὲν οὖν πᾶν ἐστι τὸ ἀπὸ τῶν ἀπίων ἀπόβρεγμα, δεύτερον τὸ ἀπὸ τῶν μήλων τῶν κυδωνίων, ἥκιστα δὲ τὸ ἀπὸ τῶν φοινίκων τῶν ὠμῶν· βέλτιον δὲ τὸ ἀπὸ τῶν ἡμιπεπόνων. τὰ δʼ ἁπαλὰ μύρτα βραχέντα γλυκὺ οἰνῶδες μέν τι ποιεῖ, ἄδηκτον δὲ καὶ λεῖον τὸ πόμα. ὁ δʼ ἀπὸ τῆς ῥόας χυμὸς οὐχ ἥκιστα μὲν τῶν προειρημένων ἐστὶν οἰνωδέστατος· λεῖος δὲ καὶ οὗτος ὁ χυμὸς καὶ οὐδὲν ἔχων θερμόν. χρήσαιτο δʼ ἄν τις τούτοις τοῖς ἀποβρέγμασι στρυφνοῖς εἰς τοὺς πυρετοὺς τοὺς ἀταράχους τε καὶ ἀσφαλεῖς πρός τε τὰς κοιλίας τὰς καταφερομένας παντάπασιν. τὰ δʼ ἀπὸ τῶν οὔων ἀποβρέγματα καὶ τῶν ἀπίων τῶν ξηρῶν καὶ τῶν μύρτων καὶ τῶν φοινίκων, πάντα αὐτῶν τὰ ἀποβρέγματα ἧσσον τὸ γλοιῶδες ποιεῖ· χρήσαιτο δʼ ἄν τις καὶ τούτοις οἷς οἶνος οὐ προσακτέος. ἀποβρέχεται δὲ καὶ τὰ γίγαρτα ἐρειχθέντα· μᾶλλον δὲ τὸ ἀφέψημα αὐτῶν χρησιμώτερόν ἐστιν, ἐνεργότατον ὂν τῇ στύψει καὶ οὐδεμίαν ἄλλην δριμύτητα οὐδʼ ὀξύτητα ἔχον. οἱ δʼ οἶνοι οἱ μύρτινοί τε καὶ ἀπὸ τῶν κηρίων καὶ πυρῶν καὶ κριθῆς γινόμενοι οὐδὲν ἀσθενέστεροί εἰσι τῶν ἀπὸ τῆς σταφυλῆς, ἀλλὰ πολλῷ βραδύτεροί τε καὶ χείρους· οἱ μὲν γὰρ ἀπὸ τῶν φοινίκων τε καὶ σύκων ἐν ἀρχῇ μὲν οἰνοποτηθέντες τῷ γλυκεῖ οἴνῳ παραπλήσιοι γίνονται τῇ γεύσει, τῇ δὲ δυνάμει πολλῷ χείρους καὶ βαρύτεροί τε καὶ δυσκατεργαστότεροί εἰσιν· παλαιούμενοι δὲ γίνονται τῷ αὐστηρῷ οἴνῳ παραπλήσιοι κατὰ τὴν θερμασίαν τε καὶ δύναμιν.

`5.32`

Ἐκ τῶν Φιλοτίμου, περὶ πόσεως τῆς μετὰ τὸν σῖτον καὶ πρὸ τοῦ.

`5.32.1–5.32.4`

Ἐν τῷ τὸ ποτὸν ἀθροῦν πίνειν μετὰ τὸν σῖτον τὸν στόμαχον εὐρύτερον γίνεσθαι, καὶ μάλιστα τὸ ἄνωθεν, καὶ τὴν κοιλίαν διατείνεσθαι καὶ τὴν βροχὴν ἅμα συμβαίνειν τῶν σιτίων καὶ τὴν διάχυσιν παρασκευάζει καὶ τό τε στόμα καὶ τὰ περὶ τὴν κεφαλὴν καὶ τὸν βρόγχον καὶ τὴν κοιλίαν θερμαίνει. τοῖς δὲ νύκτωρ ψυχρὸν πίνουσι καταψύχει τούς τε πρότερον εἰρημένους τόπους πάντας καὶ τὴν τροφὴν ἐν ἀκμῇ μάλιστα οὖσαν τοῦ θερμαίνεσθαι καταψύχει καὶ τὴν ἕψησιν κωλύει καὶ τὴν τροφὴν ζέουσαν καὶ τὰς ἐν αὐτῇ πομφόλυγας γινομένας ταπεινοῖ καὶ καθίστησιν εἰς ἕδραν καὶ τὴν διαλελυμένην καὶ τετηκυῖαν τῆς τροφῆς ποιεῖ παχυτέραν. ἐν δὲ τῷ νήστῃ ψυχρὸν πίνειν τούς τε εἰρημένους τόπους καταψύχεσθαι καὶ ταχέως καὶ πλεῖστον ὑγρὸν μάλιστα αὐτῷ καὶ τεθερμασμένον ἧττον ἐκ τῆς κοιλίας ἀναδίδοσθαι καὶ τὸ φλέγμα τὸ ἐν τῇ κοιλίᾳ παχύτερον ποιεῖ. ἐκ δὲ τῶν ταλαιπωριῶν καὶ λουτρῶν καὶ πυρετῶν τοῖς πίνουσιν ἥ τε ἀνάδοσις τῶν ὑγρῶν τάχιστα γίνεται καὶ τὴν μῖξιν ἧττον ἴσχει καὶ τῇ κατὰ τὰς φλέβας τροφῇ καὶ τὸ στόμα καὶ τὸ πρόσωπον καὶ τὸν στόμαχον καὶ τὴν κοιλίαν μάλιστα ψύχει καὶ τοὺς ἐν φλεψὶ χυμοὺς ἐπὶ βραχὺν χρόνον καταψύχει καὶ ποιεῖ παχυτέρους.

Σκευασία ῥοσάτου.

`5.33.1`

Καθαρὸς ὢν ἀπὸ μολυσμοῦ ῥόδα ἐξονυχίσας βάλλε εἰς οἶνον προπάλαιον ὅσα βούλει μὴ ἀθρόως, ἀλλὰ κατὰ μέρος, καὶ καθʼ ἑκάστην ἡμέραν κίνει καλάμῳ ἄκρῳ, ἵνα μέχρι τοῦ πυθμένος τοῦ ἀγγείου ἐφικνῆται, καὶ πωμάσας ἀκριβῶς, ἵνα μὴ διαπνέηται, ἔα τριάκοντα ἡμέρας, μεθʼ ἃς διυλίσας τὸν οἶνον βάλλε εἰς πέντε ξέστας μέλιτος ξέστην α καλῶς τετριμμένου, καὶ ἐάσας ἡμέρας τριάκοντα, ἵνα καταστῇ, χρῶ.

`5.33.2`

Ἄλλως. Σκευασία ῥοσάτου συνθέτου.

Ῥόδα ἐξονυχίσας βάλλε ξέστας μέλιτος ϛ καὶ ἔα ἐνιαυτόν· βάλλε ἀπὸ τοῦ συνθέτου ῥόδων 𐆃 α καὶ μέλιτος καθαροῦ 𐆃 ε καὶ λειώσας ἐπίχει οἴνου καλοῦ ξέστας ι.

`5.33.3`

Ὑδροροσάτον.

Μέλιτος καλλίστου 𐆃 λ, ῥόδων φύλλων 𐆃 ι, ὕδατος πηγαίου 𐆃 ξ· ἕψει τὸ ὕδωρ ἕως βράσεως καὶ κουφίσας τὸ κακκάβιον βάλλε τὸ ῥόδον· πωμάσας τὸ κακκάβιον ἕως τελείας πέψεως καὶ ἑψήσας τὸ μέλι χωρὶς καὶ ἀπαφρίσας καὶ διυλίσας τὸ ῥόδον μῖξον τὸ μέλι τῷ ζέματι τοῦ ῥόδου.

`5.33.4`

Ἄλλο ῥοσάτον.

Οἴνου πρωτίου 𐆃 κα, μέλιτος 𐆃 η, ῥόδων φύλλων 𐆃 γ, καὶ βρέξας τὸ ῥόδον τῷ οἴνῳ ἡμέρας ιε καὶ διυλίσας ἐκ τοῦ οἴνου ἕψε τὸ μέλι καὶ ἀπαφρίσας ἑνώσας τῷ οἴνῳ βρόχῳ καὶ ἀναδήσας δεόντως ἔα.

`5.33.5`

Ῥοσάτον ἄλλο πρόσφατον.

Μέλιτος 𐆃 ζ, οἴνου 𐆃 κα, ῥόδων φύλλων 𐆃 β· τρίψας τὸ ῥόδον δεόντως μῖξον τῷ οἴνῳ ἐφʼ ἡμέρας β, εἶτα διυλίσας τὰ φύλλα καὶ ἑψήσας τὸ μέλι ἑνώσας τὰ ἀμφότερα καὶ ἀναδήσας δεόντως ἔα.

`5.33.6`

Ἰάτον.

Μέλιτος 𐆃 ζ, οἴνου 𐆃 κα, ἴων δεσμίδια σμ, φυλλίσας ταῦτα βρέξον ἐν τῷ οἴνῳ ἡμέρας λ καὶ διυλίσας τὰ ἴα ἕψει τὸ μέλι, εἶτα ἑνώσας τὰ ἀμφότερα καὶ ἀναδήσας δεόντως ἔα.

`5.33.7`

Χαμαιμηλάτον.

Οἴνου Ἀσκαλωνίτου 𐆃 κα, μέλιτος 𐆃 ζ, χαμαιμήλων κοκκίων 𐆄 ϛ· βρέχε τὰ κοκκία σὺν τῷ οἴνῳ ἡμέρας κ καὶ διυλίσας αὐτά, ἑψήσας τὸ μέλι καὶ ἀπαφρίσας ἕνωσον καὶ ἀναδήσας ἔα.

`5.33.8`

Κονδίτον πρώτιστον ἐν κύστει λίθοις.

Μέλιτος ξέστην α, οἴνου ξεστία ε, πεπέρεως 𐆄 α, σαρξιφάγου γρ. δ, ναρδοστάχυος γρ. δ, καρπησίου, ζιγγιβέρεως, μήου, ἀσάρου, κασίας, σίνωνος, πετροσελίνου, ἀκόρου, γεντιανῆς, δαύκου ἀνὰ γρ. δ· τῷ ἀπηφρισμένῳ μέλιτι ἑνώσας τὰ ξηρία καὶ τῷ οἴνῳ ἔα τὸ ἀγγεῖον ἡμέρας ι πέψεως χάριν.

`5.33.9`

Κονδίτον.

Μέλιτος 𐆃 ι, οἴνου πρωτίου 𐆃 λ, πεπέρεως 𐆄 α· τρίψας τὸ πέπερι μῖξον τῷ οἴνῳ καὶ ἀπαφρίσας τὸ μέλι ἕνωσον τῷ οἴνῳ καὶ ἀναδήσας ἔα.

`5.33.10`

Ἀννησάτον.

Μέλιτος 𐆃 ι, οἴνου πρωτίου λευκοῦ 𐆃 λ, ἀννήσου 𐆄 ε.

`5.33.11`

Σχοινανθάτον.

Σχοινάνθου πρὸς ιϛ κρόκου σταθμὸν ιβ, μαστίχης γρ. ιϛ· τρίψας ταῦτα ἕνωσον τῷ οἴνῳ, καὶ ἀπαφρίσας τὸ μέλι καὶ ἑνώσας ἅπαντα καὶ ἀναδήσας ἔα.

`5.33.12`

Στυρακάτον.

Μέλιτος 𐆃 λ, στύρακος 𐆃 α, οἴνου 𐆃 ϛ· ἀπαφρίσας τὸ μέλι καὶ τρίψας τὸν στύρακα μῖξον, καὶ μετὰ τοῦ ἀπηφρισμένου μέλιτος ὄντος ἐν τῇ θυίᾳ μίξας τὸν οἶνον ἀναλαβὼν τῇ χειρί σου χρῶ.

`5.33.13`

Ἀψινθάτον.

Εἰς τοὺς ν ξέστας τοῦ οἴνου βάλλε κόστου 𐆄 𐅶, φύλλου 𐆄 𐅶, ἀμώμου 𐆄 𐅶, κασίας 𐆄 𐅶, μέλιτος ξέστας ι, καὶ ἀψίνθιον τὴν βοτάνην, ἀπόβρεξον εἰς οἶνον ὀλίγον, καὶ τοῖς προειρημένοις ἐπίχει τοσοῦτον τοῦ ἀποβρέγματος ὅσον γευομένῳ σοι καλῶς ἔχειν φανῇ.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: soi-aj`.
