---
title: "Medical Collections, Books 1–16, 24–25, 43–50: Book XV"
title_greek: "Ἰατρικαὶ Συλλογαί, ΙΕʹ"
author: Oribasius of Pergamon
eul_wid: soi-ax
eul_aid: soi
canonical: "https://eulogikon.org/works/oribasius-pergamon-medical-collections-book-15-soi-ax"
lang: grc
period: Late Antique
dialect: Koine
content_hash: "sha256:1bb1d4cfeb42d0170b5dc7495c7dfb05cc1cd20d07f3db4a70ea9c87480ee0d1"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Medical Collections, Books 1–16, 24–25, 43–50: Book XV

*Ἰατρικαὶ Συλλογαί, ΙΕʹ*

**Author:** Oribasius of Pergamon

**eul_wid:** `soi-ax` · [HTML page](https://eulogikon.org/works/oribasius-pergamon-medical-collections-book-15-soi-ax)

## Text

Part of [Medical Collections, Books 1–16, 24–25, 43–50](/works/oribasius-pergamon-medical-collections-soi-aa)

`15.1:p`

Ἐκ τῶν Γαληνοῦ· ἑκάστου φαρμάκου αἱ καθόλου δυνάμεις.

`15.1:p.1–15.1:p.4`

Ἡ γνῶσις τῶν ἁπλῶν φαρμάκων καὶ τῶν ἐν αὐτοῖς δυνάμεων οὕτως ἀναγκαιοτάτη καθέστηκεν, ὡς μηδʼ οἷόν τε εἶναι χωρὶς ταύτης ἰατρεύειν ὀρθῶς· ἅμα τε γὰρ εὐπόριστά ἐστι καὶ κατὰ πᾶσαν καιρῶν περίστασιν εὐχερῶς εὑρισκόμενα, καὶ εἰς τὰς ἐπικρίσεις τῶν συνθέτων δυνάμεων εὔχρηστος ἡ γνῶσις· ἔτι δʼ εἰς τὰς εὑρέσεις αὐτῶν καθόλου τὸ τεχνικὸν ἐπιφαίνει παρὰ πᾶσιν ἡ τούτων εἴδησις. πειρασόμεθα οὖν ἄνωθεν ἀπὸ τῶν στοιχείων ἀρξάμενοι, καθʼ ὅσον ἐνδεχόμενόν ἐστι, τὰς τῶν ἁπλῶν φαρμάκων δυνάμεις ἐπελθεῖν, ὅπως οἱ μὲν εἰδότες ὑπομνησθῶσιν, οἱ δʼ ἀγνοοῦντες μάθωσιν. οἱ μὲν οὖν καθόλου λόγοι πάντες ἐοίκασιν ἤδη τέλος ἔχειν, ἐπὶ δὲ τοὺς κατὰ μέρος μετιέναι καιρός· εἶεν δʼ ἂν ὅσοι καθʼ ἕκαστον τόπον ἰδίᾳ περαινόμενοι. γράψω δʼ οὐ τὰς κατὰ μέρος ἐνεργείας νῦν, ἀλλʼ ἐν ταῖς θεραπευτικαῖς πραγματείαις ὕστερον, ὅταν ἡ χρεία καλῇ· μόνον δὲ τὰς καθόλου δυνάμεις τῶν ἁπλῶν φαρμάκων διελεύσομαι.

`15.1:1.1–15.1:1.109`

Ἀβρότονον θερμόν ἐστι καὶ ξηρὸν τὴν δύναμιν ἐν τρίτῃ που τάξει τεταγμένον, πικρὸν δʼ ὑπάρχον διαφορητικήν τέ τινα καὶ τμητικὴν ἔχει δύναμιν, στρυφνότητος δʼ ὀλίγης μετέχει· διὸ κακοστόμαχόν ἐστιν· ἐδείχθη γὰρ ὡς τὸ μὲν πικρὸν καθʼ ἑαυτὸ παντελῶς εἴη κακοστόμαχον, τὸ δʼ αὐστηρὸν ἢ στρυφνὸν ἢ ὅλως στῦφον εὐστόμαχον, ἐπιμιγνυμένων δὲ τῶν ποιοτήτων ἀλλήλαις, ἡ σφοδροτέρα κρατοίη. καὶ τὸ κεκαυμένον δʼ ἀβρότονον θερμόν ἐστι καὶ ξηρὸν τῇ δυνάμει· ἀραιωτικόν τέ ἐστι καὶ λεπτομερὲς καὶ δακνῶδες. —Ἄγνου τὰ φύλλα καὶ ὁ καρπὸς καὶ τὸ ἄνθος θερμὰ καὶ ξηρὰ τὴν δύναμίν ἐστι κατὰ τὴν τρίτην που τάξιν τῶν ἀποστάσεων, κατὰ δὲ τὴν οὐσίαν λεπτομερῆ ἱκανῶς· ἐπιφαίνουσι δὲ καὶ βραχεῖάν τινα στῦψιν. — Ἀγρώστεως ἡ μὲν ῥίζα ξηρὰ καὶ ψυχρὰ τυγχάνει, αὐτὴ δʼ ἡ πόα ψύχει μὲν οὐκ ἰσχυρῶς, ὑγρότητος δὲ καὶ ξηρότητος ἐν τῷ μέσῳ καθέστηκεν. τὸ δʼ ἐν τῇ ῥίζῃ δακνῶδές τε καὶ λεπτομερές ἐστι μὲν ὀλίγον· εἴωθε δʼ οὖν ἔστιν ὅτε καὶ λίθους θρύπτειν. τὸ δὲ σπέρμα τῆς μὲν ἄλλης ἀσθενές, τῆς δʼ ἐν τῷ Παρνασσῷ ξηραντική τέ ἐστιν ἡ δύναμις καὶ λεπτομερὴς καὶ ὑπόστρυφνος. —Ἄγχουσαι τέσσαρες οὐ τῆς αὐτῆς ἅπασαι δυνάμεώς εἰσιν· ἡ μὲν γὰρ ὀνόκλεια προσαγορευομένη στύφουσάν τε ἅμα καὶ ὑπόπικρον ἔχει τὴν ῥίζαν ἱκανὴν καὶ πυκνῶσαι τὰ σώματα καὶ μετρίως λεπτῦναι καὶ ἀπορρύψαι καὶ ἀποπλῦναι τοὺς χολώδεις τε καὶ ἁλμώδεις χυμούς, οὐ πινομένη μόνον, ἀλλὰ καὶ ἔξωθεν ἐπιτιθεμένη· καὶ ψύχειν δʼ ἱκανὴ καταπλασσομένη σὺν ἀλφίτοις. τὰ δὲ φύλλα τῆς βοτάνης ἐστὶ μὲν ἀσθενέστερα τῆς ῥίζης, οὐκ ἀπήλλακται δὲ τοῦ ξηραίνειν καὶ στύφειν. ἡ λύκαψος δὲ προσαγορευομένη ῥίζαν ἔχει στυπτικωτέραν ταύτης. τῆς δʼ ὀνοχείλου τε καὶ Ἀλκιβιαδείου καλουμένης ἡ δύναμίς ἐστι φαρμακωδεστέρα καὶ δριμεῖα, ὡς τοῖς ἐχεοδήκτοις ἱκανῶς ἁρμόττειν καταπλαττομένην τε καὶ ἐσθιομένην καὶ περιαπτομένην. λοιπὴ δʼ ἡ τετάρτη καὶ μικρά· παραπλησία μέν ἐστι τῇ Ἀλκιβιαδείῳ, πικροτέρα δὲ καὶ πλέον ἔτι φαρμακωδεστέρα. —Ἀγαρικοῦ ῥίζα κατὰ μὲν τὴν πρώτην γεῦσιν γλυκεῖά πως, πικρὰ δʼ ὀλίγον ὕστερον φαινομένη καί τινος ἐν τῷ χρόνῳ δριμύτητος ἔμφασιν ἐπάγουσα καὶ βραχείας στύψεως. δῆλον οὖν ὡς σύνθετόν ἐστι τὸ φάρμακον ἐξ οὐσίας ἀερώδους τε καὶ γεώδους ὑπὸ θερμότητος λελεπτυσμένης, ἥκιστα δὲ τῆς ὑδατώδους μετέχει. ταῦτα ἄρα διαφορητικὸν τὴν δύναμίν ἐστι καὶ πάχους τμητικὸν διακαθαίρει τε τὰς ἐν τοῖς σπλάγχνοις ἐμφράξεις. —Ἀγήρατον δυνάμεώς ἐστι διαφορητικῆς τε καὶ ἀτρέμα πως ἀφλεγμάντου. —Ἀδίαντον ξηραίνει, λεπτύνει, διαφορεῖ· οὐ μὴν θερμότητά γέ τινα προσβάλλει σαφῆ καθάπερ οὐδὲ ψῦξιν, ἀλλὰ θείη ἄν τις αὐτὸ κατὰ τὴν ἐν τούτοις ἀντίθεσιν ἐν τῇ μέσῃ τάξει. — Ἀείζῳον ἑκάτερον ξηραίνει μὲν ἐπʼ ὀλίγον, ὅτι καὶ στύφει μετρίως, ἀπηλλαγμένον ἁπάσης ἄλλης ἰσχυρᾶς ποιότητος, ὡς ἐπικρατεῖν ἐν αὐτῷ τὴν ὑδατώδη μᾶλλον οὐσίαν· ψύχει δʼ οὐ μετρίως, ἀλλὰ κατὰ τὴν τρίτην ἀπόστασιν. —Αἰγίλωψ ἠρέμα πώς ἐστι δριμύς· διὸ καὶ διαφορητικὴν ἔχει δύναμιν. —Αἴρα ξηραίνει καὶ θερμαίνει δραστικῶς, ὡς ἐγγὺς εἶναι τῶν δριμέων· θείη δʼ ἄν τις αὐτὴν ἐν μὲν τῷ θερμαίνειν τῆς τρίτης τάξεως, ἐν δὲ τῷ ξηραίνειν ἐπὶ τελευτῇ τῆς δευτέρας. —Αἰγείρου τὰ μὲν ἄνθη θερμὰ τὴν δύναμίν ἐστιν ἐκ τῆς τρίτης ἀποστάσεως, ἐν δὲ τῇ κατὰ τὸ ξηραίνειν καὶ ὑγραίνειν διαφορᾷ βραχύ τι τῶν εὐκράτων ἀποκεχώρηκεν ἐπὶ τὸ ξηρότερον· ἔστι δὲ καὶ λεπτομερῆ μᾶλλον ἢ παχυμερῆ. καὶ τὰ φύλλα δʼ αὐτῆς ὅμοια μέν ἐστί πως τοῖς ἄνθεσι, πλὴν εἰς ἅπαν ἀσθενέστερα καὶ ἀπρακτότερα. καὶ ἡ ῥητίνη δʼ αὐτῆς ὁμοίας τοῖς ἄνθεσι δυνάμεώς ἐστι καὶ θερμοτέρας ἔτι. τὸ δὲ σπέρμα λεπτομερέστερόν τέ ἐστι καὶ ξηραντικώτερον τῆς τε ῥητίνης καὶ τῶν ἀνθῶν, δραστικὸν δʼ οὐ πάνυ τι. —Ἀκακίας καὶ τὸ φυτὸν μὲν αὐτὸ στρυφνόν ἐστι, καὶ ὁ καρπὸς δὲ καὶ ὁ χυλός, ὅστις πλυθεὶς ἀσθενέστερός τε καὶ ἀδηκτότερος γίνεται, ὥς τινα δριμύτητα κατὰ τὴν πλύσιν ἀποτιθέμενος. δῆλον οὖν ὅτι ψυχρόν τέ ἐστι καὶ γεῶδες τὸ φάρμακον, ἀναμεμιγμένης αὐτῷ καὶ ὑδατώδους τινὸς οὐσίας. εἰκασθείη δʼ ἂν οὐδʼ ὁμοιομερὲς ὑπάρχειν, ἀλλʼ ἔχειν τινὰ μόρια διεσπαρμένα λεπτομερῆ καὶ θερμὰ τὰ κατὰ τὴν πλύσιν ἀποχωροῦντα. καὶ κείσθω καὶ τοῦτο τῆς μὲν τρίτης τάξεως τῶν ξηραινόντων, τῆς δευτέρας δὲ τῶν ψυχόντων, ἐπειδὰν πλυθῇ, τὸ δʼ ἄπλυτον τῆς πρώτης. —Ἀκαλήφης ὅ τε καρπὸς καὶ τὰ φύλλα διαφορητικῆς ἱκανῶς ἐστι δυνάμεως· ἔχει δέ τι καὶ φυσῶδες λεπτομερής τε ὑπάρχει καὶ ξηρὰ τὴν κρᾶσιν, οὐ μὴν εἰς τοσοῦτόν γε μετέχουσα θερμότητος ὡς ἤδη δάκνειν· τὸ δὲ πνευματῶδες, οὗ μετέχειν εἴρηται, πεττομένης αὐτῆς γεννᾶται. κοιλίαν δʼ ὑπάγει μεγάλως αὐτῷ μόνῳ τῷ ῥύπτειν καὶ οἷον γαργαλίζειν. —Ἄκανθος· τὰ μὲν φύλλα διαφορητικὴν μετρίως ἔχει τὴν δύναμιν, ἡ δὲ ῥίζα ξηραντικήν τε καὶ τμητικὴν ἀτρέμα καὶ λεπτομερῆ. —Ἀκανθίου ἡ ῥίζα καὶ τὰ φύλλα λεπτομεροῦς τε καὶ θερμῆς ἐστι δυνάμεως. —Ἀκάνθης λευκῆς ἡ μὲν ῥίζα ξηραντικὴ καὶ μετρίως ἐστὶ στύφουσα, τὸ δὲ σπέρμα λεπτομεροῦς τε καὶ θερμῆς ἐστι δυνάμεως. —Ἄκανθα Αἰγυπτία στυπτικὴν καὶ ξηραντικὴν ἔχει δύναμιν μᾶλλον τῆς λευκῆς ἀκάνθης. —Ἀκόρου ἡ ῥίζα δριμεῖα καὶ μετρίως ὑπόπικρός ἐστι κατὰ τὴν γεῦσιν. δῆλον οὖν ὡς θερμὴ τὴν δύναμίν ἐστι καὶ λεπτομερὴς τὴν σύστασιν· ἀπορρύπτει γοῦν καὶ λεπτύνει τὰ πάχη τοῦ κερατοειδοῦς, ἀμείνων δʼ ὁ χυλὸς αὐτῆς εἰς τοῦτο. κείσθω δʼ οὗτος τῆς τρίτης τάξεως ἔν τε τῷ ξηραίνειν καὶ θερμαίνειν. — Ἀκόνιτον ἢ παρδαλιαγχές· σηπτικῆς τοῦτο καὶ δηλητηρίου δυνάμεώς ἐστιν· πρὸς μέντοι τὸ ἀποσῆψαί τινα τῶν ἐκτὸς τοῦ σώματος ἐπιτήδειός ἐστιν ἡ ῥίζα τῆς πόας. —Ἀκόνιτον ἢ λυκοκτόνον· ἔστι μὲν καὶ τοῦτο παραπλησίας θατέρῳ δυνάμεως, ἰδιαίτερον δʼ ἀναιρεῖ λύκους, ὥσπερ ἐκεῖνο παρδάλεις. —Ἀκτὴ ἥ τε δενδρώδης καὶ ἡ χαμαιάκτη ξηραντικῆς ἀμφότεραι δυνάμεώς εἰσι τῆς κολλητικῆς τε καὶ μετρίως διαφορητικῆς. —Ἄλιμον ἁλυκόν τι καὶ ὑπόστυφον ἔχει κατὰ τὴν γεῦσιν, ἀνομοιομερὲς ὑπάρχον· τὸ δὲ πλεῖστον αὐτοῦ τῆς οὐσίας θερμὸν εὐκράτως ἐστὶ μεθʼ ὑγρότητος ἀκατεργάστου τε καὶ φυσώδους ἀτρέμα. —Ἀλόη στύφει μὲν μετρίως, πικράζει δʼ ἰσχυρῶς, ὑπάγει δὲ καὶ γαστέρα, ξηραίνει δʼ ἀδήκτως κατὰ τὴν τρίτην ἀπόστασιν καὶ θερμαίνει κατὰ τὴν πρώτην ἐπιτεταμένην, ἀποκρούεσθαί τε ἅμα καὶ διαφορεῖν πέφυκε μετὰ τοῦ καὶ ῥύπτειν ἐπʼ ὀλίγον. —Ἄλυσσον πολλάκις ἐξιάσατο μόνη τοὺς ὑπὸ λυττῶντος κυνὸς δηχθέντας· ἀλλὰ τοῦτο μὲν ἐκ τῆς καθʼ ὅλην τὴν οὐσίαν ὁμοιότητος δύναται, ξηραντικὴ δʼ ἐστὶ μετρίως καὶ διαφορητικὴ πρὸς τῷ καὶ ῥυπτικὸν ἔχειν τι. — Ἀλσίνη ἢ μυὸς ὦτα οὐσίας ὑδατώδους ἐστὶ ψυχρᾶς· διὸ καὶ χωρὶς στύψεως ἐμψύχει. —Ἀμάρακον ἐν μὲν τῷ θερμαίνειν τῆς τρίτης ἐστὶ τάξεως, ἐν δὲ τῷ ξηραίνειν τῆς δευτέρας. —Ἀμβροσία καταπλαττομένη δύναμιν ἔχει στύφουσάν τε καὶ ἀποκρουστικήν. —Ἄμι· τὸ σπέρμα δυνάμεώς ἐστι ξηραντικῆς καὶ θερμαντικῆς τῆς τρίτης τάξεως ἐπιτεταμένης· ἔστι δὲ καὶ λεπτομερὲς καὶ διαφορητικὸν καὶ γευομένῳ δριμύ τε καὶ ὑπόπικρον· διὸ καὶ οὐρητικόν. —Ἀμάραντον δυνάμεώς ἐστι λεπτυντικῆς καὶ κακοστόμαχον. —Ἀμόργη γεώδους ἐστὶν οὐσίας θερμῆς, οὐ μὴν ὡς δάκνειν ἐπιφανῶς· εἰ δὲ καὶ ἑψηθείη, πολὺ δὴ μᾶλλον παχυμερής τε γίνεται καὶ ξηρά· καὶ εἴη ἂν δευτέρας τάξεως τῶν θερμαινόντων τε καὶ ξηραινόντων ἐπιτεταμένης. —Ἀμπελόπρασον θερμὸν οὕτως ἐστὶν ὡς ἑλκοῦν καταπλασσόμενον· δριμύτερον γὰρ καὶ ξηρότερον ὑπάρχει τοῦ πράσου καὶ παχέων καὶ γλίσχρων χυμῶν τμητικώτερον ἐκφρακτικώτερόν τε τῶν ἐμπεφραγμένων ὀργάνων. — Ἀμπέλου ἀγρίας οἱ βότρυες ῥυπτικῆς εἰσι δυνάμεως, ἔχουσι δέ τι στυπτικὸν αὐτή τε καὶ οἱ ἀκρέμονες. τῆς δʼ ἡμέρου παραπλησία μὲν ἡ δύναμις, ἀσθενεστέρα δέ. —Ἀμπέλου λευκῆς οἱ πρῶτοι βλαστοὶ ὑπόπικρον καὶ ἀτρέμα δριμεῖαν ἔχουσι τὴν στῦψιν· ἡ δὲ ῥίζα ῥυπτικὴν καὶ ξηραντικὴν καὶ λεπτομερῆ δύναμιν ἔχει καὶ μετρίως θερμήν. — Ἄμπελος μέλαινα παραπλήσιός ἐστι τὰ πάντα τῇ προειρημένῃ, ἀσθενεστέρα δέ. —Ἀμύγδαλα πικρὰ τῆς λεπτυνούσης ἐστὶ δυνάμεως καὶ ῥυπτικῆς καὶ ἐκφρακτικῆς. καὶ τὸ δένδρον δʼ αὐτὸ σύμπαν ὁμοίαν ἔχει τὴν δύναμιν. ὅσα δὲ γλυκέα τῶν ἀμυγδάλων μετέχει μὲν καὶ ταῦτα βραχείας πικρότητος, ἀλλʼ ἐπικρατούσης τῆς γλυκύτητος ἀποκρύπτεται, ἐπιδέδεικται δʼ ὡς γλυκεῖα ποιότης θερμὴ συμμέτρως ἐστίν. —Ἀμμωνιακὸν μαλακτικῆς δυνάμεως ἐπιτεταμένης ἐστίν. —Ἄμωμον· ἔοικε τοῦτο κατὰ τὴν δύναμιν ἀκόρῳ, πλὴν ὅσον ξηρότερόν ἐστι τὸ ἄκορον, πεπτικώτερον δέ πως τὸ ἄμωμον. — Ἀναγαλλὶς ἑκατέρα ῥυπτικῆς ἱκανῶς ἐστι δυνάμεως, ἔχουσά τι καὶ ὑπόθερμον καὶ ἑλκτικόν· καὶ καθόλου ξηραντικὴν ἔχουσι δύναμιν καὶ ἄδηκτον. —Ἀνάγυρις δυσώδης ἐστὶ καὶ δριμεῖα διαφορητικῆς καὶ θερμαινούσης δυνάμεως, ἧς τὰ φύλλα ξηρανθέντα τέμνει σφοδρῶς καὶ ξηραίνει, καθάπερ καὶ ὁ τῆς ῥίζης φλοιός. τὸ δὲ σπέρμα πλέον ἔτι λεπτομερέστερόν ἐστι καὶ ἐμετικόν. —Ἀνδρόσαιμον τὸ μὲν ἄσκυρον ὀνομαζόμενον, εἶδος ὑπάρχον ὑπερικοῦ, τὸ δὲ Διονυσιάς· ἔστι δʼ ὁ μὲν καρπὸς αὐτῶν καθαρτικός, ἡ δὲ τῶν φύλλων δύναμις ξηραντική τε καὶ ῥυπτικὴ μετρίως. —Ἀνδρόσακες πικρὰ καὶ δριμεῖα πόα· διαφορεῖ τε καὶ ξηραίνει. —Ἀνδράχνη ψύχει μὲν κατὰ τὴν τρίτην ἀπόστασιν, ὑγραίνει δὲ κατὰ τὴν δευτέραν, ὀλίγου δέ τινος καὶ αὐστηροῦ μετέχει. καὶ ὁ χυλὸς δʼ αὐτῆς ὁμοίως, ὥστε οὐ μόνον ἔξωθεν ἐπιτιθέμενος, ἀλλὰ καὶ πινόμενος ψύχει. καὶ αἱμωδίας δʼ ἐστὶν ἴαμα ἡ πόα, τά τε ἐξηρασμένα τραχέως ἀπὸ τῆς τῶν ὀξέων χυμῶν ὁμιλίας λεαίνουσά τε καὶ ἀναπληροῦσα τῷ γλίσχραν ἔχειν τὴν ὑγρότητα. — Ἀνεμῶναι πᾶσαι δριμείας καὶ ῥυπτικῆς εἰσι δυνάμεως ἐπισπαστικῆς τε καὶ ἀναστομωτικῆς. —Ἄνηθον θερμαίνει μὲν εἰς τοσοῦτον ὡς ἤτοι τῆς δευτέρας αὐτὸ τάξεως ἐπιτεταμένης ἢ τῆς τρίτης ἐκλελυμένης ὑπολαβεῖν· τῶν ξηραινόντων δʼ ἐστὶ τῆς δευτέρας τάξεως, ὥστε εἰκότως ἐναφεψημένον ἐλαίῳ διαφορητικόν τε καὶ ἀνώδυνον καὶ ὑπνοποιὸν καὶ πεπτικὸν ὠμῶν καὶ ἀπέπτων ὄγκων ὑπάρχει· γίνεται γὰρ τὸ ἐξ αὐτοῦ ἔλαιον ἐγγύς τι τῇ κράσει τοῖς πυοποιοῖς τε καὶ πεπτικοῖς ὀνομαζομένοις φαρμάκοις, πλὴν ὅσον θερμότερον αὐτῶν βραχὺ καὶ λεπτομερές ἐστι καὶ διαφορητικόν. καυθὲν δὲ τῆς τρίτης γίνεται τάξεως τῶν θερμαινόντων τε καὶ ξηραινόντων, ὑγρότερόν τε δηλονότι καὶ ἧττον θερμόν ἐστι τὸ χλωρὸν ἔτι καὶ ἔγχυλον, ὥστε πεπτικώτερον μὲν καὶ ὑπνοποιὸν ἔσται μᾶλλον τοῦ ξηροῦ, διαφορητικὸν δʼ ἧττον. — Ἀνθύλλιοι ἀμφότεραι ξηραίνουσι μετρίως, ἡ δʼ ἑτέρα αὐτῶν ἡ τῇ χαμαιπίτυϊ ἐοικυῖα λεπτομερεστέρα πώς ἐστι τῆς ἑτέρας καὶ ῥυπτικωτέρα. —Ἀννήσου τὸ σπέρμα δριμὺ καὶ ὑπόπικρον ὑπάρχον ἐγγὺς ἥκει θερμότητι τῶν καυστικῶν, ἔστι δὲ κἀν τῷ ξηραίνειν τρίτης ἀποστάσεως, ὥσπερ κἀν τῷ θερμαίνειν, καὶ διαφορεῖ. —Ἀπαρίνη μετρίως ῥύπτει καὶ ξηραίνει, ἔχει δέ τι καὶ λεπτομερές. —Ἀπίου τὰ φύλλα καὶ οἱ ἀκρέμονες αὐστηροί, ὁ δὲ καρπὸς ἔχει τι καὶ γλυκύτητος ὑδατώδους. ἐσθιόμεναι δʼ ἄπιοι εὐστόμαχοί τέ εἰσι καὶ ἄδιψοι, καὶ καταπλασσόμεναι δὲ ξηραίνουσί τε καὶ μετρίως ψύχουσιν. αἱ δʼ ἀχράδες καὶ στύφουσι μᾶλλον τῶν ἄλλων ἀπίων καὶ ξηραίνουσιν. — Ἀπόκυνον ἢ κυνοκράμβη ἐστὶ μὲν τῶν δηλητηρίων, ἱκανῶς δὲ δυσώδης· διὸ καὶ θερμὴ πάντως ἐστὶν οὐκ ἀγεννῶς, οὐ μὴν ἀνάλογόν γε ξηρά. διὰ τοῦτο οὖν καταπλασσομένη διαφορητικῆς ἐστι δυνάμεως. — Ἀργεμώνη ῥυπτική ἐστι καὶ διαφορητική. —Ἀρίσαρον δριμύτερόν ἐστι πολὺ τοῦ ἄρου. —Ἀριστολοχείας ἡ ῥίζα πικρὰ καὶ ὑπόδριμυς ὑπάρχει, λεπτομερεστέρα δʼ ἐξ αὐτῶν ἐστιν ἡ στρογγύλη καὶ τὰ πάντα δραστικωτέρα τῶν ἄλλων δυοῖν. ἡ κληματῖτις δʼ εὐωδεστέρα μέν, ὥστε καὶ πρὸς τὰ μύρα χρῆσθαι τοὺς μυρεψοὺς αὐτῇ, τὰ δʼ εἰς τὰς ἰάσεις ἀσθενεστέρα. ἡ μακρὰ δʼ ἧττον μὲν λεπτομερής ἐστι τῆς στρογγύλης, οὐ μὴν οὐδὲ αὐτή γε ἄπρακτος, ἀλλʼ ἐστὶ τῆς ῥυπτικῆς τε καὶ θερμαντικῆς δυνάμεως καὶ τῆς στρογγύλης ἧττον μὲν ῥύπτει καὶ διαφορεῖ, θερμαίνει δʼ οὐχ ἧττον, ἀλλʼ ἴσως καὶ μᾶλλον. —Ἄρκευθος θερμὴ καὶ ξηρὰ τῆς τρίτης κατʼ ἄμφω τάξεως· ὁ δὲ καρπὸς αὐτῆς θερμὸς μὲν ὁμοίως, ξηραίνει δʼ οὐχ ὁμοίως, ἀλλʼ εἴη ἂν ἐν τῷδε τῆς πρώτης τάξεως. —Ἄρκτιον τὸ μὲν τῷ φλόμῳ παραπλήσιον λεπτομεροῦς ἱκανῶς ἐστι δυνάμεως καὶ ξηραντικῆς, ῥύπτει μέντοι μετρίως. τὸ δʼ ἕτερον, ὃ δὴ καὶ προσωπιτίδα καλοῦσι, διαφορητικὸν μέν ἐστι καὶ αὐτὸ καὶ ξηραντικόν, ἔχει δέ τι καὶ στυπτικὸν μετρίως. —Ἀρνόγλωσσον μικτῆς ἐστι κράσεως· ἔχει μὲν γάρ τι καὶ ὑδατῶδες ψυχρόν, ἔχει δὲ καὶ αὐστηρὸν ὅπερ ἐστὶ γεῶδες ψυχρόν, ὥστε ψύχει τε ἅμα καὶ ξηραίνει κατὰ τὴν δευτέραν ἀπόστασιν, μετέχει δὲ τῆς μὲν ξηρότητος ἀδήκτου, τῆς δὲ ψύξεως μηδέπω ναρκούσης. καὶ ὁ καρπὸς δʼ αὐτοῦ καὶ ἡ ῥίζα παραπλησίας εἰσὶ δυνάμεως πλήν γε ὅτι ξηροτέρας τε καὶ ἧττον ψυχρᾶς· ἀλλʼ ὁ μὲν καρπὸς λεπτομερέστερος, αἱ δὲ ῥίζαι παχυμερέστεραι. καὶ αὐτὰ δὲ τὰ φύλλα τῆς βοτάνης ξηρανθέντα λεπτομερεστέρας τε καὶ ἧττον ψυχρᾶς γίνεται δυνάμεως, διαφορηθέντος αὐτῶν τοῦ ὑδατώδους περιττώματος. —Ἄρον· ἐκ γεώδους οὐσίας καὶ τοῦτο γέγονε θερμῆς καὶ διὰ τοῦτο ῥυπτικῆς ἐστι δυνάμεως, ἀλλʼ οὐκ ἰσχυρᾶς, ὥσπερ τὸ δρακόντιον. ἔστιν οὖν τῷ θερμαίνειν καὶ τῷ ξηραίνειν τῆς πρώτης τάξεως· αἱ ῥίζαι δʼ αὐτοῦ μάλιστά εἰσι χρήσιμοι. —Ἀρτεμισίαι ἀμφότεραι ἐν μὲν τῷ θερμαίνειν εἰσὶ δευτέρας ἀποστάσεως, ἐν δὲ τῷ ξηραίνειν πρώτης ἐπιτεταμένης· εἰσὶ δὲ καὶ λεπτομερεῖς μετρίως. —Ἀσάρου αἱ ῥίζαι παραπλήσιαι μέν εἰσι ταῖς τοῦ ἀκόρου τὴν δύναμιν, ἐπιτεταμέναι δὲ μᾶλλον. — Ἀσπάλαθος κατὰ τὴν γεῦσιν δριμύς ἐστι καὶ στυπτικός. ἐξ ἀνομοιομερῶν οὖν δηλονότι σύγκειται δυνάμεων, μέρεσιν ἑαυτοῦ τοῖς δριμέσι θερμαίνων, μέρεσι δὲ τοῖς αὐστηροῖς ψύχων, ὥστε κατʼ ἄμφω ξηραίνειν. —Ἀσπάραγος μυακάνθινος ῥυπτικῆς ἐστι δυνάμεως, οὐ μὴν οὔτε θερμαίνει σαφῶς οὔτε ψύχει. —Ἄσπληνος λεπτομερὴς μέν, οὐ μὴν θερμή γε τὴν δύναμιν. —Ἀστράγαλος ῥίζας ἔχει στυπτικάς· διὸ καὶ τῶν ξηραινόντων ἐστὶν οὐκ ἀγεννῶς. —Ἀστὴρ Ἀττικός — οἱ δὲ βουβώνιον — ἔχει μέν τι καὶ διαφορητικόν, ἔχει δʼ οὐχ ἥκιστα καὶ ψυκτικόν τι καὶ ἀποκρουστικόν, ὥστε μικτῆς εἶναι δυνάμεως, ὥσπερ καὶ τὸ ῥόδον, ἀλλʼ οὐ στύφει γε τοῦτο. —Ἀσταφὶς ἡ μὲν ἥμερος πεπτικῆς τε ἅμα καὶ στυπτικῆς καὶ διαφορητικῆς ἀτρέμα μετέχει δυνάμεως, ἡ δʼ ἀγρία δριμείας ἰσχυρῶς· ῥύπτει γοῦν σφοδρῶς καὶ μετέχει καὶ καυστικῆς τινος δυνάμεως. —Ἀσφοδέλου ἡ ῥίζα ῥυπτικῆς καὶ διαφορητικῆς ὑπάρχει δυνάμεως· καυθείσης δʼ αὐτῆς ἡ τέφρα δριμυτέρα τε καὶ ξηραντικωτέρα γίνεται. —Ἀτρακτυλὶς ξηραντικῆς τε καὶ μετρίως θερμῆς ὑπάρχει δυνάμεως. —Ἀτράφαξυς ὑγρὰ καὶ ψυχρὰ τὴν κρᾶσίν ἐστιν, ὑγρὰ μὲν τάξεως δευτέρας ἐστί, ψυχρὰ δὲ πρώτης· οὐ μετέχει δὲ στύψεως, ἀλλʼ ἐστὶν ὑδατώδης τε καὶ ἥκιστα γεώδης ὁμοίως τῇ μαλάχῃ καὶ κατὰ γαστέρα διέρχεται ταχέως ὥσπερ ἐκείνη διὰ γλισχρότητα· βραχὺ δέ τι παντάπασιν ὑπάρχει διαφορητικὸν αὐτῇ. αἱ κηπευόμεναι δʼ ὑγρότεραι πολὺ καὶ ψυχρότεραι τυγχάνουσι τῶν ἀγρίων. ὁ δὲ καρπὸς αὐτῆς ῥυπτικῆς ἐστι δυνάμεως. — Ἀφάκη δυνάμεώς ἐστι στυπτικῆς ὥσπερ καὶ ὁ φακός, δυσπεπτοτέρα δʼ ἐστὶν αὕτη καὶ ἰσχυρότερον ξηραίνει θερμότητός τε μετέχει συμμέτρου. —Ἀψίνθιον στυπτικὴν καὶ πικρὰν καὶ δριμεῖαν ἅμα ποιότητα κέκτηται, θερμαῖνόν τε ἅμα καὶ ῥύπτον καὶ τονοῦν καὶ ξηραῖνον. εἰ δὲ δεῖ καθόλου περιλαβόντα τὴν κρᾶσιν αὐτοῦ κατὰ πρώτας ἀφορίσαι δυνάμεις, καίτοι γε ἀνομοιομεροῦς ὄντος αὐτοῦ, θερμὸν μὲν ἂν ὑπάρχειν αὐτὸ τῆς πρώτης ἀποστάσεως εἴποιμεν, ξηρὸν δὲ τῆς τρίτης. ὁ δὲ χυλὸς αὐτοῦ πολὺ τῆς πόας θερμότερος.

`15.1:2.1–15.1:2.27`

Βαλάνου μυρεψικῆς τὸ ἀπόθλιμμα ἐπικρατοῦσαν ἔχει τὴν πικρὰν ποιότητα, μέμικται δέ τι καὶ στύψεως αὐτῷ, καὶ διὰ τοῦτο ῥυπτικήν τε ἅμα καὶ τμητικὴν συνακτικήν τε καὶ πιλητικὴν ἔχει τὴν δύναμιν. ὁ μέντοι φλοιὸς αὐτῆς πάνυ στυπτικός ἐστιν. —Βάλσαμον ξηραίνει καὶ θερμαίνει κατὰ τὴν δευτέραν ἀπόστασιν, ἔστι δὲ καὶ λεπτομερές· ὁ δʼ ὀπὸς αὐτοῦ λεπτομερεστέρας ἐστὶ δυνάμεως, οὐ μὴν εἰς τοσοῦτόν γε θερμὸν εἰς ὅσον οἴονταί τινες ὑπὸ τῆς λεπτομερείας ἐξαπατώμενοι. ὁ δὲ καρπὸς αὐτοῦ παραπλήσιος μέν ἐστι κατὰ γένος δυνάμεως, ἀπολείπεται δὲ μακρῷ κατὰ τὸ λεπτομερές. —Βαλαύστιον ἰσχυρῶς στύφει τὴν γεῦσιν, οὐδεμιᾶς ἔμφασιν ἔχον ποιότητος ἑτέρας, καὶ διὰ τοῦτο ἄν τις αὐτὸ θείη ξηραίνειν καὶ ψύχειν οὐκ ἀγεννῶς. —Βάτου καὶ τὰ φύλλα μὲν καὶ οἱ βλαστοὶ καὶ τὸ ἄνθος καὶ ὁ καρπὸς καὶ ἡ ῥίζα τῆς στυπτικῆς μετέχουσι ποιότητος οὐκ ἀσαφοῦς, ἀλλήλων δὲ διαφέρουσιν ἐν τῷδε. τὰ μὲν φύλλα, καὶ μάλιστα τὰ μαλακὰ καὶ νέα, πλείστου τοῦ ὑδατώδους μετέχοντα, βραχέως ἐστὶ στυπτικά· κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ οἱ βλαστοί. ὁ δὲ καρπός, εἰ μὲν εἴη πέπειρος, οὐκ ὀλίγου μετέχει καὶ τοῦ συμμέτρως θερμοῦ χυμοῦ γλυκέος ὑπάρχοντος μετὰ τῆς μετρίας στύψεως· ὁ δʼ ἄωρος ὑπὸ ψυχρᾶς γεώδους οὐσίας ἐπικρατεῖται, καὶ διὰ τοῦτο στρυφνός τέ ἐστι καὶ ἰσχυρῶς ξηραντικός. καὶ μὲν δὴ καὶ ξηρανθεὶς ἑκάτερος ξηραντικώτερός ἐστι τοῦ προσφάτου. καὶ τὸ ἄνθος δὲ τῆς αὐτῆς ἐστι τῷ ἀώρῳ καρπῷ δυνάμεως. ἡ δὲ ῥίζα πρὸς τῷ στύφειν ἔτι καὶ λεπτομεροῦς οὐσίας οὐκ ὀλίγης μετείληφεν. —Βατράχια τὰ τέσσαρα δριμείας ἰσχυρῶς ἐστι δυνάμεως, ὡς ἑλκοῦν μετὰ πόνου· θερμῆς οὖν καὶ ξηρᾶς σφοδρῶς ἐστιν ἥ τε ῥίζα καὶ ἡ σύμπασα πόα. —Βδέλλιον τὸ μὲν Σκυθικὸν μαλακτικῆς ἐστιν ἱκανῶς καὶ δραστηρίου δυνάμεως, τὸ δʼ Ἀραβικὸν ἐπὶ μᾶλλον ξηραίνει τῶν μαλακτικῶν· ὅσον δʼ ἔτι νέον αὐτοῦ καὶ ὑγρόν ἐστι καὶ κοπτόμενον μαλάττεται ῥᾳδίως, ἐπιτήδειον εἰς ὅσαπερ καὶ τὸ Σκυθικόν· ὅσον δὲ παλαιότερόν ἐστι καὶ πικρὸν ἱκανῶς ἐν τῇ γεύσει καὶ δριμὺ καὶ ξηρόν, ἐκπέπτωκεν ἤδη τῆς τῶν μαλαττόντων τὰ σκιρρούμενα συμμετρίας. —Βηχίου τῆς πόας ἡ δύναμις δριμεῖα συμμέτρως ἐστίν. —Βλίτον ὑγρὸν καὶ ψυχρόν ἐστι δευτέρας τάξεως. —Βολβὸς ἐπιπλαττόμενος διὰ τὸ πικρότητός τε ἅμα καὶ στύψεως μετέχειν ῥυπτικός τε καὶ κολλητικὸς γίνεται καὶ ξηραντικός. —Βολβὸς ἐμετικὸς θερμοτέρας ἐστὶ πολὺ τῆς τοῦ προειρημένου κράσεως. —Βούγλωσσον ὑγρὸν καὶ θερμόν ἐστι τὴν κρᾶσιν. — Βούφθαλμος δριμυτέρα τῆς ἀνθεμίδος ἐστὶ καὶ διὰ τοῦτο καὶ διαφορητικωτέρα. —Βράθυ μετέχει δριμείας ποιότητος, ἔτι τε πικρότητος καὶ στύψεως. κείσθω δὲ καὶ τοῦτο τὸ φάρμακον ἐν τῇ τρίτῃ τῶν ἀποστάσεων κατά τε τὸ ξηραίνειν καὶ θερμαίνειν, ἐν τοῖς μάλιστα λεπτομερὲς ὑπάρχον. ἔνιοι δὲ καὶ ἀντὶ κινναμώμου διπλάσιον αὐτὸ βάλλουσιν· λεπτυντικῆς τε γάρ ἐστι καὶ διαφορητικῆς, εἰ ποθείη, δυνάμεως. —Βρεττανικῆς τὰ φύλλα στυπτικά, καὶ ὁ χυλὸς δʼ αὐτῆς ὁμοίως στυπτικός ἐστιν, ὥστε καὶ ἕψοντές τινες αὐτὸν ὡς δραστικώτατον ἀποτίθενται φάρμακον τῶν στοματικῶν ποιοῦν πρὸς τὰς σηπεδόνας. —Βρόμος καταπλασσόμενος ξηραίνει καὶ διαφορεῖ μετρίως καὶ ἀδήκτως· ἔστι δὲ καὶ ψυχρότερον ἀτρέμα τῇ κράσει καί τι καὶ στύψεως ἔχον. —Βρύον θαλάσσιον σύνθετόν ἐστιν ἐκ γεώδους τε ἅμα καὶ ὑδατώδους οὐσίας ἀμφοτέρων ψυχρῶν· στύφει τε γὰρ γευόμενον καὶ ψύχει καταπλασσόμενον. —Βρύον — οἱ δὲ σπλάγχνον —, δύναμιν ἔχει στυπτικὴν οὐκ ἰσχυράν· οὐδὲ γὰρ ψυχρὸν ἱκανῶς ἐστιν, ἀλλʼ ἐγγύς πως τοῖς μέσοις, ὅτι καὶ διαφορητικῆς καὶ μαλακτικῆς μετείληφε δυνάμεως, καὶ μάλιστα τὸ ἐπὶ τῶν κεδρίνων εὑρισκόμενον ξύλων.

`15.1:3.1,2–15.1:3.16`

Γάλλιον δύναμιν ἔχει ξηραντικὴν καὶ ὑπόδριμυν. —Γεντιανῆς ἡ ῥίζα δραστήριος ἱκανῶς ἐστιν, ἵνα χρὴ λεπτῦναί τε καὶ διακαθῆραι καὶ ἀπορρύψαι καὶ ἐκφράξαι· πικρὰ γὰρ ἰσχυρῶς ὑπάρχει. —Γίγαρτα ξηρὰ μέν ἐστι κατὰ τὴν δευτέραν τάξιν, ψυχρὰ δὲ κατὰ τὴν πρώτην· ἡ δʼ οὐσία παχυμερὴς αὐτῶν ἐστι καὶ γεώδης· καὶ γὰρ στρυφνὰ τυγχάνει. — Γιγγίδιον πικρότητός τε καὶ στύψεως μετέχει καὶ ξηραίνει κατʼ ἀμφοτέρας τὰς ποιότητας, καὶ μέντοι καὶ εὐστόμαχόν ἐστιν. θερμασίαν μὲν οὖν οὐ πάνυ τι σαφῆ κέκτηται, ξηραίνει δὲ κατὰ τὴν δευτέραν ἀπόστασιν. —Γλαύκιον στύφει καὶ ψύχει σαφῶς, καὶ ἔστιν ἡ κρᾶσις αὐτοῦ σύνθετος ἐξ ὑδατώδους καὶ γεώδους οὐσίας, ψυχρῶν μὲν ἀμφοῖν, οὐ μὴν ἄκρως, ἀλλʼ ὡς ὕδωρ κρηναῖον. —Γλαὺξ ἡ πόα θερμὴ καὶ ὑγρὰ τὴν κρᾶσίν ἐστιν. —Γλήχων δριμεῖά τε καὶ ὑπόπικρος οὖσα θερμαίνει καὶ λεπτύνει σφοδρῶς. —Γλοιὸς μετρίως ἐστὶ μαλακτικός. —Γλυκυρρίζης ὁ χυλὸς μάλιστά ἐστι χρήσιμος, ὁμοίως ταῖς ῥίζαις αὐταῖς γλυκὺς ὑπάρχων ἅμα βραχείᾳ τινὶ στύψει. εἴη ἂν οὖν ἡ φύσις αὐτῆς οἰκεία τῆς ἡμετέρας κράσεως· τοιοῦτον γὰρ ἐδείχθη τὸ γλυκύ. ἐπεὶ δὲ καὶ ὑγρόν ἐστι τῇ κράσει, δεόντως ἄδιψόν ἐστι, ὑγρόν τε ἅμα μετρίως καὶ ψυχρότερον ὑπάρχον τῆς ἀνθρώπου κράσεως. —Γλυκυσίδη ἡ καὶ παιωνία τὴν ῥίζαν ἠρέμα στύφουσαν ἔχει μετά τινος γλυκύτητος καὶ δριμύτητος ὑποπίκρου. λεπτομερῆ δʼ ἰστέον εἶναι τὴν κρᾶσιν αὐτῆς καὶ ξηραντικήν, οὐ μὴν ἐπιφανῶς γε θερμήν. —Γναφάλλιον μετρίως στύφει. —Γογγυλίδος τὸ σπέρμα καὶ ἡ ῥίζα φυσώδους πνεύματός ἐστι γεννητική.

`15.1:4.1,2–15.1:4.15`

Δαμασώνιον ῥυπτικὴν ἔχει δύναμιν. —Δαῦκος ὁ καὶ σταφυλῖνος ὁ μὲν ἄγριος τοῦ ἡμέρου σφοδρότερος ἐν πᾶσι, δριμείας δʼ εἰσὶ καὶ θερμαντικῆς δυνάμεως καὶ λεπτυντικῆς. —Δαύκου τῆς πόας τὸ σπέρμα θερμαντικὸν ἱκανῶς ἐστι καὶ ἐν τοῖς μάλιστα δραστήριον καὶ διαφορητικὸν ἱκανῶς ἔξωθεν ἐπιτιθέμενον. καὶ ἡ πόα δʼ αὐτῆς παραπλησίας ἐστὶ δυνάμεως, ἀσθενεστέρα δὲ διὰ τὴν τῆς ὑγρότητος ἐπιμιξίαν· ἔστι μὴν καὶ αὕτη θερμὴ τὴν κρᾶσιν. —Δάφνης τοῦ δένδρου τὰ φύλλα καὶ ὁ καρπὸς ξηραίνει καὶ θερμαίνει σφοδρῶς, καὶ μᾶλλόν γε ὁ καρπὸς τῶν φύλλων. ὁ δὲ φλοιὸς τῆς ῥίζης ἧττον μέν ἐστι δριμὺς καὶ θερμός, μᾶλλον δὲ πικρὸς καί τι καὶ στύψεως ἔχει. — Δάφνης τῆς πόας ἡ κρᾶσις ἐνεργῶς ἐστι θερμή· δριμεῖά τε γὰρ καὶ ὑπόπικρος τυγχάνει. παραπλησία δὲ καὶ ἡ χαμαιδάφνη τὴν δύναμίν ἐστιν, ὥσπερ καὶ τὸ δαφνοειδές. —Δίκταμνον ἐκ λεπτομερεστέρας ἐστὶν οὐσίας ἢ κατὰ γλήχωνα, τὰ δʼ ἄλλα παραπλήσιον αὐτῇ. τὸ δὲ ψευδοδίκταμνον ἀσθενέστερον εἰς ἅπαντα τοῦ δικτάμνου. —Διψάκου ἡ ῥίζα ξηραντικὴ δευτέρας τάξεώς ἐστιν, ἔχει δέ τι καὶ ῥυπτικόν. — Δορύκνιον ὅμοιον τῇ κράσει μήκωνι καὶ μανδραγόρᾳ καὶ τοῖς οὕτω ψυκτικοῖς ἐστιν, ἐπικρατούμενον ὑδατώδει ψυχρότητι πάνυ δραστηρίως· καροῖ μὲν γὰρ ὀλίγον, ἀναιρεῖ δὲ πλέον ληφθέν. —Δρακόντιον ἔχει μέν τι παραπλήσιον ἄρῳ, δριμύτερον δʼ αὐτοῦ ἐστι καὶ πικρότερον καὶ διὰ τοῦτο θερμαντικώτερόν τε καὶ λεπτομερέστερον· ἔχει δέ τινα καὶ στῦψιν βραχεῖαν, ἧς συνιούσης ταῖς προειρημέναις δύο ποιότησι, τῇ τε δριμείᾳ καὶ τῇ πικρᾷ, δραστήριον γίνεται τὸ φάρμακον. ὁ δὲ καρπὸς ἰσχυρότερος οὐ τῶν φύλλων μόνον, ἀλλὰ καὶ τῆς ῥίζης ἐστίν. — Δρυοπτερὶς ποιότητός ἐστι γλυκείας, δριμείας, ὑποπίκρου, κατὰ δὲ τὴν ῥίζαν καὶ στρυφνῆς, δύναμιν δʼ ἔχει σηπτικήν.

`15.1:5.1–15.1:5.37`

Ἐλαίας οἱ μὲν θαλλοὶ τοσοῦτον μετέχουσι ψύξεως ὅσον καὶ στύψεως· ὁ δὲ καρπὸς ὁ μὲν ἀκριβῶς πέπειρος θερμὸς συμμέτρως ἐστίν, ὁ δʼ ἄωρος στυπτικώτερός ἐστι καὶ ψυχρότερος. —Ἔλαιον τὸ ἐκ τῆς ἐλαίας ὑγραντικόν ἐστι καὶ συμμέτρως θερμόν, τὸ γλυκύτατον ἐκ δρυπεποῦς μάλιστα τοῦ καρποῦ γινόμενον, τὸ δʼ ὠμοτριβὲς ὀμφάκινον ὀνομαζόμενον εἰς ὅσον στύψεως μετείληφεν, εἰς τοσοῦτον καὶ ψύξεως. τὸ δὲ παλαιὸν τὸ μὲν ἐκ τοῦ γλυκέος παλαιουμένου γινόμενον θερμότερον καὶ διαφορητικώτερόν ἐστι, τὸ δʼ ἐξ ὠμοτριβοῦς, ἄχρι μὲν ἂν ἀποσώζῃ τι τῆς στύψεως, μικτῆς ὑπάρχει δυνάμεως· ἐπειδὰν δʼ ἀποβάλῃ τελέως αὐτήν, ὁμοιοῦται τῷ ἄλλῳ. τὸ γλυκὺ δʼ εἰ φαίνοιτο λεπτομερές — τοιοῦτο δʼ ἐστὶ τό τε καθαρὸν καὶ διαυγές, κἀπειδὰν ὀλίγον ἀλειφθὲν ἐπὶ πλεῖστον ἐκτείνηται τοῦ σώματος, ἑαυτῷ μένον συνεχές, ἀναπίνηταί τε πρὸς τοῦ χρωτός —, ἡγεῖσθαι τοῦτο κάλλιστόν τε καὶ ἐλαίου μάλιστα κεκτημένον ἀρετήν, οἷόνπέρ ἐστι τὸ Σαβῖνον. τὸ δὲ πεπλυμένον ἔλαιον ἀδηκτότατον. τὰ δʼ ἄλλα τῶν ἐλαίων διαφέρει τὰς αὐτὰς διαφορὰς ἅσπερ καὶ οἱ καρποί, ἐξ ὧν ἐκθλιβομένων γίνεται· τὸ μὲν γὰρ κίκινον λεπτομερέστερόν τε καὶ διαφορητικώτερόν ἐστιν, ὅμοιον μάλιστα τῷ ἐκ τῆς ἐλαίας ἐλαίῳ τῷ παλαιῷ· τὸ δὲ ῥαφάνινον ὅμοιον μὲν τὰ ἄλλα, θερμότερον δέ, καὶ μᾶλλον ἔτι τούτου τὸ σινάπινον· ὅμοιον δʼ αὐτῷ τὸ ἐκ τοῦ μελανθίου· ἔμπαλιν δὲ τούτοις τὸ μύρσινόν τε καὶ σησάμινον καὶ βαλάνινον, τὸ μὲν τῷ στύφειν, τὰ δʼ ὅτι παχυμερῆ. μικτῆς δʼ ἐστὶ δυνάμεως τό τε σχίνινον καὶ τὸ τερμίνθινον καὶ τὸ μαστίχινον· οὐ γὰρ μαλάττει μόνον, ἀλλὰ καὶ στύφει. τὸ δʼ ἀμυγδάλινον ἐπικρατοῦσαν μὲν ἔχει τὴν πικρότητα, μετέχει δέ τινος καὶ στύψεως· οὐ μὴν τό γε καρύϊνον, ἀλλʼ ἁπλῆς μάλιστα δυνάμεώς ἐστι διαφορητικῆς. θερμότερον δʼ αὐτοῦ καὶ διαφορητικώτερον ὑπάρχει τὸ δάφνινον, καὶ τούτου μᾶλλον ἔτι τὸ κέδρινον· ἐγγὺς δʼ αὐτοῦ τὸ ἀπὸ τῆς ὑγρᾶς πίττης· τὸ δᾴδινον δʼ ἧττον τοῦ δαφνίνου θερμόν, ξηραίνει δὲ μᾶλλον. τὸ δʼ ὑοσκυάμινον μικτῆς ἐστι δυνάμεως, μαλακτικῆς τε ἅμα καὶ ἐμψυκτικῆς. τὸ δὲ κνήκινον ὑπάγει γαστέρα, τούτου δʼ ἔτι μᾶλλον τὸ ἐκ τοῦ Κνιδίου κόκκου. ἔστι δὲ καὶ τὸ ἐκ τῆς ἀγρίας ἐλαίας ἔλαιον οὐχ ἁπλῆς κράσεως, ἀλλὰ ῥυπτικόν τε ἅμα καὶ στυπτικόν. αὐχμηρότατον δʼ ὡς ἐν ἐλαίοις τοῦτο, καὶ μετὰ τοῦτο τὸ Ἰστρικόν, ἐφεξῆς δʼ αὐτῷ τὸ Σπανόν, λιπαρώτατον δὲ τὸ Λιβυκόν ἐστι καὶ τὸ Κιλίκιον· ἅμα δὲ λιπαρόν τε καὶ λεπτομερὲς τὸ Σαβῖνον· ἐν τῷ μέσῳ δὲ τῶν εἰρημένων πάντων τό τε κατὰ τὰς Κυκλάδας νήσους ἐστὶ καὶ τὴν Ἑλλάδα καὶ τὴν Ἀσίαν. κρίνεται δὲ τὸ μὲν λιπαρὸν ἔλαιον τῇ γλισχρότητι, τὸ δὲ λεπτομερὲς τῷ τε διαυγεῖ καὶ καθαρῷ καὶ τῷ πλεῖστον ἀλείφεσθαι τοῦ σώματος ὑπʼ ἐλαχίστου καὶ τῷ πρὸς τοῦ χρωτὸς ἀναπίνεσθαι ῥᾳδίως. ἐκ δὲ τῶν εἰρημένων ἔνεστί σοι καὶ περὶ τῶν ἄλλων ἐλαίων, ὅσα τοῖς μύροις ὁμωνύμως λέγεται, γινώσκειν ἤδη, λέγω δὲ ῥοδίνου καὶ κρινίνου καὶ ὅσα τοιαῦτα καρπῶν ἢ βλαστῶν ἢ ἀνθῶν ἢ φύλλων ἐναποβρεχομένων ἐλαίῳ γίνεται· κατὰ τὴν φύσιν γὰρ ἑκάστου τῶν ἐμβληθέντων ἀλλοιωθήσεται τὸ ἔλαιον· ἐξ ὧν οὖν ὑπὲρ ἑκάστου τῶν ἐμβαλλομένων ἐν τῷδε τῷ λόγῳ παντὶ καθόλου μανθάνεις, ἐκ τούτων ἂν εἴη σοι καὶ περὶ τοῦ καθʼ ἕκαστον αὐτῶν ἐλαίου γινώσκειν. — Ἐλατίνη μετρίως ἐστὶν ἐμψυκτική τε καὶ στυπτική. —Ἐλαφόβοσκος θερμῆς καὶ λεπτομεροῦς ἐστι δυνάμεως καὶ διὰ τοῦτο καὶ ξηραντικῆς κατὰ τὴν δευτέραν που μάλιστα τῶν ἀποστάσεων. —Ἑλενίου τῆς πόας ἡ ῥίζα οὐκ εὐθὺς θερμαίνει κατὰ τὴν πρώτην προσβολήν, καὶ διὰ τοῦτο λεκτέον αὐτὴν οὐ θερμὴν καὶ ξηρὰν ἀκριβῶς, ὥσπερ τὸ πέπερι, σὺν ὑγρότητι δὲ περιττωματικῇ. —Ἐλελίσφακος θερμαντικῆς ἐναργῶς ἐστι δυνάμεως ὑποστυφούσης ἀτρέμα. —Ἐλλέβορος ἑκάτερος ῥυπτικῆς τε ἅμα καὶ θερμῆς εἰσι δυνάμεως, καὶ κείσθωσαν ἐν τῇ τρίτῃ τάξει τῶν θερμαινόντων τε καὶ ξηραινόντων. ἔστι δὲ τῇ γεύσει θερμότερος μὲν ὁ μέλας, ὑπόπικρος δʼ ὁ λευκός. —Ἑλξίνη, ἔνιοι δὲ περδίκιον· ταύτης ἡ δύναμις ῥυπτική τε καὶ ἀτρέμα στυπτικὴ μεθʼ ὑγρότητος ὑποψύχρου. —Ἔλυμος ἡ καὶ μελίνη ἐπιπλαττομένη ξηραίνει καὶ ψύχει. —Ἐπίθυμον τῆς θύμου δυνάμεώς ἐστιν ἰσχυροτέρας τὰ πάντα, ξηραινούσης καὶ θερμαινούσης κατὰ τὴν τρίτην ἀπόστασιν. — Ἐπιμηδίου ἡ δύναμις ψυκτικὴ μετρίως ἐστὶ μεθʼ ὑγρότητος ὑδατώδους· οὐδεμίαν γοῦν ἐπίσημον ἔχει ποιότητα. —Ἐπιμήλιον· στρυφνὸν τοῦτο τὸ φυτόν ἐστι, καὶ ὡς ἂν εἴποι τις, ἀγρία μηλέα. καὶ ὁ καρπὸς δʼ αὐτοῦ στρυφνὸς καὶ κακοστόμαχος. —Ἐρέβινθοι ἐπισπαστικῆς εἰσι δυνάμεως, διαφορητικῆς, τμητικῆς· εἰσὶ γὰρ θερμοὶ μὲν καὶ μετρίως ὑγροί, μετέχουσι δέ τι καὶ πικρότητος. ἐρέβινθος ἄγριος ἰσχυρότερος εἰς ἅπαντα τοῦ ἡμέρου, τουτέστι θερμότερος καὶ ξηραντικώτερος, ὅσονπερ καὶ δριμύτερος καὶ πικρότερος. —Ἐρείκη διαφορητικῆς ἐστι δυνάμεως ἀδήκτου· τῷ δʼ ἄνθει μάλιστα καὶ τοῖς φύλλοις αὐτῆς χρηστέον. — Ἕρπυλλον θερμαντικῆς ἐστι δυνάμεως· ἔστι δὲ καὶ ἱκανῶς δριμὺ τῇ γεύσει. —Ἐρυσίμου τὸ σπέρμα καθάπερ τῇ γεύσει παραπλήσιον φαίνεται καρδάμῳ, οὕτω καὶ τῇ δυνάμει πυρῶδές τε καὶ θερμαντικὸν ὑπάρχει. —Ἐρυθροδάνου ἡ ῥίζα στρυφνὴ καὶ πικρά ἐστιν, ὥστε ὅσαπερ εἴρηται ποιεῖν εἰς ταὐτὸν ἀλλήλαις αἱ τοιαῦται συνελθοῦσαι δυνάμεις, ἅπαντα σαφῶς ἐν τῇδε τῇ ῥίζῃ θεάσῃ. —Εὐπατόριος ἡ πόα λεπτομεροῦς καὶ τμητικῆς καὶ ῥυπτικῆς ἐστι δυνάμεως ἄνευ θερμότητος ἐπιφανοῦς, μετέχει δὲ καὶ στύψεως βραχείας. —Εὐφόρβιον καυστικῆς ἐστι καὶ λεπτομεροῦς δυνάμεως. —Ἐφήμερον, οὐ τὸ δηλητήριον, ὃ καὶ Κολχικὸν ὀνομάζουσιν, ἀλλὰ τὸ ἕτερον, ὃ δὴ καὶ ἶρις ἀγρία καλεῖται, ῥίζαν ἔχει στύφουσαν καὶ εὐώδη, ἐξ ὧν δῆλον ὡς μικτῆς ἐστι δυνάμεως ἀποκρουστικῆς τε καὶ διαφορητικῆς. —Ἐχίνου τῆς πόας ὁ καρπὸς στρυφνὸς καὶ διὰ τοῦτο ἀποκρουστικός τε καὶ ξηραντικός.

`15.1:6.1–15.1:6.8`

Ζιγγιβέρεως ἡ ῥίζα θερμαίνει μὲν ἰσχυρῶς, ἀλλʼ οὐ κατὰ τὴν πρώτην προσβολὴν ὡς τὸ πέπερι· ταύτῃ τοι καὶ λεπτομερέστερον ἧττόν ἐστι πεπέρεως. φαίνεται γοῦν δυσκατεργάστου τινὸς ἔτι καὶ παχυμερεστέρας οὐσίας μετέχον, καὶ ταύτης ὑγρᾶς καὶ ὑδατώδους μᾶλλον. διὰ τοῦτό γέ τοι καὶ τιτρᾶται ῥᾳδίως, ὅτι μέτεστιν αὐτῷ περιττωματικῆς ὑγρότητος. οὐδὲν γοῦν τοῦτο πάσχει τῶν ἤτοι ξηρῶν ἀκριβῶς ἢ ὑγρῶν μέν, ἀλλὰ κατειργασμένην ἐχόντων ὑγρότητα. ταὐτὸ δὲ τοῦτο καὶ τὸ μακρὸν πέπερι πέπονθε, καὶ διὰ τοῦτο παραμένει μέχρι πλείονος ἡ ἀπὸ ζιγγιβέρεώς τε καὶ μακροῦ πεπέρεως θερμότης ἤπερ ἡ ἀπὸ λευκοῦ τε καὶ μέλανος, ὅθεν καὶ ἡ χρεία διάφορος ἑκατέρου τῶν φαρμάκων· ὅταν μὲν γὰρ τὸ πᾶν σῶμα θερμῆναι βουλώμεθα διὰ ταχέων, ὅσα ταχέως μὲν ἐκθερμαίνεται πλησιάσαντα τῷ τοῦ ζῴου θερμῷ, ταχέως δὲ πάντῃ φέρεται, δοτέον· ἐπειδὰν δέ τι μόριον ἐψυγμένον ἐκθερμῆναι βουληθῶμεν, ἔμπαλιν πρακτέον, ὅσα βραδέως θερμαινόμενα μέχρι πλείστου παραμένει, ταῦτα προσφέροντας. —Ζύθος δριμύτερός ἐστι τῶν κριθῶν οὐ μικρῷ καὶ κακόχυμος, ὡς ἂν ἐκ σηπεδόνος γεγονώς, ἔστι δὲ φυσώδης, καὶ τὸ μέν τι δριμὺ καὶ θερμαῖνον ἔχων, τὸ πλεῖστον δὲ ψυχρὸν ὑδατῶδες ὀξύ. —Ζύμη λεπτομερής ἐστι καὶ μετρίως θερμή· διὰ τοῦτο τοίνυν ἀλύπως τε καὶ ἀδήκτως ἐπισπᾶταί τε ἅμα τὰ ἐκ τοῦ βάθους καὶ διαφορεῖ. μέμικται δʼ ἐξ ἐναντίων δυνάμεων· καὶ γὰρ καὶ ὀξύτητος μετέχει καὶ σηπεδονώδους θερμότητος, καὶ προσέτι τῆς ἀπὸ τῶν ἁλῶν καὶ τῆς ἐκ τοῦ ἀλεύρου τῆς κατὰ φύσιν.

`15.1:7.1–15.1:7.9`

Ἡδύοσμος, ἔνιοι δὲ μίνθην εὐώδη προσαγορεύουσιν· ἔστι γὰρ ἑτέρα τις οὐκ εὐώδης μίνθη, ἣν δὴ καὶ καλαμίνθην καλοῦσι· δριμεῖαι δʼ εἰσὶ γευομένοις ἀμφότεραι καὶ θερμαὶ τὴν δύναμιν ἐκ τῆς τρίτης που τάξεως. ἀσθενεστέρα δʼ ἐστὶν ἡ εὐώδης μίνθη τῆς καλαμίνθης· καθόλου γὰρ εἰπεῖν, ὥσπερ ἀγρία τίς ἐστιν, ἡ δʼ ἥμερος. ἔχει δέ τι καὶ πικρὸν ἐν αὑτῇ καὶ στρυφνὸν ἡ μίνθη. —Ἡδύσαρον ἢ πελεκῖνος· τούτου τὸ σπέρμα πικρὸν καὶ ὑποστῦφον φαίνεται, ὅθεν εὐστόμαχόν τέ ἐστι πινόμενον· ἐκκαθαίρει τε γὰρ τὰς ἐν τοῖς σπλάγχνοις ἐμφράξεις. ταὐτὸ δὲ καὶ οἱ κλῶνες τοῦ θάμνου δρῶσιν. —Ἡμεροκάλλους ἡ ῥίζα παραπλησία τῇ τοῦ κρίνου κατά τε τὴν ἰδέαν οὖσα καὶ τὴν δύναμιν διαφορητικῆς ἀτρέμα δυνάμεώς ἐστι μετὰ τοῦ καὶ ἀποκρουστικὸν ἔχειν τι. —Ἡμιονῖτις στύψεως ἅμα σὺν πικρότητι μετέχει. — Ἠριγέρων δύναμιν ψυκτικήν τε ἅμα καὶ μετρίως διαφορητικὴν ἔχει. — Ἠρύγγιον θερμότητι μὲν ἢ βραχύ τι τῶν συμμέτρων ἢ οὐδὲν ὑπερέχει, ξηρότητος δὲ λεπτομεροῦς οὐκ ὀλίγης μετέχει.

`15.1:8.1,2–15.1:8.7`

Θαλιήτρου δύναμις ξηραντικὴ χωρὶς δήξεώς ἐστιν. —Θαψία δριμείας ἐστὶ καὶ ἰσχυρῶς ξηραντικῆς δυνάμεως σὺν ὑγρότητι· ἕλκει τοιγαροῦν ἐκ βάθους βιαίως καὶ αὐτὴ διαφορεῖ τὸ ἑλχθέν· χρόνῳ δʼ ἐργάζεται πλείονι ταῦτα διὰ τὸ περιττωματικῆς ὑγρότητος ἐμπεπλῆσθαι δαψιλοῦς. —Θέρμος ὁ μὲν ἐδώδιμος τῶν ἐμπλαστικῶν ἐστι φαρμάκων· ὁ δὲ τὴν σύμφυτον ἔχων πικρότητα ῥυπτικός τε καὶ διαφορητικὸς ὑπάρχει καὶ ἀδήκτως ξηραίνει. —Θέρμος ἄγριος πικρότερός τε καὶ ἰσχυρότερος εἰς ἅπαντα τοῦ ἡμέρου, τῆς αὐτῆς ὑπάρχων αὐτῷ κατὰ γένος δυνάμεως. —Θλάσπεως τὸ σπέρμα δριμὺ τὴν δύναμίν ἐστιν. —Θρίδαξ ὑγρὸν καὶ ψυχρόν ἐστι λάχανον, οὐ μὴν ἐσχάτως γε, ἀλλὰ κατὰ τὴν τῶν κρηναίων ὑδάτων, ὡς ἂν εἴποι τις, μάλιστα ψυχρότητα. —Θύμα τέμνει σαφῶς, θερμαίνει τε καὶ ξηραίνει κατὰ τὴν τρίτην τάξιν.

`15.1:9.1–15.1:9.12`

Ἰδαία ῥίζα κηπευομένη μέν ἐστι σφόδρα στρυφνὴ καὶ τοῖς ἔργοις δὲ πειρωμένῳ. —Ἰξὸς ἐκ πλείστης μὲν ἀερώδους τε καὶ ὑδατώδους οὐσίας θερμῆς, ἐλαχίστης δὲ γεώδους σύγκειται· τὸ γοῦν δριμὺ πλέον ἐστὶν ἐν αὐτῷ τοῦ πικροῦ. καὶ τοίνυν καὶ ἕλκει σφοδρῶς ἐκ τοῦ βάθους ὑγρότητας, οὐ τὰς λεπτὰς μόνον, ἀλλὰ καὶ τὰς παχυτέρας, καὶ ταύτας διαχεῖ τε καὶ διαφορεῖ. —Ἴου τὰ φύλλα τὴν ὑδατώδη καὶ ὑπόψυχρον οὐσίαν ἐπικρατοῦσαν κέκτηται. —Ἵππουρις στυπτικὴν μετὰ πικρότητος ἔχει ποιότητα καὶ διὰ τοῦτο ξηραντικὴν ἰσχυρῶς τε ἅμα καὶ ἀδήκτως. —Ἰσάτις ἡ μὲν ἥμερος ξηραντικῆς ἰσχυρῶς ἐστι δυνάμεως, οὐδέπω δακνούσης — ἔστι γὰρ πικρά τε ἅμα καὶ στυπτική· ἡ δʼ ἀγρία ἔχει τι δριμὺ σαφὲς ἤδη κατὰ τὴν γεῦσιν καὶ τὴν ἐνέργειαν, καὶ διὰ τοῦτο τῆς ἡμέρου ξηραντικωτέρα. —Ἰσόπυρον ἢ φασήλιον σπέρμα πικρὸν καὶ ὑποστῦφον· ῥύπτει γὰρ οὖν καὶ τέμνει τοὺς παχεῖς χυμοὺς μετὰ τοῦ συνάγειν καὶ σφίγγειν τὰ σώματα. —Ἰτέας τῶν φύλλων ἡ δύναμίς ἐστιν ἀδήκτως ξηραντική, ἔχει δέ τινα καὶ στῦψιν. ἔνιοι δὲ καὶ χυλὸν ἐξ αὐτῶν ποιοῦντες ἄδηκτόν τε καὶ ξηραῖνον ἴσχουσι φάρμακον εἰς πολλὰ χρήσιμον· οὐδὲν γάρ ἐστι πολυχρηστότερον ἀδήκτου ξηραίνοντος φαρμάκου στύφοντος ὀλίγον. καὶ ὁ φλοιὸς δὲ τοῦ δένδρου παραπλήσιος ὑπάρχει τῇ τε τῶν ἀνθῶν καὶ τῶν φύλλων δυνάμει, πλὴν ὅσον ξηρότερός ἐστι τὴν κρᾶσιν, ὥσπερ ἀμέλει πάντες οἱ φλοιοί. ἀλλὰ τοῦτόν γε καίουσιν ἔνιοι καὶ χρῶνται τῇ τέφρᾳ πρὸς ὅσαπερ ἂν ἰσχυρῶς δέωνται ξηρᾶναι. ἔνιοι δὲ κατὰ τὸν καιρὸν τῆς ἀνθήσεως τέμνοντες τὸν φλοιὸν ὀπὸν ἀθροίζουσι ῥυπτικόν τε ἅμα καὶ λεπτομερῆ.

`15.1:10.1–15.1:10.93`

Καλαμίνθη λεπτομερὴς τὴν οὐσίαν ἐστὶ καὶ θερμὴ καὶ ξηρὰ τὴν κρᾶσιν ἐκ τῆς τρίτης που τάξεως· δριμεῖά τε γάρ ἐστι τῇ γεύσει καὶ βραχύ τι παντελῶς ὑπόπικρον ἔχει λεπτύνει τε καὶ τέμνει καὶ διαφορεῖ. —Κάλαμος ἀρωματικὸς καὶ στύψεως βραχείας· καὶ δριμύτητος ἐλαχίστης μετέχει· τὸ δὲ πλεῖστον αὐτοῦ γεώδους οὐσίας ἐστὶ καὶ ἀερώδους, εὐκράτων ἐν τῇ κατὰ θερμότητα καὶ ψυχρότητα συζυγίᾳ. κείσθω τοίνυν δευτέρας τάξεως τῶν θερμαινόντων τε καὶ ξηραινόντων, καὶ σφοδρότερόν γε ξηραινόντων ἢ θερμαινόντων. ἔχει δέ τι καὶ λεπτομερὲς ὥσπερ καὶ τὰ ἄλλα σύμπαντα ἀρώματα, ἀλλʼ ἐκείνων μὲν τοῖς πλείστοις πάμπολυ λεπτομερὲς ὑπάρχει, τῷ καλάμῳ δʼ οὐ πολύ. — Καλάμου φραγμίτου ἡ ῥίζα ῥυπτικῆς μετέχει δυνάμεως οὐκ ὀλίγης, ἥκιστα δριμείας, τὰ δὲ χλωρὰ φύλλα μετρίως ἐμψύχει, μετέχοντα καὶ αὐτὰ τῆς ῥυπτικῆς δυνάμεως. ὁ φλοιὸς δʼ αὐτοῦ καυθεὶς λεπτομεροῦς ἱκανῶς καὶ διαφορητικῆς γίνεται δυνάμεως, ἔχων τι καὶ ῥυπτικόν, ὥστε θερμαίνειν καὶ ξηραίνειν κατὰ τὴν τρίτην που τάξιν, καὶ πλέον γε ξηραίνειν ἢ θερμαίνειν. φυλάσσεσθαι δʼ αὐτοῦ προσήκει τὴν ἀνθήλην· ἐμπίπτουσα γὰρ τοῖς ὠσὶν ἐμπλάσσεται δυσαπολύτως καὶ κακοῖ τὴν ἀκοήν, ὥστε καὶ κωφώσεις ἐργάζεσθαι πολλάκις. —Καγκάνου ἡ ῥίζα δυνάμεως μέν ἐστιν ἀδήκτου καὶ μετρίως ξηραντικῆς, οὐσίας δὲ παχυμεροῦς ἐμπλαστικῆς. —Καννάβεως ὁ καρπὸς ἄφυσός τε καὶ ξηραντικός ἐστιν. —Κάπνιος δριμείας ἅμα καὶ πικρᾶς μετέχει ποιότητος, οὐκ ἀπήλλακται δὲ παντάπασιν οὐδὲ τῆς στρυφνῆς. —Καππάρεως ὁ μὲν τῆς ῥίζης φλοιὸς ἐπικρατοῦσαν ἔχει τὴν πικρὰν ποιότητα, δευτέραν δὲ τὴν δριμεῖαν, ἐφεξῆς δὲ ταύτῃ τὴν στρυφνήν, ᾧ καὶ δῆλον ὡς ἐκ διαφερουσῶν τε καὶ κατά τι μαχομένων σύγκειται δυνάμεων· ῥύπτειν μὲν γὰρ δύναται καὶ διακαθαίρειν καὶ τέμνειν τῇ συνούσῃ πικρότητι, θερμαίνειν δὲ καὶ τέμνειν καὶ διαφορεῖν τῇ δριμύτητι, συνάγειν δὲ καὶ πιλεῖν καὶ σφίγγειν τῇ στρυφνότητι. τῷ δὲ φλοιῷ τῆς ῥίζης ὁ καρπὸς ἀνάλογον ἔχει δύναμιν, πλὴν ὅσον ἀσθενέστερός ἐστιν εἰς ἅπαντα. καὶ μὲν δὴ καὶ τὰ φύλλα καὶ ὁ καυλὸς αὐτῶν ὁμοίας ἐστὶ δυνάμεως. ἡ δʼ ἐν τοῖς θερμοῖς πάνυ χωρίοις γεννωμένη κάππαρις, ὥσπερ καὶ ἡ ἐν Ἀραβίᾳ, πολὺ τῆς παρʼ ἡμῖν ἐστι δριμυτέρα, ὥστε καὶ τῆς καυστικῆς ἐπὶ πλέον μετέχειν δυνάμεως. — Καρδάμου τὸ σπέρμα καυστικῆς μετέχει δυνάμεως, ὥσπερ τὸ νάπυ. καὶ ἡ πόα δὲ ξηρὰ γενομένη παραπλησίας ἐστὶ δυνάμεως τῷ σπέρματι· ὑγρὰ δʼ ἔτι καὶ χλωρὰ διὰ τὴν ἐπιμιξίαν τῆς ὑδατώδους ὑγρότητος ἀπολείπεται πάμπολυ, ὥστε καὶ μετʼ ἄρτου δυνατὸν αὐτῇ χρῆσθαι καθάπερ ὄψῳ. —Καρδάμωμον· ἔστι μὲν ἀμέλει καὶ τοῦτο θερμῆς ἱκανῶς δυνάμεως, οὐ μὴν οὕτως ἰσχυρᾶς ὡς τὸ κάρδαμον· ἑλκοῦν μὲν ἱκανόν ἐστι καὶ αὐτό, ἔχει δέ τι καὶ πικρότητος ἐμφερόμενον ἐν αὑτῷ. —Κάρω θερμαίνει καὶ ξηραίνει κατὰ τὴν τρίτην που τάξιν, δριμεῖαν μετρίως ἔχουσα τὴν ποιότητα. —Κασία θερμαίνει καὶ ξηραίνει κατὰ τὴν τρίτην τάξιν, ἔστι δὲ καὶ λεπτομερὴς ἱκανῶς· ἐν δὲ τῇ γεύσει πλεῖστον μὲν ἐν αὐτῇ τὸ δριμύ, βραχὺ δέ τι καὶ τὸ στῦφον· διὸ τέμνει τε ἅμα καὶ διαφορεῖ καὶ ῥώμην ἐντίθησι τοῖς ὀργάνοις. — Καρύα τὸ δένδρον ἔχει μέν τι κἀν τοῖς φύλλοις κἀν τοῖς βλαστοῖς στυπτικόν, ἐνεργὲς δὲ καὶ πλεῖστον ἐν τῷ τοῦ καρύου λέμματι προσφάτῳ καὶ ξηρῷ. τοῦ καρύου δʼ αὐτοῦ τὸ μὲν ἐδώδιμον ἐλαιῶδές τέ ἐστι καὶ λεπτομερὲς καὶ μᾶλλον δυνάμενον, ὅσῳπερ ἂν ἀποκείμενον χρονίζῃ· τηνικαῦτα δὲ καὶ διαφορητικὸν ἱκανῶς γίνεται, πρόσφατον δʼ ὑπάρχον ἔχει τι καὶ στυφούσης ποιότητος. τὸ δʼ ἀτελὲς ἔτι καὶ μηδέπω ξηρὸν ὅμοιον τοῖς ἄλλοις καρποῖς ἐστιν, ὅσοι χλωροὶ πλήρεις εἰσὶν ὑγρότητος ἡμιπέπτου. τὸ μέντοι λέπος αὐτοῦ τὸ ξηρὸν καυθὲν λεπτομερές τε γίνεται καὶ ξηραντικὸν καὶ ἄδηκτον φάρμακον. τὸ δὲ λεπτοκάρυον, τὸ Ποντικὸν καλούμενον, πλέον μετέχει τῆς γεώδους οὐσίας ψυχρᾶς, ὥστε καὶ αὐστηρότερον γευομένῳ τό τε φυτὸν αὐτὸ καὶ ὁ καρπὸς καὶ ὁ φλοιὸς φαίνεται· τὰ δʼ ἄλλα παραπλήσιον ὑπάρχει τῷ καλουμένῳ βασιλικῷ. —Καρπήσιον ὅμοιον μὲν ὑπάρχει τῷ καλουμένῳ φοῦ κατὰ τὴν γεῦσιν καὶ τὴν δύναμιν· ἐπὶ πλέον δʼ ἐστὶ λεπτομερές, οὐ μὴν εἰς τοσοῦτό γε λεπτομερές ἐστιν, ὡς ἀντὶ κινναμώμου χρῆσθαι, καθάπερ Κόϊντος. ἄμεινον δʼ ἐστὶ τὸ Γογγρικὸν τοῦ Λαερτικοῦ, καὶ πλείστων αὐτῶν εὐπορήσαις ἂν ἐν Σίδῃ. —Καυκαλὶς θερμαίνει καὶ ξηραίνει. —Κέγχρος ψύχει μὲν κατὰ τὴν πρώτην τάξιν, ξηραίνει δὲ κατὰ τὴν τρίτην ἐκλελυμένην· ἔστι δέ πως καὶ λεπτομερὴς ἐπʼ ὀλίγον. —Κέδροι ἀμφότεραι θερμῆς καὶ ξηρᾶς κράσεώς εἰσιν ἐκ τῆς τρίτης που τάξεως. ἡ μέντοι κεδρέα καὶ τῆς τετάρτης ἂν ἤδη δόξειεν ἐφάπτεσθαι, ἱκανῶς θερμή τε ἅμα καὶ λεπτομερὴς ὑπάρχουσα. τὸ δὲ λιπαρώτατον ἐξ αὐτῆς τὸ ἀκριβῶς ἐλαιῶδες λεπτομερέστερον μέν ἐστι τῆς ὅλης κεδρέας, ἧττον δὲ δριμύ, καὶ τὸ θερμαῖνον οὐχ ἧττον ἔχει. αἱ δὲ κεδρίδες μετριωτέραν ἔχουσι τὴν δύναμιν, ὡς καὶ ἐσθίεσθαι δύνασθαι. —Κενταυρείου τοῦ μεγάλου ἡ ῥίζα δριμεῖά τε ἅμα καὶ στύφουσα φαίνεται τῇ γεύσει μετά τινος βραχείας γλυκύτητος· θερμαίνει γοῦν μετέχουσα παχυμεροῦς καὶ γεώδους ψυχρότητος, διαφορεῖ τε καὶ τόνον ἐντίθησι τοῖς μορίοις. τὰ δʼ αὐτὰ τῇ ῥίζῃ καὶ ὁ χυλὸς αὐτῆς ἐργάζεται, καί τινες ἀντὶ λυκίου χρῶνται τῷ φαρμάκῳ. ὅσοι δὲ τὸ ῥῆόν φασιν εἶναι τὸ μέγα κενταύρειον, ἄμεινόν μοι δοκοῦσι γινώσκειν. —Κενταυρείου τοῦ μικροῦ οἱ κλῶνες καὶ μᾶλλόν γε τὰ φύλλα καὶ τὰ ἄνθη χρησιμώτατα, κρατεῖ δʼ ἐν αὐτοῖς ἡ πικρὰ ποιότης, ὀλίγον τι καὶ στύψεως μετέχουσα, καὶ διὰ τὴν τοιαύτην κρᾶσιν ἰσχυρῶς ξηραντικόν ἐστι τὸ φάρμακον ἄνευ δήξεως. καὶ ὁ χυλὸς δʼ αὐτοῦ παραπλησίας ἐστὶ δυνάμεως ξηραντικῆς τε καὶ ῥυπτικῆς. —Κεράσου τοῦ δένδρου ὁ καρπὸς ὁ μὲν γλυκὺς μᾶλλον ὑπέρχεται κατὰ τὸ ἔντερον, ἧττον δʼ ἐστὶν εὐστόμαχος, ὁ δʼ αὐστηρὸς τοὔμπαλιν, ὁ δʼ ὀξὺς φλεγματώδεσι καὶ περιττωματικοῖς στομάχοις ἁρμόττει· ξηραίνει τε γὰρ μᾶλλον τῶν αὐστηρῶν καί τι καὶ τμητικὸν ἔχει. —Κερατωνία ξηραντικῆς ἐστι καὶ στυπτικῆς δυνάμεως, ὥσπερ καὶ ὁ καρπὸς αὐτῆς τὰ κεράτια, μετέχων δηλονότι καὶ γλυκύτητός τινος. —Κέστρον, ὃ καὶ ψυχότροφον, Ῥωμαϊστὶ δὲ βεττονική, δύναμιν ἔχει τμητικήν· πικρὰ γοῦν ἐστι καὶ ὑπόδριμυς. —Κηκὶς ἡ μὲν ὀμφακῖτις στρυφνὸν ἱκανῶς ἐστι φάρμακον, οὐσίας γεώδους ψυχρᾶς τὸ πλεῖστον μετέχουσα, διʼ ἣν ξηραίνει καὶ ἀποκρούεται καὶ συνάγει καὶ σφίγγει καὶ τονοῖ τὰ ἄρρωστα μόρια. καὶ κείσθω τῆς τρίτης μὲν ἐν τῷ ξηραίνειν, τῆς δευτέρας δʼ ἐν τῷ ψύχειν τάξεως. ἡ δʼ ἑτέρα κηκὶς ἡ ξανθὴ καὶ χαύνη καὶ μεγάλη ξηραίνει μὲν καὶ αὐτή, ἀλλʼ εἰς τοσοῦτον ἧττον, εἰς ὅσον καὶ τῆς στρυφνῆς ποιότητος ἧττον μετείληφεν. καυθεῖσαι δὲ κηκῖδες ἰσχαίμου δυνάμεως γίνονται θερμότητός τε καὶ δριμύτητος μεταλαμβάνουσι λεπτομερέστεραί τε καὶ ξηραντικώτεραι γίνονται. —Κηρὸς μέσης ἐστὶ κράσεως κατʼ ἀμφοτέρας τὰς συζυγίας, ἔχει δέ τι παχυμερὲς καὶ ἐμπλαστικόν, ὅθεν καὶ ὕλη τῶν ἄλλων ἐστὶ φαρμάκων τῶν θερμαινόντων τε καὶ ξηραινόντων καὶ ψυχόντων· αὐτὸς δὲ καθʼ ἑαυτὸν ἐκ τῶν πεπτικῶν ἂν εἴη τῶν ἀσθενῶν τῶν ἔξωθεν ἐπιτιθεμένων· ἔχει γάρ τι βραχὺ διαφορητικῆς τε καὶ θερμῆς δυνάμεως, ἧς πλείστης τὸ μέλι μετείληφεν. —Κίκεως ὁ καρπὸς ῥυπτικήν τε καὶ διαφορητικὴν ἔχει δύναμιν· οὕτω δὲ καὶ τὸ φύλλον ἀσθενέστερον. —Κιννάμωμον ἄκρως ἐστὶ λεπτομερές, οὐ μὴν ἄκρως γε θερμόν, ἀλλʼ ἐκ τῆς τρίτης που τάξεως· οὐδὲν δʼ οὕτως ξηραίνει τῶν ἐξ ἴσου θερμαινόντων αὐτῷ διὰ τὸ λεπτομερὲς τῆς οὐσίας. ἡ μέντοι κινναμωμὶς οἷόνπερ ἀσθενές ἐστι κιννάμωμον· ἔνιοι δʼ αὐτὴν ψευδοκιννάμωμον ὀνομάζουσιν. —Κιρκέας ἡ ῥίζα εὐώδης τέ ἐστι καὶ θερμαντική. —Κίσθος ἢ κίσθαρος στυπτικὸς θάμνος. τὰ μὲν φύλλα καὶ οἱ μικροὶ βλαστοὶ λειωθέντες εἰς τοσοῦτον ξηραίνουσι καὶ στύφουσιν ὡς κολλᾶν τραύματα· τὰ δʼ ἄνθη δραστικώτερα· ξηραίνει γάρ που κατὰ τὴν δευτέραν ἀπόστασιν πληρουμένην. ἔστι δὲ ψυχρὸς εἰς τοσοῦτον ὁ θάμνος ὡς καὶ χλιαρᾶς μετέχειν δυνάμεως. ἡ δʼ ὑποκιστὶς ἢ ὑποσχιστὶς πολύ τι καὶ τῶν φύλλων ἐστὶ στυπτικωτέρα. —Κίσθος ἢ λάδανον· ἐν τοῖς θερμοτέροις χωρίοις οὗτος ὁ κίσθος γεννώμενος κατʼ ἄμφω τοῦ παρʼ ἡμῖν διήλλαξε, τῷ τε τὴν στῦψιν ἀποθέσθαι καὶ τῷ προσλαβεῖν θερμότητα. τὸ δὲ καλούμενον λάδανον ἐξ αὐτοῦ γίνεται, φάρμακον θερμὸν μὲν κατὰ τὴν πρώτην ἀπόστασιν ἤδη που συμπληρουμένην, μετέχον δὲ καὶ στύψεώς τινος βραχείας. ἔστι δὲ καὶ λεπτομερὲς τὴν οὐσίαν, καὶ διὰ ταῦτα πάντα μαλακτικόν τέ ἐστι μετρίως καὶ διαφορητικὸν καὶ δηλονότι καὶ συμπεπτικόν. —Κισσὸς ἐξ ἐναντίων σύγκειται δυνάμεων· ἔχει μὲν γάρ τι καὶ στυπτικῆς οὐσίας, ἣν δὴ γεώδη ψυχρὰν ἐδείκνυμεν, ἔχει δὲ καὶ δριμείας, ἣν θερμὴν εἶναι καὶ ἡ γεῦσις μαρτυρεῖ, καὶ τρίτης δʼ ἐπὶ ταύταις ὑδατώδους οὐσίας μετέχει χλιαρᾶς ὅ γε χλωρός. —Κλινοπόδιον τῆς τρίτης ἐστὶ τάξεως τῶν θερμαινόντων καὶ ξηραινόντων. — Κόμαρος στρυφνὸν τὸ δένδρον ἅμα τῷ καρπῷ· μεμαίκυλον δʼ ὀνομάζουσιν αὐτόν. —Κόμμι ξηραντικῆς ἐστι καὶ ἐμπλαστικῆς δυνάμεως καὶ τραχυτήτων ἰατικῆς. —Κονία· ῥυπτικωτάτη καὶ ξηραντικωτάτη πασῶν ἐστιν ἥ τε ἐκ τῆς συκίνης τέφρας καὶ τῆς τῶν τιθυμάλλων καὶ σχεδὸν ἤδη τῆς καλουμένης σηπτικῆς δυνάμεως. —Κόνυζα καὶ ἡ μείζων καὶ ἡ μικροτέρα δριμείας καὶ πικρᾶς τυγχάνουσαι κράσεως τῆς τρίτης εἰσὶ τάξεως ἐν τῷ θερμαίνειν καὶ ξηραίνειν. ἔστι δὲ τρίτον εἶδος κονύζης ἐν ὑγροτέροις χωρίοις φυόμενον, ἀμφοῖν δυσωδέστερον καὶ ἀσθενέστερον. —Κορίαννον ἢ κόριον ἐξ ἐναντίων σύγκειται δυνάμεων, πολὺ μὲν ἔχουσα πικρᾶς οὐσίας, ἥτις ἐδείκνυτο λεπτομερὴς ὑπάρχειν θερμὴ γεώδης, οὐκ ὀλίγον δὲ καὶ ὑδατώδους ὑγρότητος χλιαρᾶς κατὰ δύναμιν· ἔχει δέ τι καὶ στύψεως ὀλίγον. —Κόστος βραχείας μὲν πάνυ τῆς πικρᾶς, πλείστης δὲ τῆς δριμείας καὶ θερμῆς μετέχει ποιότητος, ὡς ἤδη καὶ ἑλκοῦν· ἐνυπάρχει δʼ αὐτῷ καὶ φυσώδης ὑγρότης. — Κοτυληδὼν ὑγρᾶς ὑποψύχρου δυνάμεώς ἐστι καί τινος ἀμυδρῶς στυφούσης καὶ σὺν αὐτῇ βραχείας πικρᾶς, ὅθεν ἐμψύχει καὶ ἀποκρούεται καὶ ῥύπτει καὶ διαφορεῖ. —Κρανίας τοῦ δένδρου καὶ ὁ καρπὸς μὲν στρυφνὸς ἱκανῶς ἐστι, καὶ τὰ φύλλα δὲ καὶ οἱ βλαστοὶ στρυφνοὶ καὶ ξηραίνουσιν ἰσχυρῶς. —Κράμβη ξηραντικῆς ἐστι δυνάμεως, οὐ μὴν ἤδη γέ πω δριμείας ἐναργῶς. οἱ δὲ καυλοὶ τῆς κράμβης καυθέντες ἰσχυρῶς ξηραίνουσαν ποιοῦσι τέφραν, ὡς ἤδη τι καὶ τῆς καυστικῆς μετέχειν δυνάμεως. —Κράμβη ἀγρία ξηροτέρα καὶ θερμοτέρα τῆς ἡμέρου τὴν κρᾶσίν ἐστιν, ὅθεν οὐδὲ εἴσω τοῦ σώματος ἀλύπως λαμβάνεται· καὶ διαφορεῖ δὲ καὶ ἀπορρύπτει τῆς ἡμέρου σφοδρότερον. — Κράμβη θαλασσία πρὸς τῷ τὴν γαστέρα λαπάττειν ὑφάλμυρός τε καὶ ὑπόπικρός ἐστιν. —Κραταιογόνου τῆς πόας ὁ καρπὸς δριμύς ἐστι καὶ σφοδρός. —Κρῆθμον ἁλμυρόν πώς ἐστιν ἅμα βραχείᾳ πικρότητι· διὸ καὶ ἡ δύναμις αὐτοῦ ῥυπτική τε ἅμα καὶ ξηραντική. —Κριθαὶ τῆς πρώτης εἰσὶ τάξεως ἐν τῷ ξηραίνειν καὶ ψύχειν, ἔχουσι δέ τι καὶ ῥυπτικὸν ὀλίγον. τὰ δʼ ἄλφιτα πολὺ τῶν κριθῶν εἰσι ξηραντικώτερα. — Κρίνου τὸ μὲν ἄνθος τῇ κράσει μικτόν ἐστιν ἐκ λεπτομεροῦς τέ τινος οὐσίας γεώδους, ἐξ ἧσπερ ἔχει καὶ τὴν ἐν τῇ γεύσει πικρότητα, καί τινος ὑδατώδους εὐκράτου, ὅθεν καὶ τοὔλαιον τὸ ἐξ αὐτοῦ καὶ τὸ μύρον ἀδήκτου διαφορητικῆς τε καὶ μαλακτικῆς ἐστι δυνάμεως. καὶ αἱ ῥίζαι δὲ καὶ τὰ φύλλα καθʼ ἑαυτὰ λειούμενα ξηραίνει καὶ ῥύπτει καὶ διαφορεῖ μετρίως. —Κροκοδειλίου τὸ σπέρμα δριμὺ τυγχάνον θερμῆς ἂν εἴη δυνάμεως καὶ διαφορητικῆς καὶ ξηραντικῆς. καὶ ὁ χυλὸς δὲ τοῦ καυλοῦ καὶ τοῦ σπέρματος τῆς αὐτῆς ἐστι δυνάμεως. —Κρόκος ἔχει μέν τι καὶ στῦφον ὀλίγον, ὅπερ ἐδείχθη γεῶδες ψυχρόν, ἐπικρατεῖ δʼ ἐν αὐτῷ θερμαίνουσα ποιότης, ὥστε τὴν οὐσίαν αὐτοῦ ὅλην τῆς δευτέρας μὲν εἶναι τῶν θερμαινόντων τάξεως, τῆς πρώτης δὲ τῶν ξηραινόντων, καὶ διὰ τοῦτο καὶ πεπτικὸν ἔχει τι. —Κρόμμυον ἐκ τῆς τετάρτης ἐστὶ τάξεως τῶν θερμαινόντων· ἡ δὲ οὐσία παχυμερής ἐστιν. —Κύαμος τῆς μέσης κράσεώς ἐστιν ἐγγυτάτω καθʼ ἑκάτερα κατά τε τὸ ξηραίνειν καὶ ψύχειν· μετέχει δέ τινος ἐπʼ ὀλίγον καὶ ῥυπτικῆς δυνάμεως ἡ σὰρξ αὐτοῦ, καθάπερ τὸ λέμμα τῆς στυπτικῆς. — Κυκλάμινος ποικίλη τὴν δύναμίν ἐστιν· καὶ γὰρ καὶ ῥύπτει καὶ τέμνει καὶ ἀναστομοῖ καὶ ἐπισπᾶται καὶ διαφορεῖ. ἡ ῥίζα δὲ τοῦ χυλοῦ μέν ἐστιν ἀσθενεστέρα, σφοδρὰ δʼ ἐστὶ καὶ αὐτή. ἡ δʼ ἑτέρα κυκλάμινος, ἣν καὶ κισσάνθεμον ὀνομάζουσι, τὴν ῥίζαν ἄχρηστον ἔχουσα τὸν καρπὸν ἔχει δραστικὸν ἱκανῶς· ἡ πικρότης δʼ αὐτοῦ δριμεῖά τε καὶ ὑπόγλισχρός ἐστιν. —Κυμίνου τὸ σπέρμα τῆς τρίτης τάξεώς ἐστι τῶν θερμαινόντων, ἄφυσον ὑπάρχον. —Κυνοσβάτου ὁ μὲν καρπὸς οὐκ ἀγεννῶς στυπτικός ἐστι, τὰ δὲ φύλλα μετρίως. φυλάττεσθαι δὲ δεῖ τὸ ἐν τῷ καρπῷ ἐριῶδες ὡς κακωτικὸν τῆς ἀρτηρίας. —Κυπαρίσσου τὰ φύλλα καὶ οἱ βλαστοὶ καὶ τὰ σφαιρία τὰ νέα καὶ μαλακὰ ξηραντικῆς ἐστι δυνάμεως οὐδὲν ἐπιφανὲς ἐχούσης δριμὺ καὶ θερμόν, ὥσπερ οὖν καὶ ἡ γεῦσις μαρτυρεῖ· φαίνεται γὰρ αὐτῇ βραχὺ μέν τι δριμύ, πλεῖστον δὲ τὸ πικρόν, καὶ πολὺ πλέον ἔτι τὸ στρυφνὸν ἐν ὅλῳ τῷ φυτῷ. τοσοῦτον δʼ ἐστὶν ἐν αὐτῷ τὸ δριμὺ καὶ θερμὸν ὅσον ποδηγεῖν μὲν τῇ στρυφνότητι πρὸς τὸ βάθος, οὐδεμίαν δʼ αὐτὸ θερμότητα καὶ δῆξιν ἐργάζεσθαι. —Κυπέρου αἱ ῥίζαι θερμαίνουσι καὶ ξηραίνουσι χωρὶς δήξεως, ἔχουσι δέ τι καὶ στυπτικὸν καὶ τμητικόν. —Κύπρου τὰ φύλλα καὶ οἱ ἀκρέμονες μικτῆς εἰσι δυνάμεως· ἔχει μὲν γάρ τι καὶ διαφορητικὸν ἐξ ὑδατώδους οὐσίας θερμῆς συμμέτρως, ἔχει δέ τι καὶ στυπτικὸν ἐκ ψυχρᾶς γεώδους, ὥστε ἀλύπως καὶ ἀδήκτως ξηραντικά τε καὶ τμητικά ἐστιν. —Κυτίσου τὰ φύλλα διαφορεῖ, ἔχει δὲ μεμιγμένην καὶ ὑδατώδη τινὰ δύναμιν. —Κώνειον ὅτι τῆς ἄκρως ψυκτικῆς ἐστι δυνάμεως, ἅπαντες ἴσασιν. —Κώνου καρπὸς ὅλος μὲν χλωρὸς ἔχει τι μεθʼ ὑγρότητος πικρὸν καὶ δριμύ· ὁ δʼ ἐδώδιμος ἀποβραχεὶς ἀδηκτότατος καὶ ἐμπλαστικώτατος γίνεται καὶ θερμῆς καὶ ψυχρᾶς ποιότητος ἐν τῷ μέσῳ καθέστηκεν, ἐξ ὑδατώδους καὶ γεώδους οὐσίας κεκραμένος, ἀερώδους δʼ ἥκιστα μετέχων.

`15.1:11.1,2–15.1:11.31`

Λαγώπους ξηραντικῆς ἐστι δυνάμεως. —Λαμψάνη καταπλασσομένη ῥυπτικὸν ἔχει τι καὶ διαφορητικόν. —Λάπαθον διαφορητικῆς μετρίως ἐστὶ δυνάμεως· τὸ δʼ ὀξυλάπαθον μετὰ τοῦ διαφορεῖν καὶ ἀποκρουστικόν τι ἔχει· τὸ δὲ σπέρμα αὐτῶν σαφῶς στυπτικόν ἐστιν. τὸ δʼ ἱππολάπαθον μετὰ τοῦ διαφορεῖν καὶ ἀποκρουστικῆς ἐστι δυνάμεως, ἀσθενεστέρας δέ. —Λειμωνίου ὁ καρπὸς αὐστηρὸς ὑπάρχει. — Λειχὴν ὁ ἐπὶ τῶν πετρῶν ῥυπτικῆς ἐστι καὶ μετρίως ψυχούσης δυνάμεως, ξηραντικῆς μέντοι κατʼ ἄμφω. —Λεοντοπετάλου ἡ ῥίζα διαφορεῖ, ξηραίνει, θερμαίνει κατὰ τὴν τρίτην τάξιν. —Λεπίδιον ἐκ τῆς τετάρτης ἐστὶ τάξεως τῶν θερμαινόντων. —Λευκὰς δριμείας ἐστὶ ποιότητος, θερμαίνει δὲ καὶ ξηραίνει κατὰ τὴν τρίτην τάξιν. —Λευκακάνθου ἡ ῥίζα πικρά· διὸ τέμνει καὶ ξηραίνει κατὰ τὴν τρίτην τάξιν, ἐν δὲ τῷ θερμαίνειν ἐκ τῆς πρώτης ἐστὶ τάξεως. —Λευκοΐου καὶ σύμπας μὲν ὁ θάμνος ῥυπτικῆς ἐστι καὶ λεπτομεροῦς δυνάμεως, ἐπὶ μᾶλλον δʼ αὐτῆς μετέχει τὰ ἄνθη, καὶ τούτων τὰ ξηρότερα τῶν χλωρῶν μᾶλλον. ἔστι δὲ καὶ πικρόν, εἴπερ τι καὶ ἄλλο. καὶ ὁ καρπὸς δʼ αὐτοῦ τῆς αὐτῆς ἐστι δυνάμεως· καὶ αἱ ῥίζαι δʼ αὐτοῦ ὁμοίως, πλὴν ὅτι παχυμερέστεραί τέ εἰσι καὶ γεωδέστεραι. —Λεύκη τὸ δένδρον μικτόν ἐστί πως τὴν κρᾶσιν ἐξ ὑδατώδους τε χλιαρᾶς καὶ γεώδους λελεπτυσμένης οὐσίας, ὅθεν καὶ τῆς ῥυπτικῆς μετέχει δυνάμεως. —Λιβανωτὸς θερμαντικὸς μέν ἐστι κατὰ τὴν δευτέραν τάξιν, ξηραντικὸς δὲ κατὰ τὴν πρώτην· ἔχει δέ τι καὶ στῦφον ὀλίγον. ὁ δὲ φλοιὸς αὐτοῦ τὴν στυπτικὴν δύναμιν ἐναργῶς κέκτηται· διὸ καὶ ξηραίνει γενναίως, ὡς ἐν τῇ δευτέρᾳ τάξει συμπληρουμένῃ τυγχάνειν· ἔστι δὲ καὶ παχυμερέστερος τοῦ λιβανωτοῦ καὶ ἥκιστα δριμύτητος μετέχων. ὁ δʼ αἴθαλος αὐτοῦ ξηροτέρας καὶ θερμοτέρας ἢ κατὰ τὸν λιβανωτόν ἐστι δυνάμεως, ὡς εἰς τὴν τρίτην ἀπόστασιν ἀφικνεῖσθαι· ἔχει δέ τι καὶ ῥυπτικόν. —Λιβανωτίδες αἱ τρεῖς μαλακτικῆς εἰσι καὶ διαφορητικῆς δυνάμεως· ἔχουσι δέ τι καὶ ῥυπτικῆς καὶ τμητικῆς δυνάμεως. — Λιγνὺς ἅπασα μέν ἐστι ξηραντική· διὸ καὶ γεώδης ὑπάρχει τὴν οὐσίαν, ἔχουσά τι καὶ τοῦ καύσαντος τὴν ὕλην πυρὸς λείψανον ὀλίγον· ἡ δʼ ὅλη φύσις αὐτῆς γεώδης ἐστὶ λεπτομερής. αἱ κατʼ εἶδος δʼ ἐν αὐτῇ διαφοραὶ παρὰ τὴν καυθεῖσαν ὕλην γίνονται, ἐκ μὲν τῆς δριμυτέρας καὶ θερμοτέρας τοιαύτης καὶ τῆς λιγνύος ἀποτελουμένης, ἐκ δὲ τῆς γλυκυτέρας καὶ ἀδηκτοτέρας ὁμοίας κἀνταῦθα τῆς λιγνύος γινομένης. — Λιγυστικοῦ ἡ ῥίζα καὶ τὸ σπέρμα τῶν θερμαινόντων ἐστὶ καὶ ἀφύσων. — Λινόσπερμον θερμόν ἐστιν ἐν τῇ πρώτῃ που τάξει, ὑγρότητος δὲ καὶ ξηρότητος ἐν τῷ μέσῳ πως τέτακται. —Λύκιον διαφορεῖ μὲν ἱκανῶς, ξηραίνει δὲ κατὰ τὴν δευτέραν ἀπόστασιν, ἐν θερμότητι δὲ περὶ τὰ μέσα πως τέτακται. ἔχει δέ τι καὶ στῦφον· διὸ καὶ ῥύπτει καὶ συνάγει. —Λυσιμάχειος ἐπικρατοῦσαν ἔχει τὴν στυπτικὴν ποιότητα, ἣν κατὰ τύχην ηὗρε Λυσίμαχος ὁ βασιλεὺς ποιοῦσαν πρὸς αἱμορραγίαν· τοῦ γὰρ ἵππου τρωθέντος αὐτοῦ καὶ αἱμορραγοῦντος, παρακειμένην αὐτὴν καὶ ἀγνοουμένην αὐτῷ ἐπέθηκεν ἐπὶ τὸ τραῦμα. παυσαμένης δὲ τῆς αἱμορραγίας, οἱ μετὰ ταῦτα πάντες πρός τε τὰς αἱμορραγίας αὐτῇ χρῶνται καὶ ὀνομάζουσιν ἀπὸ τοῦ εὑρόντος Λυσιμάχειον. —Λυχνίδος τῆς εἰς τοὺς στεφάνους τὸ σπέρμα θερμόν ἐστι κατὰ τὴν δευτέραν που τάξιν ἢ καὶ τρίτην ἤδη καὶ ξηραῖνον κατὰ τὸν αὐτὸν τρόπον. — Λωτὸς ὁ ἥμερος, ὃν ἔνιοι τρίφυλλον ὀνομάζουσι, ῥυπτικῆς ἐστι μετρίως δυνάμεως, οὕτω δὲ καὶ ξηραντικῆς, ἐν δὲ τῇ κατὰ θερμότητα καὶ ψῦξιν συζυγίᾳ μέσος πώς ἐστιν. ὁ δʼ ἄγριος λωτὸς ἐν Λιβύῃ μὲν πλεῖστος γεννᾶται· τὸ σπέρμα δʼ αὐτοῦ τῆς δευτέρας τάξεώς ἐστι τῶν θερμαινόντων· ἔχει δέ τι καὶ ῥυπτικόν. τοῦ δʼ Αἰγυπτίου τὸ σπέρμα καὶ ἀρτοποιοῦνται. —Λωτὸς τὸ δένδρον στυπτικῆς μὲν ὀλίγης μετέχει ποιότητος· ἔστι δὲ καὶ λεπτομερὲς ξηραντικόν.

`15.1:12.1–15.1:12.48`

Μάκιρ φλοιός ἐστι στρυφνὸς ἱκανῶς μετά τινος βραχείας δριμύτητος· ἔοικεν οὖν ἐκ μικτῆς οὐσίας συνεστάναι, τῆς πλείστης μὲν γεώδους, ὀλίγης δέ τινος θερμαντικῆς τε καὶ λεπτομεροῦς, ὅθεν ἐν μὲν τῇ τρίτῃ τάξει τῶν ξηραινόντων ἐστίν, ἐν δὲ τῇ κατὰ θερμότητα καὶ ψυχρότητα διαφορᾷ μηδέτερον ἐπιφανῶς ἐργαζόμενος. —Μαλαβάθρου τὸ φύλλον νάρδου στάχυϊ παραπλήσιόν ἐστι τὴν δύναμιν. — Μαλάχη ἡ μὲν ἀγρία διαφορητικῆς ἠρέμα καὶ μαλακτικῆς ἐπὶ βραχὺ μετέχει δυνάμεως· ἀσθενεστέρα δʼ ἡ κηπευομένη. ὁ δὲ καρπὸς αὐτῶν εἰς τοσοῦτον ἰσχυρότερός ἐστιν, εἰς ὅσον καὶ ξηρότερος. ἡ δʼ ἀναδενδρομαλάχη, ἡ καὶ ἀλθαία, διαφορητικωτέρα τῶν εἰρημένων ἐστίν. — Μανδραγόρας τῆς τρίτης τάξεώς ἐστι τῶν ψυχόντων, οὐ μὴν ἀλλὰ καὶ θερμότητός τινος μετέχει καὶ κατά γε τὰ μῆλα καὶ ὑγρότητος, ὅθεν καὶ κωματώδης τὴν δύναμίν ἐστιν. τῆς ῥίζης δʼ ὁ φλοιὸς ἰσχυρότερος ὢν οὐ ψύχει μόνον, ἀλλὰ καὶ ξηραίνει· τὸ δʼ ἄλλο τὸ ἔνδοθεν ἀσθενὲς ὑπάρχει. —Μάραθον θερμαίνει μὲν κατὰ τὴν τρίτην τάξιν, ξηραίνει δὲ κατὰ τὴν πρώτην. τὸ δʼ ἄγριον, ὃ καλοῦσιν ἱππομάραθον, οὗ ἡ ῥίζα καὶ τὸ σπέρμα ξηραντικωτέρας ἐστὶ δυνάμεως τοῦ ἡμέρου· ἕτερον δʼ ἐστὶν ἱππομάραθον, οὗ τὸ σπέρμα στρογγύλον τέ ἐστι καὶ δριμύ, ὅμοιον μὲν τῇ δυνάμει τῷ τοῦ ἱππομαράθου, ἀσθενέστερον δέ. — Μαστίχη ἡ μὲν λευκὴ καὶ Χία στύφει, μαλάσσει, κατὰ τὴν δευτέραν ἀπόστασιν θερμαίνουσα καὶ ξηραίνουσα· ἡ δὲ μέλαινα ἡ Αἰγυπτία ξηραίνει τε μᾶλλον αὐτῆς καὶ ἧττον στύφει. —Μελάνθιον θερμαίνει μὲν καὶ ξηραίνει κατὰ τὴν τρίτην τάξιν, ἔοικε δὲ καὶ λεπτομερὲς ὑπάρχειν· καὶ τέμνει οὖν καὶ ῥύπτει πικρότητα ἔχον. —Μελίλωτον ἔχει μέν τι καὶ στυπτικόν, ἀλλὰ καὶ διαφορεῖ καὶ συμπέττει· πλέον γὰρ ἐν αὐτῷ τὸ τῆς θερμῆς οὐσίας ἐστὶν ἤπερ τὸ τῆς ψυχρᾶς. — Μέλι καὶ θερμαίνει καὶ ξηραίνει κατὰ τὴν δευτέραν τάξιν· ἔστι δʼ ἁπλῆς, ὡς ἔνι μάλιστα, δυνάμεως, τῆς ῥυπτικῆς. ἑψηθὲν δʼ ἧττον γίνεται δριμὺ καὶ ῥυπτικόν. εἰ δέ τι μέλι πικρόν ἐστι, πρόδηλον ὅτι μικτῆς ὑπάρχει δυνάμεως, ὡς εἰ καὶ ἡμῶν τις ἀψίνθιον ἔμιξεν αὐτῷ. καὶ τὸ σάκχαρ δὲ καλούμενον, μέλιτος εἶδος ὄν, ἧττον μέν ἐστι γλυκὺ τοῦ παρʼ ἡμῖν, παραπλήσιον δʼ αὐτῷ κατὰ τὰ ἄλλα· καθʼ ὅσον δʼ οὔτε κακοστόμαχόν ἐστιν οὔτε διψῶδες, ἀποκεχώρηκεν αὐτοῦ. —Μελισσόφυλλον πρασίῳ μὲν παραπλήσιόν ἐστι τὴν δύναμιν, ἀπολείπεται δʼ αὐτοῦ πάμπολυ· διὸ περιττὸν τὸ χρῆσθαι μελισσοφύλλῳ, παρόντος ἀφθόνως πρασίου πανταχοῦ. —Μεσπίλου τοῦ δένδρου στρυφνός ἐστιν ἱκανῶς ὁ καρπός· ἔστι δὲ κἀν τοῖς βλαστοῖς αὐτοῦ κἀν τοῖς φύλλοις ἡ στρυφνὴ ποιότης οὐκ ὀλίγη. —Μηδίου ἡ μὲν ῥίζα αὐστηρά τέ ἐστι καὶ ῥευμάτων ἐφεκτική· τὸ δὲ σπέρμα λεπτομεροῦς καὶ τμητικῆς ὑπάρχει δυνάμεως. —Μήκωνος πάσης ἡ δύναμίς ἐστι ψυκτική, ἀλλὰ τῆς μὲν κηπευομένης ὑπνῶδες μετρίως τὸ σπέρμα, λευκὸν ὀφθῆναι, τῆς δὲ τὸ ἄνθος ταχέως ἀποβαλλούσης ἰσχυρότερον ψύχει τὸ σπέρμα, ὥστε αὐτῷ οὐκ ἂν χρήσαιτό τις ἀλύπως μόνῳ. τῶν δʼ ἀγρίων ἡ μὲν οἷον καθημένην ἔχουσα τὴν κωδύαν ἤδη φαρμακῶδες ἔχει τὸ σπέρμα ψῦχον ἱκανῶς, μέλαν ὑπάρχον· ἡ δʼ ἑτέρα, ἐπιμηκεστέραν ἔχουσα τὴν κωδύαν, φαρμακωδεστάτη πασῶν ἐστι, καὶ κατὰ τὸ σπέρμα καὶ κατὰ τὰς κωδύας καὶ κατὰ τὰ φύλλα καὶ κατὰ τὸν ὀπόν· ἰσχυρῶς γὰρ ψύχει μέχρι νάρκης ἄγουσα καὶ νεκρώσεως. —Μήκων κερατῖτις δύναμιν ἔχει ῥυπτικὴν καὶ τμητικήν. —Μηλέας οὐ πάσης ἐστὶ μία φύσις, ὥσπερ οὐδὲ τοῦ καρποῦ· τὰ μὲν γάρ ἐστι γλυκέα τῶν μήλων, τὰ δʼ αὐστηρά, τὰ δὲ στρυφνά, τὰ δʼ ὀξέα, τὰ δὲ τελέως ἔκλυτα καὶ ὑδατώδη. καὶ δὴ καὶ κρατεῖ τὸ μὲν ὑδατῶδες ἐν τούτοις, ὡς εἶναι τὴν κρᾶσιν αὐτῶν ὑγροτέραν τε καὶ ψυχροτέραν, τὸ δὲ γεῶδες ψυχρὸν ἐν τοῖς στρυφνοῖς, ἐν δὲ τοῖς αὐστηροῖς τοῦτο καὶ τὸ ὑδατῶδες ψυχρόν, κατὰ δὲ τὰ ὀξέα τὸ ὑδατῶδες ψυχρόν, ὥσπερ ἐν τοῖς γλυκέσι τὸ ὑδατῶδες εὔκρατον. οὕτω δὲ καὶ τὰ φύλλα καὶ οἱ χυλοὶ καὶ οἱ φλοιοὶ τῶν δένδρων ἀλλήλων διαφέρουσιν. —Μηλέας Περσικῆς τὸ δένδρον ἔν τε τοῖς φύλλοις καὶ τοῖς βλαστοῖς ἐπικρατοῦσαν ἔχει τὴν πικρότητα, ἔστι δὲ καὶ διαφορητικὸν φάρμακον· ὁ δὲ καρπὸς αὐτοῦ ψυχρότερός τε καὶ ὑγρότερός ἐστι τὴν κρᾶσιν. —Μηλέας Ἀρμενιακῆς ὑγρός ἐστι καὶ ψυχρὸς ὁ καρπὸς δευτέρας ἀποστάσεως. — Μηλέα Μηδική· ταύτης ὁ καρπὸς κιτρίον ὀνομάζεται, κατὰ μὲν τὸ σπέρμα τὴν ὀξεῖαν ποιότητα καὶ ξηραντικὴν δύναμιν ἐπικρατοῦσαν ἔχον, ὡς τῆς τρίτης εἶναι τάξεως τῶν ξηραινόντων τε καὶ ψυχόντων· κατὰ δὲ τὸν φλοιὸν ξηραινούσης μὲν κἀνταῦθα μετείληφε κράσεως, ἀλλʼ οὐκ ὀλίγον ἐχούσης τὸ δριμύ· διὸ καὶ ξηραίνει τοῦτο κατὰ δευτέραν ἀπόστασιν, οὐ μὴν ψυχρόν γέ ἐστιν, ἀλλʼ ἤτοι σύμμετρον ἢ βραχύ τι κατωτέρω. ἡ δὲ σὰρξ αὐτοῦ παχύχυμός τέ ἐστι καὶ φλεγματικὴ καὶ ψυχρά. ὁ δὲ πυρήν, ὅσπερ ὄντως σπέρμα ἐστί, πικρὸς ὢν δηλονότι διαφορητικός ἐστι καὶ ξηραντικὸς δευτέρας τάξεως. καὶ τὰ φύλλα δʼ ἐστὶ διαφορητικῆς καὶ ξηραντικῆς δυνάμεως. —Μήου αἱ ῥίζαι θερμαὶ μὲν κατὰ τὴν τρίτην ἀπόστασιν, ξηραὶ δὲ κατὰ τὴν δευτέραν. —Μίλακος τῆς τραχείας τὰ φύλλα δριμύ τι ἔχει καὶ θερμαίνει. —Μῖλαξ ἡ λεία παραπλησία τὴν δύναμίν ἐστι τῇ προειρημένῃ. — Μορέας ὁ καρπὸς μετέχει στύψεώς τινος· ὁ δʼ ἄωρος πρὸς τῇ στρυφνότητι καὶ ὀξύτητος μετέχει. τὸ δʼ ὅλον δένδρον ἐν ἅπασι τοῖς μέρεσι μικτὴν ἔχειν ἔοικε δύναμιν, ἐφεκτικήν τε καὶ καθαρτικήν· ἐπικρατεῖ δʼ ἐν μὲν τῷ φλοιῷ τῆς ῥίζης ἡ καθαρτικὴ μετά τινος πικρότητος, ἐν δὲ τοῖς ἀώροις μόροις ἡ ἐφεκτική· κατὰ δὲ τὰ φύλλα καὶ τοὺς βλαστοὺς μέση πώς ἐστιν ἡ κρᾶσις. —Μυάγρου τὸ σπέρμα μεθίησιν ἔλαιον, δυνάμεως ἐμπλαστικῆς ὑπάρχον. —Μύκητες ψυχροὶ καὶ ὑγροὶ τὴν κρᾶσιν ἱκανῶς καὶ δηλητηρίου δυνάμεως ἐγγὺς ἥκουσιν. —Μύλης ἡ ῥίζα συνακτικῆς ἐστι δυνάμεως. —Μυὸς ὦτα ξηραίνει μὲν κατὰ τὴν δευτέραν τάξιν, θερμότητα δʼ οὐδεμίαν ἐπιφανῆ κέκτηται. — Μυρίκη τμητικῆς ἐστι καὶ ῥυπτικῆς δυνάμεως ἄνευ τοῦ ξηραίνειν ἐπιφανῶς· ἔχει δέ τινα καὶ στῦψιν. ὁ καρπὸς δὲ καὶ ὁ φλοιὸς οὐ βραχεῖαν στῦψιν προσειλήφασι μετὰ τοῦ λεπτομεροῦς καὶ ῥυπτικοῦ. καὶ ἡ τέφρα δὲ καυθείσης τῆς μυρίκης ξηραντικῆς ἱκανῶς γίνεται δυνάμεως, ἐχούσης πλεῖστον μὲν τὸ ῥυπτικόν τε καὶ τμητικόν, ὀλίγον δὲ τὸ στυπτικόν. —Μυριόφυλλον ξηραντικῆς ἐστι δυνάμεως. —Μυρρὶς γλυκεῖαν ἔχει τὴν ῥίζαν, ἐκ τῆς δευτέρας τάξεως οὖσα τῶν θερμαινόντων, ἔχουσά τι καὶ λεπτομερές. —Μυρρίνη ἐξ ἐναντίων οὐσιῶν κέκραται, ἐπικρατεῖ δʼ ἐν αὐτῇ τὸ γεῶδες ψυχρόν· ἔχει δέ τι καὶ λεπτομερὲς θερμόν, ὅθεν ἰσχυρῶς ξηραίνει. ἔστι δὲ καὶ τὰ φύλλα καὶ οἱ καρποὶ καὶ οἱ βλαστοὶ καὶ ὁ χυλὸς οὐ πολλῷ τινι διαφέροντα κατὰ τὴν στῦψιν· ἡ μέντοι τῷ στελέχει καὶ τοῖς φύλλοις ἐπίφυσις ὀχθώδης, ἣν μυρτίδα καλοῦσιν, εἰς ὅσον ἐστὶ ξηροτέρα τῶν εἰρημένων, εἰς τοσοῦτον καὶ στύφει καὶ ξηραίνει σφοδρότερον. ἔστι δὲ καὶ τὰ ξηρὰ φύλλα τῶν χλωρῶν ξηραντικώτερα. —Μῶλυ· τούτου ἡ ῥίζα λεπτομερής ἐστι καὶ θερμὴ κατὰ τὴν τρίτην ἀπόστασιν, ὅθεν καὶ τέμνει καὶ διαφορεῖ.

`15.1:13.1–15.1:13.10`

Νάρδου στάχυς θερμαίνει μὲν κατὰ τὴν πρώτην ἀπόστασιν, ξηραίνει δὲ κατὰ τὴν δευτέραν συμπληρουμένην· σύγκειται δʼ ἔκ τε στυφούσης αὐτάρκως οὐσίας καὶ δριμείας θερμῆς οὐ πολλῆς καί τινος ὑποπίκρου βραχείας. —Νάρδος Κελτικὴ παραπλησίας μέν πώς ἐστι κατὰ γένος δυνάμεως τῇ προειρημένῃ, ἀσθενεστέρα δʼ εἰς ἅπαντα, πλὴν εἰς οὖρα· θερμοτέρα μὲν γὰρ ἐκείνης ἐστί, ἧττον δὲ στύφει. — Νάρδος ὀρεινὴ τῶν προειρημένων ἐστὶν ἀσθενεστέρα. —Νάρθηκος τὸ μὲν σπέρμα λεπτύνει καὶ θερμαίνει, τὸ δʼ ἐντὸς ἔτι χλωροῦ τὸ καλούμενον ἐντεριώνη στυπτικῆς τινος μετέχει ποιότητος. —Νάπυ θερμαίνει καὶ ξηραίνει κατὰ τὴν τετάρτην τάξιν. —Ναρκίσσου ἡ ῥίζα ξηραντικῆς ἐστι δυνάμεως· ἔχει δέ τι καὶ ῥυπτικὸν καὶ ἐπισπαστικόν. — Νευρὰς ξηραντικῆς καὶ ἀδήκτου δυνάμεώς ἐστιν. —Νήριον ἔξωθεν μὲν τοῦ σώματος εἰ καταπλασθείη, διαφορητικῆς ἐστι δυνάμεως, εἴσω δὲ λαμβανόμενον ὀλέθριον. —Νυμφαίας ἥ τε ῥίζα καὶ τὸ σπέρμα δύναμιν ἔχει ξηραντικὴν ἄδηκτον· ἡ δὲ τὴν λευκὴν ἔχουσα ῥίζαν νυμφαία σφοδροτέρας ἐστὶ δυνάμεως. ἔχουσι δέ τι καὶ ῥυπτικόν.

`15.1:14.1,2–15.1:14.3`

Ξανθίου καρπὸς διαφορητικῆς ἐστι δυνάμεως. —Ξιρὶς λεπτομεροῦς ἑλκτικῆς τε καὶ διαφορητικῆς καὶ ξηραντικῆς ἐστι δυνάμεως, ἥ τε ῥίζα καὶ πολὺ δὴ μᾶλλον αὐτῆς ὁ καρπός. —Ξιφίου ἡ ῥίζα, καὶ μᾶλλον ἡ ἑτέρα ἡ ἄνωθεν, ἑλκτικῆς τέ ἐστι καὶ διαφορητικῆς καὶ ξηραντικῆς δυνάμεως.

`15.1:15.1,2–15.1:15.18`

Ὄη τὸ δένδρον στυπτικῆς μετέχει ποιότητος. —Οἶνος ἐκ τῆς δευτέρας τάξεώς ἐστι τῶν θερμαινόντων, ὁ δʼ ἱκανῶς παλαιὸς τῆς τρίτης, ὥσπερ ὁ γλευκίνης τῆς πρώτης· ἀνάλογον δὲ ταῖς θερμότησι καὶ αἱ ξηρότητες αὐτοῦ. —Ὀλόστιον ξηραντικῆς ἐστι δυνάμεως. — Ὄλυνθοι δριμείας εἰσὶ καὶ διαφορητικῆς δυνάμεως μετὰ τοῦ στύφειν. — Ὄναγρον ἢ ὀνοθήρα ἢ ὀνοθουρὶς κατʼ οἶνόν ἐστι τῇ δυνάμει μάλιστα. —Ὄνοσμα ἢ σινωνὶς ἐκ δριμείας καὶ πικρᾶς οὐσίας σύγκειται. —Ὀνοβρυχὶς ἀραιωτικῆς τε καὶ διαφορητικῆς ἐστι δυνάμεως. — Ὀνωνὶς ῥίζαν ἔχει θερμαντικὴν ἤδη που κατὰ τὴν τρίτην τάξιν· ὁ δὲ φλοιὸς αὐτῆς ἔχει τι καὶ ῥυπτικόν. —Ὄξος μικτῆς οὐσίας ὑπάρχει ψυχρᾶς καὶ θερμῆς, ἀμφοῖν λεπτομερῶν, ἐπικρατεῖ δὲ τῆς θερμῆς ἡ ψυχρά· ξηραντικὸν δʼ ἐστὶ τῆς τρίτης τάξεως συμπληρουμένης, ὅταν γε ἰσχυρὸν ὑπάρχῃ. —Ὀξυακάνθου ὁ καρπὸς στρυφνός ἐστιν· ἔχει δέ τι καὶ λεπτομερὲς καὶ τμητικὸν ὀλίγον. —Ὀπὸς ὁ μὲν Κυρηναῖος ἁπάντων ἐστὶ θερμότατος καὶ λεπτομερέστατος καὶ διαφορητικώτατος· οὐ μὴν ἀλλὰ καὶ οἱ ἄλλοι θερμοί τέ εἰσιν ἱκανῶς καὶ πνευματώδεις. — Ὀρίγανοι πᾶσαι τμητικῆς τε καὶ λεπτυντικῆς καὶ ξηραντικῆς καὶ θερμαντικῆς εἰσι δυνάμεως κατὰ τὴν τρίτην ἀπόστασιν· ἡ δὲ τραγορίγανος προσείληφέ τι καὶ στύψεως. —Ὄροβος ξηραίνει μὲν κατὰ τὴν δευτέραν ἀπόστασιν ἐπιτεταμένην, θερμαίνει δὲ κατὰ τὴν πρώτην, καὶ τέμνει δὲ καὶ ῥύπτει καὶ ἐκφράττει. —Ὀροβάκχη ψυχρᾶς καὶ ξηρᾶς ἐστι κράσεως κατὰ τὴν πρώτην τάξιν. —Ὄρχις, οἱ δὲ κυνὸς ὄρχις· ταύτης ἡ ῥίζα θερμὴ καὶ ὑγρὰ καὶ γλυκεῖα τυγχάνει· ἀλλʼ ἡ μὲν μείζων πολλὴν ἔοικεν ἔχειν ὑγρότητα περιττωματικὴν καὶ φυσώδη, ἡ δʼ ἐλάττων ἔμπαλιν κατειργασμένην ἱκανῶς. —Ὄρχις, ὃν καὶ σεραπιάδα καλοῦσι, ξηροτέρας δυνάμεώς ἐστιν ἢ κατὰ τὴν προτέραν· ξηρανθεῖσα δὲ πολὺ δὴ μᾶλλον ἔτι καὶ ξηραίνει καί τι καὶ ὑποστῦφον ἔχει. —Ὀσίριδος τῆς πόας πικρὰ μὲν ἡ ποιότης, ἐκφρακτικὴ δʼ ἡ δύναμις.

`15.1:16.1–15.1:16.54`

Παγκρατίου ἡ ῥίζα σκίλλῃ κατά τε τὴν γεῦσιν ἔοικε καὶ τὴν δύναμιν· ἀσθενεστέρα δʼ ἐστὶ μακρῷ. —Παλιούρου ἡ ῥίζα καὶ τὰ φύλλα στυπτικῆς οὐκ ἀσαφῶς μετείληφε δυνάμεως, ἔχει δέ τι καὶ διαφορητικόν. ὁ δὲ καρπὸς τμητικῆς μετέχει δυνάμεως. —Πάπυρος καυθεῖσα φάρμακον γίνεται ξηραντικὸν ὡς ὁ κεκαυμένος χάρτης· ἀσθενεστέρα δʼ ἐστὶν ἡ τοῦ παπύρου τέφρα. —Πάνακες Ἡράκλειον — ἐκ τούτου καὶ ὁ καλούμενος ὀποπάναξ γίνεται, θερμαίνων καὶ μαλάττων καὶ διαφορῶν — κατὰ μὲν τὸ θερμαίνειν ἐκ τῆς τρίτης τάξεώς ἐστι, κατὰ δὲ τὸ ξηραίνειν ἐκ τῆς δευτέρας. καὶ ὁ φλοιὸς δὲ τῆς ῥίζης ξηραντικὸν ἅμα καὶ θερμαντικόν ἐστι φάρμακον, ἀλλʼ ἧττον τοῦ ὀποῦ, καὶ μέντοι τι καὶ ῥυπτικὸν ἔχει. καὶ ὁ καρπὸς αὐτοῦ θερμός ἐστιν. — Πάνακες Ἀσκληπίειον· ἧττόν ἐστι τοῦτο θερμὸν τοῦ προγεγραμμένου. — Πάνακες Χειρώνειον· καὶ τοῦτο παραπλησίας ἐστὶ τῷ προγεγραμμένῳ δυνάμεως. —Παρωνυχία λεπτομερής ἐστι καὶ ξηραντικὴ ἀδήκτως τῆς τρίτης τάξεως καὶ θερμαντική. —Πενταφύλλου ἡ ῥίζα ξηραντικὴ μὲν τῆς τρίτης τάξεώς ἐστιν, ἥκιστα θερμότητος ἐπιφανοῦς μετέχουσα, λεπτομερὴς δʼ ἐστὶ καὶ ἄδηκτος. —Πεπέρεως ἡ μὲν ῥίζα κόστῳ μάλιστα κατὰ τὴν δύναμιν ἔοικεν· ὁ δὲ καρπὸς ὁ μὲν ἄρτι βλαστάνοντος αὐτοῦ τὸ μακρόν ἐστι πέπερι — διὸ καὶ ὑγρότερον ὑπάρχει τοῦ πεπείρου· ῥᾳδίως γοῦν τιτρᾶται —, ὁ δʼ οἷον ὄμφαξ τὸ λευκόν ἐστι πέπερι, δριμύτερον ὑπάρχον τοῦ μέλανος· ἐκεῖνο γὰρ οἷον ὑπερωπτημένον ἐστὶν ἤδη καὶ ὑπερεξηρασμένον. ἀμφότερα δʼ ἰσχυρῶς ξηραίνει τε καὶ θερμαίνει. τὸ δὲ μακρὸν πανούργως κατασκευαζόμενον ἐλέγξεις ἐν ὕδατι διαβρέχων· λύεται μὲν γὰρ τὸ σκευασθέν, ἄλυτον δὲ μένει τὸ αὐτοφυές. ἔστι δέ τις αὐτῷ καὶ βοτάνης ἐξάνθησις ἀπὸ τῆς ξένης κομιζομένη παραπλήσιος ἰδεῖν, οὐ μὴν τῇ γεύσει γε ἐοικυῖα· διὸ τηνικαῦτα καὶ ῥᾷστον αὐτήν ἐστι διακρῖναι μακροῦ πεπέρεως. —Περσέας τὰ φύλλα στυπτικῆς μετείληφε δυνάμεως. —Περικλυμένου ὁ καρπὸς καὶ τὰ φύλλα τέμνει καὶ θερμαίνει. —Περιστέριον δύναμιν ἔχει ξηραντικήν. —Πετασῖτις ἐκ τῆς τρίτης τάξεώς ἐστι τῶν ξηραινόντων. — Πετροσελίνου τὸ σπέρμα ὥσπερ ἐν τῇ γεύσει δριμὺ μετὰ πικρότητος, οὕτω καὶ τοῖς ἔργοις ἄφυσόν τέ ἐστι καὶ τῆς τρίτης τάξεως τῶν θερμαινόντων καὶ ξηραινόντων. —Πευκεδάνου ἡ ῥίζα καὶ ὁ ὀπὸς καὶ ὁ χυλὸς τῆς αὐτῆς τῷ εἴδει δυνάμεώς ἐστιν· ἰσχυρότερος δʼ αὐτῶν ὁ ὀπός, ἱκανῶς θερμαίνων καὶ διαφορῶν καὶ λεπτύνων καὶ τέμνων. — Πήγανον τὸ μὲν ἄγριον ἐκ τῆς τετάρτης ἐστὶν ἤδη τάξεως τῶν θερμαινόντων καὶ ξηραινόντων, τὸ δʼ ἥμερον ἐκ τῆς τρίτης. ἔστι δʼ οὐ μόνον δριμὺ γευομένῳ, ἀλλὰ καὶ πικρόν, ᾧ τέμνει τε καὶ διαφορεῖ· καὶ μὲν δὴ καὶ λεπτομερές ἐστι καὶ ἄφυσον. —Πίσσα ἡ μὲν ξηρὰ ξηραίνει καὶ θερμαίνει κατὰ τὴν δευτέραν ἀπόστασιν, πλέον δὲ ξηραίνειν πέφυκεν ἢ θερμαίνειν· ἡ δʼ ὑγρὰ τοὔμπαλιν θερμαίνει πλέον ἢ ξηραίνει· ἔχει δέ τι καὶ λεπτομερές. ἀλλὰ καὶ ῥυπτικὸν ἔχουσί τι καὶ συμπεπτικὸν καὶ διαφορητικόν, ὥσπερ γε καὶ ὑπόπικρον καὶ δριμύ. — Πισσέλαιον ὅμοιον μέν ἐστι τῷ γένει τῇ πίσσῃ, λεπτομερέστερον δέ. — Πιστακίου ὁ καρπὸς λεπτομερής ἐστι καὶ ὑπόπικρος ἀρωματίζων· ἐκφράττει γοῦν καὶ διακαθαίρει. —Πιτυΐδες μικτῆς εἰσι δυνάμεως, ὡς ἂν καὶ στύφουσαι καὶ δριμύτητά τινα κεκτημέναι μετὰ πικρότητος. — Πίτυος φλοιὸς ἐπικρατοῦσαν ἔχει τὴν στυπτικὴν δύναμιν, καὶ ὁ τῆς πεύκης δὲ φλοιὸς ὅμοιος μὲν αὐτῷ, μετριώτερος δὲ κατὰ τὴν δύναμιν· ἐν μέντοι τῷ κώνῳ ἰσχυροτέρα γε ἡ δύναμίς ἐστιν ἔν τε τῷ φλοιῷ καὶ τοῖς φύλλοις. —Πλάτανος ὑγροτέρας ἐστὶ καὶ ψυχροτέρας οὐσίας οὐ πολλῷ τινι τῶν συμμέτρων· ὁ δὲ φλοιὸς αὐτῆς καὶ τὰ σφαιρία ξηραντικωτέρας ἤδη δυνάμεώς ἐστιν. εἰσὶ δʼ οἳ καίοντες τὸν φλοιὸν ἀπεργάζονται φάρμακον. φυλάττεσθαι δὲ δεῖ τὸν ἐπὶ τοῖς φύλλοις τοῦ δένδρου χνοῦν· καὶ γὰρ τὴν ἀρτηρίαν εἰσπνευσθεὶς ἀδικεῖ καὶ κακοῖ τὴν φωνὴν καὶ τὴν ὄψιν καὶ τὴν ἀκοήν, ὀφθαλμοῖς καὶ ὠσὶν ἐμπεσών. —Πολύγονον ἔχει μέν τι καὶ στῦφον, ἐπικρατεῖ δʼ ἐν αὐτῷ τὸ ὑδατῶδες ψυχρόν, ὡς εἶναι κατὰ τὴν δευτέραν τάξιν συμπληρουμένην, ψῦχον δὲ καὶ ἀποκρουόμενον δοκεῖ ξηραντικὸν ὑπάρχειν. ἔστι δʼ εἰς ἅπαντα τὸ ἄρρεν τοῦ θήλεος ἰσχυρότερον. —Πολύγαλον αὐστηρὰ μετρίως ἔχει τὰ φύλλα· δοκεῖ δʼ ἐπικρατεῖν ἐν αὐτῷ τὸ ὑγρὸν καὶ θερμόν. —Πολυγόνατον μικτῆς ἐστι δυνάμεως· ἔχει γάρ τι καὶ στύψεως καὶ δριμύτητος καὶ πικρότητος καί τινος ἀηδίας ἀρρήτου· διὰ ταῦτα οὐδὲ πολύχρηστόν ἐστιν. —Πολεμώνιον — οἱ δὲ φιλεταίριον — λεπτομεροῦς δυνάμεώς ἐστι καὶ ξηραντικῆς. —Πόλιον πικρὸν γευομένοις ἐστὶ καὶ μετρίως δριμύ· ἐκφρακτικὸν τοιγαροῦν ἐστιν. —Πόλιον τὸ μικρόν, ᾧ καὶ εἰς τὰς ἀντιδότους χρώμεθα, πικρότερον καὶ δριμύτερόν ἐστι τοῦ μείζονος, ὡς ἐκ μὲν τῆς τρίτης τάξεως εἶναι τῶν ξηραινόντων, ἐκ δὲ τῆς δευτέρας τῶν θερμαινόντων συμπληρουμένης. —Πολύκνημον θερμαίνει καὶ ξηραίνει κατὰ τὴν δευτέραν τάξιν. —Ποταμογείτων στύφει καὶ ψύχει παραπλησίως πολυγόνῳ· παχυμερέστερος δʼ οὗτος. —Πολυπόδιον τὴν γλυκεῖαν ἅμα καὶ αὐστηρὰν ἐπικρατοῦσαν ἔχει ποιότητα, ὡς εἶναι δυνάμεως ξηραντικῆς ἱκανῶς ἀδήκτου. —Πράσιον πικρόν ἐστιν· διόπερ ἐκφράττει, ῥύπτει, διαφορεῖ, καὶ θείη ἄν τις αὐτὸ κατὰ μὲν τὴν θερμότητα τῆς δευτέρας που τάξεως ἤδη συμπληρουμένης, κατὰ δὲ τὴν ξηρότητα τῆς τρίτης. —Πρόπολις ῥυπτικῆς μέν ἐστιν οὐκ ἰσχυρᾶς δυνάμεως, ἑλκτικῆς δʼ ἱκανῶς ἰσχυρᾶς· ἔστι γὰρ λεπτομερὴς τὴν οὐσίαν, θερμαίνει δὲ κατὰ τὴν δευτέραν ἀπόστασιν ἤδη πληρουμένην. —Πταρμικῆς τὰ μὲν ἄνθη πταρμικῆς ἐστι δυνάμεως, τὸ δʼ ὅλον θαμνίον διαφορεῖ· ἔστι γὰρ ἡ κρᾶσις αὐτοῦ θερμὴ καὶ ξηρά, χλωροῦ μὲν ἔτι κατὰ τὴν δευτέραν που τάξιν, εἰ δὲ ξηρανθείη, κατὰ τὴν τρίτην. —Πτελέας τὰ φύλλα στυπτικὴν ἅμα καὶ ῥυπτικὴν ἐμφαίνει δύναμιν, ὁ δὲ φλοιὸς ἔτι μᾶλλον ὑπόπικρός τέ ἐστι καὶ στυπτικός. καὶ αἱ ῥίζαι δὲ τῆς αὐτῆς εἰσι δυνάμεως. —Πτέρις πικρὰ τυγχάνει, βραχύ τι στύψεως ἔχουσα· διὸ δυνάμεώς ἐστιν ἰσχυρῶς ξηραντικῆς, οὐ μέντοι δακνώδους. ὁμοίαν δʼ αὐτῇ καὶ ἡ θηλύπτερις δύναμιν ἔχει. —Πυκνοκόμου καὶ ἡ ῥίζα καὶ ὁ καρπὸς καὶ τὰ φύλλα διαφορητικῆς τέ ἐστι καὶ ἑλκτικῆς δυνάμεως, δριμέα ὄντα. —Πυρέθρου ἡ ῥίζα καυστικῆς ἐστι δυνάμεως. — Πυρὸς ἐκ τῆς πρώτης ἐστὶ τάξεως τῶν θερμαινόντων· οὐ μὴν οὔτε ξηραίνειν οὔτε ὑγραίνειν ἐπιφανῶς πέφυκεν· ἔχει δέ τι καὶ γλίσχρον καὶ ἐμφρακτικόν. τὸ δʼ ἐξ αὐτοῦ σκευαζόμενον ἄμυλον ψυχρότερόν τε καὶ ξηραντικώτερον αὐτοῦ γίνεται. καὶ τὸ ἐξ ἄρτου δὲ κατάπλασμα διαφορητικωτέρας ἐστὶ δυνάμεως ἤπερ τὸ ἐκ τῶν πυρῶν, ὡς ἂν καὶ ἁλῶν καὶ ζύμης προσειληφότος τοῦ ἄρτου· δυνάμεως γὰρ ἐπισπαστικῆς τε καὶ διαφορητικῆς τῶν ἐκ τοῦ βάθους ἐστὶν ἡ ζύμη.

`15.1:17.1–15.1:17.24`

Ῥάμνος ξηραίνει μὲν κατὰ τὴν δευτέραν ἀπόστασιν, ψύχει δὲ κατὰ τὴν πρώτην συμπληρουμένην. —Ῥαφανὶς θερμαίνει μὲν κατὰ τὴν τρίτην ἀπόστασιν, ξηραίνει δὲ κατὰ τὴν δευτέραν· ἡ δʼ ἀγρία δραστικωτέρα κατʼ ἄμφω. καὶ μὲν δὴ καὶ τὸ σπέρμα δραστικώτερον αὐτοῦ τοῦ φυτοῦ· διαφορητικὴ δʼ ἐστὶν ἐν αὐτοῖς ἡ δύναμις. —Ῥῆον μικτῆς ἐστι δυνάμεως· ἔχει μὲν γάρ τι καὶ γεῶδες ψυχρόν, ὡς ἡ στῦψις δηλοῖ· σύνεστι δέ τις αὐτῷ καὶ θερμότης· ὑπόθερμον γὰρ ἐπὶ πλέον μασωμένοις φαίνεται, μετέχει δὲ καὶ ἀερώδους τινὸς οὐσίας λεπτομεροῦς. —Ῥητῖναι πᾶσαι ξηραίνουσι καὶ θερμαίνουσι, διαφέρουσι δʼ ἀλλήλων τῷ τε πλέον ἢ ἔλαττον ἔχειν ἐν τῇ γεύσει δριμὺ καὶ τῇ δυνάμει θερμαῖνον, καὶ τῷ τὰς μὲν αὐτῶν ἧττον εἶναι λεπτομερεῖς, τὰς δὲ μᾶλλον, καὶ τῷ τὰς μὲν στύψεως μετέχειν, τὰς δʼ οὔ. προκέκριται δʼ εἰκότως ἐξ ἁπασῶν ἡ σχινίνη — μαστίχην δʼ αὐτὴν ὀνομάζουσιν· πρὸς γὰρ τῷ στύψεως ὀλίγης μετέχειν ἔτι καὶ τὸ ξηραίνειν ἀλύπως αὐτῇ πάρεστιν· ἥκιστα γὰρ δριμεῖα καὶ μάλιστα λεπτομερής. τῶν δʼ ἄλλων ἡ τερμινθίνη πρωτεύει, σαφῆ μὲν οὐχ ὁμοίως τῇ μαστίχῃ τὴν στῦψιν ἔχουσα, πικρότητα δέ τινα κεκτημένη, καὶ μᾶλλον τῆς μαστίχης διαφορεῖ· διὰ δὲ τὴν αὐτὴν ταύτην ποιότητα καὶ τὸ ῥύπτειν αὐτῷ πάρεστιν. καὶ μὲν δὴ καὶ τὰ κατὰ βάθους ἕλκει μᾶλλον τῶν ἄλλων ῥητινῶν, ὅτι καὶ λεπτομερὴς ἐκείνων μᾶλλόν ἐστιν. ἥ γέ τοι πευκίνη καὶ ταύτης ἔτι μᾶλλον ἡ στροβιλίνη δριμύτεραι μὲν αὐτῆς εἰσιν, οὐ μὴν οὔτε διαφοροῦσι μᾶλλον οὔτε ἐπισπῶνται. μέσαι δʼ αὐτῶν εἰσιν ἡ πιτυΐνη τε καὶ ἐλατίνη, δριμύτεραι μὲν οὖσαι τῆς τερμινθίνης, ἧττον δὲ δριμεῖαι τῆς πευκίνης τε καὶ στροβιλίνης. ἔχει δέ τι καὶ μαλακτικὸν ἡ τερμινθίνη, δευτέρα δʼ ἐστὶν ἐν τῷ μαλάττειν ἡ σχινίνη, καθάπερ ἡ κυπαρισσίνη δριμεῖα. —Ῥόδων ἡ δύναμις ἐξ ὑδατώδους θερμῆς ἀναμεμιγμένης δύο ποιότησιν ἑτέραις, τῇ τε στυφούσῃ καὶ τῇ πικρᾷ, σύγκειται. ἔστι δὲ τὸ ἄνθος αὐτῶν ἔτι καὶ μᾶλλον αὐτῶν τῶν ῥόδων ῥυπτικὸν καὶ διὰ τοῦτο ξηραντικόν. —Ῥοδία ῥίζα λεπτομεροῦς ἐστι καὶ διαφορητικῆς δυνάμεως, ἐν δὲ τῷ θερμαίνειν κατὰ τὴν τρίτην ἀπόστασιν ἀρχομένην. —Ῥοδοδάφνη κατὰ μὲν τὴν ὅλην οὐσίαν δηλητήριός ἐστι, κατὰ δὲ τὴν κρᾶσιν τῆς τρίτης μὲν τῶν θερμαινόντων τάξεως ἀρχομένης, τῆς πρώτης δὲ τῶν ξηραινόντων. —Ῥοὰ πᾶσα τῆς στυφούσης μετέχει ποιότητος, οὐ μὴν ἐπικρατούσης γε πάντως· ἔνιαι μὲν γὰρ αὐτῶν εἰσιν ὀξεῖαι, τινὲς δὲ γλυκεῖαι πλέον ἢ αὐστηραί. καὶ δὴ καὶ τὰς ὠφελείας ἑκάστης αὐτῶν κατὰ τὴν ἐπικρατοῦσαν ἀνάγκη γίνεσθαι ποιότητα. ἔστι δὲ τὰ μὲν γίγαρτα τοῦ χυλοῦ στυπτικώτερα, τούτων δὲ τὰ λέμματα — καλεῖται δὲ σίδια· παραπλησίας δʼ αὐτοῖς εἰσι δυνάμεως οἱ κύτινοι. —Ῥοῦς στύφει καὶ ξηραίνει· ὁ καρπὸς δʼ αὐτῆς μάλιστα καὶ ὁ χυλὸς εἰς χρείαν ἥκουσιν ἱκανῶς αὐστηρᾶς ὄντα ποιότητος. ξηραίνει μὲν οὖν ἐκ τῆς τρίτης τάξεως, ψύχει δʼ ἐκ τῆς δευτέρας. —Ῥύπος ὁ μὲν ἀπὸ τῶν ἀνδριάντων διαφορητικός ἐστι καὶ μαλακτικός, ἔχων τι καὶ δριμὺ διὰ τὸ προσειληφέναι τοῦ ἀπὸ τῶν ἀνδριάντων ἰοῦ. ὁ δʼ ἐν ταῖς παλαίστραις, ὃν ὀνομάζουσι πάτον, ἐκ διαφερόντων σύγκειται, ἐκ κόνεώς τε καὶ ἐλαίου καὶ ἀνθρώπου ῥύπου καὶ ἱδρῶτος. ἡ μὲν οὖν κόνις ἐμπλαστικόν τέ ἐστι καὶ ψυκτικὸν καὶ ἀποκρουστικόν, τὸ δʼ ἔλαιον μαλακτικόν, ὁ δʼ ἱδρὼς καὶ ὁ ῥύπος διαφορητικοί.

`15.1:18.1–15.1:18.73`

Σαγαπηνὸν ὀπός ἐστι θερμὸς καὶ λεπτομερὴς ὡσαύτως τοῖς ἄλλοις ὀποῖς· ἔχει δέ τι καὶ ῥυπτικόν. —Σαμψοῦχον λεπτομεροῦς ἐστι καὶ διαφορητικῆς δυνάμεως· ξηραίνει τε γὰρ καὶ θερμαίνει κατὰ τὴν τρίτην τάξιν. —Σαρκοκόλλα δάκρυον μικτὸν τὴν δύναμίν ἐστιν ἐξ ἐμπλαστικῆς τινος οὐσίας καὶ βραχείας πικρᾶς, ὅθεν ἀδήκτως ξηραίνει. — Σατύριον ὑγρόν ἐστι καὶ θερμὸν τὴν κρᾶσιν· διὸ καὶ γευομένοις φαίνεται γλυκύ· περιττωματικὴν μέντοι καὶ φυσώδη τὴν ὑγρότητα κέκτηται. ταῦτα δὲ καὶ ἡ ῥίζα τῆς βοτάνης δρᾶν πέφυκεν. —Σέλινον θερμὸν καὶ ἄφυσόν ἐστι, καὶ μᾶλλον τῆς πόας τὸ σπέρμα. καὶ τοῦ ὀρεοσελίνου δὲ καὶ τοῦ ἱπποσελίνου παραπλήσιος ἡ δύναμις· ἀσθενέστερον δὲ τὸ ἱπποσέλινον, ὥσπερ ἰσχυρότερον τὸ ὀρεοσέλινον. — Σέρις ὑπόπικρός ἐστι, καὶ μᾶλλον ἡ ἀγρία, ὅπερ πικρίδα καλοῦσι, τινὲς δὲ κιχόριον. ἔστι δʼ αὕτη μὲν ψυχρᾶς καὶ ξηρᾶς κράσεως κατὰ τὴν πρώτην ἀπόστασιν· ἡ δʼ ἥμερος ἐπὶ μᾶλλον μὲν ψύχει τῆς ἀγρίας, ἐπιμιξίᾳ δὲ πολλῆς ὀθνείας ὑγρότητος ἀπόλλυσι τὸ ξηραίνειν. ἀμφότεραι δὲ μετέχουσι τῆς στυφούσης ποιότητος, ὥσπερ καὶ ἡ χονδρίλη. — Σέριφον παραπλήσιον μέν ἐστι τῷ ἀψινθίῳ· διαλλάττει δʼ ὅμως τῷ μήτε ὁμοίως ἐκείνῳ στύφειν καὶ μᾶλλον θερμαίνειν τε καὶ πικράζειν μετά τινος ἁλυκότητος κακοστόμαχόν τε εἶναι. καὶ δὴ καὶ θερμαίνει μὲν ἐκ τῆς δευτέρας τάξεως ἐπιτεταμένης, ξηραίνει δʼ ἐκ τῆς τρίτης. — Σεσέλεως καὶ ἡ ῥίζα μέν, ἔτι δὲ μᾶλλον ὁ καρπὸς τῶν θερμαινόντων ἐστὶ μετὰ τοῦ λεπτομερὴς ὑπάρχειν. —Σήσαμον ἐμπλαστικόν τέ ἐστιν ἅμα καὶ μαλακτικὸν καὶ μετρίως θερμόν. τῆς δʼ αὐτῆς δυνάμεώς ἐστι καὶ τὸ ἔλαιον τὸ ἐξ αὐτοῦ. —Σησαμοειδὲς τὸ μέγα, ὅπερ καὶ Ἀντικυραϊκὸς ἐλλέβορος ὠνόμασται διὰ τὸ καθαίρειν αὐτοῦ τὸ σπέρμα παραπλησίως ἐλλεβόρῳ, τοῦτο καὶ τῇ ἄλλῃ δυνάμει παραπλήσιόν ἐστιν ἐλλεβόρῳ. καὶ μέντοι καὶ κατὰ τὸ ῥύπτειν τε καὶ θερμαίνειν καὶ ξηραίνειν ὅμοιον ἐκείνῳ τὴν δύναμίν ἐστιν. —Σησαμοειδοῦς τοῦ λευκοῦ τὸ σπέρμα μετέχει μέν τινος καὶ δριμείας ποιότητος, πικρὸν δʼ ἱκανῶς ἐστιν· θερμαίνει τοιγαροῦν καὶ ῥήσσει καὶ ῥύπτει. —Σιδηρῖτις ἔχει μέν τι καὶ ῥυπτικόν, ἀλλὰ τό γε πλέον αὐτῆς ὑγρόν τέ ἐστι καὶ ψυχρὸν μετρίως· ὀλίγης δέ τινος μετείληφε στύψεως. καλοῦσι δέ τινες καὶ τὴν ἀχίλλειον σιδηρῖτιν· πλεονεκτεῖ δὲ τῇ στύψει τῆς προειρημένης. — Σίκυος ὁ ἐδώδιμος ὁ μὲν ἤδη πέπων λεπτομερεστέρας οὐσίας ἐστίν, ὁ δὲ μὴ τοιοῦτος παχυμερεστέρας. οὐ μὴν ἀλλὰ καὶ ῥυπτικῆς τε καὶ τμητικῆς μετειλήφασι δυνάμεως· κρατεῖ δʼ ἐν αὐτοῖς ἡ ὑγρὰ καὶ ψυχρὰ κρᾶσις, ὡς ἐν τῇ δευτέρᾳ τάξει τίθεσθαι. εἰ μέντοι τὸ σπέρμα ξηράνειέ τις ἢ τὴν ῥίζαν, τῆς ξηραινούσης ἤδη κατὰ τὴν πρώτην πεπληρωμένην γίνεται. ἔστι δὲ καὶ τὸ ῥυπτικὸν ἐν τούτοις πλέον ἢ ἐν τῇ σαρκὶ τοῦ καρποῦ. —Σικύου ἀγρίου τοῦ καρποῦ ὁ χυλός, ὃν ἐλατήριον ὀνομάζουσιν, ἄκρως πικρόν ἐστι καὶ λεπτομερές, ἐπʼ ὀλίγον δὲ θερμόν, ὡς ἐκ τῆς δευτέρας τάξεως εἶναι· καὶ διαφορητικὸν δʼ ἐστίν. τῆς ῥίζης δʼ ὁ χυλός, ὥσπερ γε καὶ ὁ τῶν φύλλων, ὅμοιοι μὲν ἐλατηρίῳ τὴν δύναμιν, ἀσθενέστεροι δέ. καὶ αὐτὴ δʼ ἡ ῥίζα παραπλησίας ἐστὶ δυνάμεως· καὶ γὰρ ῥύπτει καὶ διαφορεῖ καὶ μαλάττει· ξηραντικώτερος δʼ αὐτῆς ὁ φλοιός. —Σιλφίου θερμότατος μέν ἐστιν ὁ ὀπός, οὐ μὴν ἀλλὰ καὶ τὰ φύλλα καὶ ὁ καρπὸς καὶ ὁ καυλὸς καὶ ἡ ῥίζα θερμαίνει γενναίως· ἔστι δὲ φυσωδεστέρας οὐσίας ἅπαντα· ἔξωθεν δʼ ἐπιτιθέμενα δραστηριωδέστερα, καὶ μάλιστα ὁ ὀπός, ἑλκτικῆς ἱκανῶς ὑπάρχων δυνάμεως. καὶ μὲν δὴ καὶ καθαιρετικὸν καὶ ἀποτηκτικόν τι ἔχει. — Σίνων θερμὸς καὶ ὑπόπικρός ἐστι καὶ ἐκφρακτικός. —Σίον θερμαίνει καὶ διαφορεῖ. —Σισάρου ἡ ῥίζα θερμαίνει κατὰ τὴν δευτέραν τάξιν· ἔχει δέ τι πικρότητος καὶ στύψεως. —Σισύμβριον λεπτομεροῦς, διαφορητικῆς, θερμαινούσης καὶ ξηραινούσης κατὰ τὴν τρίτην τάξιν ἐστὶ δυνάμεως· τὸ σπέρμα δʼ αὐτοῦ λεπτομεροῦς καὶ θερμῆς ἐστι δυνάμεως. —Σισύμβριον, ὅπερ καὶ καρδαμίνην ὀνομάζουσιν, ὅταν μὲν ξηρὸν ᾖ, τῆς τρίτης ἐστὶ τάξεως τῶν θερμαινόντων τε καὶ ξηραινόντων· ὅταν δὲ χλωρόν, τῆς δευτέρας. —Σκάνδιξ ὑπόδριμύ τε καὶ ὑπόπικρόν ἐστι καὶ τῷ θερμαίνειν καὶ ξηραίνειν δευτέρας τάξεως ἐπιτεταμένης. —Σκίλλα τμητικῆς ἱκανῶς ἐστι δυνάμεως, θερμαίνει δʼ ἐν δευτέρᾳ τάξει. —Σκολύμου ἡ ῥίζα θερμὴ μὲν κατὰ τὴν δευτέραν τάξιν ἐστὶν ἤδη συμπληρουμένην ἢ τρίτην ἀρχομένην, ξηρὰ δὲ κατὰ τὴν δευτέραν. —Σκόρδιον ἔχει τι πικρὸν καὶ στρυφνὸν καὶ δριμύ· διακαθαίρει τε οὖν ἅμα καὶ θερμαίνει τὰ σπλάγχνα. —Σκόροδον θερμαίνει καὶ ξηραίνει κατὰ τὴν τετάρτην ἀπόστασιν. τὸ δʼ ὀφιοσκόροδον ὀνομαζόμενον ἄγριόν ἐστι σκόροδον, ἰσχυρότερον ὂν τοῦ ἡμέρου. — Σκοροδόπρασον ὥσπερ ἐν τῇ γεύσει τε καὶ τῇ ὀσμῇ μικτὴν ἐκ σκορόδου τε καὶ πράσου κέκτηται ποιότητα, κατὰ τὸν αὐτὸν τρόπον κἀν τῇ δυνάμει. —Σκορπιοειδὲς θερμαίνει μὲν κατὰ τὴν τρίτην τάξιν, ξηραίνει δὲ κατὰ τὴν δευτέραν. —Σμῖλαξ δένδρον ἐστὶ δηλητηρίου δυνάμεως. — Σμύρνα τῆς δευτέρας ἐστὶ τάξεως τῶν θερμαινόντων τε καὶ ξηραινόντων, μετέχει δὲ καὶ πικρότητος οὐκ ὀλίγης· ἔστι δʼ αὐτῇ καὶ τὸ ῥυπτικόν. —Σμύρνα Βοιωτικὴ δύναμιν ἔχει θερμαντικήν, μαλακτικήν, διαχυτικήν. —Σμύρνιον θερμὸν καὶ ξηρόν ἐστι κατὰ τὴν τρίτην τάξιν. — Σόγκος ἐξ ὑδατώδους σύγκειται καὶ γεώδους οὐσίας, ἀμφοῖν ἀτρέμα ψυχρῶν· καὶ γὰρ στύψεώς τι μετέχει καὶ σαφῶς ἐμψύχει. ἐπειδὰν δὲ τελέως ξηρανθῇ, γεώδης ἡ κρᾶσις αὐτοῦ γίνεται, μετρίως θερμότητος ἔχουσα. —Σπαργάνιον ξηραντικῆς δυνάμεώς ἐστιν. —Σπάρτου, ᾧ τὰς ἀμπέλους δεσμοῦσιν, ὅ τε καρπὸς καὶ ὁ τῶν ῥάβδων χυλὸς ἑλκτικῆς οὐκ ἀγεννῶς ἐστι δυνάμεως. —Στάχυς, ὁ παραπλήσιος τῷ πρασίῳ θάμνος, δριμύς τέ ἐστι καὶ πικρός, τῆς τρίτης τάξεως ὑπάρχων τῶν θερμαινόντων. —Στοιβῆς ὁ καρπὸς καὶ τὰ φύλλα στυπτικὴν ἔχει δύναμιν ἄδηκτον· ἔστι δὲ κἀν τῷ ξηραίνειν κατὰ τὴν τρίτην που τάξιν ἀρχομένην. —Στοιχάδος πικρά τέ ἐστιν ἡ ποιότης καὶ ὑποστύφουσα μετρίως· ἡ δὲ κρᾶσις σύμμετρος ἔκ τε ψυχρᾶς γεώδους οὐσίας ὀλίγης, ἀφʼ ἧς στύφει, καὶ λελεπτυσμένης ἑτέρας γεώδους πλείονος, ἀφʼ ἧς πικράζει· διὰ δὲ τὴν ἀμφοτέρων σύνοδον ἐκφράττει, λεπτύνει καὶ ἀπορρύπτει καὶ ῥώννυσιν. —Στρατιώτης ὁ μὲν ἔνυδρος ὑγρὸς καὶ ψυχρὸς τὴν δύναμιν, ὁ δὲ χερσαῖος ἔχει τι στύψεως. — Στρουθίου ἡ ῥίζα δριμεῖα μέν ἐστι κατὰ τὴν γεῦσιν, θερμὴ δὲ καὶ ξηρὰ κατὰ τὴν κρᾶσιν ἐκ τῆς τετάρτης ἤδη που τάξεως· ἔστι δὲ καὶ ῥυπτική. —Στύραξ θερμαίνει καὶ ξηραίνει, μαλάττει, συμπέττει· ἡ δὲ λιγνὺς καυθέντος αὐτοῦ παραπλησία πώς ἐστι τῇ τοῦ λιβανωτοῦ. — Σῦκα τὰ μὲν ξηρὰ θερμὰ τὴν δύναμίν ἐστι κατὰ τὴν πρώτην που τάξιν ἤδη συμπληρουμένην· ἔχει δέ τι καὶ λεπτομερές. αἱ μὲν οὖν λιπαρώτεραι τῶν ἰσχάδων πέττειν μᾶλλον πεφύκασιν, αἱ δὲ δριμύτεραι ῥύπτειν τε καὶ διαφορεῖν. τὸ δʼ ἐπὶ πλεῖστον αὐτῶν συνεψηθεισῶν ἐν ὕδατι γινόμενον ὅμοιόν ἐστιν οὐ τὴν σύστασιν μόνον, ἀλλὰ καὶ τὴν δύναμιν μέλιτι. τὰ δὲ τῶν ἐρινεῶν σῦκα δριμείας ἐστὶ καὶ διαφορητικῆς δυνάμεως· οὕτως δὲ κἀκ τῶν ἡμέρων οἱ ὄλυνθοι. —Συκῆ θερμῆς καὶ λεπτομεροῦς ἐστι κράσεως, ὅ τε ὀπὸς αὐτῆς καὶ τῶν φύλλων ὁ χυλός. ὁ δὲ τῆς ἀγρίας συκῆς ὀπός τε καὶ χυλὸς ἰσχυρότερος, καὶ αἱ κράδαι δʼ αὐτῆς οὕτως εἰσὶ θερμαὶ καὶ λεπτομερεῖς, ὥστε καὶ τοῖς βοείοις κρέασι τοῖς σκληροῖς ἐπεμβαλλόμεναι τακερὰ ποιοῦσιν αὐτά. —Σύμφυτον πετραῖον ἔχει μέν τι καὶ τμητικόν, ἔχει δέ τι καὶ συνακτικόν, καὶ τρίτην ἐπʼ αὐτοῖς ὑγρότητά τινα θερμὴν οὐκ ἀμέτρως, διʼ ἣν καὶ γλυκὺ φαίνεται καὶ ἡδὺ πρὸς τὴν ὄσφρησιν, ἄδιψόν τέ ἐστι διαμασωμένοις. διαφορεῖν οὖν ἱκανόν ἐστι καὶ συνάγειν καὶ σφίγγειν. —Σύμφυτον ἕτερον τὸ μέγα παραπλησίας ἐστὶ τῷ προειρημένῳ δυνάμεως· οὐ μὴν γλυκὺ γευομένοις οὐδʼ εὐῶδες· καθʼ ὅσον δὲ γλίσχρον τι καὶ κνησμῶδες ἔχει, σκίλλῃ παραπλήσιον ὑπάρχει. χρῶνται δʼ αὐτῷ πρὸς ὅσα τῷ προειρημένῳ. —Σφονδυλίου ὁ καρπὸς καὶ ἡ ῥίζα δριμείας ἐστὶ καὶ τμητικῆς δυνάμεως. —Σχῖνος ἐξ ὑδατώδους οὐσίας ἀτρέμα θερμῆς καὶ γεώδους ψυχρᾶς οὐ πολλῆς σύγκειται, διʼ ἣν καὶ στύφει μετρίως. ξηραίνει μὲν οὖν κατὰ τὴν δευτέραν τάξιν ἤδη συμπληρουμένην, ἐν δὲ τῇ κατὰ θερμότητα καὶ ψυχρότητα διαφορᾷ μέσος πώς ἐστιν· ὁμοίαν δʼ ἐν πᾶσιν ἔχει τοῖς ἑαυτοῦ μέρεσι τὴν στῦψιν, ἐν ῥίζαις, ἐν κλάδοις, ἐν ἀκρέμοσιν, ἐν βλαστοῖς, ἐν φύλλοις, ἐν καρπῷ καὶ φλοιῷ. καὶ ὁ χυλὸς δʼ ὁ ἐκ τῶν φύλλων ὅμοιός ἐστι τῇ κράσει, στύφων μετρίως. —Σχοίνου ἄνθος θερμαίνει μετρίως καὶ στύφει μετριώτερον καὶ τῆς λεπτομεροῦς φύσεως οὐκ ἀπήλλακται· ἔστι δʼ αὐτοῦ στυπτικωτέρα μὲν ἡ ῥίζα, τὸ δὲ καλούμενον ἄνθος θερμότερον. —Σχοίνου λείας ἡ μὲν ὀξύσχοινος, ἡ δʼ ὁλόσχοινος· ὁ καρπὸς δὲ τῆς μὲν ὁλοσχοίνου ὑπνωτικός, καὶ τῆς ὀξυσχοίνου δʼ ἡ τὸν καρπὸν ἔχουσα ὑπνώδης, ἀλλʼ ἧττον. ἡ κρᾶσις δʼ αὐτῶν ἐστιν ἐκ γεώδους οὐσίας ἀτρέμα ψυχρᾶς καὶ ὑδατώδους ἀτρέμα θερμῆς.

`15.1:19.1–15.1:19.28`

Τερμίνθου ὁ φλοιὸς καὶ τὰ φύλλα καὶ ὁ καρπὸς ἔχουσί τι στυπτικόν, ἀλλὰ καὶ θερμαίνουσι κατὰ τὴν δευτέραν τάξιν, ὥστε ἤδη δῆλον ὅτι καὶ ξηραίνουσι, πρόσφατοι μὲν ὑπάρχοντες ἔτι καὶ ὑγροὶ μετρίως, ξηρανθέντες δὲ κατὰ τὴν δευτέραν τάξιν. ὁ δὲ καρπὸς ξηρὸς ἐγγὺς τῆς τρίτης ἐστὶ τάξεως τῶν ξηραινόντων. —Τεῦτλον λιτρώδους τινὸς μετείληφε δυνάμεως, ᾗ καὶ ῥύπτει καὶ διαφορεῖ· ἰσχυρότερον δʼ εἰς ταῦτα τὸ λευκὸν τεῦτλον, ὡς τό γε μέλαν ἔχει τι καὶ στύψεως, καὶ μᾶλλον ἡ ῥίζα. —Τεύκριος τμητικῆς καὶ λεπτομεροῦς ἐστι δυνάμεως, καὶ θείη ἄν τις αὐτὴν ἐν τῇ δευτέρᾳ τάξει τῶν θερμαινόντων, ἐν τῇ τρίτῃ δὲ τῶν ξηραινόντων. —Τέφρα τὸ μέν τι γεῶδες ἔχει, τὸ δʼ οἷον αἰθαλῶδες. ταυτὶ μὲν οὖν τὰ μόρια λεπτομερῆ τέ ἐστι καὶ βρεχομένης ὕδατι τῆς τέφρας καὶ διηθουμένης συναποφέρεται· ὅσον δʼ ὑπολείπεται γεῶδες, ἀσθενὲς καὶ ἄδηκτον γίνεται, τῇ κονίᾳ τὴν θερμὴν δύναμιν ἐναποτιθέμενον. οὐχ ἅπασα δὲ τέφρα τὴν αὐτὴν ἀκριβῶς ἔχει κρᾶσιν, ἀλλὰ κατὰ τὴν τῆς καυθείσης ὕλης διαφορὰν ὑπαλλάττεται. ἐκ μὲν δὴ τῶν στρυφνῶν ξύλων ἡ τέφρα στυπτικὸν οὐκ ὀλίγον ἔχει, ἐκ δὲ τῶν μὴ τοιούτων, οἷον ἡ συκίνη, τὸ ῥυπτικόν. ἔστι δὲ καὶ ἡ τίτανος εἶδός τι τέφρας, λεπτομερεστέρα μὲν οὖσα τῆς ἐκ τῶν ξύλων, πλυθεῖσα δὲ ξηραντικὸν ἀδήκτως γίνεται φάρμακον, καὶ μᾶλλον εἰ δὶς ἢ τρὶς πλυθείη. διαφορητικὴ δʼ ἱκανῶς γίνεται θαλάττῃ πλυθεῖσα. —Τηλέφιον ῥυπτικῆς ἐστι δυνάμεως καὶ θερμὴ μὲν τῆς πρώτης τάξεως, ξηρὰ δὲ τῆς δευτέρας ἐπιτεταμένης. —Τῆλις θερμὴ μὲν ἐκ τῆς δευτέρας ἐστὶ τάξεως, ξηρὰ δʼ ἐκ τῆς πρώτης. — Τιθύμαλλοι πάντες ἐπικρατοῦσαν μὲν ἔχουσι τὴν δριμεῖαν δύναμιν, τῆς τετάρτης τῶν θερμαινόντων ὄντες τάξεως, ὑπάρχει δʼ αὐτοῖς καὶ πικρότης. ἰσχυρότατος μὲν οὖν αὐτῶν ὁ ὀπός, ἐφεξῆς δʼ ὅ τε καρπὸς καὶ τὰ φύλλα· μετέχει δὲ καὶ ἡ ῥίζα τῶν εἰρημένων δυνάμεων, ἀλλʼ οὐκ ἐπίσης. ἑπτὰ δʼ ὄντων αὐτῶν, ἰσχυρότατος μὲν ὅ τε χαρακίας καὶ ὁ μυρσινίτης καὶ ὁ ἐν ταῖς πέτραις ὁ δενδροειδής, ἐφεξῆς δʼ ὅ τε τῇ φλόμῳ προσεοικὼς καὶ ὁ κυπαρισσίας, εἶθʼ οὕτως ὁ παράλιος, εἶθʼ ὁ ἡλιοσκόπιος. κατʼ ἀναλογίαν δὲ τῆς εἰρημένης αὐτῶν δυνάμεώς ἐστιν ἡ τέφρα καὶ ἡ ἀπʼ αὐτῆς κονία. —Τραγάκανθα παραπλησίαν ἔχει τῷ κόμμει δύναμιν, ἐμπλαστικήν τέ τινα καὶ δριμυτήτων ἀμβλυντικήν· καὶ δὴ καὶ ξηραίνει παραπλησίως ἐκείνῳ. —Τραγίου καὶ τὰ φύλλα καὶ ὁ καρπὸς καὶ τὸ δάκρυον ἑλκτικῆς τε καὶ διαφορητικῆς ἐστι δυνάμεως· ἔστι δὲ καὶ λεπτομερὲς καὶ θερμὸν ἐκ τῆς τρίτης ἤδη που τάξεως. τὸ δʼ ἕτερον τράγιον τὸ μικρότερον στυπτικῆς οὐκ ὀλίγης μετείληφε δυνάμεως. —Τρίβολος ἐξ οὐσίας ὑγρᾶς μετρίως ψυχρᾶς καὶ ξηρᾶς οὐ μετρίως καὶ ταύτης ψυχρᾶς συνέστηκεν· ἐπικρατεῖ δʼ ἐν μὲν τῷ χερσαίῳ τὸ γεῶδες ψυχρόν, ὅπερ δὴ καὶ στῦφον ἐδείξαμεν, ἐν δὲ τῷ ἐνύδρῳ τὸ ὑδατῶδες. τοῦ δὲ χερσαίου λεπτομερής ἐστιν ὁ καρπός. —Τριπολίου ἡ ῥίζα δριμεῖα καὶ θερμὴ κατὰ τὴν τρίτην ἀπόστασίν ἐστιν. —Τρίφυλλον ἢ ἀσφάλτιον τῆς τρίτης τάξεως κατὰ τὸ θερμαίνειν καὶ ξηραίνειν ἐστίν. —Τριχομανὲς ὅσαπερ καὶ ἀδίαντον δύναται. —Τρύχνον τὸ μὲν ἐδώδιμον στύφει καὶ ψύχει κατὰ τὴν δευτέραν ἀπόστασιν. τῶν δʼ ἄλλων τὸ μὲν ἁλικάκκαβον τὸ πυρρὸν ἔχον τὸν καρπὸν ἐοικότα ῥαγὶ σταφυλῆς κατὰ τὸ σχῆμα καὶ τὸ μέγεθος ἐν τῇ τῶν φύλλων δυνάμει παραπλήσιον ὑπάρχει τῷ κηπευομένῳ, οὐρητικὸν ἔχον τὸν καρπόν· τὸ δʼ ἕτερον τὸ θαμνῶδες τὸ ὑπνωτικὸν παραπλήσιόν ἐστι τῷ τοῦ μήκωνος ὀπῷ, ἀσθενέστερον δέ. τρίτον δʼ ἐστὶν ἐπʼ αὐτοῖς τὸ μανικόν, ἄχρηστον εἰς τὰς τῶν ἔνδον ἰάσεις· εἰ μὲν γὰρ 𐅻 δ ληφθεῖεν αὐτοῦ, θάνατον ἐπιφέρουσιν, εἰ δʼ ἐλάττους, μανίαν· ἄλυπος δʼ ἡ μία, πλὴν οὐδʼ αὐτὴ χρηστὸν ἔχουσά τι. τῆς ῥίζης δʼ ὁ φλοιὸς αὐτοῦ ἔξωθεν ἐπιτιθέμενος ξηραίνει κατὰ τὴν δευτέραν τάξιν συμπληρουμένην καὶ ψύχει κατὰ τὴν δευτέραν ἀρχομένην.

`15.1:20.1–15.1:20.9`

Ὑακίνθου ἡ ῥίζα τῆς πρώτης μὲν ἐν τῷ ξηραίνειν, τῆς δευτέρας δʼ ἐν τῷ ψύχειν ἤδη συμπληρουμένης τάξεώς ἐστιν· ὁ δὲ καρπὸς ἀτρέμα ῥύπτει καὶ στύφει, ξηραίνων κατὰ τὴν τρίτην τάξιν, θερμότητος δὲ καὶ ψύξεως ἐν τῷ μέσῳ καθεστηκώς. —Ὕδνα γεωδεστέραν οὐσίαν ἐπικρατοῦσαν κέκτηται, βραχέος τινὸς μεμιγμένου λεπτομεροῦς. — Ὑδροπέπερι θερμὸν μέν, ἀλλʼ οὐκ εἰς ὅσον πέπερι, καὶ διαφορεῖ. — Ὑοσκύαμος ὁ μὲν τὸ μέλαν ἔχων σπέρμα μανιώδης τε καὶ καρωτικὸς ὑπάρχει· πλησίον δʼ αὐτοῦ τὴν δύναμίν ἐστι καὶ οὗ τὸ σπέρμα μετρίως ξανθόν· φεύγειν δʼ ἀμφοτέρους ὡς ἀχρήστους τε καὶ δηλητηρίους. ἐπιτηδειότατος δὲ πρὸς τὰς ἰάσεις οὗ καὶ τὸ σπέρμα καὶ τὸ ἄνθος λευκόν, ἐκ τῆς τρίτης τάξεως ὑπάρχων τῶν ψυχόντων. —Ὑπερικὸν θερμαίνει καὶ ξηραίνει, λεπτομεροῦς οὐσίας ὑπάρχον. —Ὑπήκοον ἐκ τρίτης που τάξεώς ἐστι τῶν ψυχόντων, ὡς μήκωνος ὀλίγον ἀποδέον. — Ὑπογλώσσου ἥ τε ῥίζα καὶ ὁ χυλὸς μαλακτικῆς εἰσι δυνάμεως. — Ὕσσωπον θερμαίνει καὶ ξηραίνει κατὰ τὴν τρίτην τάξιν· ἔστι δὲ καὶ λεπτομερές.

`15.1:21.1–15.1:21.16`

Φακοὶ στύφουσι μὲν οὐκ ἰσχυρῶς, θερμότητος δὲ καὶ ψύξεως ἐν τῷ μέσῳ καθεστήκασι, καὶ μέντοι καὶ ξηραίνουσι κατὰ τὴν δευτέραν τάξιν. —Φακὸς ὁ ἐπὶ τῶν τελμάτων ὑγρᾶς καὶ ψυχρᾶς ἐστι κράσεως ἐκ τῆς δευτέρας που τάξεως. —Φαληρίδος ὁ χυλὸς καὶ τὸ σπέρμα καὶ τὰ φύλλα κέκτηταί τι λεπτομερὲς καὶ θερμόν. —Φαλαγγῖτις λεπτομεροῦς ἐστι δυνάμεως ξηραντικῆς. —Φλόμου τῆς τε λευκῆς τοῖς φύλλοις καὶ τῆς μελαίνης ἡ ῥίζα στρυφνὴ τυγχάνει τὰ δὲ φύλλα διαφορεῖ. οὕτω δὲ καὶ τὰ τῶν ἄλλων φύλλα ξηραντικῆς τε καὶ μετρίως ῥυπτικῆς ἐστι δυνάμεως. —Φοίνιξ τὸ δένδρον στυπτικῆς μετέχει δυνάμεως ἐν ἅπασι τοῖς ἑαυτοῦ μέρεσιν. ὁ μὲν οὖν τῶν κλάδων χυλὸς αὐστηρός ἐστιν, ἐξ ὑδατώδους χλιαρᾶς καὶ γεώδους ψυχρᾶς οὐσίας συγκείμενος· ὁμοίας δὲ τούτων φύσεώς ἐστι καὶ ὁ καλούμενος ἐγκέφαλος. ὁ δὲ καρπὸς αὐτοῦ, καὶ μάλιστα ὁ γλυκύς, οὐκ ὀλίγης μετείληφε θερμότητος, ἔξωθέν τε ἐπιτιθέμενος τονοῖ καὶ ξηραίνει καὶ συνάγει καὶ πιλεῖ καὶ πυκνοῖ. ὃ δὲ καλοῦσιν ἐλάτην, τὴν αὐτὴν τῷ κατʼ αὐτὸν ἐγκεφάλῳ δύναμιν ἔχει· τὸ δʼ οἷον ἴδιον ἀμφίεσμα αὐτοῦ στυπτικὴν μὲν καὶ αὐτὸ κέκτηται ποιότητα, ξηραίνει δʼ ἐπὶ πλέον ἁπάντων τῶν εἰρημένων. ἔστι δὲ καὶ ἡ ῥίζα τοῦ φυτοῦ ξηραντικῆς ἀδήκτως δυνάμεως, ἔχουσά τι καὶ αὐτὴ στύψεως. —Φόρμιον λεπτομεροῦς τε καὶ ἑλκτικῆς καὶ ῥυπτικῆς μετέχει δυνάμεως. —Φοῦ ἡ ῥίζα νάρδῳ παραπλησία τὴν δύναμίν ἐστιν, ἀλλʼ εἰς μὲν τὰ πλεῖστα καταδεεστέρα· προτρέπει δʼ οὖρα τῆς Ἰνδικῆς καὶ Συριακῆς μᾶλλον, ὁμοίως δὲ τῇ Κελτικῇ. —Φῦκος ὑγρὸν ἔτι καὶ χλωρὸν ψύχει καὶ ξηραίνει κατὰ τὴν δευτέραν τάξιν· ἔχει γάρ τι καὶ στῦφον μετρίως. —Φυλλῖτις στρυφνῆς ἐστι ποιότητος. —Φύλλον μαλαβάθρου παρῆλθεν εἰκότως· φησὶ γὰρ ὅτι νάρδῳ παραπλήσιόν ἐστι τὴν δύναμιν, περὶ ἧς ἤδη πρότερον εἴρηται.

`15.1:22.1–15.1:22.19`

Χαλβάνη μαλακτικῆς καὶ διαφορητικῆς ἐστι δυνάμεως, καὶ εἴη ἂν ἐν μὲν τῷ θερμαίνειν ἐκ τῆς τρίτης που τάξεως ἀρχομένης, ἐν δὲ τῷ ξηραίνειν ἐκ τῆς δευτέρας ἀρχομένης. —Χαμαίδρυς ἐπικρατοῦσαν ἔχει τὴν πικρὰν ποιότητα· ἔστι δὲ καὶ δριμεῖά πως καὶ τέμνει καὶ ἐκφράττει. θείη ἄν τις αὐτὴν ἐν τῇ τρίτῃ τάξει κατὰ τὸ ξηραίνειν καὶ θερμαίνειν, καὶ πλέον γε κατὰ τὸ θερμαίνειν ἢ ξηραίνειν. —Χαμαικίσσου ἄνθος πικρὸν ἱκανῶς ὑπάρχον ἐκφράττει τὰ καθʼ ἧπαρ. — Χαμαιλέα τὴν πικρὰν ἐπικρατοῦσαν ἔχει ποιότητα. —Χαμαιλεύκη θερμὴ τὴν δύναμίν ἐστι κατὰ τὴν τρίτην που τάξιν καὶ ξηρὰ κατὰ τὴν πρώτην. —Χαμαιλέοντος ἡ ῥίζα τοῦ μὲν μέλανος ἔχει τι δηλητήριον, ὅθεν ἔξωθεν ἡ χρῆσις αὐτῆς· ἔστι γὰρ ξηρὰ κατὰ τὴν τρίτην ἤδη που τάξιν, ἐν δὲ τῷ θερμαίνειν ἐκ τῆς δευτέρας συμπληρουμένης. ἡ δὲ τοῦ λευκοῦ ῥίζα ποιεῖ καὶ πρὸς τὰ ἐντός, κρᾶσιν ἔχουσα τὴν αὐτὴν τῷ μέλανι, πλὴν ὅσα πικροτέρα γε ἐκείνης ἐστίν. — Χαμαίμηλον ὅσον ἐπὶ λεπτομερείᾳ ῥόδῳ παραπλήσιον, ὅσον δʼ ἐπὶ θερμότητι, τῆς ἐλαίου μάλιστα δυνάμεως, οἰκείας τε καὶ συμμέτρου τῷ ζῴῳ· διὸ καὶ πόνοις ἀρωγόν ἐστιν, εἴπερ τι καὶ ἄλλο, καὶ ἀλγημάτων πραϋντικὸν ἀνίησί τε καὶ χαλᾷ τὰ τεταμένα καὶ μαλάττει τὰ μετρίως σκληρὰ καὶ ἀραιοῖ τὰ πεπυκνωμένα. καὶ πυρετῶν, ὁπόσοι χωρὶς σπλάγχνου φλεγμονῆς ἐνοχλοῦσι, λυτικὸν ὑπάρχει, καὶ τούτων μάλιστα τῶν ἐπὶ χολώδεσι χυμοῖς ἢ πυκνώσει δέρματος συνισταμένων. πυρετῶν οὖν, οἵων εἶπον, ἴαμά ἐστι τὸ χαμαίμηλον, καὶ τούτων ἤδη πεττομένων· ὀνίνησι μέντοι καλῶς καὶ τοὺς ἄλλους ἅπαντας, ὅσοι τε μελαγχολικοὶ καὶ ὅσοι φλεγματώδεις εἰσὶ καὶ σπλάγχνων φλεγμονῆς ἔκγονοι· καὶ γὰρ οὖν τούτων ἴαμα γενναιότατόν ἐστι χαμαίμηλον, ὅταν ἤδη πεττομένοις προσφέρηται· διὰ τοῦτο καὶ ὑποχονδρίοις εὐμενές, εἴπερ τι καὶ ἄλλο. καίτοι καὶ τὸ τοῦ λινοσπέρμου τοῖς καθʼ ὑποχόνδρια σπλάγχνοις εὐμενές, ἀλλʼ ἧττον χαμαιμήλου· καὶ γὰρ θερμὸν ἧττόν ἐστι καὶ πρὸς τούτῳ καὶ παχυμερὲς ὑπάρχει. εἰς μέντοι τὰς ἀναβάσεις καὶ αὐξήσεις τῶν φλεγμονῶν, καὶ μάλιστα τῶν προχείρων, ἄμεινον χαμαιμήλου τὸ ῥόδινον, ὅτι χλιαρᾶς δέονται θερμασίας καὶ βραχείας στύψεως. —Χαμαιπίτυς ἰσχυρότερον ἔχει τὸν πικρὸν χυμὸν τοῦ δριμέος· διακαθαίρει γοῦν καὶ ῥύπτει τὰ σπλάγχνα πλέον ἢ θερμαίνει· ἔστι δʼ ἐν μὲν τῷ ξηραίνειν τῆς τρίτης τάξεως, ἐν δὲ τῷ θερμαίνειν τῆς δευτέρας. —Χαμαισύκη ῥυπτικήν τε ἅμα καὶ δριμεῖαν ἔχει δύναμιν. —Χελιδόνιον ῥυπτικῆς ἰσχυρῶς ἐστι καὶ θερμῆς δυνάμεως ἐκ τῆς τρίτης τάξεως καὶ ξηρᾶς ὁμοίως. τὸ δὲ μικρότερον δριμύτερον ὑπάρχον τοῦ μείζονος ἑλκοῖ ταχέως τὸ δέρμα, ὥστε εἴη ἂν τῆς τετάρτης ἤδη που τάξεως τῶν θερμαινόντων ἀρχομένης. —Χονδρίλη· καὶ ταύτην ἔνιοι σέριν ὀνομάζουσιν· ἔστι γάρ πως τῆς αὐτῆς ἐκείνῃ δυνάμεως, πλὴν ὅσα πλέον ἔχει τὸ ὑπόπικρον, καὶ διὰ τοῦτο καὶ ξηραίνει μᾶλλον. —Χόνδρος τῆς ἐμπλαστικῆς ἐστι φύσεως καὶ συμπεπτικῆς παραπλησίως τῷ πυρῷ, πρὸς ὑποδοχὴν τῶν σφοδροτέρων φαρμάκων ὕλη τις ὤν. —Χρυσοκόμης ἢ χρυσίτιδος ἡ ῥίζα δριμεῖαν ἅμα καὶ στύφουσαν ἐπικρατούσας ἔχει ποιότητας· διὸ καὶ πολύχρηστός ἐστιν.

`15.1:23.1`

Ψυλλίου τὸ σπέρμα τῆς δευτέρας τάξεώς ἐστι τῶν ψυχόντων, κατὰ δὲ τὸ ξηραίνειν καὶ ὑγραίνειν τῆς μέσης.

`15.1:23.2`

—Ψευδοδίκταμνον παρῆλθεν εἰκότως· δικτάμνου γὰρ δύναμιν ἔχει, περὶ οὗ διείλεκται.

`15.1:24.1`

Ὤκιμον ἐκ τῆς δευτέρας μέν ἐστι τάξεως τῶν θερμαινόντων· ἔχει δʼ ὑγρότητα περιττωματικήν, ὅθεν οὐδὲ χρήσιμόν ἐστιν εἴσω τοῦ σώματος λαμβανόμενον, ἔξωθεν δὲ καταπλασσόμενον εἰς τὸ διαφορεῖν καὶ συμπέττειν ἐστὶ χρήσιμον.

`15.1:24.2`

—Ὠκιμοειδοῦς τὸ σπέρμα λεπτομεροῦς τε καὶ ξηραντικῆς ἀδήκτως ὑπάρχει δυνάμεως.

`15.1:25`

Περὶ τῶν τῆς γῆς διαφορῶν καὶ δυνάμεων.

`15.1:25.1–15.1:25.18`

Γῆ πᾶσα ξηραντικὴν ἔχει δύναμιν, καὶ ὅταν γε ἀκριβῶς ᾖ πυρώδους ἄμικτος οὐσίας, ἀδηκτότατα ξηραίνει· συντελεῖ δʼ εἰς τοῦτο αὐτῇ τὸ πεπλύσθαι. —Ἡ δὲ Σαμία γῆ ψυκτικὴν μετρίως ἔχει δύναμιν. — Ῥυπτικὴν δὲ δύναμιν ἔχει μετρίαν πάνυ Σελινουσία τε γῆ καὶ Χία καὶ χωρὶς θάλψεως ἢ ψύξεως ἐπιφανοῦς. —Ἡ δὲ Κιμωλία μικτῆς οὖσα δυνάμεως ἔχει μέν τι καὶ ψυκτικόν, ἔχει δέ τι καὶ διαφορητικὸν βραχύ· διὸ πλυθεῖσα μὲν ἀποτίθεται τοῦτο, χωρὶς δὲ τοῦ πλυθῆναι κατʼ ἀμφοτέρας ἐνεργεῖ τὰς δυνάμεις. παρὰ δὲ τὴν τῶν μιγνυμένων ὑγρῶν αὐτῇ δύναμιν ἐναργῶς ἐπιδείκνυται τῶν δυνάμεων ἑκατέραν· τοῖς μὲν γὰρ ἀποκρουομένοις καὶ ψύχουσι μιχθεῖσα τὸν γινόμενον ἐξ αὐτῆς τε κἀκείνων πηλὸν ἐργάζεται ψύχοντά τε καὶ ἀποκρουόμενον, τοῖς δὲ διαφορητικοῖς διαφοροῦντα. —Ἡ δʼ ἀμπελῖτις γῆ φαρμακωδεστέρα τυγχάνουσα ξηραίνει καὶ διαφορεῖ, τὸ ἄδηκτον καὶ παρηγορικὸν οὐκ ἔχουσα, καθάπερ ἡ Σαμία τε καὶ ἡ Χία καὶ ἡ Σελινουσία. —Καὶ ἡ Κιμωλία δὲ βραχὺ τούτων ἰσχυροτέρα τυγχάνουσα ἄδηκτός ἐστιν ἔτι, καὶ μάλιστα εἰ πλυθείη. —Καὶ ἡ Κρητικὴ δὲ γῆ παραπλησία πώς ἐστι ταύταις, ἀλλʼ ἱκανῶς ἀσθενὴς ὑπάρχει, πολὺ τὸ ἀερῶδες ἔχουσα· τὸ μέντοι ῥυπτικὸν ἔχει. —Τούτων δὲ πασῶν ἡ Λημνία δύναμιν ἰσχυροτέραν ἔχει· πρόσεστι γὰρ αὐτῇ τι καὶ στύψεως. —Ἡ δʼ Ἐρετριὰς ἔτι καὶ ταύτης ἰσχυροτέρα, οὐ μὴν ὥστε ἤδη δάκνειν· ἂν δὲ καὶ πλυθῇ, πάνυ μετρία γίνεται παραπλησίως ταῖς προειρημέναις. καὶ μέντοι καὶ καίουσιν αὐτὴν ἔνιοι ποιοῦντες λεπτομερεστέραν, ὡς ἐς τὴν διαφορητικὴν μεταπίπτειν δύναμιν. εἰ δὲ πλυθείη καυθεῖσα, ἀποτίθεται μὲν τὸ δριμύ, τὸ δʼ ἐκ τῆς ὀπτήσεως λεπτομερὲς ἔχουσα ξηραντικωτέρα γίνεται. —Ἔστι δὲ καὶ ἄλλη γῆ ἰπνῖτις ὀνομαζομένη, κατὰ μὲν τὴν ὅλην δύναμιν ἐοικυῖα τῇ Κιμωλίᾳ, κατὰ δὲ τὴν χρόαν μέλαινα ὁμοίως τῇ ἀμπελίτιδι. —Ἔστι δὲ καὶ ἄλλη τις ἐξ Ἀρμενίας τῆς ὁμόρου Καππαδοκίας γῆ ξηραντικωτάτη, τὴν χρόαν ὠχρά, εὐλειοτάτη καθάπερ ἡ τίτανος. ὀνομάζεται δὲ τῇ μὲν ἐκείνων φωνῇ ζάρινα, κατὰ δὲ τὴν Συρίαν ζάρναχα, τὸ δʼ ὄρος ἐν ᾧ γεννᾶται πόλεώς ἐστιν ὀνομαζομένης Βαγαουάνα, ὁ δʼ ἀγρὸς ἐν ᾧ τὸ ὄρος Ἀγάρρα. —Καὶ αὐτὴν μὲν οὖν τὴν ἄμικτον γῆν ἄλλῃ τινὶ τῶν ἑτερογενῶν οὐσιῶν ξηραντικῆς ἀδήκτως εἶναι δυνάμεως νομιστέον· ἐπεὶ δʼ ἀδύνατόν ἐστιν ἄμικτον εὑρεῖν ἀκριβῶς τι σῶμα, προσεπισκέπτεσθαι χρὴ τὴν μῖξιν ἐκ τῶν συμβεβηκότων αὐτῇ κατά τε τὰς ἐν κουφότητι καὶ βαρύτητι διαφορὰς καὶ τὰς ἐν τῇ γεύσει· στύψεως μὲν γάρ τινος ἔμφασιν ἔχουσα τοσοῦτον προσείληφε ψύξεως ὅσον καὶ στύψεως· εἰ δὲ δριμύτητος ἐμφαίνοιτό τι, τοσοῦτον ἕξει θερμότητος ὅσον δριμύτητος. ὡσαύτως δʼ ἐπὶ τῆς κούφης τε καὶ βαρείας σκοπεῖσθαι, τῆς μὲν κούφης τοιαύτης γινομένης, ὅταν ἀερώδους οὐσίας μετέχῃ δαψιλοῦς ἐν τῇ διʼ ὅλης ἑαυτῆς κράσει, τῆς δὲ βαρείας, ὅσῳπερ ἂν ᾖ μᾶλλον τοιαύτη, τοσούτῳ μᾶλλον εἰλικρινεστέρας γῆς ὑπαρχούσης. ἴδιον δὲ γῆς ἐστι τὸ μὴ χεῖσθαι πυρὶ πλησιάζουσαν, ἥτις εἰς πηλὸν λύεται ῥᾳδίως ὕδατι τεγγομένη.

`15.1:26`

Περὶ λίθων.

`15.1:26.1–15.1:26.28`

Ὁ μὲν αἱματίτης λίθος τοσοῦτον μετέχει ψύξεως ὅσον καὶ στύψεως· ὁ δὲ μελιτίτης συμμέτρου θερμότητος διὰ τὴν σύμμετρον γλυκύτητα· μέσην δʼ ἀμφοῖν κρᾶσιν ὁ γαλακτίτης ἔχει. —Τῷ δʼ αἱματίτῃ λίθῳ παραπλησίαν μέν, ἀσθενεστέραν δὲ δύναμιν ὁ σχιστὸς καλούμενος ἔχει. —Κοινοῦ δὲ τοῦ ξηραίνειν ὑπάρχοντος ἅπασι τοῖς λίθοις, ὅσοι μὲν αὐτῶν εἰς χυλὸν λυθέντες οὐδεμίαν ἐναργῆ κατὰ τὴν γεῦσιν ἔχουσι ποιότητα, τούτους μὲν ἡγητέον ἀσθενεστάτους καὶ ἀδηκτοτάτους, ὅσοι δὲ φαίνονται σαφῆ τινα ποιότητα κατὰ τὴν γεῦσιν ἐνδεικνύμενοι, τῆς ποιότητος ἀνάλογον ἔχειν τὴν ἰσχύν, εἰ μὲν στύφοιεν, εἰς τὸ καταστεῖλαι καὶ σφίγξαι καὶ πιλῆσαι καὶ συναγαγεῖν, εἰ δὲ δάκνοιεν, εἰς τὸ θερμῆναί τε καὶ διαφορῆσαι καὶ τῆξαι· μέσοι δʼ αὐτῶν εἰσιν οἱ ῥύπτοντες μόνον ἄνευ τοῦ στύφειν ἢ δάκνειν. ὁ μὲν οὖν αἱματίτης καὶ ὁ σχιστὸς καὶ ὁ γαλακτίτης ὅ τε μελιτίτης εἰς χυλὸν ἀναλύονται παρατριβόμενοι θυείαις καὶ ἀκόναις, ὄντων καὶ ἄλλων εἰς χυλὸν λυομένων λίθων, ὥσπερ καὶ οὗτος ὁ κατʼ Αἴγυπτον γεννώμενος, ᾧ χρῶνται στιλπνοῦντες τὰς ὀθόνας· ἔστι δʼ ἀποιότερος τῶν εἰρημένων, οὔτε στῦψιν οὔτε ῥύψιν οὔτε δῆξιν ἐμφαίνων, ὅθεν αὐτὸ δὴ τοῦτο μόνον ὑπάρχει τῷ λίθῳ τούτῳ τὸ ξηραίνειν. —Ἁπάντων δὲ τῶν εἰρημένων λίθων ἰσχυροτέραν ἔχει τὴν δύναμιν ὁ ἐκ τῆς Αἰθιοπίας κομιζόμενος ὑπόχλωρος ποσῶς, ὁ ἴασπις. οὗτος ὁ λίθος εἰς χυλὸν γαλακτώδη κατὰ τὴν χρόαν ἀνίεται, δακνώδης δʼ ὑπάρχει γευομένοις. — Ἔστι δὲ καὶ ἄλλος λίθος ἰσχυρὸς τὴν δύναμιν ἐν τῇ Παλαιστίνῃ Συρίᾳ γεννώμενος, Ἰουδαϊκὸς ὀνομαζόμενος. —Εἷς τῶν ἰσχυρὰν δύναμιν ἐχόντων ἐστὶ καὶ ὁ πυρίτης. καθόλου δʼ οἱ δριμεῖς χρήσιμοι πρὸς τὸ ῥύψαι τε καὶ ἀποσμῆξαι καὶ ἀφελεῖν λεπτῦναί τε καὶ διαφορῆσαι καὶ σφοδρῶς ξηρᾶναί τε καὶ τῆξαι. —Ταύτης τῆς δυνάμεως ἔχεται καὶ ὁ Φρύγιος· ξηραίνει γὰρ ἰσχυρῶς, ἔχων τι καὶ στύψεως ἅμα καὶ δήξεως. — Ἔστι δὲ καὶ ὁ ἀγήρατος καλούμενος λίθος μικτῆς δυνάμεως, στυπτικῆς καὶ διαφορητικῆς. —Τὸ δὲ τῆς Ἀσσίας πέτρας ἄνθος λεπτομερές ἐστιν, ὡς ἀδήκτως τὰς πλαδαρὰς σάρκας ἐκτήκειν. ὁμοίαν δʼ αὐτῷ δύναμιν ἔχουσα καὶ ἡ πέτρα, καθʼ ἣν γεννᾶται, τῷ σφοδρῷ τῆς ἐνεργείας ἀπολείπεται· πλεονεκτεῖ γὰρ αὐτῆς τὸ ἄνθος οὐ μόνον τῷ μᾶλλον ἐκτήκειν τε καὶ διαφορεῖν καὶ ταριχεύειν, ἀλλὰ καὶ τῷ χωρὶς δήξεως ἰσχυρᾶς ταῦτα ποιεῖν. ἔχει δέ τι καὶ ἁλμυρὸν ἐν τῇ γεύσει τουτὶ τὸ τῆς Ἀσσίας πέτρας ἄνθος, ὡς εἰκάσαι τὴν γένεσιν ἴσχειν αὐτό, δρόσου τινὸς ἐκ τῆς θαλάσσης ἐφιζανούσης τῇ πέτρᾳ κἄπειτα ξηραινομένης ὑπὸ τοῦ ἡλίου. —Τῶν λίθων δʼ ἐστὶ μία καὶ ἡ μαγνῆτίς τε καὶ Ἡρακλεία καλουμένη, παραπλησίαν ἔχουσα τῷ αἱματίτῃ τὴν δύναμιν. —Ὅ γε μὴν Ἀράβιος καλούμενος λίθος, ἐοικὼς ἐλέφαντι, ξηραντικῆς τε καὶ ῥυπτικῆς ἐστι δυνάμεως. —Καὶ ὁ ἀλαβαστρίτης καλούμενος λίθος εἰς χρείαν ἰατρικὴν ἔρχεται καυθείς. —Καὶ ἡ καλουμένη δὲ σμύρις ἱκανῶς ῥυπτικῆς ἐστι δυνάμεως. —Εἰ δὲ καὶ ἡ κίσηρις ἐν τοῖς λίθοις ἀριθμεῖται, καὶ αὕτη τῆς αὐτῆς ἐστι δυνάμεως ὅσον ἐπὶ τῷ ῥύπτειν, ὥσπερ γε τὸ ἐκ τῶν κεραμίδων ὄστρακον, ἔτι τε μᾶλλον αὐτοῦ τὸ ἐκ τῶν κλιβάνων· ἀλλʼ ἥ γε σμύρις ἔχει τι καὶ δριμύ, καὶ διὰ τοῦτό τινες αὐτὴν μιγνύουσι καυστικαῖς τε καὶ ξηραντικαῖς δυνάμεσιν. καυθεῖσα δὲ κίσηρις οὐκ ἀπολείπεται σμύρεως εἰς τὰς αὐτὰς χρείας. —Εἰσὶ δὲ καὶ οἱ ἐν τοῖς σπόγγοις εὑρισκόμενοι λίθοι θρυπτικῆς δυνάμεως οὐκ ἰσχυρᾶς, ὥσπερ καὶ οἱ ἐκ γῆς Καππαδοκίας, οὓς ἐν τῷ Ἀργαίῳ φασὶ γεννᾶσθαι. λύονται δʼ εἰς χυλὸν οὗτοι γαλακτώδη κατὰ τὴν χρόαν, ὥστε εὔδηλον ὅτι λεπτυντικῆς εἰσι δυνάμεως ἄνευ τοῦ θερμαίνειν ἐπιφανῶς. —Τὸν δʼ ὀστρακίτην ὀνομαζόμενον λίθον ἐπαινούντων ἀκούω τινῶν, ὡς ξηραντικὴν ἱκανῶς ἔχοντα δύναμιν ἐκ στύψεώς τε καὶ δριμύτητος ἐπιμεμιγμένων, ὥσπερ γε καὶ τὸν καλούμενον γεώδη ῥύπτειν. —Τό γε μὴν τῆς Ναξίας ἀκόνης ἀπότριμμα ψυκτικῆς ἐστι δυνάμεως. —Καὶ ὁ ὀφίτης δὲ καλούμενος λίθος ῥυπτικῆς τε καὶ θρυπτικῆς ἐστι δυνάμεως, ὥσπερ καὶ ἡ ὕαλος· ἱκανῶς γὰρ καὶ αὕτη θρύπτει πινομένη διʼ οἴνου λευκοῦ καὶ λεπτοῦ τοὺς ἐν κύστει λίθους. —Ἰδιότητα δέ τινες ἐνίοις λίθοις μαρτυροῦσι τοιαύτην οἵαν ὄντως ἔχει καὶ ὁ χλωρὸς ἴασπις, ὠφελῶν τόν τε στόμαχον καὶ τὸ τῆς γαστρὸς στόμα περιαπτόμενος. τούτου μὲν οὖν τοῦ λίθου κἀγὼ πεῖραν ἱκανὴν ἔχω, καὶ ὁρμάθιόν γέ τι ποιήσας ἐκ λιθιδίων τοιούτων ἐξῆπτον τοῦ τραχήλου σύμμετρον οὕτως ὡς ψαύειν τοὺς λίθους τοῦ στόματος τῆς γαστρός, ἐφαίνοντό τε ὠφελοῦντες σαφῶς. τὸν δʼ ὀφίτην λίθον ἀνὴρ ἀξιόπιστος ὄντως ἔφη τοὺς ἐχεοδήκτους ὠφελεῖν περιαπτόμενον.

`15.1:27`

Περὶ τῶν μεταλλικῶν.

`15.1:27.1–15.1:27.7`

Ἅλες οἵ τε ὀρυκτοὶ καὶ οἱ ἐκ τῆς θαλάσσης δύναμιν ἔχουσι παραπλησίαν ἀλλήλοις, μικτὴν ἐκ δυοῖν ποιοτήτων ῥυπτικῆς τε καὶ στυπτικῆς· ὅτι δʼ ἱκανῶς ἀμφότεραι ξηραίνουσι, δέδεικται σαφῶς πρόσθεν. διαφέρουσι δὲ τῷ μᾶλλον πεπιλῆσθαι τὴν οὐσίαν τῶν ἐκ τῆς γῆς ἁλῶν· διὸ καὶ τὸ παχυμερές τε καὶ τὸ στῦφον ἐν τούτοις μᾶλλόν ἐστιν. —Οἱ δὲ κεκαυμένοι τῶν ἁλῶν τὸ μὲν διαφορητικὸν μᾶλλον ἔχουσι τῶν ἀκαύστων, εἰς ὅσον αὐτῶν λεπτομερέστερον γίνεται τὸ σῶμα, οὐ μὴν ὁμοίως γε τοῖς ἀκαύστοις συνάγειν τε καὶ πιλεῖν τὴν στερεὰν οὐσίαν ἔτι δύνανται. —Ἀρμενιακὸν δύναμιν ἔχει ῥυπτικὴν ἅμα βραχείᾳ δριμύτητι καὶ στύψει βραχυτάτῃ. —Ἀρσενικὸν καυστικῆς ἐστι δυνάμεως, ἄκαυστόν τε καὶ κεκαυμένον· εὔδηλον δʼ ὅτι λεπτομερέστερον γίνεται καυθέν. —Ἀφρόλιτρον ἀφρονίτρου διαφέρει· λίτρου μὲν γὰρ ἀφρὸς ξηραντικόν ἐστι φάρμακον ἀλεύρῳ πυρίνῳ παραπλήσιος ὀφθῆναι· ἀφρόνιτρον δʼ οὐκ ἀλευρῶδες οὐδὲ διακεχυμένον, ἀλλὰ πεπηγός ἐστι καὶ συνεστός, ᾧ πάντες οἱ ῥυπῶντες ἐν τοῖς βαλανείοις χρῶνται, ῥυπτικὴν ἔχοντι δύναμιν καὶ διαφορητικήν. ὁ δʼ ἀφρὸς τοῦ λίτρου τῆς αὐτῆς μέν ἐστι φύσεως, λεπτομερεστέραν δʼ ἔχει τὴν οὐσίαν, ἐν τῷ μεταξὺ δὲ κατὰ τὴν δύναμίν ἐστι τὸ λίτρον ἀφρονίτρου τε καὶ ἁλῶν· ἀφρονίτρῳ μὲν γὰρ ἡ ῥυπτικὴ δύναμις ὑπάρχει μόνη, τοῖς δʼ ἁλσὶ καὶ ἡ στυπτική, τῷ λίτρῳ δʼ ἀμφότεραι μέν εἰσιν, ἀλλʼ ἐλαχίστη μὲν ἡ στυπτική, πολὺ πλείων δʼ ἡ ῥυπτική.

`15.1:27.8–15.1:27.9`

Γύψος πρὸς τῇ κοινῇ πάντων γεωδῶν τε καὶ λιθωδῶν σωμάτων δυνάμει, καθʼ ἣν ἐλέγετο ξηραίνειν, ἔτι καὶ τοῦτο προσείληφεν· ἐμπλαστικῆς ἐστι δυνάμεως. —Καυθεῖσα δὲ γύψος τὸ μὲν ἐμπλαστικὸν οὐχ ὁμοίως ἔχει, λεπτομερεστέρα δὲ καὶ ξηραντικωτέρα γίνεται, καὶ μέντοι καὶ ἀποκρουστική, καὶ μάλιστα ὅταν ὀξυκράτῳ δευθῇ.

`15.1:27.10`

Διφρυγὲς μικτῆς ἐστι ποιότητος καὶ δυνάμεως· ἔχει γάρ τι καὶ στῦφον ἐν ἑαυτῷ καὶ δριμὺ μετρίως.

`15.1:27.11`

Θεῖον ἅπαν ἑλκτικῆς ἐστι δυνάμεως, θερμὸν μὲν τῇ κράσει, λεπτομερὲς δὲ κατὰ τὴν οὐσίαν ὑπάρχον.

`15.1:27.12`

Ἰὸς δριμεῖαν ἔχει γευομένοις ποιότητα, διαφορητικός τε καὶ καθαιρετικὸς καὶ τηκτικὸς ὢν οὐχ ἁπαλῆς μόνον, ἀλλὰ καὶ σκληρᾶς σαρκός.

`15.1:27.13–15.1:27.17`

Καδμεία ξηραντικῆς τε καὶ βραχείας ἐστὶ ῥυπτικῆς δυνάμεως, ἐν δὲ τῇ κατὰ θερμότητα καὶ ψῦξιν διαφορᾷ σύμμετρός πώς ἐστιν. καὶ λεπτομερεστέρα δʼ ἡ βοτρυῗτις, παχυμερεστέρα δʼ ἡ πλακῖτις. — Κιννάβαρι δριμείας μετρίως δυνάμεώς ἐστιν· ἔχει δέ τι καὶ στύψεως. — Κίσηρις ἔχει τι ῥυπτικόν· ἡ δὲ κεκαυμένη λεπτομερεστέρα γίνεται, ἀλλʼ ἐν τῇ καύσει προσλαμβάνει τι δριμὺ καὶ ἀποτίθεται πάλιν αὐτὸ πλυνομένη. —Κύανος δριμείας ἐστὶ δυνάμεως, καθαιρετικῆς τε καὶ διαφορητικῆς πλείονος ἢ κατὰ τὸ κιννάβαρι· μετέχει δὲ καὶ στύψεως.

`15.1:27.18–15.1:27.25`

Λεπὶς ἡ μέν τίς ἐστι χαλκοῦ, ἡ δέ τις σιδήρου τε καὶ στομώματος, ὀνομάζουσι δέ τινα καὶ ἡλῖτιν λεπίδα. ξηραίνουσι μὲν οὖν ἰσχυρῶς ἅπασαι, διαφέρουσι δʼ ἀλλήλων αὐτῷ τε τῷ ξηραίνειν ἧττόν τε καὶ μᾶλλον καὶ τῷ λεπτομερεστέρας ἢ παχυμερεστέρας οὐσίας εἶναι καὶ τῷ στύψεως μετέχειν ἧττόν τε καὶ μᾶλλον. ἡ μὲν οὖν τοῦ χαλκοῦ λεπὶς ἐν τῷ ξηραίνειν πρωτεύει — καὶ γὰρ λεπτομερεστέρα τῶν ἄλλων ἐστί, προσειληφυῖά τι καὶ ἰοῦ· στύψεως δὲ πλείονος ἡ τοῦ σιδήρου μετέχει, καὶ ταύτης ἔτι μᾶλλον ἡ τοῦ στομώματος. καθαιρεῖ δὲ καὶ τήκει σάρκα μᾶλλον ἡ τοῦ χαλκοῦ, ταύτης δʼ ἔτι μᾶλλον ἡ ἡλῖτις. πᾶσαι δὲ λεπίδες δακνώδεις εἰσὶν οὐκ ἀγεννῶς, καὶ δῆλον ὡς ἡ τῆς οὐσίας αὐτῶν σύστασις οὐ πάνυ τι λεπτομερής ἐστιν, ἀλλὰ παχυμερὴς μᾶλλον· ἀδηκτότατον γὰρ ἀεὶ τῶν τὴν αὐτὴν δύναμιν ἐχόντων ἐστὶ τὸ λεπτομερέστερον. —Λιθάργυρος ξηραίνει μὲν ὥσπερ καὶ τὰ ἄλλα πάντα μεταλλικά, μετριώτατά γε μὴν τοῦτο ποιεῖ, καὶ κατὰ τὰς ἄλλας δὲ ποιότητας καὶ δυνάμεις ἐν τῷ μέσῳ πώς ἐστιν, οὔτε θερμαίνουσα σαφῶς οὔτε ψύχουσα καὶ τοῦ ῥύπτειν τε καὶ στύφειν μετρίως μετέχουσα. τῆς μέσης οὖν τάξεως εἰκότως ἂν ἐν τοῖς μεταλλικοῖς ὀνομάζοιτο· διὸ καὶ ὡς ὕλῃ χρώμεθα πολλάκις αὐτῇ, μιγνύντες τοῖς ἰσχυρὰν ἔχουσι δύναμιν, ἢ δάκνουσαν ἢ στύφουσαν ἢ ὁτιοῦν ἄλλο ποιοῦσαν. —Λίτρον ξηραίνει καὶ διαφορεῖ, καὶ εἰ ἔσω τοῦ σώματος ληφθείη, τέμνει καὶ λεπτύνει τοὺς παχεῖς χυμοὺς πολὺ μᾶλλον ἀφρολίτρου· μὴ μεγάλης δʼ ἀνάγκης οὔσης, οὐδὲ καταπίνει τις ἀφρόλιτρον κακοστόμαχον ὄν, ἐπεί τοι μᾶλλόν ἐστι λίτρου τμητικόν.

`15.1:27.26–15.1:27.33`

Μελαντηρία τῶν στυφόντων ἐστὶν ἱκανῶς φαρμάκων μετὰ τοῦ καὶ λεπτομερὴς εἶναι σχεδὸν ἁπάντων τῶν στυφόντων μάλιστα. — Μέλαν ᾧ γράφομεν· ἱκανῶς καὶ τοῦτο ξηραίνει. —Τὸ μίσυ καὶ τὸ σῶρι καὶ ἡ χαλκῖτις ὁμογενοῦς εἰσι δυνάμεως, διαφέροντα λεπτομερείᾳ τε καὶ παχυμερείᾳ· παχυμερέστατον γὰρ ἐν αὐτοῖς τὸ σῶρι, λεπτομερέστερον δὲ τὸ μίσυ, μέσην δʼ ἀμφοῖν δύναμιν ἡ χαλκῖτις ἔχει. καίοντα τὰ τρία καὶ τὰς καλουμένας ἐσχάρας ἐργαζόμενα μετέχει γε μήν, καίτοι καίοντα, στύψεως· ἧττον δʼ ἐν τῷ προσφέρεσθαι ταῖς γυμναῖς σαρξὶ δάκνει τὸ μίσυ τῆς χαλκίτιδος, καίτοι γε οὐχ ἧττον αὐτῆς ὂν θερμόν, ἀλλʼ ἐκ τῆς κατὰ τὴν οὐσίαν λεπτομερείας ἔχει τοῦτο. —Μολύβδαινα λιθαργύρῳ παραπλησίαν ἔχει δύναμιν, ἀποκεχωρηκυῖα βραχύ τι τῆς μέσης κράσεως ἐπὶ τὸ ψυχρότερον, ἀλλʼ οὐδὲ ῥυπτικῆς ἐστι δυνάμεως. —Μόλυβδος δυνάμεώς ἐστι στυπτικῆς καὶ ψυκτικῆς· ἔχει γὰρ οὐ μόνον ὑγρὰν οὐσίαν πολλὴν ὑπὸ ψύξεως πεπηγυῖαν, ἀλλὰ καὶ ἀερώδη, τῆς γεώδους ὀλίγης μετέχων. ὅτι μὲν οὖν ὑγρὰν οὐσίαν ἔχει πλείστην, σημεῖον τόδε ἐστίν· μόλυβδος μόνος ὧν ἴσμεν αὔξεται καὶ ὄγκῳ καὶ σταθμῷ κατατιθέμενος ἐν οἴκοις καταγείοις ἀέρα θολερὸν ἔχουσιν, ὡς εὐρῶτος πληροῦσθαι ταχέως τὰ κατʼ αὐτοὺς κείμενα. καὶ ὁ κεκαυμένος δὲ μόλυβδος, ὅταν πλυθῇ, ψυκτικῆς γίνεται δυνάμεως· πρὶν πλυθῆναι δὲ μικτῆς ἐστι δηλονότι.

`15.1:27.34`

Ὄστρακον ῥυπτικῆς τε καὶ ξηραντικῆς ἐστι δυνάμεως, μάλιστα δὲ τὸ ἐκ τῶν κλιβάνων τῷ κατωπτῆσθαι.

`15.1:27.35–15.1:27.36`

Πομφόλυξ φάρμακόν ἐστιν, εἰ πλυθείη, σχεδὸν ἁπάντων πρῶτον ὅσα ξηραίνειν ἀδήκτως πέφυκεν. ταύτην ἔχων τις οὐκ ἂν δεόντως σποδίῳ χρήσαιτο, μή τοί γε τῷ ἀντισποδίῳ.

`15.1:27.37–15.1:27.42`

Σανδαράκη καυστικῆς ἐστι δυνάμεως· εἰκότως οὖν ἔν τε ταῖς διαφορητικαῖς αὐτὴν μιγνύουσι καὶ ταῖς ῥυπτικαῖς. —Σάνδυξ ὁποίας ἐστὶ δυνάμεως, ἐν τῷ περὶ ψιμυθίου λόγῳ ῥηθήσεται. —Σκωρία πᾶσα ξηραντικὸν ἱκανῶς ἐστι φάρμακον, ἡ δὲ τοῦ σιδήρου μάλιστα. τὴν δὲ τοῦ ἀργύρου σκωρίαν ἰδίως προσαγορεύουσιν ἕλκυσμα, τῆς ξηραντικῆς δυνάμεως οὖσαν. —Στίμμι· πρὸς τῇ κοινῇ δυνάμει τῇ ξηραντικῇ καὶ στῦψιν ἔχει τὸ φάρμακον. —Στυπτηρία σφοδροτάτην ἔχει τὴν στῦψιν· παχυμεροῦς δʼ οὔσης αὐτῆς, λεπτομερεστέρα πώς ἐστι τῶν ἄλλων στυπτηριῶν ἡ σχιστὴ καλουμένη, μετʼ αὐτὴν δʼ ἡ στρογγύλη καὶ ἀστραγαλωτή· παχυμερὴς δʼ ἱκανῶς ἥ τε ὑγρὰ καὶ ἡ πλακῖτίς τε καὶ ἡ πλινθῖτις ὀνομαζομένη.

`15.1:27.43–15.1:27.44`

Τίτανος ἡ μὲν ἄσβεστος καίει σφοδρῶς ὡς ἐσχάραν ποιεῖν, ἡ σβεσθεῖσα δὲ παραχρῆμα μὲν ἐσχαροῖ, μεθʼ ἡμέραν δὲ μίαν ἢ δευτέραν ἧττόν τε καίει καὶ ἧττον ἐσχαροῖ, μετὰ δὲ χρόνον οὐδʼ ὅλως ἐσχάραν ἐργάζεται, θερμαίνει δʼ ἔτι καὶ διατήκει τὰς σάρκας. εἰ δὲ πλυθείη, τὴν μὲν δῆξιν ἐναποτίθεται τῷ ὕδατι καὶ ποιεῖ τὴν καλουμένην κονίαν· αὕτη δʼ ἀδήκτως ξηραίνει, καὶ εἰ δίς γε καὶ τρὶς καὶ πλεονάκις πλυθείη, τελέως ἄδηκτος γίνεται καὶ ξηραίνει γενναίως ἄνευ δήξεως.

`15.1:27.45–15.1:27.51`

Χάλκανθος· θαυμαστὸν ἐπὶ τούτου τοῦ φαρμάκου, πῶς ἰσχυροτάτῃ στύψει μέμικται θερμότης οὐκ ἀγεννής· δῆλον οὖν ὅτι ταριχεῦσαι μάλιστα πάντων δύναται τὰς ὑγρὰς σάρκας, ἐκδαπανῶσα μὲν τῇ θερμότητι τὴν ὑγρὰν σάρκα, τῇ στύψει δὲ συνάγουσα καὶ πιλοῦσα τὴν οὐσίαν. —Χαλκῖτις μεμιγμένας ἔχει τήν τε στυπτικὴν καὶ δριμεῖαν δύναμιν, ἐπικρατεῖ δʼ ἡ δριμεῖα σφοδρά τις οὖσα μέχρι τε τοῦ καίειν τὴν σάρκα καὶ τὴν καλουμένην ἐσχάραν ἐργάζεσθαι. καυθὲν δὲ τὸ φάρμακον δάκνει μὲν ἧττον, ξηραίνει δʼ οὐχ ἧττον, ἀποτίθεται δὲ καὶ τῆς στύψεως οὐκ ὀλίγον, ὥστε πάντῃ κρείττων ἐστὶν ἡ κεκαυμένη χαλκῖτις τῆς ἀκαύστου, λεπτομερεστέρα μὲν γινομένη, δριμύτητα δʼ οὐ προσλαμβάνουσα, καθάπερ ἄλλα πολλά. μεμάθηκας δὲ καὶ ὅτι πάντα τὰ κεκαυμένα πλυνόμενα μετριώτερα καὶ ἀδηκτότερα γίνεται. — Χαλκὸς κεκαυμένος ἔχει μέν τι καὶ δριμύ, καὶ στύψεως δὲ μετέχει. — Χαλκοῦ ἄνθος λεπτομερεστέρας ἐστὶ δυνάμεως τοῦ τε κεκαυμένου χαλκοῦ καὶ τῆς λεπίδος. —Χρυσοκόλλα· καὶ τοῦτο φάρμακον ἐκ τῶν τηκόντων σάρκας ἐστίν, οὐ μὴν ἰσχυρῶς γε δάκνει· διαφορητικὸν δʼ ἱκανῶς ἐστι καὶ ξηραντικόν.

`15.1:27.52–15.1:27.54`

Ψιμύθιον ἐμπλαστικόν τε καὶ ἐμψυκτικόν ἐστι, καιόμενον δʼ εἰς τὸν καλούμενον σάνδυκα μεταβάλλει, λεπτομερέστερον ἑαυτοῦ φάρμακον, οὐ μὴν ἤδη γέ πω θερμαῖνον. τὸ δέ γε φῦκος τὴν ψῦξιν τοῦ ψιμυθίου φυλάττον, λεπτομέρειαν προσείληφεν, ὡς δύνασθαι διʼ αὐτῆς εἰς τὸ βάθος καταδύεσθαι τῶν ὁμιλούντων σωμάτων τὴν δύναμιν αὐτοῦ. —Ψωρικὸν ξηραντικώτερόν τε ἅμα καὶ ἀδηκτότερόν ἐστι χαλκίτεως καὶ δηλονότι καὶ λεπτομερέστερον.

`15.2`

Ἐκ τῶν Γαληνοῦ· περὶ τῆς ἀπὸ τῶν ζῴων ὠφελείας.

`15.2.1–15.2.70`

Γάλα τὸ ὑγιεινότατον τὸ μήτε πικρότητος μήτε ὀξύτητος μήτε ἁλυκότητος μήτε δριμύτητος μήτε δυσωδίας μετέχον ἡδύ τε καὶ βραχεῖαν ἔχον γλυκύτητα πρὸς τὰ δριμέα καὶ δάκνοντα ῥεύματα συμφορώτατόν ἐστιν, οὐ μόνον ἀποπλῦνον αὐτά, ἀλλὰ καὶ περιπλαττόμενον τοῖς σώμασιν, ὡς μὴ γυμνοῖς αὐτοῖς προσπίπτειν τὸ ἐπιρρέον. σύγκειται γὰρ ἐκ τριῶν οὐσιῶν σύμπαν γάλα, ὀρώδους, τυρώδους, λιπαρᾶς. —Ὁ μὲν οὖν ὀρὸς ῥυπτικὴν ἔχει δύναμιν, ὅθεν περιρρύπτει τε καὶ περιπλύνει τὰς δριμύτητας ἀδήκτως· τὸ δὲ τυρῶδες καὶ παχὺ τοῦ γάλακτος ἐμπλάττεται καὶ κατὰ τοῦτο τὰς δριμύτητας ἀμβλύνει. τὸ δʼ ὅλον, ἁπλῶς ὡς εἰπεῖν, γάλα παρηγορικόν ἐστι φάρμακον, ἄδηκτον μὲν ἔχον καὶ τὴν ὅλην οὐσίαν, πολὺ δὲ μᾶλλον, ὅταν ἐκδαπανήσωμεν αὐτῆς ἑψήσει μετρίᾳ τὸ πλέον τῆς ὀρώδους ὑγρότητος. —Τῷ περὶ γάλακτος δὲ λόγῳ καὶ περὶ τοῦ τυροῦ προσθεῖναι χρή, διότι γάλα πεπηγός ἐστιν. οὐ μὴν οὐσία πᾶσα τοῦ γάλακτος πήγνυται κατὰ τοὺς τυρούς, ἀλλὰ τὸ παχὺ μόνον, ἀποκρινομένου καὶ χωριζομένου τοῦ λεπτοῦ καὶ ὀρώδους. ἀποκρουστικὴν μὲν οὖν ὁ μαλακός τε καὶ νεοπαγὴς τυρὸς ἔχει δύναμιν ἐμψύχων ἀτρέμα, ὁ δʼ ὀξυγαλάκτινος πρὸς ταύτῃ καὶ διαφορητικὴν ἐπικτᾶται βραχεῖαν. —Βούτυρον γίνεται μὲν ἐκ τοῦ λιπαρωτάτου κατὰ τὸ γάλα, .... φησι Διοσκουρίδης ἐκ τοῦ προβατείου, ἀλλὰ γίνεται καὶ ἐκ τοῦ βοείου, πεπτικῆς τέ ἐστι, δυνάμεως, ἔχον ὀλίγον τι τῆς διαφορητικῆς ἐπί γε τῶν μέσων κατὰ μαλακότητα καὶ σκληρότητα σωμάτων. — Πυτία πᾶσα δριμείας ἐστὶ καὶ λεπτυντικῆς καὶ διαφορητικῆς δυνάμεως, καὶ δηλονότι καὶ ξηραντικῆς· ἕπεται γὰρ τοῖς εἰρημένοις ἐξ ἀνάγκης τοῦτο. —Χολή· οὗτος ὁ χυμὸς ἀποδέδεικται θερμότατος εἶναι τῶν ἄλλων χυμῶν. ἐν μὲν οὖν τοῖς θερμοτάτοις ἀναγκαῖόν ἐστι καὶ τὴν χολὴν ὑπὲρ τὰς τῶν ἄλλων ζῴων εἶναι χολάς, ἐν δὲ τοῖς ἧττον ἐκείνων θερμοῖς ἀνάλογον ἀπολείπεσθαι κατὰ τὸν χυμὸν τοῦτον, ὅσον ἀπολείπεται καὶ τοῖς ἄλλοις. φαίνεται δʼ ἡ χολὴ τοῖς μὲν μᾶλλον θερμοῖς ζῴοις ξανθή, τοῖς δʼ ἧττον ὠχρά· μιγνυμένης γὰρ ὀρώδους ὑγρότητος τῇ ξανθῇ, τὴν ὠχρὰν συμβαίνει γίνεσθαι. καὶ ὅταν γε τὰ θερμὰ ζῷα πεινήσαντα τύχῃ καὶ διψήσαντα, πρὸς τὸ μέλαν ἐκτρέπεται χρῶμα, ποτὲ μὲν ἰῶδες ἔχουσα τοῦτο, ποτὲ δὲ κυανοῦν, ἐνίοτε δὲ τὸ τῆς ἰσάτιδος, ὅπερ ἐστὶ φαιότερον τοῦ τῆς κράμβης. πρόσεχε τοίνυν καὶ σὺ τῷ χρώματι τῆς χολῆς, ὅταν σκευάζῃς φάρμακον, ἐν ᾧ καὶ χολῆς τι περιέχεται. γίνωσκε τοίνυν, ἐὰν μὲν ξανθὴν ἱκανῶς ἐμβάλῃς χολὴν τῷ σκευαζομένῳ φαρμάκῳ, θερμότερον αὐτὸ ποιήσων· ἐὰν δʼ ὠχράν, μετρίως θερμόν. καί τινων ταύρων ἐθεασάμην χολὴν κυανῆν, ὑπεροπτηθείσης τῆς ξανθῆς, ἣν οὐκ ἠξίωσα βαλεῖν εἰς τὸ σκευαζόμενον φάρμακον, ἀλλʼ ἑτέρου ταύρου τὴν μετρίως ξανθὴν εἱλόμην· ὑπερεπεπονήκει γὰρ ὁ ταῦρος ἐκεῖνος βιαίως ἑλκόμενος καὶ θερμοτέραν ἐσχήκει τὴν κρᾶσιν. εἰσὶ δὲ καὶ αἱ τῶν πτηνῶν ζῴων χολαὶ πᾶσαι δριμύτεραι τε καὶ ξηραντικώτεραι τῶν ἐν τοῖς τετράποσι, τῶν δὲ πτηνῶν αὐτῶν αἵ τε τῶν ἀλεκτορίδων καὶ τῶν περδίκων ἀμείνους εἰς ἰατρικὴν χρείαν, αἱ δὲ τῶν ἱεράκων καὶ ἀετῶν δριμεῖαι δεινῶς εἰσι καὶ διαβρωτικαί· διὸ καὶ ἰώδεις φαίνονται κατὰ τὴν χρόαν, ἐνίοτε δὲ καὶ μέλαιναι. ταύτας οὖν αὐτῶν ἐπιστάμενος τὰς διαφοράς, ἐπιστάμενος δὲ καὶ τῶν παθῶν τίνα μὲν μᾶλλον δεῖται ξηραίνεσθαι, τίνα δʼ ἧττον, ἐὰν μιᾶς ἡστινοσοῦν χολῆς ἀπὸ τῶν ἔργων πειραθῇς, ἀπʼ ἐκείνης εἰς τὰς ἄλλας μεταβαίνειν δυνήσει κατὰ μέθοδον, ὥστε ἀεὶ τὴν ἁρμόττουσαν τῷ πάθει παραλαμβάνειν. —Ἱδρὼς τῆς ἁλμυρᾶς τε καὶ ἁλυκῆς ὀνομαζομένης μετέχει ποιότητος· πολλάκις δʼ αὐτῷ καὶ πικρότης συνεμφαίνεται. —Οὖρον θερμὸν μὲν πάντων τῶν ζῴων ἐστίν· ἧττον δὲ τὸ τῶν ψυχροτέρων. ἀνθρώπων δʼ οὖρον ἁπάντων τῶν ἄλλων σχεδὸν οὔρων ἐστὶν ἀσθενέστερον, ὅτι μὴ τῶν ἡμέρων ὑῶν, ὧν ἐκτέμνουσι τοὺς ὄρχεις· ἐκείνων γὰρ ἥ τε κρᾶσις ὅλου τοῦ σώματος ὁμοία τῇ τῶν ἀνθρώπων ἐστί, τό τε οὖρον ὡσαύτως ἀσθενές. ῥυπτικῆς δὲ δυνάμεως, εἴπερ τι καὶ ἄλλο, τὸ τῶν ἀνθρώπων ἐστὶν οὖρον, ὡς δηλοῦσι καὶ οἱ κναφεῖς, τὰ ῥυπαρὰ τῶν ἀμφιεσμάτων ἐκκαθαίροντές τε καὶ ἀπορρύπτοντες αὐτῷ. —Σίαλον ἀσθενέστερον μέν ἐστι τὸ τῶν ἐδηδοκότων καὶ πεπωκότων, ἰσχυρὸν δὲ καὶ δριμὺ τὸ τῶν ὑπερδιψησάντων καὶ ὑπερπεινησάντων. καθʼ ὅλην δὲ τὴν οὐσίαν τὸ πτύελον ἐναντιώτατόν ἐστι τοῖς ἀναιροῦσιν ἀνθρώπους θηρίοις· ἐθεασάμην γοῦν ἐπὶ τῷ σιάλῳ μόνῳ σκορπίον καταπτύσαντος καὶ ἀποθανόντα, καὶ τοῦτο αὐτὸ πάσχοντα ταχέως μὲν ἐπὶ τοῦ τῶν διψώντων τε καὶ πεινώντων πτυέλου, βραδέως δʼ ἐπὶ τῶν ἐμπεπλησμένων βρωμάτων τε καὶ πομάτων. —Κόπρος πᾶσα διαφορητικωτάτην ἔχει δύναμιν. τινὲς μὲν οὖν πάνυ συνεχῆ τὴν χρῆσιν ἔχουσι, τινὲς δὲ σπανιωτέραν. συνεχέστατα μὲν οὖν χρώμεθα ταῖς τῶν αἰγῶν κόπροις — σπύραθοι δʼ ἰδίως ὀνομάζονται —, δριμείας καὶ διαφορητικῆς οὖσαι δυνάμεως, ὡς καὶ τοῖς σκιρρουμένοις ὄγκοις ἁρμόττειν. καὶ μέντοι καὶ καυθεῖσα λεπτομερεστέρα μέν, οὐ μὴν δριμυτέρα γε σαφῶς γίνεται. ἔστι δʼ ἡ δύναμις αὐτῆς ἀκαύστου τε καὶ κεκαυμένης ῥυπτική τε καὶ διαφορητική, καὶ οὐδὲ βραχὺ τὸ διαφορητικὸν ἔχει. τὴν μὲν οὖν καθόλου καὶ κοινὴν δύναμιν ἁπάσαις εἶναι τὴν αὐτὴν ἀκούειν  <span class="gap">…</span> νω <span class="gap">…</span> ἐξηλλάχθαι δὲ κατὰ τὰς τῶν ζῴων κράσεις· τῶν μὲν γὰρ ξηροτέρων τῇ κράσει ζῴων καὶ ἡ κόπρος ἐστὶ ξηραντικωτέρα, καθάπερ γε καὶ τῶν θερμοτέρων θερμαντικωτέρα· ψύχει δʼ οὐδεμία, καθάπερ οὐδὲ ὑγραίνει. πολλὴ δʼ ἂν εἴη καὶ παρὰ τὴν τῶν ἐδηδεσμένων αὐτοῖς φύσιν ἡ διαφορά, καὶ διὰ τοῦτο ἐπʼ ἀνθρώπου μᾶλλον ἢ τῶν ἄλλων ζῴων μείζων ἐστίν, ὅτι ποικιλωτάταις τροφαῖς χρῆται τὸ ζῷον· τί γὰρ ὅμοιον ἔχει σκόροδά τε καὶ κρόμμυα φαγόντος ἢ κολοκύνθας, εἰ οὕτως ἔτυχεν; αἱ δὲ τῶν βοῶν κόπροι μετὰ τῆς ξηραντικῆς δυνάμεως ἔχουσι καὶ τὴν ἑλκτικήν. ἡ δὲ τῶν κροκοδείλων κόπρος καὶ ἡ τῶν ψάρων, ὅταν ὄρυζαν μόνην ἐσθίωσι, ῥυπτικὴν καὶ ξηραντικὴν ἔχουσι δύναμιν, μετρίαν μὲν ἑκατέρα, καὶ πολὺ μετριωτέραν καὶ ἀμυδροτέραν αἱ τῶν ψάρων. —Ῥύπος ὁ τῶν ἀνθρώπων ξηραντικῆς ἐστι δυνάμεως, ἔχων τι καὶ θερμότητος· ὅ γε μὴν ἐπιτρεφόμενος τοῖς τῶν προβάτων ἐρίοις ῥύπος, ἐξ οὗ τὸν καλούμενον οἴσυπον ποιοῦσι, πεπτικῆς ἐστι δυνάμεως παραπλησίως τῷ βουτύρῳ, βραχὺ δέ τι διαφορητικὸν ἔχει. —Σάρκες ἐχιδνῶν διαφορητικήν τε καὶ ξηραντικὴν ἱκανῶς ἔχουσι δύναμιν ἅμα τῷ θερμαίνειν μετρίως· ἐπείγεται δέ, ὡς ἔοικεν, ἡ δύναμις αὐτῶν ἐπὶ τὸ δέρμα, διὰ τούτου κενοῦσα τὰ κατὰ τὸ σῶμα περιττώματα. φθειρῶν τε γοῦν οὐκ ὀλίγον πλῆθος γεννᾶται τοῖς ἔχουσι κακοχυμίαν ἐν τοῖς σώμασι δαψιλῆ, καὶ τοῦ δέρματος ἀφίσταταί τε καὶ ἀποπίπτει καθάπερ τις λοπὸς ἡ ἐπιδερμὶς ὀνομαζομένη, καθʼ ἣν ἴσχονται μᾶλλον τῶν εἰς τὸ δέρμα φερομένων χυμῶν οἱ παχεῖς καὶ γεώδεις, ὑφʼ ὧν αἵ τε ψῶραι καὶ αἱ λέπραι καὶ ἐλεφαντιάσεις γίνονται. —Κοχλιῶν ἡ σὰρξ κοπεῖσα πρότερον ἐν ὅλμῳ καὶ μετὰ ταῦτα λειωθεῖσα ξηραντικωτάτη γίνεται πάντων τῶν ὑγρότητα περιττὴν ἐχόντων μορίων, ὥστε καὶ τοῖς ὑδερικοῖς ἁρμόττειν. —Πιμελῆς δὲ στέαρ διαφέρει τῷ πάχει· διὸ καὶ τοῖς γεωδεστέραν ἔχουσι τὴν ὅλην φύσιν ζῴοις τὸ στέαρ γίνεται, καθάπερ τοῖς ὑγροτέραν ἡ πιμελή. διὰ τοῦτο τοιγαροῦν ἡ μὲν πιμελὴ τήκεται ῥᾳδίως ὑπὸ τοῦ πυρός, οὐ ῥᾳδίως δὲ πήγνυται τακεῖσα, τὸ δὲ στέαρ οὔτε τήκεται ῥᾳδίως, κἂν τακῇ, πήγνυται τάχιστα καὶ φαίνεται πολὺ σκληρότερον τῆς πιμελῆς. ὗς μὲν οὖν εὐτροφῶν πιμελὴν πλείστην ἔχει διὰ τὴν φυσικὴν τῆς κράσεως ὑγρότητα, βόες δὲ καὶ αἶγες ὅσα τἄλλα κερασφόρα διὰ τὴν ξηρότητα τὸ στέαρ πλεῖστον γεννᾷ. σὺ δʼ εἰ βούλει, τὴν ἐλαιώδη καὶ λιπαρὰν οὐσίαν ἅπασαν ἐν τοῖς ζῴοις κάλει στέαρ ὥσπερ οἱ πλεῖστοι τῶν ἰατρῶν· ἔξεστι δέ σοι καὶ πιμελὴν ὁμοίως. ὑγρότατόν ἐστι τὸ στέαρ τῶν ὑῶν σχεδὸν ἁπάντων τῶν ἄλλων καὶ διὰ τοῦτο κατὰ τὴν ἐνέργειαν ἐγγὺς ἐλαίου τὴν δύναμιν, μαλακτικώτερόν γε μὴν ἐλαίου καὶ πεπτικώτερόν ἐστι καὶ διὰ τοῦτο τοῖς πρὸς φλεγμονὴν ἁρμόττουσι καταπλάσμασι μίγνυται· τοῖς δὲ δακνομένοις κατὰ τὸ ἀπευθυσμένον ἢ τὸ κῶλον ἐνίεμεν αἴγειον μᾶλλον ἢ ὕειον στέαρ, οὐχ ὅτι μᾶλλον ἀμβλυντικόν ἐστι δριμύτητος, ἀλλʼ ὅτι τὸ μὲν αἴγειον πήγνυται ῥᾳδίως διὰ παχυμέρειαν, ἀπορρεῖ δὲ τὸ ὕειον ὁμοίως τῷ ἐλαίῳ, διὰ τοῦτο ἐνίεμεν αὐτὸ μᾶλλον ἐπὶ τῶν δυσεντερικῶν τε καὶ τεινεσμωδῶν. καὶ διὰ λεπτομέρειαν δʼ ἔνια μᾶλλον ἀμβλύνει δριμύτητας, ὅταν ἐν τῷ βάθει τῶν δακνομένων σωμάτων τὸ λυποῦν ᾖ· ὅλα γὰρ διεξέρχεται τὰ σώματα καὶ πᾶσι κεράννυται τοῖς δάκνουσιν ἰχῶρσιν αὐτό. κατὰ τοῦτο γοῦν καὶ τὸ χήνειον στέαρ τὰ κατὰ βάθος τῶν σωμάτων δάκνοντα μᾶλλον ἀμβλύνει· ἔστι δὲ καὶ θερμότερον τοῦ ὑείου . .... μεταξύ γε μὴν αὐτῶν ἐστι τὸ τῶν ἀλεκτρυόνων καὶ τὸ τῶν ἀλεκτορίδων. θερμότερον δʼ ἀεὶ καὶ ξηρότερον τὸ τῶν ἀρρένων ζῴων ἐστίν, αὐτῶν δὲ τούτων τὸ τῶν ἐκτετμημένων ἧττον θερμόν τε καὶ ξηρόν ἐστιν· ὁμοιοῦται γὰρ ἀεὶ τὰ εὐνουχισμένα ἄρρενα τοῖς ὁμογενέσι θήλεσιν. ἁπάσης μὲν οὖν πιμελῆς δύναμίς ἐστιν ὑγραντική τε καὶ θερμαντικὴ τῶν ἀνθρωπίνων σωμάτων· αἱ δὲ καθʼ ἑκάστην αὐτῶν διαφοραὶ κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον ...... εἰσιν· τοῦ μὲν γὰρ ὑὸς ὡς πρὸς ἡμᾶς ἡ πιμελὴ τὸ μὲν ὑγραίνειν ἔχει δαψιλῶς, τὸ ......... θερμαίνειν δʼ οὐχ ὁμοίως ὥσπερ τὸ ἔλαιον· ἀλλʼ ἔστι κατὰ τὴν ἐν ἡμῖν θερμότητα καὶ ἡ τοῦ λίπους τῶν ὑῶν. ἡ δὲ τῶν ταύρων πολὺ θερμοτέρα τῆς τῶν ὑῶν ἐστιν. τὸ δὲ μόσχειον στέαρ ἀπολείπεται τοῦ τῶν ταύρων θερμότητι καὶ ξηρότητι, καὶ τὸ τῶν ἐρίφων τοῦ τῶν αἰγῶν, τοῦτο δὲ τοῦ τῶν τράγων, αὐτὸ δὲ πάλιν τὸ τῶν ταύρων τοῦ τῶν λεόντων· διαφορητικώτατον γὰρ ἐκεῖνο σχεδὸν ἁπάντων τῶν ἐν τοῖς τετράποσιν· καὶ γὰρ θερμότατόν ἐστι καὶ λεπτομερέστατον. χρονίζον δʼ ἅπαν στέαρ ἑαυτοῦ γίνεται θερμότερόν τε καὶ λεπτομερέστερον, ὥστε καὶ διαφορητικώτερον. —Μυελὸς μαλακτικῆς τῶν σκληρυνομένων τε καὶ σκιρρουμένων σωμάτων ἐστὶ δυνάμεως, εἴτε μύες, εἴτε τένοντες, εἴτε καὶ σπλάγχνα. καλλίστου δʼ ἐπειράθην ἀεὶ τοῦ τῶν ἐλάφων, ἐφεξῆς δὲ τοῦ τῶν μόσχων· ὁ δὲ τῶν ταύρων καὶ τράγων δριμύτερός ἐστι καὶ ξηραντικώτερος, ὥστε οὐ δύναται διαλύειν σκληρότητας σκιρρώδεις. λαμβάνεται δʼ οὐ μόνον ὀστῶν μυελός, ὅσπερ δὴ καὶ ὄντως ἐστὶ μυελός, ἀλλὰ καὶ ὁ ἐκ τῆς ῥάχεως, ὃν καὶ αὐτὸν ὀνομάζουσι μυελὸν νωτιαῖον, ὄντα σκληρότερόν τε καὶ αὐχμηρότερον τοῦ λοιποῦ· μαλακώτερος γάρ ἐστιν ἐκεῖνος καὶ λιπαρώτερος, καὶ διὰ τοῦτο ἐγὼ τὸν ἐκ τῆς ῥάχεως ἰδίᾳ καθʼ ἑαυτὸν ἄνευ τούτου κατατίθεμαι. —Μαινίδων κεφαλῶν κεκαυμένων ἔοικε ξηραντική τις ἡ δύναμις εἶναι μὴ πάνυ δριμεῖα· τοῦτο γὰρ ἐνίοις ὑπάρχει τῶν κεκαυμένων, ὡς τό γε ξηραίνειν κοινὸν ἅπασιν. —Κέρας ἐλάφου καὶ αἰγὸς κεκαυμένον καὶ πεπλυμένον ξηραντικῆς δυνάμεώς ἐστιν. —Καστόρειον ξηραίνει καὶ θερμαίνει καὶ διαφορεῖ. τοῦτο μὲν οὖν αὐτῷ κοινὸν καὶ πρὸς ἄλλα φάρμακα πάμπολλά ἐστιν· λεπτομερὲς δʼ ἱκανῶς ὑπάρχει καὶ κατὰ τοῦτο πλέον ἑτέρων δύναται θερμαινόντων τε καὶ ξηραινόντων ὁμοίως αὐτῷ· τὰ γὰρ λεπτομερῆ δραστικώτερα τῶν παχυμερῶν ἐστι, κἂν ἴσην ἔχῃ τὴν δύναμιν, ἐκ τοῦ διεξέρχεσθαι καὶ κατὰ βάθους ἰέναι τῶν ὁμιλούντων σωμάτων, καὶ μάλιστα ὅταν ᾖ ταῦτα πυκνά, καθάπερ τὰ νευρώδη. φανερῶς γοῦν .............. .......................................................... .......................................................... .......................................................... ............................................ ἠπεπτηκότων ζῴων ἢ ὑπερπεπεινηκότων ἢ ὑπερδεδιψηκότων ἢ μοχθηροῖς ἐδέσμασι χρησαμένων· τὰ δʼ ὠὰ μίαν μόνην ἐπιδέχεται μοχθηρίαν τὴν ἐκ τῆς παλαιότητος, ἣν ῥᾷστον φυλάττεσθαι τὸν προσφάτοις χρώμενον. ἔστι δὲ συνηθέστατον ἡμῖν εὐποριστότατόν τε τὸ τῶν ἀλεκτορίδων, καὶ διὰ τοῦτο αὐτῷ χρώμεθα μὴ δεόμενοι τῶν ἄλλων, καίτοι τὴν αὐτὴν ἐχόντων φύσιν· τῇ κράσει δʼ ἐστὶ ψυχρότερον ὀλίγῳ τοῦ συμμέτρου. ἔστι δὲ καὶ ἡ λέκιθος τῶν ὠῶν ὁμοίας φύσεως, καὶ διὰ τοῦτο μίγνυται τοῖς ἀδήκτοις, ἑψηθέντων ἢ ὀπτηθέντων τῶν ὠῶν. εὔδηλον δʼ ὅτι διοίσουσιν ἀλλήλων αὗται βραχεῖαν διαφορὰν διὰ τὸ ξηραντικωτέραν μὲν ἠρέμα γίνεσθαι τὴν ὀπτήν, ὅσον δὲ προσέλαβε τῆς δυνάμεως ταύτης, τοσοῦτον ἀπολλύναι τοῦ παρηγορικοῦ. ἐμψύχει δὲ μετρίως τὸ ὠὸν καὶ ἀδήκτως ξηραίνει. —Ἐχίνων ἀμφοτέρων, τοῦ τε θαλασσίου καὶ τοῦ χερσαίου, τὸ σῶμα πᾶν καιόμενον ἐργάζεται τέφραν ῥυπτικῆς τε καὶ διαφορητικῆς καὶ καθαιρετικῆς δυνάμεως. —Κοχλίων κεκαυμένων ἡ τέφρα ξηραντικῆς ἱκανῶς ἐστι δυνάμεως, ἐχούσης τι διὰ τὴν καῦσιν καὶ θερμόν. καὶ ἄκαυστοι δὲ ξηραίνουσιν ἱκανῶς. — Καρκίνων τῶν ποταμίων καυθέντων ἡ τέφρα παραπλησίως τοῖς εἰρημένοις ξηραντικὴν ἔχει δύναμιν. —Ἀλεκτορίδων ἁπλοῦς ζωμὸς ἐπικρατητικῆς ἐστι δυνάμεως, ὥσπερ ὁ τῶν παλαιῶν ἀλεκτρυόνων ὑπακτικῆς· ἑψεῖν δʼ αὐτοὺς χρὴ μεθʼ ἁλῶν ἐπὶ πλεῖστον. —Ἀδάρκιον δριμύτατόν ἐστι καὶ θερμαντικώτατον· διὸ καὶ καθʼ αὑτὸ μὲν ἄχρηστόν ἐστι, μίγνυται δὲ τοῖς ἀμβλύνουσι τὴν δύναμιν αὐτοῦ, καὶ οὕτως γίνεται πολύχρηστον ἐπὶ τῶν θερμανθῆναι δεομένων διαθέσεων ἔξωθεν προσαγόμενον· εἴσω γὰρ τοῦ σώματος οὐχ οἷόν τε λαβεῖν αὐτὸ διὰ τὸ σφοδρὸν τῆς δυνάμεως. —Ἀλκυόνια ῥύπτει μὲν πάντα καὶ διαφορεῖ, δριμεῖαν ἔχοντα ποιότητα καὶ θερμὴν δύναμιν, ἀλλὰ τὸ μᾶλλόν τε καὶ ἧττον ἐν αὐτοῖς ἐστιν ................................. .........................................................

`15.3–15.3.9`

Ἐκ τῶν Ξενοκράτους· τίνας κήρυκες καὶ πορφύραι ὡς ἔμπλαστρος ὠφελοῦσιν.

..................................................... τος εφη <span class="gap">…</span> τῶν γυναικῶν ἀποκαθαίρουσι καταχριόμεναι. μαλάγματός τε τρόπον ἐπιτιθέμεναι πρὸς τοὺς οἰδαλέους καὶ πεπωρωμένους τῶν ὄρχεων ἐπαρκέσταται γίνονται, πρός τε τοὺς ἤδη ἔχοντας ὑγρὰ καὶ πρὸς τοὺς συνάγειν μέλλοντας καὶ πρὸς ἅπαν ἀπόστημα καὶ φῦμα. χρησάμενοι γοῦν ἐπὶ συναγηοχότων ἤδη καὶ πρὸς διαίρεσιν ἐπιτηδείων ἀποστημάτων διεφορήσαμεν δίχα πάσης ἐναργοῦς αἰσθήσεως. δραστικώτερον δὲ σύνθετόν ἐστι τόδε· λιθαργύρου 𐅻 ρϛ, κηρύκων τέφρας 𐅻 ιζ, ἐλαίου παλαιοῦ 𐆂ο λ, ψιμυθίου 𐅻 κ, ῥητίνης τερεβινθίνης 𐅻 ιγ, λιβάνου 𐅻 η, ὕδατος 𐆂ο δ. τὴν λιθάργυρον καὶ τὸ ψιμύθιον τούς τε κήρυκας καὶ τὸν λιβανωτὸν λεάνας χωρὶς ἕκαστον ἐν θυείᾳ, ἐπιχέας τὸ ὕδωρ καὶ τὸ ἔλαιον ἀνάτριψον ἐπιμελῶς, εἶτα ἐν χύτρᾳ καινῇ ἕψε κινῶν συνεχῶς σπάθῃ, προσέχων μὴ προσκαῇ. ἰδὼν δʼ αὐτὰ ἡμίεφθα ἔμβαλε τὴν ῥητίνην, εἶτα τὸν λιβανωτόν· ἕψε δʼ ἕως μὴ  <span class="gap">…</span> τεμπ <span class="gap">…</span> κας· εἶτα ἑψήσας ........... ἄν τε κατεράσας, ἀνελόμενος χρῶ. παραδόξως ἐνεργεῖ πρὸς τὰ προειρημένα· ποιεῖ δʼ ἄκρως καὶ πρὸς τὰ κακοήθη καὶ νεμόμενα καὶ δυσαλθῆ. οἱ δὲ προειρημένοι κήρυκες ἐν τῷ μέλιτι πρὸς παρωτίδας καὶ ἐν μαστοῖς καὶ μεθʼ ὕδατος καταπλαττόμενοι καὶ πρὸς τὰ ἐν κεφαλῇ ἑλκύδρια πυκνά, ἐρυθρά, μικραῖς προσεοικότα θηλαῖς, ἃ καλεῖται κηρία. καὶ μεγάλαι δὲ καὶ σκληραὶ πορφύραι τὰ αὐτὰ ποιοῦσι τοῖς κήρυξιν.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: soi-ax`.
