---
title: "Medical Collections, Books 1–16, 24–25, 43–50: Book XLVII"
title_greek: "Ἰατρικαὶ Συλλογαί, ΜΖʹ"
author: Oribasius of Pergamon
eul_wid: soi-bh
eul_aid: soi
canonical: "https://eulogikon.org/works/oribasius-pergamon-medical-collections-book-47-soi-bh"
lang: grc
period: Late Antique
dialect: Koine
content_hash: "sha256:2323551e96ee15e2f7095667b5173f6f74fad4cfb58ff0d90dfdf88512ee783b"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Medical Collections, Books 1–16, 24–25, 43–50: Book XLVII

*Ἰατρικαὶ Συλλογαί, ΜΖʹ*

**Author:** Oribasius of Pergamon

**eul_wid:** `soi-bh` · [HTML page](https://eulogikon.org/works/oribasius-pergamon-medical-collections-book-47-soi-bh)

## Text

Part of [Medical Collections, Books 1–16, 24–25, 43–50](/works/oribasius-pergamon-medical-collections-soi-aa)

`47.1`

Ἐκ τῶν Γαληνοῦ. Περὶ ἐξαρθρημάτων.

`47.1.1–47.1.6`

Τῶν ἐξαρθρημάτων τινὰ μὲν ἐξαιφνιδίους τε καὶ σφοδρὰς ἔχει προηγουμένας κινήσεις, τινὰ δʼ ἀμετρίᾳ τῆς ἐν τοῖς ἄρθροις ὑγρότητος γίνεται, τεγγούσης μὲν τοὺς συνδέσμους καὶ χαλώσης, ὀλισθηρὰν δὲ τῇ γλισχρότητι τὴν ὅλην διάρθρωσιν ἐργαζομένης. ἐνίοις δὲ τῶν ἀμφὶ τὰς κοτύλας ὀφρύων περιθραυσθεισῶν ἑτοίμη ταῖς κεφαλαῖς τῶν κώλων ἡ παράλλαξις γίνεται, τισὶ δʼ εὐθὺς ἐξ ἀρχῆς ὕπτιαί τε καὶ προπετεῖς εἰσι καὶ παντάπασιν ἐπιπολῆς αἱ κοτύλαι. ὅταν οὖν διά τινα τῶν εἰρημένων αἰτίαν ἐκπέσῃ τῆς οἰκείας ἕδρας τὸ διηρθρωμένον ὀστοῦν, ἡ κατʼ ἐκεῖνο τὸ μέρος εἰς ὃ τὴν ἔκπτωσιν ἐποιήσατο καταπεφυκυῖα τελευτὴ τοῦ μυός, ὡς ἂν εἰς ἑαυτὸν ὅλου συντρέχοντος αὐτοῦ καὶ πρὸς τὴν ἰδίαν ἀνελκομένου κεφαλήν, ἀνασπᾷ τὸ συμφυὲς αὐτῷ τοῦ κώλου μόριον, ὅπερ ἐστὶν ἡ κεφαλὴ τοῦ κατὰ τὴν διάρθρωσιν ὀστοῦ, ταύτης δʼ ἀνασπωμένης συνανασπᾶται καὶ τὸ σύμπαν ὀστοῦν. ἐν τούτῳ δὴ τῷ παθήματι συμβαίνει τὴν κεφαλὴν τοῦ ταπεινοτέρου κατὰ τὴν διάρθρωσιν ὀστοῦ τῆς ἀρχαίας θέσεως ὑψηλοτέραν γίνεσθαι, ὥστε ἀδύνατον ἐμβάλλειν αὐτὴν εἰς τὴν οἰκείαν ἕδραν πρὶν κατατείναντα τὸ σύμπαν ὀστοῦν μεταστῆσαι κάτω τοσοῦτον, ὅσον ὑψώθη παρὰ φύσιν. ποιησαμένους οὖν τὴν ἀντίτασιν ἐπὶ τἀναντία μέρη τῆς ἐκπτώσεως ἀπωθεῖσθαι προσήκει τὸ ἐκπεπτωκὸς ἄρθρον· ἔνθα δʼ ἐμβαλλόντων ἐξοχή τις ὀστοῦ προμήκης ἐστίν, ὑπεραιωρήσαντας τὸ ἐμβληθησόμενον ὀστοῦν κατατάξαι δεῖ τὸ ἄρθρον ἀπωθοῦντας εἰς τὴν πρόσω χώραν. σκέπτου τοίνυν ἐφʼ ἑκάστης ἐξαρθρώσεως ὁπόθεν μὲν ἤρξατο τῆς μεταστάσεως τὸ ἄρθρον, ὅπως δὲ προελθὸν ὅποι τὴν τελευτὴν ἐποιήσατο· δεήσει γάρ σε τὴν μὲν τελευτὴν τῆς μεταστάσεως ἀρχὴν τῆς ἐπανόδου ποιήσασθαι, προελθεῖν δʼ ἐντεῦθεν ἀνάπαλιν ἐπὶ τὴν ἀρχὴν τῆς ἐκπτώσεως.

`47.2`

Περὶ γένυος.

`47.2.1–47.2.7`

Προδιακινῆσαι καὶ προμαλάξαι δεῖ τὰ νεῦρα καὶ τοὺς μύας ἕλκοντα κάτω τὴν γένυν, ἀπάγοντα δὲ καθʼ ὅσον ἐνδέχεται τῆς ἄνω προσήκει παράγειν τε ἐξαίφνης καὶ ἀθρόως εἰς τὸ κατʼ εὐθὺ τῆς κατὰ φύσιν χώρας τὸ ἄρθρον, ἐν τούτῳ τε καταστήσαντα παραχρῆμα πάλιν ὠθεῖν εἰς τοὐπίσω, κελεύσαντα τῷ πάσχοντι συναγαγεῖν τὸ στόμα. πρότερον μὲν γὰρ αὐτὸν χάσκειν δεῖ χαλαρὰν παρέχοντα τὴν γένυν, ὅπερ ἐστὶ μηδένα τῶν μυῶν τείνοντα· τοῦτο γὰρ ἦν συμφορώτατον εἴς τε τὸ διακινῆσαι τὰ νεῦρα καὶ τοὺς μῦς ἐξαίφνης τε παραγαγεῖν ἐπὶ τὸ κατὰ φύσιν τὴν παρεστραμμένην γένυν ἀπώσασθαί τε πρὸς τοὐπίσω. νυνὶ δʼ ὅταν ἤδη κατʼ εὐθὺ τῶν ἰδίων χωρῶν ἑκάτερον τῶν ἄκρων τῆς γένυος γένηται, συμφέρει τοὺς κροταφίτας ἐνεργήσαντας ἐπισπᾶσθαι πρὸς ἑαυτοὺς ὅλην αὐτήν· ἐνεργήσουσι δὲ προθυμηθέντος τοῦ κάμνοντος συναγαγεῖν τε καὶ κλεῖσαι τὸ στόμα. προσκατέχειν δέ τινα τὴν κεφαλὴν ἐν τῷ διακινεῖν τὴν γένυν ἀπάγειν τε μετρίως εἰς τὸ κάτω δεῖ χάριν τοῦ μὴ συνακολουθεῖν αὐτὴν τῇ κάτω γένυϊ. τοῦτο δὲ κοινὸν ἐπὶ πασῶν ἀντιτάσεών ἐστι τὸ παράγγελμα. ἐὰν δὲ κατʼ ἀμφοτέρας τὰς διαρθρώσεις ἡ ἔκπτωσις γένηται, μᾶλλον μὲν εἰς τὸ πρόσω χωρεῖ νῦν ἡ κάτω γένυς ἤπερ ὅτε κατὰ θάτερον μέρος ἐκπεπτώκει, καὶ πλέον ἀφεστηκυῖα φαίνεται τῆς ἄνω γένυος, οὐ μὴν παρασπᾶταί γε οὐδὲ διαστρέφεται, φυλάσσουσα τὸ κατὰ φύσιν ἀδιάστροφον. διαγνώσῃ δὲ τῇ τῶν ὀδόντων εὐθυωρίᾳ, τουτέστιν ὅταν οἱ κάτω τοῖς ἄνω κέωνται κατʼ εὐθύ, τομεῖς μὲν τομεῦσι, κυνόδοντες δὲ κυνόδουσι, μύλαι δὲ ταῖς μύλαις. τάχιστα δʼ ἐμβάλλειν συμφέρει πρὶν διὰ τὴν τῶν μυῶν τάσιν εἰς συμπάθειαν ἀφικέσθαι τὸν ἐγκέφαλον· ὁ δὲ τρόπος τῆς ἐμβολῆς, ὃν ἐπὶ τῆς κατὰ τὸ ἕτερον μέρος ἐξαρθρώσεως εἴπομεν, οὐ κατὰ πᾶν ὁ αὐτός μοι δοκεῖ νῦν γίνεσθαι προσήκειν· τότε μὲν γὰρ εἰς τὸ πλάγιον ἡ γένυς ἀτρέμα παρῆκτο, νυνὶ δʼ ἰσόρροπός ἐστιν, ὥστε αὔταρκες διακινήσαντα καὶ πρὸς τὰ κάτω τὸ ὀστοῦν ἑλκύσαντα χάριν τοῦ τὸ πέρας τῆς κορώνης κατωτέρω γενέσθαι τοῦ ζυγώματος οὕτως ἤδη πρὸς τὴν ἔσω χώραν ὠθεῖν ἑκατέρωθεν ὅλην τὴν γένυν ἅμα τῷ κελεῦσαι τῷ κάμνοντι κλείειν τὸ στόμα. οὐκ ἀκίνδυνος μὲν οὖν οὐδὲ ἡ κατὰ τὸ ἕτερον μέρος ἐξάρθρωσις, ἡ δὲ κατʼ ἄμφω διπλασίως χαλεπωτέρα, πάντας τοὺς ἀνέχοντας τὴν κάτω γένυν ἐντείνουσα μῦς, ἔχοντας ἀπʼ ἐγκεφάλου τὰ νεῦρα καὶ τάχιστα εἰς συμπάθειαν ἄγοντας αὐτόν.

`47.3`

Περὶ ἀκρωμίου ἀποσπασθέντος.

`47.3.1–47.3.9`

Χονδρῶδές ἐστιν ὀστοῦν τὸ ἀκρώμιον, ἐπικείμενον τῇ συζεύξει τῆς κλειδὸς καὶ τῆς ὠμοπλάτης, ὑμένας ἐκπεφυκότας ἔχον, οἷς συνδεῖται τὰ πέρατα τῶν ὀστῶν· ἀποσπασθέντι δʼ αὐτῷ καὶ ἡ κλεὶς εἴωθε συνέπεσθαι, καὶ διὰ τοῦτο καὶ ἡ ἐπανόρθωσις γίνεται καταναγκαζομένης εἰς τὸ κάτω τῆς κλειδός, ὡς ἀποτελεῖσθαί τινα κυκλοτερῆ καμπὴν αὐτῆς ἐνταῦθα. διὸ καὶ τοῖς νεωτέροις ἡ κατανάγκασις αὕτη μᾶλλον ἐπιτυγχάνεται· ὅσῳ γὰρ ἡ ἡλικία προέρχεται, ξηρότερα ἡμῶν τὰ σώματα ἀποτελεῖται. καθάπερ οὖν τὰ ξηρὰ ξύλα πρὸς τὰς καμπάς ἐστιν οὐκ ἐπιτήδεια, τὰ δʼ ὑγρὰ καὶ χλωρὰ ῥᾳδίως πάσχει τοῦτο, κατὰ τὸν αὐτὸν τρόπον καὶ τὰ τῶν ἔτι αὐξανομένων ζῴων ὀστᾶ κάμπτεσθαι δύναται καταναγκαζόμενα, καὶ πολὺ μᾶλλον ὅταν ᾖ χαῦνα καὶ σηραγγώδη, καθάπερ καὶ ἡ κλείς ἐστιν. καὶ ἔγωγε ἐπειράθην αὐτὸς ἐπʼ ἐμαυτοῦ καμπτομένης αἰσθανόμενος τῆς κλειδός· ἔσφυζε γὰρ διὰ βάθους, ὁπότε σφοδρῶς καταναγκασθείη τῷ βιαίῳ τῆς ἐπιδέσεως. ὑπέμεινα δὲ τοῦτο μέχρι τεσσαρακοστῆς ἡμέρας, ἐν αἷς οὕτω προσήχθη τῇ κεφαλῇ τοῦ βραχίονος ἡ κλείς, ὥστε τοὺς μὲν νῦν ὁρῶντας ἀπιστεῖν, εἰ ἀπεσπάσθη ποτέ, τοὺς δʼ ἰδόντας, ὁπόταν ἀπεσπάσθη, τριῶν δακτύλων διάστημα τὸ μεταξὺ γενόμενον, ὑπερθαυμάζειν τὸ πρᾶγμα. ἐπὶ δὲ μειρακίων, καὶ μᾶλλον ἐπὶ παιδίων ἑτοιμότερον ἡ ἐπίδεσις καταναγκάζει τὸ ὀστοῦν. ἐμοὶ μὲν γὰρ ἔτος ἄγοντι πέμπτον καὶ τριακοστὸν οὕτω παθεῖν ἐν παλαίστρᾳ συνέβη· οὐ μὴν ἄλλον γέ τινα τῶν ἤδη τελείων ἠδυνήθην ὁμοίως ἰάσασθαι διὰ τὸ μὴ φέρειν αὐτοὺς τὸ βίαιον τῆς ἐπιδέσεως. ἐγὼ δʼ οὖν καὶ αὐτὸς ᾐσθανόμην ψυχροῦ τοῦ χωρίου πάντως, ὡς ἀναγκάζεσθαι διʼ ὅλης ἡμέρας καὶ νυκτὸς ἔλαιον καταντλεῖν θερμόν, ὑποβεβλημένου δέρματος ὅλῳ τῷ σώματι· γυμνὸς γὰρ ἐπʼ αὐτοῦ κατεκείμην. ὑποκειμένης οὖν κατὰ τὸ πρὸς τῶν ποδῶν μέρος λεκάνης κενῆς, ἐσχημάτιστο κατὰ τοῦτο πρὸς ἔκρουν ἐπιτηδείως τὸ δέρμα, πάλιν τε τὸ ἀθροισθὲν ἐν τῇ λεκάνῃ μεταβαλόντες εἰς λέβητα κατὰ πυρὸς ἐπικείμενον ἐθέρμαινον, ἐντεῦθέν τε λαμβάνοντες ἀπήντλουν τῷ πεπονθότι χωρίῳ παντί. καὶ εἰ βραχύ ποτε διέλιπον, ᾐσθανόμην τάσεως εὐθέως τῶν κατὰ τὸν τράχηλον μυῶν, ὡς εἶναι δῆλον ὅτι σπασμὸς ἀκολουθήσει ῥᾳθυμησάντων περὶ τὴν κατάντλησιν. οἱ πολλοὶ δʼ αἱροῦνται τὴν εἰς τὸν ἔπειτα χρόνον ἐκ τοῦ πάθους ἔχειν δυσχέρειαν ὑπὲρ τοῦ μὴ πονῆσαι μέχρι τεσσαράκοντα ἡμερῶν· οὐ γὰρ ἡγοῦμαι θᾶττον δύνασθαι τῶν τοσούτων ἀκριβῶς καμφθῆναι τὸ τῆς κλειδὸς ὀστοῦν.

`47.4`

Περὶ τῶν κατʼ ὦμον ἐξαρθρημάτων.

`47.4.1–47.4.25`

Ἐπὶ τῶν τοῦ βραχίονος ἐξαρθρημάτων μέγιστόν τε καὶ ῥᾷστον εἰς διάγνωσίν ἐστιν ὄγκος στρογγύλος καὶ σκληρὸς ἐν τῇ μασχάλῃ φαινόμενος· οὐ γὰρ ἐνδέχεται γενέσθαι τοῦτο χωρὶς τοῦ τὴν κεφαλὴν τοῦ βραχίονος ἐκπεσοῦσαν τῆς διαρθρώσεως εἰς τὸ τῆς μασχάλης ἐνεχθῆναι χωρίον, ὥστε εἰ καὶ μόνῳ τις τούτῳ τῷ σημείῳ πιστεύσειεν, οὐκ ἂν ἁμάρτοι. καὶ μέντοι καὶ ῥᾴστην ἔχει τὴν διάγνωσιν· ἐνθεῖναι γὰρ χρὴ μόνον εἰς τὴν μασχάλην τοὺς δακτύλους ὡς ψαῦσαι τῆς ἐξοχῆς, καὶ φανεῖται σαφῶς ἡ κεφαλὴ τοῦ βραχίονος ἐνταῦθα. πυκνῶς δʼ ἐκπίπτει τὸ ἄρθρον ἐπὶ μικραῖς προφάσεσιν, ἤτοι διὰ τὸ τῆς κοιλότητος ἀβαθές τε ἅμα κἀν ταῖς ὀφρύσιν ὕπτιον ἢ διὰ τὴν ὑγρότητα τῶν περικειμένων τῇ διαρθρώσει σωμάτων, διʼ ἣν χαλαρά τέ ἐστι καὶ ῥᾳδίως ἐκτεινόμενα. διὰ τὰς αὐτὰς οὖν αἰτίας καὶ αἱ ἐμβολαὶ τῶν τοιούτων ἄρθρων εἰσὶ ῥᾴδιαι, καὶ διὰ τοῦτο χωρὶς ἰατρῶν ὑπʼ αὐτῶν τῶν πασχόντων γίνονται, τῆς ἑτέρας χειρὸς ἐντιθέντων τοὺς κονδύλους εἰς τὴν μασχάλην ἀναγκαζόντων τε εἰς τὸ ἄνω τὸ ἄρθρον τόν τε ἀγκῶνα παραγόντων παρὰ τὸ στῆθος. ὁ μὲν οὖν πρῶτός τε καὶ ῥᾷστος τρόπος τῆς ἐμβολῆς οὗτός ἐστιν, δεύτερος δʼ ὁ τοιοῦτος· ὑποβάλλοντος ἰατροῦ τινος ὑπὸ τὴν κεφαλὴν τοῦ βραχίονος τοὺς κονδύλους τῆς χειρός, οὐχ ἁπλῶς, ἀλλʼ ἐκ τῶν ἔνδον μερῶν, ὥστε ἀποστῆσαι κάτω πρῶτον, εἶθʼ οὕτως εἰς τὴν ἄνω χώραν ἀπώσασθαι καὶ κατʼ εὐθὺ ποιῆσαι τῆς ὑποδεχομένης αὐτὸν κοιλότητος· ἐντεῦθεν γὰρ ἤδη καὶ οἱ περικείμενοι τῇ διαρθρώσει μύες ὑπηρετοῦσί τε καὶ συμπράττουσιν ἀνασπῶντες αὐτήν. σύνθετος γάρ ἐστιν ἐκ τριῶν ἐνεργειῶν ἡ ἐμβολή, πρώτης μὲν καθʼ ἣν εἰς τὸ πρόσω τὸ ἄρθρον ἄγεται, δευτέρας δὲ καθʼ ἣν ἄνω, καὶ τρίτης καθʼ ἣν ὀπίσω· ταύτας γὰρ ἀναγκαῖον ἐργάσασθαι τὸν ἐμβάλλοντα, διʼ οὗπερ ἂν ἐπιχειρῇ τρόπου τὴν ἐμβολὴν ποιήσασθαι. ὅταν οὖν εἰς τὴν πρόσω χώραν ἀπὸ τῆς οἰκείας ἕδρας ἡ κεφαλὴ τοῦ βραχίονος ἀποχωρήσασα κάτω μὲν πρῶτον ἐνεχθῇ τῷ βάρει ῥέψασα, μετὰ ταῦτα δʼ ὀπίσω πρὸς τὰς πλευρὰς ὑπὸ τῶν μυῶν εἰς ἑαυτοὺς συντρεχόντων ἀνασπασθῇ, τὴν εἰς τὸ κατὰ φύσιν ἐπάνοδον ἄρξασθαι μὲν ἀπὸ τῆς ὀπίσω χώρας ἀναγκαῖόν ἐστιν, ἐντεῦθεν δὲ πρόσω μὲν πρῶτον, εἶτʼ ἄνω παραγενέσθαι, κἀπειδὰν ἤδη κατʼ εὐθὺ τῆς κοιλότητος ᾖ, δυοῖν θάτερον, ἢ τοῖς μυσὶν ἐπιτρέψαι τὸ πᾶν ἢ καὶ συνεπωθεῖν αὐτόν. ὅταν δʼ ἐπιτρέψῃς τοῖς μυσί, μὴ καταλίπῃς τὴν κάτω χώραν ἀφρούρητον — ἀποκεῖσθαι γὰρ ἐπί τινος ἐνταῦθα χρὴ τὸν βραχίονα —, μή πως, ἠτονηκότων τῶν μυῶν ἀνασπᾶν αὐτόν, ἐνεχθῆναι κάτω φθάσῃ, πρὶν ὑπʼ ἐκείνων εἰς τὴν οἰκείαν ἐνεχθῆναι χώραν. οὐσῶν οὖν τριῶν τούτων ὁδοιποριῶν, ἄριστον μέν ἐστιν ἑκάστην ποιεῖσθαι κατʼ εὐθεῖαν γραμμήν, πρώτην μὲν τὴν πρόσω, δευτέραν δὲ τὴν ἄνω, καὶ τρίτην τὴν ὀπίσω· πολλάκις δʼ οὐχ οὕτως, ἀλλὰ περικυλινδουμένης τῆς κεφαλῆς τοῦ βραχίονος τῷ τῆς ὠμοπλάτης αὐχένι τὴν ἐμβολὴν ἐργαζόμεθα, καὶ ὅ γε πρῶτος τρόπος ὁ διὰ τῶν δακτύλων ὑπό τε τοῦ πάσχοντος αὐτοῦ καὶ τῶν ἰατρῶν γινόμενος ἐκ τούτου τοῦ εἴδους ἐστίν, ἐπιτυγχανόμενος ἄνευ βλάβης ἐν τῇ κατʼ ὦμον διαρθρώσει μηδεμίαν ἐξοχὴν ἐχούσῃ προμήκη, μήτε κατὰ τὴν κεφαλὴν τοῦ βραχίονος — ἀκριβῶς γάρ ἐστι περιφερής — μήτε κατὰ τὰς ὀφρύας τῆς ἐπιδεχομένης αὐτὴν κοιλότητος. οἷς μὲν οὖν ἐκπίπτει πυκνῶς, ἀνάγκη τήν τε διάρθρωσιν εἶναι χαλαράν, καὶ τὴν κοιλότητα βραχείας ἔχειν τὰς ὀφρῦς, καὶ διὰ τοῦτο ῥᾳδίως ἐμβάλλουσιν ἑαυτοῖς τὸ ἄρθρον οἱ οὕτως κατεσκευασμένοι, τοὺς κονδύλους τῶν δακτύλων τῆς ἀπαθοῦς χειρὸς ἐντιθέντες εἰς τὴν μασχάλην, ὡς μεταξὺ δηλονότι τὴν ἔνθεσιν αὐτῶν γενέσθαι τῆς τε κεφαλῆς τοῦ βραχίονος καὶ τῶν πλευρῶν· γίνονται γὰρ ἀντὶ μοχλοῦ τηνικαῦτα τῆς χειρὸς οἱ δάκτυλοι, τελευτώντων μὲν εἰς ὀξὺ πέρας τῶν κονδύλων, ὥσπερ εἰς τριγώνου κορυφήν, αὐτῇ δὲ ταύτῃ τῇ κορυφῇ παρεισερχομένων ῥᾳδίως εἰς τὴν μεταξὺ χώραν τῆς κεφαλῆς τοῦ βραχίονος καὶ τῶν πλευρῶν, ἢν δʼ ἅπαξ ὑπʼ αὐτῆς εἰσδεχθῶσι, ῥᾳδίως τῆς ἐμβολῆς γινομένης διὰ τὴν ὑγρότητα πάντων τῶν κατὰ τὴν διάρθρωσιν σωμάτων. οἱ μὲν δάκτυλοι παραδεχθέντες εὐθέως ἐν αὐτῷ τούτῳ τὸ ἄρθρον εἰς τὸ πρόσω μέρος ἀπεστάλκασι τῶν πλευρῶν· ὁ δʼ ἀγκὼν ὑπὸ τὸν ὦμον τοῦ κάμνοντος ἔστω, χάριν τοῦ κατʼ εὐθὺ γενέσθαι τὸν βραχίονα τῆς ἰδίας ἕδρας· εἴρηται γὰρ ἡμῖν ἤδη πολλάκις, ὡς ὅταν ἐν τούτῳ καταστῇ τὸ ἐμβαλλόμενον ἄρθρον, ἑτοίμην ἴσχει τὴν ἔμπτωσιν, εἰ μὴ καὶ συνεπωθοῖμεν ἡμεῖς, τῶν μυῶν ἐργαζομένων τὸ δέον. λέγει δὲ καὶ ἄλλον τρόπον ἐμβολῆς Ἱπποκράτης κατὰ τήνδε τὴν λέξιν· «χρὴ δὲ τὸν μὲν ἄνθρωπον χαμαὶ κατακλῖναι ὕπτιον, τὸν δʼ ἐμβάλλοντα χαμαὶ ἵζεσθαι, ἐφʼ ὁπότερα ἂν τὸ ἄρθρον ἐκπεπτώκῃ, ἔπειτα λαβόμενον τῇσι χερσὶ τῇσι ἑωυτοῦ τῆς χειρὸς τῆς σιναρῆς κατατείνειν αὐτήν, τὴν δὲ πτέρναν ἐς τὴν μασχάλην ἐμβάλλοντα ἀντωθεῖν, τῇ μὲν δεξιῇ εἰς τὴν δεξιήν, τῇ δʼ ἀριστερῇ εἰς τὴν ἀριστερήν. δεῖ δʼ εἰς τὸ κοῖλον τῆς μασχάλης ἐνθεῖναι στρογγύλον τι ἐναρμόσσον· ἐπιτηδειότατον δὲ πάνυ σμικραὶ σφαῖραι σκληραί, οἷαι ἐκ τῶν πολλῶν σκυτέων ῥάπτονται.» ἐνίους δέ φησι καὶ ὑπέρῳ ἀναγκάζειν. μᾶλλον δὲ τῶν ἔμπροσθεν ἐμβολῶν ἐπαινεῖ τὴν διὰ τοῦ κλιμακίου, καὶ ἔτι μᾶλλον ταύτης τὴν διὰ τῆς ἄμβης. « χρὴ μέντοι» φησί «καὶ ἐπὶ τῷ κλιμακτῆρι ἐπιδεδέσθαι στρογγύλον τι ἄνωθεν ἐναρμόσσον εἰς τὸ κοῖλον τῆς μασχάλης, ὃ προσδιαναγκάσει τὴν κεφαλὴν τοῦ βραχίονος εἰς τὴν φύσιν ἀπιέναι.» ξύλον γὰρ τοιοῦτον ἐξέχον εὐθὺς ἀπʼ ἀρχῆς γίνεται κατὰ τὸ μηχανικὸν κλιμάκιον, ᾧ καὶ ἡμεῖς συνήθως χρώμεθα, παραπλήσιον τῷ ξύλῳ τῷ τὴν ἄμβην ἔχοντι κατὰ τὸ πέρας. ὅλον δὲ τὸ ξύλον οἱ ἰατροὶ προσαγορεύουσιν ἄμβην ἐκ τῆς κατὰ τὸ πέρας ἐπικειμένης ὀφρύος ἄμβωνι παραπλησίας· τοιαύτη δʼ ἐστὶν ἡ ὀφρὺς οἵα καὶ κατὰ τὸ τῶν λοπάδων πέρας τὸ ἄνω γίνεται, πρὸς τὴν ἐκτὸς ἐστραμμένην κοιλότητα. ἐπιτηδειότατον δʼ ἐστὶ τοῦτο παραδοῦναι μεταξὺ τῆς κεφαλῆς τοῦ βραχίονος καὶ τῶν πλευρῶν, καὶ μέντοι καὶ μοχλεύοντι χρησιμώτατον, ἀσφαλῶς ἐπιλαμβάνον τὴν κυρτότητα τῆς κεφαλῆς τοῦ βραχίονος. ὁ μὲν οὖν Ἱπποκράτης εἰς μασχάλην μόνον ἑωρακέναι φησὶν ὀλισθαίνοντα βραχίονα, τῶν δὲ μετʼ αὐτὸν ἰατρῶν ἔνιοι καὶ ἄλλας ἐκπτώσεις ἔγραψαν, ὡς ἰδόντες αὐτοί, καὶ ἡμεῖς δὲ μέχρι δεῦρο πεντάκις εἴδομεν. ἐγένοντο δʼ ἐκπτώσεις ἅπασαι μὲν ἐν τῇ πρόσω χώρᾳ, διέφερον δʼ ἀλλήλων ἐν τῷ πλησιαίτερον ἢ πορρώτερον εἶναι τῆς διαρθρώσεως κατά τε τὸ μῆκος τοῦ κώλου καὶ τὸ πλάτος. ἡ δʼ οὖν ἐμβολὴ καὶ τούτων τῶν ἐξαρθρημάτων τοῖς αὐτοῖς ὑπάγεται σκοποῖς, ἀντιτάσει τε καὶ μοχλείᾳ καὶ ἀποθέσει· προσήκει δʼ οὐχ ὡς ἐπὶ τῆς εἰς μασχάλην ἐκπτώσεως, οὕτως καὶ νῦν μοχλεύειν. ἐπʼ ἐκείνης μὲν γὰρ ἔδει πρόσω πρῶτον, εἶτʼ ἄνω τὸ ἄρθρον ἄγειν, ἄχρι ἂν ἐπʼ εὐθείας γένηται τῇ κοιλότητι· νῦν δʼ ἐπειδὴ πάντως μὲν ἐν τοῖς πρόσω μέρεσι τῆς διαρθρώσεώς ἐστιν, ἤτοι δʼ ἐγκέκλιται πρὸς τὴν ἔξω ἢ ἔνδον χώραν, ἐσφηνωμένον ἐν τοῖς μυσίν, ὠθεῖν αὐτὸ χρὴ πρὸς τὴν ἐναντίαν χώραν ἐμβάλλοντα τῶν μυῶν. ἐν τούτῳ δὲ τῷ ἔργῳ κίνδυνος εἰς τὴν κάτω χώραν ὀλισθῆσαν αὐτὸ πρὸς τῶν μυῶν ἀνασπασθὲν εἰς τὴν μασχάλην ἐνεχθῆναι. μάλιστα μὲν οὖν οὔτε ἡ ἀντίτασις ἐᾷ γενέσθαι τοῦτο, καὶ κατʼ αὐτὴν δὲ τὴν ἀντίτασιν οὐδὲν χεῖρόν ἐστιν ἠσφαλίσθαι τὸ κατὰ τὴν μασχάλην χωρίον, ὡς ἐπράξαμεν ἐν Σμύρνῃ περὶ τὸ γενόμενον οὕτως ἐξάρθρημα. κατὰ παλαίστραν μὲν γάρ τινι συνέβη, διπλωθείσης τῆς χειρὸς ὑπὸ τοῦ συμπαλαίοντος, ὅστις μάλιστα τρόπος εἰς τὸ πρόσω δύναται μεταστῆσαι τὸ ἄρθρον. ὕπτιον δὲ κατακλίναντες τὸν πεπονθότα τὴν ἀντίτασιν ἐποιησάμεθα τῇ διὰ τῆς πτέρνης παραπλησίαν, ὄπισθεν μὲν καθίσαντές τινα, περιβαλόντες δὲ τὴν μασχάλην πλατεῖ ἱμάντι, προϋποβεβλημένου τινὸς εἰς τὸ κοῖλον ἐκπληρώματος· αὐτοὶ δέ, ὡς ἔφην, ἔξω τῶν περισφιγγόντων τὸ ἄρθρον μυῶν ἀπώσαντες, εἶτʼ ἀνέντες τὴν κατάτασιν, ἐπετρέψαμεν ἀνασπασθῆναι πρὸς τῶν μυῶν εἰς ἑαυτοὺς συντρεχόντων ἐμβληθῆναί τε τῇ κοιλότητι. τοῦτο μὲν οὖν εὐκόλως ἐνέπεσε καὶ παραχρῆμα, καὶ ἤρκεσέ γε τῆς πεπονθυίας χειρὸς ἡ κατάτασις ὑφʼ ἡμῶν αὐτῶν γενομένη, καθάπερ ἐπὶ τοῦ διὰ τῆς πτέρνης τρόπου. ἄλλοτε δὲ καὶ διὰ βρόχου τὴν κατάτασιν ἐποιησάμεθα· χρὴ δʼ ἰσότονον εἶναι τὸν βρόχον, οἷός ἐστιν ὅ τε διπλοῦς καρχήσιος, ὅ τε ἐκ δυοῖν διανταίων· ἄλλοτε δὲ κεχρονισμένου τοῦ ἐξαρθρήματος ἐδεήθημεν τοῦ Ἱπποκρατείου βάθρου.

`47.5`

Περὶ τῶν κατʼ ἀγκῶνα.

`47.5.1–47.5.16`

Ἡ τῶν κατʼ ἀγκῶνα διακινημάτων θεραπεία ῥᾴστη· χρὴ γάρ, ἀποτεταμένης ὅλης τῆς χειρός, ἀντιτείνεσθαι τῷ πήχει τὸν βραχίονα κατὰ τὸ κοινὸν ἁπάσης ἐμβολῆς, ὅπως ἑτοιμότερον ὑπακούσῃ ταῖς χερσὶν ἡμῶν ἀπωθούσαις τὸ παρηλλαχὸς ἄρθρον. γνώρισμα δὲ τοῦ μὴ πᾶν τὸ ἄρθρον ἐκπεπτωκέναι τὸ κατὰ χώραν μένειν τὴν ὄπισθεν κορώνην τοῦ πήχεως· μενούσης γὰρ ταύτης, εἰ καὶ παραλλάττοι κατά τι τὸ λοιπὸν τῆς διαρθρώσεως, οὔπω τέλειόν ἐστιν ἐξάρθρημα. καλεῖται δʼ ὑφʼ Ἱπποκράτους διακινήματα τὰ τοιαῦτα, καὶ γίνεται τῶν κονδύλων τοῦ βραχίονος εἰς τὴν βαθμίδα τοῦ πήχεως ἐμβαινόντων, ἣν τέως ἡ μέση περιφέρεια κατειλήφει τοῦ κάτω πέρατος τοῦ βραχίονος, ἣν τροχιλώδη προσαγορεύουσιν. δῆλον δʼ ὅτι ῥυσότερον μὲν φαίνεται τὸ χωρίον ὅθεν ἀπεχώρησεν ὁ κόνδυλος, ὄγκον δʼ ἴσχει τὸ ἐναντίον. ὅταν οὖν ὁ βραχίων πρὸς τὴν ἔσω χώραν μεταστῇ, τῆς τοῦ πήχεως κοιλότητος ἀποστάς, εἰκότως τὸν τοιοῦτον τρόπον τοῦ ὀλισθήματος ὀνομάζουσι σιγμοειδῆ, διότι τῷ σίγμα στοιχείῳ προσέοικεν. ὥσπερ οὖν ἀντωθεῖν ἀλλήλοις προσήκει κατὰ τὴν ἐμβολὴν τό τε τοῦ βραχίονος καὶ τὸ τοῦ πήχεως ὀστοῦν, ἵνα θᾶττον εἰς τὴν οἰκείαν χώραν ἐπανέλθῃ τὸ γιγγλυμοειδὲς τοῦ βραχίονος, οὕτως καὶ ἡ πρὸς τὴν ἔσω χώραν ἐπιστροφὴ τοῦ πήχεως οὐ βραχύ τι συντελέσει, στρεφομένης ἤδη τηνικαῦτα τῆς σιγμοειδοῦς κοιλότητος ἀπαντώσης τε τῷ πρὸς αὐτὴν ἀγομένῳ πέρατι τοῦ βραχίονος. οὐ μόνον δʼ ἐπὶ τῆς εἰς τὴν ἔσω χώραν γινομένης παραρθρήσεως ἐπιστρέφεσθαι χρὴ τὸν πῆχυν ὡς ἐπὶ τὸ πρανές, ἀλλὰ κἀπὶ τῆς ἀντικειμένης αὐτῇ τῆς ἐπὶ τὸ ἔξω μέρος· ἐμβαλλόντων γὰρ ταύτην ἐπιτήδειόν ἐστιν ὑπτίαν πως ἐπιστρέφειν τὴν χεῖρα πρὸς τὸ καὶ νῦν ἀπαντῆσαι τὴν σιγμοειδῆ κοιλότητα τῇ πρὸς αὐτὴν ἀγομένῃ τροχιλώδει κυρτότητι τοῦ βραχίονος. τὸ δὲ μεταστῆναι τὸ κατʼ ἀγκῶνα πέρας τοῦ βραχίονος, ἢ ἔνθα ἢ ἔνθα, καταλιπὸν τὴν βαθμίδα τοῦ πήχεως, ὀλιγάκις εἴωθε συμβαίνειν, οὐχ ὥσπερ τὰ πρόσθεν εἰρημένα πολλάκις, ἐφʼ ὧν εἴπομεν φυλάττεσθαι τὴν ὀπίσω διάρθρωσιν. ἀλλʼ ἐν οἷς τελέως ὑπερέβη τὸ τοῦ πήχεως ὀστοῦν ὁ βραχίων, ὡς ἐκ πλαγίων αὐτῷ παρακεῖσθαι κατὰ τὴν ἔξω χώραν, τὴν κατάτασιν οὐ χρὴ ποιεῖσθαι τῆς ὅλης χειρὸς ἐκτεταμένης, ἀλλὰ κατὰ τὸ καλούμενον ἐγγώνιον σχῆμα· δεήσει γὰρ ἐκ τῶν πλαγίων μερῶν παρακείμενον τὸν βραχίονα τῷ πήχει μετεωρίσαι τε καὶ ὑψηλότερον ἐργάσασθαι τῆς κατὰ τὸν πῆχυν βαθμίδος· ἐκ πλαγίων γὰρ αὐτῇ παρακείμενος οὐκ ἂν ἐμβαίη πρὶν ὑπεραιωρηθῆναι. τῆς οὖν κατατάσεως ὑμᾶς ἀναμιμνῄσκεσθαι χρὴ τῆς γεγραμμένης ἔμπροσθεν, ἡνίκα περὶ τῶν τοῦ βραχίονος ἐδιδάσκομεν ἐξαρθρημάτων· ὅταν γὰρ ἐκ τῆς εἰρημένης ἀντιτάσεως ὁ βραχίων ὑψωθῇ τοσοῦτον ὡς ὑπεραιωρηθῆναι τῆς ὑποδεξομένης αὐτὸν χώρας, ἕτοιμον ἤδη καὶ ῥᾴδιόν ἐστι καταστῆσαι τὴν διάρθρωσιν ὅλην εἰς τὸ κατὰ φύσιν, ἀπωθουμένην τοῖς θέναρσι τῶν χειρῶν. ἡ δʼ εἰς τὸ πρόσθεν ἔκπτωσις κατὰ τὰς ἀμέτρους ἐκτάσεις γίνεται, καθάπερ καὶ τὸ ἐναντίον ἐν ταῖς βιαίαις τε καὶ ἀθρόαις κάμψεσιν· ἐκτεινόντων μὲν γὰρ τὴν χεῖρα συμβαίνει τὴν ὀπίσθιον κορώνην ἐν τῇ τοῦ βραχίονος ἑδράζεσθαι κοιλότητι, τῆς προσθίας ἐπὶ πλεῖστον ἀφισταμένης ἀπὸ τῆς οἰκείας ἑαυτῇ βαθμίδος, ὡς κινδυνεύειν ὀλίγου δεῖν ἔξαρθρον εἶναι κατὰ τοῦτο τὸ μέρος τὸν βραχίονα. πάλιν δʼ αὖ καμπτόντων ὀλίγου δεῖν ἔξαρθρος γίνεται κατὰ τὴν ὀπίσω χώραν ὁ βραχίων, ἔμπαλιν δὲ τηνικαῦτα τὸ πρόσθιον κορωνὸν τοῦ πήχεως ἀσφαλῶς στηρίζεται κατὰ τῆς προσθίας τοῦ βραχίονος βαθμίδος. εἰκότως οὖν οὔτε ἐπὶ πλεῖστον ἐκτεινόντων ὑπερβῆναι δύναται πρὸς τὴν ὀπίσω χώραν ὁ βραχίων, ἐγκαταβαινούσης αὐτοῦ τῇ κοιλότητι τῆς ὀπισθίας τοῦ πήχεως κορώνης, οὔτε ἐπὶ πλεῖστον καμπτόντων εἰς τὰ πρόσω παραρθρῆσαι· κωλύει γὰρ κἀνταῦθα τὸ πρόσθιον κορωνὸν τοῦ πήχεως ἐν τῇ προσθίᾳ βαθμίδι τοῦ βραχίονος στηριζόμενον, ὥστε καὶ ἡ ἐμβολὴ κατὰ τὸν οἰκεῖον τρόπον ἑκατέρα γίνεται τῆς ἐξαρθρήσεως, ἐπειδὰν μὲν ὀλίσθῃ πρόσω τὸ ἄρθρον, ἀθρόως καὶ βιαίως καμπτόντων, ἐπειδὰν δʼ ὀπίσω, βιαίαν καὶ ἀθρόαν ἔκτασιν ποιουμένων. χρὴ δʼ ἐπὶ τῆς εἰς τὸ πρόσθεν ἐκπτώσεως προσεντιθέναι τι πλάγιον ὀθόνιον σκληρόν, ὥσπερ τινὰ σφῆνα, συναπώσοντα κατὰ τὴν ἐμβολὴν εἰς τὴν ὀπίσω χώραν τὸ πέρας τοῦ βραχίονος· εὔδηλον γὰρ ὅτι τῷ πρόσω μεταστάντι τὴν εἰς τὸ κατὰ φύσιν ἐπάνοδον χρὴ γίνεσθαι κατὰ μὲν τὴν αὐτὴν ὁδόν, οὐ μὴν ὡσαύτως γε, ἀλλʼ ἐναντίως βαδίζοντι· βαδίζοι δʼ ἂν ἐναντίως, εἰ κατὰ τὴν ἔκπτωσιν ἀφικόμενον πρόσω, νῦν ἐμβαλλόντων, ὀπίσω προέρχοιτο. τοῦτο οὖν ἔνθα μὲν δυνατόν ἐστιν, αἱ ἡμέτεραι χεῖρες ἐργάζονται, προωθοῦσαι τὸ ἐμβαλούμενον ὀστοῦν· ἔνθα δʼ οὐ δυνατόν, ἀντὶ τῶν χειρῶν ἄλλο τι μηχάνημα παραλαμβάνεται, καθάπερ ἡ πλαγία νῦν ὀθόνη· τῶν γὰρ ἡμετέρων χειρῶν οὐ δυναμένων ἐν τῷ κάμπτειν διωθεῖν ὀπίσω τὸν βραχίονα, διότι τὴν καμπὴν ἂν αὐτὴν ἐκωλύσαμεν γενέσθαι, μέσων αὐτῶν ἐγκειμένων τοῦ βραχίονος καὶ τοῦ πήχεως, ἡ διὰ τῆς ὀθόνης ἐπενοήθη μόχλευσίς τε καὶ ἄπωσις· ὥστε δῆλον ὅτι κρατεῖσθαι δεῖ κατὰ τὴν καμπὴν αὐτὴν ἐξ ἑκατέρων τῶν μερῶν ὑπό τινος ἐν τῷ κάμπτειν ἀθρόως τε καὶ βιαίως τὴν χεῖρα τὸν καταρτιζόμενον, ἵνα ἀσφαλῶς ἐστηριγμένη κατὰ τοὺς κονδύλους τοῦ βραχίονος ὠθεῖν αὐτὸν εἰς τὴν ὀπίσω χώραν δύνηται. καὶ οὐ μόνον γε τῆς ὀθόνης κρατεῖν τὰ πέρατα κελεύω καθʼ ἑκάτερον μέρος, ἀλλὰ καὶ πρὸς τὴν ὀπίσω χώραν ὅτι μάλιστα συνεπωθεῖν ἐν τῷ κάμπτειν τὴν χεῖρα τὸν κάμνοντα. κατὰ μὲν οὖν ταύτην τὴν ἐμβολὴν ἀδύνατον τοῖς θέναρσι τῆς ἡμετέρας χειρὸς χρώμενον ὠθεῖν ὀπίσω τὴν κεφαλὴν τοῦ βραχίονος· οὐ γὰρ οἷόν τε κάμπτειν τε ἅμα κελεύειν τὸν κάμνοντα τὴν κατʼ ἀγκῶνα διάρθρωσιν, αὐτόν τε μέσην ἐνθεῖναι τῇ καμπῇ τὴν χεῖρα· κατὰ δὲ τὴν ἐκτεταμένης τῆς διαρθρώσεως γινομένην οὐκ ἀδύνατόν ἐστι διὰ τῆς ἡμετέρας χειρὸς ὠθεῖν ὀπίσω τὸν βραχίονα μετὰ τοῦ καὶ τὸν πῆχυν ἀπωθεῖν εἰς τὸ πρόσω τῇ ἑτέρᾳ χειρί, κατὰ τὸν ἀγκῶνα τὴν ἐμβολὴν ποιούμενον.

`47.6`

Περὶ διαστάσεως κερκίδος.

`47.6.1–47.6.5`

Ὅταν ἡ κερκὶς κατὰ τὴν σύμφυσιν ἀποχωρήσῃ τοῦ ἑτέρου ὀστοῦ, πλατύτερον τοσούτῳ φαίνεται τὸ χωρίον ἅπαν, ὅσῳ διέστη ταῦτα· σῳζομένης δʼ ἀβλαβοῦς τῆς τοῦ βραχίονος πρὸς τὸν πῆχυν διαρθρώσεως, ἐκτείνειν καὶ κάμπτειν δύνανται, κἂν τελέως ἐνήργουν ἑκάτεροι, ὅσον ἐπὶ τῷ τῆς διαρθρώσεως ἀβλαβεῖ, εἴπερ μηδὲν οἱ μῦς ἐπεπόνθεισαν· νυνὶ δὲ καὶ τούτους ἀνάγκη συνεπεκτείνεσθαι τοσοῦτον, ὅσον ἀλλήλων ἀφίσταται τὰ ὀστέα. διὰ τὴν τούτων οὖν παρὰ φύσιν ἔκτασιν ὀδυνώμενοι τὰς κατʼ ἔκτασιν καὶ κάμψιν ἐνεργείας οὐχ ὁμοίως ἐπιτελοῦσιν. φανήσεται δέ σοι σαφῶς ἡ διάστασις ψαύοντι κατὰ τὴν ἔνδον χώραν τοῦ ἀγκῶνος. εἰς μὲν οὖν τὴν σύμφυσιν ἄγειν τὰ διασπασθέντα τῶν ὀστῶν ἀδύνατον, εἰς δὲ τὴν ἐξ ἀρχῆς θέσιν, εἰ πάνυ βιάσαιο κατὰ τὴν ἐπίδεσιν, ἔσθʼ ὅτε παραγίνεται. χρὴ δὲ τὴν ἐπίδεσιν ἐπὶ τῶν τοιούτων παθημάτων γίνεσθαι καταγματικήν, καταλαμβανόντων ἡμῶν ἔξωθεν μὲν τὸν ἀγκῶνα, κατὰ δὲ τὴν ἔνδον χώραν τὴν καμπὴν αὐτῆς τῆς διαρθρώσεως· διὸ καὶ δυσκίνητα γίνεται πολλάκις ἐξ αὐτοῦ τοῦ τρόπου τῆς ἐπιδέσεως τὰ κατὰ τὸν ἀγκῶνα μόρια, καὶ πάσχει πάθημα τὴν καλουμένην ἀγκύλην, ἐὰν μή τις αὐτὰ καταντλήσει τε συνεχεῖ τῇ διʼ ἐλαίου καὶ ὕδατος μαλάττῃ καὶ μετὰ τὸ παρελθεῖν τὸν χρόνον τῆς φλεγμονῆς διακινῇ συνεχῶς, ἐν τε ταῖς καταντλήσεσι καὶ ταῖς δεξαμεναῖς, ὅταν ὁ κάμνων λούηται.

`47.7`

Περὶ τῶν κατʼ ἰσχίον.

`47.7.1–47.7.6`

Εἰ δʼ ἡ κεφαλὴ τοῦ μηροῦ τῆς οἰκείας μεταστᾶσα χώρας ἐν τοῖς ἔξω μέρεσι τῆς διαρθρώσεως ἐν σαρκὶ στηρίζεται, κατʼ ἀρχὰς μὲν οἱ οὕτω παθόντες ὀδυνῶνται τὴν θλιβομένην ὑπʼ αὐτῆς σάρκα, τῷ χρόνῳ δὲ τυλοῦται καθάπερ τῶν σκαπτόντων ἢ ἐρεσσόντων αἱ χεῖρες. ὅταν δὲ τοῦτο γένηται, παραπλήσιον τῇ διαρθρώσει παρασκευάζεται, χρωμένου τοῦ μηροῦ τῇ γεγενημένῃ τρίβῳ, καθάπερ ἔμπροσθεν ἐχρῆτο τῇ κοτύλῃ τοῦ ἰσχίου· τά τε γὰρ ἄλλα καὶ ὑγρότης τις αὐτῇ προσγίνεται, κατʼ ἀρχὰς μὲν διὰ τὴν φλεγμονὴν ἀθροιζομένη πλείων, ἐν δὲ τῷ χρόνῳ τοῦ λεπτοτέρου τε καὶ ὑδατώδους ἐν αὐτῇ διατμισθέντος ὑπὸ τῶν ἐπιτιθεμένων ἔξωθεν φαρμάκων, καταλειπομένου δὲ τοῦ γλίσχρου τε καὶ μυξώδους πρὸς τὴν κίνησιν τῆς κεφαλῆς τοῦ μηροῦ, καὶ διὰ ταύτην οὖν τὴν ὑγρότητα καθάπερ ἄρθρῳ χρῶνται τῇ τρίβῳ. εἰ μὲν οὖν ἀπορραγέντος τοῦ συνδέσμου τὸν μηρὸν ἐκπεσεῖν συμβαίη, κἂν ἐμβληθῇ παραχρῆμα, μεῖναι κατὰ χώραν οὐ δυνήσεται· κατάντους γὰρ οὔσης τῆς κοτύλης καὶ μεγάλου βάρους αὐτῆς ἐκκρεμαμένου τοῦ παντὸς σκέλους, ἑτοίμως αὖθις ὁ μηρὸς ἐκστήσεται τῆς οἰκείας χώρας, εἴ τις ἐν τῷ βαδίζειν ἐγχειρήσαι βραχὺ θᾶττον ὑπερβῆναί τι τῶν ἐν ποσίν, ὡς εἴ γέ τις ὀλίγην αὐτοῦ ποιοῖτο κίνησιν ἐφʼ ὁμαλοῦ ἐδάφους, ἀεὶ δύναιτο ἂν οὕτως μόνως φυλάξαι τὴν κατὰ φύσιν θέσιν. οὕτως μὲν οὖν ἡ φύσις τοῦ πράγματος ἡμᾶς διδάσκει μὴ δύνασθαι μεῖναι κατὰ χώραν τὸν μηρὸν ἐμβληθέντα, τοῦ συνδέσμου διασπασθέντος. καὶ γὰρ αὖ κἀκεῖνο προσθεὶς ἄν τις ἀληθεύοι· τῇ μὲν κατὰ γόνυ διαρθρώσει σύνδεσμοί τινες ἔξωθέν εἰσι νευρώδεις, τῷ μηρῷ δὲ μόνος εἷς οὗτος, οὐδενὸς ἔξωθεν ἄλλου τοιούτου σφίγγοντος τὴν διάρθρωσιν, ὅτι μὴ τῶν μυῶν· οὐ γὰρ οὖν οὐδὲ παρὰ τούτων ὀλίγη τίς ἐστι βοηθεία πρὸς τὸ μὴ ῥᾳδίως ἐκπίπτειν τὰ ἄρθρα, καὶ μάλιστα ὅταν ὦσιν εὐτραφεῖς τε καὶ σύντονοι, καθάπερ εἰσὶ τοῖς γυμναστικοῖς, οἷς καίτοι σφοδροτάτας ἴσχουσι κατὰ τὰ παλαίσματα πληγάς τε καὶ πτώσεις καὶ τάσεις καὶ περιστροφὰς τῶν ἄρθρων οὐκ ἐκπίπτει τὰ κῶλα, διὰ τὸ πάντοθεν ἰσχυροῖς καὶ μεγάλοις σφίγγεσθαι μυσίν. διαρραγέντος οὖν τοῦ κατὰ τὸν μηρὸν συνδέσμου, μένειν οὐχ οἷόν τε τῷ ἄρθρῳ κατὰ χώραν, κἂν ἐμβληθῇ, καὶ μάλιστα ἐπὶ τῶν ἰσχνῶν· εἰ δʼ ὁ σύνδεσμος ἐπιτρέψειεν ἐκπεσεῖν τῷ μηρῷ κἄπειτα ἐμβληθείη, μενούσης μὲν τῆς ὑγρότητος, αὖθις ὡσαύτως ἐκπεσεῖται· ξηρανθείσης δὲ τὴν κατὰ φύσιν ἀσφάλειαν ἀπολήψεται. προσήκει δὲ μέχρι πολλοῦ ξηραίνουσι φαρμάκοις περιλαμβάνειν τὴν διάρθρωσιν, ἄχρι ἂν αὐτάρκως ξηρανθῇ τὸ συνδετικὸν νεῦρον.

`47.8`

Περὶ τῆς πρὸς τὸν πόδα διαρθρώσεως τῆς κνήμης.

`47.8.1–47.8.3`

Ὅταν τῆς πρὸς τὸν πόδα διαρθρώσεως τὸ τῆς κνήμης ὀστοῦν ἐξαρθρήσῃ γυμνωθέν, ἀφίστασθαι δεῖ τῆς ἐμβολῆς διὰ τὸν ἐπιγινόμενον σπασμὸν καὶ μᾶλλον αἱρεῖσθαι χωλὸν ἐᾶν αὐτό· συμβαίνει γὰρ κατὰ τὰς τοιαύτας διαθέσεις τὸ μέν τι διασπᾶσθαι τῶν μυῶν, τὸ δὲ συνέχεσθαί τε καὶ διασῴζειν τὴν ἕνωσιν. ἀνασπασθέντων οὖν αὐτῶν ἐπὶ τὴν ἀρχήν, ἔλαττον γίνεται τὸ κῶλον ὅλον, ἀκολουθοῦν τε καὶ συνανασπώμενον τοῖς μυσίν. ἐὰν δέ τις κατατείνας ἐμβάλῃ τὸ ἐξέχον ὀστοῦν, ἅμα μὲν ἡ κατάτασις αὕτη βλάβην οὐ μικρὰν ἐργάζεται τοῖς μυσίν, ἅμα δὲ καὶ τὸ μῆκος τοῦ κώλου συναποτεῖνον αὐτοὺς ὀδυνήσει σφοδρῶς, καὶ κατὰ τοῦτο μεγάλων μὲν ὄντων τῶν μυῶν, ἐξ ἀνάγκης ἀκολουθήσει σπασμός· εἰ δὲ μικροὶ τύχοιεν ὄντες, οἷοι κατὰ τοὺς δακτύλους εἰσίν, οὐδὲ οὕτως μὲν ἀκίνδυνον ἔσται, σὺν ἀκριβείᾳ δὲ πολλῇ τῆς ὅλης θεραπείας οἱ πολλοὶ τῶν τοιούτων διασῴζονται.

`47.9`

Περὶ τῶν κατὰ τὴν πτέρναν.

`47.9.1–47.9.11`

Διίσταται πολλάκις πηδησάντων τινῶν ἰσχυρότερον τὰ κατὰ τὴν πτέρναν ὀστᾶ, δηλονότι τῶν συμφυόντων αὐτὰ συνδέσμων ἀπορρηγνυμένων, ἐφʼ ὧν κίνδυνός ἐστιν ὀδύνας τε μεγάλας ἀκολουθῆσαι καὶ φλεγμονὴν οὐ σμικράν· ὀστώδη τε γὰρ τὰ χωρία, καὶ οὐδὲ ἐκ τῶν ἐπιτυχόντων ὀστῶν, ἀλλʼ ἐκ πάνυ σκληρῶν συνηρθρωμένα, ὥστε κἂν βραχεῖά που γένηται φλεγμονή, μεγάλας ὀδύνας ἕπεσθαι διὰ τὴν θλῖψιν, ὅ τε ἐμφυόμενος τῇ πτέρνῃ τένων, ἀξιόλογος ὢν τὸ μέγεθος, εἰ φλεγμήνειε, κίνδυνον ἕξει σπασμῶν. καὶ μὴν καὶ νεῦρα κατὰ τὸ μόριον τοῦτο μεγάλα τέτακται, ψαύοντα τῶν ὀστῶν. τά τε οὖν ἄλλα τῆς θεραπείας ἁπάσης ἠκριβῶσθαι χρή, κατά τε τὴν τῆς διαίτης λεπτότητα καὶ τὸ πλῆθος τοῦ καταντλουμένου θερμοῦ, καὶ μέντοι καὶ τὸ δέρμα τὸ κάτω τοῦ ποδός, ὃ προσαγορεύουσιν ἴχνος, ἀμύσσειν χρὴ συμμέτρως, ὅρον τοῦ βάθους τῆς τομῆς ποιούμενον τὴν σκληρότητα· τυλοῦται γὰρ ἐπʼ ἐνίων ὡς μηδὲ βραχὺ προχεῖν αἵματος, εἰ μὴ μέχρι βάθους ἱκανοῦ καθείη τις τὴν σμίλην. αὐτὸ δὴ οὖν τοῦτο μόνον αὐτοῦ προσήκει τέμνειν τὸ μέρος, ὅσον οὔπω προχεῖ τοῦ αἵματος, ἐκείνου δὲ φείδεσθαι καθʼ ὃ τεμνόμενον εὐθέως αἱμάσσεται — καὶ γὰρ καὶ ὀδυνᾶται τεμνόμενον ἐκεῖνο —, τέμνειν δʼ οὐχ ἁπλῶς, ἀλλʼ ὁμαλῶς τὸ σκληρὸν τοῦ δέρματος. ἔχοις δʼ ἂν τρεῖς σκοποὺς τοῦ τέμνειν ὁμαλῶς, ἕνα μὲν τὸ μῆκος τῆς τομῆς, ἕτερον δὲ τὸ βάθος, καὶ τρίτον τὸ μεταξὺ διάστημα· χρὴ γὰρ ἴσας τῷ μήκει καὶ βάθει τὰς τομὰς ἀλλήλαις τέμνειν, ἴσον τε διεστηκυίας, ὅπως ἅπαν ὁμοίως τὸ ἴχνος ἀλύπως ἐπεκτείνηται κατὰ τὸν τῆς φλεγμονῆς καιρόν. σχάζειν δʼ ἀναγκαζόμεθα τὸ δέρμα, τοῦτο μὲν κενοῦντές τι τῆς περιουσίας τοῦ κατὰ τὴν φλεγμονὴν αἵματος, τοῦτο δὲ καὶ διαπνοὰς ἐργαζόμενοι, καὶ προσέτι τὴν τάσιν ἐκλύοντες τῆς φλεγμονῆς ἧς ἔσχεν. τέμνειν μὲν οὖν, ὡς εἴρηται, τὸ ἴχνος, ἑξῆς δὲ λεπτύνειν· γένοιτο δʼ ἂν τοῦτο τῆς μὲν σκληρότητος μαλαττομένης, τοῦ δὲ πάχους καθαιρουμένου· γενήσεται δʼ ἄμφω ταῦτα καταντλούντων ἔλαιόν τε καὶ ὕδωρ θερμὸν οὐκ ὀλίγον, εἶτʼ ἐπὶ τῇ καταντλήσει πρὸ τῶν ἐπιδέσμων ὑπαλειφόντων ἔλαιον μηδεμίαν ἔχον στῦψιν. ἐπιδεῖν δὲ προσήκει καὶ ἐπὶ τούτων τῷ καταγματικῷ τρόπῳ· μόνος γὰρ ἐκεῖνος, ὡς πρόσθεν ἔφαμεν, διωθεῖται τὸ αἷμα πρὸς τὰ πλησιάζοντα χωρία, τῆς συνήθους τοῖς πολλοῖς ἐκ τῶν ἄλλων μερῶν τοῦ ποδὸς ἐπὶ τὴν πτέρναν ἐκθλιβούσης τὸ αἷμα. πρώτην οὖν τὴν πτέρναν ἐπιδήσομεν καὶ τὰς πλείστας ἐπιβολὰς τῶν ὀθονίων κατʼ αὐτὴν ποιησόμεθα. δεῖ δὲ μὴ ἰσχυρῶς πιέζειν τοῖς ἐπιδέσμοις, ἀλλὰ πολλοῖς τοῖς ὀθονίοις χρῆσθαι· τὴν γὰρ ἀσφάλειαν τῆς ἐπιδέσεως ἢ τῇ πιέσει ποιητέον ἢ τῷ πλήθει τῶν ὀθονίων. ἐφʼ ὧν οὖν δεδοίκαμεν μὴ βραχὺ μᾶλλον ἐρεισάντων γένηται συμπάθεια τῆς τῶν νεύρων ἀρχῆς, ἐπὶ τούτων ἄμεινον τῷ πλήθει τῶν ὀθονίων ἐργάζεσθαι τὴν ἀσφάλειαν, οὐ τῷ τῆς πιέσεως ἰσχυρῷ.

`47.10`

Περὶ τῶν ἐν ἄκροις τοῖς κώλοις κινηθέντων ὀστῶν.

`47.10.1–47.10.9`

Ἐν ἄκροις τοῖς κώλοις ὀστοῦν κινεῖται τῶν συναπτόντων αὐτὰ πρὸς τὰ πλησιάζοντα συνδέσμων ἀπορρηγνυμένων· ἀλλʼ οὔτε πάντες οἱ περιέχοντες ἐν κύκλῳ σύνδεσμοι τὸ κινηθὲν ὀστοῦν ἀπορρήγνυνται — σπάνιον γὰρ ἱκανῶς τὸ τοιοῦτον —, εἰ δέ ποτε καὶ γένοιτο, καταλιπὸν ἅπασαν τὴν ἑαυτοῦ χώραν τὸ βλαβέν, οὕτως ἀναπηδᾷ πρὸς τὸ δέρμα, καὶ μάλιστα οἷς ἐστι χαλαρόν, ὡς τό γε σύντονον ἀνθίσταται τῇ πρὸς ἑαυτὸ φορᾷ τοῦ κινηθέντος ὀστοῦ. διὰ τοῦτο γοῦν οὐδὲ εἰς τὸ κάτω τοῦ ποδὸς εἴωθε τὰ πολλὰ τὸ κινηθὲν ὀστοῦν ἐξίσχειν, ὅτι σκληρὸν καὶ παχὺ τὸ δέρμα τὸ καλούμενον ἴχνος, ἀλλὰ καὶ διότι τὰ πλήττοντα τοὐπίπαν ἐκ τῶν ἄνω μερῶν ἐμπίπτει τῷ ποδί. μόνως οὖν οὕτως εἰς τὸ κάτω μέρος ἐκστήσεται τὸ κινηθὲν ὀστοῦν, ὅταν ἀφʼ ὑψηλοῦ τινος ὁ ἄνθρωπος ἐπὶ λίθον τραχὺν ἐξοχὰς ὀξείας ἔχοντα καταπηδῶν ἐρείσηται. τὰ μὲν οὖν πάντοθεν ἀπολυθέντα καὶ τελέως ἐκστάντα τῆς ἑαυτῶν χώρας, εἴτε κάτω τοῦ ποδὸς εἴτε ἄνω χωρήσειε, χαλεπώτατόν ἐστιν εἰς τὴν οἰκείαν ἐμβαλεῖν χώραν· εἰ δʼ ἄρα καὶ σπανίως εὐτυχηθείη τινὶ τὸ ἔργον, ἀλλὰ τὸ φυλάξαι γε τὴν χώραν ἀεὶ χαλεπόν· ἔνθα γὰρ ἂν ὀστοῦν σφοδρότερον κινηθῇ, πάλιν ἐκστήσεται, τοὺς κρατοῦντας αὐτὸ συνδέσμους οὐκ ἔχον· ἐκ μέρους δʼ ἀπολελυμένον, καθάπερ ἂν ἀπορραγῶσιν οἱ σύνδεσμοι, προκύπτειν εἴωθεν. δεῖ δὲ τὴν θεραπείαν τοιαύτην ποιεῖσθαι καὶ νῦν, οἵαν ἐπὶ τῶν καταγμάτων προειρήκαμεν· καὶ γὰρ ἀπὸ διατάσεως ἄρχεσθαι χρή, χάριν τοῦ καλῶς διαπλάσαι τὰ διακεκινημένα τῶν ὀστῶν, καὶ μετὰ τὴν διάπλασιν ἐπιδοῦντα τῶν αὐτῶν στοχάζεσθαι σκοπῶν· ἀφλέγμαντόν τε γὰρ εἶναι βουλόμεθα τὸ μόριον, ἐσφίγχθαι τε καὶ κρατεῖσθαι τὸ διαπεπλασμένον ὀστοῦν ὑπὸ τῶν ὀθονίων. τὴν καταγματικὴν οὖν ἐπίδεσιν καὶ νῦν κελεύομεν ποιεῖσθαι πλὴν ναρθήκων, ἐπειδὴ τοῦ μέρους ἡ φύσις οὐ προσίεται τὴν ἐπίθεσιν τούτων. χρῆσθαι δὲ δεῖ τοῖς ὀθονίοις καὶ τοῖς σπλήνεσι πλείοσιν, ὅτι τὴν τῶν ναρθήκων ἐπίθεσιν οὐ προσίεται τὸ χωρίον. ἐπιδεῖν δʼ οὐχ ὡς ἐπὶ τῶν κατεαγότων, ἵνα εἰ μὲν ἐπὶ τὰ δεξιὰ ῥέποιεν, εἰς ἀριστερὰ περιτρέποιμεν, εἰ δʼ εἰς ἐκεῖνα, πρὸς τὴν δεξιὰν χώραν ἐπανάγοιμεν, ἀλλʼ ἰσόρροπον ποιεῖσθαι τὴν ἐπίδεσιν, ἐπειδὴ τὰ κατὰ τὸν πόδα τῆς ἰδίας χώρας ἐξιστάμενα τῶν ὀστῶν οὐκ εἰς τὰ πλάγια ποιεῖται τὴν ῥοπήν, ἀλλʼ εἰς τὸν ἄνω τόπον ἢ κάτω. χρηστέον δὲ καὶ τῇ τοῦ θερμοῦ ὕδατος καταντλήσει πλείονι· χαλᾶσθαι γὰρ χρῄζει τὰ κατʼ ἄρθρα μάλιστα παθήματα, καὶ ὅτι νευρωδέστερά τέ ἐστι καὶ ὀστωδέστερα ταῦτα τὰ μόρια, θλίβεταί τε ὑπὸ τῶν ὀστῶν τὰ φλεγμαίνοντα.

`47.11`

Περὶ τῶν κατὰ ῥάχιν σπονδύλων.

`47.11.1–47.11.5`

Ὅταν συνημμένον γένηται τοῖς σπονδύλοις φῦμα, μετεωριζομένῳ τούτῳ καὶ αὐξανομένῳ πρὸς τὴν ἔνδον χώραν ἀναγκαῖον ἕπεσθαι τοὺς συνδέσμους τῶν σπονδύλων, οἷς πάλιν αὐτοὺς τοὺς σπονδύλους ἀκολουθεῖν. ἐὰν μὲν οὖν κατὰ μίαν χώραν γένηται τὸ φῦμα, ταύτης ἑλκομένης ἐντός, ἡ λόρδωσις συμβαίνει τοῖς τῆς ῥάχεως σπονδύλοις· ἐὰν δὲ κατὰ δύο, μεταξύ τινος ἀπαθοῦς περιλαμβανομένης χώρας, ἡ κύφωσις· ἑκατέρου γὰρ τῶν φυμάτων ἕλκοντος πρὸς ἑαυτὸ τὸν συνεχῆ σπόνδυλον, οἱ μέσοι κυρτοῦνται πρὸς τοὐπίσω. οὐ μὴν οὐδὲ αἱ σκολιώσεις ἑτέραν ἔχουσιν αἰτίαν γενέσεως, ἀλλὰ καὶ ταύτας γίνεσθαι συμβαίνει σκληροῦ καὶ δυσπέπτου φύματος ἔν τινι τῶν πλαγίων μερῶν συνισταμένου· τρία γὰρ ταῦτα πάθη κατὰ τὴν ῥάχιν ἐν ταῖς τῶν σπονδύλων γίνεται μεταστάσεσι, κύφωσις, λόρδωσις, σκολίωσις, ὀπίσω μὲν ἀποχωρούντων ἡ κύφωσις, εἰς τὰ πρόσω δʼ ἰόντων ἡ λόρδωσις, ἐπὶ δὲ τὸ πλάγιον ἐκτρεπομένων ἡ σκολίωσις. ἔξωθεν δὲ τούτων ἡ σεῖσις καλουμένη τέταρτον πάθος ἐστὶ τῶν ἐν τῇ ῥάχει σπονδύλων, ὅταν διακινηθῶσι μὲν αἱ ἁρμονίαι, κατὰ χώραν δὲ μένωσιν οἱ σπόνδυλοι. ἐπεὶ δὲ γιγγλυμοειδῶς οἱ σπόνδυλοι σύγκεινται, ὅταν τις ἐξ αὐτῶν καθʼ ὁντινοῦν τρόπον ἐκστῇ τῆς διαρθρώσεως, χαλεπώτατόν ἐστιν αὐτὸν ἐμβιβάσαι, πολλῶν μὲν ἀποφύσεων οὐσῶν, πολλῶν δὲ κοιλοτήτων ἐν ἑκάστῳ.

Ἐκ τῶν Ἀσκληπιάδου τοῦ Βιθυνοῦ. Ὅτι καὶ διὰ νόσον χρονίαν ἔξαρθροί τινες γίνονται.

`47.12.1`

Ὅτι χωρὶς φανερᾶς αἰτίας νοσησάντων χρονίως ἐκβαίνει τὰ ἄρθρα, δίδωσι μὲν καὶ Ἱπποκράτης μαρτυρίαν ἐν τοῖς Περὶ ἄρθρων, περιπέπτωκα δὲ κἀγῶ δυσίν, ἑνὶ μὲν ἐν Παρίῳ, ὃς οὔτε πληγεὶς οὔτε πεσών, ἀλγήσας δὲ τὸ σκέλος ἐξ ἀρχῆς καὶ κατακλιθεὶς ἐπὶ τρεῖς μῆνας, εἱλκύσθη καὶ ἐξέβαλε τὴν τοῦ μηροῦ κεφαλὴν εἰς τὸ ἔξω, διʼ ὑπερβολὴν τῶν ἀλγημάτων τοῦτο παθών, ὡς νομίζω, ἑτέρῳ δὲ νεανίσκῳ τραγῳδοποιῷ τινι· καὶ γὰρ καὶ οὗτος ἄνευ φανερᾶς αἰτίας ἐξ ἰσχιάδος ἐξέβαλε τὸν μηρὸν ἔξω, τῆς σαρκὸς διὰ τὴν φλεγμονὴν ἐπισπασαμένης τὸ ἄρθρον καὶ ἐκ τῆς οἰκείας χώρας ἐκβαλούσης.

`47.13`

Ἐκ τῶν Ἀρχιγένους. Περὶ τῶν ἀφαιρεθησομένων μερῶν.

`47.13.1–47.13.13`

Ἀφαιρεῖται δέ τινα μέρη τοῦ σώματος — καλὸν γὰρ ἐφʼ ἑνὸς τόπου τὸν καθόλου παραδοῦναι λόγον — ἢ διὰ νέκρωσιν, ὡς ἐπὶ γαγγραίνης ἢ σηπεδόνος ἢ φαγεδαίνης καί τινων καρκινωμάτων, καὶ ἐφʼ ὧν πλεονάζει τὸ κατὰ φύσιν τῆς τε τάξεως τῆς προσηκούσης ἐκβεβλάστηκε, καὶ ἐφʼ ὧν τύλους ἐκκόψαι βουλόμεθα, ἐφʼ ὧν τε γυμνῶσαι θέλομεν τὰ ὑποκείμενα, καὶ βελῶν χάριν κομιδῆς ἢ τῶν σὺν τοῖς βέλεσιν ἐνιεμένων. ἀποκόπτομεν καὶ τὰ τῆς φυσικῆς δέσεως λυόμενα, ὅταν μὴ οἷά τε ᾖ ἐξ ἀρχῆς ὑπὸ φαρμακείας ἀρθῆναι, καὶ χάριν τοῦ μὴ τὰ πέρατα τῶν τόνων ἀτροφοῦντα συνέλκεσθαι, ὁποῖον καὶ ἐπὶ τῶν χειριζομένων γίνεται· τινὲς δὲ καὶ τοῦ μετʼ ἐκτομὴν ταινίας τὴν ἀναβλαστάνουσαν ἐκ τῶν ὀστῶν σάρκα κωλύειν τὸ ἐπὶ τοὺς ὀφθαλμοὺς φερόμενον ῥεῦμα. αὗται μὲν δὴ προφάσεις καθʼ ὅσας ἄν τις ἐπὶ τὴν ἀποκοπὴν ἔλθοι· δεῖ δὲ πρὸ παντὸς τὴν δύναμιν ἐφορᾶν τοῦ κάμνοντος, εἰ οἵα τέ ἐστιν ὑπενεγκεῖν τὸν τῆς θεραπείας σκοπόν· ἔσχατον γὰρ ἔργων ἀποκοπή τε καὶ καῦσις τάξει τε καὶ δυνάμει, τάξει μέν, ἐπεὶ μεγάλα γίνεται, δυνάμει δέ, ἐπεὶ πάντων μάλιστα. εὐλόγως οὖν ἰσχύος τῆς τοῦ θεραπευομένου δεῖ, καὶ ἃ μὲν πρὸ τῆς ἀποκοπῆς, ἃ δὲ κατὰ τὴν ἀφαίρεσιν, ἃ δὲ μετʼ αὐτὴν ποιητέον. ἀποβροχιστέον οὖν ἢ διαρραπτέον τὰ φέροντα τῶν ἀγγείων ἐπὶ τὴν τομήν, καὶ διαδετέον ἐπί τινων πᾶν μέρος, ψυχρῷ τε προσαιονητέον, ἐνίους δὲ καὶ φλεβοτομητέον· εἶτʼ ἐπιθέντας ἐπί τινος ἀντιτύπου τάξιν ἔχοντος ἐπικόπου ἐνεργεῖν. ἐπὶ δὲ τῶν ἐμπλεόντων καὶ ὑποβλητέον τόξον καὶ ἐπὶ τὴν τάξιν — τάχιον γὰρ ἀφαιρεῖται· περικλιτέον τε τὰς κατʼ ἄρθρον ἀποκοπάς. δεῖ δʼ ἐπὶ τούτων ἐπισπασάμενον εἰς τοὺς ἄνω τόπους τὸ δέρμα ἐπὶ τὸ ὑγιές, καιρίᾳ ἤ τινι ἀναλόγῳ κυκλοτερῶς ἀποδῆσαι πιεζοῦντα, παρʼ ἣν ἀπόδεσιν καὶ ὁ περίδρομος τῆς τομῆς ἔσεσθαι μέλλει· εἰς πολλὰ δὲ τοῦτο εὔχρηστον. ἀνάλογον δὲ πρὸς τὸ ἀφαιρεθησόμενον μέρος καὶ τὸ ἀφαιροῦν ἄρμενον ἔστω. κείσθω δὲ τὸ ἐξ οὗ ἡ ἀφαίρεσις ἐπείγει, ὡς τὸ περιχαράσσον ἢ τὸ ἀποπρῖον ἀνεμποδίστως ἀνύοι τὸ ἔργον. εἶτʼ ἀπὸ τῆς ἀποκοπῆς τὰ νεῦρα κύκλοθεν ἄγειν, ἀποξύσαντας δὲ τοὺς ἐπικειμένους ὑμένας πρίειν. καὶ πλείονος μὲν φερομένου αἵματος, ἐπιφλέγειν διαφανέσι καὶ πάχος ἔχουσι καυτηρίοις, προϋποκειμένου ὀθονίου διπτύχου τοῖς ἐξ ὧν τὸ αἷμα φέρεται, φυλαττομένους τῶν νεύρων ψαύειν. εἶτα λύσαντας καταπλάττειν πράσῳ καρτῷ μεθʼ ἁλός, τὰς δʼ ἐπιρροίας στύφουσι, τένοντας δὲ καὶ μασητῆρας ἰρίνῃ κηρωτῇ συγχρίειν ἢ πολλῷ ἐλαίῳ παλαιῷ. διὰ τρίτης δὲ λύσαντας τοῖς ἤδη προγεγραμμένοις ἀνακαθαίρειν, τῇ δʼ ἄλλῃ προφυλακῇ τε καὶ θεραπείᾳ χρῆσθαι, ὡς ἤδη μοι εἴρηται.

`47.14`

Ἐκ τῶν Ἡλιοδώρου. Περὶ ἀκρωτηριασμοῦ.

`47.14.1–47.14.8`

Ἀφαιρεῖται χεὶρ ἢ πούς, γαγγραίνης γενομένης, ἢ ἐξ ἄλλης αἰτίας νεκρωθέντος ἄκρου τινός. τὰ μὲν οὖν κάτω μέρη τῶν ἄκρων ἀκινδυνότερον ἀφαιρεῖται, τὰ δʼ ὑπεράνω ἀγκῶνος ἢ γόνατος μετὰ κινδύνου, διὰ τὸν κατὰ τὸ πλεῖστον ἐν χερσὶ καθʼ αἱμορραγίαν γινόμενον κίνδυνον, μεγάλων ἀγγείων διακοπτομένων. ἔνιοι μὲν οὖν κενόσπουδον τάχος ἐπιτηδεύοντες κατὰ μίαν ἐπιβολὴν ὅλα τὰ σώματα ἐπιχαράσσουσιν, ἔπειτα ἐκπρίζουσι τὰ ὀστᾶ· οὐ γίνεται δʼ ἀκίνδυνος ἡ τοιαύτη ἀφαίρεσις, πολλῶν ἀγγείων κατὰ τὸν αὐτὸν καιρὸν αἱμορραγούντων· διό μοι δοκεῖ τὰ ἀσαρκότερα μέρη τοῦ κώλου πρότερον διελεῖν, ὡς κατὰ τὸ ἀντικνήμιον, ἔπειτα πρίζειν, καὶ μετὰ τὴν τῶν ὀστῶν πρῖσιν τὰ λοιπὰ σώματα διακόπτειν πρὸς τὴν τοῦ μέρους ἀφαίρεσιν. εἴωθα δὲ πρότερον ὑπεράνω τοῦ πριζομένου μέρους ἐπιδέσει χρώμενος, ἐφʼ ὅσον ἐνδέχεται, εἰς συμπλήρωσιν ἄγειν τὰ ἀγγεῖα καὶ τότε ἐνεργεῖν ὡς δεδήλωται. ἐν δὲ τῷ πρίζειν κατʼ ἴσον ἀγέσθω ἡ τοῦ πρίονος λεπίς, ἵνα καὶ ἡ τῶν ὀστῶν πρῖσις ἴση γένηται. πρισθέντων δὲ τῶν ὀστῶν, μετὰ ταῦτα σμιλίῳ ὡς ὅτι τάχιστα διακοπτέσθω τὰ καταλελειμμένα συνεχῆ σώματα, καὶ τότε ἅμα τῇ ἀφαιρέσει προστιθέσθωσαν μότοι μεγάλοι καὶ ἀντὶ τοῦ μοτοφύλακος παράλληλα πτύγματα. ἔξωθεν δὲ σπόγγοι καὶ ἐπίδεσις παραλαμβανέσθω κατὰ ποσὸν προσπεπιεσμένη. ἀπὸ δὲ τῆς τρίτης ἢ τετάρτης ἡμέρας, τῆς αἱμορραγίας ἐπισχεθείσης, πυοποιὸς ἐπιμέλεια παραλαμβανέσθω, τοῦ ἕλκους ἀεὶ διαμοτουμένου.

`47.15`

Περὶ τῶν κατὰ τοὺς δακτύλους συμβαινόντων.

`47.15.1–47.15.9`

Ἑξαδάκτυλοι γίνονται, ἐκ φύσεως παραφυομένων τῶν περισσῶν δακτύλων ἢ τῷ μεγάλῳ ἢ τῷ μικρῷ σπανίως, καὶ ἤτοι ἐκ σκυταλίδος ἡ ἔκφυσις γίνεται ἢ ἀπὸ σαρκός. ὅταν οὖν ἐκ σαρκὸς ἡ ἔκφυσις γένηται, εὐχερὴς ἡ ἀφαίρεσις γίνεται· δακτύλοις γὰρ ἢ μυδίῳ ἀποτείνεται καὶ ἐκτέμνεται, εἶθʼ ἡ ἕλκωσις βραχεῖα οὖσα οὐλοῦται τάχιστα. τῆς δʼ ἐκφύσεως ἐκ τῆς ὑποκειμένης σκυταλίδος οὔσης, ἐκκοπῇ χρήσασθαι δεῖ· ὁ δὲ τῆς ἐνεργείας τρόπος ἐστὶν οὗτος. περιχαράσσεται κατὰ κύκλον ὁ παραπεφυκὼς δάκτυλος πλησίον τῆς βάσεως, ἀπὸ ταύτης τῆς κυκλοτεροῦς περιχαράξεως δύο διαιρέσεις δίδονται εὐθεῖαι, μία καὶ μία, εἶτʼ ἀναστέλλεται δύο σώματα. γυμνωθείσης δὲ τῆς βάσεως, ὅλος ὁ παραπεφυκὼς δάκτυλος τοῖς σμιλιωτοῖς ἐκκοπεῦσιν ἐκκοπτέσθω, καὶ τότε ἡ ὑποκειμένη σκυταλὶς ξυστῆρι λειοποιείσθω, καὶ τὰ ἀνεσταλμένα σώματα ἐπαγέσθω καὶ ῥαπτέσθω πρὸς κόλλησιν. γίνονται δὲ καὶ συμφυεῖς δάκτυλοι ἐκ φύσεως, καὶ χρὴ τὴν σύμφυσιν ἁπλοτομεῖν. σαρκώδους δέ τινος σώματος μεμεσολαβημένου, τὸ περισσὸν τῆς φύσεως ἐκτεμνέσθω. τούτου γενομένου, κατʼ ἰδίαν ἕκαστος δάκτυλος περιμοτωθεὶς μοτοφύλακι σκεπέσθω καὶ καθʼ ἑαυτὸν ἐπιδείσθω. τεινέσθω δὲ τὰ ἀκόλουθα πρὸς τὴν τῶν ἑλκῶν οὔλωσιν.

`47.16`

Περὶ τῆς κατὰ τοὺς δακτύλους γαγγραίνης καὶ σηπεδόνος.

`47.16.1–47.16.5`

Νεκροῦνται δάκτυλοι σηπεδονικῶς ἢ γαγγραινικῶς διατιθέμενοι. ἡ μὲν οὖν σηπεδονικὴ φθορὰ λευκαινομένων τῶν νεκρουμένων σωμάτων γίνεται, ἡ δὲ γαγγραινικὴ μελαινομένων. τὰ μὲν οὖν ἄλλα βοηθήματα περὶ τούτων ἐν ἄλλοις εἴρηται· ἰδίως δὲ δακτύλου νεκρωθέντος, κατὰ τὸ τέλειον ἀκρωτηριασμὸς δοκιμάζεται, τοῦ ἀλλοτρίου σώματος ἀπὸ τοῦ ὑγιοῦς ἀφαιρουμένου. ὅταν μὲν οὖν ἐγκρίνωμεν καὶ ἀφαίρεσιν καὶ καῦσιν παραλαβεῖν, ἀπὸ τοῦ ἄρθρου τὴν ἐκκοπὴν δοκιμάζομεν, ἵνα ἡ τῆς σκυταλίδος ἀρχὴ ἐπικαίηται πυκνὴ οὖσα, σαρκοῦσθαι μὴ δυναμένη, ἀποστάσεως δὲ δεομένη. ἐὰν δʼ αὐτόθεν ἀφαιρῶ, ἀρκοῦμαι τῷ ἀκρωτηριασμῷ καὶ τὴν σκυταλίδα πρίζω πρὸς εὐχερῆ σάρκωσιν.

`47.17`

Περὶ τῶν ἐσφηνωμένων δακτυλιδίων.

`47.17.1–47.17.5`

Σφίγγει ποτὲ δακτυλίδιον δάκτυλον· καλῶς δʼ ἔχει ἀνυπερθέτως αὐτὸ κομίζεσθαι κατὰ περιστροφήν, ἅμα τῆς χειρὸς καταντλουμένης χλιαρῷ ὕδατι, καὶ τοῦ δακτυλίου λιπαινομένου. ὅταν δὲ μὴ ὑπακούῃ, τότε δοκιμαζέσθω τὸ εἰρησόμενον· λίνου παχυτάτου ἐστραμμένου μία ἀρχὴ τριχοῦται, ὡς εἰώθασιν ποιεῖν οἱ σκυτορράφοι, καὶ διὰ τοῦ δακτυλιδίου εἴρεται· τὸ δὲ λοιπὸν τοῦ λίνου χάλασμα περιειλεῖται τῷ δακτύλῳ. τούτου γενομένου, ἕλκεται ἡ τετριχωμένη τοῦ λίνου ἀρχή, καὶ τοῦ λίνου ἀνειλουμένου προβιβάζεται τὸ δακτυλίδιον πρὸς τὴν ἐξαίρεσιν. ὅταν δὲ μηδὲ οὕτως ὑπακούῃ, ἐπὶ τὴν τοῦ κρίκου διακοπὴν ἔρχεσθαι δεῖ, διαρινήσει χρωμένους μαχαιροειδεῖ ῥίνῃ, ἢ ἐκκόπτειν σμιλιωτῷ ἐκκοπεῖ. πρὸς δʼ ἑκατέραν ἐνέργειαν ὑποβαλλέτω τῷ κρίκῳ τοῦ δακτυλιδίου δορίδιον τυφλαγκίστρου ἢ πλατὺ μήλης, καὶ διακοπέντος τοῦ κρίκου λίνα ἢ σπαρτία περιτίθεται τῷ δακτυλιδίῳ, διʼ ὧν ἑλκόμενος ὁ κρίκος ἐξαπλοῦται· ἢ ἑκατέρωθεν τῆς σφενδόνης διακόπτεται, ἵνα μερισθὲν τὸ δακτυλίδιον εὐχερῶς κομισθῇ.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: soi-bh`.
