---
title: "Medical Collections, Books 1–16, 24–25, 43–50: Book XLVI"
title_greek: "Ἰατρικαὶ Συλλογαί, ΜϚʹ"
author: Oribasius of Pergamon
eul_wid: soi-bg
eul_aid: soi
canonical: "https://eulogikon.org/works/oribasius-pergamon-medical-collections-book-46-soi-bg"
lang: grc
period: Late Antique
dialect: Koine
content_hash: "sha256:e3f39cec2dc1c4ca7bd138c96751274ef942893fa5628fc94d73fb7c84aef419"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Medical Collections, Books 1–16, 24–25, 43–50: Book XLVI

*Ἰατρικαὶ Συλλογαί, ΜϚʹ*

**Author:** Oribasius of Pergamon

**eul_wid:** `soi-bg` · [HTML page](https://eulogikon.org/works/oribasius-pergamon-medical-collections-book-46-soi-bg)

## Text

Part of [Medical Collections, Books 1–16, 24–25, 43–50](/works/oribasius-pergamon-medical-collections-soi-aa)

`46.1`

Ἐκ τῶν Γαληνοῦ. Περὶ καταγμάτων.

`46.1.1–46.1.129`

Ἐπειδὴ λέλυται τῆς συνεχείας τὰ τοῦ κατεαγότος ὀστοῦ μόρια, σκοπὸς μὲν τῆς θεραπείας αὐτῶν ὁ γοῦν πρῶτος ἕνωσις· ἐπεὶ δʼ οὗτος ἀδύνατος διὰ τὴν τῶν πεπονθότων μορίων ξηρότητα — πλὴν γὰρ τῶν μαλακῶν ἱκανῶς ὀστῶν, ὡς ἐπὶ τῶν παιδίων, οὐκ ἐγχωρεῖ δέξασθαι σύμφυσιν —, δεύτερος ἄλλος ὁ διὰ τῆς τοῦ πώρου κολλήσεως ἀπόκειται σκοπός. σκεπτέον οὖν ἐφεξῆς ὅτῳ μάλιστα ἄν τις τρόπῳ τοῦτο πράξειεν. τεττάρων δʼ οὐσῶν ἐνεργειῶν ἐν τῇ τῶν καταγμάτων θεραπείᾳ, κατατάσεως, διαπλάσεως, ἐπιδέσεως, ἀποθέσεως, ἀπὸ τῆς κατατάσεως ἄρχεσθαι προσήκει τὴν θεραπείαν. εἰ μὲν οὖν εἴη μικρὸν τὸ κάταγμα, φυλάξει τὴν οἰκείαν θέσιν ἑκάτερον τῶν τοῦ παθόντος ὀστοῦ μορίων· εἰ δʼ ὅλον συντριβείη τὸ ὀστοῦν, ἀναγκαῖον ἐν τῷδε παραλλάττειν αὐτοῦ τὰ μέρη, καὶ χρὴ κατʼ εὐθὺ πρότερον αὐτὰ ποιήσαντας τῶν ἐφεξῆς τι πράττειν. ἕξει δὲ δήπου τὴν τοιαύτην θέσιν, ἐὰν ἐπὶ τἀναντία παράγηται τὰ ἐξεστῶτα, τῶν θατέρου μερῶν ἀντωθουμένων μετρίως. ἀλλʼ ἐν τῷ τὴν ἐναντίαν ὁδὸν ἄγειν ἑκάτερον οὐ μικρὸς ὁ κίνδυνος θραυσθῆναί τινας ἐξοχὰς αὐτῶν, καὶ μεταξὺ τῶν συναγομένων μερῶν ἱσταμένας κωλύειν ψαύειν ἀλλήλων τὰ συναρμοττόμενα. εἰ δʼ ἄρα καὶ δυνηθείη τι πρὸς τὸ ἐκτὸς τῶν ὀστῶν ἐκπεσεῖν, οὐδʼ οὕτως ἀκριβῶς ἡ ἁρμονία γενήσεται, τῶν ἐξοχῶν μὴ ἁρμοζομένων ἐν ταῖς κοιλότησιν· θραυσθεισῶν δʼ αὐτῶν ἅπαξ καὶ ἀπολυομένων, κενὴν χώραν ἀναγκαῖον ἀπολειφθῆναι μεταξὺ τῶν ἁρμοζομένων ὀστῶν, εἰς ἣν ἰχῶρας ἀθροιζομένους, εἶτʼ ἐν τῷ χρόνῳ σηπομένους, ὅλον ἅμα ἑαυτοῖς τὸ κῶλον ἀνάγκη διαφθεῖραι. διὰ ταῦτα μὲν οὖν χρὴ τῶν ὀστῶν τὴν παραγωγὴν ποιεῖσθαι διεστώτων, αὐτὸ δὲ δὴ τοῦτο πάλιν οὐχ οἷόν τε καλῶς ἐργάσασθαι χωρὶς ἀντιτάσεως. χρὴ τοίνυν ἢ διὰ τῶν χειρῶν, εἰ μικρὸν εἴη τὸ κῶλον, ἢ διὰ βρόχων περιβαλλομένων ἢ καὶ σὺν αὐτοῖς ὀργάνων τὴν ἀντίτασιν ποιεῖσθαι. ἐπειδὰν δʼ ἱκανῶς διαταθῇ καὶ μηκέτι ᾖ κίνδυνος ἀλλήλοις ἐνερείδοντα παράγεσθαι, κατʼ εὐθὺ θέμενον ἀνεῖναι τοὺς βρόχους, ἐπιτρέψαντα τοῖς μυσὶ συνάγειν εἰς ἑαυτὰ τὰ διεστῶτα, συνεφάπτεσθαι δʼ ἐν τούτῳ καὶ αὐτὸν ταῖς χερσίν, εἴ τί που παραλλάττοι μικρόν, ἐπανορθούμενόν τε καὶ διαπλάττοντα. τῶν μὲν οὖν ἄλλων ἰατρῶν ἔνιοι νομίζουσιν ἄμεινον εἶναι μὴ κατατείνειν εὐθέως τὸ κατεαγὸς κῶλον, ἀλλὰ παρηγορήσαντας πρότερον οὕτως ἥκειν ἐπὶ τὴν κατάτασιν ὕστερον ἡμέρᾳ τρίτῃ καὶ τετάρτῃ μετὰ τὴν ἀρχήν· ὁ δʼ Ἱπποκράτης τὸ ἐναντιώτατον ἐπιδείκνυσιν ἁρμόττειν, ἐν ἀρχῇ μὲν κατατείνειν τὸ κῶλον, ἐν δὲ τῇ τρίτῃ καὶ τετάρτῃ μάλιστα τῶν ἡμερῶν παρηγορεῖν. γινέσθω δʼ ἡ διάτασις κατʼ ἐκεῖνα μάλιστα τὰ μόρια καθʼ ἃ μέγιστα καὶ πάχιστά ἐστι τά τε ὀστᾶ καὶ οἱ περὶ αὐτὰ μύες· οὗτοι γάρ εἰσιν οἱ μάλιστα κατατείνεσθαι δεόμενοι· διὸ καὶ μᾶλλον ἀνασπᾶσθαι πεφύκασιν ἐπὶ τὰς ἑαυτῶν κεφαλάς. ἡ μὲν οὖν ἧττον τοῦ συμμέτρου γινομένη διάτασις μόνην ἀποτυχίαν φέρει, διαπλάσεως μὲν ἐπὶ τῶν καταγμάτων, ἐμβολῆς δʼ ἐπὶ τῶν ἐξαρθρημάτων, οὐ μὴν ἄλλην γέ τινα βλάβην ἰδίαν ἔχει, καθάπερ ἡ μᾶλλον· αὕτη γὰρ ὀδυνηρὰ μὲν ἐνεργουμένη, φλεγμονὰς δʼ ἐξ ὑστέρου καὶ πυρετοὺς καὶ σπασμούς, ἐνίοτε δὲ καὶ παραλύσεις ἐπιφέρει. ἧττον δʼ οἱ παῖδες τῶν τελείων ἐπὶ τῇ πλεονασθείσῃ τάσει βλάπτονται διὰ τὴν ὑγρότητα καὶ μαλακότητα τῶν σωμάτων, εὐνοῦχοί τε ὁμοίως καὶ γυναῖκες καὶ οἱ ἐκ φύσεως ὑγροὶ καὶ μαλακοί. ὅπως δʼ ἂν φυλάττοιτο τῶν διαπλασθέντων ἡ θέσις, ἀσφαλὲς δεσμῷ περιλαβεῖν τὸ κάταγμα καὶ σφίγγειν μετρίως, ὡς μήτε θλίβειν, καὶ διὰ τοῦτο ὀδύνην γενέσθαι, μήτε οὕτως ἐκλύειν τὴν σφίγξιν ὡς διὰ χαυνότητα κινεῖσθαι τὸ κάταγμα. σκοποὶ μὲν οὖν οὗτοι τῶν ἐπιδέσμων πιέσεως· ἀκριβῶς δʼ αὐτῶν στοχάζεσθαι κατʼ ἀρχὰς μὲν οὐχ οἷόν τε, πολλάκις δʼ ἐπιδήσαντα δυνατόν· προσέχων γὰρ ἀκριβῶς τῷ ποσῷ τῆς τάσεως ἧς ἐποιήσω περιβάλλων τὸν ἐπίδεσμον, εἶτʼ ἐρωτήσας τὸν ἐπιδούμενον ὁποίας αἰσθάνεται τῆς ἐπιβολῆς τῶν ὀθονίων, ἐκ δευτέρου πάλιν ἐπιβαλὼν εἴσει πότερον ἐκλῦσαι δεῖ τὴν τάσιν ἢ προσαυξῆσαι· θλίβεσθαι μὲν γὰρ εἰπόντος αὐτοῦ πρόδηλον ὡς ἐκλῦσαι προσῆκεν, οὕτω δʼ εἶναι χαλαρὸν εἰπόντος, ὡς ὅτι μηδὲ εἰ περίκειται γινώσκειν, ἐπαυξῆσαι. δεῖ δὲ κἀκεῖνο προσεννοεῖν, ὅτι τῶν σωμάτων ὅσα μὲν ἰσχυρὰ καὶ σκληρά, βιαιοτέρας ἀνέχεται τῆς τάσεως, ὅσα δʼ ἀσθενέστερα καὶ μαλακά, τῆς ἀνειμένης ταῦτα χρῄζει. φησὶ δʼ Ἱπποκράτης καὶ οἰδημάτιον ἔσεσθαι μαλθακὸν ἐν ἄκρᾳ τῇ χειρὶ κατὰ τὴν δευτέραν ἡμέραν, ἐὰν συμμέτρως πιέσωμεν, ὡς εἴ γε μηδʼ ὅλως εὕροιμεν, ἢ σκληρὸν εὕροιμεν, εἰδέναι χρὴ σαφῶς ἐνδεέστερον μὲν πεπιέχθαι τὸ κάταγμα μηδʼ ὅλως εὑρεθέντος, ἐπὶ μᾶλλον δὲ τεθλῖφθαι σκληροῦ φανέντος. πρόδηλον δʼ ὡς μεγάλου καὶ ἀντιτύπου φανέντος οἰδήματος ἐν ἄκρῳ τῷ κώλῳ κατὰ τὴν δευτέραν ἡμέραν, αὐτίκα λυτέον ἐστὶ καὶ καταντλητέον ὕδατι πολλῷ θερμῷ παραχέοντα δαψιλῶς ἔλαιον ἐπιδεῖν τε μετρίως πιεζοῦντα· εἰ δὲ μηδʼ ὅλως εἴη γεγονὸς οἴδημα κατὰ τὴν δευτέραν ἡμέραν, ἐν τῇ τρίτῃ τῶν ἡμερῶν λύσας ἐπίδησον εὐτονώτερον. εἰ δὲ μέτριον εἴη γεγονός, ὁ μὲν Ἱπποκράτης ἐπιλύει καὶ τοῦτο διὰ τρίτης, ἐγὼ δʼ εἰς τὴν τετάρτην ἡμέραν ἀναβαλλόμενος ἐνίοτε, καὶ μάλιστα ἐν χειμῶνι, χεῖρον οὐδὲν εὗρον ἐκ τούτου γενόμενον. εἰ μὲν οὖν ἰσοπαχὲς ἦν ἕκαστον τῶν μορίων, ὁ πλατύτατος ἂν ἐπίδεσμος ἄριστος ὑπῆρχεν, ὅλον ὁμαλῶς τε καὶ συνεχῶς ἐκ παντὸς μέρους περιλαμβάνων τὸ κατεαγός· ἐπεὶ δʼ οὐχ οὕτως ἔχει, τῷ μὲν θώρακι περιβάλλειν ἐγχωρεῖ τὸν πλατύν, οὔτε δʼ ἐπὶ τῶν κώλων οὔτε ἐπὶ κλειδός, ἀλλʼ ἐπὶ τῶν τοιούτων ἀμείνων ὁ στενός, μήτε ῥυτιδούμενος ἅπαντός τε μορίου ψαύων. ἀλλʼ οὗτός γε οὐκ ἀσφαλής, ὀλίγαις λαβαῖς συνέχων τὸ κατεαγός. ὅσον οὖν εἰς ἀσφάλειαν αὐτῷ διὰ τὴν στενότητα λείπει, τοῦτο ἔκ τε τοῦ πλήθους τῶν περιβολῶν καὶ τῆς ἐπὶ τὸ ὑγιὲς νομῆς προστιθέναι. Ἱπποκράτης μὲν οὖν τό τε πλάτος καὶ τὸ μῆκος τῶν ἐπιδέσμων ὥρισεν ἐν τῷ Κατʼ ἰητρεῖον, εἰπών· «τριῶν ἢ τεττάρων πήχεων μὲν μῆκος, δακτύλων δὲ πλάτος», τῶν ἰδίων δηλονότι τοῦ ἐπιδεομένου· γελοῖον γὰρ τριῶν ἐτῶν εἰ τύχοι παιδίον, οὕτως μακροῖς ὀθονίοις ἐπιδεῖν ὡς ἀνδρὸς τελείου τεσσάρων εἶναι πηχῶν τὸ μῆκος. βέλτιον δὲ πρὸς τὸ μέγεθος τοῦ κατάγματος ἁρμοττομένους ἡμᾶς εὑρίσκειν τὸ μῆκος τῶν ὀθονίων· εἰ γὰρ δὶς μὲν καὶ τρὶς αὐτῷ τῷ κατάγματι περιβάλλειν χρή, μετὰ δὲ ταῦτα πυκναῖς ταῖς ἐπιβολαῖς χρώμενον ἄνω τελευτῆσαι, πολὺ τοῦ ὑγιοῦς ἐπιλαμβάνοντα, τηλικοῦτον δηλονότι τὸ πρῶτον ὀθόνιον προσήκει ὑπάρχειν ὡς ἐξαρκέσαι ταῖς εἰρημέναις περιβολαῖς. ὡσαύτως δὲ καὶ κατὰ τοὺς ἄλλους ἐπιδέσμους γινέσθω τὸ μῆκος αὔταρκες ὡς ταῖς ὑπʼ αὐτοῦ γινομέναις ἑλίξεσιν ἐξαρκέσαι. τό γε μὴν πλάτος τῶν ἐπιδέσμων ἐξ ὧν Ἱπποκράτης εἴρηκε σκοπῶν εὑρήσεις· «ἡρμόσθαι μὲν γάρ» φησίν, «πεπιέχθαι δὲ μή». τὸ δὲ «ἡρμόσθαι» τὸ οἷον ἐστηρίχθαι δηλοῖ, τοῦτο δʼ ἔσται μὴ πάνυ πλατέων παρασκευασθέντων τῶν ὀθονίων· ῥυσοῦται γὰρ ἐν ταῖς περιβολαῖς τὰ τοιαῦτα, ἐπεὶ ἄλλως γε τὸ πλατύτερον ὀθόνιον, ὡς ἂν πλείονα τόπον περιλαμβάνον, ἀσφαλέστερον κρατεῖ τὰ κατεαγότα μόρια τῶν ὀστῶν, καὶ ὅσον ἐπὶ τούτῳ κάλλιστος ἂν ἦν ἐπίδεσμος ὁ πλατύτερος· ἀλλʼ ἐπειδὴ ῥυσούμενος ὁ τοιοῦτος, ἐν οἷς ἂν πάθῃ τοῦτο μέρεσιν, ἑαυτοῦ χαλαρώτερος γινόμενος, ἀπόλλυσι τὴν ἀσφαλῆ λαβὴν τῶν ὑποκειμένων σωμάτων, διὰ τοῦτο χρὴ μὴ πάνυ πλατὺν ὑπάρχειν αὐτόν. αὐξανέσθω δή σοι τὸ τοῦ ἐπιδέσμου πλάτος, ἄχρις ἂν ἐνδέχηται ὡς μηδέπω χαλαρόν τι αὐτοῦ γίνεσθαι μέρος· διὸ καὶ τὰ τοιαῦτα πάντα κάλλιον ὁ τετριμμένος τοῖς ἔργοις πράξει· στοχαστικοὶ γὰρ οἱ σκοποί, καὶ οὐδεὶς τοιοῦτος οἷος ἐν τῷ γράφειν τε καὶ ἀναγινώσκειν. ἀλλʼ ἐπεὶ τῶν ἐπιδέσμων ὅσοι πιλοῦσί τε καὶ σφίγγουσιν ἀλύπως τὴν σάρκα, φύσιν ἔχουσιν ἐκθλίβειν μὲν ἐξ ἐκείνων τῶν μορίων οἷς πρώτοις ἐπιβάλλονται τοὺς χυμούς, ἐναποτίθεσθαι δὲ καὶ στηρίζειν εἰς ἅπερ ἐτελεύτησαν, εὔλογον οἶμαι βάλλεσθαι τὴν ἀρχὴν ἀπʼ αὐτοῦ τοῦ πεπονθότος καὶ νέμεσθαι τοὐντεῦθεν ἐπὶ τὸ ὑγιές. δύο οὖν ἐπιδέσματα πρῶτα ποιησάμενος, τῷ μὲν ἑτέρῳ τῷ προτέρῳ τὴν νομὴν ἀπὸ τοῦ πεπονθότος ἐπὶ τὰ ἄνω ποιήσει, τῷ δʼ ὑπολοίπῳ κατὰ μὲν τὰς πρώτας ἐπιβολὰς κατʼ αὐτοῦ τοῦ κατάγματος, εἶτʼ ἐπὶ τὰ κάτω, κἀκεῖθεν παλινδρομήσεις ὡς εἰς ταὐτὸν τῷ προτέρῳ τελευτῆσαι· τὰς γὰρ ἐπιρροὰς τοῦ αἵματος ἐν τοῖς κατάγμασι πρὸς τῶν ἐπιδέσμων κωλύεσθαι, τὴν ἀρχὴν ἐχούσας ἐκ τῶν ἄνω μερῶν τῶν κώλων, ἔτι τε τὸ περιεχόμενον ἐν τοῖς περὶ τὸ κάταγμα μέρεσιν ἐκθλίβεσθαι. ἡ μὲν οὖν ἐπιρροὴ μίαν ὁδὸν ἔχει τὴν ἄνωθεν κάτω, ἡ δʼ ἔκθλιψις ἀμφοτέρας, τήν τε ἄνωθεν κάτω καὶ τὴν κάτωθεν ἄνω· καὶ γὰρ εἰς τὰ κάτω τοῦ κώλου δυνατὸν ἐκθλῖψαι καὶ εἰς τὰ ἄνω. βέλτιον δʼ ἐκθλίβεσθαι τὸ αἷμα τοῦ πεπονθότος μορίου πρός τε τὰ ὑπερκείμενα μέρη τοῦ κώλου καὶ τὸ σῶμα πᾶν, ἐπειδὴ τὸ ἄκρον ἔλαττόν ἐστιν ἢ ὥστε δέξασθαι χωρὶς βλάβης δαψιλῆ χυμόν, ὅπου καὶ μετὰ τὸν πρῶτον ἐπίδεσμον ἐκθλίβοντα τοῦ πεπονθότος μορίου τὸ αἷμα πρὸς τὴν ἀρχὴν τοῦ κώλου, ἐὰν ὁ δεύτερος δαψιλέστερον σφίγγῃ, φλεγμονὴ γίνεται κατὰ τὸν καρπὸν καὶ τοὺς δακτύλους. διὰ ταῦτα τοιγαροῦν ἄνω πρῶτον ἐκπιέζειν χρή, μάλιστα μέν, εἰ οἷόν τε, πᾶν τὸ λυπῆσον, εἰ δʼ ὑπολείποιτό τι μικρόν, ἐκθλίβειν τοῦτο κάτω διὰ τοῦ δευτέρου τῶν ἐπιδέσμων. τοῦ μὲν οὖν προτέρου τῶν ὀθονίων τὴν ἀρχὴν ἐπὶ τὸ κάταγμα δὶς ἢ τρὶς περιβαλεῖς, τοῦ δευτέρου δʼ ἅπαξ, ὥστε ἄνω μᾶλλον ἢ κάτω τὸ περιεχόμενον τοῖς περὶ τὸ κάταγμα μέρεσιν ἐκθλίβεσθαι διὰ τὴν εἰρημένην αἰτίαν. διὰ τοῦτο καὶ ἧττον σφίγγεσθαι τὸ κῶλον προσῆκεν ὑπὸ τοῦ δευτέρου τῶν ἐπιδέσμων· ἔνθα μὲν γὰρ ἔσφιγκται μᾶλλον ἡ ὑποκειμένη σάρξ, ἐκθλίβεται τὸ περιεχόμενον ὑγρὸν ἐν αὐτῇ πρὸς τὰ πέριξ· ἔνθα δʼ ἧττον, ἐνταῦθα δέχεται τὸ μεταρρέον ἐκ τῶν μᾶλλον θλιφθέντων. ἐν μὲν οὖν τῇ πρώτῃ τῶν ἡμερῶν, ὅθεν προσήκει πιέζειν, οὐ πιέσομεν, ὀδυνωμένου τοῦ κάμνοντος ἐπὶ τῇ πληγῇ· πάντων δὲ καλῶς γενομένων, ἐν τῇ τρίτῃ τῶν ἡμερῶν ἀνωδυνότερον ἔχοντες τὸν ἄνθρωπον αὐξήσομεν τὴν τάσιν· οὐ μὴν οὐδὲ νῦν εἰς ὅσον ἡ διάθεσις ἀπαιτεῖ· τοῦτο γάρ, ἐὰν ὀρθῶς πάντα γίνηται, κατὰ τὴν πέμπτην ἡμέραν ὑπάρξει· διὸ καὶ τοῖς ὀθονίοις πλείστοις χρήσασθαι τηνικαῦτα δεῖ, καὶ τῇ τάσει τελειοτάτῃ, ὡς εἴ γε διά τι πλημμεληθὲν ἐν τῷ μεταξὺ μηδέπω τελέως ἀφλέγμαντον εἴη τὸ κῶλον τῇ πέμπτῃ τῶν ἡμερῶν, οὐ χρησόμεθα τοῖς ὀθονίοις πᾶσιν· ἡ μὲν γὰρ ἀσφάλεια τῆς τῶν κατεαγότων ἐπιδέσεως ἐκ τῆς πιέσεως καὶ τοῦ πλήθους τῶν ὀθονίων γίνεται. μάλιστα δʼ αὐτῇ χρώμεθα κατʼ ἐκεῖνον τὸν καιρόν, ἐν ᾧ προσεσταλμένον μὲν ἱκανῶς φαίνεται τὸ περὶ τὸ κάταγμα χωρίον, αὐτὸ δὲ τὸ συντετριμμένον ὀστοῦν χαλαρὸν καὶ εὐπαράγωγόν ἐστιν. ἐὰν οὖν ποτε συμβῇ μὴ γίνεσθαι τοῦτο κατὰ τὴν πέμπτην ἡμέραν, ἀναμενοῦμεν ἑτέραν ἐπίλυσιν. ἐπιδέοντα δὲ δεῖ τὸν πρῶτον ἐπίδεσμον τὰ μὲν δεξιὰ μέρη πεπονθότα περιτρέπειν ἐπʼ ἀριστερά, τὰ δʼ ἀριστερὰ τοὐναντίον ἐπὶ τὰ δεξιά· γίνεται δὲ τοῦτο, τὴν μὲν ἀρχὴν τοῦ ἐπιδέσμου βαλλομένων ἡμῶν κατὰ τὸ πεπονθὸς μέρος, οὐκ ἀκριβῶς κατʼ αὐτοῦ τοῦ κατάγματος ἢ τοῦ ἕλκους, ἀλλʼ ἔνθεν ἢ ἔνθεν τούτου, κἄπειτα τῇ μὲν ἑτέρᾳ χειρὶ τὴν ἀρχὴν κρατούντων, τῇ δʼ ἑτέρᾳ περιτρεπόντων ἐπὶ τἀναντία τὸ πεπονθὸς ἅμα τῷ πιλεῖν. ἐπειδὰν δʼ εἰς τὸ ἀντικείμενον μέρος ὁ ἐπίδεσμος ἑλιττόμενος γένηται, μηκέτι ἐκεῖ σφιγγόντων ὁμοίως, ἔτι δὲ μᾶλλον οὐδὲ περιτρεπόντων, ἄχρις ἂν ἐν κύκλῳ περιελιττόμενος ὁ ἐπίδεσμος ἐπὶ τὴν ἰδίαν ἀρχὴν ἀφίκηται· τηνικαῦτα γὰρ ᾗ κατείχομεν ἔμπροσθεν χειρὶ τὴν ἀρχήν, ταύτῃ πάλιν ἐκεῖνο τὸ μέρος τοῦ ἐπιδέσμου τὸ ψαῦσαν αὐτῆς ἐπιτιθέντες, κατʼ αὐτῆς ἀσφαλῶς κρατοῦμεν, ὥστε δευτέρας αὖθις ἄρξασθαι κατὰ τῶν αὐτῶν ἐπιβολῆς, ὁμοίως τῇ πρώτῃ πιλούσης τε καὶ περιτρεπούσης ἐπὶ τἀναντία. καὶ ταύτην πάλιν ὡσαύτως τῇ πρώτῃ περιελίξαντες, ὅταν αὖθις ἐπὶ τὴν ἀρχὴν ἀφικώμεθα, κρατήσαντες ὁμοίως τῇ ἑτέρᾳ χειρὶ τὸν ἐπίδεσμον, ἀνατείνομεν τῇ ἑτέρᾳ πιλοῦντες καὶ περιτρέποντες ἐπὶ τὸ ἀντικείμενον μέρος τὸ πεπονθός· οὕτως γὰρ ἰσόρροπον ἀπεργασθήσεται τὸ κατεαγὸς ὀστοῦν. τὰ δʼ ὀθόνια καθαρὰ μὲν ἔστω, ὅπως μήτε δῆξις ἐκ τοῦ ῥύπου γίνοιτο, μήτε διικνεῖσθαι πρὸς τὸν χρῶτα τῶν ἐπιβρεχομένων ὑγρῶν ἡ δύναμις εἵργοιτο, κοῦφα δʼ ὅπως μὴ βαρύνοιτο ὁ πεπονθὼς τόπος, λεπτὰ δʼ ὅτι καὶ κουφότερα ταῦτα καὶ μαλακώτερα καὶ τὰς ἐπιβροχὰς ἑτοίμως διαπέμπει, μαλθακὰ δʼ ὅπως μὴ θλίβοι. πρόδηλον δʼ ὅτι τούτων ἕκαστον εἰς τὸ μὴ φλεγμῆναι τὸ πεπονθὸς μόριον συντελεῖ. ἔστω δὲ καὶ ὁμαλὸν καὶ ὅμοιον ἑαυτῷ πάντῃ τὸ ὀθόνιον, ὡς μὴ σκληρόν τι ὑπάρχειν ἐν ἑαυτῷ μήτε μαλακώτερον μήτε στενότερον ἢ λεῖπόν τι καὶ διαβεβρωμένον ἢ ἐξέχον καὶ παχύ, καθάπερ ἐπὶ τῶν παρυφασμάτων γίνεται. καὶ τετάσθω δʼ ὁμοίως ἅπασι τοῖς μέρεσιν ὁ ἐπίδεσμος, ἐσφίγχθω τε ἔξω πρὶν ἐπιβάλλεσθαι τῷ σώματι· εὐληπτότερος γὰρ οὕτως ἔσται, διότι καὶ λεπτότερος, ἀποτεταμένας τε τὰς περιβολὰς ἔχων. πρὸς δὲ τὸ μὴ φλεγμῆναι καὶ φαρμάκῳ τινὶ χρήσῃ τῶν ἀφλεγμάντων, οἵαπέρ ἐστιν ἡ ὑγρὰ κηρωτή. τὸν ἐπίδεσμον οὖν ἑλίσσοντα, καθά φησιν Ἱπποκράτης, ἀμφὶ τὸ κατεαγός, σὺν αὐτῷ χρῆσθαι προσήκει κηρωτῇ μαλθακῇ καὶ καθαρῇ καὶ λείῃ· οὐ γὰρ δὴ μόνον τὸ δέρμα τοῦ πάσχοντος ἐπαλείφεσθαι βούλεται ξηρῶν αὐτῷ περιβαλλομένων τῶν ἐπιδέσμων, ἀλλὰ καὶ καθʼ ἑκάστην ἐπιδέσμου περιείλησιν ἀκολουθεῖν ἐπιχριομένην αὐτῷ τὴν κηρωτήν· εἰ γὰρ μόνον χρήσαιτό τις αὐτῇ κατὰ τοῦ δέρματος, ἀποστερήσει τὸ πεπονθὸς μόριον ἐν τάχει τῆς γινομένης αὐτῷ βοηθείας ἐκ τῆς κηρωτῆς, ἀναπινόντων μὲν τῶν ὀθονίων αὐτὴν ὑγρὰν οὖσαν, αὐχμηρὸν δʼ ἐργαζομένων ἐκ τούτου τὸ δέρμα, καὶ τὴν θερμασίαν τῶν μορίων αὐξανόντων, καὶ διὰ τοῦτο καὶ τὴν ἐκ τῶν πλησιαζόντων χωρίων ὑγρότητα πρὸς τὸ πεπονθὸς ἐπισπωμένων. τὴν κηρωτὴν δὲ διὰ τί μὲν εἶναι μαλθακὴν ἀξιοῖ, πρόδηλον· ἀντὶ γὰρ ἐπιβροχῆς αὐτῇ χρῆται. καὶ καθαράν γε εἶναι βούλεται αὐτήν, τουτέστι μηδὲν ἐμφερόμενον ἔχουσαν ἐν ἑαυτῇ μήτε προπόλεως μήτε ῥύπου μήτε γεώδους ἢ ψαμμώδους οὐσίας ἢ ἄλλης τινὸς παρὰ τὸν κηρόν· εἴη δʼ ἂν εὐθέως ἡ τοιαύτη καὶ λεία, πλὴν εἰ διὰ τὰς ὀνομαζομένας ἐγκηρίδας ἐπὶ πλέον ἡ λεία τῆς καθαρᾶς νοοῖτο. ἄξιον δʼ ἐπισκέψεώς ἐστι, διὰ τί κηρωτῇ κελεύει νῦν χρῆσθαι, καίτοι γε ἐν οἷς ἐξέσχεν ὀστοῦν τοῦ δέρματος, οἴνῳ χρώμενος αὐστηρῷ μέλανι. δοκεῖ δή μοι φρονεῖν μὲν ὡς περὶ γενναιοτέρου βοηθήματος εἰς τὰ τοιαῦτα τοῦ οἴνου, παραλείπειν δʼ αὐτὸν ἐπὶ τῶν ἄλλων καταγμάτων, ἐν οἷς οὐκ ἐγυμνώθη τῶν συντριβέντων ὀστῶν οὐδέν, διὰ τὸ πολλῆς ἐπιμελείας δεῖσθαι τὴν χρῆσιν· εἰ μὴ γὰρ συνεχῶς ἐπιβρέχοιτο, μεγίστη γίνεται βλάβη ξηραινομένων τῶν ὀθονίων· ἐπιβρέχειν δὲ συνεχῶς, καὶ μάλιστα νύκτωρ, οὐκ ἐθέλουσιν οἱ πλεῖστοι τῶν ὑπηρετουμένων τοῖς κάμνουσιν. ἀλλʼ ἐπειδήπερ εἰς τὰ ἔσχατα νοσήματα αἱ ἔσχαται θεραπεῖαι εἰς ἀκριβείην κράτισται, διὰ τοῦτο ἐφʼ ὧν ἐξεῖχεν ὀστοῦν, οἴνῳ χρῆσθαι κελεύει· λεχθήσεται γάρ μοι κατʼ ἐκεῖνο τὸ χωρίον, ἔνθα χρῆται τῷ οἴνῳ, περὶ τῆς δυνάμεως αὐτοῦ. νυνὶ δʼ ἀρκεῖ τό γε τοσοῦτον εἰπεῖν ὡς ἐπεὶ τὰ ἄλλα κατάγματα δυνατὸν καὶ χωρὶς οἴνου θεραπεύεσθαι, μόνῃ τῇ κηρωτῇ χρωμένων ἡμῶν, οὐκ ἀναγκαῖόν ἐστιν ἐπʼ αὐτῶν οἶνον προσφέροντα ἁμαρτεῖν ποτε διὰ τὴν τῶν ὑπηρετουμένων ἀμέλειαν· ἔνθα δὲ μέγας ὁ κίνδυνος, ἐνταῦθα καὶ αὐτοὶ μὲν ἑκόντες οἱ ὑπηρέται ταλαιπωρεῖσθαι προαιροῦνται, καὶ ἡμῖν δὲ παρακαλοῦσι πείθονται. καὶ μέντοι καὶ συνεχέστερον ἐπιφαινόμεθα τοῖς τοιούτοις διὰ τὸ τοῦ κινδύνου μέγεθος, ἐνίοτε καὶ παραμένοντες ὅλης νυκτός, ὅταν μὴ σφόδρα θαρρῶμεν τοῖς ὑπηρέταις. φρουρεῖ τε οὖν ἅμα καὶ στηρίζει τὸ κατεαγός, ἀφλέγμαντόν τε φυλάττει τὰ πρῶτα δύο τῶν ὀθονίων· οὐ μὴν ἱκανά γε μόνα πρὸς ἀμφοτέρας τὰς χρείας, ὅθεν εἰς μὲν τὴν φρουρὰν ἐπικουρίαν αὐτοῖς ἕξεις τὴν τῶν σπληνῶν ἐπιβολὴν ἅμα τοῖς ἔξωθεν ὀθονίοις τούτους αὐτοὺς στηρίζουσι, πρὸς δὲ τὸ μὴ φλεγμῆναι τὴν ὑγρὰν κηρωτήν. τούς γε μὴν σπλῆνας τριπτύχους ἢ τετραπτύχους εἶναι προσήκει, ἀριθμὸν δʼ αὐτῶν εἰκὸς εἶναι τοσοῦτον, ὅσον ἂν αὐτάρκως περιλαμβάνῃ τὸ κῶλον, καὶ τῷ μήκει μὲν ἴσους τῇ ἐπιδέσει, τῷ πλάτει δὲ τριῶν ἢ τεττάρων δακτύλων, τῶν αὐτοῦ τοῦ ἐπιδεομένου δηλονότι. στηρίγματα μὲν οὖν εἰσιν οἱ σπλῆνες τῶν δυοῖν ἐπιδέσμων, οὓς ἰδίως ὑποδεσμίδας ὠνόμασεν· ἐπιβάλλονται δʼ αὐτοῖς ἐναντίως· ἐκεῖνοι μὲν γὰρ ἐγκάρσιοι περὶ τὸ κῶλον ἑλίττονται, κατὰ μῆκος δʼ οἱ σπλῆνες ἐπιτείνονται, τὴν τῶν πρώτων δυοῖν ὀθονίων ἐπίδεσιν ὅλην καταλαμβάνοντες. κεχρῖσθαι δʼ αὐτοὺς ὀλίγῃ κηρωτῇ κελεύει· περιρρυΐσκονται γὰρ καὶ ἀστήρικτοι γίνονται διὰ τὸ πλῆθος, ὥσπερ διὰ τὴν ὀλιγότητα τὴν ἀρχὴν οὐδὲ ἑνωθήσονται ταῖς ἐπιδεσμίσιν· ἔστι γὰρ ὥσπερ τις κόλλα πρὸς ἐκείνας αὐτοῖς ἡ κηρωτή. ἐπὶ σπληνῶν δὲ καὶ θλῖψίς τις γίνεται ξηρῶν ἐπιτιθεμένων τῶν ὀθονίων. τὸ δὲ τῆς κλειδὸς ἢ πλευρᾶς κάταγμα περιλαμβάνειν ἐν κύκλῳ δυνατὸν οὐκ ἔστιν, ἀλλʼ ἐπὶ τούτων τὸ μέγεθος τοῦ κατάγματος ἐνδείξεταί σοι τὸν ἀριθμὸν τῶν σπληνῶν. ἐπὶ δʼ οὖν κλειδὸς εἰώθαμεν ὡς τὸ πολὺ χρῆσθαι τρισὶ τετραπτύχοις, τοὺς δύο μὲν τοὺς πρώτους εἰς ὁμοιότητα τοῦ χῖ γράμματος ἐπιβάλλοντες, ὡς κατʼ αὐτοῦ τοῦ συντετριμμένου τὸ μέσον ἑκατέρου, καθʼ ὃ συμβάλλουσιν ἀλλήλοις, ἐπικεῖσθαι· τρίτον δʼ αὐτοῖς καὶ ἔξωθεν ἐπιτιθέντες κατὰ τὸ τοῦ σώματος μῆκος ἐκτεταμένον, αὐτούς τε τοὺς ὑποκειμένους σφίγγοντα καὶ τὸ κατεαγὸς μέρος τῆς κλειδὸς πιλοῦντα. χρεία δὲ διττὴ τῶν σπληνῶν, κράτησίς τε τῶν ὑποδεσμίδων ἀναπλήρωσίς τε ἐπί τινων μορίων ἃ καλεῖν Ἱπποκράτης εἴωθε ἀπόξη τε καὶ ἀπόξηρα, καθάπερ ἐπὶ πήχεως μὲν τὸ πρὸς καρπῷ, κνήμης δὲ τὸ πρὸς τῷ ποδί· περιβάλλειν γὰρ ἐν τοῖς τοιούτοις ἀξιοῖ κυκλοτερῶς τοὺς σπλῆνας, ὡς μετὰ τὴν ἐπιβολὴν τῶν ἔξωθεν ἐπιδέσμων ἴσην εἶναι τῷ πάχει τὴν ἐπίδεσιν. ἔστωσαν δὲ τῷ μὲν μήκει τηλικοῦτοι ὡς ἐν κύκλῳ περιλαμβάνειν τὸ ἐπιδούμενον σῶμα, τῷ πάχει δὲ καὶ τῷ πλάτει κατὰ τὴν ἔνδειαν τοῦ μορίου. τὴν περιβολὴν δὲ τῶν σπληνῶν τούτων οὐκ εἰς ἅπαξ ἀθρόαν, ἀλλὰ κατὰ βραχὺ ποιεῖσθαι δεῖ· λεπτοτέρους μὲν γὰρ τῷ πάχει τοὺς ἀνωτέρω τιθεμένους εἶναι δεήσει, παχυτέρους δὲ τοὺς κατωτέρω· ἐὰν γὰρ ἀθρόως ἕνα περιβάλῃς, ἔσται σοι σχῆμα τῆς κατὰ τοῦτο τὸ χωρίον ἐπιδέσεως, οἷον ἐξ ἀρχῆς ὑπῆρχε τῷ κώλῳ. οἱ δʼ ἔξωθεν ἐπίδεσμοι κατὰ τῶν σπληνῶν ἐπιβαλλόμενοι δύο μὲν ὡς τὰ πολλὰ γενήσονται, κάτωθεν μὲν ἄνω τὴν φορὰν ποιούμενος ὁ ἕτερος αὐτῶν, ἄνωθεν δὲ κάτω πάλιν ὁ ἕτερος· ἐγχωρεῖ γε μὴν καὶ τρεῖς καὶ τέτταρας αὐτοὺς ποιεῖν, ἀλλʼ ἡμεῖς ἀεὶ δυσὶ χρώμεθα. πρὸς τούτους οὖν τις ἀποβλέπων τοὺς σκοπούς, εὔδηλον ὅτι δυνήσεται στοχάζεσθαι κατʼ ἀρχὰς μὲν ταῖς δύο μοίραις τῶν ὀθονίων χρῆσθαι, καθʼ ὃν δʼ ἂν χρόνον ἀφλέγμαντον ᾖ τὸ πεπονθὸς μέρος, ταῖς τρισίν. αἱ μὲν οὖν ὑποδεσμίδες οὐκ ἐναλλὰξ ἀλλήλαις εἶχον τὴν νομήν, ἀλλʼ ἐπὶ τοὐναντίον ἀμφότεραι τῆς εἰς τὸ παρὰ φύσιν ἐκτροπῆς ἐπανῆγον τὸ κῶλον· οἱ δὲ μετὰ τοὺς σπλῆνας ἐπίδεσμοι, σκοπὸν ἔχοντες ὅλον μὲν τὸ κῶλον ἰσόρροπον, ἅπασαν δὲ τὴν ἐπίδεσιν ὁποίαν παρέλαβον φυλάττειν, ἔμπαλιν ἀλλήλοις ποιοῦνται τὴν νομήν, ὁ μὲν ἐπὶ τὸ δεξιὸν μέρος, ὁ δʼ ἐπὶ θάτερον ἑλιττόμενος, καὶ κάτω μὲν ὁ ἕτερος, ἄνω δʼ ὁ ἄλλος· οὕτως γὰρ φυλάξουσι τὴν ἐπίδεσιν οἵαν παρέλαβον· διόπερ αἱ μὲν ἐπὶ τὰ δεξιά τε καὶ ἀριστερὰ νομαὶ κατὰ πᾶν ἴσαι γινέσθωσαν, αἱ δʼ ἄνω καὶ κάτω μὴ πολὺ μὲν ἀλλήλων ὑπερεχέτωσαν, ὅμως δʼ οὖν ἡ κάτωθεν ἄνω πλεονεκτείτω τῆς ἄνωθεν κάτω γινομένης· ἀσφαλέστερον γὰρ τοῦτο διὰ τὴν ὀλίγον ἔμπροσθεν εἰρημένην αἰτίαν, ἡνίκα εἰς τὴν ἀρχὴν τοῦ κώλου τὸ αἷμα συνεβουλεύομεν ἐκθλίβειν ἀπὸ τοῦ κατάγματος. τὴν δὲ θέσιν τοῦ κατεαγότος μορίου φησὶν ὁ Ἱπποκράτης ἀρίστην εἶναι τὴν μαλθακήν τε καὶ ὁμαλὴν καὶ ἀνάρροπον, μαλθακὴν μὲν ὡς ἂν μὴ θλίβηται κατʼ ἐκεῖνο τὸ μόριον ὁ κάμνων· ἡ δʼ ἀνώμαλος θέσις ὀδυνηρά τέ ἐστιν ἅμα καὶ διαστρέφει τὸ κῶλον· εἰκότως οὖν τὴν ὁμαλὴν ἐπαινεῖ· ἡ δὲ κατάρροπος ῥευματίζουσα φλεγμονῆς αἰτία γίνεται. ἐπὶ πάντων μὲν οὖν τῶν μορίων τοιαύτην εἶναι χρὴ τὴν θέσιν, ἐξαιρέτως δʼ ἐπὶ τῶν ἐξεχόντων, ὁποῖόν ἐστιν ἰσχίον καὶ πτέρνα· ἐπεὶ δʼ ἐν ταῖς τοιαύταις θέσεσιν καὶ ἄλλως ἐν ταῖς χρονίαις κατακλίσεσιν ἡ πτέρνα μελαίνεται ἀμελῶς ἐπὶ σκληροῦ τε κειμένη καὶ μὴ συνεχῶς ἐπαιρομένη, καὶ διὰ τοῦτό γε θερμαινομένη καὶ πιλουμένη πρὸς τῶν ὑποκειμένων, εἰθίσμεθα ποιεῖν κυκλίσκον ἐξ ἐρίου μαλακοῦ — καλοῦσι δʼ ἔνιοι στρόφιον αὐτό —, τῷ μεγέθει τῆς πτέρνης ἀνάλογον ἔχον τὴν ἐντὸς ἑαυτοῦ κοιλότητα, καθʼ οὗ κυκλίσκου στηρίζομεν οὕτως τὴν πτέρναν ὡς αἰωρεῖσθαι τὸ κάτωθεν αὐτῆς μέρος, ὅπως ἄθλιπτός τε ἅμα καὶ διαπνεομένη ἀθέρμαντος φυλάττοιτο. καὶ δὴ καὶ κατὰ τὸ πέρας, ἔνθα τὸ ἴχνος ἐστί, ἀντιστηρίζοντός τινος μαλακοῦ ἢ ὑπαυχενίου ἢ καὶ ξύλου ὀρθοῦ, ᾧ προσδεδεμένος ὁ ποὺς ἔστω μαλακαῖς ταινίαις. οἶδα δέ τινας ἰατροὺς ὑποτιθέντας τῷ σκέλει σωλῆνάς τε καὶ γλωσσοκόμους κνήμης ἢ μηροῦ πεπονθότων· Ἱπποκράτης δʼ οὐκ ἀρέσκεται τῇ τοιαύτῃ χρήσει, τοῦ ξύλου πρὸς τοῖς ἄλλοις καὶ ἀπηνοῦς ὄντος διὰ τὸ μηδὲ εἴκειν ὥσπερ τὰ ὑπαυχένια καλούμενα· ταῦτα γὰρ εἴκοντα μετρίως οὐκ ἔστιν ἀνιαρὰ τῷ σκέλει. τινὲς οὖν τῷ ὑπαυχενίῳ χρῶνται κατʼ ἀρχὰς εὐθύς, ὑποβάλλοντες αὐτῷ ταινίας ἐγκαρσίας, ἃς ὅταν ἐνθῶσι τὸ σκέλος ἀνατείναντες ἑκατέρωθεν εἰς ὕψος, ἔπειτα ἐκ τῶν ἄνω μερῶν τοῦ κώλου συνδήσαντες ἀλλήλαις, ἀσφαλῆ νομίζουσι τὴν θέσιν τοῦ σκέλους· τό τε γὰρ ὑπαυχένιον ἐν ταῖς μετακομιδαῖς τοῦ κάμνοντος ἀντὶ γλωσσοκόμου γίνεται τῷ σκέλει. καὶ μέντοι καὶ κατὰ τὸ κάτω πέρας αὐτοῦ προστιθέασιν ἔνιοι ξύλον ὄρθιον, ᾧ προσδοῦσιν ἄκρον τὸν πόδα, προϋποβάλλοντες ἔρια δηλονότι, χάριν τοῦ μήτε ἄνω τὸ σκέλος ἕλκειν δύνασθαι τὸν κάμνοντα μήτε ἀποτείνειν κάτω· τὴν μὲν γὰρ ἀνάτασιν ὁ δεσμὸς κωλύει, τὴν δʼ ἐπὶ τὰ κάτω φορὰν τὸ προσερηρεισμένον τῷ πέλματι ξύλον. μεθʼ Ἱπποκράτη δʼ ηὑρέθη τὸ μηχανικὸν γλωττοκόμιον, οὗ τὴν κατασκευὴν ἐρῶ νῦν, ἐπειδὴ χρησιμώτατόν ἐστι μετὰ τὸ παύσασθαι τὴν φλεγμονήν, καὶ μάλιστα ὅταν ἤδη πωροῦσθαι δέῃ τὸ κάταγμα, τὴν ἀντίτασιν ἐργαζόμενον ἰσορρόπως τε καὶ ἀλύπως τῷ κατεαγότι τοῦ σκέλους ὀστέῳ. διʼ ἑνὸς οὖν ἄξονος ἐπὶ τῇ τελευτῇ τοῦ μηχανήματος ἐν τοῖς κάτω μέρεσι τεταγμένου τὴν ἀντίτασιν ἐργάζεται τῷ κώλῳ τάσεσι διτταῖς· ὀνομάζεται δʼ αὐτῶν ἡ μὲν κατʼ εὐθὺ τείνουσα τὸ κῶλον εὐθύπορος, ἡ δʼ ἄνω μὲν πρότερον, εἶτα κάτω μεταληπτική· γίνονται δʼ ἀμφότεραι διὰ περιθέσεως βρόχων. ἄριστος δʼ εἰς τοῦτο βρόχος ὁ ἐκ δυοῖν διανταίων. οὗτος οὖν ἐν μὲν τοῖς κάτω τοῦ κατάγματος μέρεσι τῷ κώλῳ περιτεθεὶς τὴν εὐθύπορον ἐργάζεται τάσιν, τῶν σκελῶν αὐτοῦ περιβληθέντων τῷ ἄξονι· ἐν δὲ τοῖς ἄνω μέρεσι τοῦ κατάγματος αὐτὸς οὗτος ὁ βρόχος εἰ περιτεθείη, τὴν μεταληπτικὴν ἀποτελεῖ τάσιν, ἀπαχθέντων αὐτοῦ τῶν σκελῶν, ἄνω μὲν πρότερον, εἶτʼ αὖθις κάτω· περιβληθῆναι γὰρ χρὴ καὶ ταῦτα τῷ ἄξονι. τὴν περιαγωγὴν δὲ καὶ τὴν οἷον καμπὴν τῶν σκελῶν τοῦ βρόχου τὴν ἐκ τῶν ἄνω μερῶν εἰς τὸ κάτω διὰ τροχιλιῶν γίνεσθαι χρὴ κατὰ τὰς πλευρὰς τοῦ γλωττοκομίου τεταγμένων. χειρὸς δὲ καταγείσης, ὅταν ἤδη περιέρχηται καὶ μηκέτι ὁ ἄνθρωπος κατακείμενος ᾖ — τουτέστι μετὰ τὴν δεκάτην ἡμέραν· ἔμπροσθεν γὰρ ὡς τὸ πολὺ κατέκειτο, τῆς χειρὸς ἐν σχήματι κειμένης ὑψηλότερον ἐχούσης βραχὺ τὸ ἄκρον αὐτῆς —, τοῦ τραχήλου ταινίαν ἐξαψάσθω πλατεῖαν οὕτως ὡς ὅλον ἐπʼ αὐτῆς ὀχεῖσθαι τὸν πῆχυν. οὐχ ἁπλῶς δὲ χρὴ τὴν ταινίαν τήνδε περιβάλλειν, ἀλλʼ ὁμαλῶς ὑποτείνειν ἅπαντι τῷ πήχει, μηδὲν αὐτοῦ μέρος ἐῶντας ἀστήρικτον, ἐφʼ οὗ τῷ συμφύτῳ βάρει ῥέπον τὸ τοῦ πήχεως ὀστοῦν ἐνεχθήσεταί τε πρὸς τὸ κάτω καὶ διαταθήσεται. σχῆμα δʼ αἱρεῖσθαι χρὴ τὸ ἀνωδυνώτατον καὶ εὐθύτατον, τοῦτο δʼ ἐστὶν ἐπὶ μὲν χειρὸς τὸ καλούμενον ἐγγώνιον, ἐπὶ δὲ σκέλους τὸ μικροῦ δεῖν ἐκτεταμένον. εἰς ἀνωδυνίαν δʼ οὐ μόνον ἕκαστον τῶν κατὰ φύσιν σχημάτων, ἀλλʼ ἔτι καὶ τὸ ἔθος ἔοικε συντελεῖν. εὔλογον οὖν ἔδοξέ μοι μᾶλλον ἐκτεταμένον σχηματίζειν τὸ σκέλος ἐφʼ ὧν εἴθισται πλείστῳ χρόνῳ τοῦτο ἔχειν τὸ σχῆμα, καθάπερ καὶ ἧττον ἐκτεταμένον ἐφʼ ὧν διʼ ὅλης ἡμέρας κέκαμπται, καὶ τῇ πείρᾳ τε βασανίσας αὐτὸ τοιοῦτον εὗρον ὑπάρχον ὁποῖον ἤλπισα, καὶ περὶ τῶν χειρῶν δὲ κατὰ τὸν αὐτὸν λόγον, δεῖν μὲν ἐγγὺς τοῦ ἐγγωνίου σχήματος σχηματίζειν αὐτάς, ἀλλʼ εἰς τὸ μᾶλλόν τε καὶ ἧττον ἐκ τῶν ἐθῶν λαμβάνειν τὴν ἔνδειξιν. λύειν δὲ διὰ τρίτης, ὅπως μήτε ἄση τις ἐπιγίνοιτο, μήτε κνῆσις ἀήθως σκεπασθέντι τῷ μορίῳ, μήτε ἐπὶ πλέον αἱ διαπνοαὶ κωλύοιντο τοῦ φθάσαντος ἐνεστηρῖχθαι κατὰ τὸ κάταγμα, διʼ ἃς μὴ μόνον ἀσωδῶς κνᾶσθαι συμβαίνει τισίν, ἀλλὰ καὶ διαβρωθέντος ὑπὸ τῆς τῶν ἰχώρων δριμύτητος ἐνίοτε τοῦ δέρματος ἕλκωσιν γίνεσθαι. καταντλεῖν οὖν ὕδατος εὐκράτου τοσοῦτον, ὅσον ἱκανόν ἐστι διαφορῆσαι τοὺς τοιούτους ἰχῶρας. ἢν δὲ δὴ καὶ αὖθις ὁμοίως πράξῃς, ἑβδόμη μὲν ἂν εἴη μετὰ τὴν πρώτην ἀρχὴν ἡμέρα, φαίνοιτο δʼ ἂν ἤδη, μηδενὸς ἐμποδὼν γενομένου, πάντα ἀφλέγμαντα, καὶ αὐτοῦ γε τοῦ κατὰ φύσιν ἐνίοτε μᾶλλον ἰσχνά. τότε οὖν ἐγχωρεῖ καὶ νάρθηκας περιτιθέναι, διαπλάσαντα νῦν δηλονότι τὸ κῶλον ἐπιμελέστερον, ὡς ἂν καὶ τῶν ὀστῶν ὄντων χαλαρῶν. ἡ δὲ χρεία τῶν ναρθήκων ἐστίν, ἥπερ δὴ καὶ τῶν σπληνῶν, κρατεῖσθαι τὸ κατεαγὸς ὀστοῦν, ὡς ἀκίνητον διαμένειν, εἰ καὶ τὸ κῶλον ἅπαν κινοῖτο· σεισθέντων γὰρ καὶ κινηθέντων τῶν χειλῶν τοῦ κατάγματος, ἡ πῆξις τοῦ πώρου κωλυθήσεται. ἀξιοῖ δʼ Ἱπποκράτης λείους τε εἶναι καὶ ὁμαλοὺς τοὺς νάρθηκας καὶ σιμοὺς κατὰ τὰ ἄκρα, τουτέστιν ἀπεξεσμένους ἀτρέμα κατὰ τὴν κάτω χώραν· οἱ γὰρ ἰσοπαχεῖς ἄχρι τοῦ πέρατος ἴσην ἐνταῦθα τὴν ἐπίδεσιν ἐργάζονται παντὶ τῷ ἄλλῳ μέρει τῷ τῆς ἐπιδέσεως, ὅπερ οὐ χρὴ γίνεσθαι· βούλεται γὰρ ἐν μὲν τῷ μέσῳ τὴν ἐπίδεσιν ἐσφίγχθαι μᾶλλον, ἐκλύεσθαι δʼ ἐντεῦθεν ἄχρι τῶν περάτων, ἐκεῖνα δʼ ἁπάντων ἐκλύεσθαι μᾶλλον. ἀλλὰ καὶ μικροτέρους αὐτοὺς κατὰ τὸ μῆκος εἶναι κελεύει τῆς ἐπιδέσεως, ὅπως μὴ ψαύσειάν ποτε τοῦ μετὰ τὴν ἐπίδεσιν δέρματος ὑψουμένου πολλάκις ἐκ τοῦ δέχεσθαι τοὺς ὑπὸ τῶν ἐπιδέσμων ἐκθλιβομένους χυμούς. ἀλλὰ καὶ κατʼ αὐτὸ τὸ κάταγμα παχυτέρους εἶναι συμβουλεύει τοὺς νάρθηκας, ἐπειδὴ τὸ χωρίον τοῦτο μάλιστα τῆς ὑπʼ αὐτῶν ἰπώσεως δεῖται. φυλάττεσθαι δὲ χρὴ καὶ κατὰ τὰς ἐξοχὰς τῶν ὀστῶν, ὁποῖαι κατά τε τῆς κνήμης εἰσὶ καὶ περόνης τὰ κάτω πέρατα, τίθεσθαι τοὺς νάρθηκας· ἔσται δὲ τοῦτο κατὰ δύο τρόπους, ἢ μηδʼ ὅλως ἡμῶν τιθέντων αὐτοὺς κατʼ ἐκεῖνα τὰ μέρη τῆς ἐπιδέσεως, ἢ βραχυτέρους τιθέντων, ὡς μὴ παραγίνεσθαι πρὸς τὸ κυρτόν, ἀλλὰ προκαταπαύεσθαι πρὶν ἐκείνου ψαῦσαι. καὶ βέλτιόν γε πράττειν οὕτως· θλίβονται γὰρ ὑπʼ αὐτῶν. μᾶλλον δʼ οὐκ αὐτὰ χρὴ θλίβεσθαι λέγειν, ἀλλὰ τοὺς ἐπικειμένους μῦς ἢ ὑμένας αὐτοῖς, καί τινας ἀπονευρώσεις καὶ τὸ δέρμα. μετὰ δὲ τὴν ἐπίθεσιν τῶν ναρθήκων, εἴ τί που χαλαρὸν γίνοιτο τῆς ἐπιδέσεως, ἐπισφίγγειν αὐτοὺς χρὴ διὰ τριῶν, οὐ λύειν ὅλην τὴν ἐπίδεσιν ἄχρι τῆς εἰκοστῆς, ὥστε βεβαίαν γενέσθαι τὴν οἷον κρηπῖδα τῷ πώρῳ, πλὴν εἰ μή τις ὀδύνης αἴσθησις ἢ κνῆσις σφοδρὰ καὶ τῆς ἑλκώσεως φόβος καὶ ὑποψία τοῦ μὴ καλῶς πεπλάσθαι τὸ κάταγμα καὶ κίνησις σφοδρὰ κατά τινα συντυχίαν ἐν τῷ κώλῳ γενομένη λύειν ἡμᾶς ἀναγκάσει. γενομένης δὲ τῆς πωρώσεως, οὐκέτι ἐν ἡσυχίᾳ παντελεῖ τηρεῖν χρὴ τὸ κάταγμα· προσήκει γὰρ ἀνατρέφειν τὸν πῶρον, ὅταν ἀσφαλῶς ῥιζωθῇ, τὸ δʼ ἀνατρέφειν γίνεται τῇ χορηγίᾳ τῆς ὕλης, ἣν ὥσπερ ἀπεστρέψαμεν ἐξ ἀρχῆς ἀπὸ τοῦ πεπονθότος εἰς ἕτερα μόρια τοῦ σώματος, οὕτως νῦν δεῖ προσκαλεῖσθαι, καταντλοῦντας ὕδωρ θερμὸν ἄχρι τῆς εἰς ὄγκον ἐρυθρὸν ἐπάρσεως τῆς σαρκός. τινὲς δὲ πτελέας ῥιζῶν τῷ ἀφεψήματι καταντλοῦσιν ὅσα πωρώσεως δεῖται κατάγματα. καὶ μέντοι καὶ ὥσπερ ἐν ἀρχῇ παντάπασιν αὐτὴν ἐκωλύομεν εἰς τὸ πεπονθὸς ἔρχεσθαι τῇ πιέσει καὶ τῷ πλήθει τῶν ὀθονίων, οὕτω νῦν προσήκει μὴ κωλύειν ἐπιρρεῖν, ἀφαιροῦντα κατὰ βραχὺ τοῦ πλήθους τῶν ὀθονίων ἅμα τῷ καὶ τὴν πίεσιν ἐκλύειν. ἐφʼ ὧν δʼ ὑγρότης ἐστὶ πλείων καὶ διʼ αὐτὴν οὐ πωροῦται τὰ κατεαγότα, ξηραίνειν αὐτήν, ὡς ἔμπροσθεν εἴρηται, πειρᾶσθαι διʼ ἐπιδέσεως προσηκούσης καὶ καταντλήσεως, ἤτοι γε ἐλαχίστης παντάπασιν ἢ πλείστης· ἡ μὲν γὰρ ἐλαχίστη πρὶν ἐπιρρυῆναί τι παυομένη τά τε πρόχειρα τῶν ὑγρῶν διαφορεῖ τά τε ἐν βάθει διαχεῖ μετρίως, συμφέρει δʼ οὕτως κεχύσθαι τοῖς ὑπὸ τῆς ἐπιδέσεως ἐκθλίβεσθαι μέλλουσιν· ἡ δὲ πλείστη διαφορεῖ μᾶλλον ἢ ἕλκει. εὔδηλον δὲ δήπου καὶ ὡς ἐπὶ μὲν τῆς ἐκθλιβούσης ἐπιδέσεως ἧττον χρὴ πιέζειν τὰ τελευταῖα τῶν ὀθονίων, ἐπὶ δὲ τῆς ἀνατρεφούσης οὔτε ἧττον ταῦτα καὶ συμπάσας τὰς περιβολὰς χαλαρωτέρας ποιεῖσθαι. διαιτᾶν δʼ ἐν ἀρχῇ λεπτοτάτως χρή, καὶ φλεβοτομεῖν ἐνίοτε καὶ διὰ γαστρὸς ἐκκενοῦν τὰ περιττά, ὡς ἐν τῇ τῶν φλεγμονῶν οἰκείᾳ θεραπείᾳ λέλεκται· κατὰ δὲ τὸν τῆς πωρώσεως καιρὸν ἀνατρέφειν χρὴ τὸ σῶμα σιτίοις εὐχύμοις καὶ τροφίμοις, ἐξ ὧν εἴωθε γεννᾶσθαι χυμός, οὐ μόνον χρηστός, ἀλλὰ καὶ γλίσχρος, ἐξ οἵου δεῖ μάλιστα γίνεσθαι τὸν πῶρον. καὶ τῶν φαρμάκων δʼ ὅσα μὲν ἐμπλαστικὰ ταῖς οὐσίαις ἐστί, μετρίως θερμαίνοντα προτρέπει τε καὶ συναύξει τοὺς πώρους, ὅσα δὲ διαφορητικὰ καὶ τοὺς ὄντας ἤδη καθαιρεῖ. θᾶττον μὲν οὖν κρατύνεται τὰ κατεαγότα, τουτέστιν ἀσφαλῶς πωροῦται, διά τε τὴν ὕλην ἐξ ἧς ὁ πῶρος γίνεται, συμμέτρως ἔχουσαν ἐν ποσότητι καὶ ποιότητι, καὶ διὰ τὴν ῥώμην τῆς πηγνυούσης αὐτὴν δυνάμεως· εἰς χρόνον δʼ ἐκπίπτει πλείονα διὰ τὴν ἔνδειαν τῆς ὕλης, ἔσθʼ ὅτε δὲ καὶ διὰ πλῆθος ἄμετρον· ἀποκλύζεται γὰρ ὁ πηγνύμενος πῶρος ὑπὸ τῆς ἔνδον ἐπιρρεούσης ὑγρότητος, ὅταν ᾖ πολλή τε ἅμα καὶ συνεχής. ἔστι δὲ τὸ μὲν πάχος τῆς ὕλης ἐπιτηδειότερον εἰς τὸ παγῆναί τε καὶ γενέσθαι πῶρον, ἡ δʼ ὑγρότης, ὅταν ὑδατώδης τις ᾖ καὶ λεπτὴ κατὰ τὴν σύστασιν, ἀνεπιτήδειος εἰς πώρου γένεσιν. ὅτι δὲ καὶ ἡ δύναμις ἡ μὲν ἰσχυροτέρα ταχέως ἐργάζεται τὸ ἑαυτῆς ἔργον, ἡ δʼ ἀσθενεστέρα βραδύτερον, οὐδὲ λόγου δεῖ. διὰ ταῦτα μὲν οὖν ἐν διαφέρουσι χρόνοις αἱ πωρώσεις γίνονται τοῖς συντετριμμένοις ὀστοῖς· πλείων δὲ καὶ ἐλάττων ἡ ὕλη καὶ παχυτέρα καὶ λεπτοτέρα γίνεται διά τε τὴν ἐξ ἀρχῆς ἑκάστου κρᾶσιν καὶ διὰ τὴν ἐπίκτητον ἐν ᾧ θεραπεύεται χρόνῳ κατάστασιν, ἔτι τε δίαιταν ᾗ διαιτῶνται καὶ τρόπον ἐπιδέσεως ὃν ἐπιδοῦνται τήν τε ἡλικίαν καὶ τὴν ὥραν καὶ τὴν χώραν, ἐξ ὧν ἁπάντων καὶ ἡ δύναμις ἤτοι γε ἀσθενὴς ἢ ἰσχυρὰ γίνεται. τὰ δʼ ἐξαιρόμενα τῶν οἰδημάτων διὰ τὴν ἔκθλιψιν τῶν χυμῶν ἐκ τῆς σφοδροτέρας ἐπιδέσεως ἐνίοτε ποιούμεθα. θεραπευτέον ἐπιτιθέντας ἔρια πολλὰ ῥυπαρὰ καλῶς κατειργασμένα, ῥαίνοντας ἐλαίῳ τε καὶ οἴνῳ. προϋποχρίειν δὲ δεῖ τὸ δέρμα καθʼ οὗ ταῦτα ἐπιτεθήσεται κηρωτῇ, καὶ τὴν ἐπίδεσιν ἀπὸ τῶν οἰδημάτων ἐπὶ τὸ ἄνω ποιεῖσθαι. τινὲς μὲν οὖν ὑπὲρ τὴν ἐπίδεσιν ἀνιέναι βούλονται τὸν ἐκθλιβόμενον τῶν οἰδημάτων χυμόν, ἔνιοι δʼ εἰς τὰ κατὰ τὴν ἐπίδεσιν χωρία παραγίνεσθαι. κρῖναι δʼ οὐ χαλεπόν ἐστι τὴν διαφωνίαν αὐτῶν, ὁρισθείσης τῆς ἐπιδέσεως· εἰ μὲν γὰρ ἐπανέντες τοὺς νάρθηκας ἐπιδήσαιμεν, ὡς εἴρηται, τὸ οἰδηκός, ἀφίκοιτο ἄν τι τοῦ αἵματος εἰς τὰ κατὰ τὴν ἐπίδεσιν χωρία· εἰ δʼ ἀφελόντες τοὺς νάρθηκας καὶ λύσαντες ὅλην τὴν ἐπίδεσιν αὖθις ἐξ ἀρχῆς ἐπιδήσαιμεν, ἅμα μὲν τῷ καταγματικῷ τρόπῳ χρώμενοι τῆς ἐπιδέσεως, ἅμα δὲ καὶ μιγνύντες αὐτῷ τὸν ἀπὸ τῶν οἰδημάτων ἀρχόμενον, ὑπερθείη ἂν οὕτως τὴν ἀρχαίαν ἐπίδεσιν ὁ ἐκθλιβόμενος χυμὸς ἐπὶ τὰ τῆς ἐπιδέσεως ὑψηλότερα χωρία. περὶ μὲν δὴ τῶν ἐγκαρσίων καταγμάτων ἱκανὰ καὶ ταῦτα· περὶ δὲ τῶν παραμήκων τὰ μὲν ἄλλα σύμπαντα τὰ αὐτά, πιέζειν δὲ χρὴ μᾶλλον ταῦτα κατʼ αὐτὸ τὸ κάταγμα καὶ προσστέλλειν εἴσω τὸ ἀφεστηκός. ὅσα δʼ ἐθραύσθη πολυειδῶς, καὶ μάλιστα σὺν ἕλκεσιν, ὅπερ ὡς τὰ πολλὰ φιλεῖ γίνεσθαι, σπλῆνας σκεπαρνηδὸν περιβαλεῖν οἴνῳ τέγγοντας μάλιστα ἐν θέρει· σήπεται γάρ, εἴτε ἐλαίῳ τις εἴτε καὶ κηρωτῇ χρῷτο, δεόμενά γε ξηραίνεσθαι μειζόνως ἢ τἄλλα, διότι καὶ μεῖζον τὸ πάθημα. καὶ τοίνυν καὶ τὰ φάρμακα πάντα τῶν ξηραινόντων ἔστω φαρμάκων ἐκ τῶν ἐναίμων ὀνομαζομένων. τῶν δὲ μεθʼ ἕλκους καταγμάτων, ὅταν μὲν μὴ ἐξέχον τι μήτε ἀποστήσεσθαι προσδοκώμενον ᾖ μόριον τοῦ καταγέντος ὀστοῦ, χρῆσθαι δεῖ τῷ τρόπῳ τῆς ἐπιδέσεως, ὃν ἐδιδάξαμεν ἐπὶ τῶν χωρὶς ἕλκους καταγμάτων· ὅταν δʼ ἐπίδοξον ᾖ τι μέρος αὐτοῦ τῷ χρόνῳ χωρισθὲν ἀποκριθήσεσθαι πρὸς τῆς φύσεως διὰ τῆς κατὰ τὸ ἕλκος χώρας, τὴν ἀρχὴν δεῖ θέντα, ἤτοι γε ἐκ τῶν δεξιῶν ἢ τῶν ἀριστερῶν μερῶν, ἐπιδεῖν ἑξῆς ὡς ὅλον αὐτὸ καταληφθῆναι, καὶ μηδὲν ἀπολειφθῆναι μέρος γυμνόν, μὴ σφόδρα τε πιέζειν τῇ ἐπιδέσει. δεῖ δʼ ὑποπτεύειν πεπονθέναι τὸ ὑποκείμενον ὀστοῦν, ὅταν πλέον ᾖ τὸ ἀπορρέον πύον ἢ κατὰ τὸ μέγεθος τοῦ ἕλκους· ἐὰν δὲ καὶ ἐπειγόμενον φαίνηται πρὸς τὴν ἀπόκρισιν τὸ πεπονθὸς μέρος, ἔχοις ἂν ἤδη βεβαίαν τὴν διάγνωσιν. πόθεν οὖν ὅτι πρὸς ἀπόκρισιν ἐπείγεται; πρῶτον μὲν ἐξ αὐτῶν τῶν χειλῶν τοῦ ἕλκους οὐκ ἐθελόντων συνιέναι πρὸς ἄλληλα, διισταμένων τε καὶ ἐκτρεπομένων, εἶτα καὶ τῆς τοῦ κάμνοντος αἰσθήσεως, ἐν τῷ βάθει κινήσεως αὐτῷ τινος ἀμυδρᾶς φαινομένης. ὅταν μὲν οὖν κατὰ τὸ μῆκος τοῦ κώλου γένηται τὸ ἕλκος, ἐγχωρεῖ τοὺς νάρθηκας ἐπιβάλλειν ἑκατέρωθεν· ὅταν δʼ ἐγκάρσιον, κωλύει τὴν ἐπίθεσιν τῶν ναρθήκων, καὶ μάλιστα ἐὰν ᾖ μεῖζον, ἐφʼ ὧν πλείοσιν ὀθονίοις χρηστέον. ὠφελιμώτατος δʼ ἐστὶν ἁπάντων οἴνων εἰς τὰς τοιαύτας διαθέσεις ὁ μέλας καὶ αὐστηρός. δῆλον δʼ ὅτι καὶ κατὰ τὴν σύστασιν ὁ τοιοῦτός ἐστι παχύς, τὸ μὲν κοινὸν ἀγαθὸν ἔχων, οὗ χάριν εἰς ἐπιβροχὰς ἑλκῶν παραλαμβάνεται, τῶν δʼ ἄλλων οἴνων τῶν στυφόντων ἀδηκτότερος ὤν, ὅπερ οὐ τὸ τυχὸν ἀγαθόν ἐστιν ἐν ταῖς τοιαύταις θεραπείαις· διὸ κἂν μὴ λίαν αὐστηρός, ἀλλὰ μετρίως ᾖ τοιοῦτος, ἀμείνων ἐστίν· ὀδύνην γὰρ ὁ λίαν αὐστηρὸς φέρει, συνάγων καὶ πιλῶν τὴν σάρκα περαιτέρω τοῦ προσήκοντος· ὅθεν οὐδὲ ὁ λεπτομερὴς κατὰ τὴν οὐσίαν, οἷόσπέρ ἐστιν ὁ λευκὸς ἢ ξανθὸς ἢ κιρρός, ἐπιτήδειος· εἰσδυόμενος γὰρ εἰς ὅλον τὸ βάθος τῆς ἡλκωμένης σαρκός, αἴσθησιν ὀδυνηρὰν πλείονα φέρει διὰ τὴν ἐν αὐτῇ γινομένην σφίγξιν τε καὶ πίλησιν· ὁ δὲ παχυμερής, ὁποῖός ἐστιν ὁ μέλας, οὐ καταδυόμενος εἰς τὸ βάθος τῆς σαρκός, ἀλλὰ μόνῃ τῇ τῆς ποιότητος διαδόσει στύφων τε καὶ συνάγων αὐτήν, ἀποκρούεται μὲν τοὺς ἤδη περιεχομένους χυμούς, ἀναστέλλει δὲ τοὺς ἐπιρρέοντας. λέλεκται δὲ καὶ πρόσθεν ὡς ἀεὶ χρὴ τέγγεσθαι τὸ ἕλκος ὑπʼ αὑτοῦ· ξηρανθέντων γὰρ ἐπʼ ὀλίγον ἢ θερμανθέντων τῶν ἐπιβεβλημένων ὀθονίων τῷ ἕλκει, φλεγμονὴν ἀναγκαῖον ἀκολουθῆσαι, καὶ μάλιστα ἐν θέρει, καθʼ ὃν καιρὸν καὶ παρʼ ἡμῖν ἐν Περγάμῳ, τῶν ἀρχιερέων τὰς καλουμένας μονομαχίας ἐπιτελούντων, τοὺς κάκιστα τρωθέντας ἐθεράπευσα, πτύγματα μὲν ὀθονίων ἐπιθεὶς τοῖς τραύμασιν οἴνῳ τοιούτῳ βεβρεγμένα, κατʼ αὐτῶν δʼ ἔξωθεν σπόγγους καινοὺς μαλθακούς, εἶτα σχεδὸν διʼ ὅλης ἡμέρας τε καὶ νυκτὸς ἐπιβρέχων. προϋπέβαλλον δὲ τῷ τετρωμένῳ κώλῳ δέρμα κοιλαῖνον ἀτρέμα κατὰ τὴν πρὸς ποδῶν χώραν, ὡς διὰ τούτου φέρεσθαι τὸν ἐκ τῆς ἐπιβροχῆς οἶνον ἐκκενοῦσθαί τε καθάπερ διʼ ὀχετοῦ, δεχομένης αὐτοῦ τὴν ἐκροὴν λεκάνης κενῆς, ὥστε ἀναλαμβανόμενον αὖθις τὸν ἀθροιζόμενον οἶνον ἐν αὐτῇ καταντλεῖσθαι δεύτερον. γνωστέον δʼ ὡς τὸ κῦρος τῆς θεραπείας ἡ ἐπίτεγξις ἔχει, κατά γε τὰς πρώτας ἡμέρας, ἡνίκα ἐκθλῖψαί τε χρὴ τῶν ἡλκωμένων μορίων ὅσον ἤδη φθάνει κατʼ αὐτὰ περιττῆς ὑγρότητος ἠθροῖσθαι κωλῦσαί τε τὸ ἄνωθεν ἐπιρρέον· ἀπὸ δὲ τῆς τρίτης ἡμέρας ἡ πισσηρὰ κηρωτὴ χρησιμωτέρα, πέττουσα τὰ κατὰ τὸ ἕλκος. ἀλλʼ ὅ γε Ἱπποκράτης εὐθέως ἐξ ἀρχῆς αὐτὴν παραλαμβάνει, τὴν ἐκ τοῦ οἴνου δύναμιν οὐκ ἐθέλων ἀκραιφνῆ προσπίπτειν τοῖς ἡλκωμένοις μορίοις, ἀλλὰ κατὰ διάδοσιν, ὅπως μή τις ἀνία γένηται διὰ τὴν στῦψιν. πολλάκις δὲ καὶ ἀποσχίδες ὀστῶν καὶ λεπίδες ἀποπίπτουσιν ἐν τῷ χρόνῳ, καὶ βέλτιον αὐτοῖς ἐστιν ὑπὸ τῆς φύσεως ὠθουμένοις κατὰ βραχὺ τὴν ἔκπτωσιν ἐν χρόνῳ σχεῖν, οὐ διὰ φαρμάκων ἐρεθισθεῖσιν ἢ διʼ ὀργάνων ἑλκυσθεῖσιν· ὅσα μὲν γὰρ ὑπὸ βίας ἀθρόως ἀποσπᾶται, συριγγώδεις ἐργάζεται κοιλότητας, ὅσα δʼ ὑπὸ τῆς φύσεως ὑποφυούσης ἤτοι πωροειδῆ τινα οὐσίαν ἢ σάρκα, ταῦτα ἐκπεσόντων τῶν τῆς ἐκπτώσεως δεομένων, εὐθέως φαίνεται πλήρη καὶ διὰ ταχέων ἐπουλοῦται, προσαχθέντος αὐτοῖς μετρίως ξηραίνοντος καὶ στύφοντος φαρμάκου. καὶ νευρώδη δέ τινα καὶ ὑμενώδη σώματα πολλάκις ἐκπίπτει, διαπυΐσκοντα μὲν ἀκινδύνως ἐν χρόνῳ πλείονι κατὰ βραχύ· βιασθέντα δʼ ὑπὸ φαρμάκων δριμέων ἢ διʼ ὀργάνου τινὸς ἢ διὰ τῶν ἡμετέρων δακτύλων ἀποσπασθέντα συμπαθείας ἐπάγεται τῶν ὑποκειμένων μορίων, ὡς καὶ φλεγμῆναι καὶ πυρέξαι καὶ παραφρονῆσαι καὶ σπασθῆναι. τῶν δʼ ὀστῶν ἀποπρίειν ἐκεῖνα προσῆκεν ὅσα γε κατὰ τὰς ἐμβολὰς ἐμποδίζει, καὶ ὅσα λυπεῖ τὰς ψαυούσας σάρκας, καί, ὡς Ἱπποκράτης φησίν, δυσθεσίην παρέχει, τουτέστι δυσχερῆ καὶ ἀνιαρὰν τὴν αὐτῶν θέσιν. δῆλον δʼ ὅτι τὰ γυμνωθέντα τῶν σαρκῶν ὀστᾶ καὶ μὴ παραχρῆμα ταχθέντα καταξηραίνεταί τε καὶ ἀποπίπτει. κακῶς δὲ διαπλασθέντων ποτὲ τῶν καταγέντων ὀστῶν, ἐὰν μὲν μηδέπω πεπωρωμένῳ περιτύχῃς, διαστρέψας εἰς τὸ κατὰ φύσιν ἐπάναγε, πεπωρωμένῳ δʼ ἐντυχών, ὕδατι μετʼ ἐλαίου πολλοῦ καταντλήσας, εἶτα διατείνας ἰσχυρῶς, πρῶτον μὲν κάταξον ὡς ἐξ ἀρχῆς ἦν κατεαγός, ἐφεξῆς δὲ τῷ κατὰ φύσιν σχήματι διάπλασσε καὶ μετὰ ταῦτα ἐπίτρεπε τῇ φύσει πωρῶσαι τὸ κατεαγὸς ἐν τούτῳ τῷ σχήματι.

`46.2`

Περὶ ῥινὸς καταγείσης.

`46.2.1–46.2.6`

Τὰ θλάσματα τῆς ῥινὸς πειρᾶσθαι χρὴ μάλιστα μὲν ἀφλέγμαντα διαφυλάττειν, εἰ δὲ καὶ φλεγμήνειεν, ἀφλέγμαντα ποιεῖν ὡς τάχιστα. δεῖται δʼ οὐδὲν ἐπιδέσεως, ἀλλʼ ἀρκέσει τὸ μέσον τοῦ ὀθονίου κατὰ τοῦ μέσου τῆς ῥινὸς ἐπιβάλλοντα μὴ βιαίως ἀπάγειν τῶν σκελῶν ἑκάτερον ὀπίσω τῆς κεφαλῆς ἐντεῦθέν τε ἐπὶ τὸ μέτωπον ἄγοντα δῆσαι· καταπλάσσειν δʼ ἀλεύρῳ γλίσχρον σταὶς ἐργαζομένῳ προσβάλλοντα κόμμι ἢ μάνναν ὀλίγην· ἐγὼ δέ ποτε μήτε μάννης μήτε κόμμεως εὐπορῶν ἐχρησάμην ὑγρᾷ ῥητίνῃ. χρήσαιο δʼ ἄν ποτε καὶ μέλιτι, μηδὲ ταύτης παρούσης, ἀλλʼ ἄμεινον ἐπὶ τὴν μάνναν ἔρχεσθαι καὶ τὸ κόμμι· θερμαίνει γάρ πως τό τε μέλι καὶ ἡ ῥητίνη, τὰ δὲ τοιαῦτα κατὰ τὰς ἀρχάς ἐστιν ἄχρηστα, προϊόντος μέντοι τοῦ χρόνου καὶ μένοντός τοῦ λειψάνου τῆς φλεγμονῆς, ταῦτα γίνεται τῶν ἄλλων χρησιμώτερα. διαπλάττομεν δὲ τὸ κατεαγὸς τῆς ῥινός, ὅταν μὲν ἐγχωρῇ, τοῖς δακτύλοις χρώμενοι, καθιέντες εἰς τοὺς μυκτῆρας, ὅταν δὲ μὴ ἐνδέχηται, σπαθομήλαις, ἀνάγοντες οὐ κατὰ τὸ πρόσθεν μέρος τῆς ῥινός, ἀλλὰ καθʼ ὃ μάλιστα καταπέπτωκεν εἰς τὴν κοιλότητα τὸ κατεαγὸς αὐτῆς· ἐκεῖνο γάρ ἐστι τὸ καὶ τῆς μοχλείας δεόμενον, ἵνα ὑψωθὲν εἰς τὴν κατὰ φύσιν ἀφίκηται χώραν· οὐδὲ γὰρ οὐδὲ ἄλλο τι τὸ διαπλάττειν ἐστὶν ὁτιοῦν μέρος ἔξω τοῦ τὴν οἰκείαν ἑκάστῳ τῶν μερῶν αὐτοῦ διδόναι χώραν. ἅπασα δʼ ἡ διὰ τῶν προσκολλημάτων ἀντίτασίς τε καὶ οἷον εὔθυνσις τῆς διεστραμμένης ῥινὸς ἀσθενὴς ἐφάνη μοι πειρωμένῳ· εἰ μὲν γὰρ ἰσχυρότερον τείναις αὐτό, ἀποκολλᾶταί τε καὶ ἀφίσταται· μετρίως δὲ τείνοντος, οὐδὲν ἀξιόλογον περαίνεται.

`46.3`

Περὶ γένυος καταγείσης.

`46.3.1–46.3.6`

Τῶν κατεαγότων μορίων τῆς γένυος τὴν ἀντίτασιν χρὴ γίνεσθαι, τὸ μὲν ἕτερον μέρος τοῦ κατεαγότος ὀστοῦ πρὸς τὸ γένειον τεινόντων κάτω, τὸ δʼ ἕτερον ἄνω πρὸς τὴν κεφαλήν. ἱμάντες δʼ ἔστωσαν ἁπαλοί, τὰ πέρατα ἔχοντες κατὰ βραχὺ μειούμενα τοῦ πλάτους, ὅπως ἡ δέσις ἀσφαλεστέρα γένηται· τὰ γὰρ πλατύτερα, κἂν ἐπιμελῶς τις δήσῃ, τὸ μόνιμον οὐκ ἔχει. ἀναφέρειν δὲ δεῖ πρὸς τὴν κεφαλὴν τοῦ κάμνοντος ἀμφότερα τοῦ ἱμάντος τὰ πέρατα καὶ δεσμεῖν κατὰ τὴν κορυφὴν αὐτῆς· μᾶλλον δὲ δεῖ τετάσθαι τὸν κάτω, χάριν τοῦ τὴν γένυν εἰς ὀξὺ πέρας ἄγεσθαι. χρὴ δʼ ἐπιδεῖν προσστέλλοντάς τε καὶ καταναγκάζοντας τὸ ἐξεστηκὸς μέρος τῆς γνάθου πρὸς τὸ ἕτερον. ἔσται δὲ τοῦτο τῶν ὀθονίων αὐτὸ προσαγόντων ἐκείνῳ· προσαχθήσεται δέ, εἰ μὲν τὸ δεξιὸν μέρος εἴη τὸ ἐξεστηκὸς, ἐντεῦθεν μὲν ἀρχομένων, ἐπὶ δὲ τὸ ἀριστερὸν ἀγόντων τὸν ἐπίδεσμον· εἰ δὲ τὸ ἀριστερὸν εἴη πεπονθός, ἐκεῖθεν μὲν ἀρχομένων, ἐπὶ δὲ τὸ δεξιὸν ἀφικνουμένων. ἐμβάλλοντα δὲ δεῖ στόματι τὸν δάκτυλον ἐπισκοπεῖσθαι μή πῃ παραλλάσσῃ τὰ μέρη τοῦ κατεαγότος ὀστοῦ, καὶ οὕτως ἐπανορθοῦσθαι τῷ δακτύλῳ πρὸς ὅτιπερ ἂν δόξῃ συμφέρειν, ἀντωθοῦντα τὸ εἴσω ῥέπον πρὸς τὴν ἐκτὸς χώραν. ὅτι δʼ οὐκ αὐτὸν τὸν ἰατρὸν ἀεὶ χρὴ τοῦτο ποιεῖν, ἀλλὰ τὸν κάμνοντα διδάξαι πράττειν οὕτως, δῆλον εἶναι νομίζω.

`46.4`

Περὶ κλειδὸς καταγείσης.

`46.4.1–46.4.4`

Ὅταν μὲν ὁλοκλήρως ἡ κλεὶς ἀποκαυλισθῇ, παραλλάττειν εἴωθε τοὐπίπαν ἀλλήλων τὰ μόρια, καὶ τὸ μὲν ἄνω χωρεῖν, τὸ δὲ κάτω, καὶ τὸ μὲν ἔξω, τὸ δʼ ἔσω, καὶ κατὰ τοῦτο φαίνεται μέγα τε τὸ κάταγμα καὶ δυσίατον εἶναι. κατὰ δὲ τὸν ἕτερον τρόπον, ἡνίκα παραμήκης ἐστὶν ἡ διάθεσις τοῦ κατάγματος, ἡ μὲν φαντασία μικροτέρα, χαλεπωτέρα δʼ ἡ ἴασις· οὐ γὰρ ἐπιδέχεται τὴν ἐν κύκλῳ περιβολὴν ὥσπερ τὰ κῶλα, μόνην δυναμένην προσστεῖλαι καὶ προσαγαγεῖν τὸ παρὰ μῆκος ἀπεσχισμένον τῆς κλειδός. ὅταν οὖν τὸ συνεχὲς τῷ στέρνῳ μέρος τῆς κλειδὸς ἢ εἰς τὸ πλάγιον ἢ εἰς τὸ κάτω παρολίσθῃ, τηνικαῦτα γένοιτο ἂν ἡ κατόρθωσις, εἴ τις τὸν ἄνθρωπον ὕπτιον κατακλίνας ὑποθείη μεταξὺ τῶν ὠμοπλατῶν κατʼ αὐτὴν τὴν ῥάχιν προσκεφάλαιον ἢ ὑπαυχένιον, ὡς περικεκλασμένον κατὰ τοῦτο γίνεσθαι τὸν θώρακα σύμπαντα· σχηματισθέντος γὰρ οὕτως τἀνθρώπου, τὸν ἰατρὸν χρὴ τῇ μὲν ἑτέρᾳ χειρὶ τὴν κεφαλὴν τοῦ βραχίονος ἀπωθεῖν ἐκτός — οὕτως γὰρ ἂν διασταίη μάλιστα τὰ κατεαγότα μόρια τῆς κλειδός —, διαπλάττειν δὲ τῇ ἑτέρᾳ χειρὶ καὶ συνάγειν πρὸς ἄλληλα τὰ διεστῶτα τῆς κλειδὸς μόρια, τὸν βραχίονα πρὸς τὰς πλευρὰς παρατεταμένον ἀνάγοντα. τὰ πολλὰ μὲν οὖν κατορθοῦται διὰ τῆς προκειμένης ἐνεργείας· εἰ δέ γε ἐν τῷ πράττειν αὐτὴν μὴ ὑπακούοι τὸ ἔργον, ἐφʼ ἕτερον σχῆμα μεταβαίνειν, τὸν ἀγκῶνα παράγοντα πρὸς τὸ στῆθος, ὡς ἄκραν τὴν χεῖρα θέσιν ἴσχειν παρʼ αὐτὸ τὸ ἀκρώμιον τοῦ ὑγιοῦς ὤμου. τὸ δὲ τοιοῦτον σχῆμα πρὸς τὴν ἐκτὸς χώραν ἀπάγει δηλονότι τὴν κεφαλὴν τοῦ βραχίονος, ᾧ συναπάγεται καὶ τὸ τῆς κλειδὸς μέρος τὸ συνημμένον τῷ ἀκρωμίῳ.

`46.5`

Περὶ τῶν ἐν πλευροῖς καταγμάτων.

`46.5.1–46.5.2`

Τὰ κατάγματα τῶν πλευρῶν τοῦτον ἐπιδοῦμεν τὸν τρόπον, ὅνπερ καὶ τὰ κῶλα. τῶν μὲν γὰρ δεξιῶν πεπονθότων, τὴν ἀρχὴν ἐνταῦθα βαλλόμενοι τὴν νομὴν ἐπʼ ἀριστερὰ ποιούμεθα· τῶν δʼ ἀριστερῶν, ἀπὸ τούτων ἀρξάμενοι τὴν οἷον ὁδοιπορίαν τῆς ἐπιδέσεως ἐπὶ τὸ δεξιὸν μέρος ἐργαζόμεθα. χωρὶς μὲν οὖν ἐπιθλάσεως ὅταν ἁπλᾶ καὶ μόνα γένηται τὰ κατάγματα τῶν πλευρῶν, τῇ μὲν φαντασίᾳ χαλεπώτερα τῆς περιθλάσεώς ἐστι, τῇ δυνάμει δʼ ἐπιεικέστερα — θεραπεύεται γὰρ ἄνευ κινδύνου τάχιστα —, χωρὶς δὲ κατάγματος ὅταν αἱ περὶ ταῖς πλευραῖς σάρκες θλασθῶσιν, εἰς μέγιστον ἐνίοτε κίνδυνον ἥκουσιν οἱ οὕτω παθόντες.

`46.6`

Περὶ ἀπάγματος.

`46.6.1–46.6.5`

Οὐχ ἕτερόν τι γένος πάθους ἐστὶ τὸ ἄπαγμα τοῦ κατάγματος, ἀλλʼ ἔστι τὸ ἄπαγμα κάταγμα κατὰ τὸ τῆς διαρθρώσεως χωρίον γινόμενον. ἐν δὲ τῇ κατʼ ἀγκῶνα διαρθρώσει ποτὲ μὲν τὸ τοῦ πήχεως ὀστοῦν ἀπάγνυται, ποτὲ δὲ τὸ τοῦ βραχίονος. ἀπάγνυται δʼ ὁ πῆχυς κατὰ τρεῖς ἑαυτοῦ τόπους, ποτὲ μὲν κατὰ τὴν βαθμίδα, ὅτε καὶ πλανῶδες μάλιστα ἐν τούτῳ τῷ κατάγματι τὸ τοῦ βραχίονος ἄρθρον γίνεται, μηκέτι ἐπὶ βάσεως ἀσφαλοῦς στηριζόμενον, ποτὲ δʼ ἐφʼ ἑκάτερα ταύτης, ἢ ἐν τοῖς ὀπίσω μέρεσι κατὰ τὸ τοῦ ἀγκῶνος χωρίον ἢ ἐν τοῖς πρόσω κατὰ τὴν ἀρχὴν τῆς ἐκφύσεως τοῦ προσθίου κορωνοῦ. χείρισται δʼ εἰσὶν αἱ θλάσεις τῶν κατὰ τὴν διάρθρωσιν ταύτην παθημάτων· οὐ γὰρ ἐπὶ τοῖς τῶν ὀστῶν πάθεσιν αὐτοῖς διʼ ἑαυτὰ κίνδυνος ἕπεται τοῖς πάσχουσιν, ἀλλʼ ὅτι συμπάσχουσιν οἵ τε μύες καὶ οἱ τένοντες καὶ τὰ νεῦρα. εἴπερ οὖν ὁπότε συμπάσχουσι κίνδυνον ἐπιφέρουσι, πολὺ μᾶλλον ὅταν αὐτοὶ πρῶτοι πάθωσιν.

`46.7`

Ἐκ τῶν Ἡλιοδώρου. Περὶ τῶν ἐν κεφαλῇ τραυμάτων.

`46.7.1–46.7.8`

Πᾶν τραῦμα τῇ αὐτοψίᾳ καὶ τῇ μηλώσει καταλαμβάνεται, τῇ μὲν αὐτοψίᾳ ἢ ἁπλοῦν ὁρώμενον ἢ μετὰ περιθλάσεως σωμάτων, τῇ μηλώσει δὲ τὸ βάθος αὐτοῦ καταλαμβάνεται, ἐάν τε ἐπιπόλαιον ᾖ, ἐάν τε βαθύ. εἰ δὲ βαθύτατον εἴη τὸ τραῦμα, συνδιακεκομμένου τοῦ περικρανίου ὑμένος, καθεθεῖσα ἡ μηλωτρὶς ἀντιτύπῳ τῷ ὀστέῳ ἐπερεισθήσεται· ἐὰν δʼ ᾖ ἐξασμένος ὁ περικράνιος ὑμήν, ὑμενώδη σώματα φανήσεται. ἐάν τε τετρωμένος ᾖ, ἐάν τε τεθλασμένος, τὴν ἐπιδιαίρεσιν ζητεῖ πρὸς ἀκίνδυνον θεραπείαν· μὴ ἐπιδιαιρεθέντος γὰρ αὐτοῦ ἢ ἄλλως ἀπείρως θεραπευθέντος, ἐπιγίνεται φλεγμονὴ τοῦ ὑμένος. καὶ κατʼ ἀρχὰς μὲν ὁ τοῦ τραύματος τόπος οἰδεῖ μετʼ ὀδύνης· βραδυνούσης δὲ τῆς ἐπιμελείας, τῷ πρωτοπαθήσαντι τόπῳ συμπάσχειν εἴωθεν ὁ περικράνιος ὑμήν· οἰδήσαντος δʼ αὐτοῦ, τὰ σκέποντα συνοιδεῖ σώματα, ὡς τὴν ὅλην ἐπαίρεσθαι κεφαλήν, ἐνίοις δὲ καὶ τὸ πρόσωπον μετὰ πυρετοῦ ὀξυτάτου. καὶ τοῖς μὲν ἀκινδυνότερον διατελοῦσι πυοῦται ὁ ὑμήν, ὥστε κατὰ πολλὰ μέρη τὴν κεφαλὴν ἀφίστασθαι, τοῖς δὲ χαλεπώτερον τούτων διάγουσι χολημεσία, παρακοπή, σπασμὸς ἕπεται, καὶ οἱ πλεῖστοι ἀπόλλυνται. τοῦ δὲ τραύματος κατὰ κροτάφου γεγονότος, ἐπιπολαίου μέν, μόνου τοῦ δέρματος διακεκομμένου, ἀκίνδυνος γίνεται ἡ θεραπεία· χαλεπὴ δέ, βαθυτάτου γεγονότος τοῦ τραύματος, τοῦ μυὸς διατιθεμένου. φαίνεται δὲ καὶ αὐτὸς ὁ μῦς τετρωμένος ἢ διῃρημένος· σαρκωδέστερον μὲν γάρ ἐστι τὸ δέρμα, νευρώδης δʼ ὁ μῦς τῇ συγκρίσει, καὶ ἐκ μὲν τούτου κοινὸν αἷμα ἐκκρίνεται, ἐκ δὲ τοῦ μυὸς ξανθόν, λεπτόν, ἔνθερμον· ἐν γὰρ τοῖς μυσὶ μᾶλλον πλεονάζει τὰ ἀρτηριώδη ἀγγεῖα. πάλιν δὲ τοῦ τραύματος μὴ ἐπιδιαιρεθέντος, ἀγανακτήσαντος τοῦ μυὸς εἴωθε γίνεσθαι σπαραγμός.

`46.8`

Θεραπεία τραυμάτων.

`46.8.1–46.8.14`

Ἐὰν οὖν γένηται τραῦμα μικρὸν ἐπιπόλαιον, μετὰ τὴν τῶν τριχῶν ἀποξύρησιν σπληνίον ἐπιτιθέσθω δυνάμεως ἀφλεγμάντου κολλητικῆς· ἐὰν δὲ μεῖζον ᾖ καὶ βαθύτερον, τοῦ περικρανίου ὑμένος ἀπαθοῦς ὄντος, ἔναιμα ὄντα τὰ χείλη ῥαφαῖς συνάγειν δεῖ, ἔπειτα χρῆσθαι τῇ ἀκολούθῳ κολλητικῇ θεραπείᾳ. ἐὰν δὲ βαθὺ μὲν ᾖ τραῦμα, ἐστενωμένον δὲ κατὰ τὴν ἐπιφάνειαν, ἐπιδιαιρείσθω, ἵνα γένηται ἰσοβαθές, καὶ τότε τὰ εἰρημένα γινέσθω. τοῦ δὲ περικρανίου ὑμένος τετρωμένου, πρότερον ἐπιδιαιρεῖν δεῖ τὸν ὑμένα, εἶτα συνάγειν τὰ τοῦ τραύματος χείλη. ταῦτα μὲν οὖν ἐπʼ ἐναίμων ὁμαλῶν σωμάτων ποιεῖν· ὅταν δὲ τὸ τραῦμα μετὰ θλάσματος γένηται, καὶ αὐτὸς ὁ ὑμὴν τεθλασμένος καὶ ἐξασμένος τυγχάνῃ, μετὰ τὴν ἐπιδιαίρεσιν τὴν διαμότωσιν δοκιμάζειν, τοῖς τιλτοῖς μοταρίοις πληρουμένου τοῦ βάθους, καὶ τότε ἔξωθεν ἐπιτιθέναι σπληνίον ἀφλεγμάντου δυνάμεως· κατὰ δὲ τοῦ σπληνίου καὶ τῶν ἔξωθεν τόπων ἐπιτιθέσθω ἔρια οἰνελαίῳ βεβρεγμένα, εἶτʼ ἐπίδεσις ἐγκρινέσθω ἡ οἰκεία. ἀπὸ δὲ τῆς τρίτης πυρία δοκιμαζέσθω ἡ διὰ τῶν σπόγγων ἢ κατάντλησις, εἶτα πάλιν διαμότωσις, μότων ἐντιθεμένων πυοποιῷ φαρμάκῳ βεβρεγμένων, καὶ ἡ ἀκόλουθος πυοποιὸς ἀγωγὴ ἐγκρινέσθω πρὸς τὴν τοῦ τραύματος σάρκωσιν. εἴωθε δέ ποτε τετρωμένου ἢ τεθλασμένου ἢ ἐξασμένου τοῦ περικρανίου ὑμένος ἀμελεῖσθαι τὸ τραῦμα, ὅτε συμβαίνει τῆς ἐπιδιαιρέσεως ἀμεληθείσης ἐπιγίνεσθαι νεανικὴν φλεγμονήν, ὡς εἴρηται. συμφέρει οὖν μετὰ τὴν τῆς κεφαλῆς ψίλωσιν κατάντλησιν ἐγκρίνειν τὴν διὰ τοῦ εὐκράτου ὕδατος καταπλάσματά τε δοκιμάζειν τὰ πρὸς τὴν τῆς φλεγμονῆς λύσιν εὐθετοῦντα, ὡς ἐδηλώθη ἐν τῷ περὶ φλεγμονῆς λόγῳ. λυθείσης μὲν οὖν τῆς φλεγμονῆς, εὖ ἂν ἔχοι· πυωθέντος δὲ τοῦ περικρανίου ὑμένος καὶ ἀποστάντων τῶν σωμάτων, οὐ μόνον τὸ τραῦμα, ἀλλὰ καὶ τὰ πλησίον μέρη τὰ ἀφεστῶτα ἐπιδιαιρεῖν δεῖ καὶ τῇ ἐπὶ τῶν ἀποστημάτων χρῆσθαι ἀγωγῇ. εἴωθα δʼ ὅταν τινὸς προθεραπευθέντος ἐντύχω τῷ τραύματι, ἀρχὴν ἐχούσης τῆς φλεγμονῆς, ἐπὶ τὴν διαίρεσιν ὁρμᾶν· κωλύεται γὰρ οὕτως ἡ τῆς φλεγμονῆς γένεσις. δεῖ δʼ ὁμοίως τὴν ἐπιδιαίρεσιν διαστέλλειν τοῖς μότοις, καὶ τότε ἔξωθεν μοτοφύλακα ἐπιτιθέναι οἰνελαίῳ βεβρεγμένον ἢ σπληνίον δυνάμεως ἀφλεγμάντου, καὶ πάλιν ἔξωθεν ἔρια ἐπιτιθέναι οἰνελαίῳ νενοτισμένα, εἶτʼ ἐπιδεῖν προσηκόντως καὶ ταῖς ἑξῆς ἡμέραις τῇ πυοποιῷ ἀγωγῇ χρῆσθαι, ἔτι δὲ φλεγμονῆς οὔσης μετὰ τὴν διαμότωσιν δοκιμάζειν τὰ καταπλάσματα. κατὰ κροτάφου δὲ τοῦ τραύματος γεγονότος, μόνου μὲν τοῦ δέρματος διακεκομμένου ἡ κοινὴ δοκιμαζέσθω τραυματικὴ ἀγωγὴ ἡ μικρῷ πρόσθεν εἰρημένη· τετρωμένου δὲ τοῦ μυός, ἔτι δὲ καὶ τεθλασμένου, ἐπιδιαιρεῖν χρή, οὐ πάντως δὲ χιέζειν τὸν μῦν, ἀλλὰ μεγεθύνειν τὴν ἐπιδιαίρεσιν· τοῦτο γὰρ κωλυτικὸν γίνεται τοῦ σπασμοῦ. δεῖ δʼ οὐδὲ τὴν εὐθυτομίαν δοκιμάζειν, ἀλλὰ τὸν μῦν κατὰ λοξὸν σχῆμα ἐπιδιαιρεῖν· μᾶλλον γὰρ οὕτως ἀπολύεται τὸ σύγκριμα καὶ ἀσυμπαθέστερον γίνεται. οὐ πάντως δʼ ὅλον διʼ ὅλου τοῦ πάχους διακόπτειν δεῖ τὸν μῦν, ἀλλὰ μεγεθύνειν ἐφʼ ὅσον ἂν συμφέρῃ. μετὰ δὲ τὴν ἐπιδιαίρεσιν οἱ μὲν ῥαφαῖς ἐχρήσαντο, οἱ δὲ διαμοτώσει καὶ τῇ ἀκολούθῳ πυοποιῷ θεραπείᾳ. σύντομος μὲν οὖν ἐστιν ἡ ἔναιμος ἀγωγή, ἄνευ βλάβης δὲ μᾶλλον ἡ ἀφλέγμαντος καὶ πυοποιὸς θεραπεία.

`46.9`

Περὶ τοῦ ἐπὶ μεγάλῳ τραύματι ἐπὶ πλεῖον ἐψιλωμένου ὀστέου.

`46.9.1–46.9.5`

Μεγάλου δὲ τραύματος γενομένου καὶ ἐπὶ πλεῖον ψιλωθέντος τοῦ ὀστέου, εἴωθέ ποτε προκόπτειν ἡ διὰ μόνης τῆς φαρμακείας ἀγωγὴ ἡ διὰ τῶν λεγομένων κεφαλικῶν ξηρίων τε καὶ ἐμπλάστρων. ταύτῃ δὲ τῇ ἀγωγῇ χρωμένων ἡμῶν, ὅταν μὴ ἐπιτευχθῇ, ἡ κατὰ περισάρκωσιν ἀναγκαία θεραπεία· ἀναξηραινόμενον γὰρ ἐπὶ πλεῖον τὸ ὀστέον ἀφίσταται κατὰ λεπίδος ἀπόστασιν, χωριζομένης αὐτοῦ τῆς πυκνῆς ἐπιφανείας, καὶ τάχιστα σαρκοῦται τὸ τραῦμα. πυριᾶν δὲ δεῖ τὸ τραῦμα ἢ καταντλεῖν, ἅμα τῇ τῶν φαρμάκων χρήσει διαμοτούμενον καὶ σπληνούμενον καὶ ἐπιδεόμενον. συντομωτέρα δὲ γίνεται ἡ θεραπεία, ἐπιξυσθέντος τοῦ κρανίου· τῇ γὰρ ξύσει δαπανηθείσης αὐτοῦ τῆς πυκνῆς ἐπιφανείας, ἡ σάρκωσις ἐκ τῆς ὑποκειμένης σήραγγος γίνεται· διὸ καὶ τὸ βάθος τῆς ξύσεως κανονίζεται ἕως τῆς διπλόης. ἡ δὲ ξύσις διὰ κοινοῦ ξυστῆρος γινέσθω ὁμαλῶς ἰσοβαθής, καὶ πάλιν μετὰ τὴν ξύσιν ἐγκρινέσθω ἡ μικρῷ πρόσθεν δεδηλωμένη θεραπεία.

`46.10`

Περὶ καταγμάτων.

`46.10.1–46.10.5`

Ἐν πρώτοις διαστείλασθαι χρὴ περὶ τῆς τῶν σωμάτων ἀναστολῆς. χρῶμαι δʼ ἐγὼ οὐ μονοειδεῖ τῇ ἀναστολῇ, ἀλλὰ πρὸς τὸ σχῆμα καὶ τὸ εἶδος τοῦ κατάγματος κατάλληλον εἴωθα αὐτὴν ποιεῖσθαι· ἔσθʼ ὅτε γὰρ ἐπὶ ῥωγμῆς μεγάλης καὶ ἡ ἁπλοτομία εὐθετεῖ, περιτενοῦς ὄντος τοῦ τῆς κεφαλῆς δέρματος· διισταμένων δʼ ἐπὶ πολὺ τῶν τῆς διαιρέσεως χειλῶν, πλεοναζόντως τῷ χιεσμῷ χρῶμαι. δεῖ δʼ ἀπὸ τοῦ τραύματος ἄρξασθαι, ἔπειτα διελεῖν τὰ σώματα πρὸς τὴν τοῦ ὑποκειμένου κατάγματος γύμνωσιν. ἡ δὲ τῆς ἀναστολῆς ἀκολουθία γίνεται, ἅμα τῷ διελεῖν κατοπτευόντων ἡμῶν τὸ κάταγμα. ὅταν δὲ τὰ πέρατα στενότερα ὄντα εἰστρέπηται καὶ τὸ κάταγμα σκέπηται, εἴωθα πρὸς εὐχερῆ ἀνάτρησιν τὰ εἰστρεπόμενα μυδίῳ ἀποτείνειν καὶ ἐκτέμνειν. πρὸς δʼ ἀνεμπόδιστον θεραπείαν τοῦ κατάγματος δεῖ καὶ τὸ μέγεθος τῆς ἀναστολῆς τῶν σωμάτων κατάλληλον ποιεῖσθαι.

`46.11`

Περὶ ῥωγμῶν.

`46.11.1–46.11.36`

Ἐπιπολαίου τῆς ῥωγμῆς οὔσης, τῆς μήνιγγος μὴ ἀφισταμένης, θεραπεία προσαγέσθω ἡ αὐτὴ τῇ ἐπὶ τοῦ ἐψιλωμένου ὀστέου δεδηλωμένῃ· ἀφεστώσης δὲ τῆς μήνιγγος, καὶ ὑγροῦ συλλελεγμένου, μετὰ τὰς πρώτας τῆς θεραπείας ἡμέρας ἐπὶ τὴν ἀνάτρησιν ὁρμῆσαι χρή. σχηματιζέσθω δʼ ὁ κάμνων ὕπτιος μέν, ἐὰν τὸ τραῦμα γεγονὸς ᾖ κατὰ τὸ μέτωπον ἢ κατὰ τὸ βρέγμα, πρηνὴς δέ, ὅταν ὀπίσω κατὰ τὸ ἰνίον· ἐὰν δʼ ἐκ πλαγίων, ἐπὶ τοῦ ὑγιοῦς πλευροῦ ὁ σχηματισμὸς γενέσθω. ὅταν δὲ κατὰ τὴν κορυφὴν γένηται, τότε δεῖ καθέδριον σχηματίζειν, καὶ τὸ κεφάλιον στηρίζειν ἐπὶ τῶν τοῦ ἐνεργοῦντος γονάτων. εἰώθαμεν δὲ κατὰ τὸ πλεῖστον δεσμοῖς μὴ χρῆσθαι, ἀναλγήτων ὄντων τῶν ὀστέων· ὅταν δέ ποτε ἐμπιέσματος ἢ ἐγγεισώματος γεγονότος, νυσσομένης τῆς μήνιγγος, δυσανασχετῇ ὁ πάσχων, τότε τοῖς δεσμοῖς χρώμεθα πρὸς τὴν χειρουργίαν. οἱ δʼ ὑπηρέται πλησίον καθεζέσθωσαν, καὶ ὁ μὲν τὸ κεφάλιον τοῦ πάσχοντος συνεχέτω, ὁ δὲ τὰ ἀκόλουθα εἰς τὴν ὑπηρεσίαν ποιείτω. ἐρίοις τε συνειλημένοις ἐμφρασσέσθωσαν οἱ ἀκουστικοὶ πόροι, ἵνα μὴ διὰ τὸν ἦχον τὸν ἐν τῇ ἐκκοπῇ πτοῆται. γενομένων δὲ τούτων, ἐπερειδέσθω τῷ κρανίῳ ἡ αἰχμὴ τοῦ τρυπάνου κατὰ τοῦ ἑτεροχροοῦντος ὀστέου τοῦ παρὰ φύσιν ἔχοντος, πλησίον τοῦ κατὰ φύσιν, ἔπειτα ἠρέμα τῇ ἀρίδι στρεφέσθω τὸ τρύπανον, ἕως οὗ ἐγκοπέντος τοῦ ὀστέου στηριχθῇ ἡ ἀκμή, καὶ τότε μᾶλλον ἡ ἐνέργεια ὀξυτέρα γινέσθω, στρεφομένου τοῦ τρυπάνου τῇ ἀρίδι, ἕως ὅτου καταβιβασθῇ ἡ ἀκμὴ εἰς τὴν διπλόην. αἰσθήσεται δʼ ὁ ἐνεργῶν γεγονότος τούτου, ἀπὸ πυκνῆς τῆς ἐπιφανείας εἰς χαύνην τὴν σήραγγα καταβεβιβασμένης. ἔσθʼ ὅτε δὲ καὶ αἷμα διὰ τοῦ τρήματος ἀναβλύζει· τοῦτο δʼ ἐὰν μὲν ὀλίγον ᾖ, καταφρονεῖν δεῖ τῆς ἐκκρίσεως καὶ βαθύνειν τὸ τρῆμα· ἐὰν δὲ πολύ, καὶ διὰ τοῦτο μολύνηται τὸ ἔργον, μοταρίῳ συνεστραμμένῳ ἐμφρασσέσθω, καὶ τότε τὸ δεύτερον ἢ καὶ τρίτον τρῆμα γινέσθω· ἐν ᾧ γὰρ χρόνῳ τὰ πλησίον τρήματα δίδοται, ἐν τοσούτῳ φθάσει ἐπισχεθῆναι τὸ αἱμάτιον, εἶτα πάλιν ἐξέσται ἀναδραμεῖν ἐπὶ τὸ πρῶτον τρῆμα καὶ προσβαθῦναι αὐτό, ὡς εἴρηται. ἀεὶ δʼ ἀνατιτραμένου τοῦ κρανίου, στέατι τὰ ψήγματα ἀναλαμβανέσθω ἢ ἐρίῳ περὶ μηλωτρίδα εἰλημένῳ, ἵνα μὴ τὸ ἔργον ἐμποδίζηται. ἔστω δὲ καὶ ἄλλη μηλωτρὶς ἔχουσα ἔριον περιειλημένον, ἵνα διὰ τοῦ ἐρίου τούτου ἐκ διαστημάτων ψυχρὸν ὕδωρ παραστάζηται τῷ τρυπάνῳ. ὅταν δὲ βαθύτερον γένηται τὸ τρῆμα, ὑπὲρ τὸ τῆς διπλόης πάχος τετρημένου τοῦ ὀστέου, τότε ἡ τοῦ τρυπάνου περιδίνησις ἀσφαλεστέρα γινέσθω, ἵνα μὴ ἀθρόως καταβιβασθέντος τοῦ τρυπάνου ἡ μῆνιγξ τρωθῇ. ὅταν δʼ ἤδη καταβιβασθῇ τὸ τρύπανον καὶ ἤτοι στοχασμῷ νοηθῇ, ὅτι ὅλον τὸ τοῦ ὀστέου πάχος τέτρηται, ἢ παρὰ μικρὸν λεπτῆς συνεχείας καταλελειμμένης, τότε ὁ ἐνεργῶν καταγευέσθω τοῦ βάθους, καθεὶς βελόνης λεπτῆς τὸ ἀμβλὺ μέρος, κἂν ἔτι λείπηται συνέχεια, ἐπικαθιέναι δεῖ τὴν ἀκμὴν τοῦ τρυπάνου εἰς τὸ βάθος καὶ τῇ ἠρεμαίᾳ στροφῇ τὸ καταλελειμμένον συνεχὲς ὀστέον τρῆσαι. ποιεῖν δὲ τὰ αὐτὰ καὶ ἐν τοῖς λοιποῖς τρήμασιν, ἕως οὗ περιτρηθῇ ἡ ῥωγμή. αὐτάρκη δὲ διαστήματα ἔστω τὰ μεταξὺ τῶν τρημάτων ἀναλογοῦντα πυρῆνι μήλης στενῆς. μετὰ τὴν τῶν τρημάτων δόσιν ἐπὶ τὴν λεγομένην ἐκκοπὴν χωρῆσαι δεῖ, ἵνα διακοπέντων τῶν ἐκτρημάτων ἐκ διαστημάτων ἐξαιρεθῇ τὰ παρὰ φύσιν ἔχοντα ὀστέα. ἔστι δʼ ὁ ἄριστος ἐκκοπῆς τρόπος τοιόσδε· δύο δεῖ λαβεῖν σμιλιωτοὺς ἐκκοπέας, ἔπειτα τοῦ ἑνὸς τὴν ἀκμὴν εἰς τὸ δεύτερον ἢ τὸ τρίτον τρῆμα κατὰ τὴν ἑτέραν γωνίαν λελοξωμένην ἐντιθέναι, τὴν δὲ λαβὴν προστάξαι τῷ ἀντικαθημένῳ ὑπηρέτῃ ἀσφαλῶς συνέχειν ἀντερείσεως χάριν. τοῦ δʼ ἑτέρου ἐκκοπέως ἡ ἀκμὴ ἐντιθέσθω εἰς τὸ πρῶτον τρῆμα, ἧς τὸ μὲν ὀλίγον μέρος ἔστω πρὸς ὑγιὲς ὀστέον τεταγμένον, τὸ δʼ ὠνυχωμένον πρὸς τὸ παρὰ φύσιν, ἐπείπερ ἰδίως ἐν τῇ πλήξει τέμνουσι μᾶλλον οἱ ἐκκοπεῖς, καθʼ ὃ μέρος ὠνύχωται ἡ ἀκμή. ἡ δὲ λαβὴ ὑπὸ τοῦ ἐνεργοῦντος κρατουμένη πλησσέσθω τῷ κεφαλικῷ σφυρίῳ. συμβαίνει δʼ ἅμα διαιρουμένου τοῦ ὀστέου σφηνοῦσθαι τὴν ἀκμὴν καὶ διὰ τὴν ἔνωσιν βραδέως προβιβάζεσθαι. πρὸς δὲ τὴν εὐχερῆ ἐνέργειαν ἐξαιρείσθω ἡ ἀκμή, καὶ πάλιν εἰς τὴν αὐτὴν τοῦ ὀστέου ἐγκοπὴν ἐντιθέσθω, εἶθʼ ἡ λαβὴ πλησσέσθω. γινέσθω δὲ τοῦτο ὁπόσον ἂν ἐνδέχηται, ἕως οὗ διακοπῇ ἡ μεταξὺ τῶν τρημάτων τοῦ ὀστέου συνέχεια. τὰ δʼ αὐτὰ γινέσθω ἔργα καὶ ἐπὶ τῶν λοιπῶν μεταξὺ διαστημάτων, ἕως οὗ διακοπῇ πάντα, καθὼς εἴρηται, χωρὶς τοῦ ἐσχάτου καὶ δευτερεσχάτου, ἵνα μὴ τοῦ ὀστέου ὅλου διακοπέντος ἡ τοῦ ἀντερηρεισμένου ἐκκοπέως ἀκμὴ κενεμβατήσασα διέλῃ τὴν μήνιγγα. τοιγαροῦν ὅταν τὰ πλείω διαστήματα διακοπῇ, τὰ δʼ ἔσχατα καταλειφθῇ, παρακαθήμενος ὑπηρέτης ἀσφαλῶς τὴν κεφαλὴν διακρατείτω, καὶ ὁ ἐνεργῶν ἠρέμα τῇ πλήξει χρώμενος τὴν λοιπὴν τοῦ ὀστέου συνέχειαν διακοψάτω. τοῦ δʼ ὀστέου κατὰ κύκλον ὅλου περικοπέντος, πρὸς τὴν ἀναβολὴν αὐτοῦ ὁρμῆσαι δεῖ. μετεωριζέσθω δὴ πρῶτον τοῖς ἀναβολεῦσιν ἢ μετʼ ἀναβολέως καὶ τῷ κυαθίσκῳ τῆς τραυματικῆς μηλωτρίδος· ὅταν δʼ ἄνω μετεωρισθῇ, τότε ὀστάγρᾳ ἀναιρείσθω· οὗ κομισθέντος τῷ δακτύλῳ κατὰ κύκλον περιαγομένῳ προσάψασθαι δεῖ τῆς ἐκτρήσεως, κἂν μὲν ᾖ λεία, οὕτως ἐᾶσαι· ἐὰν δέ τις ὀξεῖα ὑποπέσῃ προὔχουσα κατά τι μέρος τῆς ἐκτρήσεως, ἀποθραυέσθω. ἀποθραυέσθω δὲ μετʼ ἀσφαλείας, τῆς μήνιγγος μηνιγγοφύλακι σκεπομένης. δεῖ δὲ τὸ ἕτερον μέρος τοῦ μηνιγγοφύλακος ἐπιτιθέναι τῇ μήνιγγι, καὶ τὸ πέρας ὑπερείδειν τῷ ὑγιεῖ ὀστέῳ ὑπὸ τὴν ὀξεῖαν καὶ ἀποθραύειν σμιλίῳ ἢ τῇ τοῦ ἐκκοπέως ἀκμῇ, τῆς λαβῆς κρατουμένης καὶ πλησσομένης τῷ σφυρίῳ. ἐὰν δὲ μετὰ τὴν θραῦσιν ἀνώμαλος ὁ τῆς ἐκτρήσεως τόπος ᾖ, τῷ λεγομένῳ περιξυστῆρι λειοποιείσθω. ἐὰν δέ τινα ᾖ ὀστάρια τεθραυσμένα ἐπικείμενα τῇ μήνιγγι, ἀθερολογίῳ ἐκλεγέσθω· τὰ δὲ τοῦ ὀστέου ψήγματα ἐρίῳ περὶ μηλωτρίδα εἰλημένῳ ἐκλαμβανέσθω. ὁ δʼ Ἀρχίβιος ἀναστείλας τὰ τραύματα τὴν μεσότητα τῆς ῥωγμῆς ἐξέκοψε, τὰ δὲ πέρατα οὕτως εἴασεν, ἵνα διὰ τοῦ μέσου τόπου ἅμα μὲν τῶν ὑγρῶν ἔκκρισις, ἅμα δʼ ἡ τῶν φαρμάκων ἔγχυσις γένηται· τῷ δὲ Μηνοδώρῳ δοκεῖ ὅλον ἐκκόπτειν τὸ ὀστέον. ἀρέσκει δὲ κἀμοὶ ὅλον τὸ ἀφεστὸς ὀστέον τὸ παρὰ φύσιν ἔχον ἐκκόπτειν. εἴωθα δέ ποτε κἀγὼ τὰ μέσα μέρη ἐκκόπτειν· ὅταν δʼ ᾖ τινα ἐρρωγότα τοῦ κρανίου μέρη ἐπιπολαιότερα, τῆς μήνιγγος τοῖς ὀστέοις προσκειμένης, τὰ οὕτως ἔχοντα καταλείπω, χρώμενος μετὰ τὴν ἀνάτρησιν τῇ καταλλήλῳ θεραπείᾳ. τῆς δὲ ῥωγμῆς πλησίον ῥαφῆς γεγενημένης κατὰ φύσιν ἐχούσης, μόνη ἡ ῥωγμὴ περιτιτράσθω καὶ ἐκκοπτέσθω· πρὸς δὲ τὴν ἀσφαλῆ ἀνάτρησιν στίχος εὐθὺς τρημάτων διδόσθω μεταξὺ τῆς ῥαφῆς καὶ τῆς ῥωγμῆς, ἔπειτα ἄλλος ὑπό τι ἡμικυκλοειδὴς περιορίζων ὅλην τὴν ῥωγμήν, αὐτοῦ τοῦ παρὰ φύσιν ἔχοντος ὀστέου περιτιτραμένου. μετὰ δὲ τὴν περίτρησιν δοκιμαζέσθω ἐκκοπὴ κατὰ τὸν ὑποδεδειγμένον τρόπον. εἰ δὲ πλησίον τῆς ῥαφῆς δύο γένωνται ῥωγμαί, ἢ μιᾶς γεγενημένης συναποστῇ ἡ ῥαφή, ἑκατέρωθεν ἐκτιτράσθω ὅλον τὸ ἀφεστὸς ὀστέον καὶ ἐκκοπτέσθω μετʼ ἀσφαλείας, ἵνα μὴ τῇ τῆς ἐκκοπῆς βίᾳ διαστῇ ἡ ῥαφή.

`46.12`

Περὶ ἐγκοπῆς.

`46.12.1–46.12.3`

Ἡ ἐγκοπὴ διαίρεσίς ἐστι τοῦ κρανίου μετʼ ἀνακλασμοῦ τοῦ πεπονθότος, ἔστι δʼ ὅτε καὶ μετʼ ἀποθραύσεως τοῦ πεπονθότος ὀσταρίου. ἐὰν μὲν οὖν ᾖ ἀποτεθραυσμένον, ἀπολυτέον τὸ ὀστέον, καὶ μετὰ τὴν τῶν σωμάτων ἀναστολὴν δακτύλοις ἢ ἀθερολογίῳ κομιζέσθω, καὶ τὸ κατὰ φύσιν ὀστέον ἀνώμαλον ὂν ξύσει λειούσθω· ἐὰν δὲ συνέχηται κατὰ τὴν βάσιν τὸ ἐγκεκομμένον ὀστέον, λεπτῆς μὲν οὔσης τῆς συνεχείας, αὐτόθεν διὰ τῶν σμιλιωτῶν ἐκκοπέων ἡ ἐκκοπὴ γινέσθω τοῦ ἀνακεκλασμένου ὀσταρίου· εὐτόνου δʼ οὔσης τῆς κατὰ τὴν βάσιν συνεχείας, πρότερον αὐτὴ ἡ βάσις ἐκ διαστημάτων συμμέτρων τιτράσθω, ἔπειτα διακοπτέσθω τὰ μεταξὺ τῶν τρημάτων διαστήματα τοῖς σμιλιωτοῖς ἐκκοπεῦσιν. μετὰ δὲ τὴν τοῦ ὀστέου ἀναίρεσιν ἡ ξύσις πρὸς λειοποίησιν τοῦ κρανίου δοκιμαζέσθω.

`46.13`

Περὶ καμαρώσεως.

`46.13.1–46.13.2`

Ἡ καμάρωσις διαίρεσίς ἐστι τοῦ κρανίου μεθʼ ὑψώσεως τῶν πεπονθότων ὀστέων, ὥστε τὴν καμάρωσιν ἢ διπλῆν εἶναι ὑψηλοτέραν ἐγκοπὴν ἢ ῥαγάδα μεμετεωρισμένα ἔχουσαν τὰ χείλη. ὅσα τε ἐπὶ τῇ ῥωγμῇ παρήγγειλα ποιεῖν, ταῦτα καὶ ἐπὶ τῆς καμαρώσεως γινέσθω.

`46.14`

Περὶ ἐμπιέσματος.

`46.14.1–46.14.4`

Τὸ ἐμπίεσμα πολυμερής ἐστι τοῦ κρανίου διαίρεσις κατά τι μέρος μετὰ τοῦ τὰ κατεαγότα ὀστάρια ὑποκεχωρηκέναι κάτω ὡς πρὸς τὴν μήνιγγα. τῶν δʼ ὀσταρίων τούτων ἐὰν μὲν ᾖ τινα ἐν μέσῳ ἀπόλυτα ἐμπλέοντα, ἀθερολογίῳ κομιζέσθω, καὶ τὸ γεγυμνωμένον μέρος τῆς μήνιγγος ὀθονίῳ καθαρῷ σκεπέσθω, ἅμα καὶ τῶν ἀνωμάλων ὀσταρίων ὑπὸ τοῦ αὐτοῦ ὀθονίου σκεπομένων, καὶ τότε ἡ ἐπίτρησις τοῦ κατάγματος καὶ ἡ ἀκόλουθος ἐκκοπὴ γινέσθω. ὅταν δὲ συμπεπηγότα μὲν ᾖ τὰ ὀστάρια, κάτω δʼ ὑποκεχωρηκότα πρὸς τὴν μήνιγγα, τότε αὐτὸς ὁ κύκλος τοῦ κατάγματος περιτιτράσθω καὶ ἐκκοπτέσθω. ἀσφαλείας δὲ χρείαν ἔχει τὸ ἔργον διὰ τὴν μήνιγγα.

`46.15`

Περὶ ἐγγεισώματος.

`46.15.1–46.15.6`

Τὸ ἐγγείσωμα διαίρεσίς ἐστιν ὀστέου τοῦ κρανίου μετὰ τοῦ τὸ κατεαγὸς ὀστέον ὑποκεχωρηκέναι κάτω καὶ ὑπεληλυθέναι τῷ κατὰ φύσιν. δύο δʼ εἰσὶ τῶν ἐγγεισωμάτων διαφοραί· ἢ γὰρ ἀπόλυτον τὸ ὀστέον τὸ κατεαγὸς ὑπὸ τὸ ἀντικείμενον τὸ κατὰ φύσιν ἔχον χωρεῖ, ἢ κυκλοτεροῦς γεγονότος τοῦ κατάγματος, τοῦ ἀπολελυμένου ὀστέου πλατυτέρου ὄντος κατὰ τὴν βάσιν, στενοτέρου δὲ κατὰ τὴν κορυφήν, τὸ ὑποκεχωρηκὸς εὑρίσκεται συνεχόμενον καθʼ ὅλον τὸν κύκλον ὑπʼ ὀφρυώδους ἐξοχῆς. κατὰ μὲν οὖν τὴν προτέραν διαφοράν, καθʼ ὃ μέρος τοῦ πέρατος τοῦ κατάγματος, τὸ κατὰ φύσιν ὀστέον τὸ ἐπικείμενον τῷ παρὰ φύσιν ἐπιτρῆσαι δεῖ καὶ ἐκκόψαι, ἵνα γυμνωθὲν τὸ ἐγκεκομμένον ὀστέον ἀναιρεθῇ. ἐπὶ δὲ τῆς ἑτέρας διαφορᾶς, συνεχομένου τοῦ ἐγγεισώματος ὑπὸ τῆς κατὰ κύκλον ὀφρυώδους ἐξοχῆς, αὐτὸ τὸ κατὰ φύσιν ἔχον ὀστέον περιτρῆσαι δεῖ καὶ ἐκκόψαι, ἵνα γυμνωθῇ ὅλον τὸ περιερρωγός, καὶ τότε τοῖς ἀναβολεῦσιν αὐτὸ μετεωρίσαι πρὸς τὴν κομιδήν. κοινότερον δʼ ἐπὶ πάσης ἀνατρήσεως, ἐὰν μὲν ᾖ ἀπόλυτα τοῦ κατάγματος ὀστάρια, αὐτόθεν κομιζέσθω· ἐὰν δὲ συνέχηται πρὸς τὴν μήνιγγα, πρότερον καθʼ ὑποδορὰν μήλης πλάτει ἢ τυφλαγκίστρῳ ὑποδερέσθω τὸ ὀστάριον, ἵνα χωρισθῇ τῆς μήνιγγος. δυσχεροῦς δʼ οὔσης τῆς ὑποδορᾶς, ἐὰν μηδὲν ἀδικῇ τὴν μήνιγγα, οὕτως ἐάσθω, ἕως οὗ τῇ πυώσει ἀπόλυτον γένηται.

`46.16`

Περὶ ὑποπύων ὀστέων.

`46.16.1–46.16.3`

Τὸ λεγόμενον ὑπόπυον ὀστέον, κατάγματος μὴ ὄντος, ἐν μὲν αὐτῷ τῷ κρανίῳ ἐν διαστολῇ τοῦ ὑγροῦ συλλελεγμένου, περιτρῆσαι δεῖ ὅλον τὸ ἀφεστὸς ὀστέον καὶ ἐκκόψαι. ἐν δὲ τῷ περιτιτρᾶν τοῦ ὑγροῦ διὰ τῶν τρημάτων ἀναφερομένου ἐπέχειν αὐτὸ δεῖ τιλτῶν μοταρίων ἐντιθεμένων· συνεκχεομένου γὰρ τοῦ ὑγροῦ αἰσθητὴ γίνεται ἡ περίτρησις ἕως τοῦ πύου τοῦ τρυπάνου καταβιβαζομένου. ἐπὶ δὲ τῆς ὑπὸ τὸ κρανίον καὶ ἐν τῇ διπλόῃ συλλογῆς, τῆς μήνιγγος ἀφεστώσης τοῦ ὀστέου, ἔργα δοκιμαζέσθω τὰ ἐπὶ τῶν ῥωγμῶν εἰρημένα τῶν μετʼ ἀποστάσεως τῆς μήνιγγος γεγονυιῶν.

`46.17`

Περὶ θλάσματος.

`46.17.1–46.17.5`

Ὅταν ποτὲ θλασθῇ τὸ κρανίον ἐπὶ παίδων κατά τι μέρος ἐκ παραπιεσμοῦ, μηδενὸς ἐπισυμβεβηκότος ὀχληροῦ, εἴωθε πάλιν μετεωρίζεσθαι ἰσούμενον τῷ κατὰ φύσιν, ὑπʼ αὐτῆς τῆς μήνιγγος ἀναβιβαζόμενον. ἐπὶ τοῦ τοιούτου θλάσματος οὐδὲν δεῖ περιεργάζεσθαι, ἀλλʼ ἐρίῳ μαλακῷ ἐλαίῳ βεβρεγμένῳ σκέπειν τὸ κεφάλιον· ἐξέσται δέ, ὅταν βραδύνῃ, σπληνίῳ χρῆσθαι δυνάμεως ἀφλεγμάντου. συλλογῆς δὲ γενομένης ὑπὸ τὸ δέρμα, τῆς μήνιγγος τῷ κρανίῳ προστετυπωμένης, διαιρέσει ἀναστελλέσθω τὸ δέρμα πρὸς τὴν τοῦ ὑγροῦ ἔκκρισιν· ἔπειτα διαμοτούσθω ἡ διαίρεσις, καὶ ἡ ἀκόλουθος θεραπεία ἐγκρινέσθω. τῆς δὲ συλλογῆς ὑπὸ τὸ θλάσμα γεγενημένης, τῆς μήνιγγος ἀφεστώσης, οὐδὲν ἄλλο δεῖ ποιῆσαι ἢ περιτρῆσαι καὶ ἐκκόψαι τὸ παρὰ φύσιν ὀστάριον τὸ ἐπικείμενον τῷ πύῳ. γινέσθω δὲ μετὰ σπουδῆς καὶ ἀκριβείας τὸ ἔργον, ἵνα μὴ τρωθῇ ἡ μῆνιγξ· μετὰ δὲ τὴν περίτρησιν ἡ ἐκκοπὴ γινέσθω μετʼ ἀσφαλείας.

`46.18`

Περὶ τῆς τῶν ῥαφῶν διαστάσεως.

`46.18.1–46.18.3`

Τῆς τῶν ῥαφῶν διαστάσεως ἐκ ῥευματισμοῦ γεγενημένης, τὰ πρῶτα ἔργα γινέσθω ὅσα εἴρηται ἐπὶ τῶν ὑδροκεφάλων, κἂν μετὰ τὴν παντελῆ τοῦ ὑγροῦ ἔκκρισιν, τῆς ἀκολούθου ἀγωγῆς δοκιμασθείσης, συναρμογῶσιν αἱ ῥαφαί, ἀσμενίζειν δεῖ· ἐὰν δὲ φθαρῇ τὰ τῶν ὀστέων πέρατα ἑκατέρωθεν, περιτιτράσθω καὶ ἐκκοπτέσθω. ἐκ πληγῆς δὲ τῆς διαστάσεως γεγενημένης, ἀνυπερθέτως δεῖ ἑκατέρωθεν διὰ τῶν χειρῶν παραπιέζειν τὴν κεφαλὴν καὶ τὰ διιστάμενα ὀστᾶ συνάγειν πρὸς τὴν κατὰ φύσιν τῆς ῥαφῆς συναρμογήν, ἔπειτα ὅλην τὴν κεφαλὴν ἀποξυρᾶν καὶ ἐπιτιθέναι σπληνίον δυνάμεως ἀφλεγμάντου κολλητικῆς, ἐπιδεῖν δʼ ἐπιδέσει τῇ δυναμένῃ συνεργῆσαι τῇ τῶν ῥαφῶν συμβολῇ, τῷ λαγωῷ ἐπιδέσμῳ, λύειν τε διὰ μιᾶς ἡμέρας ἢ διὰ δύο καὶ πυρίαν ξηρὰν προσάγειν ἐπιτιθέναι τε τὸ αὐτὸ σπληνίον καὶ ἐπιδέσει τῇ αὐτῇ χρῆσθαι· εἴωθε δὲ διὰ τῆς εἰρημένης ἀγωγῆς κρατύνεσθαι ἡ τῶν ὀστέων συμβολή. ἐὰν δέ ποτε ὑπόπυον γένηται τὸ τῆς ῥαφῆς διάστημα, διαιρείσθω τὸ ἐπὶ τῷ ὑγρῷ σῶμα, καὶ μετὰ τὴν τοῦ πύου ἔκκρισιν ἑκατέρωθεν ὡς ἐπὶ ῥωγμῆς περιτιτράσθω τὰ τῆς ῥαφῆς πέρατα καὶ ἐκκοπτέσθω.

`46.19`

Θεραπεία ἀνατετρημένων.

`46.19.1–46.19.21`

Ἐπὶ τῶν ἀνατετρημένων, αἱμορραγίας μὲν οὔσης, βοηθήματα πρῶτον ὀφείλει ἐπάγεσθαι πρὸς τὴν τοῦ αἵματος ἐπίσχεσιν τὰ παραδοθησόμενα ἐν τοῖς περὶ αἱμορραγίας· αἱμορραγίας δὲ μὴ γενομένης, ἠρέμα δεῖ τὸ ἐπικείμενον τῇ μήνιγγι αἷμα ἐρίῳ περὶ μηλωτρίδα ὀξυκράτῳ βεβρεγμένῳ ἀποκαθαίρειν καὶ τότε ῥόδινον ἔλαιον ἐπιστάζειν τῇ μήνιγγι, ἔπειτα μοτάρια ῥοδίνῳ βεβρεγμένα ὑπὸ τὰ ἀνεσταλμένα σώματα ἐπιτιθέναι καὶ ἄλλα μοτάρια μακρότερα ῥοδίνῳ βεβρεγμένα διπλᾶ εἰς τὰς διαιρέσεις τῆς ἀνατομῆς τιθέναι. ἔστωσαν δὲ τούτων αἱ διπλόαι ἔνδον νενευκυῖαι, καὶ τὰ πέρατα ἔξωθεν ἐσχηματισμένα, ἵνα μὴ αἱ τῶν ἄκρων ἐξάστεις τῇ μήνιγγι ἐπισύρωνται. γενομένων δὲ τούτων, ὅλῳ τῷ κύκλῳ τῆς ἀναστολῆς ἄλλα μοτάρια ῥοδίνῳ βεβρεγμένα ἐπιτιθέσθω. ἐκ δὲ τῆς δεδηλωμένης περιμοτώσεως εὐρυχωρία γίνεται κοίλη μηνοειδής, ἣν καὶ προσαναπληρῶσαι δεῖ τῇ τοῦ ῥοδίνου ἐπιχύσει, καὶ τότε τῷ λεγομένῳ μηνιγγοφύλακι ῥοδίνῳ βεβρεγμένῳ σκεπάσαι τὴν ἀχάνειαν. ὁ δὲ μηνιγγοφύλαξ βύσσινον ἔστω ὕφασμα ἢ ὀθόνιον λεπτὸν καὶ καθαρόν· κατὰ δὲ τούτου ἔριον λεπτὸν καὶ μαλακὸν τῷ ῥοδίνῳ βεβρεγμένον ἐπιτιθέναι δεῖ· χορηγὸς δὲ λέγεται τοῦτο. κοινότερον δὲ τῷ χορηγῷ καὶ τῷ μηνιγγοφύλακι μότοι προσπλάσσονται κεκηρωμένοι, ἵνα μείνῃ αὐτῶν ἡ περίτασις. μετὰ δὲ ταύτην ὅλῃ τῇ κεφαλῇ ἐπιτιθέναι σπληνίον κεκηρωμένον ἐκκεκομμένον κατὰ τὴν ἀνάτρησιν πρὸς τὴν τοῦ ῥοδίνου χορηγίαν. καὶ ταῖς σιαγόσι δʼ ἄλλο κεκηρωμένον σπληνίον προστιθέσθω. ἔπειτα κατὰ τοῦ σπληνίου τοῦ τῇ κεφαλῇ ἐπικειμένου κύκλος ἐξ ἐρίου περιτίθεται, περιορίζων τὸν τῆς ἀνατρήσεως τόπον. ὁ δὲ τροχὸς οὗτος κουφιστὴρ καλεῖται ἀπὸ τοῦ κουφίζειν τὸ μετʼ αὐτὸν ὅλῃ τῇ κεφαλῇ ἐπιτιθέμενον ἔριον· δεῖ γὰρ μετὰ τὸν κύκλον τὴν ὅλην κεφαλὴν ἐρίῳ σκεπάσαι, προσθεῖναι δὲ καὶ ταῖς σιαγόσιν ἄλλο ἔριον. πάντα δὲ ταῦτα συνέχεται οὐκ ἐπιδέσει διὰ τὸ βάρος, ἀλλὰ κεκρυφάλῳ, ἵνα συνέχηται μέν, μὴ βαρύνηται δʼ ἡ μῆνιγξ· τοῦ δὲ κεκρυφάλου τὸ κατὰ τὴν ἀνάτρησιν μέρος μέσον ψαλίδι ἐκκόπτεται, ἵνα γένηται ἀχανές, καὶ τότε εἰς τὴν ἀχάνειαν ἔριον μαλακὸν ἐστενωμένον κατὰ τὰ πέρατα καὶ δεδιπλωμένον ῥοδίνῳ βεβρεγμένον ἐντίθεται. τὸ δʼ ἔριον τοῦτο λέγεται ἐπιστακτής· διὰ γὰρ τούτου ἐκ διαστημάτων ῥόδινον ἐπιστάζεται. γενομένων δὲ τούτων, εἰς τοὺς ἀκουστικοὺς πόρους ἐρίδια συνεστραμμένα ἐντιθέναι καὶ τὸν πάσχοντα κατακλίνειν ἐπὶ μαλακῇ στρωμνῇ ἐν τόπῳ ἀλεεινῷ. ἀπεχέσθω δʼ ὁ πάσχων ψυχροῦ ὕδατος, ψυχρῶν πάντων ἐδεσμάτων, οἴνου, οἰνωδῶν. τῇ δὲ τρίτῃ θεραπευέσθω ἐν θερμῷ οἰκίσκῳ, καὶ θερμῷ ὕδατι εὐκράτῳ ἐπαντλείσθω αὐτὴ ἡ κεφαλή, ἅμα περιαλειφομένη χλιαρῷ ἐλαίῳ. ἐν δὲ τῇ καταντλήσει σκεπέσθω ἡ ἀνάτρησις ἢ σπόγγῳ μαλακῷ ἢ τῇ ἑτέρᾳ χειρὶ τοῦ θεραπεύοντος, ἵνα ὑγραίνηται μὲν ἡ μῆνιγξ, μὴ πλήσσηται δέ. εἶτα περισπογγιζέσθω ἡ κεφαλὴ καὶ περιαλειφέσθω, καὶ τὰ αὐτὰ πάντα γινέσθω τὰ μικρῷ πρόσθεν εἰρημένα, καὶ ταῖς ἑξῆς ἡμέραις ὡσαύτως θεραπευέσθω. ἐξέστω δὲ καὶ τῇ τετραφαρμάκῳ ἀνειμένῃ χρήσασθαι, τῶν ἄλλων γινομένων ὡσαύτως. τῆς δὲ μήνιγγος ἀκαθάρτου οὔσης, κεφαλικῇ δυνάμει ἐξανειμένῃ τῷ ῥοδίνῳ χρήσθω, τῆς αὐτῆς ἀγωγῆς δοκιμαζομένης. μετὰ δὲ τὴν κάθαρσιν καὶ σάρκωσιν ἰσόπεδον γενόμενον τὸ ἕλκος κατουλῶσαι δεῖ, ἤτοι σποδίῳ λείῳ ἢ τρυφερᾷ δυνάμει καθαρτικῇ, ὁποία ἐστὶν ἡ διὰ τῆς καδμείας ἐξανειμένη ῥοδίνῳ.

`46.20`

Περὶ φλεγμονῆς μήνιγγος.

`46.20.1–46.20.12`

Ἡ μῆνιγξ κυρία οὖσα ἐν φλεγμονῇ γενομένη κινδυνωδεστάτη ἐστίν· διογκοῦται δʼ ἐν τῇ φλεγμονῇ μετʼ ἀντιτυπίας καὶ ἐρυθήματος ἀλγήματός τε ἐπιγινομένου οὐ μόνου τοῦ τοπικοῦ, ἀλλὰ καὶ τῆς ὅλης κεφαλῆς. διογκοῦται δʼ ἐπὶ τοσοῦτον ἡ μῆνιγξ, ὥστε μὴ μόνον τὸν τῆς ἐκτρήσεως κύκλον πληροῦν, ἀλλά ποτε καὶ ὑπερέχειν τὸ τοῦ ὀστέου πάχος, συνεχομένη δʼ ἀποτίθεται τὸ φυσικὸν ἑαυτῆς σφυγματῶδες ἐνέργημα, συμπαρέπεται δὲ καὶ πυρετὸς ὀξύς· τῇ δὲ φλεγμονῇ ἐπιγίνεται χολημεσία, παρακοπή, σπασμός. οὐ δεῖ δʼ ἀναμένειν ταῦτα ὀλεθρίου θανάτου ὄντα μηνυτικά, ἀλλʼ ἐν ἀρχῇ τοῦ συμβεβηκότος ἔτι τῆς φλεγμονῆς ἀμυδροτέρας οὔσης ἐπιβοηθεῖν τῷ πάσχοντι. ἐξετάζειν δὲ δεῖ ἐν πρώτοις, τί τὸ τῆς φλεγμονῆς ἐστιν αἴτιον, καὶ τούτῳ ἐνίστασθαι. ἐὰν μὲν οὖν, ἐλλιποῦς τῆς ἐκκοπῆς γεγενημένης, ὀξεῖα προὔχουσα καὶ νύσσουσα τὴν μήνιγγα, καὶ δύνηται αὕτη ἠρέμα ἐκκοπῆναι, ἀποθραυσθήτω, τῆς μήνιγγος ἀπαθοῦς τηρηθείσης· ὅταν δʼ ἀνωμαλίας οὔσης ξαίνηται, λειούσθω ὁ τῆς ἐκτρήσεως κύκλος, ἵνα μὴ νύσσηται. ταῦτα δὲ τὰ ἔργα γινέσθω, ἐὰν ᾖ ποσὴ εὐρυχωρία· ἂν δʼ ἐξ ἀδήλου αἰτίας γεγενημένη ἡ φλεγμονή, τὰ κατάλληλα βοηθήματα δοκιμαζέσθω, ταῖς πρώταις ἡμέραις ὑποστολή, ἔπειτα λεπταὶ τροφαὶ προσαγόμεναι· ἀεὶ δʼ ὑδροποσία σύμφορος, θερμοῦ ποτοῦ προσφερομένου. σφοδροτάτης δʼ οὔσης τῆς φλεγμονῆς ἐπὶ νέου πολυύλου, καὶ τῇ φλεβοτομίᾳ χρῆσθαι. ἐν δὲ τοῖς τοπικοῖς βοηθήμασι τὸ σύνολον οὐ συμφέρει τὴν μήνιγγα βαρύνειν, ἀλλʼ ἀφόρτως αὐτὴν παρηγορεῖν. ἁρμόζει δὲ σκεπάσαι ὅλον τὸν ἀπὸ τῆς φλεγμονῆς ὄγκον λεπτῷ μαλακῷ καθαρῷ ὀθονίῳ ῥοδίνῳ βεβρεγμένῳ. εἶτʼ ἔξωθεν ὅλη ἡ κεφαλὴ καταπλασσέσθω καταπλάσματι παρηγορικῷ, ὡς τῷ διὰ μελιλώτου ἢ λινοσπέρμου ἀλεύρου καὶ ἐλαίου σκευαζομένῳ, τοῦ σπληνίου ἐκτιτραμένου κατὰ τὸν τῆς ἀνατρήσεως τόπον, καὶ τὰ ἔξωθεν πάντα ἐρίῳ κούφῳ σκεπέσθω. ταῖς δʼ ἑξῆς ἡμέραις παραλαμβανέσθω κατάντλησις ἀπὸ τήλεως ἢ μαλάχης ἀφεψημένων μετὰ περιχύσεως ἐλαίου, καὶ πάλιν ἐγκρινέσθω ἡ αὐτὴ θεραπεία ἡ μικρῷ πρόσθεν εἰρημένη. τούτοις ἀρκέσει ἐπιμένειν ἕως τοῦ τέλους.

`46.21`

Ἐκ τῶν Γαληνοῦ. Περὶ τῶν ἐν κεφαλῇ καταγμάτων.

`46.21.1–46.21.42`

Πάντα τὰ πάθη τῶν ὀστῶν τῆς κεφαλῆς, ὅσα πάσχει διὰ τὰς ἔξωθεν πληγάς, πέντε τὸν ἀριθμόν ἐστιν, ἕδρα, θλάσις, ῥωγμή, ὦσις, εἴσθλασις· ἕδραν γὰρ καὶ διακοπὴν ταὐτὸν εἶναί φησιν Ἱπποκράτης, ὠνομασμένην οὕτως διὰ τὸ κατὰ τὴν γενομένην διακοπὴν ἑδράζεσθαί τε καὶ στηρίζεσθαι τὸ τιτρῶσκον, ὃ πάντως ὀξὺ μὲν ὑπάρχειν ἀναγκαῖόν ἐστιν ἵνα διακόψῃ, κοῦφον δʼ ἵνα μήτε θλάσῃ μήτε κατάξῃ τὸ κρανίον. ἡ μὲν γὰρ θλάσις γίνεται διὰ τὸ βάρος τῶν πληττόντων, ἡ δὲ διαίρεσις διὰ τὴν ὀξύτητα· συνελθόντων δʼ ἐς ταὐτὸν ἀμφοτέρων τῶν αἰτίων, εἴσθλασις γίνεται, τῆς μὲν ὀξύτητος τοῦ πλήττοντος διαιρούσης τὸ ὀστοῦν, τοῦ βάρους δʼ ὠθοῦντος εἴσω τὸ διῃρημένον. ἐὰν δὲ βαρὺ μὲν ᾖ τὸ πλῆττον, ὀξύτητα δʼ ἔχον οὐδεμίαν, ἤτοι γε ὦσις γίνεται μόνη τοῦ πληγέντος ἢ καὶ ῥωγμὴ σὺν αὐτῇ, ὦσις μὲν ἐπὶ τῶν μαλακῶν ὀστῶν, ὁποῖα τὰ τῶν παίδων ἐστί, ῥωγμὴ δʼ ἐπὶ τῶν σκληρῶν τε καὶ ξηρῶν, ἐπὶ δὲ τῶν μέσων τὴν φύσιν ἀμφότερα. τῶν δʼ ἄλλων παθῶν τῆς κεφαλῆς ὁ μὲν ἀποσκεπαρνισμὸς ὑπὸ τῶν νεωτέρων χειρουργῶν ὀνομασθεὶς ἐκ τοῦ τῆς ἕδρας ἐστὶ γένους, τὸ δʼ ἐγγείσωμα καὶ ἡ καμάρωσις ἕτερον· αἱ γάρ τοι γενέσεις αὐτῶν αἵδε εἰσίν. ὅταν μὲν ὀξὺ τὸ τιτρῶσκον ἐκ τῶν πλαγίων μερῶν προσπεσόν τινι τῶν ἐξεχόντων τῆς κεφαλῆς ἀποκόψῃ σύμπαν αὐτό, καλεῖται μὲν ἀποσκεπαρνισμὸς τὸ τοιοῦτον· γίνεται δὲ κατὰ ψιλὴν καὶ μόνην διαίρεσιν, ὥσπερ ἡ ἕδρα, τῷ δʼ εἶναι κυρτὸν τῷ σχήματι τὸ διακοπτόμενον μέρος ἐκ πλαγίων τε μερῶν ἐμπεσεῖν αὐτῷ τὸ τιτρῶσκον, οὐδὲν ὑπολείπεται τοῦ τρωθέντος ἀπαθές, ὡς εἴ γε ὑπολειφθείη, γένοιτο ἂν ἕδρα τηνικαῦτα σαφὴς καὶ ἀναμφισβήτητος. ἡ ῥωγμὴ δὲ συνεχείας ἐστὶ λύσις τῶν ὀστῶν, μενόντων κατὰ τὴν ἰδίαν χώραν τῶν μερῶν τοῦ ῥαγέντος ὀστοῦ, ὡς ὅταν γε μὴ μείναντα πρὸς τὸ βάθος εἴσω χωρήσῃ, σύνθετον ἤδη γίνεται τὸ πάθος, ἤτοι περιρρήξεως μόνης προσερχομένης ἢ καὶ τῆς θλάσεως ἅμα αὐτῇ. καλοῦσι δέ, ὡς εἴρηται, τὸ τοιοῦτον πάθος ἔνιοι τῶν νεωτέρων ἰατρῶν ἐγγείσωμα. πολλάκις δὲ τὰ οὕτως ἀπορραγέντα τῶν συνεχῶν, ἐπὰν ὑπὸ τῆς τοῦ πλήξαντος ὁρμῆς ὠσθῇ πρὸς τὸ βάθος, ἐπανέρχεται σὺν αὐτῷ πρὸς τοὐκτός, εἰς ὕψος ἐξαιρόμενα ταῖς ὀνομαζομέναις καμάραις ὡσαύτως, ὅθενπερ καὶ τοὔνομα αὐτῷ καμάρωσιν ἔθεντο. λοιπὸν δὲ τὸ κληθὲν ὑπʼ αὐτῶν ἀποκόπημα ῥωγμή τίς ἐστιν, οὐ κατὰ τὸ πληγὲν μέρος, ἀλλʼ ἐν ἑτέρῳ γινομένη, ὁμοίως τῷ κατὰ τὰ κεραμέα τῶν ἀγγείων ὅσα κατʼ ἄλλο τι μέρος πληγέντα κατʼ ἄλλο τὴν ῥωγμὴν ἔσχεν. καὶ γίνεσθαι τὸ τοιοῦτον εἰκός ἐστιν, ὅταν ἰσχυρὸν μὲν ᾖ καὶ πυκνὸν ἡνωμένον τε πᾶσι τοῖς ἑαυτοῦ μορίοις τὸ πληγέν, ἀσθενὲς δὲ τὸ ῥαγέν. πληττόμενον δὲ τὸ τῆς κεφαλῆς ὀστοῦν ὑπό τινος τῶν ἔξωθεν ῥωγμὴν μόνην οὐ δύναται παθεῖν, ἀλλʼ ἐξ ἀνάγκης σύνεστι τῇ ῥωγμῇ καὶ θλάσις. ἕδρα μέντοι καὶ θλάσις ἅμα δύναται γίνεσθαι χωρὶς ῥωγμῆς· εἴσθλασις δʼ οὐκ ἂν γένοιτο χωρὶς ῥωγμῆς· ἀναγκαῖον γάρ ἐστι κύκλῳ περιρρήγνυσθαι τὸ ὀστοῦν, ἵνα ἔσω χωρήσῃ. αἱ μὲν οὖν ἁπλαῖ ῥωγμαὶ μέχρι διπλόης διασχοῦσαι τῶν νῦν εἰρημένων ξυστήρων χρῄζουσι τῶν στενῶν. εἶναι δʼ αὐτοὺς χρὴ πολλοὺς μὲν τὸ πλῆθος, ἀνίσους δὲ τὸ μέγεθος, ὡς μηδέποτε ἀπορεῖν τοῦ χρησιμωτάτου τῷ ἔργῳ, κἄπειτα γυμνωθέντος κατὰ τὰ εἰθισμένα τοῦ πεπονθότος ὀστοῦ χρῆσθαι πρώτῳ μὲν τῷ πλατυτέρῳ, δευτέρῳ δὲ τῷ μετʼ αὐτὸν στενοτέρῳ, κἄπειτα οὕτως ἑξῆς τοῖς ἄλλοις ἄχρι τοῦ στενοτάτου. τούτῳ δὲ χρηστέον ἐπʼ αὐτῆς τῆς διπλόης, εἶτʼ ἰάσασθαι ξηροῖς φαρμάκοις αὐτίκα τε καὶ μέχρι τέλους, ἃ δὴ διʼ αὐτὸ τοῦτο προσηγόρευται κεφαλικά. σύγκειται δὲ διά τε τῆς Ἰλλυρίδος ἴριδος καὶ τοῦ τῶν ὀρόβων ἀλεύρου καὶ μάννης ἀριστολοχίας τε καὶ πάνακος ῥίζης φλοιοῦ, καὶ πάντων ἁπλῶς ὅσα ῥύπτειν πέφυκεν ἄνευ τοῦ δάκνειν· αὐτὴ μὲν γὰρ ἡ γεννωμένη σὰρξ ἔργον τῆς φύσεώς ἐστιν, ὥστε οὐδὲν εἰς τοῦτο τῆς ἰατρικῆς ὁ κάμνων δεῖται, τὸ δὲ τὴν γεννωμένην συμφύεσθαί τε καὶ περιφύεσθαι πᾶσι τοῖς τῶν ὀστῶν μέρεσιν ἐκ τοῦ μήτε ῥύπον ἐπʼ αὐτοῖς εἶναι μήτε ἐλαιώδη τινὰ λιπαρότητα γίνοιτο ἂν μάλιστα. τοῦτο οὖν ἐστιν ὃ παρὰ τῶν ἰατρῶν οἱ κάμνοντες ἴσχουσιν εἰς τὴν σάρκωσιν, ὡς ξηρὸν μὲν ἅπαν εἶναι τὸ χωρίον, ἕκαστον δὲ μέρος τῶν πεπονθότων ὀστῶν ἀκριβῶς καθαρόν. τῶν δʼ ἄχρι μήνιγγος διασχόντων εἰ μὲν εἴη μόνη ῥωγμή, τοῖς εἰρημένοις ξυστῆρσι χρηστέον· εἰ δὲ μετὰ θλάσεώς τινος, ἐκκόπτειν χρὴ τὸ τεθλασμένον διὰ τρυπάνων τοῖς ἐκκοπεῦσι χρωμένους. ἀλλὰ πολλάκις ἀθρόως κατενεχθέντα διὰ φυσικὴν ἀσθένειαν ἢ λεπτότητα τῶν ἀνατιτραμένων ὀστῶν ἔτρωσε τὴν μήνιγγα. διὰ τοῦτο οὖν οἱ νεώτεροι τοὺς κυκλίσκους ἐξεῦρον· καλοῦσι δʼ οὕτως ἐκκοπέων εἶδός τι κεκοιλασμένον ἐπὶ τῷ πέρατι. καὶ χρῆσθαι τούτοις ἄριστον, κατὰ μὲν τὴν πρώτην ἐπιβολὴν τοῖς πλατυτέροις, ἑξῆς δʼ αὐτῶν τοῖς στενοτέροις, ἄχριπερ ἂν ἐπὶ τὴν παχεῖαν μήνιγγα κατέλθῃς. οὐ μὴν οὐδὲ ἐν κύκλῳ πᾶν ὅσον ἐκκοπῆναι χρὴ τοῖς κυκλίσκοις γυμνωτέον, ἀλλὰ κατʼ ἐκεῖνο μάλιστα τὸ μέρος ἔνθα τὸ κάταγμα βιαιότερον ἑαυτοῦ γέγονεν· πρὸς γὰρ αὖ τοῖς ἄλλοις καὶ ἡ μῆνιγξ ἀφίσταται τάχιστα τῶν ἰσχυρῶς παθόντων ὀστῶν, ὥστε οὐδείς ἐστι κίνδυνος ἅψασθαι τῆς ἀφεστώσης ἤδη. ἢν δʼ ἅπαξ ἕν τι γυμνώσῃς μέρος, ὑποβαλὼν ἐκκοπέα, τὸ μὲν φακοειδὲς ἐπὶ τῷ πέρατι προὖχον ἀμβλὺ καὶ λεῖον ἔχοντα, τὸ δʼ ὀξὺ κατὰ τὸ μῆκος ὄρθιον, ὅταν στηρίξῃς κατὰ τῆς μήνιγγος τὸ πλατὺ τοῦ φακοειδοῦς, ἐπικρούων τῇ μικρᾷ σφύρᾳ, διαιρεῖν οὕτω τὸ κρανίον. τούτου τοῦ τρόπου τῆς ἀνατρήσεως οὔτε ἀκινδυνότερον οὔτε θᾶττον ἐνεργοῦντα δυνατὸν εὑρεῖν. ἀλλὰ καὶ οὕτως ἔχει τι μοχθηρόν, ἐφʼ ὧν οὐδαμόθι κατʼ οὐδὲν μέρος ἀπορέρηκται σαφῶς τὸ πεπονθὸς ὀστοῦν· ἀναγκάζονται γὰρ ἐν πλείονι χρόνῳ κατὰ βραχὺ πλατύνειν αὐτό, πολλάκις πλήττοντες τοὺς ἐκκοπέας, ὡς διακινεῖσθαι τὸν ὅλον ἐγκέφαλον· ὅθεν ἔνιοι τῶν νῦν ἰατρῶν ἀφιστάμενοι τῶν κυκλίσκων ἐπὶ τὰ τρύπανα παραγίνονται μᾶλλον. ταῦτα οὖν ἐπιστάμενός τις ἑλέσθαι δύναται καθʼ ἑκάστην διαφορὰν κατάγματος τὸν ἐπιτηδειότατον ἑαυτῷ τρόπον εἰς τὴν χειρουργίαν. εἰ δὲ καὶ κατʼ αὐτὴν τὴν ῥαφὴν εἴη τὸ πάθος, ἐκ τοῦ πέριξ ἐκεῖθεν ἄρχεσθαι τοῦ πεπονθότος τῆς ἐξαιρέσεως· ἐν γὰρ τοῖς κατὰ τὰς ῥαφὰς χωρίοις αἱμορραγίαι τε γίνονται καὶ συμπάθειαι μείζους, ἐπειδὴ κοινωνία διʼ αὐτῶν ἐστι τοῖς ἔξωθεν τοῦ κρανίου σώμασι πρὸς τὴν παχεῖαν μήνιγγα διʼ ὑμένων τε καὶ φλεβῶν. ἀλλὰ καὶ διὰ τῆς ὀστάγρας ἀνατείναντες ἢ ἀνακλάσαντες ἔνια τῶν ἰσχυρῶς συντετριμμένων ὀστῶν, κατʼ ἐκεῖνο μάλιστα τὸ μέρος ὑποδῦναι τῷ φακωτῷ παρασκευάσομεν. τὸ μὲν οὖν ἰσχυρῶς συντριβὲν ὅλον ἐξαιρεῖν χρή, εὖ εἰδότας ὡς οὐδὲν βλάβος ἀκολουθήσει διὰ τοῦτο, τῶν ἄλλων ἁπάντων ὀρθῶς πραχθέντων. ἐπὶ μὲν οὖν τῶν ἄλλων καταγμάτων ἡ ἐπίδεσις ὅταν ὀρθῶς γένηται, τοσούτου δεῖ περιττὴν ὑγρότητα συγχωρεῖν ὑποτρέφεσθαι κατὰ τὸ πεπονθὸς ὀστοῦν, ὥστε καὶ τοῦ κατὰ φύσιν ἰσχνότερον ἀποφαίνει τὸ χωρίον· ἐπὶ δὲ τῆς κεφαλῆς ὁ μὲν διὰ τῆς ἐπιδέσεως τρόπος οὐχ οἷός τέ ἐστι ξηραίνειν οὕτως τό τε κατεαγὸς ὀστοῦν αὐτὸ καὶ τὰ πέριξ, ὡς μήτε φλεγμῆναι μήτε ὅλως ἐργάσασθαί τινα ἰχῶρα, φάρμακόν τε οὐδὲν οὐδὲ ἐπὶ τῶν ἄλλων μερῶν ἄνευ τῆς ἐπιδέσεως ἱκανὸν εἰς ὅσον εἴρηται ξηρὸν καὶ ἀπέριττον ἐργάσασθαι τὸ κατεαγός. ἀναγκαῖον οὖν ἡμῖν γίνεται γυμνοῦν τι τοῦ κατάγματος, ἵνα ἔχωμεν ἀπομάττειν καὶ ἀποπλύνειν ἀπὸ τῆς μήνιγγος τοὺς ἰχῶρας, ὡς εἴ γε μηδεὶς ἐκ τῶν πεπονθότων ἰχὼρ ἐντὸς ἔρρει, περιττὸν ἦν ἐκκόπτειν ὀστοῦν, πωροῦσθαι δυνάμενον ὁμοίως τοῖς ἄλλοις. εἰ δʼ ἀπʼ αὐτοῦ τινες ἐπὶ πλέον ἐκτείνοιντο ῥωγμαί, ταύταις ἕπεσθαι μέχρι πέρατος οὐ χρή. δεῖ δὲ πρὸς τὴν διάθεσιν ἀποβλέποντας ποιεῖσθαι τὴν χειρουργίαν· συντεθλασμένου μὲν γὰρ ἰσχυρῶς τοῦ ὀστοῦ, καί που καὶ βαρυνομένης ἢ νυττομένης τῆς παχείας μήνιγγος ἐκ τῆς ἔσω ῥοπῆς αὐτοῦ, καὶ δηλονότι πρὸς αὐτῇ τῆς τε ὑποκειμένης αὐτῇ τῆς λεπτῆς, καὶ προσέτι τοῦ ἐγκεφάλου, προσήκει κατὰ τὴν πρώτην ἡμέραν ἐκκόπτειν τὸ πεπονθὸς ὀστοῦν, εἰ καὶ μὴ πᾶν, ἀλλὰ τό γε κατεπεῖγον, καὶ μάλιστα ἐν ὥρᾳ θερινῇ· κατὰ ταύτην γὰρ ἀναβάλλεσθαι τὴν χειρουργίαν οὐ χρή, διότι θᾶττον ἴσμεν ἐν ταῖς θερμαῖς ὥραις σηπόμενα πάντα. μηδενὸς δὲ τοιούτου γενομένου, τὴν τρίτην ἡμέραν ἀναμένειν, πρῶτον μὲν ὑπὲρ τοῦ παύσασθαι τὴν ἐκ τῆς τομῆς αἱμορραγίαν ἅπασαν, ἔπειτα δʼ ἵνα τὸ ὑποκείμενον ὀστοῦν τῇ τομῇ, τὸ γεγυμνωμένον, ἀπολυθὲν τῆς πρὸς τὰ πλησιάζοντα κοινωνίας καὶ διὰ τοῦτο ξηρότερον ἑαυτοῦ γενόμενον, ἀκριβέστερον ἡμῖν ἐνδείξηται τὴν διάθεσιν. δεῖ δὲ μηδέποτε τὴν τρίτην ἀπὸ τῆς ἀρχῆς ἡμέραν ὑπερβῆναι, ἀλλʼ εἶναι τοῦτον ὅρον ἐξωτάτω, τοὺς πλείστους δὲ κατὰ τὴν δευτέραν ἡμέραν χειρουργεῖν. φαρμάκοις δὲ χρῶνται καὶ ὅλῃ τῇ μετὰ τὴν ἀνάτρησιν ἀγωγῇ οἱ μὲν πλεῖστοι τῇ πραοτάτῃ τε καὶ παρηγορικωτάτῃ. αἷμα γοῦν περιστερᾶς καταχέουσι τῆς παχείας μήνιγγος, τινὲς δὲ τὸ τῆς φάττης, καὶ ἄλλοι γε τρυγόνος. ἐγὼ δὲ μυρίους εἶδον τῶν ἀνατρηθέντων οὐδὲν βλαβέντας ἐπὶ τῇ τοῦ ῥοδίνου χρήσει· θερμὸν δʼ εἶναι αὐτὸ προσῆκεν οὕτως ὡς τὸ τῆς περιστερᾶς αἷμα, καὶ ἴσως γε τῷ συμμέτρῳ τῆς κατὰ τὴν θίξιν θερμασίας ὠφέλιμόν ἐστιν, οὐκ ἐξαιρέτῳ τινὶ καὶ ἀγνώστῳ δυνάμει. ὀλίγοι δέ τινες τῇ ἐναντιωτάτῃ διὰ τῶν ἰσχυρότερον ξηραινόντων φαρμάκων, ὡς καὶ τὴν Ἶσιν ὀνομαζομένην εὐθέως ἐπιτιθέναι γυμνωθείσῃ τῇ μήνιγγι, καὶ ταύτης ἔξωθεν ὀξύμελι. καὶ θαυμαστὸν οὐδὲν εἰ ἡ μῆνιγξ ἡ παχεῖα πρὶν ἀξιολόγως φλεγμῆναι τοῖς ἰσχυροτάτοις χαίρει φαρμάκοις, ὡς ἂν φύσει ξηρὰ τὴν οὐσίαν ὑπάρχουσα. πάντες δὲ σχεδὸν ἐπὶ ταῖς ἀνατρήσεσιν οὐδενὶ ἑτέρῳ ἐπιδοῦσιν, ἀλλʼ ἀρκοῦνται μόνῃ τῇ τοῦ κροκυφάντου περιβολῇ. καὶ τὰ χωρὶς ἀνατρήσεως δʼ ἕλκη καὶ αὐτά, καθʼ ὅσον οἷόν τε, πειρᾶσθαι χρὴ θεραπεύειν ἄνευ ἐπιδέσμων, οὐ μόνον ὅτι βαρύνεται πιλουμένων ὑπὸ τῆς ἐπιδέσεως τῶν ἐπιτιθεμένων αὐτοῖς, ἀλλὰ καὶ διότι περαιτέρω τοῦ προσήκοντος θερμαίνεται· καὶ γὰρ ὅπερ ἐπὶ τῶν ἄλλων μερῶν ἡ ἐπίδεσις, τοῦτο ἐπὶ τῆς κεφαλῆς ἡ θέσις παρέξει· διόπερ ἡ ἐπίδεσις ἐκ περιττοῦ τε παραληφθήσεται καὶ βάρος παρέξει λυπηρότερον. αἱ δὲ κατὰ τοῦ βρέγματος ἐπιδέσεις πρὸς τῷ βαρύνειν τε καὶ θερμαίνειν ἔτι τὰς γένυς συμπεριλαμβάνουσιν, ὥστε καὶ διὰ τοῦτο ὀχληραὶ καὶ ἀσώδεις ἀποτελοῦνται. ὅσα δʼ ἅμα τῷ πληγῆναι μετʼ οἰδήματος γίνεται χαύνου, ταῦτα οὐ διʼ αὑτὰ χρῄζει τῆς ἐπιδέσεως, ἀλλὰ καὶ διὰ τὸ οἴδημα, καὶ διὰ τοῦτο μαλακὸν σπόγγον ὀξυκράτῳ βρέξαντες ἐπιτίθεμεν, ἄνωθεν δʼ αὐτοῦ τὴν μεσότητα τοῦ ἐπιδέσμου θέντες ἐφεξῆς οὕτως τὴν ὀνομαζομένην ἀπὸ δυοῖν ἀρχῶν ἐπίδεσιν ποιούμεθα. χωρὶς δʼ ἄλλης διαθέσεως ἕλκος ἐν κεφαλῇ διὰ τὴν ἐκτροπὴν τῶν χειλῶν ἐπιδοῦμεν, εἰ μὲν ἀμφότερα τοῦτο πεπόνθοι, παρασκευάζοντες μὲν ἐπίδεσμον ἀπὸ δυοῖν ἀρχῶν, ἀρχόμενοι δὲ τῆς ἐπιδέσεως ἐξ ἀντικειμένης οὕτω χώρας ὡς ἀπαντῆσαι τὰ σκέλη τοῦ ἐπιδέσμου κατὰ τὸ ἕλκος ἀλλήλοις· εἰ δὲ τὸ ἕτερον μόνον ἐκτετραμμένον εἴη, ἀπὸ μιᾶς ἀρχῆς εἰλημένῳ τῷ ἐπιδέσμῳ χρώμενοι τὴν πρώτην εὐθέως ἐπιβολὴν ποιησόμεθα κατʼ ἐκεῖνο τὸ μέρος, ἔνθα τὸ χεῖλος ἐκτέτραπται, τρεῖς ἢ τέτταρας δακτύλους ἀπέχουσαν τοῦ ἕλκους, ὡς ἐπαγομένου τοῦ ἐπιδέσμου προσάγεσθαι θατέρῳ χείλει τὸ ἐκτετραμμένον.

`46.22`

Ἐκ τῶν Ἡλιοδώρου. Περὶ τερηδονισμοῦ κρανίου.

`46.22.1–46.22.19`

Τὴν τοῦ κρανίου φθορὰν καὶ τῶν ἄλλων ὀστέων συνήθως οἱ ἰατροὶ τερηδόνα προσηγόρευσαν. διαφοραὶ δὲ τερηδόνων εἰσὶν αἵδε· ἢ γὰρ χαυνοῦται ἢ ἀραιοῦται μελαινόμενον τὸ φθειρόμενον ὀστέον ἢ ἀναβιβρωσκόμενον βοθροῦται· ἱστόρησα γὰρ καὶ κυκλοτερῆ τερηδόνα, ἐφʼ ἧς τοῦ μέσου ὀστέου κατὰ φύσιν ἔχοντος φθείρεται ὁ κύκλος· παρὰ δὲ τὸ βάθος ἢ λιπαίνεται τὸ ὀστέον μελλούσης γίνεσθαι τῆς φθορᾶς ἢ φθείρεται κατὰ τὴν ἐπιφάνειαν τερηδονιζόμενον, ποτὲ δʼ ἐπὶ πλέον κακοήθως, τῆς σήραγγος κατὰ φύσιν ἐχούσης, ἔσθʼ ὅτε δὲ καὶ αὐτὴ ἡ σήραγξ φθείρεται, τοῦ πλείονος πάχους τοῦ ὀστέου τερηδονιζομένου. ὅλου δὲ διʼ ὅλου τοῦ πάχους τοῦ κρανίου τερηδονισθέντος, ἡ μῆνιγξ ἀφίσταται ὑγροῦ ὑποσυλλεγομένου, καί ποτε μὲν ἀφίσταται κατὰ φύσιν ἔχουσα, ὡς ἐπὶ τοῦ ὑποπύου γενομένου κρανίου, ποτὲ δὲ καὶ αὐτὴ φθείρεται. σημεῖα δὲ τερηδόνων τάδε· ἐπὶ πάσης τερηδόνος τὸ ἕλκος γίνεται πλαδαρόν, σομφόν, ἀκάθαρτον, ῥευματιζόμενον ἰχῶρι λεπτῷ· ἐὰν δʼ ἐπὶ φαγεδαινικῷ ἕλκει ἢ ἄλλως κακοήθει ἢ κηρίῳ ἢ σύριγγι γίνηται τὸ πάθος, μετὰ τῶν ἑκάστῳ πάθει συνεδρευόντων σημείων καὶ τὰ τῆς τερηδόνος συνεδρεύει. διὰ δὲ τῆς μηλώσεως γινώσκεται· λιπασμοῦ μὲν ὄντος, καθεθεῖσα ἡ μηλωτρὶς ἀντιτύπῳ τῷ ὀστέῳ ἐπιβαίνει, ἧς παραφερομένης αἰσθήσεται ὁ σημειούμενος ἐπιλιποῦς οὐσίας τῆς τῷ ὀστέῳ προσκειμένης· τερηδόνος δʼ οὔσης ἐπιπολαίου, χαῦνον τῇ ἐπερείσει ὑποπεσεῖται τὸ ὀστέον, καὶ μᾶλλον ἰχωρροοῦν τὸ ἕλκος φανήσεται, ἰχῶρι λεπτῷ ὑγραινόμενον· βαθυτέρας δʼ οὔσης τῆς τερηδόνος, ἕως τῆς σήραγγος κεχαυνωμένου τοῦ ὀστέου, τῆς δὲ σήραγγος κατὰ φύσιν ἐχούσης, τραχύτερον ὑποπεσεῖται τὸ ἐφθαρμένον ὀστέον· ἐὰν δʼ ᾖ μᾶλλον κεχαυνωμένον τῷ ῥεύματι, ὁμῶς τῇ τῆς ἐπερείσεως βίᾳ ἡ μηλωτρὶς εἰς αὐτὸ τὸ ὀστέον ἐμπαγήσεται. εἴωθε δέ ποτε διὰ τοῦ κεντήματος ἐκ τῆς σήραγγος παρὰ τῆς διπλόης ἀναφέρεσθαι αἷμα· τὰ δʼ ἀλγήματα σφοδρότερα παρακολουθήσει ἢ τὰ πρότερα. κατὰ δὲ τὸ πλεῖον πάχος, ἢ διʼ ὅλου τοῦ πάχους τετερηδονισμένου τοῦ κρανίου καὶ διʼ αὐτὸ τοῦτο τῆς μήνιγγος προσαφισταμένης, ὑγροῦ ὑπὸ τὸ κρανίον συλλελεγμένου, σημεῖα συνεδρεύει τὰ ἐπὶ τῶν ὑποπύων ὀστέων ῥηθησόμενα. ἐὰν δὲ καὶ αὐτὴ ἡ μῆνιγξ κακωθῇ, ἅτε δὴ κυρίου συγκρίματος φθειρομένου, τὰ ὀλέθρια σημεῖα συνεδρεύει, ὧν τὴν παράδοσιν ἐν τοῖς ἐχομένοις ποιήσομαι. ἐπὶ δὲ τῆς κατʼ ἀνάβρωσιν τερηδόνος ἐν τῇ μηλώσει ἀπὸ στερεοῦ κύκλου εἰς τὸ μέσον κοίλωμα εἰς τὸ βεβρωμένον χώρημα κενεμβατήσει ἡ μηλωτρίς, τὰ δʼ ἄλλα πάντα, ὅσα ἐπὶ τῶν τερηδόνων εἴρηται, καὶ νῦν συνεδρεύει. ἡ δὲ κυκλοτερὴς τερηδὼν τότε μάλιστα γινώσκεται, ὅταν ἡ τῶν σωμάτων γένηται ἀναστολή. ἀπαγορευέσθω δὲ τερηδὼν ἡ διʼ ὅλου τοῦ πάχους τῆς μήνιγγος ἀφισταμένη καὶ φθειρομένη, ᾗ συνεδρεύει τὰ ὀλέθρια σημεῖα· συνεγγίζει γὰρ ἐπʼ αὐτῆς ὁ θάνατος. δυσίατος δʼ ἐστὶ τερηδὼν ἡ διὰ πάχους γεγονυῖα, τῆς μήνιγγος κατὰ φύσιν ἐχούσης· ἐπὶ γὰρ ταύτης δοκιμασθῆναι ὀφείλει ἡ ἀνάτρησις. ὁ δὲ λιπασμὸς καὶ ἡ ἐπιπόλαιος τερηδών, κἂν ἕως τῆς διπλόης ᾖ γεγενημένη, ταύτης κατὰ φύσιν ἐχούσης, ἐμφανίζουσι τὴν εὐθεραπευσίαν. ἐπὶ πάσης τερηδόνος ἀναστεῖλαι δεῖ τὰ σκέποντα τὸ ὀστέον σώματα, ἵνα καταφανὴς γένηται ἡ τοῦ ὀστέου φθορά· δεῖ δʼ ἅμα μὲν περισαρκίσαι, ἅμα δὲ διελεῖν ἐν τῷ διαστέλλειν, ὡς ἂν ἀπαιτῇ ἡ ἐγχείρησις. ἀνασταλέντων δὲ τῶν σωμάτων, τὰ κατʼ ἀναλογίαν τῆς τερηδόνος ἔργα δοκιμαζέσθω. λιπάσματος μὲν οὖν ὄντος ἢ ἐπιπολαίου φθορᾶς, ἐγκρινέσθω ξύσις, οὐχ ἵνα μόνον ἡ ἐπιλιπὴς οὐσία ξυσθῇ, ἀλλʼ ἵνα τῇ ἐπιμόνῳ ξύσει καὶ ἡ πυκνὴ ἐπιφάνεια τοῦ κρανίου δαπανηθῇ· ἡ γὰρ σάρκωσις ἐκ τῆς σήραγγος γίνεται. εἴωθα δέ ποτε μετὰ τὴν ἀναστολὴν καὶ τὴν πρώτην ξύσιν τῆς ἐπιφανείας ἐπὶ τὴν ἀναξηραίνουσαν θεραπείαν ὁρμᾶν τὴν διὰ τῶν κεφαλικῶν ξηρῶν ἢ ἐμπλάστρων, ἵνα κατὰ λεπίδος ἀπόστασιν χωρισθῇ τὸ ἠλλοτριωμένον ὀστέον ἀπὸ τοῦ ὑγιοῦς, ὅταν τὴν ξύσιν ἐπώδυνον οὖσαν μὴ δύνηται ὑπομένειν ὁ πάσχων. ἐπὶ δὲ τῆς κατʼ ἀνάβρωσιν τερηδόνος, βεβοθρισμένου τοῦ κρανίου, πάλιν δεῖ μετὰ τὴν τῶν σωμάτων ἀναστολὴν ὅμοιόν τι ξύσει δρᾶσαι διὰ τῶν σμιλιωτῶν ἐκκοπέων καὶ πάλιν τῇ αὐτῇ ἀγωγῇ τῆς θεραπείας χρήσασθαι, ἢ διὰ τῶν κεφαλικῶν ξηρῶν ἢ ἐμπλάστρων. ὅταν δʼ ὅλον τὸ πάχος τοῦ ὀστέου φθαρῇ, ἐπὶ τὴν ἀνάτρησιν ὁρμῆσαι δεήσει. ἐπὶ δὲ τῆς κυκλικῆς τερηδόνος, ἐφʼ ἧς κυκλοτεροῦς οὔσης τῆς φθορᾶς τὸ μέσον ὀστέον ἔμεινε κατὰ φύσιν ἔχον, μετὰ τὴν τῶν σωμάτων ἀναστολήν, ἐπιπολαίου μὲν οὔσης τῆς τερηδόνος, τὴν ξύσιν δοκιμάζειν δεῖ καὶ δαπανᾶν μετὰ τοῦ σιναροῦ τὸ ὑγιές· βαθείας δέ, ἐπὶ τὴν ἔκτρησιν τοῦ πεπονθότος ὀστέου ὁρμᾶν καὶ διδόναι δύο στίχους τρημάτων κυκλοτερεῖς, τὸν μὲν ἔξω, τὸν δʼ ἔνδον, καὶ συναναιρεῖν τὰ κατὰ φύσιν τῷ παρὰ φύσιν. ἀνατρήσεως δοκιμασθείσης ἡ ἀκόλουθος ἐπιμέλεια ἐγκρινέσθω ἡ ῥηθησομένη ἐν τῷ περὶ τῶν τοῦ κρανίου καταγμάτων λόγῳ· ξύσεως δέ, ἡ ἀναξηραίνουσα θεραπεία ἐγκρινέσθω.

`46.23`

Ἐκ τῶν Ἀρχιγένους. Περὶ ὑποδραμόντος αἵματος.

`46.23.1–46.23.4`

Ὑποδρομὴ δʼ αἵματος ἡ μὲν ὑπὸ διπλόῃ δήλη, ὡς καὶ ἡ ὑπʼ ὄνυξιν· χρόνῳ δὲ μεταβαλλόμενον εἰς πύον τὸ αἷμα μηλίζον ἀποδείκνυσι τὸ ὀστοῦν. ἀλλὰ τοῦτο μὲν καὶ γνῶναι καὶ ἁπλῶς ἐκτρήσαντα κομισάμενόν τε τὸ ὑγρὸν θεραπεύειν ῥᾴδιον· ἡ δʼ ὑπὸ μήνιγγι ἑκατέρως ἐστὶ χαλεπή· ἐκ τοῦ παθεῖν γὰρ μήνιγγας διαφαίνεται. διὰ τοῦτο ἄρα πυρετοὶ μετὰ φρίκης ἐπιγίνονται, ἔρευθος προσώπου, καὶ περισσὴ ἡ θέρμη ἡ κατὰ τὸν πυρετόν, ταραχώδεις τε ὕπνοι, ὀφθαλμοὶ ὑπολίπαροι καὶ λημώδεις καὶ ἐρυθροί, ἄτροφόν τε τὸ ἕλκος καὶ ἀνεκπύητον καὶ βλιχῶδες· ἔστι δʼ οἷς καὶ ἐπὶ γλώσσῃ φλυκτίς. οὗτοι ταχέως μὲν χειρισθέντες ὑπόνοιαν ἔχουσι σωτηρίας, βραδέως δʼ ὡς ἐπίπαν τελευτῶσιν.

`46.24`

Περὶ μελανίας.

`46.24.1–46.24.3`

Μελανίας δὲ τὰς μὲν ὑπὸ κακότητος φαρμάκου γινομένας καὶ τῇ φύσει τοῦ ὀστοῦ ῥᾴδιον γνῶναι — ταχὺ γὰρ λευκαίνεται —, ἔτι καὶ τῷ μὴ δυσώδη τὸν ἰχῶρα εἶναι στερεάν τε τὴν σάρκα καὶ τὴν πέριξ τρίχωσιν — ξύσις δʼ ἐπʼ αὐτῆς δυνατὴ τὸ μελανθὲν αἴρουσα· τὰς δʼ ὑπὸ τῶν ἐν τῷ σώματι αἰτιῶν κατὰ διαφθορὰν γινομένας ἔκ τε τοῦ μαδᾶν τὴν τρίχα δυσώδη τε τὸν ἰχῶρα εἶναι ἄνικμόν τε τὸ ὀστοῦν καὶ μήτε ἀνιέναι πρὸς τὴν ξύσιν μήτε λευκαίνεσθαι, ἀλλὰ μένειν πελιὸν πυρετόν τε ἔχειν, γλῶσσαν ξηρὰν, κροτάφων ὀδύνην. καὶ παρὰ τὸν τόπον δὲ χαλεπωτέρα γίνεται, ὡς καὶ τὰ παρὰ μασητῆρσι καὶ ἰνίῳ, πλὴν συνταχύναντας δεῖ περιτρήσαντας ἀναιρεῖσθαι τὸ μελανθὲν καὶ τῇ προσηκούσῃ ἐπιμελείᾳ χρῆσθαι. ἐπὶ δὲ τῶν παρά τινας προφάσεις ψιλωθέντων ὀστῶν δύναται μὲν καὶ ξύσις, ἄχρις ἂν ἐφαιμάσσηται, μάλιστα δʼ ἁπλῶς τρῆσις ἐκ διαστημάτων μέχρι διπλόης, ἔπειτα δʼ ἶρις ξηρὰ ἢ ἀριστολοχία σὺν μότοις· οὕτω γὰρ ἐκπληροῦται συντόμως ὑπὸ σαρκὸς ὁ τόπος, ἥτις ἐπʼ οὐλὴν ἀχθεῖσα σκεπάζει τὸ ὀστοῦν.

`46.25`

Περὶ ὑπερσαρκώσεως.

`46.25.1–46.25.10`

Σάρκωσιν δὲ περισσὴν καὶ τῶν ὀστῶν ὑπερέχουσαν ἐκ τοῦ πλαδαρὰν καὶ ἄτονον καὶ μηδὲν τῶν φλεγμονῇ παρεπομένων ἔχειν γνώσῃ. ἔστι δʼ αὐτὴν καὶ σηπτῷ φαρμάκῳ καὶ σμιλίῳ ἀφελεῖν καὶ ἀποδήσαντας περιφειδομένους τοῦ μὴ ἐπὶ πλέον ἢ δεῖ· τὸ γὰρ ἐπιλιπὲς ἔστι καὶ αὖθις τοῖς φαρμάκοις ἀποτῆξαι. μετὰ δὲ γύμνωσιν μήνιγγος χρηστέον ῥοδίνῳ λευκῷ προϋποτιθέντας ὀθόνιον λεπτόν, εἶτα μότους καταβρόχους καὶ κηρωτὴν κατʼ αὐτὴν ἐρίων τε κύκλους καταδεῖν. ἐν δὲ τῷ διὰ μέσου χρόνῳ, ἐντετμημένου τοῦ σπληνίου, ἐγχυματιστέον ῥοδίνῳ, πολλὰ τοῖς καταλαλοῦσιν τοῦ μύρου χαίρειν λέγοντας, ἢ μελικράτῳ χρηστέον ἀντὶ τοῦ μύρου. ταῖς δʼ ἐπιούσαις καὶ τὰ χείλη μᾶλλον ἐπικλιτέον ἐντὸς ἀναπλάσσοντας, ὡς μὴ ἐπιστρέφοιντο, πολλῷ τε καταντλητέον ὕδατι θερμῷ, καὶ θερείας μὲν δίς, ἅπαξ δὲ χειμῶνος θεραπευτέον. ἀρχομένης δὲ σαρκοῦσθαι τῆς μήνιγγος, ἐπιξύσαντας τὸ ὀστοῦν, ὡς ἤδη εἴρηται, ἐπισυντιθέναι τὰ χείλη σαρκοκόλλῃ τε πειρᾶσθαι ἑνοῦν. κατάκλισις δὲ καὶ θεραπεία ἐν σκεπηνῷ τόπῳ, ἀκάπνῳ, ἀνόσμῳ· τροφῆς δὲ κανονιζέσθω δόσις ὥρᾳ, ἡλικίᾳ, πάθους κατασκευῇ, ἔθει, ἔτι τε τοῖς συγχρονοῦσιν, καὶ μᾶλλον ἐπὶ τὰς ἁπλᾶς καὶ εὐδιοικήτους ῥέπειν ἢ ἐπὶ τὰς ἐναντίας, καὶ ὑπάνεσιν μὴ πυρετῶν μόνον, ἀλλὰ καὶ ὀδύνης μετὰ θεραπείαν. μετὰ δὲ τὴν ἑβδόμην εὖ χωρούντων προσθετέον καὶ ταῖς τροφαῖς. ἐκκλιτέον οἶνον, γάλα, ὄξος, ἐγκαύσεις, περιψύξεις, πταρμούς, ὁμιλίας τά τε βῆχας ἐγείροντα, μέχρι δὲ παντελοῦς κατουλώσεως καὶ ἀφροδίσια. ὁ δὲ λοιπὸς τῆς ἀποθεραπείας τρόπος οὐκ ἐν ἀδήλῳ τοῖς ἐπὶ ποσὸν ἰατρικῆς ψαύσασιν.

`46.26`

Ἐκ τῶν Ἡλιοδώρου. Περὶ τῆς τῶν ῥαφῶν διαστάσεως.

`46.26.1–46.26.3`

Τῆς τῶν ῥαφῶν διαστάσεως ἐκ ῥευματισμοῦ γεγενημένης, τὰ πρῶτα ἔργα γινέσθω ὅσα εἴρηται ἐπὶ τῶν ὑδροκεφάλων, κἂν μετὰ τὴν παντελῆ τοῦ ὑγροῦ ἔκκρισιν, τῆς ἀκολούθου ἀγωγῆς δοκιμασθείσης, συναρμογῶσιν αἱ ῥαφαί, ἀσμενίζειν δεῖ· ἐὰν δὲ φθαρῇ τὰ τῶν ὀστέων πέρατα ἑκατέρωθεν, περιτιτράσθω καὶ ἐκκοπτέσθω. ἐκ πληγῆς δὲ τῆς διαστάσεως γεγενημένης, ἀνυπερθέτως δεῖ ἑκατέρωθεν διὰ τῶν χειρῶν παραπιέζειν τὴν κεφαλὴν καὶ τὰ διιστάμενα ὀστᾶ συνάγειν πρὸς τὴν κατὰ φύσιν τῆς ῥαφῆς συναρμογήν, ἔπειτα ὅλην τὴν κεφαλὴν ἀποξυρᾶν καὶ ἐπιτιθέναι σπληνίον δυνάμεως ἀφλεγμάντου κολλητικῆς, ἐπιδεῖν δʼ ἐπιδέσει τῇ δυναμένῃ συνεργῆσαι τῇ τῶν ῥαφῶν συμβολῇ, τῷ λαγωῷ ἐπιδέσμῳ, λύειν τε διὰ μιᾶς ἡμέρας ἢ διὰ δύο καὶ πυρίαν ξηρὰν προσάγειν ἐπιτιθέναι τε τὸ αὐτὸ σπληνίον καὶ ἐπιδέσει τῇ αὐτῇ χρῆσθαι· εἴωθε δὲ διὰ τῆς εἰρημένης ἀγωγῆς κρατύνεσθαι ἡ τῶν ὀστέων συμβολή. ἐὰν δʼ ὑπόπυον γένηται τὸ τῆς ῥαφῆς διάστημα, διαιρείσθω τὸ ἐπὶ τῷ ὑγρῷ σῶμα, καὶ μετὰ τὴν τοῦ πύου ἔκκρισιν ἑκατέρωθεν ὡς ἐπὶ ῥωγμῆς ἐπιτιτράσθω τὰ τῆς ῥαφῆς πέρατα καὶ ἐκκοπτέσθω.

`46.27`

Ἐκ τῶν Ἀρχιγένους. Περὶ τῶν αὐτῶν.

`46.27.1–46.27.5`

Τοὺς δὲ περισωθησομένους ἢ ἀπολουμένους ἐκ τούτων τεκμαρτέον, τὸ μὲν πλέον ἐκ τοῦ τραύματος, ἔπειτα κἀκ τοῦ ἄλλου σώματος. οἱ μὲν γὰρ σωτηρίως ἔχοντες ἐκ τοῦ τὸ μὲν ἕλκος ἄπονον εἶναι, μήνιγγας δὲ διαφυλάσσειν τὸ κατὰ φύσιν χρῶμα καὶ κίνημα, καθαίρεσθαί τε μετʼ ἐκπύησιν τὸ ἕλκος, πύον λευκόν, ὁμαλόν, ἡσυχῇ παχύ, μὴ κάκοσμον, τὸ γοῦν κατʼ ἀρχὰς λευκὸν φανὲν μετὰ χρόνον ἐρυθραίνεσθαι, σάρκα κεγχρώδη προσβάλλειν, λεπίδας τε πρὸς τοὺς ἰδίους ἀποβάλλειν χρόνους, ἀταράχως ὑπνοῦν, ἀπυρέτους εἶναι, ὀρέγεσθαι, τὸ λαμβανόμενον διοικεῖν, ἀναλόγους τὰς ἀποκρίσεις γίνεσθαι, ἀδένας ἐν ταῖς ἀρχαῖς ἢ ἐρυσίπελας φανὲν συντόμως λύεσθαι· τοὺς δὲ κινδυνεύοντας ἔκ τε τῆς ὄψεως καὶ τῶν περὶ τὸ τραῦμα καὶ τὸ ἄλλο σῶμα γινομένων καὶ τῶν ἀποκρινομένων. χρῶμα γοῦν ἐπὶ πλέον ἀνατραπὲν καὶ μεῖναν κινδυνῶδες καὶ ὀφθαλμῶν κοιλότης καὶ διαστροφὴ καὶ ἐκστροφὴ καὶ τὸ καταληφθέντα ἐφʼ ἡμέραν καὶ νύκτα μὴ ἀνενεγκεῖν παραλυθῆναί τε τοῦ σώματος, ἀλγεῖσθαι τὸ ἕλκος ἐφʼ ἡμέραν μᾶλλον κατάξηρον ἄνικμόν τε γίνεσθαι ἐπὶ πλέον, ἰχωρροεῖν λεπτῷ καὶ δυσώδει. τά τε χείλη ἐξέρυθρα τῆς τομῆς εἶναι καὶ πλαδαρά, καὶ ἔτι μᾶλλον ἐπικαμπῆ, τό τε προσαφίστασθαι τὸ δέρμα τοῦ ὀστέου μοχθηρόν, μήνιγγα τετρῶσθαι, ἀκίνητον, ἔκλευκον ἢ πελιὰν φαίνεσθαι ἢ μέλαιναν ἢ φλεγμαίνουσαν ἐπὶ πλέον ἢ προπίπτουσαν καθαιρομένην τε ἐπιρρυπαίνεσθαι, μὴ ὑπό τινος τῶν ἔξωθεν. ὀστοῦν κατάξηρον ἢ πελιὸν ἢ μέλαν ἢ χλωρὸν εἶναι, τό τε τὰς ῥαφὰς ἐν τῷ χρόνῳ τῆς θεραπείας διίστασθαι μοχθηρόν, καὶ τένων ἀκίνητος, ἐπιπόνως συνελκόμενος, ἀκράτεια κεφαλῆς κἀν τῷ δὴ βασταχθῆναι σκοτόδινον ἐπάγουσα, ἀπροαιρέτως τε δακρύειν ἢ λημώδεις ὀφθαλμοὺς φαίνεσθαι καὶ τὸ φεύγειν τὴν αὐγήν, ἐρυθρά τε ἢ πελιὰ τὰ λευκὰ γίνεσθαι, ὑποσημαίνειν τε συμβαλλομένων τῶν βλεφάρων τὰ λευκά, ἤχους ἢ βόμβους ἐν τοῖς ὠσὶν εἶναι, καὶ μηδὲν ἀκούειν, ἀμαυροῦσθαι τὴν ὅρασιν, δεδέσθαι σιαγόνας ἢ τρέμειν ἢ παρεῖσθαι, πόνος τῶν ὀδόντων ἀθροῦς ἐμπίπτων, φωνῆς ἰσχνότης, ἀσάφεια, βάρβαρος καὶ ἀσυνήθης ὁμιλία, ὕπνος πλείων τοῦ δέοντος ἢ ἀγρυπνία καὶ πόνος ἐπανάγων, πυρετοὶ μηδὲν μὲν ἀνιέντες, ἐφʼ ἡμέραν δʼ ἐπιτείνοντες, ὑπόπυα μέρη γινόμενα, ἱδρώτων πολλὴ ῥύσις καὶ πύον διὰ ῥινὸς ἢ ὤτων δυσῶδες φερόμενον. τρόμος, παλμὸς συνεχής, δακτύλων ἄλογος κίνησις μοχθηρόν, κατὰ κοιλίαν ἢ χολῶδες ἢ μέλαν ἢ ὠμὸν φέρεσθαι, οὖρα λεπτὰ πολλὰ ἢ παχέα ἢ ὑποζυγίοις ὅμοια, καὶ τὸ ἀπροαιρέτως φέρεσθαι τὰς χεῖρας ἐπὶ τὸ τραῦμα, κροκυδίζειν, ἐξανίστασθαι, περιψυχόμενον τὰ ἄκρα τὰ μέσα ἐκπυροῦσθαι, ἄτακτον εἶναι σφυγμόν, δυσπνοεῖν, ψυχρὸν ἐκπνεῖν.

`46.28`

Ἐκ τῶν Ἀντύλλου. Περὶ ὑδροκεφάλων.

`46.28.1–46.28.16`

Τὸ ὑδροκέφαλον γίνεται πάθος, ἀφυῶς τῆς κεφαλῆς θλιβομένης ὑπὸ τῶν μαιῶν, ἔτι νεογνῶν ὄντων τῶν παιδίων· παρακολουθεῖ δὲ τοῖς ἐν τῷ πάθει ὄγκος πολὺς προμήκης περὶ τὴν κεφαλήν, αἶσχος οὐκ ὀλίγον παρεχόμενος. διαφοραὶ δὲ τῶν ὑδροκεφάλων εἰσὶ τρεῖς· ἢ γὰρ μεταξὺ τοῦ δέρματος καὶ τοῦ περικρανίου ἢ μεταξὺ περικρανίου καὶ ὀστέου ἢ μεταξὺ ὀστέου καὶ μήνιγγος· μεταξὺ γὰρ μήνιγγος καὶ ἐγκεφάλου συστῆναι ὑγρὸν ἀδύνατον· φθαρείη γὰρ ἂν πρότερον ὁ τοῦτο παθὼν πρὶν ἢ τὸ ὑδροκέφαλον συστῆναι πάθος. σημεῖα δὲ τῶν μεταξὺ τοῦ δέρματος καὶ περικρανίου τὸ ὑγρὸν ἐχόντων τοιαῦτά ἐστιν· ὄγκος εὐαφής, ὁμόχρους, ἀναλγής, εἰς ὕψος κεκυρτωμένος, ἠρέμα διʼ ὀλίγου σώματος ὑποπίπτων, κατὰ τὴν ὑπέρεισιν τῶν δακτύλων ῥᾳδίως ὑπείκων τε καὶ ἀντιμεθιστάμενος. εἰ δὲ μεταξὺ περικρανίου καὶ ὀστοῦ συσταίη τὸ ὑγρόν, τὰ μὲν ἄλλα ὁμοίως παρακολουθήσει, ἀλγημάτων δὲ μᾶλλον ἀντιλήψονται οὗτοι, καὶ ὄγκος αὐτοῖς ἧσσον διαυγήσει καὶ ἀντιμεταστήσεται βραδύτερον, καὶ τὰ ἐπεστορεσμένα σώματα πολλὰ τοῖς ἐπαφωμένοις ἀπαντήσεται. εἰ δὲ μεταξὺ μήνιγγος καὶ ὀστέου τὸ ὑγρὸν συσταίη, ὄγκος μὲν ἔσται — τὸ γὰρ ὀστοῦν ἔτι ἀπαγὲς ἐπὶ τῶν νηπίων ἐστί, καὶ εὐκίνητον καὶ εὔθλαστον ὂν ἐπεκταθήσεται ῥᾳδίως, καὶ στερεός γε ὄγκος εὑρεθήσεται καὶ ἐπώδυνος καὶ ἐς ὀξὺ μᾶλλον ἀνηγμένος —, οἱ τόποι δʼ οἱ κατὰ μέτωπον καὶ κροτάφους στενότεροι ἢ κατὰ λόγον τοῦ σώματος εὑρεθήσονται, συναγομένων τῶν ἐνταῦθα μερῶν διὰ τὴν εἰς ὕψος ἀνάτασιν, περί τε ὀφθαλμοὺς μαρμαρυγαὶ καὶ σκαρδαμυγμοὶ τούτοις παρακολουθήσουσιν. εἰ δὲ συσταίη μεταξὺ μήνιγγός τε καὶ ὀστέου τὸ ὑγρόν, μὴ προώσειε δὲ μηδὲ κυρτώσειε τὸ ὀστοῦν, ἀλλὰ διαστήσειε τὰς ῥαφάς, ἀνελεύσεται μὲν τὸ ὑγρὸν καὶ εὑρεθήσεται μεταξὺ περικρανίου καὶ ὀστοῦ· σημεῖα δὲ τὰ μὲν ἄλλα παρέψεται τὰ αὐτά, ἅπερ εἶχεν ἡ μεταξὺ περικρανίου καὶ ὀστοῦ σύστασις, τὰ δʼ ἀλγήματα τούτοις, ὧν αἱ ῥαφαὶ διεστᾶσι, μείζω παρακολουθήσει. ἴδια δὲ καὶ ἐξαίρετα ἐπὶ τούτων εὑρεθήσεται σημεῖα δύο, τό τε θλιβομένου πάντοθεν τοῦ ὄγκου τὸ ὑγρὸν ἔλασσον φαίνεσθαι, ὡς ἂν καταδυόμενον διὰ τῆς διαστάσεως τῶν ῥαφῶν εἰς ἐκεῖνο τὸ χωρίον ὅθεν ἐπανῆλθεν, καὶ τὸ τὴν χεῖρα ὁμαλῶς παραγομένην ἐπὶ τοῦ ὄγκου κατά τινα μέρη οἷον κενεμβατεῖν, τουτέστι κατʼ ἐκεῖνα, καθʼ ἃ διεστᾶσιν αἱ ῥαφαί. εἰ μὲν οὖν μεταξὺ δέρματός τε καὶ περικρανίου τὴν σύστασιν λάβοι τὸ ὑγρόν, εἰ μὲν σύμμετρον εἴη τῷ πλήθει, καὶ μικρὸς ὄγκος τυγχάνοι, μίαν διαίρεσιν κατὰ μέσον ἐμβλητέον, σύμμετρον τῷ μεγέθει πρὸς τὸν ὄγκον. οὕτως δʼ ἐμβλητέον τὴν διαίρεσιν ὥστε τὴν ἐξ αὐτῆς γινομένην οὐλὴν ὑπὸ τῆς ἐπιπτώσεως τῶν τριχῶν σκέπεσθαι. μετὰ δὲ τὴν ἔκκρισιν τοῦ ὑγροῦ τὸν κόλπον δεῖ ὁμοίαις ἀγωγαῖς ἀποθεραπεύειν, αἷς καὶ τοὺς ἀπὸ τῶν ἀποστημάτων κόλπους ἰώμεθα. εἰ δὲ μείζων ὁ ὄγκος εἴη, δύο καὶ πλείους διαιρέσεις ἐμβαλοῦμεν καὶ καθόλου μετοίσομεν ἐνταῦθα πᾶσαν τὴν ἀπὸ τῶν ἀποστημάτων χειρουργίαν. εἰ δὲ μεταξὺ περικρανίου καὶ ὀστέου γένοιτο τὸ ὑγρόν, ὁ μὲν αὐτὸς τρόπος τῆς χειρουργίας παραληφθήσεται, φυλαξόμεθα δὲ τοὺς ἐμπίπτοντας μῦς, οἷον τοὺς τῶν κροτάφων, καὶ οὐ κατʼ αὐτούς, ἀλλὰ παρʼ αὐτοὺς τὰς διαιρέσεις δώσομεν. ἐκκριθέντος δὲ τοῦ ὑγροῦ, τῆς ψιλώσεως ἐπιμελησόμεθα τῆς κατὰ τὸ ὀστοῦν ὅνπερ τρόπον ἐπὶ τῶν συρίγγων ἐλέγομεν. εἰ δʼ ὑπὸ τὸ ὀστοῦν συσταίη τὸ ὑγρόν, εἴτε σὺν διαστάσει ῥαφῶν, εἴτε ἄνευ διαστάσεως, ἀπαγορεύσομεν τὴν χειρουργίαν· τήν τε γὰρ μήνιγγα ἀμήχανόν ἐστι μὴ οὐχὶ κακῶς ὑπὸ τοῦ ὑγροῦ περιπλεομένην διακεῖσθαι, ἥ τε διάστασις τῶν ῥαφῶν ἀθεράπευτός ἐστιν. εἰ δὲ χωρὶς τῆς διαστάσεως ἐξογκωθείη τὸ ὀστοῦν, καὶ ὣς ἀνωφελὴς ἡ χειρουργία· ἀνατρήσαντες γὰρ τὸ μὲν ὑγρὸν κομισόμεθα, τὴν δʼ ἀμορφίαν τὴν γεγονυῖαν ἐκ τῆς ἐπαναστάσεως τοῦ ὀστοῦ καταστεῖλαι πῶς ἄν τις δυνηθείη; εἰ δέ τις πᾶν ἐθέλοι τὸ ἐπανεστηκὸς ὀστοῦν ἐκκόπτειν, γυμνώσει τὴν μήνιγγα πᾶσαν καὶ σπασμῷ τὸν κάμνοντα παραδώσει.

`46.29`

Ἐκ τῶν Ἡλιοδώρου. Περὶ ὀστώδους ἐπιφύσεως.

`46.29.1–46.29.10`

Ὀστώδης ἐπίφυσις ἐν παντὶ μὲν γίνεται μέρει τοῦ σώματος, πλεοναζόντως δʼ ἐν τῇ κεφαλῇ, μάλιστα δὲ πλησίον τῶν κροτάφων. ὅταν δὲ δύο ἐπιφύσεις γένωνται πλησιάζουσαι τοῖς κροτάφοις, κέρατα ταῦτά τινες εἰώθασιν ὀνομάζειν, ἔνιοι δὲ διονυσιακοὺς τοὺς οὕτω πεπονθότας ἀνθρώπους προσηγόρευσαν. ἔστι δὲ τὸ πάθος εὐκατάληπτον· συνεδρεύει γὰρ ὄγκος ἀντίτυπος, ὁμόχρους, ἀναλγής· ἀντίτυπος δʼ ἄγαν ὡς ἀπʼ ὀστέου, ἀμετακίνητος· ἐξ αὐτοῦ γὰρ τοῦ κατὰ φύσιν ὀστέου γίνεται ἡ ὀστώδης ἐπίφυσις. δεῖ δʼ ἐπὶ μὲν τῶν ἄλλων τῆς κεφαλῆς μερῶν ἀναστολῇ χρήσασθαι ἐμφερεῖ τῷ Η στοιχείῳ, ἵνα μετὰ τὴν τῆς ἐπιφύσεως ἀναίρεσιν ἰσοπλατῆ ὄντα τὰ συναγόμενα σώματα ῥᾳδίως κολληθῇ, ἐπὶ δὲ τοῦ μυὸς τῷ χιεσμῷ· πολυειδῶς γὰρ ὁ μῦς διαστελλόμενος ἀσυμπαθὴς μένει. ἐξέσται δέ, μικρᾶς μὲν οὔσης τῆς ἐπιφύσεως, διαιρέσει ἀρκεσθῆναι κατὰ τὴν τοῦ ὄγκου κορυφήν, ἔπειτα διαστεῖλαι τοῖς ἀγκίστροις τὰ χείλη καὶ τὴν ἐπίφυσιν ἐκκόψαι. ἐπὶ δὲ τοῦ μυὸς οὐ πάντως δεῖ χιέζειν τὸ σύγκριμα, ἄλλως δὲ μείζονι χρῆσθαι διαιρέσει συμμέτρως ὑπολόξῳ, ἵνα τὸ πλεῖον αὐτοῦ μέρος τέμνηται, καὶ τῷ μεγέθει τῆς διαιρέσεως γυμνωθῇ ἡ ἐπίφυσις. ὅλη δʼ ἐκ βάσεως ἐκκοπτέσθω, ἵνα ὁμαλισθέντος τοῦ τόπου ἡ φυσικὴ εὐπρέπεια γίνηται. ἐὰν μὲν οὖν χαύνη ᾖ ἢ σηραγγώδης ἡ ἐπίφυσις, αὐτόθεν τοῖς σμιλιωτοῖς ἐκκοπεῦσιν ἐκκοπτέσθω, ὅλη ἐκ τῆς βάσεως ἀναιρουμένη· ἐὰν δʼ ᾖ πυκνὴ ἢ ὀστώδης, πρότερον περιτιτράσθω ἡ τοῦ ὄγκου βάσις, τῆς τοῦ τρυπάνου ἀκμῆς πλαγίας προστιθεμένης, καὶ οὕτως ἡ ἐκκοπὴ γινέσθω. μετὰ δὲ τὴν τῆς ἐπιφύσεως ἀναίρεσιν τὸ κατὰ φύσιν ὀστέον ξυστῆρι ἐπιξυέσθω, ἵνα ὁμαλισθῇ, καὶ τότε τὰ ἀνεσταλμένα σώματα ἐπαγέσθω καὶ ῥαπτέσθω πρὸς κόλλησιν. ὅταν δέ τι ἀντιβαίνῃ τῇ κολλήσει, διαμοτούσθω ἡ ἀναστολή, καὶ διʼ ὅλου ἡ πυοποιὸς ἐπιμέλεια ἐγκρινέσθω.

`46.30`

Περὶ ἀλωπεκίας.

`46.30.1–46.30.6`

Τῆς ἀλωπεκίας ἡ ὑπερμεγέθης ἀθεράπευτός ἐστιν, ἡ δʼ ἁπλῶς μεγάλη δυσίατος, καὶ ἡ παρὰ κροτάφοις συστᾶσα, καὶ ἡ χρονία δυσίατος ὁμοίως. ἐν δὲ τῷ τῆς θεραπείας καιρῷ ξυρᾶν δεῖ τὴν ἀλωπεκίαν, ἵνα ἐρεθισθῇ ἡ ἐπιφάνεια, καὶ ὀθονίῳ τραχυτάτῳ τὸν τόπον ἀνατρίψαντα κατασχᾶν ἐπιπολαίοις ἀμυχαῖς πρὸς ἔκκρισιν τοῦ τῆς ψιλώσεως αἰτίου, εἶτʼ ἐπιθεῖναι φάρμακον ἑλκυστικόν, οἷόν ἐστι τουτί· φλοιοῦ καλάμου κεκαυμένου τέφραν, καὶ νίτρου καὶ καρδάμου πεφωγμένων ἴσα λεῖα ἀναλάμβανε ὑγρᾷ πίσσῃ, ἵνα ἐμπλαστρῶδες γένηται, ποιήσας τε σπληνίον ἀφλεγμάντου δυνάμεως κατὰ τὴν μεσότητα ἔκκοπτε ἀναλόγως τῷ τῆς ἀλωπεκίας μεγέθει, ἵνα τὰ μὲν πλησίον μέρη σκεπασθῇ, γυμνὸς δὲ μείνῃ ὁ τῆς ἀλωπεκίας τόπος. καὶ τότε πλάτυσμα τοῦ φαρμάκου ἐπιτίθει κατὰ τῆς ἀλωπεκίας, χαρτίῳ σκεπάζων αὐτὸ καὶ οὐκ ὀθονίῳ, ἵνα μὴ διὰ τῶν ἀραιωμάτων ἐκρεύσῃ τὸ φάρμακον, ἐπίδεσίς τε οἰκεία παραλαμβάνεται. καὶ τῇ τρίτῃ λύσας, ἐὰν μὴ φανῇ φλύκταινα γεγονυῖα μεγάλη, πάλιν ἐπιτίθει τὸ αὐτὸ φάρμακον· τῇ δὲ τετάρτῃ ἢ τῇ πέμπτῃ τῆς φλυκταίνης φανείσης τοῖς δακτύλοις ἀποδέρειν, καὶ τοῦ ὑγροῦ ἐκκριθέντος προσάμυσσε τὸν τόπον φαρμάκῳ τινί, οἷόν ἐστι τὸ ἀφόδευμα τῶν μυῶν σὺν λιβανωτῷ καὶ ὄξει. ταῖς δʼ ἑξῆς ἡμέραις, ἐὰν μὲν ἐπιπόλαιος οὖσα ἡ ἕλκωσις ταχέως φαίνηται ἐπουλουμένη, τοῖς αὐτοῖς ἐπίμενε, εἰ δὲ βραδύνοι, κηρωτῇ χρῶ διʼ ἐλαίου καὶ ψιμυθίου ἐσκευασμένῃ· ἅμα γὰρ κατουλώθη ὁ τόπος καὶ χνοώδεις ἀραιαὶ φαίνονται φυόμεναι τρίχες, ἃς δεῖ συνεχέστατα ξυρᾶν, πράως ἀνατρίβοντα τὸν τόπον· βραδυνούσης δὲ τῆς τριχοφυΐας, τοῖς εἰρημένοις φαρμάκοις πάλιν χρηστέον. κροκοδείλου χερσαίου τὸ δέρμα καὲν ἀναισθήτους ποιεῖ τοὺς μέλλοντας τέμνεσθαι.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: soi-bg`.
