---
title: "Medical Collections, Books 1–16, 24–25, 43–50: Book XXV"
title_greek: "Ἰατρικαὶ Συλλογαί, ΚΕʹ"
author: Oribasius of Pergamon
eul_wid: soi-bc
eul_aid: soi
canonical: "https://eulogikon.org/works/oribasius-pergamon-medical-collections-book-25-soi-bc"
lang: grc
period: Late Antique
dialect: Koine
content_hash: "sha256:37d0a788a026a2ee2e8e3a71dbe8997717658b29f5b4f94cd31098f817d2b8d0"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Medical Collections, Books 1–16, 24–25, 43–50: Book XXV

*Ἰατρικαὶ Συλλογαί, ΚΕʹ*

**Author:** Oribasius of Pergamon

**eul_wid:** `soi-bc` · [HTML page](https://eulogikon.org/works/oribasius-pergamon-medical-collections-book-25-soi-bc)

## Text

Part of [Medical Collections, Books 1–16, 24–25, 43–50](/works/oribasius-pergamon-medical-collections-soi-aa)

`25.1`

Ἐκ τῶν Ῥούφου. Περὶ ὀνομασιῶν τῶν κατὰ τὸν ἄνθρωπον.

`25.1.1–25.1.56`

Ἀναγκαιότατόν ἐστι προδιδαχθῆναι τοῖς τὴν ἰατρικὴν τέχνην μανθάνουσιν ὡς χρὴ καλεῖν ἕκαστον μόριον τοῦ σώματος. ἔστι δὴ μέγιστα μέρη τοῦ σώματος κεφαλὴ καὶ αὐχὴν καὶ θώραξ καὶ χεῖρες καὶ σκέλη· θώρακα γὰρ οὐ μόνον τὸ ἀπὸ τῶν κλειδῶν μέχρι τῶν ὑποχονδρίων καλοῦμεν, ἀλλὰ καὶ τὸ σύμπαν ἀπὸ τῶν κλειδῶν μέχρι τῶν αἰδοίων· κεφαλὴν δὲ καὶ τὸ τετριχωμένον καλοῦμεν καὶ τὸ σὺν τῷ προσώπῳ. τοῦ οὖν τετριχωμένου τὸ μὲν ἔμπροσθεν καλεῖται βρέγμα, ἐφʼ οὗ τέτακται ἡ καλουμένη στεφάνη, περὶ ἣν τοὺς στεφάνους τίθεμεν, ἰνίον δὲ τὸ ὀπίσω, τὰ δʼ ἑκατέρωθεν τοῦ βρέγματος κρόταφοι καὶ κόρσαι, τὸ δʼ ἐν μέσῳ, καθʼ ὃ δὴ μάλιστα εἰλοῦνται αἱ τρίχες, κορυφή. ὑπὸ δὲ τῷ βρέγματι κεῖται τὸ μέτωπον. αἱ δὲ παρὰ τοὺς κροτάφους τῶν τριχῶν ἐκφύσεις ἴουλοι, χαῖται δʼ ὄπισθεν κατὰ τὸ ἰνίον. ἡ δὲ τοῦ μετώπου ἐσχάτη ῥυτὶς ἐπισκύνιον, τὰ δὲ τετριχωμένα τοῦ μετώπου ὀφρύες. τούτων ἡ μεσότης μεσόφρυον, ἀφʼ οὗ ἡ ῥὶς τέταται, ἧς τὸ ἄκρον σφαιρίον καλεῖται, τὸ δʼ ὑποκείμενον διάφραγμα. ἀπὸ δὲ τοῦ σφαιρίου τὸ καθῆκον σαρκῶδες ἐπὶ τὸ χεῖλος κίων, μυξωτῆρες τὰ κοιλώματα ἐξ ἑκατέρου μέρους διʼ ὧν γίνεται ἡ ὄσφρησις, πτερύγια ῥινὸς λέγεται τὰ τὰς κοιλότητας ταύτας περιέχοντα. τὸ δʼ ὑπὸ τῷ κίονι κοῖλον τὸ ἐπάνω τοῦ χείλους φίλτρον καλεῖται· πᾶν δὲ τὸ μετὰ τὴν ῥῖνα τοῦ ἄνω χείλους ὑπόρρινον, εἶτα χείλη δύο, ὧν τὰ ἄκρα πρόχειλα, τὸ δὲ σύμβλημα τῶν χειλῶν προστόμιον. ὑπὸ δὲ ταῖς ὀφρύσιν ὑπόκεινται οἱ ὀφθαλμοί, αὐτοὺς δὲ τοὺς ὀφθαλμοὺς τὰ σκέποντα βλέφαρα, ὧν τὸ μὲν ἄνωθεν, τὸ δὲ κάτωθεν, αἱ δὲ συμβολαὶ αἱ ἐν τῷ ἐπιμύειν γινόμεναι ταρσοί. αἱ δὲ τρίχες αἱ ἐκ τῶν βλεφάρων ἐκπεφυκυῖαι βλεφαρίδες, τὰ δὲ πέρατα τῶν ταρσῶν κανθοί, ὧν ὁ μὲν πρὸς τῇ ῥινὶ μέγας, ὁ δὲ πρὸς τῷ κροτάφῳ μικρός. κόραι ἢ ὄψεις ἢ γλῆναι τὰ μέσα τῶν ὀφθαλμῶν διʼ ὧν ὁρῶμεν· οἱ δʼ ὄψιν μὲν ᾧ βλέπομεν, κόρην δὲ καὶ γλήνην τὸ εἴδωλον τὸ ἐν τῇ ὄψει. τὰ δὲ μετὰ ταῦτα μέλανα ἢ γλαυκὰ ἢ χαροπὰ ἀπὸ τῆς χρόας καλεῖται. ἶρις δʼ ὁ κύκλος ὁ συνάπτων τῷ λευκῷ. τὰ δʼ ὑπὸ τοῖς ὀφθαλμοῖς ὑπώπια, οἷς ὑπόκεινται ἐπαναστάσεις τινές, αἳ καλοῦνται μῆλα, οἷς ἐρυθριῶμεν. ἀπὸ δὲ τῶν μήλων αἱ καλούμεναι παρειαὶ καὶ σιαγόνες καὶ γνάθοι, ὧν αἱ γένυες ἀπολήγουσιν εἰς τὸ ἄποξυ τῶν κάτω γνάθων, ἀφʼ οὗ τὸ μέχρι τοῦ κάτω χείλους περιφερές τε καὶ ἐξέχον γένειον· τὸ δʼ ὕπτιον ὑπὸ τὸ γένειον σαρκῶδες ἀνθερεῶνα, οἱ δὲ λευκανίαν· οἱ δʼ ἀνθερεῶνα μὲν τοῦτο, λευκανίαν δὲ τὸ πρὸς τῇ κλειδὶ κοῖλον ὀνομάζουσιν. ὦτα καλοῦνται αἱ ἐπαναστάσεις αἱ ἐξ ἑκατέρου μέρους τῶν κροτάφων πρὸς τοῖς τέρμασι πεφυκυῖαι, ὧν τὰ μὲν τρήματα πόροι ἀκουστικοὶ διʼ ὧν ἀκούομεν, τὰ δʼ ἐκκρεμῆ καὶ σαρκώδη λοβοί, τὰ δὲ χονδρώδη καὶ ἀνωτάτω πτερύγια, ἕλικες δὲ τὰ ἐντεῦθεν συνάπτοντα τὴν περιφέρειαν, ἀνθέλικες δὲ τὰ ἐν μέσῳ ὑπεραίροντα μετὰ τὴν ἕλικα παρὰ τὴν κοιλότητα, κόγχη δὲ τὸ ἀπὸ τῆς ἀνθέλικος κοῖλον, τὸ δʼ ἀπέναντι τῆς κόγχης ἔξαρμα παρὰ τὸ πέρας τοῦ κροτάφου τράγος, τὸ δʼ ἀντικρὺ τούτου παχὺ πέρας τῆς ἀνθέλικος ἀντίτραγος. στόμα δʼ ἡ πρώτη τομὴ τῶν χειλῶν καὶ ἡ λοιπὴ εὐρυχωρία πᾶσα μέχρι τῆς φάρυγγος. ἐν δὲ τῷ στόματι ἄλλα τέ τινά ἐστι καὶ οἱ ὀδόντες, ὧν οἱ μὲν ἔμπροσθεν τομεῖς καλοῦνται, ὀκτὼ τὸν ἀριθμὸν ὑπάρχοντες, κυνόδοντες δʼ οἱ μετʼ αὐτοὺς τέσσαρες, οἱ δὲ λοιποὶ πάντες εἴκοσι μύλαι προσαγορεύονται. τούτων δʼ οἱ ἔσχατοι καὶ ἐνδοτέρω σωφρονιστῆρες τέσσαρες, οἵτινες, ἡνίκα ἀρχόμεθα φρονεῖν, φύονται. τὰ δὲ τούτους περιέχοντα σαρκία οὖλα. ἡ δὲ σύνδεσις τῶν γνάθων χαλινὸς καλεῖται· τράπεζαι δὲ τὰ πλατέα τῶν γομφίων, ὁλμίσκοι δὲ καὶ φάτναι αἱ κοιλότητες τῶν γνάθων, εἰς ἃς ἐμπεπήγασιν οἱ ὀδόντες. τῆς δὲ γλώσσης ῥίζα μὲν ἡ ἔκφυσις, αὐχὴν δὲ τὸ ἐφεξῆς, πρόγλωσσον δὲ τὸ ἔμπροσθεν, παράσειρα δὲ τὰ ἑκατέρωθεν, ὑπογλωσσὶς δὲ τὸ ὑποκάτω, ἐπιγλωσσὶς δὲ τὸ ἔνδον ὑπὲρ τοῦ βρόγχου πῶμα γινόμενον τῆς τραχείας ἀρτηρίας, ὅταν τι καταπίνωμεν, ὑπὲρ τοῦ μηδὲν ἐμπίπτειν εἰς τὸν πνεύμονα, ἀναπνεόντων δὲ μετέωρόν ἐστιν, ὡς μὴ κωλύοι τὴν τοῦ πνεύματος ἄνοδον. οὐρανὸς ἢ ὑπερῴα τὸ ὑπεράνω τῆς γλώσσης περιφερές· τὸ δʼ ἐντεῦθεν κατὰ τὰ ἔνδον μέρη ἐκκρεμάμενον σαρκίον κιονίς, οἱ δὲ γαργαρεῶνα, οἱ δὲ σταφυλήν· ὑπόκειται δʼ αὐτῇ ἡ τοῦ βρόγχου κεφαλή. ἐφεξῆς τράχηλος, τὸ δʼ αὐτὸ καὶ δειρή· οὗ τὸ μὲν ἔμπροσθεν βρόγχος καὶ τραχεῖα ἀρτηρία, ἡ δὲ κατὰ μέσον ἐπανάστασις λάρυγξ, τὸ δʼ ὀπίσω αὐχὴν καὶ ἰνίον, τὸ δὲ πρὸς ταῖς κλεισὶ κοῖλον ἀντικάρδιον καὶ σφαγή. τὰ δʼ ἀπὸ τοῦ τένοντος ἐπὶ τοὺς ὤμους καθήκοντα ἐπωμίδες, ὦμοι δʼ αἱ κεφαλαὶ τῶν βραχιόνων, ὠμοπλάται δὲ τὰ ἐπικείμενα τῷ νώτῳ πλατέα ὀστᾶ, ὧν ἡ διὰ μέσου ὑπεροχὴ ῥάχις· ἀκρώμια δʼ οἱ σύνδεσμοι τῶν κλειδῶν καὶ τῶν ὠμοπλατῶν, ἐχομένως δὲ καὶ αἱ κατακλεῖδες. μασχάλη δʼ ἡ ὑπὸ τῷ ὤμῳ κοιλότης, εἰς ἣν τὰ πολλὰ ὁ ὦμος ὀλισθάνει, ἑξῆς βραχίων. ἡ δὲ γωνία τοῦ ἄρθρου, ἐφʼ ἣν κλινόμενοι στηριζόμεθα, ἀγκὼν ἢ ὀλέκρανον, τὸ δʼ ἐντεῦθεν πῆχυς. περαίνεται δὲ πρὸς τὸν καρπόν, ἀφʼ οὗ ἐστι τὸ μετακάρπιον, ἑξῆς στῆθος χειρός — οἱ δʼ ὑπόθεναρ —, ὅ ἐστιν ὑπὸ τὸν μέγαν δάκτυλον, μεθʼ ὃ ἡ κοιλότης τῆς χειρός. δακτύλων δʼ ὁ μέν τις μέγας ὁ ἀφεστηκὼς τῶν ἄλλων, ὁ δὲ λιχανὸς ὁ πρῶτος τῶν τεσσάρων, ὁ δὲ μέσος, ὁ δὲ παράμεσος, ὁ δὲ μικρός. τούτων τὰ ὀστᾶ σκυταλίδες ἢ φάλαγγες, κόνδυλοι δʼ αἱ συγκαμπαί, ὧν τὰ πρῶτα προκόνδυλοι, τὰ δʼ ἐφεξῆς μετακόνδυλοι. αἱ δὲ τῶν ὀνύχων ἀρχαὶ ῥιζωνυχίαι, τὰ δὲ πέρατα τῶν δακτύλων ῥῶγες ἢ κορυφαί. θέναρ τὸ μεταξὺ διάστημα τοῦ λιχανοῦ καὶ τοῦ μεγάλου δακτύλου· ἔοικε δʼ Ἱπποκράτης πᾶν τοῦτο τὸ χωρίον θέναρ καλεῖν. ἀπὸ δὲ τῶν κλειδῶν στῆθος μὲν τὸ ἔμπροσθεν καὶ στέρνον, νῶτος δὲ τὸ ὄπισθεν ἀπὸ τοῦ αὐχένος, ἐφʼ ᾧ τὸ μετάφρενον, ὀσφὺς δὲ τὸ τελευταῖον τῆς ῥάχεως. αἱ δʼ ἐπὶ τῷ στήθει σαρκώδεις ἐπαναστάσεις μαστοί, ὧν τὰ ἄκρα θηλαί. πλευρὰ δὲ καλεῖται πᾶν τὸ ὑπὸ τῇ μασχάλῃ· τὰ δʼ ὀστᾶ πλευραὶ καὶ σπάθαι, ὧν αἱ πρῶται συνάπτουσιν ἀλλήλαις εἰς τὸ τέρμα τοῦ στέρνου, καθʼ ὃ ἡ καρδία ἐστίν, εἶτα αἱ φρένες — οἱ δὲ προκάρδιον, οἱ δὲ καρδίαν —, μεθʼ ὅ ἐστι τὸ στόμα τῆς κοιλίας. τὰ δὲ μεταξὺ τῶν πλευρῶν μεσοπλεύρια, νόθαι δὲ πλευραὶ αἱ μὴ συνάπτουσαι ἀλλήλαις, χόνδροι τὰ πέρατα τούτων. ὑποχόνδρια δὲ τὰ ἐν τοῖς χόνδροις μυώδη. κοιλία δʼ ἡ γαστήρ, τὸ ἐν μέσῳ δʼ ἐπιγάστριον, τὸ ἐπὶ τῆς γαστρὸς δέρμα. ὀμφαλὸς δὲ τὸ ἐν μέσῳ κοῖλον, τὸ δὲ περικείμενον δέρμα τῷ ὀμφαλῷ γραῖα, καθότι ῥυτιδούμενον τοῦτο γῆρας σημαίνει. τὸ δʼ ὑποκάτω τοῦ ὀμφαλοῦ ὑπογάστριον καὶ ἦτρον, τὸ δʼ ὑπὸ τοῦτο μέχρι τῶν αἰδοίων ἐπίσειον ἢ ἐφήβαιον. τῶν δʼ αἰδοίων τοῦ μὲν ἄρρενος τὸ μὲν ἐκκρεμὲς στῆμα, τὸ δὲ μὴ ἐκκρεμὲς ὑπόστημα ἢ περίναιος, τὸ δʼ ἄκρον τούτου πόσθη. ὄσχεος δʼ ἐν ᾧ οἱ δίδυμοι, ὧν τὸ μὲν ἄνω κεφαλή, τὸ δὲ κάτω πυθμὴν καλεῖται· τὸ δὲ χαλώμενον τοῦ ὀσχέου λακκόπεδον. τῆς δὲ γυναικὸς κτεὶς μὲν τὸ ἄνω, σχίσμα δʼ ἡ πρώτη τομή, τὸ δʼ ἐν μέσῳ μυῶδες σαρκίον μύρτον ἢ νύμφη· μυρτόχειλα δὲ τὰ ἑκατέρωθεν πτερυγώματα. τῆς δὲ ῥάχεως τὰ ὀστᾶ σπόνδυλοι· ἡ δὲ πᾶσα σύνθεσις τῶν σπονδύλων ἄκανθα, ἧς τὸ κατωτέρω ὀσφύς, τὸ δὲ τελευταῖον τῆς ῥάχεως ἱερὸν ὀστοῦν, οἱ δʼ ὑποσπόνδυλον. τούτου τὸ ἄκρον κόκκυξ καλεῖται. τῆς δʼ ὀσφύος τὰ παρʼ ἑκάτερα γλουτοί· πυγαὶ δὲ τὰ μετὰ τὴν ὀσφὺν σαρκώδη, ἃ καὶ ἐφέδρανα καλεῖται. βουβῶνες δʼ αἱ ἀρχαὶ τῶν μηρῶν, τῶν δὲ μηρῶν τὰ μὲν εἴσω μέρη παραμήρια, τὰ δὲ μεταξὺ τούτων τὰ πρὸς τὸν περίναιον πλιχάδες. οἱ δὲ πρὸς τοῖς γόνασι μύες ἐπιγουνίδες, τὰ δʼ ὀστᾶ γονατίδες· Ἱπποκράτης τοῦτο μύλην καλεῖ. γόνυ δʼ ἐστὶ τὸ ἄρθρον τοῦ μηροῦ τὸ πρὸς τῇ κνήμῃ, ἡ δὲ σύγκαμψις ἰγνύα. γαστροκνήμια δʼ ὁ μέγας μῦς ὁ ὄπισθεν τῆς κνήμης, ἀφʼ οὗ τὸ πλατὺ νεῦρον τὸ πρὸς τῇ πτέρνῃ. τῶν δʼ ὀστέων τὸ μὲν ὀπίσω κνήμη, τὸ δʼ ἔμπροσθεν ἀντικνήμιον, τὰ δʼ ἄκρα τὰ πρὸς τοῖς ποσὶ σφυρά. ἀστράγαλοι δʼ οὐκ ὀρθῶς ὀνομάζονται· εἰσὶ μὲν γάρ, ἀλλʼ οὐκ ἐμφανεῖς. πτέρνα τὸ ὄπισθεν περιφερὲς τοῦ ποδός, τὸ δʼ ἐφεξῆς κοῖλον, τὸ δὲ μετὰ τοῦτο καλεῖται πεδίον, οὗ τὸ ἐπάνω ταρσός. πέζα δʼ ἡ πᾶσα θέσις τοῦ ποδός· δάκτυλοι δʼ ὁμοίως τοῖς τῆς χειρὸς ὀνομάζονται.

`25.2`

Ἐκ τῶν Γαληνοῦ. Περὶ ὀστῶν.

`25.2.1–25.2.7`

Τῶν ἐν τοῖς ἀνθρώποις ὀστῶν ἁπάντων συνημμένων ἀλλήλοις ἡ μὲν ὅλη σύνταξις ὀνομάζεται σκελετός· ἔστι δʼ ὁ τρόπος τῆς συνθέσεως αὐτῶν διττός, ὁ μὲν ἕτερος κατʼ ἄρθρον, ὁ δʼ ἕτερος κατὰ σύμφυσιν. τὸ μὲν οὖν κατʼ ἄρθρον ἐστὶ σύνταξις ὀστῶν φυσική, ἡ δὲ σύμφυσις ἕνωσις ὀστῶν φυσική· πρόσκειται γὰρ ἑκατέρῳ τῶν ὅρων τὸ φυσική, ὅτι καὶ τὰ παραρθρήσαντα ἢ ἐξαρθρήσαντα παράκειται μὲν ἀλλήλοις, ἀλλʼ οὐ φύσει, καὶ ὅσα καταγέντα συνέφυσε πῶρος, ἑνοῦται μέν, ἀλλʼ οὐ φύσει. οἱ δʼ αὐχένες ἀποφύσεις εἰσὶ τῶν ὀστῶν ἰσχναί, τελευτῶσι δʼ εἰς παχύτερόν τε καὶ περιφερὲς πέρας, ὃ δὴ καλεῖται κεφαλή· ὅταν δʼ εἰς ὀξὺ τελευτήσῃ πέρας ἡ ἀπόφυσις, οὐκέτι αὐχήν, ἀλλὰ κορώνη καὶ κορωνὸν καλεῖται. καὶ τῶν ὑποδεχομένων δὲ τὰς κεφαλὰς κοιλοτήτων ἡ μὲν βαθυτέρα κοτύλη καλεῖται, ἡ δʼ ἐπιπολῆς ὑπʼ ἐνίων ὠνόμασται γλήνη. ὑποβέβληται δὲ καὶ οἷον ὑπερήρεισται τὰ ὀστᾶ τῇ λοιπῇ τοῦ σώματος οὐσίᾳ καθάπερ τινὰ θεμέλια· πάντα γὰρ ἐπὶ τοῖς ὀστοῖς πέφυκέ τε καὶ ἐστήρικται. εἰσὶ δʼ ἐν αὐτοῖς ὅσα μὲν μεγάλα, μεγίστας ἔχοντα κοιλίας μυελοῦ μεστάς· τὰ δὲ σμικρὰ πλήρη τέ ἐστιν ὅλα καὶ οὐδεμίαν αἰσθητὴν ἔχει κοιλότητα. τῶν δὲ μεγάλων τοῖς πλείστοις ἐπιφύσεις εἰσὶ κατὰ τὸ πέρας ἑτέρων ὀστῶν, οἷον βραχίονι μὲν ἄνω, πήχει δὲ κάτω, κερκίδι δὲ καὶ μηρῷ καὶ κνήμῃ καὶ περόνῃ κατʼ ἄμφω. γένυς δʼ ἡ κάτω μυελὸν μὲν ἔχει, ἐπίφυσιν δʼ οὐκ ἔχει, ἀλλὰ τῶν περάτων αὐτῆς τὸ μὲν κάτω κατὰ σύμφυσιν ἥνωται, τὸ δʼ ἄνω δύο ἀποφύσεις ἔχει, τὴν μὲν κορώνην, τὴν δʼ αὐχένα μόνον· διαφέρει γὰρ ἀπόφυσις ἐπιφύσεως, ὅτι ἡ μὲν ἐπίφυσις ἑτέρου πρὸς ἕτερόν ἐστιν ἕνωσις, ἡ δʼ ἀπόφυσις τοῦ παντὸς ὀστοῦ μέρος.

`25.3`

Περὶ τῶν τῆς κεφαλῆς ὀστῶν.

`25.3.1,2–25.3.17`

Κρανίον ὀνομάζεται τὸ τῆς κεφαλῆς ὀστοῦν. ἔστι δὲ τὸ μέν τι κατὰ φύσιν τῆς κεφαλῆς σχῆμα προμήκει μάλιστα σφαίρᾳ προσεοικός, ἕτερον δὲ τὸ καλούμενον φοξόν. τὸ μὲν οὖν κατὰ φύσιν εἴς τε τὸ πρόσω καὶ τοὐπίσω προπετέστερον ὑπάρχον τρεῖς ἔχει τὰς πάσας ἐν αὑτῷ ῥαφάς, δύο μὲν ἐγκαρσίας, ὧν ἡ μὲν ἑτέρα τέτακται κατʼ ἰνίον, ἡ δʼ ἑτέρα κατὰ τὸ βρέγμα· τρίτην δʼ ἄλλην ἐπʼ αὐταῖς κατὰ τὸ μῆκος τῆς κεφαλῆς, ἀπὸ μέσης τῆς ὄπισθεν ἐπὶ μέσην τὴν ἔμπροσθεν ἐκτεταμένην. ὀνομάζουσι δὲ τὴν μὲν ἐν τοῖς πρόσω στεφανιαίαν, ἐπειδὴ κατὰ τοῦτο μάλιστα τῆς κεφαλῆς οἱ στέφανοι κατατίθενται, τὴν δʼ ὄπισθεν λαβδοειδῆ, διότι τὸ σύμπαν αὐτῆς σχῆμα τῷ λάμβδα γράμματι προσέοικεν. αὐτὸ δὲ τὸ τῶν τριῶν ῥαφῶν σχῆμα τῷ ἦτα μάλιστα ὡμοίωται γράμματι. αἱ μὲν δὴ τοῦ κατὰ φύσιν ἐσχηματισμένου κρανίου ῥαφαὶ τὸν εἰρημένον ἔχουσι τρόπον· αἱ δὲ τοῦ φοξοῦ κατὰ τάδε διάκεινται. τῆς μὲν ὄπισθεν ἀπολομένης ἐξοχῆς, καὶ ἡ λαβδοειδὴς ῥαφὴ συναπόλλυται, τῆς δʼ ἔμπροσθεν, ἡ στεφανιαία, καὶ γίνεται καθʼ ἑκάτερον αὐτῶν τὸ τῶν σῳζομένων ῥαφῶν σχῆμα τῷ ταῦ γράμματι παραπλήσιον· ἀμφοτέρων δʼ ἀπολομένων τῶν ἐξοχῶν, αἱ φαινόμεναι δύο ῥαφαὶ πρὸς ὀρθὰς γωνίας ἀλλήλας τέμνουσιν εἰς ὁμοιότητα τῷ χῖ γράμματι. τέτακται δʼ ἡ μὲν ἐγκαρσία κατὰ μέσην μάλιστα τὴν κεφαλήν, ἡ δʼ ἑτέρα κατὰ τὸ μῆκος ὄπισθεν πρόσω φερομένη, καθάπερ ἐπὶ τῶν ἄλλων ἁπάντων κρανίων· ἀεὶ γὰρ αὕτη μὲν διαφυλάττεται, μεταπίπτουσι δʼ αἱ λοιπαὶ τῷ τῆς ὅλης κεφαλῆς σχήματι συναλλοιούμεναι. καὶ μὲν δὴ καὶ δύο ἕτεραι τῇδε παράλληλοι γραμμαὶ κατὰ τὸ μῆκός εἰσι τῆς κεφαλῆς ὄπισθεν πρόσω φερόμεναι τῶν ὤτων ὑπεράνω· γεννῶνται δὲ καὶ αἵδε δυοῖν ὀστοῖν ἀλλήλοις ὁμιλούντων, οὐ κατὰ ῥαφήν, ὥσπερ τὰ πρόσθεν εἰρημένα· κατὰ βραχὺ γὰρ ἀπολεπτυνόμενον εἰς λεπίδα τὸ κατιὸν ἀπὸ τοῦ βρέγματος ὀστοῦν ὑποβέβληται τῷ κάτωθεν ἀπὸ τῶν ὤτων ἀνιόντι, καὶ διὰ τοῦτό τινες οὐδὲ ῥαφὰς ὠνόμασαν ἁπλῶς αὐτάς, ἀλλʼ ἤτοι λεπιδοειδεῖς ῥαφὰς ἢ λεπιδοειδῆ προσκολλήματα. καὶ ἡμῖν δὲ σαφοῦς ἕνεκα διδασκαλίας αἱ κατὰ τὰ ὦτα λεπιδοειδεῖς καλείσθωσαν ῥαφαί, ὡς εἶναι πέντε μὲν ἰδίας ῥαφὰς τῆς κεφαλῆς, τὴν λαβδοειδῆ, τὴν στεφανιαίαν, τὴν κατὰ τὸ μῆκος εὐθεῖαν, τὰς παραλλήλους αὐτῇ δύο τὰς ἐν τοῖς λεπιδοειδέσιν, ἄλλας τε κοινὰς δύο πρός τε τὴν ἄνω γένυν καὶ πρὸς τὸ μέσον ἀμφοτέρων ὀστοῦν, ὅ τινες μὲν τῇ κεφαλῇ προσνέμουσι, τινὲς δὲ τῆς ἄνω γένυος εἶναί φασιν. ἔγκειται γὰρ ὥσπερ τις σφὴν μεταξὺ τῆς τε κεφαλῆς καὶ τῆς ἄνω γένυος. ὅσον μὲν οὖν αὐτῆς ἐπὶ τὰ πέρατα τῆς στεφανιαίας ἀναφέρεται, κοινὸν τοῦτο πρὸς τὴν κεφαλήν ἐστιν· ὅσον δʼ ἑκατέρωσε κατέρχεται πρὸς τὴν ὑπερῴαν, ὁ πρὸς τὴν ἄνω γένυν ὅρος τυγχάνει τοῦ σφηνοειδοῦς ὀστοῦ· καλείσθω γὰρ οὕτως σαφοῦς διδασκαλίας ἕνεκα. κατὰ τοῦτο τὸ ὀστοῦν αἱ πτερυγοειδεῖς εἰσιν ἀποφύσεις ἅμα ταῖς ἑκατέρωθεν αὐτῶν κοιλότησιν. ἡ δʼ ἑτέρα ῥαφὴ τῆς κεφαλῆς ἡ πρὸς τὴν ἄνω γένυν αὐτὴν ὁρίζουσα τὴν ἀρχὴν μὲν ἐκ τῶν κατὰ τοὺς κροτάφους ἔχει κοιλοτήτων· προέρχεται δʼ ἐντεῦθεν ἐπὶ τὰς χώρας τῶν ὀφθαλμῶν, καὶ διὰ μέσων αὐτῶν ἐνεχθεῖσα κατὰ τὸ μεσόφρυον ἑαυτῇ συνάπτει. καὶ δὴ καὶ τούτων οὕτως ἐχόντων, ἓξ ὀστᾶ γίνεται τῆς ὅλης κεφαλῆς τὰ πάντα χωρὶς τοῦ σφηνοειδοῦς, δύο μὲν κατὰ τὸ βρέγμα, κοινὴν ἔχοντα ῥαφὴν τὴν κατὰ τὸ μῆκος εὐθεῖαν, ἄλλα δὲ δύο τούτων κάτωθεν καθʼ ἑκάτερον οὖς, καὶ πέμπτον ἐπὶ τούτοις τὸ κατʼ ἰνίον, καὶ ἕκτον τὸ κατὰ μέτωπον. ἔστι δὲ τὰ μὲν τοῦ βρέγματος ὀστᾶ τετράπλευρα, τὰ δὲ καθʼ ἑκάτερον οὖς τρίπλευρα· τὸ δὲ πέμπτον ὀστοῦν τῆς κεφαλῆς τὸ κατʼ ἰνίον περιέχει τὸ μέγιστον ἐν ἑαυτῷ τῶν τῆς κεφαλῆς τρημάτων, τὸ κατὰ τὸν πρῶτον σπόνδυλον. καὶ δὴ καὶ τῶν εἰρημένων ἓξ ὀστῶν τὰ μὲν τοῦ βρέγματος χαυνότατά τε καὶ ἀσθενέστατα τετύχηκεν ὄντα, πυκνότατον δὲ καὶ ἰσχυρότατον τὸ κατʼ ἰνίον, μέσον δʼ ἀμφοῖν τὸ κατὰ μέτωπον. ἑκάτερον δὲ τῶν λοιπῶν τῶν κατὰ τὰ ὦτα πολυειδὲς ὑπάρχει· τὸ μὲν γάρ τι μέρος αὐτῶν ὀνομάζεται λιθοειδές, ὥσπερ οὖν καὶ ἔστιν· ὁρίζεται δὲ τοῦτο τοῖς ἐπεκτεινομένοις πέρασι τῆς λαβδοειδοῦς ῥαφῆς — ἐν τούτῳ καὶ ἡ στυλοειδὴς ἀπόφυσίς ἐστιν, ἣν ἐγὼ βελονοειδῆ τε καὶ γραφιοειδῆ καλῶ, καὶ ἡ τὸν ἀκουστικὸν περιέχουσα πόρον· ἕτερον δὲ μέρος ἐφεξῆς τοῦδε τὸ κατὰ τὰς ἐκφύσεις ἐστί, τήν τε μαστοειδῆ καλουμένην, καὶ προσέτι τὴν τοῦ ζυγώματος, καὶ τρίτον ἐπὶ τῷδε τὸ κατὰ τὸν κρόταφον.

Περὶ ζυγώματος.

`25.4.1`

Τοῦ κροταφίτου μυὸς ὀστοῦν περιβέβληται, λοξὴν κατὰ τὸ μέσον ἑαυτοῦ περιέχον ῥαφήν, ὥστε εἶναι συνεχῆ τὴν μὲν ἅπασαν ὄπισθεν μοῖραν αὐτοῦ τῷ κατὰ τὸ οὖς ὀστῷ τῆς κεφαλῆς, τὴν δʼ ἔμπροσθεν τῷ κατὰ τὸν μικρὸν κανθὸν πέρατι τῆς ὀφρύος· ὀνομάζεται δʼ ὅλον τὸ ὀστοῦν τοῦτο ζύγωμα.

`25.5`

Περὶ τῶν τῆς ἄνω γένυος ὀστῶν.

`25.5.1–25.5.6`

Τρία καθʼ ἑκάτερον μέρος ἐξ ἀριστερῶν τε καὶ δεξιῶν ὀστᾶ τῆς ἄνω γένυός ἐστιν, οἷς συντέτακται τῇ κεφαλῇ. μέγιστον μὲν αὐτῶν ἐστι τὸ κατὰ τὸ ζύγωμα· καὶ γὰρ καὶ τοῦ κροτάφου τι συνεπιλαμβάνει καὶ τῆς ὀφρύος καὶ τῆς χώρας τῶν ὀφθαλμῶν, καὶ τὸν μικρὸν κανθὸν ὅλον ἐν ἑαυτῷ περιλαμβάνει, μέχρι τοῦ καλουμένου μήλου καθῆκον. ἑξῆς δʼ αὐτῷ καὶ θέσει καὶ μεγέθει τὸ κατʼ αὐτόν ἐστι τὸν ὀφθαλμόν, ἐν ᾧ περιέχεται τὰ πρὸς τὴν ἄνω γένυν ἀφικνούμενα νεῦρα. σμικρότατον δʼ ἁπάντων ὑπάρχει τὸ περὶ τὸν μέγαν κανθόν. ὑπὸ δὲ τούτοις ἅπασι καθʼ ἑκάτερον μέρος ἓν ὀστοῦν ἐστι τοῖς εἰρημένοις τρισὶν ὑποτεταγμένον, ἀξιόλογον τῷ μεγέθει· καὶ γὰρ καὶ τὸ μῆλον ὀνομαζόμενον τούτου μόριόν ἐστι, καὶ τὰ τῶν ὀδόντων ἁπάντων φατνία πλὴν τῶν τομέων. τούτοις δὲ τοῖς ὀστοῖς μεγίστοις οὖσιν, ὡς εἴρηται, δύο ἕτερα παράκειται σμικρά, καθʼ ἃ καὶ συντέτρηται πρὸς ὑπερῴαν ἡ ῥίς. καὶ μὴν καὶ τὰ τῆς ῥινὸς ὀστᾶ δύο ἐστίν· τὸ κάτω δὲ τῶν ὀστῶν τούτων πέρας ἐπίφυσιν ἔχει χονδρωδῶν σωμάτων λεπτῶν, ἃ καλεῖται πτερύγια. λοιπὸν δʼ ἐστὶν ἓν ὀστοῦν ἐπὶ τῷ πέρατι τῆς γένυος, ἐν ᾧ τῶν τομέων ὀδόντων αἱ ῥίζαι τε καὶ φατνία περιέχονται. φαίνεται δʼ ὡς τὰ πολλὰ μὲν ἁπλοῦν τοῦτο διʼ ἀκρίβειαν ἁρμονίας τῶν συντιθέντων αὐτό· ποτὲ μὴν καὶ σαφῶς ἐν τοῖς ἐπὶ πλέον ἐξειργασμένοις σκελετοῖς ἡ ῥαφὴ φαίνεται κατʼ εὐθεῖαν τεταμένη τῇ διʼ ὅλου τοῦ οὐρανίσκου φερομένῃ.

`25.6`

Περὶ ὀδόντων.

`25.6.1–25.6.5`

Ὀδόντες ἑκκαίδεκα ὑπάρχουσι καθʼ ἑκατέραν τὴν γένυν, ἔμπροσθεν μὲν τέτταρες οἱ τομεῖς ὀνομαζόμενοι, μονόρριζοι πάντες, ἑξῆς δʼ αὐτῶν ἑκατέρωθέν εἰσιν οἱ κυνόδοντες, μονόρριζοι καὶ οὗτοι, εἶθʼ οἱ γόμφιοι τούτων ἑξῆς ἑκατέρωθεν πέντε, τρίρριζοι μὲν οἱ ἐν τῇ ἄνω γένυϊ, δυεῖν δὲ ῥιζῶν οἱ ἐν τῇ κάτω, πλὴν πολλάκις εὑρίσκονται τετράρριζοι μέν τινες τῶν ἄνω, τρίρριζοι δὲ τῶν κάτω, καὶ μάλιστα δʼ οἱ πρῶτοι πάντων ἔσωθεν δύο, σπανιώτερον δʼ ὁ τρίτος. τισὶ δʼ οὐ πέντε καθʼ ἑκάτερον, ἀλλὰ τέτταρες ἢ ἓξ ἔφυσαν οἱ γόμφιοι. καλοῦνται δʼ οὐχ οὕτως μόνον, ἀλλὰ καὶ μύλαι θηλυκῶς. ἐγγεγόμφωνται δʼ ἅπαντες ἐν τοῖς τῶν φατνίων βοθρίοις· φατνία μὲν γὰρ αὐτὰ τὰ περιέχοντα αὐτοὺς ὀστᾶ, βοθρία δʼ αἱ κοιλότητες αἷς ἐμπεπήγασιν ὀνομάζονται. μετειλήφασι δὲ τῶν ἀπʼ ἐγκεφάλου νεύρων τῶν μαλακῶν ὀδόντες μόνοι τῶν ἄλλων ὀστῶν, ὅθενπερ καὶ σαφῶς αἰσθάνονται μόνοι.

`25.7`

Περὶ τῆς κάτω γένυος.

`25.7.1–25.7.2`

Οὐδὲ τὸ τῆς κάτω γένυος ὀστοῦν ἁπλοῦν ἐστιν, ὡς ἄν τῳ δόξειεν· ἑψόμενον γὰρ καὶ τοῦτο διαλύεται κατʼ ἄκρον τὸ γένειον, ὡς φαίνεσθαι σαφῶς ὅτι καὶ συνεπεφύκει. τὸ δʼ ἀνατεινόμενον ὡς ἐπὶ τὴν κεφαλὴν αὐτοῦ μέρος εἰς δύο τελευτᾷ πέρατα, καὶ τούτων τῶν περάτων τῷ μὲν ὀξεῖ τὸν ἐκ τοῦ κροταφίτου μυὸς καθήκοντα δέχεται τένοντα, τῷ δʼ ἑτέρῳ διαρθροῦται πρὸς τὸ τῆς κεφαλῆς ὀστοῦν ὑπὸ τὴν ἀπόφυσιν τοῦ μαστοειδοῦς, κονδυλώδει τινὶ περιφερείᾳ κατὰ τῆς ἐνταῦθα γληνοειδοῦς κοιλότητος ἐπιβεβηκός.

`25.8`

Περὶ τοῦ λαβδοειδοῦς ὀστέου.

`25.8.1–25.8.3`

Τὸ λαβδοειδὲς ὀστοῦν τὴν ἰδέαν ἐστὶ τοιοῦτον· τὸ μὲν μέσον αὐτοῦ μέρος, ὃ κατὰ τὴν οἷον διχοτομίαν τοῦ τραχήλου ἐστὶ καὶ παντὸς τοῦ σώματος, ὀστοῦν ὄψει βραχὺ μὲν καὶ τῷ μήκει, τὸ δʼ οὖν πλάτος τε καὶ βάθος οὕτως ἔχον μικρὸν ὡς καὶ τοῦ μήκους ὑπάρχειν ἔλαττον· ἐκ δὲ τῶν πλαγίων μερῶν τοῦ κάτω πέρατος αὐτοῦ δύο ἀποφύονται πλευραὶ πρὸς τὰς ὑψηλὰς γωνίας, ὡς ἔφην ἄρτι, τοῦ θυρεοειδοῦς ἐκτεινόμεναι λοξαί. τὸ δʼ ἄνω πέρας τοῦ λαβδοειδοῦς ὀστοῦ τοῦδε δύο ἄλλας ἔχει πλευρὰς ἀποφυομένας παραλλήλους ταῖς κάτω, λεπτὰς καὶ στενὰς καὶ περιφερεῖς ὡς βελόνας παχείας ἢ γραφίου τὸ πέρας. ἡ δʼ οὐσία τῶν πλευρῶν τούτων, λοξῶν καὶ αὐτῶν, ἀτρέμα εἰς τὸ κάτω νευουσῶν, ἀκριβὴς χόνδρος ἐστί, καί τις στρογγύλος οἷάπερ τὰ νεῦρα σύνδεσμος ἀπὸ τοῦ πέρατος ἑκατέρας αὐτῶν ἐκφυόμενος ἐπὶ τὰς γραφιοειδεῖς τῆς κεφαλῆς ἀποφύσεις ἐκτείνεται, πέρας καὶ ταύτας ἐχούσας ὁμοιότατον αὐταῖς ταῖσδε ταῖς ὑψηλαῖς πλευραῖς τοῦ λαβδοειδοῦς· τῇ τε γὰρ οὐσίᾳ χόνδροι εἰσί, καὶ τὸ σχῆμα ταὐτὸν ἁπάσαις ἐστίν· τῷ μήκει δʼ ἀπολείπονται τῶν πλευρῶν τοῦ λαβδοειδοῦς αἱ γραφιοειδεῖς ἐκφύσεις.

`25.9`

Περὶ ῥάχεως.

`25.9.1–25.9.12`

Τῆς ὅλης ῥάχεως οἱ σπόνδυλοι τέτταρες ἐπὶ τοῖς εἴκοσιν ὑπάρχουσιν· παρὰ φύσιν γὰρ ἤδη τὸ πλέον τε καὶ τοὔλαττον ὥσπερ καὶ αἱ φοξαὶ κεφαλαί. διαιρεῖται δʼ ἡ πᾶσα σύνταξις αὐτῶν εἰς τράχηλόν τε καὶ νῶτον καὶ ὀσφὺν καὶ ἱερὸν ὀστοῦν. ὁ μὲν δὴ τράχηλος ἔζευκται τῇ κεφαλῇ· ὁ δὲ νῶτος ἐφεξῆς τούτῳ τέτακται, τηλικοῦτος ὑπάρχων τὸ μῆκος, ἡλίκοσπερ ἂν ᾖ καὶ ὁ θώραξ· ὅσον δʼ ὑπόλοιπον κάτω, τοῦτο ὀσφὺς ὀνομάζεται, κατὰ τὸ πέρας αὐτοῦ τὸ καλούμενον ἱερὸν ὀστοῦν ἔχον· ἔνιοι δὲ πλατὺ προσαγορεύουσιν αὐτό. σπόνδυλοι δὲ κατὰ μὲν τράχηλον ἢ αὐχένα — καλεῖται γὰρ καὶ οὕτως — ἑπτὰ τὸν ἀριθμὸν ὑπάρχουσι, κατὰ δὲ τὸν νῶτον δώδεκα, κατὰ δὲ τὴν ὀσφὺν πέντε. τῶν οὖν κατὰ τὸν αὐχένα σπονδύλων οἱ πρῶτοι μὲν δύο ἤρθρωνται πάντῃ, τῶν δʼ ἄλλων τῶν πέντε τὸ πρόσω μέρος ἰσχυρὸς συμφύει δεσμός· οὐ γὰρ δὴ διὰ χόνδρου γε συμφύονται, καθάπερ οἴονταί τινες, ἀλλʼ ὁ τὰς τοῦ νωτιαίου δύο μήνιγγας ἔξωθεν περιλαμβάνων χιτὼν εἰς τὴν μεταξὺ χώραν αὐτῶν παρεμπίπτων κοινὸς ἀμφοτέρων γίνεται δεσμός. οὕτω δὲ καὶ κατὰ πάντας ἔχει τοὺς σπονδύλους πλὴν τῶν πρώτων δυοῖν, ὡς εἴρηται. διττῶν δʼ οὐσῶν κινήσεων τῇ κεφαλῇ, τῆς μὲν ἐπινευόντων τε καὶ ἀνανευόντων, τῆς δʼ ἐν τῷ περιάγειν ἐφʼ ἑκάτερα, τὴν μὲν προτέραν ἡ τοῦ δευτέρου σπονδύλου πυρηνοειδὴς ἀπόφυσις ἐργάζεται μάλιστα, τὴν δʼ ἑτέραν ἡ τοῦ πρώτου πρὸς τὰ κορωνὰ τῆς κεφαλῆς διάρθρωσις. ἀλλʼ αὗται μὲν διὰ τῶν πλαγίων γίνονται μερῶν τοῦ τε πρώτου σπονδύλου καὶ αὐτῆς τῆς κεφαλῆς· ἡ δὲ πυρηνοειδὴς ἀπόφυσις ἀνάντης μέν ἐστιν, ἀπὸ δὲ τῶν προσθίων ἀρχομένη μερῶν τοῦ δευτέρου σπονδύλου συνδεῖται τῇ κεφαλῇ διά τινος εὐρώστου τε ἅμα καὶ στρογγύλου συνδέσμου. καὶ δὴ καὶ χώραν ἐπιτήδειον ὁ πρῶτος σπόνδυλος αὐτῇ παρέχει, καθʼ ἧς ἀσφαλῶς στηρίζεται, καί τις ἕτερος ἐγκάρσιος δεσμὸς ἐπʼ αὐτῷ τῷ πρώτῳ σπονδύλῳ γεννώμενος ἔσωθεν ἐπιβέβληται κατὰ ταύτης. ἔνιοι ταύτην ὀδοντοειδῆ καλοῦσιν ἀπόφυσιν· Ἱπποκράτης δὲ καὶ ὅλον τὸν σπόνδυλον ὀδόντα ποτὲ προσηγόρευσεν. ἔχει δὲ καὶ ἄλλας ὁ πρῶτος σπόνδυλος δύο κοιλότητας γληνοειδεῖς ἐν τοῖς κάτω μέρεσιν αὐτοῦ, παραπλησίας ταῖς ἄνωθεν· εἰσὶ δʼ εἰκότως αἱ μὲν ἄνωθεν μείζους, ὡς ἂν τῇ κεφαλῇ διαρθρούμεναι, μικρότεραι δʼ αἱ κάτωθεν, αἷς περιβέβληκε τὸν δεύτερον σπόνδυλον. ἔστι δʼ ὁ μὲν πρῶτος εὐρύτατός τε ἅμα καὶ ἰσχνότατος, ὁ δʼ ἐφεξῆς αὐτοῦ στενότερος μέν, ἀλλʼ εὐρωστότερος· οὕτως δὲ καὶ οἱ ἄλλοι πάντες οἱ μετʼ αὐτούς· ἐφʼ ὅσον γὰρ ὁ νωτιαῖος εἰς τὰς τῶν νεύρων ἀποφύσεις καταναλισκόμενος ἰσχνότερος ἑαυτοῦ γίνεται, ἐπὶ τοσοῦτον καὶ αἱ τῶν κατωτέρω σπονδύλων εὐρύτητες ἐλαττοῦνται· ἑκάστη γὰρ ἴση τῷ πάχει τοῦ περιεχομένου καθʼ ἑαυτὴν ὑπάρχει νωτιαίου. τοῦτο δʼ οὖν ἅπασι κοινὸν τοῖς σπονδύλοις ἐστίν, ὥσπερ γε καὶ αἱ εἰς τὸ πλάγιον ἀποφύσεις ἔτι τε πρὸς ταύταις αἱ ἀνάντεις τε καὶ κατάντεις, καθʼ ἃς πρὸς ἀλλήλους διαρθροῦνται.

`25.10`

Περὶ τοῦ ἱεροῦ ὀστοῦ.

`25.10.1–25.10.4`

Καὶ τοῦτο τοῖς σπονδύλοις ἀνάλογον ἔχει κατὰ τὴν πρὸς τὸν ὑπερκείμενον διάρθρωσιν· ὑποδέχεται γὰρ αὐτοῦ τὰς κατάντεις ἀποφύσεις, ὡς ἐκεῖνος τὰς τοῦ πρὸ αὐτοῦ. καὶ μήν γε καὶ τὴν ἄκανθαν ὁμοίαν ἔχει τοῖς ἄλλοις. αἱ δʼ εἰς τὸ πλάγιον ἀποφύσεις αὐτοῦ μεγάλαι τέ εἰσι καὶ πλατεῖαι, κἀκ τῶν ἐντὸς μερῶν ἔχουσί τινα κοιλότητα γληνοειδῆ, καθʼ ἧς ἐπιβέβηκε τὰ τῶν λαγόνων ὀστᾶ. σύγκειται δʼ ἐκ τριῶν μορίων, ὥσπερ τινῶν ἰδίων σπονδύλων, οἷς τέταρτον ἐπίκειται κατὰ τὸ πέρας ὀστοῦν ἕτερον, ὃ καλοῦσι κόκκυγα. διαλυθέντων δʼ ὑφʼ ἑψήσεως ἁπάντων, σύνταξις ὁμοία φαίνεται ταῖς κατὰ τοὺς σπονδύλους.

Περὶ τοῦ κόκκυγος.

`25.11.1`

Ἐπὶ πέρατι τοῦ πλατέος ἕτερον ὀστοῦν ἐστι τὸ καλούμενον κόκκυξ, ἐκ τριῶν καὶ τοῦτο συγκείμενον ἰδίων μορίων χονδρωδεστέρων ἢ κατὰ τὸ πλατύ, καὶ μάλιστα τοῦ κατὰ τὸ πέρας ἐπικειμένου.

`25.12`

Περὶ τῶν τοῦ θώρακος ὀστῶν.

`25.12.1–25.12.4`

Στέρνον καὶ πλευραὶ καὶ τῆς ῥάχεως οἱ κατὰ τὸν νῶτον σπόνδυλοι τὰ τοῦ θώρακός ἐστιν ὀστᾶ, δώδεκα μὲν ἑκατέρωθεν αἱ πλευραί, καθάπερ καὶ οἱ σπόνδυλοι. διήθρωται γὰρ ἑκάστη πρὸς ἕνα· τὰ δὲ τοῦ στέρνου συνήρθρωνται μὲν ἀλλήλοις, ἑπτὰ δʼ ἐστὶ τὸν ἀριθμόν, ὅσαιπερ καὶ αἱ πρὸς αὐτὸ διαρθρούμεναι πλευραί· τῷ κάτω δʼ αὐτοῦ πέρατι τρίγωνος ἐπιπέφυκε χόνδρος. τὸ δὲ σύμπαν σχῆμα τοῦ μὲν στέρνου παραπλήσιον ὑπάρχει ξίφει· διὸ καὶ ξιφοειδὲς ἔνιοι προσαγορεύουσιν αὐτό· τινὲς δʼ οὐχ ὅλον, ἀλλὰ τὸν ἐπὶ τῷ πέρατι μόνον αὐτοῦ χόνδρον οὕτως ὀνομάζουσιν. τῶν δὲ πλευρῶν οὐχ ἓν οὐδʼ ἁπλοῦν τὸ σχῆμα· μετὰ γὰρ τὴν πρὸς τοὺς σπονδύλους διάρθρωσιν ἐπὶ τὰ πρόσω τε ἅμα καὶ κάτω φερόμεναι καὶ μέχρι πολλοῦ τοῦτο πάσχουσαι, πάλιν ἀνανεύουσιν ἄνω πρὸς τὸ στέρνον, ἀθρόαν τινὰ ποιούμεναι κάμπην, ὅθενπερ ἤδη τὸ πρὸς τὸ στέρνον αὐτῶν ἅπαν οὐκέτι ὀστοῦν ἐστιν, ἀλλὰ χόνδρος· αἱ δʼ ὑπόλοιποι πέντε καλοῦνται μὲν νόθαι, συμφύονται δὲ τῷ τε διαφράγματι καὶ ἀλλήλαις, εἰς ἀκριβῆ τελευτῶσαι χόνδρον· ἡ δʼ ὑστάτη μόνη κεχώρισται κατὰ τὸ πέρας αὐτῶν καὶ ὄντως ἐστὶ νόθη. τὸ μῆκος δʼ οὔτε ταύταις οὔτε ταῖς ἄλλαις πλευραῖς ἴσον ἁπάσαις ἐστίν, ἀλλʼ αἱ μὲν ἄνωθέν τε καὶ κάτωθεν βραχύτεραι τυγχάνουσιν οὖσαι, μακρότεραι δʼ αἱ μέσαι.

`25.13`

Περὶ ὠμοπλατῶν.

`25.13.1–25.13.5`

Αἱ ὠμοπλάται κεῖνται μὲν ὄπισθεν τοῦ θώρακος, ἐμφύονται δὲ διὰ τῶν μυῶν τῷ τε κατʼ ἰνίον ὀστῷ τῆς κεφαλῆς καὶ τῇ τῆς ῥάχεως ἀκάνθῃ καὶ ταῖς τοῦ θώρακος πλευραῖς καὶ τῷ προτεταγμένῳ τοῦ λάρυγγος ὀστῷ. ἀπὸ δὲ τῆς βάσεως ἀρχομένη τις ῥάχις ταπεινὴ κατὰ μικρὸν προσαυξάνεται μέχρι τῶν κατὰ τὸ ἀκρώμιον ἀνιοῦσα χωρίων· συναρθροῦται δʼ αὐτῇ κατὰ τοῦτο ἡ κλείς. καί τινες μὲν τῶν ἀνατομικῶν αὐτὴν τὴν σύνταξιν αὐτῶν ὀνομάζουσιν ἀκρώμιον· ἔνιοι δὲ τρίτον ἕτερον παρʼ ἀμφότερα τὰ συζευγνύμενά φασιν ὀστοῦν ὑπάρχειν ἐν ἀνθρώποις μόνον εὑρισκόμενον, ὃ κατακλεῖδά τε καὶ ἀκρώμιον προσαγορεύουσιν. ὑπὸ δὲ τοῦτο τὸ χωρίον ἀπόφυσίς τις ὑπόκειται τῆς ὠμοπλάτης, ὀνομάζεται δʼ αὐχὴν ὠμοπλάτης, ᾧ κατὰ πέρας εἰς κοτύλην τινὰ τελευτῶντι τοῦ βραχίονος ἡ κεφαλὴ διαρθροῦται. ἔστι δὲ καὶ ἄλλη τις ταύτης ἔσωθεν ἀπόφυσις ὀξεῖα καὶ σμικρά· καλοῦσι δʼ αὐτὴν οἱ μὲν ἀγκυροειδῆ, οἱ δὲ κορακοειδῆ, διότι τὸ πέρας αὐτῆς ἐκτὸς ἐπινένευκεν ὥσπερ κορώνη.

Περὶ κλειδῶν.

`25.13.6`

Τοῦ στέρνου τῷ ἄνω πέρατι τῶν κλειδῶν ἑκατέρα διαρθροῦται, σηραγγώδης τε οὖσα καὶ ἀνώμαλος τό τε σχῆμα καὶ τὸ πάχος.

`25.14`

Περὶ χειρὸς καὶ βραχίονος.

`25.14.1–25.14.4`

Εἰς τρία τὰ μέγιστα τεμνομένης τῆς χειρός, τὸ μὲν βραχίων, τὸ δὲ πῆχυς, τὸ δʼ ἄκρα χειρῶν ὀνομάζεται. τὸ μὲν οὖν τοῦ βραχίονος ὀστοῦν ἁπάντων μέγιστον ὑπάρχει πλὴν τοῦ μηροῦ· διαρθροῦται δὲ κατʼ ἄμφω τὰ πέρατα. κατὰ μὲν δὴ τὸν ὦμον ἀπόφυσιν ἔχει κεφαλῆς εὐμεγέθους ἐπʼ αὐχένι σμικρῷ, καί τις ἐν αὐτῇ κοιλότης ἐστὶν ὥσπερ τομὴ πλατεῖα κατὰ τὰ πρόσω μέρη, διαιροῦσα τὴν ὅλην κεφαλὴν εἰς δύο μοίρας ὁμοίας κονδύλοις· τὸ κάτω δὲ πέρας εἰς κονδύλους ἀνίσους τελευτᾷ, καὶ πρὸς μὲν τὸν ἔξωθεν αὐτῶν ἡ τῆς κερκίδος κεφαλὴ διαρθροῦται, πρὸς δὲ τὸν ἔνδον οὐδὲν ὅλως ὀστοῦν συντέτακται. περιφερὴς δʼ ἐστὶν ὁ βραχίων, οὐ μὴν εὐθὺς καὶ ὅμοιος πάντῃ· κυρτὸς μὲν γὰρ εἴς τε τὸ πρόσω καὶ τὸ ἔξω, σιμὸς δʼ ἔνδοθέν τε καὶ ὄπισθέν ἐστιν.

`25.15`

Περὶ πήχεως.

`25.15.1–25.15.6`

Πῆχυς καλεῖται μὲν καὶ ὅλον τὸ κῶλον τὸ μεταξὺ βραχίονος καὶ καρποῦ, καλεῖται δὲ καὶ τὸ ἕτερον ὀστοῦν τῶν ἐν αὐτῷ τὸ μεῖζον, ὅπερ ὑποτέταται θατέρῳ, τῇ κερκίδι προσαγορευομένῃ. αὕτη μὲν οὖν κατὰ τὸ πέρας αὐτῆς τὸ ἄνω περιλαμβάνει τὸν ἔξω τοῦ βραχίονος κόνδυλον ἐπιπολαίῳ κοιλότητι, καὶ ἔστι τῆς διαρθρώσεως ταύτης ἔργον ἐπὶ τὸ πρηνές τε καὶ ὕπτιον ὅλην τὴν χεῖρα περιάγειν. ὁ δὲ πῆχυς ἀποφύσεις ἔχει δυοῖν κορωνῶν, ἐλάττονος μὲν τοῦ προσθίου, μείζονος δὲ θατέρου· κοιλότητα δʼ αὗται περιλαμβάνουσι τοῦ πήχεως σιγμοειδῆ, καθʼ ἧς ἐπιβέβηκεν ἡ τροχιλώδης περιφέρεια τοῦ βραχίονος, ἡ μεταξὺ τῶν κονδύλων αὐτοῦ, καὶ ἔστι ταύτης τῆς διαρθρώσεως ἔργον ἐκτείνειν τε καὶ κάμπτειν ὅλην τὴν χεῖρα. συνδεῖται δὲ καθʼ ἑκάτερον τῶν περάτων ὁ πῆχυς τῇ κερκίδι συνδέσμοις ἰσχυροῖς, τοὐν μέσῳ δὲ πᾶν ἀπʼ ἀλλήλων διεστήκασιν. ἔχει δʼ ἐπίφυσιν ἑκάτερον αὐτῶν κατὰ τὰ πρὸς τῷ καρπῷ μέρη, κυρτὴν μὲν ἔξωθεν, ἔνδοθεν δὲ κοίλην, πῆχυς μὲν κατὰ τὸν μικρὸν δάκτυλον, κερκὶς δὲ κατὰ τὸν μέγιστον· ἐμβαίνει δὲ τῇ κοιλότητι ταύτῃ, καὶ ἀρθροῦται πρὸς αὐτὴν ὁ καρπός. ἐκ περιττοῦ δὲ τῷ πήχει καὶ ἡ καλουμένη στυλοειδὴς ἀπόφυσίς ἐστι, διαρθρουμένη καὶ αὐτὴ πρὸς τὸν καρπόν. ἀλλὰ ταύτης μὲν ἔργον αἱ εἰς τὰ πλάγια περιφοραὶ τοῦ καρποῦ, τῆς δʼ ἑτέρας αἱ κατʼ εὐθύ, καθʼ ἃς ἐκτείνομέν τε καὶ κάμπτομεν ἄκραν τὴν χεῖρα.

`25.16`

Περὶ καρποῦ.

`25.16.1–25.16.2`

Ὀκτὼ συντίθησιν ὀστᾶ τὸν καρπὸν ἐπὶ δύο στίχους συγκείμενα, σκληρὰ πάντα καὶ μικρὰ καὶ ἀμύελα καὶ πολυειδῆ τὸ σχῆμα. ἡ μὲν οὖν ἄνωθεν μοῖρα τοῦ καρποῦ, τριῶν ὀστῶν οὖσα, περιφερής πως γινομένη, διαρθροῦται πρὸς πῆχύν τε καὶ κερκίδα· ἡ δὲ κάτωθεν μοῖρα, τοῖς τέσσαρσι μὲν ἑαυτῆς ὀστοῖς συνήρθρωται τῷ μετακαρπίῳ· τὸ πέμπτον δʼ ἐποχούμενον ἔχει τοῖς μέρεσιν ἐκείνοις τοῦ καρποῦ, καθʼ ἃ μάλιστά ἐστιν ἡ στυλοειδὴς τοῦ πήχεως ἀπόφυσις.

`25.17`

Περὶ μετακαρπίου καὶ δακτύλων.

`25.17.1–25.17.2`

Τὸ μεταξὺ καρποῦ τε καὶ δακτύλων μετακάρπιον ὀνομάζεται, συναρθρούμενον μὲν πρὸς τὸν καρπόν, διαρθρούμενον δὲ πρὸς τὰς πρώτας τῶν δακτύλων φάλαγγας — οὕτω γὰρ καλεῖται τὰ τῶν δακτύλων ὀστᾶ· ἔνιοι δὲ σκυταλίδας ὀνομάζουσιν αὐτά —, μόνου τοῦ μεγάλου δακτύλου τῆς πρώτης φάλαγγος αὐτῷ τῷ καρπῷ διαρθρουμένης ἐκ πλαγίων, ὥστε ἕκαστον τῶν δακτύλων ἐκ τριῶν ὀστῶν συγκεῖσθαι, τῆς προτέρας ἀεὶ φάλαγγος ἐπιβαινούσης κοιλότητι κατὰ τὴν ἀρχὴν τῆς ἑπομένης τεταγμένῃ. εὔλογον γὰρ καὶ τὸν μέγαν ἐκ τριῶν ὀστῶν συγκεῖσθαι λέγειν, καὶ μὴ προσνέμειν τὴν πρώτην αὐτοῦ τῷ μετακαρπίῳ φάλαγγα, κατʼ ἄμφω γε τὰ μέρη διηρθρωμένην, ὃ τοῖς μὲν πρώτοις τῶν δακτύλων ὀστοῖς συμβέβηκεν, οὐ μὴν τοῖς τοῦ μετακαρπίου. πεντεκαίδεκα δὲ τὰ τῶν πέντε δακτύλων ἐστὶν ὀστᾶ· ὅσοι δὲ τὸ τρίτον ὀστοῦν τοῦ μεγάλου δακτύλου τῷ μετακαρπίῳ προσνέμουσι, τεσσαρεσκαίδεκα μὲν εἶναί φασι τὰ τῶν δακτύλων, πέντε δὲ τὰ τοῦ μετακαρπίου.

`25.18`

Περὶ τῶν ἀνωνύμων.

`25.18.1–25.18.2`

Ταῖς ἐκ τῶν πλαγίων ἀποφύσεσι ταῖς ὀρθίαις τε καὶ μεγάλαις τοῦ πλατέος ὀστᾶ συντέτακταί τινα δύο μηδὲν ἐφʼ ὅλων ἑαυτῶν ὄνομα κείμενον ἔχοντα. τὰ μὲν γὰρ ἄνωθεν αὐτῶν μέρη τὰ πλατέα λαγόνων ὀστᾶ καλεῖται, τὰ δὲ μετὰ τὴν ἐπίβασιν ἔξωθέν τε καὶ κάτωθεν ἰσχίων ὀστᾶ, τὰ δʼ εἰς τὸ πρόσω μέρος ἐντεῦθεν ἀνατεινόμενα, λεπτὰ καὶ διατετρημένα καὶ συμφυόμενα κατὰ τὸ πέρας ἀλλήλοις ἥβης ὀστᾶ. κοτύλη δʼ ἐστὶν ἐν ἑκατέρῳ τῶν ἰσχίων εὐμεγέθης, ἰσχυροτάτῳ συνδέσμῳ συμπεφυκυῖα τῇ τοῦ μηροῦ κεφαλῇ.

`25.19`

Περὶ μηροῦ.

`25.19.1–25.19.3`

Τὸ κατὰ μηρὸν ὀστοῦν μέγιστον μὲν ἁπάντων ἐστὶ τῶν κατὰ τὸ ζῷον· διαρθροῦται δʼ ἄνω μὲν πρὸς ἰσχίον, κάτω δὲ πρὸς κνήμην. ἔστι δʼ ὅλος ὁ μηρὸς τῷ σχήματι κυρτὸς μὲν ἐν τοῖς πρόσω καὶ ἔξω, σιμὸς δʼ ἐν τοῖς ὀπίσω καὶ ἔνδον. ἀποφύσεις ἔχει δύο μικρὸν ὑποκάτω τοῦ αὐχένος, ἃς τροχαντῆρας ὀνομάζουσι, πολλῷ δὲ μείζονα τὴν ἔξωθεν, ᾗ γλουτὸς ὄνομα.

`25.20`

Περὶ κνήμης.

`25.20.1–25.20.4`

Ἡ κνήμη· καλεῖται μὲν οὕτω καὶ ὅλον τοῦ σκέλους τὸ μέσον ὅσον ἐστὶ γόνατός τε μεταξὺ καὶ ἀστραγάλου· καλεῖται δὲ καὶ τὸ μεῖζον ὀστοῦν ἐν αὐτῷ. τέτακται δʼ ἔσωθεν τοῦτο, καὶ πρὸς μόνον αὐτὸ διαρθροῦται ὁ μηρός· τὸ γὰρ ἔξωθεν ὀστοῦν, ἡ περόνη καλουμένη, καὶ τῷ πάχει μὲν ἀποδεῖ τῆς κνήμης συχνῷ, καὶ τῷ μήκει δʼ οὐκ ἐξικνεῖται πρὸς τὸ γόνυ. συναρθροῦται δὲ τῇ κνήμῃ κατʼ ἄμφω τὰ πέρατα· τὸ δʼ ἐν τῷ μέσῳ πᾶν ἀφεστήκασιν ἀλλήλων. ὅσον δʼ ἄσαρκόν τε καὶ λεπτὸν ἐν τοῖς πρόσω τῆς κνήμης ἐστίν, ἀντικνήμιον ὀνομάζεται· τὰ δὲ κάτωθεν αὐτοῦ πέρατα κνήμης τε καὶ περόνης σφυρά· τὰ δὲ κυρτὰ πάλιν ἐνταῦθα παντελῶς ἄσαρκα καὶ τῶν ἄλλων ἐκκείμενα καλοῦσιν ἀστραγάλους οἱ πολλοί, τοῦ παντὸς ἁμαρτάνοντες· ὁ γὰρ ἀστράγαλος ὑπὸ τούτων ἑκατέρωθεν περιλαμβάνεται σκεπόμενος πανταχόθεν, ὥστε οὐκ ἂν ἅψαιο αὐτοῦ· πέρατα δʼ ἐστὶ ταῦτα τῶν κνήμης τε καὶ περόνης ἀποφύσεων, κυρτὰ μὲν ἔξωθεν, ὥσπερ καὶ φαίνεται, κοῖλα δʼ ἔνδοθεν.

`25.21`

Περὶ ἐπιγονατίδος.

`25.21.1–25.21.2`

Κατὰ τῆς μηροῦ καὶ κνήμης διαρθρώσεως ἔξωθεν ὀστοῦν χονδρῶδες ἐπίκειται, περιφερὲς τῷ σχήματι, τὰ κυρτὰ μὲν καὶ οἷον κονδυλώδη τῶν ὑποκειμένων ὀστῶν περιλαμβάνον ἐπιτηδείαις κοιλότησιν, ἐξοχῇ δέ τινι βραχείᾳ τὴν μηροῦ τε καὶ κνήμης εὐρυχωρίαν καταλαμβάνον. ὀνομάζουσι δὲ τὸ ὀστοῦν τοῦτό τινες μὲν ἐπιγονατίδα, τινὲς δʼ ἐπιγουνίδα, τινὲς δὲ μύλην.

`25.22`

Περὶ τῶν κατὰ τὸν πόδα ὀστῶν.

`25.22.1–25.22.7`

Ὑπὸ τῶν ὀλίγον ἔμπροσθεν εἰρημένων ἀποφύσεων ἐπὶ τοῖς κάτω πέρασι κνήμης τε καὶ περόνης ὁ ἀστράγαλος περιλαμβάνεται, τὸ τέτρωρον αὐτοῦ καλούμενον ἄνω νενευκὸς ἔχων. ὑπόκειται δʼ αὐτῷ τὸ μέγιστον ὀστοῦν τῶν ἐν ποδί, καλεῖται δὲ πτέρνα, τὰ μὲν περιφερῆ τοῦ ἀστραγάλου περιλαμβάνουσα, δύο δέ τινας ἐξοχὰς εἰς ἐπιτηδείας ἐκείνου κοιλότητας ἐναρμόζουσα. τῶν πρόσω δʼ αὐτῆς μερῶν τὸ μὲν κατʼ εὐθὺ τοῦ μεγάλου δακτύλου ὑποβέβληταί τε τῇ κεφαλῇ τοῦ ἀστραγάλου καὶ οὐδὲν ἑαυτῷ συνταττόμενον ὀστοῦν ἔχει, τὸ δʼ ὡς κατὰ μικρὸν δάκτυλον πέρας αὐτῆς ὀστῷ τινι συναρθροῦται κυβοειδεῖ προσαγορευομένῳ. παρατέταται δʼ ἐκ τῶν ἐντὸς μερῶν τῷ σκαφοειδεῖ, ἀλλʼ ἐκεῖνο μὲν κοῖλόν ἐστι, καθʼ ἃ διαρθροῦται πρὸς ἀστράγαλον, τὸ δὲ κυβοειδὲς τοῦτο κυρτόν. ἐφεξῆς δʼ ἐστὶν ὀστᾶ τρία μικρὰ συναρθρούμενα τῷ κάτω πέρατι τοῦ σκαφοειδοῦς, οἷς καὶ αὐτοῖς ἔξωθεν συμπαρεκτείνεται τὸ κυβοειδές. καὶ μετὰ ταῦτα τὰ τέτταρα παύεται μὲν ὁ ταρσὸς τοῦ ποδός, ἄρχεται δὲ τὸ καλούμενον πεδίον ἐκ πέντε συγκείμενον ὀστῶν, οἷς ἐφεξῆς εἰσιν οἱ δάκτυλοι τοῦ ποδὸς ἐκ τριῶν ἅπαντες φαλάγγων ὁμοίως τοῖς κατὰ τὰς χεῖρας συγκείμενοι, πλὴν τοῦ μεγάλου· μόνος γὰρ οὗτος ἐν αὐτοῖς ἐκ δυοῖν ὀστῶν ἐγένετο. ταῦτα ἀρκεῖν μοι δοκεῖ περὶ ὀστῶν ἐπίστασθαι· καὶ γὰρ εἴ τι κατʼ ἄλλο μόριον ὀστοῦν μικρὸν εὑρίσκοιτο, καθάπερ ἐν καρδίᾳ τε καὶ λάρυγγι καὶ ῥινὶ καὶ κατὰ τοὺς δακτύλους, καὶ εἴ τι τοιοῦτον ἕτερον, οὐκ ἀνάγκη νῦν λέγεσθαι.

`25.23`

Περὶ τῶν κατὰ χείλη μυῶν.

`25.23.1–25.23.5`

Οἱ μὲν τῶν χειλῶν μύες, οἵπερ δὴ καὶ ἀκριβῶς ἀναδείκνυνται τῷ ταύτῃ δέρματι, τέτταρές εἰσι τὸν ἀριθμόν. ἐκ μὲν τῶν ἄνωθεν μερῶν εἷς ἑκατέρωθεν, ἀπὸ τῶν μήλων καταφερόμενοι λοξοί, ἐκ δὲ τῶν κάτωθεν ἀπὸ τῆς γένυος ἄκρας, ἵναπέρ ἐστι τὸ καλούμενον γένειον, εἷς κἀνταῦθα καθʼ ἑκάτερον μέρος, ὁ μὲν ἐκ τῶν δεξιῶν, ὁ δʼ ἐκ τῶν ἀριστερῶν. εἰ μὲν δὴ ἀμφότεροι ταθεῖεν οἱ ἄνωθεν, ἀνασπᾶται τὸ ἄνω χεῖλος, εἰ δʼ ὁ ἕτερος μόνος, παρασπᾶται πρὸς ἐκεῖνον. οὕτω δὲ καὶ τῶν κάτωθεν ἀμφοῖν μὲν ταθέντων, κατασπᾶται τὸ χεῖλος τὸ κάτω, θατέρου δὲ μόνον, παρασπᾶται. καὶ τῶν μὲν ἐκτὸς ἰνῶν ἐκτεινομένων, ἐκτρέπεσθαι συμβαίνει τοῖς χείλεσιν, ἐντρέπεσθαι δὲ καὶ ὑποπτύσσεσθαι διὰ τῶν ἐντός· ὀκτὼ δὲ τὰς πάσας γίνεσθαι κινήσεις ὑπὸ τῶν τεττάρων μυῶν, λοξὰς μὲν τέτταρας, εὐθείας δʼ ἄλλας τοσαύτας.

`25.24`

Περὶ τῶν ὑπὸ τῷ δέρματι τοῦ τραχήλου μυῶν κινούντων τὰς γνάθους.

`25.24.1–25.24.5`

Ὅπως δʼ ἐπὶ πλεῖστον οὐχ αὗται μόνον, ἀλλὰ καὶ σὺν αὐταῖς αἱ κατὰ τὰς γνάθους ἐπιτελοῖντο, μῦν πλατὺν καὶ λεπτὸν ἡ φύσις ἔξωθεν ἐπέτεινεν, ἕνα καθʼ ἑκάτερον μέρος, εἴς τε τὰς γνάθους καὶ τὰ χείλη τελευτῶντας, ἠγνοημένους ἅπασι τοῖς ἀνατομικοῖς· ἄρχονται δʼ ἀπὸ τῆς κατὰ τὸν τράχηλον ἀκάνθης ὑποτεταμένοι παντὶ τῷ περὶ τὸν τράχηλον ἐν κύκλῳ δέρματι. κινοῦσι δʼ ἅμα τοῖς χείλεσι τὰς γνάθους, ἡσυχαζούσης τῆς κάτω γένυος. ἔνεστι δὲ τῷ βουληθέντι τοὺς ὀδόντας ἐπʼ ἀλλήλων ἐρείσαντι τῶν γνάθων ἑκατέραν ἕλκειν ἐπὶ τἀναντία πρὸς τὰ τοῦ τραχήλου πλάγια· συμβήσεται γὰρ ἐν τούτῳ καὶ αὐτὸ τὸ δέρμα τείνεσθαι, πρὸς ἀκρώμιον μάλιστα καὶ τὸ ταύτῃ πέρας τῆς κλειδός, ἤδη δὲ καὶ πρὸς τὰ πλάγια τοῦ τραχήλου πάντα. καὶ τοῖς σπασθήσεσθαι δὲ μέλλουσιν οὗτοι πρῶτοι οἱ μύες ἐντείνονται, καὶ οἱ κυνικοὶ καλούμενοι σπασμοὶ τούτων μάλιστα πάθος εἰσίν. ὀνομαζέσθω δʼ ὑφʼ ἡμῶν σαφοῦς ἕνεκα διδασκαλίας μυῶδες πλάτυσμα.

`25.25`

Περὶ τῶν τῆς ῥινὸς μυῶν.

`25.25.1–25.25.3`

Τοὺς κινοῦντας τὰ τῆς ῥινὸς πτερύγια σαφῶς ἀποφαίνεσθαι χρὴ μῦς εἶναι τοιούτους τὴν φύσιν, οἷόνπερ καὶ τὸν πλατὺν μῦν, ὃν ἡμεῖς εὕρομεν· ὑπόκεινται γὰρ κἀνθάδε τῷ δέρματι συμφυεῖς ἶνες, ὑφʼ ὧν κινεῖται. μικροὶ δʼ εἰσὶ παντάπασιν, ἀρχόμενοι μὲν καὶ αὐτοὶ κατὰ τὰ μῆλα, καταφυόμενοι δʼ εἰς τὸ καθʼ ἑαυτὸν ἑκάτερος τῆς ῥινὸς πτερύγιον ἀνοιγνύντες αὐτό. συστέλλεται δʼ ὑπʼ οὐδενὸς μυὸς ἡ ῥίς, ἀλλʼ ὅταν οἱ προειρημένοι μύες ἐνεργοῦντες παύσωνται, τὴν μέσην τηνικαῦτα λαμβάνει κατάστασιν. ἐπέκεινα δʼ αὐτῆς ὑπʼ οὐδενὸς ἀπάγεται μυός, ἀλλʼ ἐν ταῖς σφοδροτέραις εἰσπνοαῖς τῇ ῥύμῃ τοῦ πνεύματος ἕπεται τὰ πτερύγια· κάτω μέντοι κατασπᾶται τοῖς χείλεσιν ἀκολουθοῦσα κατὰ προσάρτησιν.

Περὶ τῆς ὑπὸ τῷ δέρματι τοῦ μετώπου μυώδους φύσεως.

`25.26.1`

Καὶ μὲν δὴ καὶ τῷ τοῦ μετώπου δέρματι μυώδης φύσις ὑποτέταται λεπτὴ συμφυὴς αὐτῷ· διὸ πᾶν τὸ περὶ τὸ πρόσωπον δέρμα κινεῖται, κἂν ἀκίνητος ἡ γένυς φυλάττηται.

`25.27`

Περὶ τῶν κατὰ τὸν ὀφθαλμὸν μυῶν.

`25.27.1–25.27.5`

Ὁ μὲν δὴ περὶ τῇ βάσει μῦς, εἴτε ἕνα τις αὐτὸν φήσειεν εἴτε διπλοῦν ἢ τριπλοῦν εἴτε δύο ἢ τρεῖς συμφυεῖς, εἰς τὸ στηρίζειν τὸν ὀφθαλμόν ἐστι χρήσιμος, ἐπειδὰν μάλιστα κατʼ εὐθὺ βλέπειν ἀκριβῶς τι μικρὸν σῶμα δεηθῶμεν. ἔτι μὴν σφίγγει τε καὶ φρουρεῖ τὴν τοῦ νεύρου τοῦ μαλακοῦ κατάφυσιν. εἰ γοῦν τινος θεάσει προπετέστερον ὀφθαλμόν, εἰ μὲν ἔτι βλέποι, καὶ χωρὶς πληγῆς εἴη τὸ πάθημα γεγονός, ἐκτεταμένον ἴσθι τὸ μαλακὸν ἐκεῖνο νεῦρον ἐπὶ παραλύσει τοῦ μυός, εἰ δὲ μηκέτι βλέποι, καὶ αὐτὸ τὸ νεῦρον ἤδη πεπονθός. εἰ δὲ διὰ πληγὴν σφοδρὰν συμβαίη προπετῆ γενέσθαι τὸν ὀφθαλμόν, εἰ μὲν ἔτι βλέποι, ὁ μῦς αὐτὸς μόνος, εἰ δὲ μηκέτι, τὸ νεῦρον ἀπέρρωγεν. οἱ δʼ ἄλλοι πάντες οἱ κινοῦντες αὐτὸν ἓξ τὸν ἀριθμὸν ὑπάρχουσιν, εὐθειῶν μὲν κινήσεων οἱ τέτταρες ἐξηγούμενοι, δύο δʼ οἱ λοιποὶ περιστρέφοντες ὅλον τὸν ὀφθαλμόν. ἀλλʼ οὗτοι μὲν ἀπὸ τῶν κατὰ τὸν μέγαν κανθὸν ὁρμώμενοι χωρίων ἐπὶ τὸν μικρὸν ἀφικνοῦνται· τῶν δʼ ἄλλων τῶν τεττάρων ὁ μὲν ἀνατείνειν αὐτόν, ὁ δὲ καθέλκειν, ὁ δὲ τῇ ῥινὶ προσάγειν, ὁ δʼ ἐκτὸς ἐπισπᾶσθαι πέφυκεν.

`25.28`

Περὶ τῶν κινούντων τὰ βλέφαρα μυῶν.

`25.28.1–25.28.8`

Ὑπὸ τῷ δέρματι τῷ καλύπτοντι τὰ βλέφαρα ὑμένες εἰσὶ λεπτοί, σκέποντες μὲν καὶ αὐτοὺς τοὺς κινοῦντας τὸ βλέφαρον μῦς, μικροὺς παντελῶς ὑπάρχοντας· συνεπεκτείνονται δʼ αὐτῶν καὶ ταῖς ἀπονευρώσεσι ταῖς εἰς τὸν ταρσὸν καταφυομέναις. τῶν δὲ μυῶν ὁ μὲν ἕτερος κατὰ τὸν μέγαν κανθὸν πρὸς τῇ ῥινὶ τεταγμένος πλάγιος εἰς τὸ ταύτῃ μέρος ἥμισυ καθήκει τοῦ ταρσοῦ, ὁ δʼ ἕτερος, λοξὸς μὲν καὶ αὐτός, ἀλλὰ τῷ μικρῷ κανθῷ παρατεινόμενος, εἰς τὸ λοιπὸν τοῦ ταρσοῦ μέρος ἥμισυ τὸ καθʼ ἑαυτὸν ἐμβάλλει. καὶ τοίνυν ὅταν μὲν ὁ πρότερος εἰρημένος ἐνεργῇ, καθέλκει τὸ συνεχὲς αὐτοῦ μέρος τοῦ βλεφάρου τὸ πρὸς τῇ ῥινί, ὅταν δʼ ὁ ἕτερος, τὸ λοιπὸν ἀνέλκει. εἰ μὲν οὖν ἑκάτεροι κατὰ τὸν αὐτὸν τείνοιεν χρόνον ὁμοῦ τὸ βλέφαρον, ἄνω μὲν αὐτοῦ τὸ κατὰ τὸν μικρὸν ἀνασπασθήσεται κανθόν, κάτω δʼ ἀχθήσεται τὸ κατὰ τὸν μέγαν, ὡς μηδὲν μᾶλλον ἀνεῷχθαι τὸν ὀφθαλμὸν ἢ κεκλεῖσθαι, καὶ τοῦτό ἐστι τὸ πρὸς Ἱπποκράτους καμπύλον ὀνομαζόμενον βλέφαρον, ὃ δὴ καὶ κακοῦ μεγάλου σημεῖον ἐν τοῖς νοσοῦσι τίθεται. καί που τὴν διαστροφὴν αὐτοῦ ταύτην ἴλλωσιν ὀνομάζει, καὶ γίνεται τὸ πάθημα τῶν μυῶν ἑκατέρου σπωμένου τε καὶ πρὸς ἑαυτὸν ἕλκοντος τὸ συνεχὲς μέρος τοῦ ταρσοῦ. εἰ δʼ ὁ μὲν ἕτερος ἐνεργεῖ μῦς, ἐφʼ ἑαυτὸν ἕλκων τὸ βλέφαρον, ὁ δʼ ἕτερος ἡσυχάζει τελείως, ἀνοίγνυσθαι τηνικαῦτα καὶ κλείεσθαι συμβαίνει τῷ παντὶ βλεφάρῳ· συνεφέλκεται γὰρ τὸ καθʼ ἕτερον μέρος τοῦ ταρσοῦ κινούμενον ἅμα ἑαυτῷ καὶ τὸ λοιπόν. τὰ μὲν δὴ κατὰ τὸ ἄνω βλέφαρον ὧδε ἔχει· τῷ κάτω δʼ οὐ μέτεστι κινήσεως, ἀλλʼ ἀπὸ τῶν περὶ τὸν ὀφθαλμὸν ἔσφιγκται προστετυπωμένον αὐτῷ καὶ περικείμενον ἀκριβῶς καὶ ῥᾳδίως ἐκθλίβειν πάντα τὰ περιττώματα δυνάμενον. τὴν μὲν δὴ περὶ τὰ βλέφαρα τέχνην τῆς φύσεως ἐξευρηκέναι τε καὶ καλῶς ἐξηγήσασθαι δοκοῦσιν οἱ ἄριστοι τῶν ἀνατομικῶν, ὡς εἴρηται νῦν· ἐγὼ δʼ ἐπειθόμην ἂν αὐτοῖς τὸ σύμπαν, εἰ τὸν παρὰ τῷ μεγάλῳ κανθῷ μῦν ἐμαυτὸν ἀκριβῶς ἔπειθον ἑωρακέναι· νυνὶ δέ—οὔτε γὰρ ἐκεῖνον ἤδη πω σαφῶς εἶδον, ἔν τε ταῖς τῶν αἰγιλώπων χειρουργίαις οὐ μόνον ἐκκόπτεται πολλάκις, ἀλλὰ καὶ καίεται σύμπαν ἐκεῖνο τὸ χωρίον, ὡς λεπίδας τῶν ὑποκειμένων ὀστῶν ἀφίστασθαι, μηδὲν εἰς τὴν κίνησιν ἐμποδιζομένου τοῦ βλεφάρου· διὰ τοῦτό μοι δοκῶ προσδεῖσθαι σκέψεως.

`25.29`

Περὶ τῶν τὴν κάτω γένυν κινούντων μυῶν.

`25.29.1–25.29.13`

Τέτταρες συζυγίαι μυῶν τὴν κάτω γένυν κινοῦσιν, ἀνατείνοντες μὲν οἱ κροταφῖται καλούμενοι καὶ οἱ ἔνδον τοῦ στόματος, εἰς δὲ τὰ πλάγια παράγοντες οἱ κατὰ τὰς γνάθους, οὓς μασητῆρας ὀνομάζουσιν, ἀπὸ τῆς χρείας τοὔνομα θέμενοι, κατασπῶντες δʼ οἱ λοιποὶ δύο. ἀλλʼ οὗτοι μὲν στενοί τέ εἰσι καὶ προμήκεις, ἀρχόμενοι μὲν ὄπισθέν τε καὶ κάτω τῶν ὤτων, διὰ δὲ τοῦ τραχήλου πρόσω φερόμενοι, κἄπειτα ἐς ταὐτὸν ἀλλήλοις ἰόντες, ἵνα δὴ καὶ καταφύονται τῇ γένυϊ διοίγοντες αὐτήν, ἐπειδὰν ταθῶσιν. οὗτοι μόνοι συμπάντων μυῶν σαρκώδη μὲν ἔχουσι τὰ πέρατα, τὸ μέσον δʼ ἀκριβῆ τένοντα. τῶν δʼ ἄλλων τριῶν συζυγιῶν εὐρώστων τε ἅμα καὶ μεγάλων οὐσῶν οἱ μὲν κροταφῖται καθήκουσιν εἴς τε τὰς κορώνας ἄκρας τῆς γένυος, εἷς ἑκατέρωθεν, εἴς τε τὴν γένυν αὐτὴν παρὰ τὴν ἔκφυσιν τῆς κορώνης, ἰσχυραῖς ἀπονευρώσεσιν ἐμφυόμενοι· διʼ ὧν τήν τε γένυν ἀνασπῶσι καὶ κλείουσι τὸ στόμα, καὶ διὰ τοῦτο καὶ τούτους τοὺς μῦς ἔνιοι μασητῆρας ὀνομάζουσιν. μάλιστα δʼ οὗτοι πάντων μυῶν καὶ οἱ τῶν ὀφθαλμῶν, ἐπειδὰν πάθωσι, σπασμοὺς καὶ πυρετοὺς καὶ κάρους καὶ παραφροσύνας ἐπιφέρουσι, διότι τῆς ἀρχῆς τῶν νεύρων ἐγγυτάτω πεφύκασιν. οἱ δʼ ἐντὸς τοῦ στόματος μύες ἐπιβεβήκασι μὲν τοῖς πλατέσι τε καὶ κοίλοις τῆς κάτω γένυος, ἀνατείνονται δʼ ἐπὶ τὴν ὑπερῴαν ἐμφυόμενοι τοῖς ἐνταῦθα κοίλοις ὀστοῖς, ἃ περιλαμβάνουσιν αἱ πτερυγώδεις ἐκφύσεις· ἔστι δʼ αὐτοῖς ἐνταῦθα καὶ τένων τις εὔρωστος. ὅλον δὲ τὸ πλάγιον μέρος τῶνδε τῶν μυῶν συμπέφυκε τοῖς κροταφίταις· καὶ μέντοι καὶ τὴν αὐτὴν ἐνέργειαν ἔχουσιν αὐτοῖς, ἀνασπῶντες ἐκ τῶν ἔνδοθεν μερῶν τὴν κάτω γένυν. λοιποὶ δʼ οἱ δύο μύες ἔξωθεν ἐπιβέβληνται τῷ μήκει τῆς κάτω γένυος, παραφερόμενοί τε καὶ καταφυόμενοι, διὰ τὰς ἐν ταῖς μασήσεσιν περιφορὰς τῆς γένυος ὑπὸ τῆς φύσεως γενόμενοι καὶ τῶν γνάθων τὸ σαρκῶδες ἐργαζόμενοι. δεόντως οὖν ὀνομάζουσι τοὺς μῦς τούτους μασητῆρας, εἰ καὶ ὅτι μάλιστα ταύτης καὶ τοῖς κροταφίταις μέτεστι τῆς προσηγορίας. ἐκεῖνοι μὲν γὰρ ἓν μόνον τοῦτο ἔργον ἐν ταῖς μασήσεσι παρέχονται, σφοδρῶς ἀλλήλοις συμβάλλειν τοὺς ὀδόντας, ᾧ συνέπεται θραύειν, εἴ τι μεταξὺ παρακέοιτο, καὶ ὥσπερ ὑπὸ μυλῶν τῶν γομφίων λειοῦσθαι τὴν τροφήν· τῶν μασητήρων δʼ ἔργον μυῶν τὸ μασᾶσθαι. οὗτοι δʼ αὐτοὶ καὶ μεταβάλλουσι τὰ σιτία, καὶ τὰ τῶν ὀδόντων ἀποπίπτοντα πάλιν αὐτοῖς ἐπιβάλλουσι, τεινόμενοί τε καὶ προσστελλόμενοι, τῶν κροταφιτῶν μυῶν μηδὲν εἰς τοῦτο ἔτι συμβαλλομένων. ἀλλʼ ἡ γλῶττα μὲν οὐ σμικρὰ διαπράττεται περὶ τὴν ἐνέργειαν ταύτην, οἷα χεὶρ ἀεὶ μεταβάλλουσα καὶ στρέφουσα τὴν ἐν τῷ στόματι τροφὴν ὑπὲρ τοῦ πᾶν ὁμοίως αὐτῆς καταθραύεσθαι μέρος. ἔξωθεν δʼ εἷς ἑκατέρωθεν ὁ μασητὴρ οὗτος μῦς οἷον ἑτέρα τις χεὶρ ἐπίκουρος τῆς γλώσσης παρεσκεύασται. μεγίστην δʼ εἰς τοῦτο βοήθειαν παρέχει τὰ κάτω πέρατα τῶν γνάθων τὰ δερματώδη τὰ πρὸς τοῖς χείλεσιν, εἰς ἃ καθήκουσιν οἱ λεπτοὶ καὶ πλατεῖς μύες.

`25.30`

Περὶ τῶν εἰς τὰς ὠμοπλάτας ἐκ τῆς κεφαλῆς ἐμφυομένων μυῶν.

`25.30.1–25.30.7`

Πρῶτοι πάντων ἀφαιρεθέντος τοῦ μυώδους πλατύσματος, ἐκ τοῦ κατʼ ἰνίον ὀστοῦ τῆς κεφαλῆς ἐκφυόμενοι φαίνονται δύο μύες ἀλλήλων ψαύοντες, εἷς ἑκατέρωθεν, ὁ μὲν ἐκ τῶν δεξιῶν τοῦ ζῴου μερῶν, ὁ δʼ ἐξ ἀριστερῶν. ἔστι δʼ ἡ ἔκφυσις αὐτῶν ἰσχνὴ καὶ πλατεῖα, κατὰ γραμμὴν ἐγκαρσίαν ἐπʼ ὦτα φερομένη· οὐ μὴν ἐξικνεῖταί γε πρὸς ἑκάτερον τῶν ὤτων, ἀλλʼ ἐλάττων ἐστὶ συχνῷ. ἐντεῦθεν ὁρμηθέντες οἱ δύο μύες ἀεὶ καὶ μᾶλλον πλατύνονται καὶ τελευτῶντες ἐμφύονται ταῖς ῥάχεσι τῶν ὠμοπλατῶν ἄχρι τοῦ καθʼ ἑκάτερον τοῦ ἀκρωμίου, συνεπιλαμβάνοντές τι τῶν κλειδῶν. τούτους τοὺς μῦς ἰδεῖν ἔστιν ἐπὶ τῶν γυμναστικῶν ἐναργῶς καὶ πρὸ τῆς ἀνατομῆς· εὐτραφέστατοι γὰρ γίνονται καὶ σύμπαντα καταλαμβάνουσι τὸν αὐχένα. τὸ δʼ ἔργον αὐτῶν τὰς ὠμοπλάτας ἐπὶ τὴν κεφαλὴν ἀνέλκειν. μετὰ δὲ τὴν τῶν προειρημένων ἔκφυσιν ἐκτμηθεῖσαν ὑπόκειταί τις ἑτέρα συζυγία μυῶν ἰσχνῶν καὶ μακρῶν, λεπτὴ μὲν καὶ πλατεῖα κατὰ τὴν ἔκφυσιν, ἀεὶ δʼ ἐν τῷ προϊέναι στρογγυλοτέρα γινομένη· τὸ μὲν μῆκος ἴσον τοῖς προειρημένοις — ἀρχόμενοι γὰρ ἐκ τῆς αὐτῆς χώρας τοῦ κατʼ ἰνίον ὀστοῦ τῆς κεφαλῆς ἐμφύονται τῇ μετεώρῳ γωνίᾳ τῆς κατὰ τὴν ὠμοπλάτην βάσεως. εὖρος δʼ οὐκ ἴσον αὐτοῖς, ἀλλὰ παμπόλλῳ τινὶ λειπόμενον. τελευτῶν δʼ ἑκάτερος μῦς λεπτὸν ἀποφύει τένοντα κατὰ τὴν ἀρχὴν τῆς βάσεως τῆς ὠμοπλάτης ἀκριβῶς στρογγύλον οἷόνπερ νεῦρον, ὅστις ἐκ τῶν ἔνδον μερῶν παραφερόμενος τῇ βάσει καὶ προελθὼν ἄχρι τοῦ ἡμίσεως αὐτῆς, οὕτως ἤδη τὴν ἔμφυσιν εἰς αὐτὸ τὸ τῆς βάσεως ὀστοῦν ποιεῖται. ἡ χρεία δʼ αὐτοῦ τῆς ὠμοπλάτης τὴν βάσιν κατʼ εὐθὺ ἀνέλκειν τῆς κεφαλῆς· οἱ δέ γε πρότεροι μύες οὐ μόνην τὴν βάσιν, ἀλλʼ ὅλην αὐτὴν ἀνέλκουσιν.

`25.31`

Περὶ τῶν τὴν ὠμοπλάτην κινούντων μυῶν.

`25.31.1–25.31.7`

Ἑπτὰ μύες εἰσὶν οἱ κινοῦντες ἑκατέραν τῶν ὠμοπλατῶν, δύο μὲν ἀπʼ ἰνίου καταφερόμενοι, περὶ ὧν ἔμπροσθεν εἶπον, ἕτερος δὲ τρίτος ἀπὸ τῆς εἰς τὸ πλάγιον ἐξοχῆς τοῦ πρώτου σπονδύλου, τέταρτος δʼ ἀπὸ τοῦ τὸν λάρυγγα περιέχοντος ὀστοῦ, καὶ δύο ἄλλοι τὴν ἔκφυσιν ἐκ τῆς κατὰ τὸν νῶτον ἀκάνθης ἔχοντες, ἕβδομος δʼ ἀπὸ τῆς ὀσφύος ἀναφερόμενος ἐπὶ τὴν κατʼ ὦμον διάρθρωσιν μέγιστος μῦς, οὗ τὴν φύσιν ἅπασαν ἐν τοῖς ἑξῆς διηγήσομαι κατʼ ἐκεῖνο τοῦ λόγου τὸ μέρος ἔνθα δίειμι περὶ τῶν τὸ κατʼ ὦμον ἄρθρον κινούντων μυῶν. ἐμφύεται δʼ ὁ μὲν ἐκ τοῦ πρώτου σπονδύλου τὴν ἔκφυσιν ἔχων εἰς τὸ τῆς ἐν ὠμοπλάτῃ ῥάχεως πέρας, ὅσον ὑψηλόν ἐστι πρὸς ἀκρωμίῳ σχεδὸν εἰς τὸ τρίτον που μέρος ὅλης αὐτῆς. ἔστι δὲ σαρκοειδής τε καὶ ἥκιστα πλατὺς οὗτος ὁ μῦς καὶ προσάγει τὴν ὠμοπλάτην τοῖς πλαγίοις μέρεσι τοῦ τραχήλου. ὁ δʼ ἐκ τοῦ περιέχοντος ὀστοῦ τὸν λάρυγγα τὴν ἔκφυσιν ἔχων εἰς ἐκεῖνο μάλιστα τῆς κατʼ ὠμοπλάτην ὑψηλῆς ἐκφύεται πλευρᾶς, ἵναπερ ἡ ἀρχὴ τῆς ἀγκυροειδοῦς ἀποφύσεώς ἐστιν. στενὸς καὶ μακρὸς μῦς οὗτος ὑπάρχει καὶ προσάγει τὴν ὠμοπλάτην εἰς τὸ πρόσω τοῦ τραχήλου πρὸς τὴν ἰδίαν ἀρχήν, ὅπερ κοινόν ἐστιν ἁπάντων τῶν μυῶν. ὁ δʼ ἀπὸ τῶν πλευρῶν τε καὶ τῆς ὀσφύος ἐπὶ τὴν κατὰ τὸν ὦμον διάρθρωσιν ἀναφερόμενος μῦς τῇ τε βάσει τῆς ὠμοπλάτης ὁμιλῶν ὅλῃ καὶ τοῖς σιμοῖς τοῖς κατὰ τὴν ταπεινοτέραν πλευρὰν κάτωθέν τε καὶ πρόσθεν ἐφʼ ἑαυτὸν ἐκ τούτων τῶν λαβῶν ἐπισπᾶται τὴν ὅλην ὠμοπλάτην εἴς τε τὰ κάτω καὶ πρόσω. τῶν δʼ ὑπολοίπων δύο μυῶν ὁ μὲν ἐπιπολῆς ἐξ ἁπάντων ἐκφυόμενος τῶν τοῦ θώρακος σπονδύλων εἰς τὸ κάτω μέρος ἐκφύεται τῆς ῥάχεως αὐτῆς, ὁ δʼ ὑπʼ αὐτῷ κείμενος ἐκφύεται μὲν ἔκ τε τῶν ἑπτὰ τοῦ θώρακος σπονδύλων καὶ προσέτι τῶν ἐν τραχήλῳ πέντε, καταφύεται δʼ εἰς ὅλον τὸ χονδρῶδες τῆς βάσεως. ἀπάγει μὲν οὖν ἑκάτερος αὐτῶν ὀπίσω τὴν ὠμοπλάτην, ἀλλʼ ὁ μὲν πρότερον ῥηθεὶς σὺν τῷ κατασπᾶν, ὁ δὲ δεύτερος ὡς ἐπὶ τὸν τράχηλον ἀνέλκων· εἰ δʼ ἄμφω ταθεῖεν, ὀπίσω πρὸς τὴν ῥάχιν ἀπάγουσιν ὅλην τὴν ὠμοπλάτην ἐπὶ τοὺς ἑπτὰ τοῦ θώρακος σπονδύλους τοὺς πρώτους, οἷς καὶ παρατέτανται.

`25.32`

Περὶ τῶν τὴν κεφαλὴν κινούντων μυῶν.

`25.32.1–25.32.22`

Ἡ κεφαλὴ τὰς μὲν οἰκείας κινήσεις ἄνευ τοῦ τραχήλου κινεῖται, βραχυτάτας τε ἅμα καὶ δισσὰς οὔσας κατὰ διττὰς διαρθρώσεις, τὰς μὲν ἑτέρας ἐφʼ ἑκάτερα περιστρεφομένη, τὰς δʼ ἑτέρας ἐπινευόντων τε πρόσω καὶ ἀνανευόντων ὀπίσω· αἱ δὲ σὺν ὅλῳ τῷ τραχήλῳ κινήσεις αὐτῆς ἐπὶ πολὺ γίνονται, καὶ μετʼ ὀλίγον ὑπὲρ αὐτῶν δίειμι· νυνὶ δὲ περὶ τῶν οἰκείων αὐτῆς μυῶν εἰρήσεται. τῇ προειρημένῃ συζυγίᾳ τῶν ἰσχνῶν μυῶν, οὓς καὶ αὐτοὺς ἔφην ἀνασπᾶν τὴν ὠμοπλάτην, τοῦ κατʼ ἰνίον ὀστοῦ τῆς κεφαλῆς ἐκφυομένους, ἐφεξῆς ἐστιν ἑτέρα τὴν ἔκφυσιν ἐγκαρσίαν τε ἅμα καὶ σαρκώδη καὶ πλατεῖαν ἄχρι τῶν ὤτων ἔχουσα. συνεκφύεται δʼ αὐτῇ τις ἑτέρα, τὴν ἀρχὴν ἐκ τῆς ὑπʼ αὐτὸ τὸ οὖς χώρας πεποιημένη. αὗται διʼ ὅλου τοῦ τραχήλου πρὸς τὰ πρόσω φέρονται λοξαί, κατὰ μὲν τὴν πρώτην ἔκφυσιν μετρίως συμφυεῖς, ἐν δὲ τῷ μετὰ ταῦτα χωρίῳ ἀποχωροῦσι μᾶλλον, καὶ διὰ τοῦτο καὶ δύο μύες εἶναι δόξειαν ἄν τῳ καὶ εἷς ἑκατέρωθεν τοῦ τραχήλου. ἀμφοτέρων δὲ καὶ ἡ χρεία καὶ ἡ κίνησις καὶ ἡ τῶν ἰνῶν θέσις ὁμοία· καὶ γὰρ ἡ κίνησις αὐτῶν λοξή, καὶ ἡ χρεία τὴν κεφαλὴν τοῦ ζῴου περιάγειν εἰς τὰ πρόσω. αὕτη μὲν οὖν ἡ συζυγία μεγάλων ἱκανῶς ἐστι μυῶν, ὥστε καὶ πρὸ τῆς ἀνατομῆς ἐπὶ πάντων ἀνθρώπων διαγινώσκεσθαι σαφῶς, καὶ μάλιστα ἐπὶ τῶν γυμναστικῶν· οἱ δʼ ὄπισθεν ἐξ ἰνίου πεφυκότες ἐλάττους τε πολὺ τούτων εἰσὶ καὶ πάμπολλοι τὸν ἀριθμόν· ἔστι δʼ αὐτῶν, ὡς ἄν τις εἴποι, δύο γένη, τὸ μὲν ἕτερον κοινὸν τοῦ τραχήλου καὶ τῆς κεφαλῆς, τὸ δʼ ἕτερον αὐτῆς μόνης τῆς κεφαλῆς. τὸ μὲν οὖν κοινὸν τραχήλου καὶ κεφαλῆς εἰς ὀκτώ που διαιρεῖται μῦς. ἑκατέρωθεν τῆς ἀκάνθης τέτταρας· ἡ μὲν πρώτη συζυγία πλατείας ἔχουσα τὰς κατʼ ἰνίον ἐκφύσεις, στενοῦται κατιοῦσα, καὶ γίνεται τὸ σχῆμα τῶν μυῶν ἑκατέρου τριγώνῳ παραπλήσιον ὀρθογωνίῳ. οὗτοι μὲν οὖν οἱ μύες ὥσπερ τινὲς πτύχες ἐπίκεινται τοῖς ἄλλοις πεπλατυσμένοι, καθʼ ἑκάτερον μέρος μῦς εἷς· ἀρθέντων δʼ αὐτῶν ἐνίοτε μὲν ἐναργῶς φαίνονται τρεῖς συζυγίαι μυῶν, ὡς τὸ πολὺ δὲ δύο, παρατεταμένη μὲν ἡ ἑτέρα παρὰ τὴν ἄκανθαν ἀτρέμα πλατέων μυῶν λοξῶν ἀπʼ ἰνίου πρὸς τὰ πλάγια τῆς ῥάχεως φερομένων, ἡ δʼ ἑτέρα στρογγύλων ὑπεναντίως ἐκείνοις ἐχόντων τὰς ἶνας ἐκ τῶν πλαγίων μερῶν τῆς κεφαλῆς, ὅθενπερ καὶ τὴν ἔκφυσιν ἔχουσιν, ἐπὶ τὴν ἄκανθαν φερομένας. ἀφελόντι δʼ αὐτὰς ἀκριβῶς ἤδη καταφαίνεται τὰ περὶ τὴν διάρθρωσιν τῆς κεφαλῆς· εἰσὶ δʼ ἐνταῦθα τέτταρες μύες μικροὶ καθʼ ἑκάτερον μέρος, δύο μὲν ἐκ τοῦ τῆς κεφαλῆς ὀστοῦ τὴν ἔκφυσιν ἔχοντες ἐκ κοινῆς ἀρχῆς κατὰ τὸ τοῦ ἰνίου πέρας, ἁπτόμενοι τῆς διαρθρώσεως. καθήκει δʼ ὁ μὲν εὐρωστότερος αὐτῶν εἰς τὴν ὀπισθίαν ἀπόφυσιν τοῦ δευτέρου σπονδύλου, ὁ δʼ ἕτερος λοξὸς εἰς τὴν πλαγίαν τοῦ πρώτου· τρίτος δʼ ἄλλος μῦς ἐπιζεύγνυσιν ἀμφοτέρους, ἀπὸ τῆς τοῦ πρώτου σπονδύλου πλαγίας ἀποφύσεως ἐπὶ τὴν ὄπισθεν ἀφικνούμενος τοῦ δευτέρου. καταφύεται δʼ οὗτος μὲν εἰς τὰ πλάγια τῆς ἐκφύσεως, ὁ δʼ ἕτερος ὁ πρῶτος λεχθεὶς εἰς αὐτὸ τὸ ὑψηλόν, ὅπερ ἄκανθαν ὀνομάζουσιν. ὑπόκειται δὲ τούτῳ μῦς ἕτερος μικρὸς ἐκ τοῦ τῆς κεφαλῆς ἰνίου καταφυόμενος εἰς τὸν πρῶτον σπόνδυλον. ἡ δʼ ἐνέργεια τῶν μὲν ὑστάτων εἰρημένων μυῶν τούτων τῶν ὀκτὼ τὸν ἀριθμὸν ὄντων τὴν διάρθρωσιν μόνην κινῆσαι τῆς κεφαλῆς, τῶν δʼ ἐπικειμένων αὐτοῖς ἅμα τῷ τραχήλῳ παντὶ τὴν κεφαλήν. ἀνανεύουσι μὲν οὖν ἐπʼ εὐθείας μόνην τὴν κεφαλὴν οἱ καθήκοντες ὄρθιοι μύες εἴς τε τὸν πρῶτον καὶ δεύτερον σπόνδυλον· μετὰ δὲ βραχείας ἐγκλίσεως οἱ λοιποὶ τέτταρες, οἱ μὲν ἐκ τῆς κεφαλῆς ἐκπεφυκότες ἀτρέμα λοξὴν ἀπάγοντες εἰς τὸ πλάγιον, οἱ λοιποὶ δὲ δύο συνεργοῦντες τῇδε καὶ τὴν γινομένην ἐκ ταύτης τῆς κινήσεως τοῖς ἀντιτεταγμένοις μυσὶν ἀνάτασιν λοξὴν ἐπὶ τὴν κεφαλὴν ἅμα τοῖς συνεχέσι μέρεσι τοῦ πρώτου σπονδύλου πρὸς τὸ κατὰ φύσιν ἐπανάγοντες. πρόδηλον δʼ ὅτι καθʼ ἕνα μὲν ἕκαστον μῦν αἱ κινήσεις αὗται γίνονται λοξαί· συναμφοτέρου δὲ καθʼ ἑκάστην συζυγίαν ἐνεργήσαντος, εὐθεῖα κίνησις ἀποτελεῖται μία. ὁμοίως δὲ καὶ τῶν ἐπικειμένων αὐτοῖς μυῶν τῶν ὅλον τὸν τράχηλον κατειληφότων οἱ μὲν λοξοὶ λοξὴν ἀνανεύουσιν, οἱ δʼ εὐθεῖς εὐθεῖαν ἐργάζονται. ἄλλοι δʼ ἐκ τῶν πρόσω δύο μύες εἰσὶ τῶν κινούντων ἅμα τῷ τραχήλῳ τὴν κεφαλήν, εὔρωστοί τε καὶ μακροί· προβαίνουσι δʼ ἄχρι τοῦ πέμπτου τῶν κατὰ θώρακα σπονδύλων, ἐπιτεταμένοι μὲν ἅπασι τοῖς κατὰ τὸν αὐχένα σπονδύλοις ἐκ τῶν ἔμπροσθεν μερῶν, ὑποβεβλημένοι δὲ τῷ στομάχῳ. ἡ δʼ ἔκφυσις τούτων ἐκ τῶν κάτω μερῶν ἐστι τῆς κεφαλῆς, σαρκώδης τε οὖσα καὶ κατειληφυῖα τὸ μεταξὺ τῆς τε διαρθρώσεως αὐτῆς καὶ τοῦ κάτω πέρατος τῆς λαβδοειδοῦς ῥαφῆς. κάμπτουσιν οἱ μύες οὗτοι σὺν τῷ τραχήλῳ τὴν κεφαλήν, ἐπειδὰν ἐνεργῶσιν ὅλοι· τὸ δʼ ἄνω μέρος αὐτῶν, ὅσον ἀπὸ τῆς κεφαλῆς εἰς τὸν πρῶτόν τε καὶ δεύτερον ἐκφύεται σπόνδυλον, αὐτὴν μόνην ἐπινεύει τὴν κεφαλήν, ἰδίαν ἔσθʼ ὅτε σαφῆ περιγραφὴν ἔχον ἀνάλογον τοῖς ὄπισθεν μυσὶ τοῖς μικροῖς. εἰσὶ δὲ κἀκ τῶν πλαγίων μερῶν περὶ τὸ τῆς κεφαλῆς ἄρθρον ἄλλαι δύο συζυγίαι μικρῶν μυῶν, ἡ μὲν ἑτέρα συνάπτουσα τῇ κεφαλῇ τὸν πρῶτον σπόνδυλον, ἡ δʼ ἑτέρα τούτῳ τὸν δεύτερον, οὐκ ἀεὶ σαφής. ἐνέργεια δὲ τούτων ἐστὶν εἰς τὸ πλάγιον ἐπινεύειν αὐτὰς μόνον τὰς κατὰ τοὺς πρώτους σπονδύλους διαρθρώσεις. τούτων ἁπάντων τῶν μικρῶν μυῶν ὅσοι τὴν διάρθρωσιν ἐστεφανώκασι τῆς κεφαλῆς, ὥσπερ χορὸς ἐν κύκλῳ περικείμενος, ἄλλος ἄλλην ἐνέργειαν πεπίστευται.

`25.33`

Περὶ τῶν τῆς τραχείας ἀρτηρίας μυῶν.

`25.33.1–25.33.4`

Τῆς τραχείας ἀρτηρίας τέτταρές εἰσιν ἴδιοι μύες, συστέλλοντές τε καὶ στενοῦντες αὐτήν, ἐπειδὰν ταθῶσιν, ἀντισπῶντες τό τε ὑοειδὲς ὀστοῦν καὶ τὸν λάρυγγα. ἄρχονται δʼ αὐτῶν οἱ μὲν μείζους ἐκ τοῦ κάτω πέρατος τῆς εὐθείας γραμμῆς τοῦ ὑοειδοῦς, εἶτα κατὰ τὸ μῆκος ὅλης τῆς ἀρτηρίας ἐνεχθέντες ἐπιφύονται τῷ στέρνῳ κατὰ τὰ ἔνδον μέρη. δόξειαν δʼ ἄν σοί ποτε διφυεῖς ὑπάρχειν οἱ δύο μύες οὗτοι. ἄλλοι δὲ δύο τῶν πλαγίων τε καὶ κάτω μερῶν ἐκφυόμενοι τοῦ θυρεοειδοῦς χόνδρου τελευτῶσι καὶ αὐτοὶ πρὸς τὸ στέρνον ἐκ τῶν πλαγίων περιλαμβάνοντες τὴν ἀρτηρίαν.

`25.34`

Περὶ τῶν τοῦ λάρυγγος ἰδίων μυῶν.

`25.34.1–25.34.7`

Δύο μὲν ἐπὶ τοῖς προσθίοις μέρεσι τοῦ χόνδρου τοῦ θυρεοειδοῦς, ὁ μὲν ἐκ τῶν δεξιῶν, ὁ δʼ ἐκ τῶν ἀριστερῶν, ὄρθιοι κατὰ τὸ μῆκος ἐπίκεινται πεφυκότες ἐκ τῶν ταπεινῶν πλευρῶν τοῦ λαβδοειδοῦς. ἀνασπῶσιν οὗτοι πρός τε τὸ ἄνω καὶ πρόσω τὸν χόνδρον. ἕτεροι δὲ δύο μύες ἀπὸ τῶν ὀπίσω περάτων τοῦ θυρεοειδοῦς χόνδρου, καθʼ ἑκάτερον εἷς, ἐκφυόμενοι καταφύονται τῷ στομάχῳ, σφιγκτῆρος τρόπον περιλαμβάνοντες αὐτόν· συνάγειν καὶ προσστέλλειν οὗτοι πεφύκασι τὸν χόνδρον. ἄλλοι δὲ δύο διφυεῖς τὰ πέρατα τοῦ πρώτου καὶ δευτέρου χόνδρου συνάπτουσί τε καὶ συνάγουσι, καὶ μετʼ αὐτοὺς ἄλλοι τέτταρες ἐκ τοῦ δευτέρου χόνδρου διήκοντες εἰς τὸν τρίτον, οἱ μὲν εἰς τοὐπίσω διαστέλλουσι τὴν διάρθρωσιν, οἱ δʼ εἰς τὰ πλάγια τὸ ἄνω πέρας ἀνοιγνύντες τοῦ λάρυγγος, καὶ μετʼ αὐτοὺς ἄλλοι δύο μὴ φαινόμενοι πρὶν διοιχθῆναι τὸν λάρυγγα συνάπτουσι τὸν θυρεοειδῆ χόνδρον τῷ μὲν ἀρυταινοειδεῖ διὰ παντός, οὐ διὰ παντὸς δὲ τῷ λοιπῷ. ἀντικειμένην οἱ μύες οὗτοι τὴν ἐνέργειαν ἔχουσι τοῖς προειρημένοις τέτταρσι, στενοῦντες ἀκριβῶς ἅμα τοῖς εἰρημένοις δύο διφυέσι τὸ κάτω πέρας τοῦ λάρυγγος. ἔστι δὲ καὶ περὶ τῇ βάσει τοῦ τρίτου χόνδρου μῦς διφυὴς ἢ δύο συμφυεῖς· συνάγουσι δʼ οὗτοι τὸν χόνδρον καὶ κλείουσι τὸ καθʼ ἑαυτοὺς μέρος τοῦ λάρυγγος.

`25.35`

Περὶ τῶν ἰδίων τοῦ λαβδοειδοῦς μυῶν, ὅπερ καὶ ὑοειδὲς ὀνομάζεται.

`25.35.1–25.35.5`

Δύο μύες πλατεῖς τῇ κάτω γένυϊ συνάπτουσι τὸ ὑοειδὲς ὀστοῦν, ἐκ μὲν τῶν πλαγίων μερῶν τῆς εὐθείας αὐτοῦ γραμμῆς ἐκφυόμενοι, καταφυόμενοι δʼ εἰς τὰ πλάγια μέρη τῆς γένυος μετὰ τὴν τῶν ἰδίων αὐτῆς μυῶν ἔκφυσιν. ἄλλοι δὲ δύο μύες ἐπʼ ἄκραν ἥκουσι τὴν γένυν ἀλλήλοις ἐζευγμένοι· ἀρχὴ δʼ αὐτῶν ἐστι τὸ ἄνω πέρας τῆς ὀρθίας γραμμῆς τοῦ λαβδοειδοῦς. ἕτεροι δὲ δύο μύες ἐκ μὲν τῆς ῥίζης ἄρχονται τοῦ γραφοειδοῦς, ἐκπεφύκασι δὲ τῆς ὀρθίας γραμμῆς τοῦ λαβδοειδοῦς τῷ κάτω πέρατι, καθʼ ἑκάτερον μέρος εἷς. αὗται μόναι τρεῖς συζυγίαι μυῶν αὐτοῦ μόνου τοῦ λαβδοειδοῦς εἰσιν ἴδιαι, βραχείας τινὰς αὐτῷ διδοῦσαι κινήσεις, ἡ μὲν ἀπὸ τῆς βάσεως τῶν βελονοειδῶν ἀρχομένη πρὸς τὴν ὀπίσω χώραν ἀπάγουσα, αἱ λοιπαὶ δʼ ἐπί τε τὰ πλάγια τῆς γένυος διορίζουσαι καὶ πρὸς τὴν γένυν ἀνατείνουσαι· οἱ δʼ ἄλλοι μύες οἱ ἀπὸ τοῦ ὑοειδοῦς ὀστοῦ πεφυκότες ἑτέρων ἕνεκα γεγόνασι μορίων μᾶλλον, οἱ μὲν εἰς τὰς ὠμοπλάτας ὑπὲρ τοῦ κινεῖν ἐκείνας, ὡς ἔμπροσθεν εἶπον, οἱ δʼ εἰς τὴν γλῶτταν, ὡς καὶ περὶ ταύτης εἰρήσεται. καὶ λοιπὸς ἐπʼ αὐτοῖς ὁ κατὰ τῆς φάρυγγος ἔξωθεν ἐπιβεβλημένος, εἴτε ἕνα τις αὐτὸν ἐθέλοι διφυῆ προσαγορεύειν, εἴτε δύο παραφυομένους ἀλλήλοις, ὅπερ ἄμεινον εἶναί μοι δοκεῖ· προσστέλλουσι δʼ οὗτοι τὴν τραχεῖαν ἀρτηρίαν καὶ τὸ λαβδοειδὲς ἀντισπῶσι κάτω.

`25.36`

Περὶ τῶν τὴν γλῶτταν κινούντων μυῶν.

`25.36.1–25.36.5`

Τῶν κινούντων τὴν γλῶτταν μυῶν δύο μὲν ἀπὸ τῶν βάσεων τῶν βελονοειδῶν ἐκφύσεων ἀρξάμενοι στενοὶ καὶ μακροί, προήκοντες εἰς τὰ πλάγια μέρη τῆς γλώττης, ἑκατέρωθεν εἷς, ἐμφύονται, λοξῶν κινήσεων ἐξηγούμενοι, οἱ δʼ ὑπόλοιποι πάντες ἐκφύονται μὲν ἐκ τοῦ περιέχοντος ὀστοῦ τὴν κεφαλὴν τοῦ λάρυγγος, ὃ καλοῦμεν ὑοειδές, ἐμβάλλουσι δʼ εἰς τὴν γλῶτταν, οἱ τέτταρες μὲν κατὰ δύο συζυγίας, ἐναργῶς κινοῦντες αὐτήν· ὁ πέμπτος δʼ ὁ διφυής, ὁ ἐκ τοῦ ἄνωθεν πέρατος ἀρχόμενος τῆς ὀρθίας γραμμῆς τοῦ ὑοειδοῦς ὑποπέφυκε τῇ γλώττῃ κατὰ τὸ μῆκος αὐτῆς, ἀφικνούμενος ἕως ἄκρας τῆς κάτω γένυος ἐπὶ τὸ καλούμενον γένειον, ἔνθα συμπέφυκεν αὐτῇ τὰ ὀστᾶ. οὗτος ὁ μῦς ἀντισπᾷ μὲν ἄνω τὸ ὑοειδές, ἀντιτεταγμένος τοῖς κατασπῶσιν ἐπὶ τὸ στέρνον αὐτό· σαφῆ δʼ οὐδεμίαν ἐπὶ τῆς γλώττης ἐργάζεται κίνησιν, ἀλλʼ οἵ γε ἐναργῶς ταύτην κινοῦντες οἱ λοιποὶ τέτταρές εἰσιν. ἐκφύονται δʼ οἱ δύο μὲν ἐκ τῶν ἄνω μερῶν τοῦ ὑοειδοῦς, ὅθενπερ καὶ ὁ προειρημένος ὁ διφυὴς ἤδη πως ἐν τοῖς πλαγίοις αὐτοῦ μᾶλλον· οἱ δʼ ὑπόλοιποι δύο τούτων ἐφεξῆς ἔκ τε τῶν πλαγίων τῆς ὀρθίας γραμμῆς καὶ τῶν ταπεινῶν αὐτοῦ πλευρῶν ἐκφύονται, οἱ μὲν μείζους εἰς τὴν μέσην χώραν τῆς γλώττης, ἀλλήλων ψαύοντες ἄχρι παντός, ἐξήκουσί τε πρὸς τὸ δεδεμένον αὐτῆς τὸ πρόσω, οἱ δʼ ἐλάττους εἰς τὰ πλάγια μεταξὺ τούτων τε καὶ τῶν ἐφʼ ἑκατέρας βάσεως τῆς βελονοειδοῦς ἐκφύσεως ἡκόντων . ... ἀνάλογον τῇ θέσει, λοξαὶ μὲν τῶν λοξῶν, εὐθεῖαι δὲ τῶν εὐθειῶν, ὥσπερ γε καὶ τῶν πρώτων ῥηθέντων πλαγίων πλάγιαι. ὑποβέβληνται δὲ τοῖς εἰρημένοις ἅπασι μυσὶν ἐκ τῶν κάτω μερῶν οἱ τὰς ἐγκαρσίας ἔχοντες ἶνας, ὑποπεφυκότες μὲν ὅλῃ τῇ γλώττῃ, καταφυόμενοι δʼ εἰς τὸ τῆς γένυος ὀστοῦν σχεδὸν ὅλον πλὴν τοῦ γενείου. δύνανται δʼ οἱ μύες οὗτοι ταθέντες ἐπᾶραί τε καὶ κυρτῶσαι τὴν γλῶτταν.

Περὶ τῶν τῆς φάρυγγος μυῶν.

`25.37.1`

Χώρα τις πρόκειται κοινὴ στομάχου καὶ φάρυγγος, εἰς ἣν ἑκατέρου τὸ στόμα ἀνήκει· καλοῦσι δʼ αὐτὴν μὲν τὴν χώραν ἰσθμόν, ἐπειδὴ στενή τε καὶ προμήκης ἐστί, τὸ περιέχον δʼ αὐτὴν σῶμα φάρυγγα, καθʼ ἣν ἑκατέρωθεν εἷς ἐστι μῦς ἔν τε τῷ φωνεῖν καὶ καταπίνειν ἐνεργῶν.

`25.38`

Περὶ τῶν τὸν τράχηλον κινούντων μυῶν.

`25.38.1–25.38.6`

Περὶ τῶν ἰδίων τοῦ τραχήλου μυῶν ἐν τῷδε ῥηθήσεται· δύο καθʼ ἑκάτερον αὐτοῦ μέρος εἰσίν, ὁ μὲν ὀπίσθιός πως μᾶλλον, ὁ δʼ ἐμπρόσθιος. ἐκφύεται δʼ ὁ μὲν ὀπίσθιος ἐκ τῆς πλαγίας ἐξοχῆς τοῦ πρώτου σπονδύλου κατʼ αὐτὸ μάλιστα τὸ κυρτότατον αὐτῆς· ἐκ γὰρ τῆς πρόσω μᾶλλον ἐπὶ τὴν ἀρχὴν τῆς ὠμοπλάτης ἀνατεινόμενος, ὑπὲρ οὗ πρόσθεν εἶπον, ἔχει τὴν ἔκφυσιν· ὁ δʼ ὀπίσθιος τοῦ τραχήλου μῦς οὗτος, ὑπὲρ οὗ πρόκειται νῦν λέγειν, ἄχρι τῆς ὠμοπλάτης καθήκει, ἐκπεφυκὼς ἐξ ἁπάντων τῶν σπονδύλων διὰ συνδέσμων ἰσχυρῶν, ὡς δοκεῖν πολλοὺς εἶναι μῦς, καὶ τὸ κάτω πέρας αὐτοῦ συνεχὲς ἀκριβῶς ἐστι τῷ κατὰ σιμὰ ὠμοπλάτης τοῦ θώρακος μυΐ. ὁ δʼ ἕτερος ὁ πρόσθιος τοῦ τραχήλου μῦς ἄρχεται μὲν ἐκ τῆς διατετρημένης ἀποφύσεως τοῦ δευτέρου σπονδύλου, συνεκφύεται δὲ καὶ τῶν ἄλλων τῶν κατὰ τὸν τράχηλον· ἐντεῦθεν δὲ διὰ τῶν μασχαλῶν ἄχρι τῆς πέμπτης πλευρᾶς τοῦ θώρακος ἀφικνεῖται, ψαύων ἔσθʼ ὅτε καὶ τῆς ἕκτης· καταφύεται δέ τινι μοίρᾳ καὶ εἰς τὴν πρώτην αὐτοῦ πλευρὰν τὴν ἐφεξῆς τῇ κλειδί. στρογγύλος πως μᾶλλον ὁ μῦς οὗτός ἐστι καὶ μακρός. ἐνέργεια δʼ αὐτοῦ, καθʼ ἃ μὲν ἐπιπέφυκε τῷ τραχήλῳ, κάμπτειν τοῦτον ὡς ἐπὶ τὰ πρόσω λοξόν, ἔνθα δʼ εἰς τὰς πλευρὰς τοῦ θώρακος ἀφικνεῖται, διαστέλλειν ἐκεῖνον· ὅθεν ἄμεινον ἤτοι δύο μῦς ἀλλήλοις ἡνωμένους ὁμοίως τοῖς προειρημένοις ὑπολαμβάνειν αὐτούς, ἤ, εἴπερ ἕνα χρὴ τίθεσθαι, τοῦ θώρακος νομίζειν αὐτόν· ἐκεῖνος μὲν γὰρ ἐναργῶς φαίνεται διαστέλλων τὸν θώρακα, τὸν τράχηλον δʼ ἐπινεύων οὐχ ὁμοίως ἐναργῶς· ἀντιτεταγμένην δʼ αὐτῷ κίνησιν ὁ προειρημένος ἔχει, κάμπτων καὶ αὐτὸς εἰς τὰ πλάγια καὶ πρὸς τοὐπίσω μᾶλλον τὸν τράχηλον. εἰ δʼ ἀμφότεροι ταθεῖεν ἅμα, τὴν μέσην κάμπην ἐπὶ τὰ πλάγια τοῦ σύμπαντος ἐργάζονται τραχήλου· εἰ δʼ οἱ πρόσθιοι μόνοι ταθεῖεν οἱ ἑκατέρωθεν, ὅ τε ἐκ τῶν δεξιῶν καὶ ὁ ἐκ τῶν ἀριστερῶν, ὅλον εἰς τὰ πρόσω τὸν τράχηλον ἐπινεύειν ἀναγκάζουσιν· εἰ δʼ οἱ ὄπισθεν, ἀνανεύειν ὅλον ὀπίσω· εἰ δὲ καὶ πάντες ἅμα ταθεῖεν οἱ τέτταρες, ἀρρεπὴς εἰς ἅπαντα τὰ μέρη γένοιτο ἂν οὕτως ὁ τράχηλος, ὡς κἀν τῷ πάθει τῷ τετάνῳ συμβαίνει.

`25.39`

Περὶ τῶν κατὰ τὰ σιμὰ τῶν ὠμοπλατῶν τὸν θώρακα διαστελλόντων μυῶν.

`25.39.1–25.39.5`

Τὸν διαστέλλοντα τὸν θώρακα μεγάλην διαστολὴν μῦν, ἕνα καθʼ ἑκάτερον ὑπάρχοντα μέρος, εἴτε κοινὸν τῆς ὠμοπλάτης καὶ θώρακος ὀνομάζειν ἐθελήσειέ τις, εἴτε τοῦ θώρακος τὸν κατʼ ὠμοπλάτην, οὐ διοίσει. ἐκφύεται δʼ ἀπὸ τῆς βάσεως αὐτῆς ἐπιτεταμένος ἅπαντι τῷ σιμῷ. τουτὶ μὲν οὖν αὐτοῦ κατακέκρυπται τὸ μέρος· τὸ δʼ ἀπὸ τοῦδε σύμπαν ἐστὶ φανερὸν ἐπιπεφυκὸς τῷ θώρακι μέχρι τοῦ καθήκοντος ἐπὶ τὴν ἕκτην πλευρὰν ἀπὸ τοῦ τραχήλου μυός, ἀλλὰ καὶ τῶν νόθων πλευρῶν ἐπιβαίνει δυοῖν ὁ μῦς οὗτος ἐγγὺς ἤδη τῶν χονδρωδῶν ἀποφύσεων. ἔστι δʼ οὐ συνεχὴς ἡ κατάφυσις, ἀλλʼ οἷον εἰς μικρούς τινας ἐσχισμένη μῦς, ἕνα καθʼ ἑκάστην πλευράν. ἐφεξῆς δὲ τοῖς τούτου πέρασιν ἅπασι τοῖς πρόσω τὴν ἀρχὴν τῆς ἐκφύσεως ὁ μέγιστος ἔχει τῶν κατὰ τὸ ἐπιγάστριον μυῶν, ἐσχισμέναις ὁμοίως καὶ αὐτὸς ἐκφύσεσιν ἀνηρτημένος.

`25.40`

Περὶ τῶν τὸ κατʼ ὦμον ἄρθρον κινούντων μυῶν.

`25.40.1–25.40.8`

Ἐπειδὰν ἀφέλῃς τούς τε κινοῦντας τὴν ὠμοπλάτην μῦς καὶ μετʼ αὐτοὺς τὸν ἐν τοῖς σιμοῖς μῦν, ὃν ἄρτι διῆλθον, εὐφορώτατον ἤδη τὸν ἀριθμὸν ἅπαντα τῶν κινούντων τὸν βραχίονα μυῶν ἕξεις· ὄντων γὰρ ἁπάντων ἕνδεκα, τοὺς μὲν ἀπὸ τοῦ στήθους ἐπʼ αὐτὸν ἀναφερομένους θεάσει τρεῖς, δύο δʼ ἐκ τῶν κατὰ τὰς λαγόνας χωρίων, πέντε δʼ ἐξ αὐτῆς τῆς ὠμοπλάτης ὁρμωμένους, ἑνδέκατον δʼ ἐπὶ τούτοις ἅπασι τὸν τὴν ἐπωμίδα κατειληφότα· τὸν γὰρ μικρὸν μῦν τὸν κατὰ τὴν διάρθρωσιν ἐξαίρω τοῦ παρόντος λόγου. αἱ κινήσεις δʼ αὐτῶν· τοῦ μὲν τὴν ἐπωμίδα κατειληφότος ἀνατείνειν ἄνω τὸν βραχίονα κατʼ εὐθεῖαν μάλιστα γραμμήν, τῶν δʼ ἑκατέρωθεν αὐτοῦ τῶν ἐξ αὐτῆς τῆς ὠμοπλάτης ἐκπεφυκότων, ὁ μὲν κατὰ τὴν ὑψηλὴν πλευρὰν ἀνατείνει μέν, ἀλλʼ ἐκκλίνων ἐπὶ τὰ ἔνδον, τῶν δὲ κατὰ τὴν ταπεινὴν ὁ μὲν μείζων ἀνατείνει μὲν καὶ αὐτός, ἀλλʼ ἐπὶ τἀκτός· ὁ δʼ ὡς μόριον αὐτοῦ λοξὸν ἀπάγει πρὸς τοὐκτός. διαδέχονται δὲ τὰς κινήσεις ταύτας, ἔνδοθεν μὲν οἱ ἀπὸ τοῦ στήθους ἀνιόντες, εἴτε τρεῖς αὐτοὺς ἐθέλοις λέγειν εἴτε τέτταρας, ἔξωθεν δʼ ὁ ἀπὸ τοῦ κάτω πέρατος τῆς ταπεινῆς πλευρᾶς ἀναφερόμενος. τῶν μὲν οὖν ἀπὸ τοῦ στήθους μυῶν ἁπάντων προσαγόντων ἔσω τὸν βραχίονα τὴν μὲν κεφαλὴν αὐτοῦ μᾶλλον ὁ ὑψηλότατος ἐπισπᾶται, τὸ δʼ ὅλον κῶλον ὡς ἐπὶ τὸ στῆθος ὁ μέγιστος ὁ διφυὴς προσάγει· ταθέντων δʼ ἀμφοτέρων ὁμοῦ τῶν κατʼ αὐτὸν μυῶν, ὁμοτόνως ἀνατείνεται· εἰ δʼ ὁ ἕτερος μόνος ἐνεργήσειεν, ὑψηλοτέραν μὲν τὴν προσαγωγὴν ὁ ὑψηλότερος ἐργάζεται, ταπεινοτέραν δʼ ὁ ταπεινότερος. ὁ δὲ παρὰ τὸν τιτθὸν καὶ προσάγει τῷ στήθει τὸν βραχίονα καὶ κατασπᾷ κάτω. ἐπὶ τούτοις δʼ ὁ μὲν ἐπιπολῆς ὁ λεπτὸς ὡς ἐπὶ τὰς λαγόνας ἀτρέμα πλάγιον. ὁ δʼ ὑπʼ αὐτῷ μέγιστος εὐθὺν ἀποτείνει παρὰ τὰς πλευρὰς τὸν βραχίονα. τούτων δʼ ἐφεξῆς οἱ λοιποὶ δύο μύες οἱ ἀπʼ αὐτῆς τῆς ὠμοπλάτης ἐκδέχονται περιάγοντες ἔξω τε καὶ εἰς τοὐπίσω τὸ κῶλον, ὁ μὲν ἀπὸ τῶν σιμῶν ἐκπεφυκὼς τὴν κεφαλὴν αὐτοῦ περιστρέφων ὀπίσω, ὁ δʼ ἀπὸ τοῦ κάτω πέρατος τῆς ταπεινῆς πλευρᾶς ἐκεῖνο μάλιστα τὸ μέρος, εἰς ὅπερ ἐμφύεται, πρὸς τοὐκτὸς ἀπάγων. ἀμφότεροι δʼ ἐνεργήσαντες ἅμα τὴν ἐν τῷ καλουμένῳ διπλασμῷ περιαγωγὴν ἐργάζονται τοῦ βραχίονος.

Περὶ τοῦ μικροῦ μυὸς τοῦ κατὰ τὴν ἐν ὤμῳ διάρθρωσιν.

`25.41.1`

Τοῦτον τὸν μῦν καὶ μέρος μὲν ἴσως ἄν τις θείη τοῦ κατὰ τὸν βραχίονα μεγάλου μυός, οὐ μὴν ἀλλὰ καὶ καθʼ ἑαυτόν· ἀνατάσει γὰρ λοξῇ βραχύ τι δύναται συντελεῖν.

`25.42`

Περὶ τῶν κινούντων τὴν κατʼ ἀγκῶνα διάρθρωσιν.

`25.42.1–25.42.6`

Ἡ κατʼ ἀγκῶνα διάρθρωσις ὑπὸ τεττάρων κινεῖται μυῶν ἅπαν ἐν κύκλῳ τὸ τοῦ βραχίονος ὀστοῦν κατειληφότων. οἱ μὲν οὖν πρόσθιοι δύο κάμπτουσι τὸ ἄρθρον, οὐκ εὐθεῖαν ἀκριβῶς ἑκάτερος κάμπην, ἀλλʼ ὁ μὲν ἔσω παρεκκλίνων, ὁ δʼ ἔξω· ταθέντων δʼ ἀμφοῖν, ἡ μέση γίνεται κάμψις ἡ τὸν καρπὸν ἐπὶ τὸ ἀκρώμιον ἀνάγουσα. ὁ μὲν οὖν ἔσω μᾶλλον κάμπτων ὁ μείζων μῦς ἐναργῶς ὁρᾶται καὶ πρὸ τῆς ἀνατομῆς, ὅλον τοῦ βραχίονος κατειληφὼς τὸ πρόσθιον· ἄρχεται δʼ ἀπὸ τῆς ὑψηλῆς ὀφρύος τοῦ τῆς ὠμοπλάτης αὐχένος, ἐντεῦθεν δὲ κατιὼν διὰ τῶν ἔμπροσθεν μερῶν τοῦ βραχίονος ἄχρι μὲν ἡμίσεως αὐτοῦ ψαύει, τὸ δʼ ἀπὸ τοῦδε μετέωρος ἐπιβεβλημένος θατέρῳ τῶν ἐνταῦθα μυῶν εἰς τὴν κατʼ ἀγκῶνα διάρθρωσιν ἐμβάλλει· ὁ δʼ ἕτερος ἐκ τοῦ βραχίονος ἐκφύεται μόνου, τὴν μὲν ἀρχὴν ὄπισθεν ἔχων ἐγγὺς τῇ κεφαλῇ τοῦ βραχίονος, ἐντεῦθεν δὲ διὰ τῶν ἔξω μερῶν λοξὸς ἐπὶ τὰ πρόσω παραγινόμενος ἄχρι τῆς κατʼ ἀγκῶνα διαρθρώσεως. ἐμφύεται δʼ ὁ μῦς οὗτος εἰς τὸ τοῦ πήχεως ὀστοῦν, ὥσπερ ὁ προειρημένος ὁ μείζων εἰς τὸ τῆς κερκίδος· τῶν δʼ ἐκτεινόντων τὴν κατὰ τὸν ἀγκῶνα διάρθρωσιν μυῶν ἡ μὲν ἑτέρα τῶν ἀρχῶν ἀπὸ τῆς ταπεινῆς ἐστι πλευρᾶς τῆς ὠμοπλάτης τοῦ ἡμίσεως, ὅσον ὡς πρὸς τὸν ὦμον ἀναφέρεται, ἡ δʼ ἑτέρα μετὰ τὴν κεφαλὴν τοῦ βραχίονος ἐκ τῶν ὄπισθεν αὐτοῦ μερῶν ἐκπέφυκεν. ἐκτείνουσι μὲν οὖν οἱ μύες ἀμφότεροι τὴν κατʼ ἀγκῶνα διάρθρωσιν, ἀλλʼ ὁ μὲν πρότερος ἅμα τῷ παρεγκλίνειν ἐκτός, ὁ δʼ ἕτερος εἴσω, καὶ οὗτος ἐπὶ βραχὺ λοξὴν ποιεῖται τὴν ἔγκλισιν. ἡ δὲ περιπεφυκυῖα τὸ τοῦ βραχίονος ὀστοῦν μοῖρα τοῦ δευτέρου ῥηθέντος μυός — ἔστι γὰρ ὥσπερ τις διφυής —, σαρκώδης ὅλη διαμένουσα, κατὰ τὸ ὄπισθεν ἐμβάλλει μέρος τοῦ ἀγκῶνος, εὐθεῖάν πως μᾶλλον ἔκτασιν ἐργαζομένη περὶ τὸν πῆχυν εἴσω βραχὺ ῥέπουσαν.

`25.43`

Περὶ τῶν κατὰ τὸν πῆχυν μυῶν.

`25.43.1–25.43.10`

Ἐκ μὲν τῶν ἔνδον τοῦ πήχεως ἑπτὰ μύες εἰσὶ τεταγμένοι, κατὰ δὲ τὴν ἔξω χώραν ὁ μὲν ἐλάχιστος ἀριθμὸς ὀκτώ, διαχωριζομένων δὲ τῶν συμφυῶν μυῶν, ὁ πλεῖστος δέκα, μέσος δʼ ἀμφοῖν ὁ τῶν ἐννέα. τοὺς μὲν οὖν τέτταρας δακτύλους ἄνευ τοῦ μεγάλου μῦς ἐκτείνει κατὰ τὴν μέσην μάλιστα χώραν τεταγμένος ὅλου τοῦ κώλου, τέτταρας ἀποφύων τένοντας εἰς ἕκαστον δάκτυλον ἕνα· δύο δʼ ἐφʼ ἑκάτερα τοῦδε μύες, ὁ μὲν τὸν μικρὸν δάκτυλον ἀπάγει λοξόν, ὁ δὲ τοὺς λοιποὺς τρεῖς τούτῳ προσάγει. εἰ δʼ ἀκριβολογοίης, δύο μῦς ἂν εἴποις εἶναι τούτους ἀλλήλοις συμφυεῖς. ἄλλοι δʼ ἐφʼ ἑκάτερα τούτων, ὁ μὲν τῷ πήχει παρατεταμένος ἔξωθεν εἰς τὸ πρὸ τοῦ μικροῦ δακτύλου μετακάρπιον ἐμφύεται διʼ ἑνὸς τένοντος, ὁ δʼ εἰς τὸ πρὸ τοῦ λιχανοῦ τε καὶ μέσου διὰ δυοῖν, καὶ τρίτος ἐπὶ τοῖσδε διʼ ἑνὸς εἰς τὸ πρῶτον ὀστοῦν τοῦ καρποῦ τὸ κατὰ τὸν μέγαν δάκτυλον. ὑπὸ τούτων τῶν τριῶν καρπὸς ἐκτείνεται, κατὰ μὲν τὸν μικρὸν δάκτυλον ἐγκλινομένης ὡς ἐπὶ τὸ πρηνὲς σχῆμα τῆς ἄκρας χειρός, κατὰ δὲ τὸν μέγαν ἐπὶ τὸ ὕπτιον. ὁ μέσος δʼ ἀμφοῖν μῦς μέσην ἀμφοτέρων ἐργάζεται τὴν ἔκτασιν τοῦ καρποῦ· μέσην δέ, κἂν οἱ λοιποὶ δύο μύες ἐνεργήσωσιν ἅμα, τὴν κατάστασιν ἡ χεὶρ ἄκρα λαμβάνει. τῷ μέντοι κατὰ τὸν μέγαν δάκτυλον κινοῦντι τὸν καρπόν, ὡς εἴρηται, παραπέφυκεν ἕτερος μῦς, ὡς ἀμφοτέρους ἕνα φαίνεσθαι, καθήκων εἰς τὸ πρῶτον ὀστοῦν τοῦ μεγάλου δακτύλου· καὶ κινεῖ γε αὐτὸν τὴν ἀνάλογον ἐπὶ θάτερα κίνησιν τῇ προειρημένῃ λοξῇ κατὰ τοὺς πέντε δακτύλους, ἣν ὑπὸ τριῶν ἔφην γίνεσθαι. λοιποὶ δὲ τῶν ἔξωθεν τοῦ πήχεως μυῶν εἰσιν ὅ τε ἐμφυόμενος τοῖς ἄνω μέρεσι τῆς κερκίδος λοξὸς ὅλος σαρκοειδής, ὅ τε ἐπικείμενος ἄνωθεν αὐτῇ μακρός, οὐδʼ εἰς ἀκριβῆ τένοντα τελευτῶν οὐδʼ οὕτως ὡς τὸ πολὺ ἐνέργειαν ἔχων ὑπτίαν ἐργάζεσθαι τὴν χεῖρα. λοιπὸς δʼ ὁ πρὸ τούτου λεχθεὶς ἐμφύεται τῆς κερκίδος τοῖς ἄνω μέρεσιν, οὐχ ὥσπερ ὁ τελευταῖος λεχθεὶς τοῖς κάτω. καὶ διὰ τοῦτο ἑκάτερος αὐτῶν ἐκεῖνο τὸ μέρος κινεῖ τῆς κερκίδος εἰς ὃ καταπέφυκεν· ἀμφοτέρων δʼ ἐνεργησάντων ὁμοῦ, τὴν ὑπτίαν κατάστασιν ἡ χεὶρ ὅλη λαμβάνει· ἐπιβαίνων δὲ μετὰ τὴν πρώτην ἔκφυσιν ὅλῳ τῷ πήχει παραπέφυκεν. οὕτω μὲν ἔχουσι θέσεώς τε καὶ κινήσεως οἱ ἔξωθεν μύες· τῶν δʼ ἐντὸς τοῦ πήχεως ἑπτὰ τὸν ἀριθμὸν μυῶν ὄντων, δύο μὲν τὸν καρπὸν κάμπτουσι, δύο δὲ τοὺς δακτύλους, δύο δʼ ἄλλοι τὴν κερκίδα περιάγουσιν ἐπὶ τὸ πρανές, ὁ δʼ ὑπόλοιπος εἷς, ὅσπερ καὶ πάντων ἰσχνότατός ἐστιν, ἐπιπολῆς μὲν ἐπὶ τῷ δέρματι τέτακται κατὰ μέσον μάλιστα τὸ κῶλον, ἄνωθεν κάτω φερόμενος, οὐδὲν ἄρθρον κινῶν.

`25.44`

Περὶ τῶν ἐν ἄκρᾳ τῇ χειρὶ μυῶν.

`25.44.1–25.44.6`

Διττὰ γένη μυῶν ἐστιν ἐν ἄκρᾳ τῇ χειρὶ κατὰ τὰ ἔνδον αὐτῆς μέρη, μικροὶ μὲν πάντες ἐξ ἀνάγκης, ἀλλήλων δʼ οὐκ ὀλίγον διαφέροντες τά τε ἄλλα καὶ κατὰ μέγεθος. πέντε μὲν οὖν εἰσιν οἱ τῶν λοξῶν κινήσεων ἐπὶ τὰ ἔσω τε καὶ ἄνω κινοῦντες τοὺς δακτύλους, εἷς καθʼ ἕκαστον· ἕκτος δʼ ὁ τὸν ἀντίχειρα καλούμενον τὸν μέγαν προσάγων τῷ λιχανῷ· ὁ δʼ ἕβδομος ἀπάγει μέχρι πλείστου τὸν μικρὸν δάκτυλον ἀπὸ τῶν ἄλλων. ἄλλοι δὲ μύες ἐν τῷ μετακαρπίῳ κεῖνται, τοῖς τε ἀνατομικοῖς ἀγνοηθέντες ἅπασι κἀμοὶ μέχρι πολλοῦ, μετὰ παρεγκλίσεως τῆς εἰς τὸ πλάγιον ἑκάστου τῶν δακτύλων κάμπτοντες τὸ πρῶτον ἄρθρον, δύο καθʼ ἕκαστον δάκτυλον ὄντες. κατὰ δὲ τὸν μέγαν δάκτυλον οὐκ ἴσος ἐστὶν ἀριθμός· εἷς μὲν γὰρ μικρότερός τέ ἐστι καὶ καταφύεται τῷ δακτύλῳ πλησίον τῆς δευτέρας διαρθρώσεως, οὐ πάνυ μὲν ἐκείνην σαφῶς κινῶν, τὴν πρώτην δὲ μᾶλλον· οἱ δʼ ἐφεξῆς αὐτοῦ δύο τὴν δευτέραν κάμπτουσι διάρθρωσιν, ὁ μὲν τοῦ προειρημένου τοῦ μείζονος ψαύων, ἀρρεπῆ τὴν κάμπην ποιούμενος, ὁ δὲ μετʼ αὐτὸν ἐκκλίνων ἀτρέμα εἰς τὸ πλάγιον. ἁπάντων δὲ τῶν εἰρημένων ἕνδεκα μυῶν τῶνδε κοινὸν ἔργον ἐστὶ τὴν πρὸς τὸν καρπὸν συνάρθρωσιν ἑκάστου τῶν κατὰ τὸ μετακάρπιον ὀστῶν κάμπτειν τοσοῦτον ὅσον ἑκάστη πέφυκε κάμπτεσθαι· βραχύτατον δʼ ἐστὶ τοῦτο· συνήρθρωται γὰρ ἀλλήλοις τὰ κατὰ τοῦτο τὸ μέρος ὀστᾶ καὶ οὐ καθάπερ τὰ τῶν δακτύλων ὀστᾶ διήρθρωται. διὰ τοῦτο δὲ καὶ ἡ τοῦ μεγάλου δακτύλου πρώτη διάρθρωσις ἐναργῆ τὴν κίνησιν ἔχει, λεληθυῖαν δὲ καὶ τελέως ἀμυδρὰν ἡ τῶν τοῦ μετακαρπίου πρὸς τὸν καρπόν· ἐνίοτε μέντοι κατὰ τὸν μέγαν δάκτυλον οἱ δύο μόνοι φαίνονται μύες ὁμοίως ἔχοντες τοῖς ἐπὶ τῶν ἄλλων· κἀκεῖνοι δὲ πολλάκις οὕτως ἀλλήλοις εἰσὶ συμφυεῖς, ὡς ἕνα φαίνεσθαι καθʼ ἕκαστον δάκτυλον.

Περὶ τῶν ὑπὸ ταῖς κλεισὶ μυῶν.

`25.45.1`

Ὑφʼ ἑκατέρᾳ κλειδὶ μῦς ὑπόκειται, μηδὲ φανῆναι σαφῶς δυνάμενος πρὶν ἀρθῆναι τὴν κλεῖν. ὁμοίαν δὲ τοῖς μεσοπλευρίοις ὀνομαζομένοις μυσὶ τὴν ἐνέργειαν ἔχουσιν· ὥσπερ γὰρ ἐκείνων ἕκαστος ταῖς ἔξωθεν ἰσὶ πρὸς τὴν ὑψηλοτέραν πλευρὰν ἀνασπᾷ τὴν ταπεινοτέραν, οὕτω καὶ οἵδε πρὸς τὴν κλεῖν ἀνέλκουσι τὴν πρώτην πλευράν.

`25.46`

Περὶ τῶν τοῦ θώρακος μυῶν.

`25.46.1–25.46.7`

Τῶν τοῦ θώρακος μυῶν οἱ μὲν ἐν τοῖς μεσοπλευρίοις δύο καὶ εἴκοσίν εἰσι, τῷ μήκει τὰς ἶνας ἔμπαλιν ἔχοντες· οὐ γὰρ ὥσπερ οἱ μύες ἀπὸ τῆς ῥάχεως ἄχρι τοῦ στέρνου περαίνουσιν, οὕτω καὶ αἱ ἶνες αὐτῶν, ἀλλʼ ἐκ πλευρᾶς εἰς πλευρὰν ἐμπεφύκασι λοξαί, τῷ χ γράμματι παραπλησίως ἐναντίαν ἀλλήλαις αἵ τε ἔξω καὶ ἐντὸς ἔχουσαι τὴν θέσιν. αἱ μὲν οὖν ἐκτὸς ἶνες ἐν τοῖς ἄνωθεν καταφερομένοις μέρεσι τῶν πλευρῶν διαστέλλουσι τὸν θώρακα, συστέλλουσι δʼ αἱ διὰ βάθους· ἐναντίως δʼ αὐταῖς αἱ κατὰ τὰ χονδρώδη τὰ πρὸς τῷ στέρνῳ συστέλλουσι μὲν αἱ ἐπιπολῆς, διαστέλλουσι δʼ αἱ διὰ βάθους. ἐπὶ δὲ τῶν κατὰ τὰς νόθας πλευρὰς μυῶν ἄχρι τῆς τελευτῆς αὐτῶν ἡ αὐτὴ φύσις ἐστὶ τῶν ἰνῶν· οὐδὲ γὰρ ἔχουσιν αἵδε τινὰ κάμπην. ἑτέρα δὲ μία συζυγία μικρῶν μυῶν ἀνασπᾷ τὰς πρώτας πλευράς, ὥσπερ ἕτεραι δύο κατασπῶσι τὴν δεκάτην τε καὶ τὴν ἑνδεκάτην. ἡ γάρ τοι δωδεκάτη πλευρὰ τοῦ διαφράγματος ἔξωθέν ἐστι συμπεφυκυῖα τῷ λοξῷ κατʼ ἐπιγάστριον μυῒ τῷ μικροτέρῳ· φαίνεται δʼ ἐνίοτε καὶ περιγραφὴν ἰδίου μυὸς ἔχουσα τοῦ κατασπῶντος αὐτήν. ἄλλαι δὲ τρεῖς ἐκ τραχήλου καθήκουσαι συζυγίαι μυῶν διαστέλλουσι τὸν θώρακα, μεγίστη μὲν ἡ κατὰ τὰ σιμὰ τῶν ὠμοπλατῶν, ἐλάττων δʼ ἡ πρόσθεν αὐτῆς, ἐλαχίστη δʼ ἡ ὄπισθεν. οὗτοι πάντες οἱ μύες διαστέλλουσι τὸν θώρακα, καὶ πρὸς αὐτοῖς αἱ φρένες. συστέλλουσι δʼ οἵ τε μεσοπλεύριοι ταῖς ἡμισείαις ἰσί, καὶ οἱ τοῖς ῥαχίταις παρατεταμένοι κατὰ τὰς ῥίζας τῶν πλευρῶν, καὶ τῶν ὀρθίων κατʼ ἐπιγάστριον ἡ ἄνω μοῖρα, καὶ οἱ τὰς ἐσχάτας πλευρὰς κατασπῶντες. συντελοῦσι δέ τι πρὸς τὰς συστολὰς τοῦ θώρακος ἐνίοτε καὶ οἱ κατʼ ἐπιγάστριον.

`25.47`

Περὶ τῶν τῆς ῥάχεως μυῶν.

`25.47.1–25.47.4`

Οἱ ῥαχῖται μύες ἄρχονται μὲν ἀπὸ τοῦ δευτέρου σπονδύλου τῶν κατὰ τὸν τράχηλον· ἤτοι δὲ τοσοῦτοι τὸν ἀριθμόν εἰσιν, ὅσοιπερ οἱ ἀπὸ τοῦδε σπόνδυλοι διαφυεῖς ἀλλήλοις ὄντες, ἢ μέγιστος εἷς ἑκατέρωθεν τῆς ἀκάνθης ἐκ πολλῶν μορίων σύνθετος. ἁπάντων δʼ αἱ ἶνες ἀτρέμα τε λοξαὶ τυγχάνουσιν οὖσαι καὶ ταθεῖσαι βραχὺ παρεγκλίνουσιν ἐφʼ ἑαυτὰς ἕκαστον τῶν συνεχόντων σπονδύλων· ὅταν δʼ ἀμφότεραι ταθῶσιν, αἵ τε ἐκ τῶν δεξιῶν καὶ ἐκ τῶν ἀριστερῶν ἑκάστου σπονδύλου, τηνικαῦτα ὀρθὸς καὶ ἀρρεπὴς μένων ἀνακλᾶται πρὸς τοὐπίσω, καὶ εἰ καθʼ ὅλην τὴν ῥάχιν οὕτως γένοιτο, μετὰ μὲν μετρίας τῆς τάσεως ἐκτείνεται πᾶσα, βιαιότερον δὲ ταθέντων ἀνακλᾶται πρὸς τοὐπίσω τὴν ἐναντίαν τῇ κυφώσει καλουμένῃ λαμβάνουσα διάθεσιν. κατὰ δὲ τὴν ἄνω μοῖραν ἅπασαν ἄχρι τοῦ τετάρτου, ποτὲ δὲ καὶ τοῦ πέμπτου τῶν κατὰ θώρακα σπονδύλων, οἱ δύο μύες οἱ ὑποβεβλημένοι τῷ στομάχῳ κάμπτουσι τὴν ῥάχιν· κατὰ δὲ τὰ κάτω ἡ κατʼ ὀσφὺν ἔνδον ἅπασα χώρα μεγίστους ἔχει δύο μύας, οὓς ψόας ὀνομάζουσιν οἱ ἀνατομικοὶ πάντες· ἐκφύονται δʼ ἀνωτέρω τοῦ διαφράγματος οἵδε κατὰ τὸν ἑνδέκατον ἢ δέκατον ἐνίοτε τοῦ θώρακος σπόνδυλον, κάμπτοντες τὸ καθʼ ἑαυτοὺς μέρος τῆς ῥάχεως. τὸ δʼ ἐν τῷ μεταξὺ τούτων τε καὶ τῶν προειρημένων, ὅπερ ἐστὶ τοῦ θώρακος τὸ μέσον, οὐδένα κέκτηται μῦν ἴδιον, ἀλλὰ τοῖς ἑκατέρωθεν μέρεσι συγκινεῖται.

`25.48`

Περὶ τῶν κατʼ ἐπιγάστριον μυῶν.

`25.48.1–25.48.5`

Ὀκτὼ μύες εἰσὶν οἱ κατʼ ἐπιγάστριον, τέτταρες ἑκατέρωθεν, ἔξωθεν μὲν ἁπάντων οἱ ἀπὸ τοῦ θώρακος καταφερόμενοι λοξοὶ μέχρι τῶν τῆς ἥβης ὀστῶν, μέγιστοι τῶν ἐνταῦθα μυῶν· δεύτεροι δʼ ὑπʼ αὐτοῖς οἱ ἀπὸ τῶν λαγόνων ἀναφερόμενοι, καὶ τρίτοι τούτοις συνάπτοντες οἱ εὐθεῖς, καὶ τέταρτοι οἱ τῷ περιτοναίῳ συμφυεῖς, ἐγκάρσιοι τῇ θέσει. καὶ λανθάνει γε τοὺς πλείστους τῶν ἰατρῶν τὸ σύνθετον ἐξ αὐτῶν τε καὶ τοῦ περιτοναίου σῶμα, περιτόναιον εἶναι νομίζοντας. ἀμέλει κἀν ταῖς καλουμέναις γαστρορραφίαις ὡς ὑμένα διαρράπτουσιν αὐτό· καταλείπει μέντοι τὸ περιτόναιον ἐν τοῖς κάτω μέρεσιν ἡ ἀπονεύρωσις αὕτη, καὶ φαίνεται λοιπὸν ἐκεῖνο μόνον γυμνόν. χρήσιμοι δʼ εἰσὶν οἱ ὀκτὼ μύες οὗτοι πρός τε τὰς ἐκφυσήσεις καὶ τὰς καλουμένας καταλήψεις τοῦ πνεύματος καὶ τὰς μεγάλας τε καὶ τὰς ὀξείας φωνὰς ἐμέτους τε καὶ διαχωρήσεις γαστρός. συντελεῖ δʼ αὐτῶν ἡ κάτω χώρα, καὶ μάλιστα τῶν ἐπιβεβλημένων τῇ κύστει, τῇ κατὰ τὴν οὔρησιν ἐνεργείᾳ, προσστέλλοντες εἴσω τὸ ὑπογάστριον.

`25.49`

Περὶ τῶν ἐπὶ τοὺς ὄρχεις κάτω ἐπιφερομένων μυῶν.

`25.49.1–25.49.3`

Δύο πρὸς ἑκάτερον ὄρχιν ἀφικνοῦνται μύες ἰσχνοί· ἐκφύονται δʼ ὁ μὲν ἐκ τοῦ τῆς ἥβης ὀστοῦ διʼ ὑμενώδους συνδέσμου λεπτοῦ, ὁ δʼ ἐκ τοῦ τῆς λαγόνος ὁρμωμένου. καταφέρονται δʼ ὁ μὲν ἔνθεν, ὁ δʼ ἔνθεν τοῦ καθήκοντος ἐπὶ τὸν ὄρχιν πόρου, κἄπειτα πλατυνόμενοι περιλαμβάνουσι τὸν ἐλυτροειδῆ. τὸ δʼ ἔργον αὐτῶν ἀνατείνειν τὸν ὄρχιν, ὅθεν ἔνιοι κρεμαστῆρας αὐτοὺς ὀνομάζουσιν.

`25.50`

Περὶ τῶν κατὰ τὸν τράχηλον τῆς κύστεως μυῶν.

`25.50.1–25.50.2`

Σαρκώδης μῦς περιβέβληται τῷ τραχήλῳ τῆς κύστεως· τὸ πλεῖστον δʼ αὐτοῦ μέρος ὑποβέβληται κάτωθεν. οὗτος ὁ μῦς κλείει τὸ στόμα τῆς κύστεως ὑπὲρ τοῦ μηδὲν ἐκρεῖν ἀκουσίως· συνεπωθεῖ δὲ καὶ τὸ διʼ αὐτοῦ φερόμενον οὖρον.

`25.51`

Περὶ τῶν τοῦ αἰδοίου μυῶν.

`25.51.1–25.51.3`

Δύο μὲν ἔχει πάνυ σμικροὺς μῦς λοξοὺς τὸ αἰδοῖον εἰς τὴν ἔκφυσιν ἐμβάλλοντας αὐτοῦ, δύο δʼ ἄλλους συμφυεῖς ἢ ἕνα διφυῆ σαρκώδη, κάτωθεν μὲν ὑποκειμένους αὐτῷ μᾶλλον, οὐ μὴν ἀλλὰ καὶ περιλαμβάνοντας ἐν κύκλῳ. τούτων μὲν οὖν εἰς οὐδὲν σαφῶς ὀστοῦν ἀνήκουσιν αἱ κεφαλαί, τῶν δʼ ἄλλων δυοῖν εἰς τὰ τῆς ἥβης ὀστᾶ ὀνομαζόμενα. δύνανται δʼ ἅπαντες οἱ εἰρημένοι τό τε ἀρρεπὲς ἐν ταῖς ἐντάσεσι παρέχειν τῷ αἰδοίῳ καὶ τὰς ἐν τῷ διασείειν τε καὶ ἀνασείειν αὐτῷ κινήσεις.

`25.52`

Περὶ τῶν κατὰ τὴν ἕδραν μυῶν.

`25.52.1–25.52.5`

Εἷς μέν τίς ἐστιν ἀζυγής, στρογγύλος, ἐγκάρσιος μῦς, περιβεβλημένος τῇ ἕδρᾳ, κλείων ἀκριβῶς καὶ ἰσχυρῶς, εἰ ταθείη, τὸ ἀπευθυσμένον ἔντερον, κατὰ μὲν τὸ μέσον ἑαυτοῦ ψαύων τοῦ καλουμένου κόκκυγος, ἑκατέρωθεν δʼ εἰς τὴν ἔκφυσιν τοῦ αἰδοίου τελευτῶν. αὐτὸ δὲ τὸ ἐξωτάτω πέρας αὐτῆς συγκεκραμένον ἔχει τῷ δέρματι μῦν, οἷόν τι καὶ τὸ τῶν χειλῶν ἐστι πέρας, ὡς ἤτοι δερματώδη μῦν ὀνομάζειν ἢ δέρμα μυῶδες. ἡ χρεία δὲ καὶ τούτου παραπλησία τῷ μυΐ, πλὴν ὅσον ἰσχύϊ καὶ ῥώμῃ τῆς ἐνεργείας ἀπολείπεται. οἱ λοιποὶ δὲ δύο μύες ὑμενώδεις ὄντες ἀνωτέρω τοῦ στρογγύλου μυὸς ἔχουσι τὴν θέσιν· ἐκφύονται μὲν γὰρ ἔκ τε τῶν ἔνδον μερῶν τῶν τῆς ἥβης ὀστῶν καὶ τῶν τοῦ καλουμένου πλατέος ἢ ἱεροῦ, καταφύονται δʼ ἑκατέρωθεν εἰς λοξόν, τείνοντες ἄνω τὴν ἕδραν, ἡνίκα ἂν ἐπὶ πλεῖστον αὐτὴν ἐκστραφῆναι συμβῇ προθυμίαις ἰσχυραῖς· ὑπὸ γὰρ τῶν καθʼ ὑπογάστριον μυῶν ἅμα ταῖς φρεσὶ θλιβόντων τά τε ἔντερα καὶ διʼ ἐκείνων ὅ τι περ ἂν ἐν αὐτοῖς περιέχηται, προωθεῖσθαί τε συμβαίνει τὴν ἕδραν ἐκτρέπεσθαί τε πολλάκις εἰς τοσοῦτον ὡς μηδὲν ὑπὸ τῶν εἰρημένων δυοῖν μυῶν ἑτοίμως ἀνασπᾶσθαι· καὶ ὅταν γε παραλυθῶσιν ἢ ἀτονήσωσιν οἱ μύες οὗτοι, χαλεπῶς καὶ μόγις ἀνασπᾶσθαι συμβαίνει τὴν ἕδραν ἢ καὶ παντάπασιν ἐκτετραμμένην διαμένειν, ὡς καὶ τῶν χειρῶν δεῖσθαι βοηθῶν. εὐθὺς δὲ καὶ τὴν ἔκφυσιν τοῦ αἰδοίου συνανασπῶσιν οἱ μύες οὗτοι διὰ τὴν προειρημένην κοινωνίαν.

`25.53`

Περὶ τῶν τὴν κατʼ ἰσχίον διάρθρωσιν κινούντων μυῶν.

`25.53.1–25.53.10`

Δέκα μύες εἰσὶν οἱ τὴν κατʼ ἰσχίον διάρθρωσιν κινοῦντες· ἡ μὲν οὖν ψόα, μῦς τις οὖσα οὐ μικρός, ἀρχομένη τε ἐκ τῆς δεκάτης τοῦ θώρακος πλευρᾶς, κάμπτει τε ἅμα καὶ πρὸς τοὐκτὸς μᾶλλον ἐπιστρέφει τὸν ὅλον μηρόν. καὶ ἕτερός τις ἐμφύεται μῦς μικρὸς ἀπὸ τῆς βάσεως ἀρχόμενος τοῦ κατʼ ἰσχίον ὀστοῦ παρὰ τὸ ψιλὸν καὶ ἄσαρκον τῆς πυγῆς· ταπεινῆς προσαγωγῆς ὁ μῦς οὗτός ἐστιν αἴτιος. ὁ δὲ μέγιστος τῶν κατὰ τὸν μηρόν, πάντων τῶν κατὰ τὸ σῶμα μυῶν, ἐπίκειται μὲν ἅπαντι τῷ τῆς ἥβης ὀστῷ συνεπιλαμβάνων τι καὶ τῶν ἰσχίων ἐκ πλαγίων τε ἅμα καὶ κάτωθεν ἄχρι τοῦ ψιλοῦ καὶ ἀσάρκου, καταφύεται δʼ εἰς ὅλον κύκλῳ τὸν μηρὸν σαρκώδεσι λαβαῖς ἀντεχόμενος αὐτοῦ, ταῖς μὲν ἐκ τῶν κάτω μερῶν παρὰ τὸ ψιλὸν καὶ ἄσαρκον ἐμφυομέναις ἰσίν, αἷς ἐγγὺς τῆς κατὰ τὸ γόνυ διαρθρώσεως ἐξικνεῖται, πρὸς τοὐπίσω μᾶλλον ἀπάγων τὸν μηρὸν ἅμα τῷ προσάγειν ἀτρέμα πρὸς τὸν ἕτερον μηρόν, ταῖς δʼ ὑψηλοτέραις τούτων προσάγων μόνον, ταῖς δʼ ὑψηλοτάταις, ἄνωθεν μὲν ἀρχομέναις, εἰς δὲ τὰ πρῶτα μέρη τοῦ μηροῦ καταφυομέναις, προσάγων τε ἅμα καὶ ἀνατείνων αὐτόν. ἀνατεμνομένου δὲ τούτου τοῦ μυός, ὅ τε προειρημένος ἐναργῶς φαίνεται καί τινες ἕτεραι περιγραφαὶ μυῶν οὐκ ἐναργεῖς, ἐνίοτε μὲν δυοῖν, ἔστι δʼ ὅτε τριῶν, οὓς ἐάν τις ἐν τοῖς μυσὶν ἀριθμῇ, πλέονας ἐρεῖ τῶν δέκα τοὺς κινοῦντας εἶναι τὴν κατʼ ἰσχίον διάρθρωσιν. ἐκ δὲ τῶν ὀπίσω μερῶν κατὰ τὴν πυγὴν πρῶτος μὲν ὁ ἐπιπολῆς μῦς, ἐκτείνει δʼ ἀκριβῶς τὸν μηρόν, ἐπισπώμενος εἰς τοὐπίσω· δεύτερος ἐπὶ τῷ προειρημένῳ μυῒ τῷ ἐπιπολῆς ἕτερός ἐστι μῦς, ἱκανῶς παχὺς καὶ σαρκώδης, ἐκτείνων τε ἅμα τὸν ὅλον μηρὸν καὶ πρὸς τὴν ἐντὸς χώραν ἐπισπώμενος αὐτοῦ τὴν κεφαλήν· ὑποφύεται δʼ αὐτῷ μῦς ἕτερος ἀνατείνων τε ἅμα καὶ πρὸς τοὐκτὸς ἐπισπώμενος τοῦ μηροῦ τὴν κεφαλήν. ἄλλος δέ τις μῦς μικρὸς καὶ παχὺς ἐκ τῶν ἔξωθέν τε καὶ κάτω μερῶν τοῦ τῆς λαγόνος ὀστοῦ τῶν κατʼ ἰσχίον τὴν ἔκφυσιν ποιησάμενος ὑποφύεται τῷ προειρημένῳ μεγάλῳ μυῒ ἀνατείνων τε ἅμα καὶ πρὸς τοὐκτὸς περιστρέφων τοῦ μηροῦ τὴν κεφαλήν. ὑπόλοιποι δὲ δύο μύες εἰσὶ τῶν κινούντων τὸν μηρόν· ἐκφύονται δὲ τῶν τῆς ἥβης ὀστῶν ὅλων, ὁ μὲν ἔσωθεν, ὁ δʼ ἔξωθεν. οὗτοι οἱ μύες καὶ τὸ φυσικὸν τρῆμα κατειλήφασι τοῦ τῆς ἥβης ὀστοῦ, μέσον ἔχοντες ἑαυτῶν ὑμενώδη σύνδεσμον, ὀπίσω δʼ ἐς ταὐτὸν ἀλλήλοις ἥκουσι περιφυόμενοι τῷ κατʼ ἰσχίον ὀστῷ σαρκώδεσι λαβαῖς. ἔργον τούτων τῶν μυῶν ἐστι περιστρέφειν τὴν κεφαλὴν τοῦ μηροῦ, ἔσω μὲν ἅμα καὶ πρόσω τοῦ πρώτου μυός, ἔξω δʼ ἅμα καὶ ὀπίσω τοῦ λοιποῦ. δέκατος ἐπὶ τοῖς εἰρημένοις ἐστὶ μῦς ἐκ τῶν ἔνδον μερῶν τοῦ μηροῦ κείμενος, ὃς ἴσως μέν τι καὶ τὴν κνήμην κινεῖ· ἐναργέστατα δὲ πᾶσιν ὅλον ἔσω προσάγει τὸν μηρόν, ὃν ὀλίγον ὕστερον ὁποῖός τίς ἐστι διηγήσομαι μετὰ τῶν κινούντων τὴν κατὰ γόνυ διάρθρωσιν, ἐπειδὴ σὺν αὐτοῖς τέτακται.

`25.54`

Περὶ τῶν κινούντων τὴν κατὰ γόνυ διάρθρωσιν μυῶν.

`25.54.1–25.54.9`

Ἐννέα μύες εἰσὶν οἱ τὴν κατὰ γόνυ κινοῦντες διάρθρωσιν· πρῶτος μὲν ὁ ἐπιπολῆς, στενότατός τε καὶ μακρότατος, τὴν μὲν ἄνωθεν ἔκφυσιν ἐκ μέσης τῆς ὀρθίας ῥάχεως τοῦ τῆς λαγόνος ὀστοῦ πεποιημένος, διὰ δὲ τῶν ἔνδον τοῦ μηροῦ φερόμενος ἐπὶ τὸ γόνυ κἀνταῦθα καταφυόμενος εἰς τὸ καλούμενον ἀντικνήμιον οὐ μετὰ πολὺ τῆς διαρθρώσεως. οὗτος μὲν οὖν κάμπτει τε ἅμα πρὸς τοὐντὸς τὴν κνήμην καὶ ἀνατείνει πως ὑψηλὴν καὶ εἰς τουτὶ ἄγει τὸ σχῆμα τὸ σκέλος σύμπαν, ἐν οἵῳ μάλιστα καθίσταται, μεταλλαττόντων ἡμῶν αὐτὸ κατὰ θατέρου· ὁ δʼ ἐφεξῆς τούτῳ τὴν ἀρχὴν μὲν ἐκ τῶν τῆς ἥβης ὀστῶν ἔχει, καταφύεται δʼ εἰς αὐτὸ μάλιστα τὸ ἀντικνήμιον, ἔσω καὶ αὐτὸς ἐπιστρέφων τὴν κνήμην μετὰ τῆς ἐπὶ τὸ ὄρθιον ἀνατάσεως. ὁ δʼ ὡς τὸ πολὺ μὲν ἐκ τῶν ἔνδον μερῶν, ἐνίοτε δὲ βραχεῖ τοῦ προειρημένου κατωτέρω, συνεχὴς αὐτῷ μῦς, ὁμοίως τένοντι καταφυόμενος εἰς τὸ ἀντικνήμιον, κάμπτει τε ἅμα καὶ πρὸς τοὐκτὸς περιστρέφει τὴν κνήμην λοξήν, ὥσπερ καὶ αὐτὸς κινεῖται λοξός. τούτῳ τῷ μυῒ συνεχῆ τὴν ἔκφυσιν ἔχοντες ἄλλοι τρεῖς εἰσι μύες, ὁ μὲν ἐκ τῶν ἔξω μερῶν τοῦ σκέλους, εὔρωστος ἱκανῶς, πρὸς τοὐκτὸς ἐπιστρέφων τὴν κνήμην, οἱ λοιποὶ δὲ δύο τὴν μὲν ἄνωθεν ἀρχὴν ἐκ τῶν ἔνδον μερῶν ἔχουσι τῶν προειρημένων δυοῖν· καθήκουσι δʼ ὁ μὲν ἐφεξῆς τῶν προειρημένων δυοῖν εἰς τὸ τῆς κνήμης ἔνδον οὐ πολὺ τῆς διαρθρώσεως κάμπτων, ἀλλὰ καὶ πρὸς τοὐκτὸς ἐπιστρέφων αὐτὴν διὰ τένοντος ἠρέμα στρογγύλου· ὁ δʼ αὖ πάλιν ἐφεξῆς τῷδε τοῖς ἔνδον μέρεσι τοῦ μηροῦ τοῖς πρὸ τῆς κατὰ γόνυ διαρθρώσεως ἐμφύεται, ἔσω ἅμα τε καὶ ἐπʼ ὀλίγον ὀπίσω τὸν μηρὸν ἀπάγων. δέκατον δʼ αὐτὸν ὠνόμασα τῶν κινούντων τὸ κατʼ ἰσχίον ἄρθρον· ἀνεβαλόμην τε τὴν διδασκαλίαν αὐτοῦ ποιήσασθαι μετὰ τῶν κινούντων τὴν κατὰ γόνυ διάρθρωσιν, ἐπειδὴ σὺν αὐτοῖς τέτακται. οἱ δʼ ὑπόλοιποι τρεῖς μύες τῶν κατὰ τὸν μηρὸν οἱ πρόσθιοι τὴν κατὰ γόνυ διάρθρωσιν ἐκτείνουσιν, οἱ μὲν ἐπιπολῆς εὔρωστοι δύο τελευτῶντες εἰς ἰσχυρὸν τένοντα πλατύν· ὁ δʼ ὑπὸ τούτοις κατακεκρυμμένος εἴς τε τὴν ἀρχὴν ἐμφύεται τῆς ἐπιγονατίδος καὶ τοῖς περὶ τὴν διάρθρωσιν ἐπιφύεται συνδέσμοις. οὗτοι μὲν οὖν ἅπαντες οἱ εἰρημένοι μύες ἄνωθεν κάτω φερόμενοι διὰ τοῦ μηροῦ, τὴν κατὰ γόνυ διάρθρωσιν κινοῦσιν, ὡς μὲν ἐγώ φημι, δικαιότερον ἂν ἐννέα ῥηθέντες, ἵνα δὲ μὴ δοκῶμεν ἐπὶ σμικροῖς διαφέρεσθαι πρὸς τοὺς πρεσβυτέρους ἡμῶν, ὀκτώ. μικρὸς δέ τις ἄλλος μῦς ἐγκατακέκρυπται τῇ διαρθρώσει κατʼ αὐτὴν τὴν ἰγνύαν σύνδεσμον ἔχων τὴν κεφαλὴν ἰσχυρὸν καὶ στρογγύλον ἐκπεφυκότα κατὰ τὸν ἔξω κόνδυλον τοῦ μηροῦ. καθήκει δʼ οὗτος εἰς τὸ τῆς κνήμης ὀστοῦν λοξός πως μᾶλλον διὰ τῶν ὀπίσω μερῶν ἐποχούμενος τῇ διαρθρώσει, κάμπτειν αὐτὴν ἐκπεφυκώς.

`25.55`

Περὶ τῶν κατὰ τὴν κνήμην μυῶν, ὑφʼ ὧν ὅ τε ποῦς ὅλος καὶ οἱ δάκτυλοι κινοῦνται.

`25.55.1–25.55.12`

Τεσσαρεσκαίδεκα μύες ἐν κύκλῳ περίκεινται τῇ κνήμῃ, ἑπτὰ μὲν ἐκ τῶν ὀπίσω μερῶν, ἑπτὰ δʼ ἐκ τῶν πρόσω. τῶν μὲν οὖν ὀπίσω τεταγμένων οἱ τρεῖς μὲν εἰς τὸ τῆς πτέρνης ὀστοῦν τελευτῶσιν, οἱ τρεῖς δὲ τούς τε δακτύλους κάμπτουσιν ὅλου τοῦ ποδός, ὁ δʼ ἕβδομος εἰς τένοντα τελευτήσας ὑποφύεται τῷ ψιλῷ καὶ ἀσάρκῳ τοῦ ποδὸς ἅπαντι πλατυνόμενος ... τῷ τῆς πτέρνης ὀστῷ κάτωθεν πλατυνθείς· ἔπειτα δέ, ὡς εἶπον, ὅλῳ τῷ ποδί. τούτου δʼ ἡ χρεία δυσπερίτρεπτόν τε καὶ τεταμένον καὶ σκληρόν, ἔτι δὲ ψιλὸν τριχῶν εὐαίσθητόν τε κατασκευάσαι τὸ καλούμενον πέλμα, τῶν δʼ εἰς τὴν πτέρναν ἐμβαλλόντων ἀπάγειν ὀπίσω μετʼ αὐτῆς ὅλον τὸν πόδα. οἱ μὲν οὖν ὄπισθεν μύες τῆς κνήμης οὕτως ἔχουσιν· τῶν δʼ ἔμπροσθεν ὁ μὲν ἀνατείνων ὅλον τὸν πόδα καὶ καταφυόμενος εἰς τὸν ταρσὸν μέγιστός ἐστι τῶν προσθίων μυῶν, ὁ δὲ παρακείμενος αὐτῷ καὶ μέρος αὐτοῦ νομιζόμενος εἶναι εἰς τὸ πρῶτον ὀστοῦν ἐμφύεται τοῦ μεγάλου δακτύλου, ἀνατείνων αὐτὸν ἀτρέμα λοξόν· ἐφεξῆς δὲ τούτων ἐστὶν ἀπονεύρωσις εἰς ὅλον τὸν μέγαν δάκτυλον ἐμβάλλουσα κατὰ μῆκος, ὑφʼ ἧς ἐκτείνεται. ποιεῖται δὲ τὴν ἔκφυσιν ὁ τῆς ἀπονευρώσεως ταύτης μῦς ἰσχνὸς ὢν ἱκανῶς, ἐκ τῆς μεταξὺ χώρας κνήμης τε καὶ περόνης ἀμφοτέρων ἀντιλαμβανόμενος τῶν ὀστῶν· ὅταν δʼ ἐγγὺς ᾖ τῷ μεγάλῳ δακτύλῳ, σύνδεσμόν τινα διεξέρχεται τοιαύτην ἔχοντα χρείαν οἵαν ἐπὶ τῶν ἁρμάτων οἱ κυκλίσκοι, διʼ ὧν τὰς ἡνίας διεκβάλλουσιν· καὶ δύναιτο ἄν τις τοὺς τρεῖς μῦς τούτους ἕνα νομίζειν. ὁ δὲ μετʼ αὐτόν, ὁ τοὺς δακτύλους ἐκτείνων, ἁπάντων μέσος κεῖται τῶν ἔμπροσθεν μυῶν. μετὰ δὲ τούτους τρεῖς ἄλλοι μύες εἰσὶν ἐκ τοῦ τῆς περόνης ὀστοῦ τὴν ἔκφυσιν ἔχοντες, εἷς μὲν τὸν μέγαν δάκτυλον κάμπτων τοῦ ποδός, ἕτερος δʼ ἰσχνὸς τὸν μικρὸν ἐκτὸς ἀπάγων, ὁ δέ γε τρίτος ἀνατείνων ὅλον τὸν πόδα. ἐφεξῆς δʼ αὐτῶν σχεδὸν ἤδη πλησίον ἐστὶ τὸ μέσον τῆς περόνης, ὅθεν ὁ τρίτος ἐκφύεται μῦς ὁ σιμῶν τὸν πόδα· δισχιδὴς δʼ οὗτος κατὰ τὴν ἔκφυσιν γίνεται τοὐπίπαν ἀνίσοις μέρεσι, καὶ διεξέρχεταί γε αὐτὸν μέσος ὁ τὸν μικρὸν δάκτυλον ἐκτὸς ἀπάγων. οἱ τρεῖς οὗτοι μύες εἷς ἐνομίσθησαν ἐνίοις διὰ τὴν κοινωνίαν τῆς πρώτης ἐκφύσεως. ἔστι δὲ καὶ κατὰ τὴν ἰγνύαν μῦς, τῷ μὲν μήκει βραχύς, οὐ μὴν ἄρρωστός γε καὶ ἀτρέμα πως λοξός, καὶ τὴν τῆς κνήμης κάμπην οὐκ ἀκριβῶς εὐθεῖαν, ἀλλʼ ἐκκλίνουσαν ἠρέμα πρὸς τοὐκτὸς ἐργάζεται. πεντεκαιδέκατος οὗτος ἡμῖν ἀριθμείσθω μῦς τῶν κατὰ τὴν κνήμην ἔσχατος, εἰρημένος ἐν τοῖς κινοῦσι τὴν κατὰ γόνυ διάρθρωσιν.

`25.56`

Περὶ τῶν ἐν τῷ ποδὶ μυῶν.

`25.56.1–25.56.9`

Κατὰ δὲ τὸν πόδα τέτταρα γένη μυῶν ἐστιν, οὐχ ὡς ἐν τῇ χειρὶ δύο, τρία μὲν ἐν τοῖς κάτω τοῦ ποδός, ἓν δʼ ἐν τοῖς ἄνω κατὰ τοῦ ταρσοῦ τεταγμένον. εἰσὶ δʼ οὗτοι μὲν οἱ μύες πέντε λοξῶν κινήσεων ἐξηγούμενοι τοῖς δακτύλοις ἀνάλογον τοῖς ἐπὶ τῆς χειρὸς ἔξωθεν. οἱ δʼ ὑποκάτω τοῦ ποδός, ἑπτὰ μὲν κἀνταῦθα τὰς ἀνάλογον τοῖς ἐπὶ τῆς χειρὸς ἑπτὰ μυσὶ κινήσεις ἕκαστον τῶν δακτύλων κινοῦντες· ὧν οἱ δύο καθάπερ ἐν τῇ χειρὶ τῶν πρώτων κατὰ τὸν καρπὸν ὀστῶν ἀπεφύοντο, καὶ οὗτοι κατὰ τὸν πόδα τῶν πρώτων κατὰ τὸν ταρσόν, ἐπὶ πλεῖστον ἀπάγοντες τῶν ἄλλων δακτύλων τοὺς ἔξωθεν· οἱ λοιποὶ δὲ πέντε μικρὸν ὕστερον εἰρήσονται. ἄλλοι δʼ ἐκ τῶν κάτω μερῶν εἰσι μικροὶ μύες, ἐκπεφυκότες τῶν τοὺς δακτύλους καμπτόντων τενόντων, πρὶν ἀκριβῶς εἰς ἕκαστον αὐτῶν σχισθῆναι. τὸ δʼ ἔργον τούτων τῶν μυῶν κάμπτειν τὸ μέσον ἄρθρον ἑκάστου δακτύλου· τοῖς γὰρ ἐσχισμένοις ἤδη τένουσιν ἕτεροι μύες ἐπιφύονται τοῖς ἔνδον ἐν τῇ χειρὶ τῆς λοξῆς κινήσεως ἐξηγουμένοις ἑκάστῳ δακτύλῳ τὴν αὐτὴν ἀναλογίαν ἔχοντες. τέτταρες δʼ εἰσὶ καὶ οὗτοι τὸν ἀριθμόν, ὥσπερ κἀκεῖνοι· προσελθόντων δʼ αὐτοῖς δυοῖν μὲν τῶν τοὺς ἐσχάτους δακτύλους ἐπὶ πλεῖστον ἀπαγόντων, οὓς προειρήκαμεν, ἑνὸς δʼ ἔτι τοῦ τὸν μέγαν προσάγοντος τῷ οἷον λιχανῷ, τὸ σύμπαν πλῆθος ἑπτὰ γίνεται. τρίτον δʼ ἄλλο γένος ἐστὶ μυῶν ἐν τοῖς ποσὶ κάτω τῶν ἐν αὐτοῖς τοῖς ποσὶν ἐπιπεφυκότων, ἀνάλογον τοῖς ἀγνοηθεῖσι τελέως ἐν χερσίν, οὓς δηλονότι θεάσει τοὺς τένοντας ἅπαντας ἐκτεμών, ὥσπερ κἀκεῖ. καὶ ἥ γε θέσις αὐτῶν πᾶσα καὶ ὁ ἀριθμὸς καὶ ἡ χρεία κατὰ τοὺς ἐν τῇ χειρὶ προειρημένους· δύο γὰρ ἑκάστου δακτύλου τῆς πρώτης διαρθρώσεως προτεταγμένοι κάμπτουσι μετρίως αὐτήν, ἅμα μὲν ἐνεργήσαντες ἰσόρροπον, ἰδίᾳ δʼ ἑκάτερος ἐγκλίνων ἀτρέμα πρὸς τὸ πλάγιον. εὑρίσκονται δʼ ἐνίοτε συνεχεῖς ἀλλήλοις οὕτως ὡς ἕνα δοκεῖν εἶναι καθʼ ἕκαστον δάκτυλον.

`25.57`

Περὶ τῆς τῶν νεύρων διανομῆς.

`25.57.1–25.57.44`

Οὐδὲν τῶν τοῦ ζῴου μορίων οὔτε κίνησιν, ἣν προαιρετικὴν ὀνομάζουσιν, οὔτε αἴσθησιν ἔχει χωρὶς νεύρου, καὶ εἰ διατμηθείη τὸ νεῦρον, ἀκίνητόν τε καὶ ἀναίσθητον εὐθέως γίνεται τὸ μόριον. ἀρχὴ δὲ τῶν νεύρων ἐστὶν ὁ ἐγκέφαλος, ὥσπερ καὶ τοῦ νωτιαίου μυελοῦ, καὶ τὰ μὲν ἐξ αὐτοῦ τοῦ ἐγκεφάλου, τὰ δʼ ἐκ τοῦ νωτιαίου πέφυκεν. αὐταὶ μὲν γὰρ αἱ πρόσθιαι κοιλίαι αἱ κατὰ τὸν ἐγκέφαλον εἰς τὰ πρόσω φερόμεναι στενοῦνται κατὰ βραχὺ κώνου σχήματι παραπλησίως, ἄχριπερ ἂν ἐπὶ τὴν ἀρχὴν ἀφίκωνται τῆς ῥινός, ἀλλήλαις παρακείμεναί τε καὶ ψαύουσαι διὰ παντός, ὡς μηδὲν εἶναι μέσον αὐτῶν, ὅτι μὴ τὴν λεπτὴν μήνιγγα. ταύτην μὲν οὖν οὐ συναριθμοῦσι ταῖς ἀποφύσεσιν, ὅτι μήτε νεύρων ἐκφύσεις ἔχει, καθάπερ αἱ ἄλλαι, μήτε ἐκπίπτει τῶν ὀστῶν ἐκτός. τούτων δʼ ἑκατέρωθεν ἔν τε τοῖς δεξιοῖς μέρεσιν ἔν τε τοῖς ἀριστεροῖς ἐστιν ἀξιόλογον τῷ πάχει νεῦρον, ἐκφυόμενον μὲν ἐξ αὐτοῦ τοῦ ἐγκεφάλου, προερχόμενον δʼ εἰς τοὺς ὀφθαλμοὺς ἔξω τοῦ κρανίου διὰ τρήματος ἴσον ἔχοντος εὖρος ἀκριβῶς τῷ πάχει τοῦ νεύρου. τέτακται δὲ τὸ τρῆμα τοῦτο καθʼ ὃ πρῶτον ἡ χώρα τῶν ὀφθαλμῶν ἄρχεται γεννᾶσθαι, καὶ δόξουσί σοι θεασαμένῳ καθάπερ τινὲς ῥίζαι τὰ νεῦρα ταῦτα εἶναι τῶν ὀφθαλμῶν. διαλύεταί γε μὴν οὐκ εἰς πολλὰς ἶνας ὥσπερ τὰ ἄλλα σύμπαντα νεῦρα τὰ διανεμόμενα τοῖς ὑποδεχομένοις ὀργάνοις αὐτά, θαυμαστὸν δέ τινα τρόπον ἕτερον, ὃν οὔτε εἰπεῖν ῥᾴδιον, οὔτε ἀκούσας τις ἴσως πιστεύσει πρὶν αὐτόπτης γενέσθαι τοῦ θεάματος. εἰς γὰρ τὸν κατʼ εὐθὺ κείμενον ὀφθαλμὸν ἑκάτερον εἴσω δυόμενον εἰς πλάτος ἐκτείνεται περιφυόμενον ἐν κύκλῳ σφαιροειδῶς τῷ κατʼ αὐτὸν ὑγρῷ τῷ καλουμένῳ ὑαλοειδεῖ, μηδέν τι παραλλάττον ἐνταῦθα τῆς ἐγκεφάλου φύσεως. ἀλλὰ καὶ μόνοις τούτοις τοῖς νεύροις, πρὶν εἰς τὸν ὀφθαλμὸν ἐμφύεσθαι, σαφῶς ἔνδον ἐστὶν αἰσθητός τις πόρος, ὅθεν αὐτὰ καὶ πόρους ἔνιοι τῶν ἀνατομικῶν ἐκάλεσαν, οὐ νεῦρα· τινὲς δʼ ὀπτικὰ νεῦρα προσαγορεύουσιν, ἀπὸ τῆς ἐνεργείας τοὔνομα θέμενοι. καὶ πρώτην γε ταύτην συζυγίαν ἀριθμοῦσι τῶν ἀπʼ ἐγκεφάλου νεύρων, ἁπασῶν τῶν ἄλλων οὖσαν μαλακωτάτην. ἑτέρα δʼ ἐφεξῆς ἐστι συζυγία, τοῖς κινοῦσι τοὺς ὀφθαλμοὺς μυσὶ διανεμομένη σκληροτέρα τε καὶ μακροτέρα πολλῷ τῆς προειρημένης, καὶ διεκπίπτει γε τοῦ κρανίου πλησίον ἐκείνης, ὀστῷ λεπτοτάτῳ διοριζομένη. παράκειται δʼ αὐτῇ κατὰ τὴν διὰ τοῦ κρανίου φοράν, οὐ μὴν κατά γε τὴν πρώτην ἔκφυσιν ἡ τρίτη τῶν νεύρων συζυγία, τὴν ἀρχὴν ἔχουσα καθʼ ὃ συνάπτει τὸ πρόσθιον μέρος τοῦ ἐγκεφάλου τῷ ὄπισθεν. καλοῦσι δὲ τὰ νεῦρα ταῦτα μαλακά, πάμπολλα φαινόμενα κατὰ τὴν πρώτην ῥίζαν. καθάπερ οὖν ἐκ πολλῶν φαίνεται τῶν πρώτων συγκειμένη ῥιζῶν, οὕτω καὶ κατασχίζεται πολυειδῶς. πρῶτον μὲν οὖν αὐτῶν ἀποχωρεῖ μόριον εἰς τὸ κάτω τῆς κεφαλῆς φερόμενον, ἀγνοηθὲν τοῖς ἀνατομικοῖς. κοινὸν δʼ ἐστὶ τὸ τρῆμα τοῦ κρανίου, διʼ οὗ τοῦτο φέρεται κάτω, καὶ τῆς καρωτίδος ἀρτηρίας τὸ λείψανον ἀναφέρεται πρὸς τὸν ἐγκέφαλον, ἓν καθʼ ἑκάτερον μέρος. ὅπως μὲν οὖν ταῦτα τὰ νεῦρα φέρεται διά τε τοῦ τραχήλου καὶ τοῦ θώρακος εἰς τὰ κάτω τῶν φρενῶν χωρία, καὶ ἥτις αὐτῶν ἡ νομή, προϊὼν ὁ λόγος ἐξηγήσεται· νῦν δʼ ἐπὶ τὰ λοιπὰ μόρια τῆς τρίτης συζυγίας ἀνέλθωμεν. ἐκπίπτει δὲ τὸ μόριον αὐτῆς καὶ παρὰ τὴν διάρθρωσιν τῆς γένυος εἰς τὰ πρόσω τῶν ὤτων, ὃ τοῖς ἀπὸ τῆς πέμπτης συζυγίας ἥκουσιν ὅπως ἀναμίγνυται, μικρὸν ὕστερον ἀκούσει. τοῦτο μὲν οὖν μικρόν τι μόριον αὐτῆς ἐστιν· τὸ δʼ οἷον πρέμνον ἁπάντων τῶν ἀπʼ αὐτοῦ πεφυκότων μερῶν ἐν λόγῳ κλάδων τε καὶ ἀκρεμόνων δίχα μὲν σχίζεται τὸ πρῶτον, ἑκάτερον δʼ αὖθις ἐκείνων εἰς πάμπολλα μόρια, τὸ μὲν ἕτερον εἴς τε τοὺς κροταφίτας μῦς καὶ τοὺς μασητῆρας ὀνομαζομένους, ὅσοι τε ἄλλοι τῆς ἄνω γένυος ἐκπεφύκασι, διανεμόμενον· ἔτι δὲ καὶ τοῖς οὔλοις ὀνομαζομένοις, καὶ τοῖς ὀδοῦσι καὶ τοῖς βλεφάροις καὶ ταῖς ὀφρύσι καὶ τῷ δέρματι παντὶ τῷ περὶ τὸ πρόσωπον καὶ τῷ τῆς ῥινὸς χιτῶνι τῷ ἔνδοθεν αὐτὴν ὑπαλείφοντι διὰ τούτων τῶν νεύρων ἡ αἴσθησις· τὸ δʼ ἕτερον εἴς τε τὰς ῥίζας τῶν κατὰ τὴν κάτω γένυν ὀδόντων σχίζεται κατὰ τὴν αὐτὴν ἀναλογίαν ἣν ἐσχίσθη τὸ πρότερον εἰς τοὺς ἄνω. καὶ τοῖς οὔλοις ἀπονεμήσεις ὁμοίως πέμπει καὶ τοῖς κάτω χείλεσιν ὥσπερ ἐκεῖνο τοῖς ἄνω. τὸ πλεῖστον δʼ αὐτοῦ μέρος εἰς τὸν τῆς γλώττης διανέμεται χιτῶνα, καὶ καλοῦσί τινες τὸ ζεῦγος τοῦτο τῶν νεύρων γευστικόν, ἐπειδὴ διʼ αὐτῶν τῆς γεύσεως αἴσθησις γίνεται. τὰ μὲν οὖν τῇ κάτω γένυϊ καὶ τῇ γλώττῃ καταφυόμενα κατάντεσιν ὁδοῖς εὐλόγως ἐχρήσατο διὰ τὴν τῶν δεχομένων αὐτὰ θέσιν· τοῖς δʼ εἰς τὴν ἄνω γένυν φερομένοις ἑτέραν ὁδὸν ἡ φύσις ἐτέμετο προσήκουσαν, καὶ πρῶτον μὲν εἰς τοὔμπροσθεν διεβίβασεν αὐτὰ καὶ πλησίον τῶν κατὰ τοὺς ὀφθαλμοὺς χωρίων ἤγαγεν, ἔπειτα ἐνταῦθα συνεχρήσατο τῷ τρήματι διʼ οὗ τοῖς μυσὶ τῶν ὀφθαλμῶν ἐνέφυσε τὰ νεῦρα, ὡς διʼ ἑνὸς φέρεσθαι τρήματος τὰ δύο νεῦρα, ἓν μὲν τὸ ἐπὶ τοὺς τῶν ὀφθαλμῶν μῦς μεριζόμενον, ἕτερον δὲ τὸ πρὸς τὴν ἄνω γένυν ἀφικνούμενον, ὃ διεκπίπτει μὲν ἅμα θατέρῳ, γενόμενον δʼ ἐν τῇ χώρᾳ τῶν ὀφθαλμῶν εὐθὺ τοῦ καλουμένου μήλου φέρεται, διατιτραμένων ἐνταῦθα καὶ ὁδὸν αὐτοῖς παρεχόντων τῶν ὑποκειμένων τοῖς ὀφθαλμοῖς ὀστῶν. τοιαύτη μέν τις ἡ τῆς τρίτης συζυγίας νομή· ἡ δὲ τετάρτη συζυγία τῶν νεύρων ὀλίγῳ τινὶ τούτων ὄπισθεν τέτακται, παντὶ δὲ τῷ κατὰ τὴν ὑπερῴαν ἐμφύεται χιτῶνι. μικρὰ δʼ ἐστὶν ἱκανῶς τὰ νεῦρα καὶ βραχεῖ τινι τῶν κατὰ τὴν τρίτην συζυγίαν σκληρότερα. ἐφεξῆς δʼ ἐστὶν ἄλλη συζυγία νεύρων, ἐκ πλαγίων μερῶν τῆς κεφαλῆς ἔχουσα τὰς ἀποφύσεις, ἣν Μαρῖνος ὀνομάζει πέμπτην, καίτοι γε οὐκ ἐκ μιᾶς ἀκριβῶς ῥίζης ἀνίσχουσαν, ἀλλʼ εἰσὶ μὲν πλησίον ἀλλήλων, ἕτερον δʼ ἐξ ἑτέρας ἐκφύεται νεῦρον, ἐν μὲν τοῖς πρόσω μᾶλλον, ὃ καλοῦσιν ἀκουστικόν, εἰς τὸ τρῆμα τῆς ἀκοῆς ἐμπῖπτον ἅμα τῇ συνεμφυομένῃ μήνιγγι τῇ σκληρᾷ, μεθʼ ἧς πλατυνθὲν ὑπαλείφει τὸν πόρον· ἐκ δὲ τῶν ὀπίσω θάτερον εἰς ἕτερόν τι τρῆμα τοῦ λιθοειδοῦς ἐμπῖπτον ὀστοῦ, τὸ καλούμενον τυφλόν· ὠνόμασαν γὰρ οὕτως οἱ παλαιοὶ τῶν ἀνατομικῶν αὐτό, μὴ δυνηθέντες ἀκριβῶς ἀνατρῆσαι τὴν ἕλικα, διʼ ἧς ἐκπίπτει πρὸς τοὐκτὸς τὸ νεῦρον ὀπίσω τῶν ὤτων. ἐπιμίγνυται δʼ αὐτίκα τοῦτο τῷ κατὰ τὴν τρίτην συζυγίαν εἰρημένῳ διεκπίπτειν ἔξω παρὰ τὴν διάρθρωσιν τῆς γένυος, οὐκ ἐκείνου πρὸς τοῦτο ἀφικνουμένου, περιμένοντος δὲ τοῦτο πρὸς ἑαυτὸ παραγινόμενον. ἐξ ἀμφοτέρων δʼ αὐτῶν μιχθέντων τὸ πλεῖστον μέρος, ἄμεινον δʼ εἰπεῖν ἅπαν, εἰς τὸν πλατὺν μῦν κατασχίζεται τὸν ὑποπεφυκότα τῷ δέρματι, τὸν τὴν γνάθον κινοῦντα χωρὶς τῆς γένυος, ὃν ἡμεῖς εὕρομεν, ἕνα δηλονότι καὶ τοῦτον ἑκατέρωθεν. τοῦτο οὖν τὸ νεῦρον τῷ πλείστῳ μὲν ἑαυτοῦ μέρει τὸν πλατὺν τῶν γνάθων διοίγει μῦν· ὀλίγον δʼ αὐτοῦ τι βοηθεῖ τοῖς ἀπὸ τῆς τρίτης συζυγίας ἥκουσιν εἰς τοὺς κροταφίτας, ὅσον ἐκείνοις προσῆκε σκληροῖς οὖσιν εἰς ῥώμην κινήσεως ἐνδεῖν, τοσοῦτον αὐτὸ παρʼ ἑαυτοῦ προστιθέν. φέρονται δέ τινες ἀποσχίδες αὐτοῦ εἴς τε τοὺς ἀδένας καὶ τὰ ἄλλα τὰ περὶ τοῖς ὠσὶ καὶ εἰς τὰ λεπτὰ τῶν γνάθων· αὐτὸ δὲ τὸ τετριχωμένον δέρμα μόνης αἰσθήσεως ἕνεκεν, ὥσπερ καὶ τὸ ἄλλο καθʼ ὅλον τὸ ζῷον, ἀποσχίδας ὀλίγας καὶ λεπτὰς καὶ ἀραιὰς ἶνας ἐκ τῶν ὑποκειμένων ἁπάντων λαμβάνει. ἐπεὶ καὶ τὸν ὑπαλείφοντα τὰς ῥῖνας ἔνδοθεν χιτῶνα μετέχειν ἐλέγομεν τῆς ἐπὶ τὰς χώρας τῶν ὀφθαλμῶν φερομένης μοίρας τῶν νεύρων, οὐ μὴν τήν γε ὁδὸν αὐτῶν εἴπομεν, εὔλογον ἂν εἴη καὶ ταύτην προσθεῖναι. κατὰ δὴ τὸν μέγαν κανθὸν ἐν ἑκατέρῳ τῶν ὀφθαλμῶν ἔστιν ἰδεῖν διατετρημένον εἰς τὰς τῶν ῥινῶν εὐρυχωρίας τὸ κοινὸν ἐκείνων τε καὶ τῶν ὀφθαλμῶν ὀστοῦν, καὶ φερόμενον διʼ ἑκατέρου τῶν τρημάτων νεῦρον οὐ μικρόν, ἀποσχιζόμενον ἐκ τῆς χώρας τῶν ὀφθαλμῶν, ἐπειδὰν πρῶτον ἐν αὐτῇ γένηται τὰ κατὰ τὴν τρίτην συζυγίαν νεῦρα. καὶ τοῦτο τὸ νεῦρον οὐκ εἰς τὸν ἐν τῇ ῥινὶ μόνον ὑμένα φαίνεται διασπειρόμενον, ἀλλὰ καὶ μέχρι τῆς ὑπερῴας προερχόμενον· κοινός τε γὰρ δὴ καὶ εἷς ἐστιν ὁ χιτὼν οὗτος τῇ τε ῥινὶ καὶ τῷ στόματι διὰ τῶν εἰς αὐτὸ συντρήσεων, διʼ ὧνπερ καὶ ἀναπνέομεν, τὴν κοινωνίαν τε καὶ συνέχειαν κτώμενος. τοιαύτη μὲν οὖν καὶ ἡ τῆς πέμπτης συζυγίας νομή· κείσθω γὰρ εἶναι μία διὰ Μαρῖνον, εἰ καὶ διττὴ φανερῶς ἐστιν. ἡ δʼ ἕκτη συζυγία διὰ τῶν ἀπʼ ἐγκεφάλου νεύρων ἑνὶ μὲν κέχρηται τρήματι τῷ κατὰ τὸ κάτω πέρας τῆς λαβδοειδοῦς ῥαφῆς, ἀρχὰς δʼ εὐθὺς ἐκ τῆς βάσεως τοῦ ἐγκεφάλου τριῶν ἔχει νεύρων· ἐκπεσόντα δʼ ἔξω τοῦ κρανίου ταῦτα πολυειδῶς ἀλλήλοις τε καὶ τοῖς παρακειμένοις, ἃ μικρὸν ὕστερον ἐρῶ, πως μίγνυται. κατέρχεται δὴ μία μοῖρα μέχρι καὶ τοῦ πλατέος μυὸς τοῦ σχεδὸν εἰς ἅπαντα τὰ ἔντερα καὶ τὰ σπλάγχνα διασπειρομένου· τῷ πλείστῳ δὲ καὶ μεγίστῳ μέρει σφῶν αὐτῶν ἐμβάλλοντα φαίνεται εἰς τὴν κοιλίαν τε καὶ τὸ στόμα αὐτῆς, καὶ διὰ τοῦτο αἰσθητικώτατόν ἐστι τοῦτο τῆς γαστρός. συνήγαγε δʼ αὐτὰ τοῖς τῆς ἑβδόμης ἡ φύσις εὐθὺς ἅμα τῷ διεξελθεῖν τὸ τῆς κεφαλῆς ὀστοῦν ὑμέσιν ἰσχυροῖς περιλαβοῦσα καὶ πανταχόθεν ἀκριβῶς σκεπάσασα. πάλιν δὲ ταῦτα τὰ ἐπὶ τὸν στόμαχον ἰόντα νεῦρα, διότιπερ ἀναγκαῖον ἦν βραχὺ προελθόντων ἀποχωρισθῆναι τὰ κατὰ τὴν ἑβδόμην συζυγίαν ἐπὶ γλῶτταν φερόμενα, ταῖς καρωτίσιν ἀρτηρίαις πλησίον οὔσαις συνήγαγε καὶ μετʼ ἐκείνων τὸν τράχηλον διεβίβασε, κοινοῖς ὑμέσι πρὸς αὐτὰς συνάψασα. κατὰ δὲ τὸν θώρακα κατὰ τῶν ἀρτηριῶν τῶν ἐπὶ τὴν ἀριστερὰν τῆς καρδίας κοιλίαν τεταγμένων ἀπέσχισεν αὖθις αὐτὰ καὶ συνῆψεν αὖθις ἐνταῦθα πάλιν ἓν ἑκατέρωθεν τῷ στομάχῳ, καὶ ἡνίκα γε πρῶτον ἤμελλεν αὐτὰ σχίσειν εἰς τὴν γαστέρα, τὸ μὲν ἐκ τῶν δεξιῶν εἰς τὰ ἀριστερά, τὸ δʼ ἐκ τῶν ἀριστερῶν εἰς τὰ δεξιὰ περιήγαγε λοξὰ δυσπαθείας ἕνεκα. τούτων τῶν νεύρων καὶ οἱ τοῦ λάρυγγος μύες ἀποβλαστήματα λαμβάνουσιν· τῶν δʼ ἄλλων δυεῖν τὸ μὲν εἴς τε τοὺς τῆς φάρυγγος μῦς καὶ τὴν ῥίζαν τῆς γλώττης ἀφικνεῖται, τὸ δʼ εἴς τε τὸν τῆς ὠμοπλάτης μῦν τὸν πλατὺν καί τινας ἄλλους τῶν τῇδε. οἵ γε μὴν πρὸς ἄλλα μόρια κοινοὶ τοῦ λάρυγγος μύες οὐ διὰ παντὸς ἀπὸ τῆς ἕκτης συζυγίας λαμβάνουσι νεῦρα, καθάπερ οὐδʼ οἱ τὸ λαβδοειδὲς καὶ ὑοειδὲς ὀστοῦν ὀνομαζόμενον ἐν τῷ στέρνῳ συνάπτοντες· λελήθασι δὲ τοὺς πολλοὺς τῶν παραφυομένων νεύρων ταῖς καρωτίσιν ἀρτηρίαις, ἃ μόνα νομίζουσι τὴν ἕκτην εἶναι συζυγίαν, οὐκ ὀλίγαι τῶν ἀποφύσεων, ἃς διά τε τοῦ τραχήλου καὶ τοῦ θώρακος φερόμενα ποιεῖται πρὶν ἐμπίπτειν τῷ στόματι τῆς γαστρός· οὐ μὴν οὐδʼ ὅπως ἐκ μέσου τοῦ θώρακος ἀνάπαλιν ἥκει τινὰ μόρια τούτων τῶν νεύρων ἐπί τινας τοῦ λάρυγγος μῦς ἴσασιν, οὐδʼ ἥντινα δύναμιν ἔχει ταῦτα, καίτοι τῆς ἀφωνίας ἐστὶν αἴτια τοῖς ζῴοις βλαβέντα. ποικίλη δʼ ἐστὶ καὶ ἡ μετὰ τὰς φρένας νομὴ τῶν νεύρων τούτων· καὶ γὰρ παρὰ τοῦ κατὰ τοῦτο τὸ μέρος νωτιαίου λαμβάνει τινὰ μόρια καὶ διασπείρεται πρὸς τὰ ταύτῃ σπλάγχνα, καὶ τοῖς εἰρημένοις πρόσθεν ἀπὸ τῆς τρίτης συζυγίας καταφέρεσθαι διά τε τοῦ τραχήλου καὶ τοῦ θώρακος ἀναμίγνυται· καίτοι γε ἅπαντες αὖ πάλιν ταῦτα τὰ παρὰ τὰς ῥίζας τῶν πλευρῶν καταφερόμενα τῆς ἕκτης συζυγίας ἀποβλαστήματα εἶναι δοκοῦσιν. ποικίλη δʼ οὖν καὶ ἡ τούτων ἐπιμιξία πρὸς τὰ τῶν μεσοπλευρίων νεῦρα καὶ πάντα τὰ ἔντερα καὶ τὰ κατʼ ὀσφὺν σχεδὸν ἅπαντα τὰ σμικρὰ καὶ τὸ λείψανον τῶν ἐπὶ τὸ στόμα τῆς κοιλίας ἐλθόντων· ποικίλη δὲ νομὴ καὶ ἡ κατὰ τὴν ἐντὸς τοῦ περιτοναίου χώραν, ἣν οὐ πρόκειται νῦν εἰς ἐσχάτην ἀκρίβειαν ἐξεργάζεσθαι· μόνον δʼ ἀρκεῖ γινώσκειν ὡς ἐξ ἐγκεφάλου νεῦρα πρὸς ἧπάρ τε καὶ σπλῆνα καὶ νεφρούς, ἔτι τε πρὸ τούτων ὅλην τὴν γαστέρα καὶ πάντα τὰ ἔντερα φαίνεται καθήκοντα, τὰ μὲν ἀπὸ τῆς τρίτης, ὡς εἴρηται, συζυγίας, τὰ δʼ ἀπὸ τῆς ἕκτης. ὅτι δὲ καὶ πλεύμων καὶ καρδία παρὰ τῆς ἕκτης συζυγίας λαμβάνει τὸ μόριον, ὀρθῶς εἰρήκασιν ἅπαντες· οὐ μὴν ὅτι γε καὶ στόμαχος καὶ ἀρτηρία καὶ φλέβες αἱ μέγισται τῶν κατὰ τράχηλον, ἔγνωσαν ἅπαντες. λοιπὴ δʼ ἐστὶν ἡ ἑβδόμη συζυγία τῶν ἀπʼ ἐγκεφάλου νεύρων, τὴν νομήν, ὅθεν καταπαύεται μὲν ὁ ἐγκέφαλος, ἄρχεται δʼ ὁ νωτιαῖος, ἔχουσα· προελθόντα δὲ τὰ νεῦρα μέχρι τινὸς ἅμα τοῖς κατὰ τὴν ἕκτην συζυγίαν, εἶτʼ αὖθις αὐτῶν ἀποχωρισθέντα, τῷ πλείστῳ μέρει σφῶν αὐτῶν εἰς τοὺς τῆς γλώττης μῦς διανέμεται· σμικρὸν γὰρ τὸ μόριον αὐτῶν ἀεὶ μὲν εἰς τοὺς κοινοὺς μῦς ἀφικνεῖται τοῦ τε θυρεοειδοῦς χόνδρου τοῦ λάρυγγος καὶ τῶν ταπεινῶν πλευρῶν τοῦ λαβδοειδοῦς, οὐκ ἀεὶ δὲ καὶ εἰς ἄλλους τινάς. ἐπιμίγνυται δέ, ὡς ἔφην, ἀλλήλοις τὰ κάτω τῆς κεφαλῆς φερόμενα νεῦρα, τό τε ἀπὸ τῆς τρίτης συζυγίας καὶ τῶν νῦν εἰρημένων ἐσχάτων δυοῖν. καὶ μέντοι καὶ τῶν ἀπὸ τοῦ νωτιαίου νεύρων ἥ τε πρώτη καὶ ἡ δευτέρα συζυγία πολλὴν ἐπιμιξίαν ποιεῖται πρὸς ταυτὶ τὰ νεῦρα. ταῦτα πρῶτα τῆς ἑβδόμης συζυγίας ἀκριβῶς ἐστιν ἤδη σκληρά· τῶν γὰρ ἔμπροσθεν εἰρημένων ἁπάντων τὰ μὲν ἧττόν ἐστι, τὰ δὲ μᾶλλον μαλακά, σκληρὸν δʼ ὁμοίως τούτοις οὐδέν· ἀλλά τοι κἀκείνων ὅσα μυσὶν ἐμφύεται, σαφῶς τῶν ἄλλων γίνεται σκληρότερα. τὰ μὲν οὖν αἰσθητικὰ νεῦρα κατʼ ἔμφυσιν τῆς γλώττης εὐθέως πλατυνθέντα τὸν ἔξωθεν αὐτῆς διέπλεξε χιτῶνα, μηδὲ προσαψάμενα τῶν ὑποτεταγμένων μυῶν· ταυτὶ δὴ τὰ κινητικὰ τὰ κατὰ τὴν ἑβδόμην συζυγίαν εἰς πολλὰς ἶνας λυθέντα πάντας αὐτῆς διυφαίνει τοὺς μῦς.

`25.58`

Περὶ τῶν ἀπὸ τοῦ νωτιαίου νεύρων.

`25.58.1–25.58.26`

Πρώτη μὲν συζυγία νεύρων ἐκφύεται τοῦ νωτιαίου διατιτραμένου τοῦ πρώτου σπονδύλου, μίαν μὲν ἔχουσα κατʼ αὐτὸν τὸν νωτιαῖον τὴν ῥίζαν, εὐθὺς δὲ σχισθεῖσα, τῷ μὲν ἑτέρῳ τῶν μορίων ὀπίσω φέρεται, τῷ δὲ θατέρῳ πρὸς τὰ πλάγια. μόνους δʼ εἰς τοὺς περὶ τὴν διάρθρωσιν τῆς κεφαλῆς μῦς ἡ πρώτη νενέμηται συζυγία· ἡ δὲ δευτέρα τῶν ἀπὸ τοῦ νωτιαίου συζυγία νεύρων ἐκ τῶν ὀπίσω μὲν ἀνίσχει καὶ αὐτὴ μερῶν, οὐ μὴν διὰ τρημάτων γέ τινων, καθάπερ ἡ πρώτη· χώρα γάρ τίς ἐστι καθʼ ἑκάτερον μέρος τῆς ἀκάνθης γυμνὴ τῶν κατὰ τοὺς σπονδύλους ὀστῶν ἐν τῷ μεταξὺ τοῦ τε πρώτου καὶ δευτέρου, καθʼ ἣν ἐκφύεται τὰ νεῦρα, μέρει μέν τινι καὶ ταῦτα διὰ τῶν πλαγίων ἐπὶ τὰ πρόσω φερόμενα συμπλεκόμενά τε τοῖς κατὰ τὴν πρώτην καὶ τρίτην συζυγίαν, ὥσπερ γε καὶ ἡ τρίτη ταῖς ἀπʼ ἐγκεφάλου. ἡ πλείστη δʼ αὐτῶν μοῖρα τοῖς ὀπίσω τοῦ τραχήλου διανέμεται μυσίν, ἀφʼ ὧν αἱ τῶν πρώτων σπονδύλων πρὸς ἀλλήλους τε καὶ τὴν κεφαλὴν γίνονται κινήσεις, μετὰ τοῦ καὶ διδόναι τι τοῖς πλατέσι μυσὶ τοῖς κινοῦσι τὰς γνάθους. ὅσον δʼ ὑπόλοιπον αὐτῶν ἐστιν, ἐπὶ τὴν κεφαλὴν ἀναφέρεται τοῦτο, τὴν ὀπίσω χώραν αὐτῆς ἅπασαν διαπλέκον, τά τε περὶ τὰ ὦτα μόρια καὶ τὰ μέχρι τῆς κορυφῆς γε καὶ τῆς ἀρχῆς τοῦ βρέγματος. ἡ δὲ τρίτη συζυγία τῶν ἀπὸ τοῦ νωτιαίου νεύρων ἐκ μὲν τῶν πλαγίων μερῶν φύεται, καθʼ ὃ συμβάλλοντες ἀλλήλοις ὁ δεύτερός τε καὶ τρίτος σπόνδυλος ἐργάζονται τρῆμα κοινὸν στρογγύλον ἴσον εὖρος τῷ πάχει τοῦ νεύρου· σχιζομένη δʼ αὐτίκα τῷ μὲν ἑτέρῳ τῶν μερῶν ὀπίσω φέρεται διὰ βάθους τῶν ἐνταῦθα μυῶν, ἀπονεμήσεις αὐτοῖς διδοῦσά τινας· ἔπειτα ἀνίσχει παρʼ αὐτὴν τὴν ἄκανθαν τῆς ῥάχεως, ἐντεῦθέν τε πάλιν ἐπὶ τὰ πρόσω φέρεται τὸ νεῦρον τοῦτο λοξὸν εἰς τοὺς ὀπίσω τοῦ ὠτὸς μῦς διασπειρόμενον .... καὶ τοῖς τὰς γνάθους κινοῦσι καὶ τοῖς ἀνανεύουσιν ὅλον τὸν τράχηλον ὀπίσω μετὰ τῆς συμπάσης κεφαλῆς. ἐπιμίγνυται δʼ αὐτῆς τὸ πρόσω φερόμενον ἀμφοτέραις ταῖς συζυγίαις, τῇ τε πρόσθεν εἰρημένῃ τῇ δευτέρᾳ καὶ τῇ μετὰ ταῦτα ῥηθησομένῃ τῇ τετάρτῃ, καὶ τήν γε ἀκριβῆ νομήν, ἣν ἐν τοῖς πρόσω τοῦ τραχήλου μέρεσιν ἡ σύζευξις αὐτῶν ἴσχει, καθʼ ἕτερον εἰρήσεται λόγον. ἐν δὲ τῷ παρόντι χρὴ γινώσκειν τοσοῦτον, ὡς ἡ τρίτη καὶ τετάρτη συζυγία τοῖς τε κοινοῖς τοῦ τραχήλου καὶ κεφαλῆς μυσὶν αὐτὴ χορηγεῖ τὰ νεῦρα καὶ τοῖς τὰς γνάθους κινοῦσιν, ὥσπερ γε καὶ τοῖς ὀπίσω τῶν ὤτων ἅπασι μέρεσιν. αἱ δʼ ἐφεξῆς συζυγίαι κοινὸν μὲν ἔχουσιν ἅπασαι τὸ διὰ τρημάτων οἵων εἶπον ἐκπίπτειν τὰ νεῦρα· κοινὸν δʼ ἐπὶ τούτων καὶ τὸ σχίζεσθαι κατὰ τὴν ἔκφυσιν αὐτίκα φέρεσθαί τε τῷ μὲν ἑτέρῳ μέρει τῷ μικροτέρῳ πρὸς τὸ πρόσω, τῷ δʼ ἑτέρῳ τῷ μείζονι διὰ βάθους, πρῶτον μὲν ὡς ἐπὶ τὴν ἄκανθαν, ἐντεῦθεν δὲ πάλιν εἰς τὰ πρόσω τοῦ πλατέος μυὸς τοῦ τὴν γνάθον ἀπάγοντος ἐπὶ τὰ πλάγια μέρη σὺν τοῖς χείλεσι χωρὶς τοῦ κινῆσαι τὸ τῆς γένυος τῆς κάτω ὀστοῦν. ἔτι δὲ καὶ τοῦτο κοινὸν ἁπάσαις ταῖς ἐφεξῆς συζυγίαις ἐστίν, ὡς αὐτίκα μετὰ τὴν πρώτην ἔκφυσιν ἀπονέμησίν τινα βραχεῖαν αὐτῶν εἰς τοὺς ῥαχίτας νέμεσθαι μῦς. καὶ μέντοι κἀν τῷ φέρεσθαι πρὸς τὴν ῥάχιν ὀπίσω πᾶσιν ὑπάρχει τοῖς νεύροις τούτοις κοινόν, ἀποφύσεις τινὰς διδόναι τοῖς κοινοῖς τραχήλου τε καὶ κεφαλῆς μυσίν· πάντες γὰρ οἵ τε ἐν τοῖς πρόσω τοῦ τραχήλου μύες οἵ τε ἐν τοῖς πλαγίοις ἀπὸ τούτων τῶν συζυγιῶν λαμβάνουσι νεῦρα χωρὶς ἐκείνων οὓς προεῖπον ἐκ τῶν ἀπʼ ἐγκεφάλου συζυγιῶν ἀπονέμεσθαί τι. ταῦτα μὲν οὖν ἁπάντων κοινὰ τῶν καθʼ ὅλον τὸν τράχηλον ἑπτὰ σπονδύλων ὄντα· καὶ προεγνωσμένων τούτων εὔδηλον ἤδη τὸ καθʼ ἑκάστην τῶν ἐφεξῆς συζυγιῶν ἴδιον, ᾧ πρόσεχε τὸν νοῦν. ἀπὸ μὲν τῆς τετάρτης, ἥτις ἐκφύεται μεταξὺ τρίτου καὶ τετάρτου σπονδύλου βραχὺ πάντῃ νευρίον ἐπὶ τὴν ἑξῆς ἀφικνεῖται συζυγίαν ἀναμιγνύμενον αὐτῇ, καθʼ ὃ πρῶτον ἀνίσχει· τῆς δὲ πέμπτης συζυγίας μετὰ τὸν τέταρτον σπόνδυλον ἐκφυομένης ἓν μέν τι μόριον σμικρὸν εἰς τὸ κάταντες φέρεται, μελλῆσον, εἰ προσλάβοι τινὰ παρὰ τῶν ἑξῆς μόρια σμικρά, τὸ τοῦ διαφράγματος ἔσεσθαι νεῦρον. ἐκ μὲν γὰρ τῆς τετάρτης συζυγίας ἀραχνοειδῆ τινα μοῖραν τῷ διαφράγματι κατέπεμψεν ἡ φύσις, ἐκ δὲ τῆς πέμπτης ἀξιόλογον, εἶτα ἐκ τῆς ἕκτης ἑτέραν, ἐλάττω μὲν ταύτης, μείζω δὲ τῆς πρώτης. ἕτερον δὲ μεῖζον τούτου ἐπὶ τὸ τῆς ὠμοπλάτης ὑψηλὸν ἀναφέρεται. τὸ δὲ λοιπὸν ἅπαν ἐν τῷ κοινῷ λόγῳ τῆς κατασχίσεως εἴρηται. τῶν δʼ ἐφεξῆς συζυγιῶν ἡ μὲν ἕκτη μετὰ τὸν πέμπτον, ἡ δʼ ἑβδόμη μετὰ τὸν ἕκτον, ἡ δʼ ὀγδόη μετὰ τὸν ἕβδομον ἀνίσχει σπόνδυλον ἐκ τῶν κοινῶν, ὡς εἴρηται, τρημάτων, ἐπιμιγνύμεναι δʼ ἀλλήλαις ἐπί τε τὰ σιμὰ τῶν ὠμοπλατῶν φέρονται καὶ τὸν βραχίονα διὰ τῆς μασχάλης. ἄλλαις δʼ αὐτῆς συζυγίαις ἐπιμίγνυται τὸ πλεῖστον μέρος ἐκ τῶν τοῦ θώρακος ἤδη σπονδύλων ἐκφυομέναις μεταξὺ τοῦ πρώτου καὶ δευτέρου κατʼ αὐτόν. μέρος μὲν οὖν τι σμικρὸν αὐτῆς εἴς τε τὸ πρῶτον κατασχίζεται μεσοπλεύριον καὶ εἰς τοὺς ῥαχίτας ὀπίσω μῦς ἀφικνεῖται· τὸ δʼ ἄλλο πᾶν ὑπὲρ τὴν πρώτην ἀνατεινόμενον πλευρὰν συνάπτεται τῷ μετὰ τὸν ἕβδομον σπόνδυλον νεύρῳ, κἄπειτα οὕτως ἄμφω τε ταῦτα καὶ τὰ ἄλλα τὰ προειρημένα διὰ τῆς μασχάλης ἐπί τε τὰ σιμὰ τῶν ὠμοπλατῶν καὶ τὸν βραχίονα φέρεται μιγνύμενά πως πρὸς ἄλληλα καὶ ἀντεμπλεκόμενα. διανέμεται δὲ πολὺ μὲν αὐτῶν εἴς τε τοὺς τοῦ βραχίονος μῦς καὶ τοὺς τοῦ πήχεως· ὅσον δʼ ὑπόλοιπον εἰς ἄκραν χεῖρα διασπείρεται. κατʼ εὐθὺ δὲ μάλιστά ἐστι τῇ μὲν ἐσχάτῃ τῶν εἰρημένων ἐκφύσεων ὅσα πρὸς ἄκραν χεῖρα παραγίνεται, τῇ δʼ ὑπὲρ αὐτῇ τὰ κατὰ τὸν πῆχυν· ὅσα δὲ κατὰ τὸν βραχίονα καὶ ὅσα τούτων ἔτι ὑψηλότερα πρὸς τὴν ὠμοπλάτην ἀφικνεῖται νεῦρα, ταῖς ἀνωτέραις συζυγίαις ἐστὶ κατʼ εὐθύ. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐξ ἁπάντων τοῦ θώρακος τῶν σπονδύλων ἐκφύεται νεῦρα παραπλησίαν ἔχοντα τὴν νομὴν πάντα πλὴν τοῦ κατὰ τὸ δεύτερον μεσοπλεύριον· ἐντεῦθεν γὰρ ἐκπίπτει σαφὲς νεῦρον ἐπὶ τὸ δέρμα τοῦ βραχίονος παραγινόμενον· αἱ δʼ ἄλλαι πᾶσαι συζυγίαι κατὰ μὲν τὴν ἔκφυσιν αὐτίκα μέρος τι τοῖς ῥαχίταις μυσὶ διδόασι καὶ τοῖς ἄλλοις τοῖς κατὰ τὸ μετάφρενον, οἷον τοῖς τε τὰς ὠμοπλάτας κινοῦσι καὶ τοῖς ἄνω φερομένοις ἐπὶ τὴν κατʼ ὦμον διάρθρωσιν. ὅλῳ δὲ τῷ λοιπῷ καὶ πλείστῳ μέρει σφῶν αὐτῶν διὰ τῶν μεσοπλευρίων προερχόμεναι μέχρι τοῦ κατὰ τὸ στέρνον ὀστοῦ τούς τε ἐν αὐτοῖς τοῖς μεσοπλευρίοις μῦς διαπλέκουσι καὶ τοὺς ἔξωθεν ἐπικειμένους τῷ θώρακι, διεκβάλλουσαι μόρια σφῶν αὐτῶν. αἵ γε μὴν κατὰ τὰς νόθας πλευρὰς συζυγίαι τῶν ἀπὸ τοῦ νωτιαίου νεύρων, ἐπειδὴ πρὸς τὸ στέρνον οὐκ ἐξήκουσιν αἱ νόθαι, βραχὺ μέν τι τῷ καθʼ ἑαυτὴν ἑκάστη μεσοπλευρίῳ διανέμει, τῷ δʼ ἄλλῳ παντὶ ἐκπίπτει πρὸς ὑποχόνδριον εἴς τε τοὺς πρώτους ἐπιβεβλημένους ἔξωθεν μῦς τοὺς λοξοὺς τοὺς ἄνωθεν ἐκ τοῦ θώρακος καταφερομένους καὶ τοὺς κατάντεις τοὺς σαρκώδεις διανεμομένη. μετὰ δὲ ταύτας εἰσὶν αἱ κατὰ τὴν ὀσφὺν ἐκφύσεις τῶν νεύρων, οὐκ ἐκ κοινοῦ τρήματος ὥσπερ αἱ κατὰ τὸν τράχηλον· ὁ γὰρ ὑπερκείμενος σπόνδυλος ἐνταῦθα μόνος διατετρημένος ἔξοδον ἐπιτηδείαν παρέχει τῷ νεύρῳ. κοινὸν δὲ καὶ τούτοις ἅπασι τοῖς νεύροις εἴς τε τοὺς ῥαχίτας ἰέναι μῦς καὶ τοὺς κατʼ ἐπιγάστριον ἐπί τε τὰς ψόας. ἐκ δὲ τῶν πρώτων μετὰ τὸ διάφραγμα σπονδύλων καὶ τοῖς ἄνωθεν καταφερομένοις ἐξ ἐγκεφάλου νεῦρον ἐπιμίγνυται τὸ μικρὸν ἀφʼ ἑκάστου. κατὰ δὲ τοὺς τελευταίους τῆς ὀσφύος σπονδύλους δύο ἐκφύσεις μέγισται γίνονται νεύρων ἐπὶ τὰ σκέλη φερομένων· ἀναμίγνυνται δʼ αὐταῖς ἄλλαι μικραί, μία μὲν ὑπερκειμένη, μία δʼ ἄλλη κατωτέρω, τοῦ πρώτου κατὰ τὸ πλατὺ καλούμενον ὀστοῦν τρήματος ἐκφυομένη. αὗται μὲν οὖν εὐθὺς ἀποχωρισθεῖσαι τοῖς πρώτοις μυσὶ τοῖς κινοῦσι τὴν κατʼ ἰσχίον διάρθρωσιν ἐκφύονται· τὸ δʼ ἄλλο πᾶν εἰς τὰ σκέλη καταφέρεται διασχιζόμενον ἄχρι τοῦ πέρατος ἐν αὐτοῖς εἰς ἕκαστον μῦν ἀνάλογον τοῖς ἐν χερσίν. οὕτω δὲ καὶ ὅσα ......

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: soi-bc`.
