---
title: "Medical Collections, Books 1–16, 24–25, 43–50: Book XIV"
title_greek: "Ἰατρικαὶ Συλλογαί, ΙΔʹ"
author: Oribasius of Pergamon
eul_wid: soi-ap
eul_aid: soi
canonical: "https://eulogikon.org/works/oribasius-pergamon-medical-collections-book-14-soi-ap"
lang: grc
period: Late Antique
dialect: Koine
content_hash: "sha256:c97f684f98fdab793b03fe08cfbbdab56553f1fbb9f55ada63a0c864a6469b0a"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Medical Collections, Books 1–16, 24–25, 43–50: Book XIV

*Ἰατρικαὶ Συλλογαί, ΙΔʹ*

**Author:** Oribasius of Pergamon

**eul_wid:** `soi-ap` · [HTML page](https://eulogikon.org/works/oribasius-pergamon-medical-collections-book-14-soi-ap)

## Text

Part of [Medical Collections, Books 1–16, 24–25, 43–50](/works/oribasius-pergamon-medical-collections-soi-aa)

`14.p.1`

Οὔτε τὰς ἰδέας τῶν ἁπλῶν φαρμάκων πρόκειται νῦν ἡμῖν γράφειν, Διοσκορίδου καλῶς αὐτὰς διδάξαντος, οὔτε τὰς κατὰ μέρος ἐνεργείας — εἰρήσεται γὰρ ἐπὶ πλέον ὑπὲρ αὐτῶν ἐν τοῖς περὶ συνθέσεως φαρμάκων κἀν τοῖς θεραπευτικοῖς, ὅταν ἡ χρεία καλῇ —, μόνον δὲ τὰς καθόλου δυνάμεις ἁπάντων τῶν ἁπλῶν φαρμάκων.

`14.1`

Ἐκ τῶν Γαληνοῦ· περὶ τῆς τῶν ὀνομάτων διαιρέσεως.

`14.1.1–14.1.3`

Ἕκαστον τῶν σωμάτων ἤτοι θερμὸν ἢ ψυχρὸν ἢ ξηρὸν ἢ ὑγρὸν λέγεταί τε καὶ φαίνεται, ποτὲ μὲν κατὰ τὴν ἑαυτοῦ φύσιν, ἔσθʼ ὅτε δʼ ἐπίκτητόν τινα ποιότητα προσειληφός· ἔθος δʼ ἡμῖν ἐστι λέγειν τὸ μὲν κατὰ τὴν ἑαυτοῦ φύσιν πρώτως τε καὶ καθʼ ἑαυτὸ καὶ διʼ ἑαυτὸ καὶ δυνάμει τοιοῦτον ὑπάρχειν τε καὶ φαίνεσθαι, τὸ δὲ τὴν ἐπίκτητον προσειληφὸς ποιότητα κατά τι συμβεβηκὸς εἶναί τε καὶ φαίνεσθαι τοιοῦτον· αὐτῶν δὲ τῶν κατὰ τὴν οἰκείαν φύσιν ἤτοι θερμῶν ἢ ψυχρῶν ἢ ξηρῶν ἢ ὑγρῶν εἶναι λεγομένων τὰ μὲν ἐνεργείᾳ τοιαῦτα ὑπάρχειν, τὰ δὲ δυνάμει, διαφέροντος τοῦδε τοῦ νῦν εἰρημένου δυνάμει παρὰ τὸ μικρῷ πρόσθεν ῥηθέν· ἐκεῖνο μὲν γὰρ τῷ κατὰ συμβεβηκὸς ἀντεδιῄρητο, τουτὶ δὲ τῷ κατʼ ἐνέργειαν. αὐτῶν δὲ τῶν κατʼ ἐνέργειαν τὸ μὲν ἁπλῶς λέγεται θερμὸν ἢ ψυχρὸν ἢ ὑγρὸν ἢ ξηρόν, ὥσπερ τὰ στοιχεῖα· τὸ δὲ κατʼ ἐπικράτειαν, ὥσπερ ἄνθρωπος καὶ ἵππος καὶ ὅλως τὰ ζῷα, τὸ δέ τι πρὸς τὸ σύμμετρον ὁμογενὲς ἢ ὁμοειδές, ὥσπερ, εἰ τύχοι, λέων μὲν ἀνθρώπῳ παραβαλλόμενος, ἄνθρωπος δʼ ἀκμάζων παιδί, τὸ δὲ πρὸς ὁτιοῦν τὸ ἐπιτυχόν, οἷον ὁ Δίων πρὸς τὸν Θέωνα. καὶ δὴ καὶ τῶν δυνάμει λεγομένων εἶναι τοίων ἢ τοίων ἀναγκαῖον ἕκαστον ὡς πρὸς τὸ κατʼ ἐνέργειαν ἀναφερόμενον λέγεσθαι, τὸ μὲν ὅτι ῥᾳδίως ἐκπυροῦται πρὸς τὸ κατʼ ἐνέργειαν ἁπλῶς θερμόν, τὸ δʼ ὅτι τὰ ζῷα θερμαίνει πρὸς τὸ κατʼ ἐπικράτειαν· οὕτω δὲ καὶ τὸ μὲν ἄνθρωπον θερμαῖνον ὡς πρὸς ἄνθρωπον εἶναι δυνάμει θερμόν, τὸ δὲ βοῦν ἢ ἵππον ὡς πρὸς βοῦν ἢ ἵππον· ὁμοίως δὲ καὶ τὸ μὲν τῷδέ τινι τῶν ἀνθρώπων, τὸ δὲ τῷδε θερμὸν ἢ ψυχρὸν ἢ ὑγρὸν ἢ ξηρὸν ὑπάρχειν, ἐκείνου μόνου τῇ φύσει παραβαλλόμενον.

`14.2`

Περὶ τῆς διαφορᾶς τῶν φαρμάκων.

`14.2.1–14.2.2`

Πολυειδής ἐστι τῶν φαρμάκων ἡ φύσις· ἢ γὰρ οἷα παρελήφθη διαμένοντα νικᾷ καὶ μεταβάλλει τὸ σῶμα, καθʼ ὃν τρόπον ἐκεῖνο τὰ σιτία, καὶ πάντως ταῦτα δηλητήριά τε καὶ φθαρτικὰ τῆς τοῦ ζῴου φύσεώς ἐστιν, ἐναντία τυγχάνοντα ταῖς ὅλαις οὐσίαις· ἢ μεταβολῆς ἀρχὴν παρὰ τοῦ σώματος λαβόντα σήπεται τοὐντεῦθεν ἤδη καὶ διαφθείρεται, κἄπειτα συνδιασήπει τε καὶ συνδιαφθείρει τὸ σῶμα· δηλητήρια δʼ ἐστὶν ἔτι καὶ ταῦτα. τρίτον δʼ ἐπʼ αὐτοῖς εἶδός ἐστι φαρμάκων τῶν ἀντιθερμαινόντων μὲν τὸ σῶμα, κακὸν δʼ οὐδὲν ἐργαζομένων, καὶ τέταρτον ὅσα καὶ ποιοῦντά τι καὶ πάσχοντα νικᾶται τῷ χρόνῳ καὶ τελέως ἐξομοιοῦται· συμπέπτωκε δὲ τούτοις ἅμα τε φαρμάκοις εἶναι καὶ τροφαῖς.

Περὶ χρείας τῶν φαρμάκων.

`14.3.1`

Ἡ χρεία τῶν φαρμάκων τοῖς ἀνθρώποις γίνεται πολλάκις μὲν ὡς αὐτὸ τοῦτο μόνον, ἤτοι θερμαινόντων ἢ ψυχόντων ἢ ξηραινόντων ἢ ὑγραινόντων ἢ κατὰ συζυγίαν τινὰ τούτων ἐνεργούντων, ἐνίοτε δʼ ὡς ἤτοι τὸ πέρα τοῦ μετρίου κεχαλασμένον ἐπιτεινόντων τε καὶ συναγόντων ἢ τὸ συντεταμένον χαλώντων ἢ ἀραιούντων τὸ πεπυκνωμένον ἢ πυκνούντων τὸ μανὸν ἢ μαλαττόντων τὸ σκληρὸν ἢ σκληρυνόντων ἀμέτρους μαλακότητας ἢ κενούντων τὸ πλῆρες ἢ πληρούντων τὸ κενὸν ἤ τι τοιοῦτον ἕτερον ἐργαζομένων.

`14.4`

Ὅτι πρὸς τὴν εὐκρατοτάτην φύσιν ἀποβλέποντας ἀπευθύνειν δεῖ πάντα.

`14.4.1–14.4.4`

Τὰ τῆς μέσης κράσεως ἐφʼ ἑκάτερα βραχὺ παραλλάττοντα φάρμακα καὶ θερμαίνειν δοκεῖ ποτε καὶ ψύχειν αὖθις, ἐνίοτε δὲ μήτε θερμαίνειν μήτε ψύχειν, ἀλλʼ οἷα παρέλαβε τὰ σώματα διαφυλάττειν· παρὰ γὰρ τό πως ἔχειν τὰ διατιθέμενα καὶ τὸ διατιθὲν οὐχ ὁμοίως ἐνεργεῖν φαίνεται. δῆλον οὖν ὡς οὔτε ἔλαιον οὔτε ῥόδινον οὔτε χαμαίμηλον, ἀλλʼ οὔτε λινόσπερμον οὔτε ἄνηθον οὔτε τήλινον ἄλευρον οὔτε πύρινον οὔτε ἄλλα μυρία, τά τε ἀκριβῶς μέσα ταῖς κράσεσι τά τε βραχὺ παραλλάττοντα, τὴν αὐτὴν ἐνέργειαν ἐπιδείξεται διὰ παντός. αὐτίκα γέ τοι τὸ ῥόδινον ἐμψύχει μὲν τοὺς ἐγκεκαυμένους τῷ χλιαρῷ δηλονότι τῆς θερμότητος· ὀλίγον δέ τι καὶ τοὺς ἐψυγμένους θερμαίνει, διότι καὶ τοῦτο ἔργον ἐστὶ χλιαρᾶς θερμασίας, ὥσπερ γε καὶ τὰ βαλανεῖα καὶ τοὺς ῥιγῶντας θερμαίνει καὶ τοὺς ἐγκεκαυμένους ἀναψύχει· διὸ δὴ πρὸς τὴν εὐκρατοτάτην φύσιν ἀποβλέπειν προσήκει καὶ ἀπευθύνειν πάντα. κείσθω τοίνυν ἡμῖν τὸ εὐκρατότατον σῶμα τῆς τῶν φαρμάκων δυνάμεως κανών, καὶ τὸ μὲν ὁμοίαν τῇ τούτου κράσει θερμασίαν ἀνάπτον εὔκρατον ὀνομαζέσθω, κἂν ὅτι μάλιστα θερμαίνειν ἐπιμελῶς δοκῇ πρεσβύτην κατεψυγμένον, τὸ δʼ ἤτοι θερμαῖνον ἢ ψῦχον τὸ τοιοῦτο σῶμα, τὸ μὲν θερμαῖνον θερμόν, τὸ δὲ ψῦχον ψυχρὸν καλείσθω.

`14.5`

Περὶ τῆς ἐν τοῖς χυμοῖς διαφορᾶς καὶ δυνάμεως.

`14.5.1–14.5.6`

Οἱ μὲν καθʼ ἕκαστον φυτόν τε καὶ ζῷον, ἤδη δὲ καὶ κατὰ τὴν γῆν εὑρισκόμενοι χυμοὶ πάμπολλοί τινές εἰσι καὶ οὐκ εὐαρίθμητοι ταῖς ἰδέαις· αἱ δʼ ἐν αὐτοῖς γευσταὶ διαφοραὶ Πλάτωνι μὲν ἔδοξαν εἶναι τὸν ἀριθμὸν ὀκτώ, καὶ ὀνομάζει τὸν μὲν αὐστηρόν, ὃν ἡμεῖς στύφοντα καλοῦμεν, τὸν δὲ στρυφνόν, καὶ τὸν μὲν λιτρώδη, τὸν δὲ πικρόν, τὸν δʼ ἁλυκόν, ἑξῆς δὲ τὸν δριμὺν καὶ μετʼ αὐτὸν τὸν ὀξὺν καὶ τελευταῖον τὸν γλυκύν. Θεόφραστος δὲ καὶ τὸ λιπαρὸν τούτοις προστέθεικεν. τὸ μὲν οὖν στῦφον γεῶδες εἶναι ψυχρὸν ἐδείχθη, τὸ δʼ ὀξὺ λεπτομερὲς ψυχρόν, τὸ δʼ ἄνευ τινὸς ἐπισήμου ποιότητος ψῦχον ὑδατῶδες ψυχρόν, τὸ δὲ πικρὸν γεῶδες λεπτομερές. οὕτω καὶ τὸ μὲν δριμὺ πυρῶδες ἐδείχθη, τὸ δʼ ἁλυκὸν γεῶδες θερμόν, οὐ μὴν ἤδη γε πυρῶδες· ὡσαύτως δὲ καὶ τὸ γλυκὺ θερμὸν μέν, ἀλλʼ οὐδέπω καυστικόν· ὅσα δʼ ἐλαιώδη πάντα ὑδατώδη τέ ἐστι καὶ ἀερώδη. ἕπεται δὲ δήπου καὶ τὰ ἔργα ταῖς κράσεσιν αὐτῶν· τὸ μὲν γὰρ στῦφον συνάγειν καὶ πιλεῖν καὶ πυκνοῦν καὶ ἀποκρούεσθαι καὶ παχύνειν, ἔτι δὲ πρὸ τούτων ἁπάντων ψύχειν τε καὶ ξηραίνειν πέφυκε, καί ποτε καὶ τὴν καλουμένην αἱμωδίαν ἐργάζεσθαι· τὸ δʼ ὀξὺ τέμνειν καὶ διαιρεῖν καὶ λεπτύνειν ἐκφράττειν τε καὶ διακαθαίρειν ἄνευ τοῦ θερμαίνειν· τὸ δὲ δριμὺ παραπλήσια μὲν ὀξεῖ δρᾷ κατὰ τὸ λεπτύνειν τε καὶ διακαθαίρειν, διαφέρει δὲ τῷ τὸ μὲν ὀξὺ ψύχειν, τὸ δὲ δριμὺ θερμαίνειν, καὶ προσέτι τῷ τὸ μὲν ἀποκρούεσθαι, τὸ δʼ ἐπισπᾶσθαι καὶ διαφορεῖν. οὕτω δὲ καὶ τὸ μὲν πικρὸν διακαθαίρει τε τοὺς πόρους καὶ διαρρύπτει καὶ λεπτύνει καὶ τέμνει πάχος χυμῶν ἄνευ φανερᾶς θερμότητος· τὸ δʼ ὑδατῶδες ψυχρὸν παχύνει καὶ συνίστησι καὶ συνάγει καὶ πιλεῖ καὶ ναρκοῖ καὶ νεκροῖ· τὸ δὲ δριμὺ λεπτύνει, διακαθαίρει, διαφορεῖ, ῥήσσει, ἐπισπᾶται, ἐσχαροῖ· τὸ δʼ ἁλυκὸν συνάγει, σφίγγει, ταριχεύει, ξηραίνει χωρὶς ἐπισήμου θερμότητος ἢ ψύξεως· τὸ δὲ γλυκὺ χαλᾷ, πέττει, μαλάττει, ἀραιοῖ· τὸ δʼ ἐλαιῶδες ὑγραίνει, μαλάττει, χαλᾷ.

`14.6`

Περὶ ἀτμῶν.

`14.6.1–14.6.3`

Ὅσα δʼ ὀσμώδη πάντως καὶ θερμά· τὸ γὰρ τῶν ἀτμῶν πλῆθος ἐπὶ θερμότητι· οὐ μὴν εὐθύς γε πᾶν ὀσμῶδες ἡδύ, διότι μηδʼ οἰκεῖον ἅπαν ἐστὶ τῷ κατὰ τὰς κοιλίας τοῦ ἐγκεφάλου πνεύματι· ὥσπερ γὰρ τῶν προσπιπτόντων τῇ γλώττῃ χυμῶν οἱ μὲν οἰκειότατοι γλυκεῖς ἦσαν, οἱ δʼ οὐκ οἰκεῖοι πολλὰς ἐκέκτηντο διαφοράς, οὕτω καὶ τῶν ἀτμῶν οἱ μὲν οἰκεῖοι τῷ κατὰ τὸν ἐγκέφαλον πνεύματι φίλιοί τέ εἰσι καὶ ἡδεῖς, οἱ δʼ οὐκ οἰκεῖοι διαφέρουσι μὲν ἀλλήλων οὐκ ὀλίγας διαφοράς, ὀνόματα δʼ αὐταῖς ἁπάσαις οὐ κεῖται, καθάπερ ἐπὶ τῶν χυμῶν· ὀξεῖαν μὲν γάρ τινα καὶ δριμεῖαν ὀσμὴν ἔχειν τόδε τί φαμεν, αὐστηρὰν δʼ ἢ στρυφνὴν ἢ ἁλυκὴν ἢ πικρὰν οὐκέτι λέγομεν, ἀλλʼ εἰς δύο ταύτας ἀνάγομεν προσηγορίας τὰ πλεῖστα τῶν ὀσφρητῶν, εὐώδη καὶ δυσώδη προσαγορεύοντες, εὐώδη μὲν ἀνάλογον τοῖς πρὸς γλῶτταν γλυκέσι, δυσώδη δὲ τοῖς μὴ γλυκέσιν· ἀνώνυμον γάρ, ὅσον γε ἐπὶ τῶν χυμῶν, ἐστὶν ἑνὶ προσρήματι τὸ τούτων γένος. ἔοικε δὲ τῶν οὐκ ὀσμωδῶν σωμάτων ἤτοι παντελῶς ὀλίγον ἀπορρεῖν ἢ τοῖς ὄγκοις ἀσύμμετρον, ὡς ἐπὶ τῶν ἀκριβῶς ἁλυκῶν τε καὶ στρυφνῶν· ἀκριβῶς δʼ ὅταν εἴπω τι τοῖον ἢ τοῖον ὑπάρχειν, εἰλικρινὲς καὶ ἄμικτον αὐτό, καθʼ ὅσον οἷόν τε, ποιότητος ἑτέρας εἶναί φημι· παχυμερής τε γὰρ ἀμφοῖν ἡ οὐσία, καὶ πρὸς τούτῳ ψυχρὰ τῶν στρυφνῶν, ὥστε εἰκὸς καὶ τὸ ἀπορρέον αὐτῶν ὀλίγον τε εἶναι καὶ παχὺ καὶ οἷον γεῶδες τοῖς ὄγκοις καὶ διὰ τοῦτο μηδʼ ἐκπίπτειν ἐν ταῖς ἀναπνοαῖς εἰς τὸν ἐγκέφαλον· ὅθεν οὐδʼ ἀσφαλὲς ἐξ ὀσμῆς τεκμαίρεσθαί τι περὶ τῆς κράσεως τῶν αἰσθητῶν, ὥσπερ ἐκ τῆς γεύσεως· τὰ μὲν γὰρ ἄοσμα παχυμερῆ ταῖς οὐσίαις, ἀλλʼ οὔπω δῆλον, ὅπως ἔχει θερμότητός τε καὶ ψύξεως· τὰ δʼ ὀσμώδη λεπτομερῆ μέν ἐστι καὶ θερμά· τὸ μέντοι ποσὸν ἢ τῆς λεπτομερείας ἢ τῆς θερμότητος οὐκέτι ἐνδείκνυται. τὸ δὲ δὴ μέγιστον ἐν ἅπασι τοῖς ὀσμώδεσιν εἰς τὸ μηδὲν ἐνδείκνυσθαι σαφὲς ὑπὲρ τῆς κράσεως ἡ ἀνωμαλία τῆς φύσεώς ἐστιν, ὑπὲρ ἧς εἴρηται πολλάκις ἤδη, δεικνύντι τὰ πλεῖστα τῶν σωμάτων ἀνομοιομερῆ ταῖς συστάσεσιν ὑπάρχοντα.

`14.7`

Ὅτι δεῖ καὶ ἀπὸ τῶν χρωμάτων τεκμαίρεσθαι περὶ τῆς κράσεως τῶν ἁπλῶν.

`14.7.1–14.7.3`

Ἔτι δὲ κἀκ τῶν χρωμάτων ἔστι στοχάσασθαί τι περὶ τῆς τῶν φαρμάκων δυνάμεως· καθʼ ἕκαστον γὰρ γένος ἢ σπέρματος ἢ ῥίζης ἢ χυλοῦ δυνατόν ἐστι κἀκ τῆς χρόας ἔνδειξίν τινα λαβεῖν τῆς κράσεως, οἷον αὐτίκα κρόμμυον καὶ σκίλλα καὶ οἶνος, εἰς ὅσον ἂν ᾖ λευκότερα, ἧττόν ἐστι θερμά· τὰ δʼ ὑπόξανθά τε καὶ κιρρὰ θερμότερα. καὶ πυροὶ δὲ καὶ ὦχροι καὶ φάσηλοι καὶ ἐρέβινθοι καὶ ἡ τῆς ἴρεως ῥίζα καὶ ἡ τοῦ ἀσφοδέλου καὶ πολλῶν ἄλλων ὅμοιόν τι πεπόνθασιν· ἐν ἑκάστῳ γὰρ γένει τοὐπίπαν ὅσα κιρρὰ καὶ ξανθὰ καὶ ἐρυθρὰ θερμότερα τῶν λευκῶν ἐστιν, ὥστε τι κἀντεῦθεν ἐγχωρεῖ περὶ φαρμάκων δυνάμεως τεκμαίρεσθαι. προσκείσθω τῷ λόγῳ κάλλιστον μήν, ὡς εἴρηται πολλάκις, ἐκ τῆς διωρισμένης πείρας ἐξευρίσκειν τὰς δυνάμεις· οὐ γὰρ ἂν σφαλείης οὐδὲν ἐν τῇδε· πρὶν μέντοι τῇ πείρᾳ διαγνῶναι τὴν δύναμιν, ἡ γεῦσις ἐνδείκνυται τὰ πολλά, συνεπιμαρτυρούσης, ὡς εἴρηται, βραχέα καὶ τῆς ὀσμῆς.

`14.8`

Πῶς χρὴ καὶ διὰ τῆς πείρας ἐξευρίσκειν τὰς δυνάμεις.

`14.8.1–14.8.11`

Τῇ πείρᾳ δὲ τὰς δυνάμεις ἐξευρίσκειν οὕτως· ἐν τῷ προσφέρειν τῷ σώματι τόδε τι τὸ φάρμακον ἢ τὸ σιτίον ἀπηλλάχθω τὸ προσφερόμενον ἁπάσης σφοδρᾶς ἐπικτήτου θερμότητός τε καὶ ψύξεως· ἡ γὰρ πρώτη προσβολὴ τῷ σώματι τὴν αἴσθησιν ἀπὸ τῆς ἐπικτήτου διαθέσεως, οὐκ ἀπὸ τῆς οἰκείας τοῦ προσαχθέντος ἐργάσεται κράσεως. ἵνα οὖν ἀκριβής τε καὶ εἰλικρινὴς ἡ φύσις ἐξετάζηται τοῦ προσαγομένου, χλιαρόν, ὡς οἷόν τε μάλιστα, ὑπαρχέτω, μηδεμίαν ἐπίσημον ἔξωθεν ἀλλοίωσιν εἰληφός, ἤτοι θερμότητος ἢ ψύξεως σφοδρᾶς. προσφερέσθω δὲ μὴ πάσῃ διαθέσει σώματος, ὅταν ἐξετάζῃς αὐτοῦ τὴν δύναμιν, ἀλλʼ ἁπλουστάταις, ὡς ἔνι μάλιστα, καὶ ἄκραις. εἰ μὲν οὖν ἐσχάτως θερμῇ διαθέσει προσαχθὲν αἴσθησιν ἐργάζοιτο ψύξεως, εἴη ἂν οὕτω ψυχρόν· ὡσαύτως δὲ καὶ εἰ τῇ ψυχρᾷ θερμὸν ἐν τῷ παραυτίκα φαίνοιτο, καὶ τοῦτο ἂν εἴη θερμόν. εἰ δʼ ἤτοι τῇ θερμῇ θερμὸν ἢ τῇ ψυχρᾷ ψυχρὸν φαίνοιτο, μὴ πάντως ἀποφαίνεσθαι τὸ μὲν θερμὸν εἶναι, τὸ δὲ ψυχρόν· ἐνίοτε μὲν γὰρ ἄκρως ἐστὶν ἡ διάθεσις θερμή, μετρίως δὲ ψυχρὸν ὑπάρχον τὸ φάρμακον οὔτε ἠλλοίωσεν αὐτὴν ἔτι τε πρὸς τούτῳ ψῦξαν καὶ πυκνῶσαν ἅπασαν τὴν ἐκτὸς ἐπιφάνειαν ἀπέκλεισεν εἴσω καὶ διαπνεῖσθαι τὸ θερμὸν ἐκώλυσε κἀκ τούτου μειζόνως ἐξεπύρωσε τὴν διάθεσιν. οὕτω δὲ κἂν εἰ τῇ ψυχρᾷ διαθέσει προσφερόμενον μηδεμίαν ἐπιφέροι θερμότητα, σκέπτεσθαι, μή τι μετρίως ὑπάρχον θερμὸν οὐδὲν ἔδρασεν εἰς τὴν ἄκρου θερμοῦ δεομένην διάθεσιν. οὔκουν οὔτε οὕτω χρὴ βασανίζεσθαι τῶν προσφερομένων τὰς δυνάμεις, οὔτε εἰ κατὰ συμβεβηκὸς ἐργάζοιτό τι καὶ μὴ καθʼ ἑαυτό. κρίσις δὲ τοῦ κατὰ συμβεβηκὸς ἥ τε διάθεσις καὶ ὁ χρόνος· ἡ μὲν διάθεσις, εἰ ἁπλῆ καὶ μία· τῷ χρόνῳ δʼ ἡ κρίσις διορίζεται κατὰ τάδε. τὸ μὲν ἅμα τῷ προσενεχθῆναι ψύχειν ἢ θερμαίνειν ἐναργῶς φαινόμενον εἴη ἂν δήπου καθʼ ἑαυτό τε καὶ διʼ ἑαυτὸ τοιοῦτο· τὸ δʼ ἐν τῷ χρόνῳ τάχα ἂν ἔκ τινος συμβεβηκότος εἰς τοῦτο ἄγοιτο, ὡς ἐπὶ τετάνου θέρεος μέσου νέῳ εὐσάρκῳ ὕδατος θερμοῦ κατάχυσις θέρμης ἐπανάκλησιν ποιέεται. ἀλλʼ ὅτι γε μὴ καθʼ ἑαυτὸ θερμαίνει τὸ ψυχρὸν ὕδωρ, δῆλον ἐκ τῆς πρώτης προσβολῆς· αἴσθησιν γὰρ ἐργάζεται ψύξεως, καὶ μὲν δὴ καὶ ψύχει τὸ δέρμα, μέχρι ἂν ἐπιχέηται τούτῳ, καὶ τὴν θερμασίαν οὔτε ἐπὶ πάντων σωμάτων οὔτε ἐν τῷ καταχεῖσθαι παρέχεται, ἀλλʼ ἐπὶ μόνων εὐσάρκων νέων ἐν θέρει μέσῳ μετὰ τὸ παύσασθαι καταχέοντας· πυκνώσει γὰρ τῆς ἐκτὸς ἐπιφανείας καὶ κατακλείσει τοῦ θερμοῦ τὴν ἐπάνοδον ποιεῖται τῆς ἐκ τοῦ βάθους θερμασίας. καὶ μὴν καὶ τὸ θερμὸν ἔσθʼ ὅτε κατὰ συμβεβηκὸς ψύχει διὰ μέσου τοῦ κενοῦν, ὡς τὸ κατάπλασμα τὴν φλεγμονήν· ἐπειδὴ γὰρ ὑπὸ θερμοῦ ῥεύματος γίνεται φλεγμονή, τὸ μὲν ἴδιον αὐτῆς ἴαμα κένωσίς ἐστι τοῦ περιττοῦ, τὸ δὲ τῇ κενώσει πάντως ἑπόμενον ἡ ψῦξις τοῦ διὰ τὴν φλεγμονὴν τεθερμασμένου μορίου. ταῦτα οὖν διορίζεσθαι καὶ πειρᾶσθαι κατὰ τὸ ποσὸν τῆς ἁπλῆς διαθέσεως ἐξευρίσκειν τὸ ποσὸν τῆς τοῦ φαρμάκου δυνάμεως, οἷον εἰ ἡ διάθεσις ἄκρως θερμή, καὶ τὸ φάρμακον ἄκρως εἶναι ψυχρόν· εἰ δʼ ὀλίγον ἀπολείποιτο τῆς ἀκρότητος ἡ διάθεσις, ὀλίγον χρῆναι καὶ τὸ φάρμακον ἀπολείπεσθαι, κἂν εἰ πλέον ἀπέχοι τῆς ἄκρας θερμότητος ἡ διάθεσις, ἀνάλογον ἀπέχειν τῆς ἄκρας ψυχρότητος τὸ φάρμακον.

`14.9`

Ὅτι σχεδὸν πάντα ἀνομοιομερῆ ἐστι τὰ ἁπλᾶ.

`14.9.1–14.9.3`

Κἂν γὰρ ἁπλᾶ πρὸς αἴσθησιν φαίνηται, τῇ φύσει γοῦν ὑπάρχει σύνθετα καὶ ἀνομοιομερῆ καὶ πολλάκις γε τὰς ἐναντιωτάτας ἐν ἑαυτοῖς ἔχει δυνάμεις, οἷον ἐκκριτικήν τε καὶ σταλτικὴν ἁπάσας τε τὰς ἄλλας ἀντιθέσεις. καὶ οὐδὲν θαυμαστόν, εἰ πρὸ τῶν τοιούτων δυνάμεων ἐν ἑνί τε καὶ ταὐτῷ φαρμάκῳ θερμαντική τε καὶ ψυκτικὴ φαίνοιτο, ξηραντική τε καὶ ὑγραντική, λεπτομερής τε καὶ παχυμερής· εἰ μὴ γὰρ αἱ πρῶται τὴν τοιαύτην εἶχον συμπλοκήν, οὐδʼ ἂν αἱ μετὰ ταῦτα ὁμοίως συνεπλάκησαν. ἐν μὲν οὖν τοῖς ὁμοιομερέσι σώμασι θερμότης τέ ἐστι καὶ ψυχρότης, ὑγρότης τε καὶ ξηρότης αἱ δημιουργοῦσαι τὰς κατὰ μέρος ἁπάσας διαφοράς· ἐν δὲ τοῖς ἀνομοιομερέσι δριμύτητές τε καὶ ὀξύτητες, αὐστηρότητές τε καὶ στρυφνότητες, καὶ πικρότητες ἁλυκότητές τε καὶ γλυκύτητες καὶ λιπαρότητες, ὥστε ἕκαστον ἐν αὐτοῖς τῶν ὁμοιομερῶν μορίων μὴ πολλάς, ἀλλὰ μίαν ἔχειν ποιότητα, τὸ δʼ ὅλον ἀνομοιομερὲς παμπόλλας· χιλίων γάρ, εἰ οὕτως ἔτυχεν, ἐν τῷ κυάθῳ τοῦδέ τινος τοῦ χυλοῦ περιεχομένων ὁμοιομερῶν σωμάτων, ἑκατὸν μὲν ἐξ αὐτῶν ἐγχωρεῖ στύφειν, ἑξήκοντα δὲ δάκνειν, ἑξακόσια δʼ εἶναι τὰ γλυκέα, διακόσια δὲ πικρά, τετταράκοντα δʼ ἁλυκά, πάντα δʼ ἀλλήλοις ἀναμεμῖχθαι ταῦτα, καὶ μηδὲν δύνασθαι λαβεῖν μόριον αἰσθητὸν οὕτω μικρόν, ὅτῳ μὴ πάντων μέτεστιν, ὥστε ἐν τῷ ψαύειν τῆς γλώττης ἐνεργεῖν μὲν ἅπαντα κατὰ διάφορον ἕκαστον αὐτῆς μόριον, ᾧπερ ἂν ὁμιλῆσαν τύχῃ, διαδίδοσθαι δὲ τὴν διάθεσιν ἐκ τοῦ πρωτοπαθοῦντος εἰς ὅλην αὐτήν.

`14.10`

Ὅσα ἐστὶν ἀνομοιομερῆ ταῖς δυνάμεσιν.

`14.10.1,2–14.10.53`

Ἀγρώστεως ἡ ῥίζα δριμύ τι καὶ ὑποστῦφον ἔχει. —Ἀλόη πικρά ἐστι μετὰ τοῦ στύφειν. —Ὁμοίως καὶ ἀγχούσης τῆς ὀνοκλείας ἡ ῥίζα καὶ βρυωνίας τῆς τε λευκῆς καὶ τῆς μελαίνης οἱ βλαστοὶ αὐστηροί. — Βουβώνιον διαφορεῖ καὶ ἀποκρούεται. —Ἀσταφὶς ἥμερος στύφει, διαφορεῖ μετρίως. —Ἀσπαλάθου μέρη μέν τινα στύφει, οἷς ψύχει, μέρη δέ τινα δριμέα, οἷς θερμαίνει. —Βαλάνου μυρεψικῆς πίεσμα ῥύπτει καὶ τέμνει καὶ συνάγει καὶ πιλεῖ. —Δάφνης τῆς ῥίζης ὁ φλοιὸς ῥύπτει, στύφει. —Ἔλαιον σχίνινον, τερμίνθινον, μαστίχινον μαλάσσει, στύφει· τὸ δὲ τῆς ἀγρίας ἐλαίας ῥύπτει, στύφει. —Ἐφήμερον, ἡ καὶ ἶρις ἀγρία, ἀποκρούεται, διαφορεῖ. —Ζῦθος τὸ μέν τι δριμὺ καὶ θερμὸν ἔχει, τὸ πλεῖστον δὲ ψυχρὸν ὑδατῶδες ὀξύ. —Ζύμη καὶ ὀξύτητος μετέχει ψυχρᾶς καὶ σηπεδονώδους θερμότητος, καὶ προσέτι τῆς ἀπὸ τῶν ἁλῶν. —Ἡδυσάρου ἢ πελεκίνου τὸ σπέρμα πικρὸν καὶ ὑποστῦφόν ἐστιν. —Ἡμεροκαλλοῦς ἡ ῥίζα διαφορεῖ καὶ ἀποκρούεται. —Ἡμιονῖτις στύφει μετὰ πικρότητος. —Ἠριγέρων ψύχει, διαφορεῖ. —Ἰσόπυρον ἢ φασήλιον ῥύπτει, τέμνει, συνάγει, σφίγγει. — Κενταυρείου τοῦ μεγάλου ἡ ῥίζα δριμεῖά τέ ἐστι καὶ στύφουσα ὡς καὶ θερμότητος καὶ παχυμεροῦς ψυχρότητος μετέχειν, καὶ ὁ χυλὸς δὲ τὰ αὐτὰ ποιεῖ· τινὲς δʼ ἀντὶ λυκίου κέχρηνται αὐτῇ. —Κορίαννον πολὺ μὲν ἔχει πικρᾶς οὐσίας, ἥτις ἐδείκνυτο λεπτομερὴς ὑπάρχειν καὶ γεώδης, οὐκ ὀλίγον δὲ καὶ ὑδατώδους ὑγρότητος χλιαρᾶς· ἔχει δέ τι καὶ στύψεως ὀλίγον· ἐπικρατεῖ δʼ ἐν αὐτῷ ἡ θερμὴ καὶ ξηρὰ δύναμις. — Κύπρου τὰ φύλλα καὶ οἱ ἀκρέμονες ἔχουσι μέν τι καὶ διαφορητικὸν ἐξ ὑδατώδους οὐσίας θερμῆς συμμέτρως, ἔχουσι δέ τι καὶ στυπτικὸν ἐκ ψυχρᾶς γεώδους. —Κάπνιος δριμεῖα καὶ πικρὰ καὶ στύφει. — Καππάρεως ῥίζης ὁ φλοιὸς ῥύπτει, τέμνει, διακαθαίρει, διαφορεῖ, συνάγει, πιλεῖ, σφίγγει, καὶ ὁ καρπὸς δὲ καὶ τὰ φύλλα καὶ ὁ καυλὸς τῆς αὐτῆς ἐστι δυνάμεως ἀσθενεστέρας. —Κισσὸς ἔχει τι καὶ στυπτικῆς οὐσίας καὶ δριμείας καὶ ὑδατώδους χλιαρᾶς. —Κοτυληδὼν ψύχει καὶ ἀποκρούεται καὶ ῥύπτει καὶ διαφορεῖ. —Λύκιον ἢ πυξάκανθον, ἐξ οὗ γίνεται τὸ λύκιον, λεπτομεροῦς διαφορητικῆς καὶ θερμῆς μετέχει δυνάμεως, στυπτικῆς τε καὶ γεώδους ψυχρᾶς. —Μανδραγόρας ψύχει, ἀλλὰ καὶ θερμότητός τινος μετέχει, καὶ κατά γε τὰ μῆλα καὶ ὑγρότητος, ὅθεν καὶ κωματώδης τὴν δύναμίν ἐστιν· τῆς ῥίζης δʼ ὁ φλοιὸς ἰσχυρότατος ὢν οὐ ψύχει μόνον, ἀλλὰ καὶ ξηραίνει· τὸ δʼ ἄλλο τὸ ἔνδον ἀσθενὲς ὑπάρχει. —Μελίλωτον στύφει καὶ διαφορεῖ καὶ συμπέττει· πλέον γὰρ ἐν αὐτῷ τὸ τῆς θερμῆς οὐσίας ἐστὶν ἢ τὸ τῆς ψυχρᾶς. — Μυρσίνη ἐξ ἐναντίων οὐσιῶν κέκραται· ἐπικρατεῖ δʼ ὅμως ἐν αὐτῇ τὸ γεῶδες ψυχρόν· ἔχει δέ τι καὶ λεπτομερὲς θερμόν, ὅθεν ἰσχυρῶς ξηραίνει. ἔστι δὲ καὶ τὰ φύλλα καὶ οἱ βλαστοὶ καὶ ὁ καρπὸς καὶ ὁ χυλὸς οὐ πολλῷ τινι διαφέροντα κατὰ τὴν στῦψιν· ἡ μέντοι τῷ στελέχει τε καὶ τοῖς κλάδοις αὐτοῖς ἐπίφυσις ὀχθώδης, ἣν ἔνιοι μυρτίδα καλοῦσιν, εἰς ὅσον ἐστὶ ξηροτέρα τῶν εἰρημένων, εἰς τοσοῦτον στύφει καὶ ξηραίνει σφοδρότερον. ἀποτίθενται δʼ αὐτὴν ἔνιοι κόπτοντες καὶ ἀναλαμβάνοντες οἴνῳ καὶ τροχίσκους ἀναπλάττοντες. ἔστι δὲ καὶ τὰ ξηρὰ φύλλα τῶν χλωρῶν ξηραντικώτερα. ὁ δὲ χυλὸς οὐκ ἐκ τῶν φύλλων μόνον ἐκθλίβεται τῶν χλωρῶν, ἀλλὰ καὶ ἐκ τοῦ καρποῦ· στεγνωτικῆς δʼ ἐστὶν ἅπαντα ταῦτα δυνάμεως, ἐπί τε τοῦ σώματος ἐπιτιθέμενα καὶ εἴσω λαμβανόμενα. —Μέλι πικρὸν μικτῆς ἐστι δυνάμεως, ὡς εἰ καὶ ἡμῶν τις ἔμιξεν ἀψίνθιον αὐτῷ. —Μορέας πάντα τὰ μέρη καθαρτικήν τε καὶ ἐφεκτικὴν ἔχει δύναμιν· ἐπικρατεῖ δʼ ἐν μὲν τῷ φλοιῷ τῆς ῥίζης ἡ καθαρτική, ἐν δὲ τοῖς ἀώροις μόροις ἡ ἐφεκτική· κατὰ δὲ τὰ φύλλα καὶ τοὺς βλαστοὺς μέση πώς ἐστιν ἀμφοῖν ἡ κρᾶσις. —Μυρίκη τμητικῆς ἐστι καὶ ῥυπτικῆς δυνάμεως καὶ λεπτομεροῦς ἄνευ τοῦ ξηραίνειν ἐπιφανῶς· ὁ καρπὸς δὲ καὶ ὁ φλοιὸς οὐ βραχεῖαν στῦψιν προσειλήφασιν, ὥστε κηκῖδος ὀμφακίτιδος ἐγγὺς ἥκειν· χρήσαιτο γοῦν ἄν τις αὐτοῖς εἰς ὅσα κηκῖδι. ἡ τέφρα δὲ καυθείσης τῆς μυρίκης ξηραντικῆς γίνεται δυνάμεως, ἔχουσα πλεῖστον μὲν τὸ τμητικὸν καὶ ῥυπτικόν, ὀλίγον δὲ τὸ στυπτικόν. —Ὄξος μικτῆς ἐστιν οὐσίας ψυχρᾶς καὶ θερμῆς, ἀμφοῖν λεπτομερῶν· ἐπικρατεῖ δʼ ἡ ψυχρὰ δύναμις λεπτομερὴς οὖσα· διόπερ ἀποκρουστικήν τε ἅμα καὶ λεπτυντικὴν καὶ διαφορητικὴν ἔχει δύναμιν. —Ὀξυλάπαθον διαφοροῦν ἔχει τι καὶ ἀποκρουστικόν· τὸ δὲ σπέρμα σαφῶς στύφει. καὶ τὸ ἱππολάπαθον τῆς αὐτῆς ὂν δυνάμεως ἀσθενέστερόν ἐστιν. —Ὄρχεως τῆς ῥίζης βολβοειδοῦς ὑπαρχούσης καὶ διπλῆς ἡ δύναμίς ἐστιν ὑγρὰ καὶ θερμή, ἀλλʼ ἡ μὲν μείζων πολλὴν ἔχειν ἔοικεν ὑγρότητα περιττωματικὴν καὶ φυσώδη, ἡ δʼ ἑτέρα ἡ ἐλάττων ἔμπαλιν κατειργασμένην ἱκανῶς, ὡς εἶναι τὴν κρᾶσιν αὐτῆς ἐπὶ τὸ θερμότερόν τε καὶ ξηρότερον. ἐσθίονται δὲ δίκην βολβῶν ὀπτώμεναι. —Πιτυΐδες καὶ στύφουσι καὶ δριμύτητά τινα ἔχουσι μετὰ πικρότητος. —Πολυγόνατον ἔχει τι καὶ στύψεως καὶ δριμύτητος καὶ πικρότητος καί τινος ἀηδίας ἀρρήτου. —Ῥῆον ἔχει μέν τι καὶ γεῶδες ψυχρόν, ὡς ἡ στῦψις δηλοῖ· σύνεστι δέ τις αὐτῷ καὶ θερμότης, καὶ μὴν καὶ ἀερώδους τινὸς οὐσίας μετέχει λεπτομεροῦς. ὅσοι δὲ τὸ ῥῆόν φασιν εἶναι τὸ μέγα κενταύρειον ἄμεινόν μοι δοκοῦσι γινώσκειν. —Ῥόδων ἡ δύναμις ἐξ ὑδατώδους θερμῆς καὶ στυφούσης καὶ πικρᾶς σύγκειται· τὸ δʼ ἄνθος ἔτι καὶ μᾶλλον αὐτῶν τῶν ῥόδων στυπτικόν ἐστι, καὶ δῆλον ὅτι διὰ τοῦτο καὶ ξηραντικόν ἐστιν. —Σκόρδιον καὶ πικρὸν ἔχει τι καὶ στρυφνὸν καὶ δριμύ. —Σύμφυτα ἀμφότερα τέμνει, διαφορεῖ καὶ συνάγει καὶ σφίγγει καὶ θερμαίνει μετρίως. —Τῆς ὀξυσχοίνου καὶ ὁλοσχοίνου ὁ καρπὸς σύνθετός ἐστιν ἐκ γεώδους οὐσίας ἠρέμα ψυχρᾶς καὶ ὑδατώδους ἀτρέμα θερμῆς, ὡς ξηραίνειν μὲν τὰ κάτω δύνασθαι, πρὸς δὲ τὴν κεφαλὴν ἀτμοὺς ἀναπέμπειν ἠρέμα ψυχρούς, οἷς ὑπνώδεις ἐργάζεται τοὺς λαμβάνοντας. —Διφρυγὲς ἔχει τι καὶ στῦφον καὶ δριμύ. —Φρύγιος λίθος ἀποκρούεται καὶ διαφορεῖ. —Καὶ ὁ ἀγήρατος ὁμοίως, ᾧ οἱ σκυτεῖς χρῶνται, ἀποκρούεται καὶ διαφορεῖ. —Χάλκανθος ἰσχυρῶς στύφει καὶ οὐκ ἀγεννῶς θερμαίνει. —Τυρὸς νεαλὴς ἐμπλάττει τε καὶ διαφορεῖ καὶ στύφει.

`14.11`

Περὶ τάξεως τῆς δυνάμεως τῶν ἁπλῶν φαρμάκων.

`14.11.1–14.11.5`

Ταῦτα μὲν οὖν προείρηται· καιρὸς δʼ ἂν εἴη τὰ κατὰ μέρος διελθεῖν. δεῖ δὲ μὴ μόνον, ὅτι θερμόν ἐστι τόδε τὸ φάρμακον, ἐπίστασθαι τὸν τέλειον ἰατρόν, ἀλλὰ καὶ πόσῳ θερμότερον. ἀρκεῖ δὲ καθʼ ἑκάστην ἐπικράτειαν τέσσαρας ὡς πρὸς τὴν χρείαν ποιήσασθαι τάξεις, θερμὸν μὲν ὀνομάζοντας κατὰ τὴν πρώτην τάξιν ὅ τι ἂν ἡμᾶς θερμαίνῃ, μὴ μέντοι γε ἐναργῶς· οὕτω δὲ καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρόν. ὅσα μέντοι σαφῶς ἤδη θερμαίνειν ἢ ψύχειν ἢ ξηραίνειν ἢ ὑγραίνειν πέφυκε, δευτέρας ταῦτα τάξεως εἶναι λεχθήσεται· τὰ δʼ ἤδη σφοδρῶς, οὐ μὴν εἰς ἄκρον γε, τῆς τρίτης· ὅσα δʼ οὕτως θερμαίνειν πέφυκεν ὡς ἐσχαροῦν καὶ καίειν, τετάρτης· οὕτω δὲ καὶ ὅσα ψύχει ὡς ἤδη ναρκοῦν, τετάρτης καὶ ταῦτα. ξηραῖνον δʼ οὐδέν ἐστι τετάρτης τάξεως ἄνευ τοῦ καίειν· εἴ τι γὰρ ἄκρως ξηραίνει, πάντως τοῦτο καίει.

`14.12`

Περὶ τῶν ἐνεργειῶν τοῦ θερμοῦ καὶ ψυχροῦ.

`14.12.1–14.12.7`

Τὰ μὲν οὖν εὔκρατα προσηνῆ ἐστι καὶ φίλια· διαχεῖ γὰρ ἡμῶν τὸ πεπηγός τε καὶ συνεστὸς ἐν τοῖς σώμασιν, ἐν ᾧ μάλιστα πάθει τὸ ἥδεσθαι τοῖς ζῴοις ἐστίν· χρονίζοντα δʼ ἀνιαρὰ γίνεται· μεταπίπτει γὰρ εἰς ἀμετρίαν οὕτω γε χύσεως, ὡς διαφορεῖσθαι καὶ λύεσθαι καὶ σκεδάννυσθαι τὴν οὐσίαν ἡμῶν, ἀλλὰ κἀν τούτῳ χωρὶς τοῦ δάκνειν ἀνιᾷ, λειποψυχίαν τε ποιοῦντα καὶ κατάπτωσιν τῆς δυνάμεως, ὥστε καὶ θάνατον ἕπεσθαι. τὰ δʼ ἐπὶ μᾶλλον θερμὰ τέμνει καὶ διαιρεῖ καὶ διίστησι τὴν οὐσίαν, ὥστε ἐξ ἀνάγκης δακνώδη φαίνεται, καθάπερ καὶ τὸ ζέον ὕδωρ καὶ τὸ πῦρ αὐτό. καὶ τῶν ψυχρῶν δὲ κατὰ τὸν αὐτὸν τρόπον ὅσα μὲν οὔπω διασπᾷ τὸ συνεχὲς τοῦ πλησιάζοντος ψυχρὰ μόνον ἐστίν, οὐ μὴν ἤδη γέ πω καὶ δακνώδη· τὰ δὲ πρὸς τῷ συνάγειν διασπῶντα βιαίως δακνώδη φαίνεται. τὸ μὲν οὖν συνάγειν τε καὶ πηγνύναι τὴν ὑποβεβλημένην ὕλην ἴδιον ἀεὶ τοῦ ψυχροῦ· τὸ δὲ διαχεῖν τε καὶ τήκειν τοῦ θερμοῦ· κοινὸν δʼ ἀμφοῖν ἀμετρότερον αὐξηθέντων τὸ δάκνειν, ὥστε καὶ χαλεπὸν εἶναι διακρῖναι πολλάκις, εἴτε κατεψυγμένος τις εἴτε καὶ διὰ χυμῶν δριμύτητα δάκνοιτο, ἀλλʼ ἐπὶ μὲν τῶν ψυχόντων εὐθέως καὶ τοῦ συνάγεσθαί τε καὶ σφίγγεσθαι τὴν οὐσίαν αἴσθησις ἡμῖν ἐστιν, ἐπὶ δὲ τῶν θερμαινόντων τοῦ διαλύεσθαί τε καὶ χεῖσθαι. καὶ δὴ καὶ τὸ τάχος οὐχ ὅμοιόν ἐστιν ἀμφοτέρων τῶν παθῶν, ἀλλʼ ἐπὶ μὲν τῶν ψυχόντων βραδύνει μᾶλλόν πως ἡ δῆξις, ἐπὶ δὲ τῶν θερμαινόντων ὠκύτατα διέρχεται. μέγιστον δʼ εἰς τὰ τοιαῦτα παθήματα συμβάλλεται καὶ τὸ τῆς οὐσίας τῶν φαρμάκων ἢ παχυμερὲς ἢ λεπτομερές· ἐπὶ μὲν γὰρ τῶν ψυχόντων τὰ λεπτομερῆ μᾶλλον ἐξικνεῖται πρὸς τὸ βάθος καὶ διὰ τοῦτο δάκνει σφοδρότερον· ἐπὶ δὲ τῶν θερμαινόντων τὰ παχυμερῆ μᾶλλον ἑλκοῖ καὶ διὰ τοῦτο ἀνιᾷ βιαιότερον. μᾶλλον δʼ ἔτι δάκνει τὰ λεπτομερῆ τε ἅμα καὶ ταῖς κράσεσιν ἀνώμαλα· σχεδὸν δὲ πάντα ἐστὶν ἀνώμαλα· ἢ γὰρ ἀδύνατον ἢ πάνυ χαλεπὸν ἐξευρεῖν οὐσίαν ἡντιναοῦν ἀκριβῶς ὁμοιομερῆ.

Ὅσα μέσα τῶν θερμαινόντων καὶ ψυχόντων ἐστίν.

`14.13.1`

Ἀδίαντον, ἀσπάραγος ὁ μυακάνθινος, ἄσπληνος, βρύον, τὸ καὶ σπλάγχνον, γλυκυρρίζης ὁ χυλός, δρακοντίου ἡ ῥίζα, ἔλαιον τὸ γλυκύτατον, ἐκ δρυπεποῦς μάλιστα τοῦ καρποῦ γινόμενον, κηρός, κύαμος, στροβίλου τὸ ἐδώδιμον ἀποβραχὲν εἰς ὕδωρ, λύκιον, λωτὸς ἢ τρίφυλλον, μάκιρ, κιτρίου ὁ φλοιός, πτέρεως ἡ ῥίζα καὶ θηλυπτέρεως, σχῖνος, ὑακίνθου ὁ καρπός, φακή, Σελινουσία γῆ καὶ Χία καὶ Σαμία, καδμεία, λιθάργυρος, λίθος γαλακτίτης.

`14.14`

Ὅσα εἶπε θερμαίνειν ἄνευ τοῦ προσθεῖναι τὴν τάξιν.

`14.14.1,2–14.14.17`

Ἄγνου τὰ φύλλα καὶ τὸ σπέρμα θερμαίνει μετρίως· ἀκαλήφης ὁ καρπὸς καὶ τὰ φύλλα, ἀκανθίου ἡ ῥίζα καὶ τὰ φύλλα, ἅλιμον μεθʼ ὑγρότητος ἀκατεργάστου καὶ φυσώδους, ἀμύγδαλα γλυκέα, ἀναγαλλίδες ἀμφότεραι, ἀτρακτυλὶς ἢ κνῆκος ἄγριος, ἀφάκη, τῶν βάτων ὁ πέπειρος καρπός, γλυκυσίδης ἡ ῥίζα, ἐλαίας ὁ καρπὸς ὁ πέπειρος, ζύμη, ἠρύγγιον, κίσθος ἢ κίσθαρος· κίσθος ἢ λάδανον ὁ μὲν παρʼ ἡμῖν ψύχει, ὁ δʼ ἐν θερμοῖς χωρίοις θερμαίνει· κράμβη ἀγρία ἰσχυρότερον τῆς ἡμέρου, περικλυμένου ὁ καρπός, πολύγαλον, ῥητῖναι πᾶσαι, ἡ δὲ πευκίνη πλέον τῆς τερμινθίνης, καὶ ταύτης ἔτι μᾶλλον ἡ στροβιλίνη, μέσαι δʼ αὐτῶν εἰσιν ἡ πιτυΐνη τε καὶ ἡ ἐλατίνη· τῶν δʼ ὑγρῶν ῥητινῶν τὸ καπνέλαιον μᾶλλον· δριμείας δʼ ἐστὶν ἡ κυπαρισσίνη δυνάμεως· σήσαμον μετρίως καὶ τὸ ἀπʼ αὐτοῦ ἔλαιον καὶ τὸ ἀφέψημα τῆς πόας, σόγχος ξηρανθείς, σχοίνου ἄνθος, φαληρίς, φοινίκων ὁ καρπός, καὶ μᾶλλον ὁ γλυκύς, λίθος μυλίτης, μελιτίτης, ῥύπος, κοχλιῶν κεκαυμένων ἡ τέφρα. κυνοκράμβη δὲ πάνυ θερμαίνει καὶ βατραχίου ἡ ῥίζα καὶ σύμπασα ἡ πόα, γλήχων, δάφνης τὰ φύλλα καὶ μᾶλλον ὁ καρπός, ἧττον δʼ ὁ φλοιὸς τῆς ῥίζης, δάφνη ἡ πόα, δίκταμνον ὁμοίως γλήχωνι — τὸ δὲ ψευδοδίκταμνον ἧττον —, ἐλελίσφακος, ἐρύσιμον, ἔρια κεκαυμένα, ζιγγίβερι, θαψία, καρδάμωμον, ὀπός, καὶ πάντων μᾶλλον ὁ Κυρηναϊκός, πάνακος Ἡρακλείας ὁ φλοιὸς τῆς ῥίζης καὶ ὁ καρπός, ἀλλʼ ἧττον τοῦ ὀποῦ, πάνακες Ἀσκληπίειον καὶ πάνακες Χειρώνειον ἔλαττον πάνακος Ἡρακλείας, σιλφίου ὀπὸς καὶ τὰ φύλλα καὶ ὁ καρπὸς καὶ ἡ ῥίζα καὶ ὁ καυλός, τρίχες κεκαυμέναι. θερμαίνει δὲ καὶ ἀμπέλου λευκῆς τῆς βρυωνίας ἡ ῥίζα — τῆς δʼ ἄλλης τῆς μελαίνης ἀσθενεστέρα —, ἀναγύρεως τὰ φύλλα καὶ μᾶλλον τὰ ξηρά, ἀριστολοχίαι, ἀσφοδέλου ἡ ῥίζα καὶ καυθείσης ἡ τέφρα, βαλάνου μυρεψικῆς ὁ χυλός, βούνιον, βούγλωσσον, ὃ καὶ ἄρκτιον, ψευδοβούνιον, γλαῦξ ἡ πόα, δαῦκος ὁ καὶ σταφυλῖνος, καὶ μᾶλλον ὁ ἄγριος δαῦκος, ἔξωθεν ἡ πόα ἐπιτιθεμένη, καὶ μᾶλλον τὸ σπέρμα αὐτῆς, χαμαιδάφνη, δαφνοειδές· δρακοντίου ἡ ῥίζα θερμοτέρα τῆς τοῦ ἄρου, διότι καὶ δριμυτέρα καὶ πικροτέρα· ἔβενος, ἔλαιον γλυκὺ καὶ παλαιόν — τὸ δὲ ῥαφάνινον μᾶλλον, καὶ τούτων μᾶλλον τὸ σησάμινον καὶ τὸ μελάνθινον καὶ δάφνινον καὶ τὸ κέδρινον καὶ τὸ ἀπὸ τῆς ὑγρᾶς πίττης τὸ δᾴδινον —, ἑλενίου τῆς πόας ἡ ῥίζα, ἐρέβινθοι, ἕρπυλλον, ἰξός, καυκαλὶς ὡς δαῦκος, λιγυστικοῦ καὶ ἡ ῥίζα καὶ τὸ σπέρμα, σμῖλαξ καὶ ἡ τραχεῖα καὶ ἡ λεία, νάρθηκος σπέρμα, πεπλίου τὸ σπέρμα, σαγαπηνόν, σατύριον, σέλινον, καὶ μᾶλλον τὸ σπέρμα, ἱπποσέλινον, ὀρεοσέλινον, σέσελι, σησαμοειδοῦς τοῦ λευκοῦ τὸ σπέρμα, σίον, σίνων, σμύρνα Βοιωτική, στύραξ, συκῆ, ὑδροπέπερι ἔλαττον πεπέρεως, ὑπερικόν. ἅλες οἱ χαῦνοι θερμότεροι τῶν ἄλλων· θεῖον, αἷμα, χολή, καὶ μᾶλλον ἡ ξανθὴ τῆς ὠχρᾶς, καὶ ἡ τῶν ταύρων τῆς τῶν εὐνουχισθέντων βοῶν μᾶλλον· ἀσθενεστάτη δʼ ἐστὶν ἡ τῶν ὑῶν πλῆν τῶν ἀγρίων· ἡ δὲ τῶν προβάτων βραχὺ δριμυτέρα τῆς τῶν ὑῶν, καὶ ταύτης μᾶλλον ἡ τῶν αἰγῶν, ᾗ παραπλησία πώς ἐστιν ἡ τῶν ἄρκτων τε καὶ βοῶν· ἡ δὲ τῶν ταύρων ἰσχυροτέρα μὲν τούτων, ἀσθενεστέρα δὲ τῆς τῶν ὑαινῶν, αὕτη δʼ αὖ πάλιν τῆς τε τοῦ καλλιωνύμου καὶ τοῦ θαλαττίου σκορπίου καὶ χελώνης θαλαττίας· εἰσὶ δὲ καὶ αἱ τῶν πτηνῶν ζῴων πᾶσαι δριμύτεραί τε καὶ ξηραντικώτεραι τῶν ἐν τοῖς τετράποσι, τῶν δὲ πτηνῶν αὐτῶν αἵ τε τῶν ἀλεκτορίδων καὶ περδίκων ἀμείνους· αἱ δὲ τῶν ἱεράκων τε καὶ ἀετῶν δριμεῖαι δεινῶς εἰσι καὶ διαβρωτικαί. οὖρον πάντων μὲν ζῴων ἐστὶ θερμόν, μᾶλλον δὲ καὶ ἧττον παρὰ τὴν κρᾶσιν· τὰ γὰρ θερμότερα θερμότερον ἔχει, τὸ δὲ τῶν ἀνθρώπων καὶ τῶν ἐκτμηθέντων ὑῶν πάντων ἀσθενέστερον. σίελον ἀσθενὲς μὲν πεπωκότων καὶ ἐδηδοκότων ἐστίν, ἰσχυρὸν δὲ καὶ δριμύτατον ὑπερδιψησάντων καὶ ὑπερπεινησάντων. σάρκες ἐχιδνῶν· στέαρ χήνειον θερμότερον τοῦ τῶν ἀλεκτορίδων καὶ ἀλεκτρυόνων καὶ τοῦ ὑείου· τὸ δὲ τῶν ταύρων πολὺ θερμότερον καὶ ξηρότερον τοῦ ὑείου· τὸ δὲ μόσχειον ἀπολείπεται τοῦ τῶν ταύρων, ὥσπερ τὸ τῶν ἐρίφων τοῦ τῶν αἰγῶν καὶ τοῦ τῶν τράγων· τοῦ δὲ τῶν ταύρων πλέον τὸ τῶν λεόντων· ἁπάσης δὲ πιμελῆς ἡ δύναμίς ἐστι θερμαντική τε καὶ ὑγραντική. ἅλμη τῶν ταριχηρῶν ἰχθύων.

Ὅσα θερμαίνει τῆς πρώτης ἀποστάσεως.

`14.15.1`

Ἀλόη ἐπιτεταμένης, ἀνθεμὶς ἢ χαμαίμηλον, ἄρον, ἀψίνθιον — θερμότερος δʼ ὁ χυλός —, λάδανον πληρουμένης, λευκακάνθης ἡ ῥίζα καὶ ὁ καρπός, λινόσπερμον, μαλαβάθρου φύλλον, νάρδου στάχυς — ἀσθενεστέρα δὲ ταύτης νάρδος Κελτικὴ καὶ ἔτι μᾶλλον νάρδος ὀρεία —, οἶνος γλεύκινος, ὀρός, πυρὸς ἔξωθεν ἐπιτιθέμενος, σῦκα ξηρὰ συμπληρουμένης.

Ὅσα θερμαίνει τῆς δευτέρας ἀποστάσεως.

`14.16.1`

Ἀμόργη ἐπιτεταμένης, ἄνηθον ἐπιτεταμένης — τὸ δὲ χλωρὸν ἔλαττον —, ἀρτεμισίαι ἀμφότεραι, βάλσαμον, ἐλαφόβοσκον, κάλαμος ἀρωματικός, κρόκος, λιβανωτός, λυχνὶς ἡ εἰς τοὺς στεφάνους πληρουμένης, λωτοῦ ἀγρίου τὸ σπέρμα, μαστίχη Χία, μέλι, μυρρίς — ἔνιοι δὲ μύρραν —, οἶνος, πευκεδάνου ἡ ῥίζα — ὁ δʼ ὀπὸς μᾶλλον —, πίσσα, πόλιον τὸ μικρότερον συμπεπληρωμένης, πολύκνημον, μελισσόφυλλον, πράσιον, πρόπολις συμπληρουμένης, πταρμικῆς τὸ θαμνίον χλωρὸν ἔτι, ῥοδία πληρουμένης, σέριφον ἐπιτεταμένης, σικύου ἀγρίου χυλός, ὃν ἐλατήριον καλοῦσιν, σισάρου ἡ ῥίζα, σκάνδιξ ἐπιτεταμένης, σκίλλα, σκολύμου ἡ ῥίζα συμπληρουμένης, σμύρνα, τερμίνθου ὁ φλοιὸς καὶ τὰ φύλλα καὶ ὁ καρπός, τεύκριον, τῆλις, χαμαιλέοντος ἑκατέρου ἡ ῥίζα πληρουμένης, χαμαιπίτυς, ὤκιμον.

`14.17`

Ὅσα θερμαίνει τῆς τρίτης ἀποστάσεως.

`14.17.1–14.17.2`

Ἀβρότονον, καὶ μᾶλλον τὸ καυθέν, αἶρα ἀρχομένης, αἰγείρου ἄνθη καὶ ἡ ῥητίνη — ἀσθενέστερα δʼ αὐτῆς τὰ φύλλα —, ἄκορον, ἄμωμον, ἀμάρακον, ἄμι, ἄνηθον καυθέν, ἀννήσου σπέρμα, ἄρκευθος καὶ ὁ καρπὸς αὐτῆς, ἀσάρου ἡ ῥίζα, βράθυ, ἐλλέβορος ἑκάτερος, ἐπίθυμον, μίνθη, καλαμίνθη, θύμα, καλάμου φραγμίτου φλοιὸς καυθείς, κάρω, κασία, κέδροι ἀμφότεραι, κιννάμωμον, κλινοπόδιον, κνήκου τὸ σπέρμα, κόνυζα, καὶ ἡ μείζων καὶ ἡ μικροτέρα — ἡ γὰρ δυσωδεστέρα ἐν ὑγροτέροις χωρίοις γινομένη ἀσθενεστέρα ἐστίν —, κύμινον, λεοντοπετάλου ἡ ῥίζα, λευκάς, λιβανωτοῦ ὁ αἴθαλος, μάραθον, μελάνθιον, μήου αἱ ῥίζαι, μῶλυ ἢ πήγανον ἄγριον ἢ ἅρμαλα ἢ βησασᾶ ἢ ὄρειον, ῥοδοδάφνη ἀρχομένης, οἶνος ὁ ἱκανῶς παλαιός, ὀνωνίδος ὁ φλοιός, ὀρίγανοι πᾶσαι, ὀποπάναξ, παρωνυχία, πετροσέλινον, πήγανον ἥμερον, πταρμικὴ τὸ θαμνίον ξηρόν, ῥαφανίς — ἡ ἀγρία δραστικωτέρα, καὶ τὸ σπέρμα δὲ δραστικώτερον —, σάμψυχον, σησαμοειδὲς μέγα, σισύμβριον, σκορπιοειδές, σμύρνιον, στάχυς ὁ παραπλήσιος πρασίῳ θάμνος, πολίου ἡ ῥίζα, τρίφυλλον — οἱ δʼ ἀσφάλτιον —, ὕσσωπον, χαλβάνη ἀρχομένης, χαμαίδρυς, χαμαιλεύκη, χελιδόνιον τὸ μεῖζον πληρουμένης.

Ὅσα θερμαίνει τῆς τετάρτης ἀποστάσεως.

`14.18.1`

Ἀδάρκη, ἀμπελόπρασον, εὐφόρβιον, κεδρέας τὸ ἔλαιον, κληματίδος τὰ φύλλα ἀρχομένης, κόστος, κρόμμυον, λεπίδιον, νάπυ, πήγανον ἄγριον, σκόροδον — τὸ δʼ ἄγριον μᾶλλον ὀφιόσκορδον —, στρουθίου ἡ ῥίζα, τιθυμάλλων ὀπός — ἔλαττον δʼ ὁ καρπὸς αὐτῶν καὶ τὰ φύλλα —, χελιδόνιον τὸ μικρότερον ἀρχομένης, τὰ καυστικὰ πάντα.

Ὅσα ψύχειν ἁπλῶς εἶπεν ἄνευ τοῦ προσθεῖναι τὴν ἀπόστασιν.

`14.19.1`

Ἀγρώστεως ἡ ῥίζα μετρίως, καὶ ἡ πόα καταπλασσομένη μετρίως, ἀλσίνη χωρὶς στύψεως, ἄπιοι καταπλασσόμεναι μετρίως — αὐστηροὶ δʼ οἱ ἀκρέμονες —, βουβώνιον ἄνευ στύψεως, βαλαύστιον, βάτου τὰ φύλλα καὶ οἱ βλαστοὶ καὶ ὁ ἄωρος καρπὸς καὶ τὸ ἄνθος, βρόμος μετρίως, βρύον θαλάσσιον, γλαύκιον μετρίως, γλυκυρρίζης ὁ χυλός, δορύκνιον πάνυ ἐπικρατούμενον ὑδατώδει ψυχρότητι δραστηρίῳ, ἐλαίας οἱ θαλλοὶ καὶ ὁ ἄωρος καρπός, ἔλαιον ὠμοτριβές, ἔλαιον μύρσινον, σησάμινον, βαλάνινον, ὑοσκυάμινον, ἐλατίνη μετρίως, ἑλξίνη ἡ καὶ περδίκιον μετρίως, ἔλυμος ἢ μελίνη καταπλασσομένη, ἐπιμήδιον μετρίως, ἴου τὰ φύλλα μετρίως, καλάμου φραγμίτου τὰ φύλλα μετρίως, κώνειον ἄκρως, λειχὴν ὁ ἐπὶ τῶν πετρῶν, μήκωνες πᾶσαι καὶ ὁ ἐξ αὐτῶν ὀπός, μηλέας ὁ καρπὸς καὶ τὰ φύλλα καὶ οἱ χυλοὶ καὶ οἱ φλοιοὶ πλὴν τῶν γλυκέων — ταῦτα γὰρ ὑδατώδη εὔκρατα —, περσικῆς ὁ καρπός, κιτρίου ἡ σάρξ, μύκητες ἱκανῶς, ὄμφακος χυλὸς ἱκανῶς, τὸ ἀπὸ τοῦ σίτου ἄμυλον μετρίως, ῥόδινον ἔλαιον μετρίως, πάτος ὁ ἀπὸ παλαίστρας, σιδηρῖτις ἑκατέρα, σόγχος ὁ μηδέπω ξηρανθείς, στρατιώτης, τρίβολοι ἀμφότεροι — ἀλλʼ ὁ μὲν ὑγρὰν ἔχει τὴν ψῦξιν, ὁ δὲ χερσαῖος γεώδη —, φοίνικος τῶν κλάδων ὁ χυλὸς καὶ ὁ ἐγκέφαλος καὶ ὁ ἐλάτης αὐτοῦ, Σαμία γῆ μετρίως, κιμωλία γῆ, λίθος αἱματίτης — ὁ δὲ σχιστὸς ἧττον —, Ναξίας ἀκόνης τὸ ἀπότριμμα, μολύβδαινα μετρίως, μόλυβδος ἄκαυστος καὶ κεκαυμένος, ψιμύθιον, σάνδυξ μετρίως, τυρὸς ὁ μαλακὸς καὶ νεοπαγὴς μετρίως.

Ὅσα ψύχει τῆς πρώτης ἀποστάσεως.

`14.20.1`

Ἀκακία ἄπλυτος, ἀτράφαξυς ἄνευ στύψεως, γίγαρτα, κέγχρος, κριθαί, ὀροβάκχη, πλάτανος, ῥάμνος συμπληρουμένης, σέρις, ἥν τινες πικρίδα καὶ κιχόριον προσαγορεύουσι· καὶ ἡ χονδρίλη δʼ εἶδός ἐστι σέρεως.

Ὅσα ψύχει τῆς δευτέρας ἀποστάσεως.

`14.21.1`

Ἀκακία πεπλυμένη, ἀρνόγλωσσον καὶ ὁ καρπὸς αὐτοῦ, βλίτον, κηκὶς ὀμφακῖτις, κολοκύντη, μηλέας Ἀρμενιακῆς ὁ καρπός, ῥοῦς, σίκυος πέπων, στρύχνον τὸ κηπευόμενον — παραπλήσια δὲ τούτῳ καὶ τὰ φύλλα τοῦ στρύχνου τοῦ ἁλικακκάβου —, ὑακίνθου ῥίζα πληρουμένης, φακὸς ὁ ἐπὶ τῶν τελμάτων, φῦκος χλωρὸν ἔτι καὶ ὑγρὸν ἐξαιρούμενον τῆς θαλάττης, ψυλλίου τὸ σπέρμα.

`14.22`

Ὅσα ψύχει τῆς τρίτης ἀποστάσεως.

`14.22.1–14.22.2`

Ἀείζῳα ἀμφότερα, ἀνδράχνη αὐτή τε καὶ ὁ χυλὸς αὐτῆς, μανδραγόρας, κιτρίου τὸ περὶ τὸ σπέρμα ὀξύ, πολύγονον ἀρχομένης, ποταμογείτων ὁμοίως, στρύχνου τοῦ θαμνώδους τοῦ ὑπνωτικοῦ τῆς ῥίζης ὁ φλοιός, ὑοσκύαμος ὁ καὶ τὸ ἄνθος καὶ τὸ σπέρμα λευκὸν ἔχων, ὑπήκοον. τῆς δὲ τετάρτης τάξεως ψύχει ὀπὸς μήκωνος.

`14.23`

Ὅσα ξηραίνειν φησὶν ἄνευ τοῦ προσθεῖναι τὴν ἀπόστασιν.

`14.23.1–14.23.3`

Ἄγνου τὰ φύλλα καὶ τὸ σπέρμα ἧττον τοῦ πηγάνου, ἀγρώστεως ἡ ῥίζα μετρίως, τῆς ἐν Παρνασσῷ ἀγρώστεως τὸ σπέρμα, ἀδίαντον, ἀείζῳα ἀμφότερα μετρίως, αἰγείρου τὰ ἄνθη καὶ ἡ ῥητίνη μετρίως — τὰ ἄλλα δʼ αὐτῆς ἀσθενέστερα —, ἀκάνθου ἤτοι μελαμφύλλου ἢ παιδέρωτος ἡ ῥίζα, ἀκάνθης λευκῆς ἡ ῥίζα, ἄκανθα Αἰγυπτία, ἀκτὴ ἥ τε δενδρώδης καὶ ἡ χαμαιάκτη ἡ βοτανώδης, ἄλυσσον, ἀμάραντος καὶ ῥευμάτων ξηραντικὴ πινομένη, ἀμπέλου λευκῆς τῆς καὶ βρυωνίας ἡ ῥίζα — τῆς γὰρ μελαίνης βρυωνίας ἡ ῥίζα ἀσθενεστέρα —, ἀναγύρου τὰ ξηρὰ φύλλα ἰσχυρῶς, ἀνδροσαίμου τῆς τε ἀσκύρου — ὑπερικοῦ δʼ εἶδος — καὶ τῆς διονυσιάδος καλουμένης τὰ φύλλα, ἀνδρόσακες, ἀνθύλλιοι ἀμφότεραι μετρίως, ἀπαρίνη μετρίως, ἄπιοι καταπλασσόμεναι μετρίως — μᾶλλον δʼ ἀχράδες —, ἀριστολοχία πάνυ — μᾶλλον δʼ ἡ στρογγύλη —, ἄρκτια ἀμφότερα, ἀσπάραγος μυακάνθινος, ἀσπάλαθος, ἀστραγάλου ἡ ῥίζα, ἀσφοδέλου ἡ ῥίζα, καὶ μᾶλλον καυθείσης ἡ τέφρα, ἀτρακτυλὶς ἢ κνῆκος ἄγριος μετρίως, ἀφάκη μᾶλλον φακῆς, βαλαύστιον πάνυ, τῶν βάτων ὁ ἄωρος καρπός — ξηρανθεὶς δὲ μᾶλλον· ὁμοίως καὶ τὸ ἄνθος —, βατραχίου ἡ ῥίζα καὶ ἡ σύμπασα πόα σφοδρῶς, βολβὸς ἐπιπλασσόμενος, γάλιον, γλυκυσίδης τῆς καὶ πεντορόβου καὶ παιωνίας ἡ ῥίζα, δάφνης τὰ φύλλα σφοδρῶς, καὶ μᾶλλον ὁ καρπός — ἧττον δʼ ὁ φλοιὸς τῆς ῥίζης —, δρυὸς ἅπαντα τὰ μόρια, καὶ μᾶλλον φηγοῦ καὶ πρίνου — καὶ δὴ καὶ τὰ φύλλα τὰ μὲν τούτων τῶν φυτῶν ἁπαλὰ καταπλασσόμενα ξηραίνειν οὐκ ἀγεννῶς πέφυκεν· τὰ δὲ τῆς ἑτέρας δρυὸς ἧττον —, ἔλαιον δάφνινον, καὶ μᾶλλον τὸ δᾴδινον, ἔλυμος ἡ καὶ μελίνη καταπλασσομένη, ἐχίνου τῆς πόας ὁ καρπός, ἠρύγγιον ἱκανῶς, ἰσάτις ἀγρία μᾶλλον τῆς ἡμέρου, ἰτέας τοῦ φλοιοῦ ἡ τέφρα ἰσχυρῶς, καννάβεως ὁ καρπός, κάρδαμον, καυκαλὶς ὡς δαῦκος, κερατωνία, ὥσπερ καὶ ὁ καρπὸς αὐτῆς τὰ κεράτια, κόμμι, κονία — ξηραντικωτάτη καὶ ῥυπτικωτάτη πασῶν ἐστιν ἥ τε ἐκ τῆς συκίνης τέφρας καὶ τῆς τῶν τιθυμάλλων, καὶ σχεδὸν ἤδη τῆς καυστικῆς δυνάμεως —, κρανίας ὁ καρπὸς καὶ τὰ φύλλα καὶ οἱ βλαστοὶ ἰσχυρῶς, κράμβη ἐσθιομένη τε καὶ ἔξωθεν ἐπιτιθεμένη — οἱ δὲ καυλοὶ καυθέντες αὐτῆς ἰσχυρῶς ξηραίνουσαν ποιοῦσι τέφραν, ὡς ἤδη τι καὶ καυστικῆς μετέχειν δυνάμεως —, κράμβη ἀγρία ἰσχυρότερον τῆς ἡμέρου, κρῆθμον, κρίνου τὰ φύλλα καὶ ἡ ῥίζα λειούμενα, κροκοδειλίου τὸ σπέρμα καὶ ἡ ῥίζα, κυνοκράμβη, λαγώπους, λειχὴν ὁ ἐπὶ τῶν πετρῶν, λεπίδιον ἔλασσον καρδάμου, λιγνὺς πᾶσα, λωτὸς ἢ τρίφυλλον μετρίως, λωτὸς τὸ δένδρον, μαράθου ἀγρίου τὸ σπέρμα καὶ ἡ ῥίζα μᾶλλον τοῦ ἡμέρου — καλεῖται δὲ διὰ τὸ μέγεθος ἱππομάραθον. τούτου μὲν οὖν οὐχ ἡ ῥίζα μόνον, ἀλλὰ πολὺ μᾶλλον τὸ σπέρμα κάχρυϊ παραπλήσιόν ἐστιν· ἕτερον δʼ ἐστὶν ἱππομάραθον, οὗ τὸ σπέρμα στρογγύλον τέ ἐστι καὶ δριμὺ τῷ τοῦ κοριάννου παραπλήσιον, ὅμοιον μὲν τῇ δυνάμει τῷ τοῦ ἱππομαράθου, ἀσθενέστερον δέ —, μυριόφυλλον, ναρκίσσου ἡ ῥίζα, νευράς, νυμφαίας ἡ ῥίζα — ἡ δὲ λευκὴν ἔχουσα ῥίζαν σφοδρότερον —, ξύρεως ἢ ξυρίδος ἡ ῥίζα, καὶ πολὺ μᾶλλον ὁ καρπός, ξιφίου ἡ ῥίζα, καὶ μάλιστα ἡ ἄνωθεν, ὀμφάκιον, ὄρχις, ἣν καὶ σεραπιάδα καλοῦσι, πλέον τῆς ἄλλης, ἣν καὶ κυνὸς ὄρχιν ὀνομάζουσιν — ξηρανθεῖσα δὲ μᾶλλον —, πάπυρος καυθεῖσα, ἧττον δὲ τῆς τέφρας τοῦ χάρτου, πάνακος Ἡρακλείας ὁ φλοιὸς τῆς ῥίζης, ἀλλʼ ἧττον τοῦ ὀποῦ, περιστερεών, πλατάνου ὁ φλοιὸς καὶ τὰ σφαιρία μετρίως — καυθεὶς δʼ ὁ φλοιὸς πλέον —, πολύγονον, πολεμώνιον — οἱ δὲ φιλεταίριον —, πολυπόδιον, πτέρεως ἡ ῥίζα καὶ ἡ θηλύπτερις, τὸ ἀπὸ τοῦ σίτου ἄμυλον μετρίως, ῥητῖναι πᾶσαι, σπαργάνιον, ὑπερικόν, φαλαγγῖτις, φλόμου τὰ φύλλα, ἅλες, ἀφρόνιτρα, γύψος — καυθεῖσα δὲ μᾶλλον —, καδμεῖαι πᾶσαι καὶ πάντα τὰ μεταλλικὰ καὶ λιθώδη καὶ γεώδη καὶ λεπίδες πᾶσαι — μᾶλλον δʼ ἡ τοῦ χαλκοῦ —, λιθάργυρος μετρίως, Φρύγιος λίθος, Ἀράβιος λίθος, ὀστρακίτης πάνυ, λίτρον, μέλαν ᾧ γράφομεν, ὄστρακον — μᾶλλον δὲ τὸ ἐκ τῶν κριβάνων —, σκωρία πᾶσα — ἡ δὲ τοῦ σιδήρου μάλιστα —, στίμμι, χρυσοκόλλα, πυτία πᾶσα, κόπρος πᾶσα — ἡ δὲ τῶν χηνῶν ἄχρηστός ἐστι διὰ πολλὴν δριμύτητα· ὁμοίως καὶ ἡ τῶν ἱεράκων καὶ ἀετῶν —, ῥύπος μετρίως, σάρκες ἐχιδνῶν, σὰρξ κοχλιῶν κοπεῖσα ἐν ὅλμῳ πάνυ καὶ μετὰ ταῦτα λειωθεῖσα ἰσχυρῶς — χρὴ δὲ προσφάτους εἶναι τοὺς κοχλίας —, καὶ ἡ τέφρα δʼ αὐτῶν ἱκανῶς καυθέντων, στέαρ ταύρειον τῶν ἄλλων μᾶλλον, κεφαλαὶ ταριχηρῶν μαινίδων κεκαυμέναι, κέρας ἐλάφου καὶ αἰγὸς κεκαυμένα, καστόρειον, ὀστᾶ κεκαυμένα ἱκανῶς, δέρμα παλαιὸν ἀπὸ τῶν καττυμάτων καυθέν, ὀστρέων καὶ πορφυρῶν τὸ ὄστρακον καυθὲν ἱκανῶς — χρὴ δʼ αὐτὰ χνοώδη γίνεσθαι —, σηπέας ὄστρακον, ἔρια κεκαυμένα, τρίχες κεκαυμέναι πάνυ, ὠοῦ ἡ λέκιθος ὀπτηθεῖσα, καρκίνων ἡ τέφρα, γάρος ἱκανῶς, ἅλμη τῶν ταριχηρῶν ἰχθύων.

`14.24`

Ὅσα ἀδήκτως ξηραίνει.

`14.24.1–14.24.5`

Ἀκαλήφης ὁ καρπὸς καὶ τὰ φύλλα, ἀλόη, ἀμόργη, καὶ μᾶλλον ἑψηθεῖσα, ἀναγαλλίδες ἀμφότεραι, ἀρνόγλωσσον· βρόμος καὶ διαφορεῖ καταπλασσόμενος· ἔλαιον γλυκὺ ἄναλον πλυθὲν πάντων μάλιστα· ἐρείκη καὶ διαφορεῖ· ζύμη ἀδήκτως ἐπισπᾶται τὰ ἐκ βάθους καὶ διαφορεῖ· θαλίητρον, θέρμος ὁ πικρὸς καὶ τὸ ἄλευρον αὐτοῦ μετὰ τοῦ διαφορεῖν, καὶ μᾶλλον ὁ ἄγριος, ἵππουρις ἰσχυρῶς, ἰσάτις ἰσχυρῶς, ἰτέας φύλλα καὶ τὸ ἄνθος μετά τινος στύψεως — ἔνιοι δὲ καὶ χυλὸν ἐξ αὐτῶν ποιοῦντες ἄδηκτον ξηραῖνον ἴσχουσι φάρμακον εἰς πολλὰ χρήσιμον· οὐδὲν γὰρ πολυχρηστότερόν ἐστιν ἀδήκτου ξηραίνοντος καὶ στύφοντος ἠρέμα φαρμάκου· καγκάνου ἡ ῥίζα μετρίως, καρύου λέπος ξηρὸν καυθὲν μετὰ τοῦ λεπτομερὲς εἶναι — καὶ τὰ Ποντικὰ δὲ κάρυα παραπλήσια μέν ἐστι τοῖς μεγάλοις· μετέχει δʼ οὐσίας γεώδους ψυχρᾶς· κέγχρος, κενταύρειον τὸ μικρὸν ἰσχυρῶς, ὁμοίως δὲ καὶ ὁ χυλὸς αὐτοῦ, κεράσου τοῦ δένδρου τὸ κόμμι, κόκκος βαφικός, τὸ ἀπὸ τοῦ κρίνου ἔλαιον καὶ τὰ φύλλα καὶ ἡ ῥίζα τοῦ κρίνου, κύαμος ἔξωθεν ἐπιτιθέμενος, κυπαρίσσου τὰ φύλλα καὶ οἱ βλαστοὶ καὶ τὰ σφαιρία τὰ νέα καὶ μαλακά, κυπέρου αἱ ῥίζαι μετὰ τοῦ θερμαίνειν, κύπρου τὰ φύλλα καὶ οἱ βλαστοί, στροβίλων τὸ ἐδώδιμον ἐν ὕδατι βραχέν, νευράς, νυμφαίας ἡ ῥίζα, σίραιον πάνυ, παρωνυχία, πενταφύλλου ἡ ῥίζα, πολυπόδιον, πτέρεως ἡ ῥίζα καὶ θηλυπτέρεως, σμύρνα, σαρκοκόλλα, στοιβῆς ὁ καρπὸς καὶ τὰ φύλλα, τίτανος πλυθεῖσα, τραγάκανθα, φοίνικος ἡ ῥίζα καὶ ὁ καρπός, ὠκιμοειδοῦς τὸ σπέρμα ἡ καὶ φιλεταίριος, γῆ πᾶσα — συντελεῖ δʼ εἰς τοῦτο αὐτῇ τὸ πεπλύσθαι· δραστικωτέρα δʼ ἐστὶν ἡ Λημνία —, καδμεῖαι αἱ ἐκ τῶν καμίνων πλυθεῖσαι, λίθος ὃν καλοῦσι λευκογραφίδα· Ἀσσίας πέτρας ἄνθος τὰς πλαδαρὰς σάρκας ἐκτήκει· ἧττον δʼ αὐτῆς ἡ πέτρα· πομφόλυξ συνεχῶς πλυθεῖσα, τίτανος σβεσθεῖσα καὶ πλυθεῖσα γενναίως, ψωρικὸν μᾶλλον χαλκίτεως· ὠῶν τὸ λευκὸν καὶ λεπτὸν ἀδηκτότατον· ὁμοίας δὲ φύσεώς ἐστι καὶ ἡ λέκιθος αὐτῶν· ὀπτηθεῖσα δʼ ἧττον παρηγορεῖ.

Ὅσα ξηραίνει τῆς πρώτης ἀποστάσεως.

`14.25.1`

Ἀνθεμὶς ἢ χαμαίμηλον, ἀρκεύθου ὁ καρπός, ἄρον, ἀρτεμισίαι ἀμφότεραι ἐπιτεταμένης, κριθαὶ μᾶλλον τοῦ ἀλεύρου τῶν κυάμων τοῦ χωρὶς τῶν λεμμάτων — τὰ δʼ ἄλφιτα καὶ τῶν κριθῶν πλέον —, κρόκος, λιβανωτός, μάραθον, νήριον ἢ ῥοδοδάφνη, οἶνος γλευκίνης, ὀροβάκχη, σέρεως πάντα τὰ εἴδη, σικύου πέπονος τὸ σπέρμα καὶ ἡ ῥίζα ξηρανθεῖσα, τῆλις, ὑακίνθου ῥίζα, χαμαιλεύκη.

Ὅσα ξηραίνει τῆς δευτέρας ἀποστάσεως.

`14.26.1`

Αἶρα πληρουμένης, ἀμάρακον, ἄσφαλτος, ἀμόργη ἐπιτεταμένης, ἄνηθον, ἀρνόγλωσσον καὶ ὁ καρπὸς αὐτοῦ, βάλσαμον, γίγαρτα, γιγγίδιον, διψάκου τῆς ἀκάνθης ἡ ῥίζα, ἐλαφόβοσκος, κάλαμος ἀρωματικός, κέγχρος ἐπιτεταμένης, κίσθος ἢ κίσθαρος, λιβανωτοῦ φλοιὸς πληρουμένης, λύκιον, λυχνίδος τῆς εἰς τοὺς στεφάνους τὸ σπέρμα πληρουμένης, μαλαβάθρου φύλλον πληρουμένης, μάραθον, μαστίχη Χία — ἡ δʼ Αἰγυπτία μᾶλλον —, μέλι, κιτρίου ὁ φλοιὸς καὶ τὸ σπέρμα καὶ τοῦ δένδρου τὰ φύλλα, μήου αἱ ῥίζαι, μυὸς ὦτα, νάρδου στάχυς πληρουμένης — νάρδος Κελτικὴ ταύτης ἀσθενεστέρα· νάρδος ὀρεία ἔτι ἀσθενεστέρα —, οἶνος, ὄροβος ἐπιτεταμένης, ὀποπάναξ, πίσσα, πολύκνημον, πταρμικὴ τὸ θαμνίον χλωρὸν ἔτι, ῥάμνος, ῥαφανίς — ἡ δʼ ἀγρία μᾶλλον —, σκάνδιξ ἐπιτεταμένης, σκολύμου ἡ ῥίζα, σκορπιοειδές, σμύρνα, σχῖνος, τερμίνθου ὁ φλοιὸς καὶ τὰ φύλλα καὶ ὁ καρπός, καὶ μάλιστα ξηρανθέντα, στρύχνου τοῦ μανικοῦ τῆς ῥίζης ὁ φλοιὸς πληρουμένης, φακοί, φῦκος χλωρὸν ἔτι καὶ ὑγρὸν ἐξαιρούμενον τῆς θαλάσσης, χαλβάνη ἀρχομένης.

Ὅσα ξηραίνει τῆς τρίτης ἀποστάσεως.

`14.27.1`

Ἀβρότονον, καὶ μᾶλλον τὸ καυθέν, ἀκακία, ἄκορον, ἀλόη, ἄμι, ἄνηθον καυθέν, ἀννήσου σπέρμα, ἄρκευθος, ἀσάρου ἡ ῥίζα, ἀψίνθιον, βράθυ, ἐλλέβορος ἑκάτερος, ἐπίθυμον, θύμα, καλαμίνθη, καλάμου φραγμίτου ὁ φλοιὸς καυθείς, κάρω, κασία, κέδροι ἀμφότεραι, κιννάμωμον, κλινοπόδιον, κόνυζα, καὶ ἡ μείζων καὶ ἡ μικροτέρα — ἡ γὰρ δυσωδεστέρα καὶ ἐν ὑγροῖς χωρίοις γινομένη ἀσθενεστέρα —, λεοντοπετάλου ἡ ῥίζα, λευκακάνθου ἡ ῥίζα, λιβανωτοῦ αἴθαλος, μάκιρ, μελάνθιον, κιτρίου τὸ ὑπὸ τὸ σπέρμα, οἶνος ὁ ἱκανῶς παλαιός, ὄξος συμπληρουμένης, ὅταν ἰσχυρὸν ὑπάρχῃ, ὀρίγανοι πᾶσαι, παρωνυχία, πενταφύλλου ἡ ῥίζα, πετασῖτις, πετροσέλινον, σμύρνιον, ἀλλʼ ἧττον, πευκεδάνου ἡ ῥίζα — ὁ δʼ ὀπὸς μᾶλλον —, πήγανον ἥμερον, πόλιον τὸ μικρότερον, μελισσόφυλλον, πράσιον, πταρμικὴ τὸ θαμνίον ξηρόν, ῥοῦς, σάμψυχον, σέριφον, σησαμοειδὲς μέγα, σισύμβριον, στοιβῆς ὁ καρπὸς καὶ τὰ φύλλα ἀρχομένης, τεύκριος, τρίφυλλον — οἱ δʼ ἀσφάλτιον —, ὑακίνθου ὁ καρπός, ὕσσωπον, χαμαίδρυς, χαμαιλέοντος ἡ ῥίζα, καὶ τοῦ μέλανος καὶ τοῦ λευκοῦ, χαμαιπίτυς, χελιδόνιον τὸ μεῖζον.

Ὅσα ξηραίνει τῆς τετάρτης τάξεως.

Ἀμπελόπρασον, κεδρέας τὸ ἔλαιον, νάπυ, πήγανον ἄγριον, σκόροδον· τὸ δʼ ἄγριον μᾶλλον, ὀφιόσκορδον ὀνομαζόμενον.

Ὅσα ὑγραίνειν φησὶν ἄνευ τοῦ προσθεῖναι ποίας τάξεως.

`14.29.1`

Ἀλσίνη, βούγλωσσον, γλαῦξ ἡ πόα, γλυκυρρίζης ὁ χυλός, θρίδαξ μετρίως, ἴου τὰ φύλλα μετρίως, μηλέας Περσικῆς ὁ καρπός, μύκητες, πολύγαλον, ῥόδινον μᾶλλον ἐλαίου, σατύριον, στρατιώτης.

Ὅσα ὑγραίνει τῆς δευτέρας τάξεως.

`14.30.1`

Ἀνδράχνη αὐτή τε καὶ ὁ χυλὸς αὐτῆς, ἀτράφαξυς, βλίτον, κολοκύντη, μηλέας Ἀρμενιακῆς ὁ καρπός, σίκυος πέπων, φακὸς ὁ ἐπὶ τῶν τελμάτων.

Ὅσα ὑδατώδη ψυχρότητα ἔχει.

`14.31.1`

Ἀκακία, ἀλσίνη, ἀνδράχνη, ἀρνόγλωσσον, ἀτράφαξυς, βάτου τὰ φύλλα, βήχιον πόα ὑγρὰ οὖσα — ξηρανθεῖσα δʼ οὐχ ὁμοίως —, βλίτον, βρύον θαλάσσιον, γλαύκιον, δορύκνιον, ἐπιμήδιον μετρίως, θρίδαξ, ἰξός, ἴου τὰ φύλλα, κολοκύντη, κοτυληδών, κώνειον, λεύκη τὸ δένδρον, μαλάχη ἥμερος, μήκωνες, μῆλα, πραικόκκια, μύκητες, πλάτανος, πολύγονον, ποταμογείτων, σιδηρῖτις, σίκυς ἐδώδιμος, σόγχος, στρατιώτης ἔνυδρος, ὁλόσχοινος, τρίβολος, ὑπήκοον, φακὸς ὁ ἐπὶ τῶν τελμάτων, ψυλλίου τὸ σπέρμα, μόλυβδος.

Ὅσα μέσα τῶν ξηραινόντων καὶ ὑγραινόντων ἐστίν.

`14.32.1`

Ἀγρώστεως ἡ ῥίζα καταπλασσομένη, ἔλαιον τὸ γλυκύτατον ἐκ δρυπεποῦς μάλιστα τοῦ καρποῦ.

`14.33`

Περὶ τῶν λεπτομερῶν καὶ παχυμερῶν.

`14.33.1–14.33.8`

Ἐπεὶ λεπτομερὲς μὲν καλεῖται τὸ ῥᾳδίως εἰς λεπτὰ καταθραυόμενον, ἁδρομερὲς δὲ καὶ παχυμερὲς τὸ ἐναντίον, ὑπάρχει δὲ τοῖς μὲν γλίσχροις καὶ σκληροῖς ἢ μόλις καὶ χαλεπῶς ἢ οὐδʼ ὅλως εἰς λεπτὰ καταθραύεσθαι, τοῖς δὲ κραύροις καὶ μαλακοῖς ἄνευ γλισχρότητος ἑτοίμως εἰς λεπτὰ λύεσθαι, πρόδηλον οἶμαι τοὐντεῦθεν ὡς δυνάμει πολλὰ μέν ἐστι θερμὰ καὶ ῥᾳδίως ἐκπυροῦται, θερμαίνει δʼ οὐ ῥᾳδίως ἡμᾶς· τὸ μὲν γὰρ πῦρ ἁπάντων λεπτομερέστατόν τε ἅμα καὶ θερμότατον ὑπάρχον εἰς τὸ βάθος αὐτῶν διικνεῖται ῥᾳδίως καὶ καταθραύει καὶ λεπτύνει καὶ μεταβάλλει καὶ πρὸς τὴν ἑαυτοῦ μεθίστησι φύσιν, ὁμοιοῦν πάντῃ καὶ κρατοῦν τοῦ πλησιάζοντος· ἡ δʼ ἡμετέρα θερμασία πρὸς τῷ παχυμερὴς εἶναι καὶ ἀτμώδης ἔτι καὶ ἀσθενής ἐστιν, ὡς μὴ ῥᾳδίως μεταβάλλειν τὸ πλησιάζον. ἐδείχθη δʼ ὡς οὐδὲν τῶν θερμαίνειν ἡμᾶς φαινομένων ὁμοίως τῷ πυρὶ θερμαίνειν πέφυκεν, ἀλλʼ ὡς εὐέξαπτος ὕλη· τὴν γὰρ ἀρχὴν τῆς μεταβολῆς ἐκ τῆς ἐν ἡμῖν θερμότητος λαμβάνοντα, καθάπερ οἱ ξηροὶ κάλαμοι παρὰ τοῦ πυρός, ἀντιθερμαίνει τε ἡμᾶς καὶ οἷον μόρια τῆς ἐμφύτου γίνεται θερμότητος, ὡς ἐκεῖνοι τοῦ πυρός. καὶ μὴν ὅτι γε τὸ μὲν πάνυ σμικρὸν σῶμα ῥᾳδίως ἀλλοιοῦται πρὸς τοῦ πλησιάζοντος, τὸ δὲ μεῖζον ἐν χρόνῳ τε καὶ μόγις αἰσθητὴν ἴσχει τὴν ἀλλοίωσιν, πεπιστευμένον ἱκανῶς ἐστιν, ὥστε οὐδὲν θαυμαστόν, εἰ θᾶττον αἰσθανόμεθα θερμαίνοντος ὅπερ ἂν ἐπιμελέστερον εἰς ἐλάχιστα καταθραύσωμεν. καὶ ἐναργῶς δὲ φαίνεται μηδὲν τῶν παχυμερῶν, πρὶν ἀκριβῶς καταθραυσθῆναι, μήτε αὐτὸ πάσχον τι ὑπὸ τοῦ σώματος ἡμῶν μήτε ἀντιδρᾶσαί τι δυνάμενον· οὐ γὰρ μόνον ἐπὶ πεπέρεως ἢ νάπυος καὶ τῶν ἄλλων ἁπάντων τῶν θερμαινόντων ἡμᾶς, ἀλλὰ κἀπὶ τῶν ψυχρῶν ταῖς δυνάμεσιν ὡσαύτως ἔχει. μανδραγόρου γοῦν ῥίζης φλοιὸν εἴ τις εἰς μεγάλα καταθραύσας ἐπιθείη κατὰ τοῦ δέρματος ἢ καταπλάττοι, παντελῶς οὐδὲν ἀνύσει· λεπτουργηθεὶς δʼ ἱκανῶς ψύχειν πέφυκεν. οὕτω δὲ καὶ τὸ τῆς μήκωνος σπέρμα καὶ τὸ τοῦ κωνείου, καίτοι τοῦτο σφοδρότατον ὑπάρχον τῶν ψυχόντων, πρὶν ἀκριβῶς καταθραυσθῆναι πλησιάζον ἡμῶν τῷ δέρματι, παντάπασιν ἀσθενὲς ὑπάρχει. μὴ τοίνυν θαύμαζε, εἰ κάλαμοι ξηροὶ καὶ τρίχες εὐέκκαυτα μέν ἐστιν, οὐ μὴν ἡμᾶς γε θερμαίνει πλησιάζοντα· τὴν ἀρχὴν γὰρ οὐδὲ μεταβάλλεται πρὸς τῆς ἐν ἡμῖν θερμασίας, ἵνα ἀντιθερμήνῃ, διὰ τὸ μὴ δύνασθαι καταθραυσθῆναι χνοωδῶς, ἐπεὶ ὅ γε κάλαμος ὁ ἐξ Ἰνδίας τῷ κόπτεσθαί τε καὶ διαττᾶσθαι χνοωδῶς μᾶλλον τοῦ παρʼ ἡμῖν ἐναργῶς φαίνεται θερμαίνων. οὔτε δέ, ὥς τινες ὑπειλήφασι, πᾶν πῦρ λεπτομερὲς νομιστέον οὔτε τὸ λεπτομερὲς ἅπαν πῦρ· ὅ τε γὰρ ἄνθραξ πῦρ μέν, οὐ λεπτομερὴς δέ, ὅ τε ἀὴρ λεπτομερὴς μέν, οὐ πῦρ δέ· ἔστι γάρ τι καὶ ψυχρὸν ἀκριβῶς λεπτομερὲς καὶ θερμὸν παχυμερές.

`14.33.9`

Ὅσα λεπτομερῆ.

Ἀβρότονον κεκαυμένον, ἄγνου τὸ σπέρμα καὶ τὰ φύλλα, σκάνδιξ, τῆς ἐν Παρνασσῷ ἀγρώστεως τὸ σπέρμα, αἰγείρου τὰ ἄνθη, ἀκαλήφης ὁ καρπὸς καὶ τὰ φύλλα, ἀκάνθου ἤτοι μελαμφύλλου ἢ παιδέρωτος ἡ ῥίζα, ἀκανθίου ἡ ῥίζα καὶ τὰ φύλλα, ἀκάνθης λευκῆς τὸ σπέρμα, ἄκορον, ἄμωμον, ἀσάρου ἡ ῥίζα, ἀμπέλου ἀγρίας λευκῆς ἡ ῥίζα, ἀναγύρου τῆς ῥίζης ὁ φλοιός, καὶ πλέον αὐτοῦ τὸ σπέρμα, ἀνθύλλιοι ἀμφότεραι — ἡ δὲ τῇ χαμαιπίτυϊ ἐοικυῖα μᾶλλον —, ἀνθεμὶς ἡ καὶ χαμαίμηλον, ἀπαρίνη, ἀριστολοχείας ἡ ῥίζα, καὶ μᾶλλον ἡ στρογγύλη, ἄρκτιον τὸ τῷ φλόμῳ ὅμοιον, ἀρνογλώσσου ὁ καρπὸς καὶ τὰ φύλλα ξηρανθέντα, ἀρτεμισίαι ἀμφότεραι, ἄσπληνος, ἀσφοδέλου ἡ ῥίζα, καὶ μᾶλλον καυθείσης ἡ τέφρα, βάλσαμον — ὁ δʼ ὀπὸς τοῦ φυτοῦ μᾶλλον· ὁ δὲ καρπὸς ἔλασσον —, βάτου ἡ ῥίζα, βράθυ πάνυ, γλυκυσίδης τῆς καὶ πεντορόβου καὶ παιωνίας ἡ ῥίζα, δίκταμνον, δρακοντίου ἡ ῥίζα πλέον τῆς τοῦ ἄρου, ἔβενος, ἔλαιον παλαιόν, ἔλαιον κίκινον, ἔλαιον τὸ ἐκ λύχνου, Σαβῖνον, ἐλαφόβοσκον, εὐπατόριος ἡ πόα, εὐφόρβιον, ζύμη, ἠρύγγιον, ἰτέας ὀπός, καλαμίνθη, κάλαμος ἀρωματικός, καλάμου φραγμίτου φλοιὸς καυθείς, κασία ἱκανῶς, καρύων τὸ ἐδώδιμον, καρύου λέπος ξηρὸν καυθὲν ἱκανῶς, καρπήσιον, κέγχρος, κεδρέας τὸ ἔλαιον, κιννάμωμον ἄκρως, κινναμωμὶς ἡ καὶ ψευδοκιννάμωμον, ψευδοδίκταμνος ἔλασσον, λάδανον μετρίως, κλινοπόδιον, κοκκυμηλέας κόμμι, λιγνὺς ἅπασα, λωτὸς τὸ δένδρον, μαστίχη, μελάνθιον, μηδίου τὸ σπέρμα, μυρρίς — ἔνιοι δὲ μύρρα —, μῶλυ, ὅ τινες πήγανον ἄγριον, ξύρεως ἢ ξυρίδος ἡ ῥίζα, καὶ μᾶλλον ὁ καρπός, ὀξυακάνθου ὁ καρπός, ὀποβάλσαμον, ὀπὸς Κυρηναϊκὸς τοῦ ἄλλου παντὸς μᾶλλον, παρωνυχία. πευκεδάνου ὀπὸς πήγανον, πίσσα — τὸ δὲ πισσέλαιον μᾶλλον —, πιστακίου ὁ καρπός, πολεμώνιον — οἱ δὲ φιλεταίριον —, πρόπολις, τερεβινθίνη μᾶλλον τῶν ἄλλων ῥητινῶν, καὶ ἔτι μᾶλλον ἡ λάριξ, τῆς δʼ ὑγρᾶς ῥητίνης τὸ καπνέλαιον, ῥόδινον ἔλαιον, ῥόδα, σαγαπηνόν, σάμψυχον, σέσελι, σικύου σπέρμα, σισύμβριον καὶ τὸ σπέρμα αὐτοῦ, σῦκα ξηρὰ μετρίως, συκῆ, σχοίνου ἄνθος μετρίως, τεύκριος, τέφρα — ταύτης δὲ μᾶλλον τίτανος —, τριβόλου τοῦ χερσαίου ὁ καρπός, ὕδνα μετρίως, ὑπερικόν, ὕσσωπον, φαληρίς, φαλαγγῖτις, φόρμιον, ὠκιμοειδοῦς τὸ σπέρμα, ἅλες οἱ χαῦνοι τῶν ἄλλων μᾶλλον — οἱ δὲ κεκαυμένοι καὶ τούτων πλέον· τὸ δʼ ἁλὸς ἄνθος καὶ τούτων μᾶλλον —, ἁλὸς ἄχνη πάνυ, νίτρον — ὁ δʼ ἀφρὸς αὐτοῦ μᾶλλον —, ἀλκυονίων τὸ τρίτον πάνυ — τούτου δʼ ἔλαττον τὸ τέταρτον —, ἀρσενικὸν καυθέν, γύψος καυθεῖσα, θεῖον, καδμεία βοτρυῗτις μᾶλλον, κίσηρις κεκαυμένη, κονία, ἡ τοῦ χαλκοῦ λεπὶς μᾶλλον τῶν ἄλλων, Ἀσσίας πέτρας ἄνθος — ἧττον δʼ ἡ πέτρα —, μελαντηρία, μίσυ, χαλκοῦ ἄνθος μᾶλλον τοῦ κεκαυμένου χαλκοῦ καὶ τῆς λεπίδος αὐτοῦ, ἡ ἐν θυείᾳ γινομένη χρυσοκόλλα μᾶλλον τῆς μεταλλευομένης — καὶ ταύτην δὲ καύσας λεπτομερεστέραν ἐργάσῃ —, σάνδυξ ὁ γινόμενος καιομένου ψιμυθίου, φῦκος, στέαρ λέοντος καὶ παρδάλεως καὶ ὑαίνης πάνυ — τὸ δὲ τῶν ταύρων ἔλαττον —, καστόρειον, σηπέας ὄστρακον, ἔρια καυθέντα.

Ὅσα παχυμερῆ.

`14.34.1`

Ἀρνογλώσσου ἡ ῥίζα, βαλαύστιον, γίγαρτα, ἔλαιον βαλάνινον, ζιγγιβέρεως ἡ ῥίζα, καγκάνου ῥίζα, κρόμμυον, σίκυος, λεπίδες πᾶσαι — ἔλαττον δʼ ἡ τοῦ χαλκοῦ —, σῶρι, στυπτηρία ἱκανῶς, ἥ τε ὑγρὰ καὶ ἡ πλακῖτις καὶ ἡ πλινθῖτις· λεπτομερεστέρα δέ πώς ἐστι τούτων ἥ τε σχιστή, καὶ μετὰ ταύτην ἡ στρογγύλη.

Ὅσα ῥωστικά.

`14.35.1`

Κασία, κηκὶς ὀμφακῖτις· στοιχὰς ῥώννυσί τε σπλάγχνα πάντα καὶ πᾶσαν τοῦ ζῴου τὴν ἕξιν· φοίνικος ὁ καρπὸς ἔξωθέν τε ἐπιτιθέμενος καὶ ἔσωθεν λαμβανόμενος, ἀψίνθιον.

Ὅσα συμπεπτικά.

`14.36.1`

Ἄμωμον μᾶλλον ἀκόρου καὶ ἀσάρου ῥίζης, ἀσταφὶς ἥμερος, κηρός, λάδανον, κόλλα, ἣν εἰς τὰ βιβλία σκευάζουσι, κρόκος, λιβανωτός, πίσσα, Αἰγυπτία μαστίχη, ῥόδινον ἔλαιον, σμύρνα, στύραξ, χαλβάνη, χόνδρος, ὤκιμον ἐπιπλασσόμενον, βούτυρον, οἴσυπος, στέαρ ὕειον ἐλαίου μᾶλλον.

`14.37`

Περὶ τῶν ἐκπυητικῶν.

`14.37.1–14.37.17`

Τὰ ἐκπυΐσκοντα τῶν φαρμάκων ὅμοια ταῖς κατὰ φύσιν κράσεσιν ὑπάρχοντα φυλακτικὰ τῆς οὐσίας ἐστὶν ὡς κατὰ μηδὲν ἀλλοιοῦν. ἐν γοῦν ταῖς ἐκπυήσεσιν ἡ μὲν ὑγρότης ἀλλοιοῦται, καὶ εἴ πού τις εἴη σὰρξ τεθλασμένη, τὰ δʼ ἄλλα πάντα τὰ κατὰ φύσιν ἔχοντα διασῴζει τὴν ἑαυτῶν οὐσίαν· τοιοῦτον οὖν εἶναι χρὴ τὸ τῇ διαπυήσει συλληψόμενον φάρμακον οἷόνπερ καὶ αὐτὸ τὸ ἔμφυτον ὑπάρχει θερμὸν ἐν ταῖς εὐκράτοις φύσεσιν· ὡς γὰρ αἱ κατὰ φύσιν ἀλλοιώσεις ὑπὸ τῆς ἐμφύτου γινόμεναι θερμασίας ὑπὸ τῆς ὁμοίας ἔξωθεν ἐπικουροῦνται, κατὰ τὸν αὐτὸν τρόπον καὶ ἡ περὶ τὰς διαπυήσεις. ἴσμεν γοῦν οὐδὲν οὕτως τῇ κατὰ γαστέρα πέψει συντελοῦν ὡς ἀνθρώπειον σῶμα ψαῦον αὐτῆς, καί τινες παιδία προστιθέμενοι νύκτωρ ἐναργεστάτης ὠφελείας αἰσθάνονται· συμφυλοτέρα γὰρ ἥδε καὶ οἰκειοτέρα πολὺ τῆς διὰ τῶν πυριάσεών ἐστιν. ἔνιοι δὲ κυνίδια μικρὰ τῆς αὐτῆς ἕνεκεν ὠφελείας ἀναπαυόμενοι παρατίθενται τῇ γαστρί, τὸ πλῆθος αὐξάνοντες τῆς πεττούσης τὰ σιτία θερμότητος, οὐ τὴν ποιότητα. τὰ τοίνυν τοιαῦτα τῶν φαρμάκων ὑγρὰ καὶ θερμὰ λέγομεν, οὐχ ὡς ὑγρότερα καὶ θερμότερα τῆς ἡμετέρας οὐσίας, ἀλλʼ ὡς παραπλησίας ἡμῖν ὑπάρχοντα κράσεως ὑγροῖς καὶ θερμοῖς οὖσι κατὰ τὸν παλαιὸν λόγον. καὶ μὲν δὴ καὶ ὡς ἐμπλαστικὸν εἶναι χρὴ τὸ τοιοῦτον φάρμακον, ἵνα ἄκρως ᾖ διαπυητικόν, ἤδη μοι δοκῶ καὶ τοῦτο φαίνεσθαι σαφῶς· εἰ γὰρ τὴν οὐσίαν αὐτῆς αὐξῆσαι τῆς ἐμφύτου θερμότητος καὶ ἐπιτεῖναι προσήκει τὴν ποιότητα, πεφράχθαι χρὴ τοὺς πόρους τοῦ σώματος, ἵνα ἔνδον ἀποστέγωσι τὰς ἀτμώδεις διαπνοάς, ὡς ὅσα γε τῶν καταπλασμάτων ἢ τῷ ῥύπτειν ἢ τῷ θερμαίνειν σφοδρότερον ἐπιτρέπει διαφορεῖσθαι τοὺς ἀτμούς, ξηραίνει μέν, οὐ μὴν ἐκπυΐσκει. ἐπιτηδειότατον οὖν ἐστιν εἰς πύου γένεσιν τῶν καταντλουμένων μὲν ὕδωρ εὔκρατον ἢ ὑδρέλαιον, τῶν δʼ ἐπιβρεχομένων ἔλαιον εὔκρατον, ἐπιπλασμάτων δὲ τό τε πύρινον ἄλευρον διʼ ὑδρελαίου καὶ ἄρτος αὐτός. ἕψεσθαι δὲ δεῖ συμμέτρως· τὸ μὲν γὰρ ἐπὶ πλεῖστον ἡψημένον ξηραντικώτερόν τέ πώς ἐστι καὶ ταῖς δυσπεπτοτέραις ἁρμόττει φλεγμοναῖς, τὸ δʼ ἐπʼ ἔλαττον ἐπὶ τῶν πάνυ θερμῶν καὶ ζεουσῶν, καὶ τὸ μὲν ἐλαίου πλέον ἔχον ἐπὶ τῶν δυσπεπτοτέρων, τὸ δʼ ἧττον ἐπὶ τῶν ζεουσῶν· καὶ τὸ μὲν ἐξ ἄρτου κατάπλασμα ταῖς δυσπεπτοτέραις ἁρμόττει φλεγμοναῖς — ἔχει γάρ τι καὶ ζύμης καὶ ἁλῶν ὁ ἄρτος —, τὸ δʼ ἐξ ἀλεύρου πυρίνου ταῖς θερμοτέραις. χόνδρος δὲ ξηραντικώτερος μέν ἐστιν ἀλεύρου πυρίνου — διόπερ ἐπὶ μὲν τῶν μετρίων φλεγμονῶν ἧττον ἐπιτήδειός ἐστιν εἰς ἐκπύησιν —, ἐπὶ δὲ τῶν ὑγροτέρων ἀμείνων ἀλεύρου πυρίνου. αὐτοῦ δʼ αὖ πάλιν τοῦ ἀλεύρου τοῦ πυρίνου καὶ ἄρτου μᾶλλον ὁ καθαρὸς ἐκπυΐσκει· τὸ μὲν γὰρ πίτυρον ἧττόν τέ ἐστι θερμὸν καὶ μᾶλλον ξηρόν, αὐτὸ δὲ τὸ καθαρὸν καὶ τρόφιμον ἄλευρον ὑγρόν τέ ἐστι καὶ θερμόν· ἐδείχθη δὲ τὰ τοιαῦτα συνεργοῦντα πρὸς τὴν τοῦ πύου γένεσιν. οὕτως οὖν καὶ τῶν φαρμάκων τῶν ἐπιτιθεμένων τοῖς φλεγμαίνουσιν ἕλκεσιν ὅσα θερμά τέ ἐστι καὶ ὑγρά, συντελεῖ καὶ ταῦτα πρὸς τὴν ἐκπύησιν, οἷον τό τε χοίρειον στέαρ καὶ τὸ μόσχειον καὶ βούτυρον καὶ λιβανωτός. ἐκπυΐσκει δὲ καὶ πίττα καὶ ῥητίνη διεθεῖσαι δηλονότι μετʼ ἐλαίου τινός. χρὴ δὲ κἀνταῦθα πρὸς μὲν τὰς ζεούσας φλεγμονὰς διὰ ῥοδίνου τήκειν αὐτά, πρὸς δὲ τὰς ἄλλας διά τινος τῶν θερμαινόντων, οἷόν ἐστι τό τε κίκινον καὶ τὸ ῥαφάνινον καὶ τὸ παλαιὸν καὶ τὸ Σικυώνιον· εἰ δὲ καὶ κηρῷ μόνῳ χρήσαιο διαπυήσεως ἕνεκα, ἔν τινι τῶν θερμαινόντων ἐλαίων καὶ τοῦτον τήκειν· αὐτὸς γὰρ καθʼ ἑαυτὸν ἧττόν ἐστι θερμὸς ἢ ὥστε διαπυΐσκειν, ἐπεὶ τό γε ἐμπλάττον ἔχει· μόναις οὖν ταῖς ζεούσαις φλεγμοναῖς ἐπιτήδειος ἔν τινι τῶν θερμοτέρων ἐλαίων διεθείς. ὥσπερ δʼ αὐτὸς ἐνδεῖ τῇ συμμετρίᾳ ὡς πρὸς τὰς μέσας τῇ κράσει φλεγμονὰς καὶ φύσεις ἀνθρώπων τε καὶ μορίων, οὕτως ὑπερβάλλουσι βραχὺ ῥητίνη καὶ πίττα, καὶ διὰ τοῦτο μιγνύμενα ταυτὶ πάντα διαπυΐσκει συμμέτρως. μὴ παρακούσῃ δέ τις μηδʼ οἰηθῇ πάντα με λέγειν τὰ δύσπεπτα καὶ μηδʼ ὅλως ἴσχοντα πύον οὕτω δεῖν θεραπεύεσθαι· σήπεται γὰρ ἔνια τῶν τοιούτων ὑπὸ τῶν ἐμπλαστικῶν φαρμάκων, ἢ διὰ μοχθηρίαν τῶν ἐργασαμένων αὐτὰ χυμῶν ἢ διʼ ἀσθένειαν τοῦ πάσχοντος μορίου, τὴν ἔμφυτον θερμασίαν οὕτως ἔχοντος ὀλίγην τε καὶ ἄρρωστον, ὡς μηδʼ ἐπιχειρεῖν τῇ πέψει τῶν εἰς αὐτὸ κατασκηψάντων χυμῶν. ἐπὶ τούτων οὖν ἀμυχαῖς τε βαθείαις ἀνοίγομεν τὸ δέρμα καὶ πολλάκις γε καὶ διατέμνομεν ἄχρι τοῦ βάθους κατὰ πολλὰ μέρη τοῦ πεπονθότος χωρίου φαρμάκοις τε χρώμεθα ξηραντικωτάτοις· ἐφεδρεύει γὰρ ταῖς τοιαύταις φλεγμοναῖς ἡ καλουμένη γάγγραινα, νενικημένης κατʼ αὐτὰς ἤδη καὶ πλησίον ἡκούσης τοῦ τελέως ἀποσβεσθῆναι τῆς ἐμφύτου θερμασίας.

`14.38`

Περὶ τῶν μαλακτικῶν.

`14.38.1–14.38.14`

Τὰ δὲ μαλάττοντα τοὺς σκίρρους φάρμακα πολὺ θερμότερα τῆς εὐκράτου φύσεώς ἐστιν, οὐ μὴν ἰσχυρῶς ἤδη θερμά· τὰ γὰρ ὑπὸ γλίσχρου καὶ παχέος χυμοῦ παγέντος σκιρρωθέντα θερμαινόντων μὲν δεῖται καὶ ξηραινόντων φαρμάκων, οὐ μὴν ἰσχυρῶν γε καὶ βιαίων, ἀλλʼ ἀρκεῖ τῆς δευτέρας μὲν ἢ καὶ τρίτης ἐνίοτε τάξεως τῶν θερμαινόντων, τῆς πρώτης δʼ εἶναι τῶν ξηραινόντων. χρὴ μέντοι τι καὶ τούτοις ἐμπλαστικὸν ὑπάρχειν, ὥσπερ καὶ τοῖς διαπυητικοῖς, ἀλλʼ ὅσῳ κενωτικώτερα προσῆκεν εἶναι αὐτά, τοσῷδε καὶ ἧττον ἐμπλάσσεσθαι τοῖς πόροις. πλάτους δʼ ὑπάρχοντος οὐ σμικροῦ κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον ἐν τοῖς οὕτως ἐσκληρυσμένοις σώμασιν, ἀνάγκη δήπου καὶ τῶν ἰωμένων αὐτὰ φαρμάκων οὐκ ὀλίγον εἶναι τὸ πλάτος, οἷον αὐτίκα καὶ τὸ αἴγειόν ποτε στέαρ ὠφέλησε τὰ οὕτως ἐσκληρυσμένα καὶ τὸ τῆς ἀλεκτορίδος· ἀλλὰ ταῦτα μὲν ἀσθενέστερά τέ ἐστι καὶ τὰς μετρίας μαλάττει σκληρότητας, ἰσχυρότερον δὲ τοῦ μὲν τῶν ἀλεκτορίδων τὸ χήνειόν ἐστι, τοῦ δὲ τῶν αἰγῶν τὸ τράγειον· ἰσχυρὸν δὲ καὶ τὸ ταύρειον, ἀλλʼ ἧττον τοῦ τραγείου. διαφορητικωτέραν δὲ τούτων δύναμιν, οὐ μαλακτικωτέραν ἔχει τὸ λεόντειον καὶ παρδάλειον ὑαίνης τε καὶ χηνός. καὶ μὲν δὴ καὶ ὁ μυελὸς ὁ ἐλάφειος ἱκανῶς μαλάττει, καὶ μετʼ αὐτὸν ὁ μόσχειος. βελτίων δʼ ὁ ἐκ τῶν ὀστῶν τοῦ ἐκ τῆς ῥάχεως, ὃν μυελὸν νωτιαῖον ὀνομάζουσιν. ἐκ ταὐτοῦ δὲ γένους ἐστὶ τοῖς εἰρημένοις, ἀλλʼ ἰσχυρότερα, τό τε ἀμμωνιακὸν θυμίαμα καὶ μᾶλλον τὸ λιπαρὸν καὶ νέον καὶ ὁ στύραξ καὶ ἡ χαλβάνη καὶ τὸ βδέλλιον τὸ Σκυθικόν, ὃ δὴ καὶ μελάντερόν ἐστι καὶ ῥητινωδέστερον· τὸ γὰρ ἕτερον τὸ Ἀραβικόν, ὃ δὴ διαυγέστερόν ἐστιν, ἐπὶ μᾶλλον ξηραίνει τῶν μαλακτικῶν. ὅσον μὲν οὖν ἐστι νέον αὐτοῦ καὶ ὑγρὸν καὶ κοπτόμενον μαλάσσεται ῥᾳδίως, ἐπιτήδειον εἰς ὅσαπερ καὶ τὸ Σκυθικόν· ὅσον δὲ παλαιότερόν τέ ἐστι καὶ πικρὸν ἱκανῶς καὶ δριμὺ καὶ ξηρόν, ἐκπέπτωκε τῆς τῶν μαλαττόντων συμμετρίας. καλλίω δὲ καὶ τῶν ἄλλων ἁπάντων εἰς τὸ μαλάττειν τὰ νέα· παλαιούμενα γὰρ ἰσχυρότερον ξηραίνει. τοῦτο μέν γε καὶ μυελὸς καὶ στέαρ ἔχουσιν· παλαιούμενα γὰρ καὶ ταῦτα δριμύτερα σφῶν αὐτῶν γίνεται καὶ ξηρότερα, καθάπερ τὸ χοίρειον στέαρ. οὐ χρὴ δʼ ἔχειν ἁλῶν οὔτε τοῦτο οὔτε τἄλλα ὅσα μαλάττει· ξηραίνουσι γὰρ σφοδρῶς οἱ ἅλες. καὶ μὲν δὴ καὶ τὸ Σικυώνιον ἔλαιον ἐκ τοῦ γένους ἐστὶ τούτων καὶ τὸ ἀπὸ τοῦ κρίνου καὶ τὸ ὑοσκυάμινον καὶ τὸ ἐκ τῆς ἐλαίας τὸ γλυκύτατον ἐκ δρυπεποῦς μάλιστα τοῦ καρποῦ γινόμενον, ἀνθεμίς τε ἡ καὶ χαμαίμηλον ὀνομαζομένη καὶ ἀλθαίας ῥίζα καὶ ἀγρίου σικύου ῥίζα καθεψηθέντα ἐν ἐλαίῳ ἢ ἐν ὕδατι καὶ τῆς ἀγρίας μαλάχης τὰ φύλλα, καὶ ὠμὰ καὶ ἑφθά — τῆς δὲ κηπευομένης ἀσθενέστερα· ἡ δʼ ἀναδενδρομαλάχη ἀλθαία ἰσχυροτέρα· ὁ δὲ καρπὸς αὐτῶν ἰσχυρότερος —, λιβανωτίδες αἱ τρεῖς, μαστίχη Χία, τερμινθίνη μᾶλλον τῆς σχινίνης, κολοφωνία ἡ παραπλησία τῇ Χίᾳ μαστίχῃ — ὁμοίως αὐτῇ καὶ ἡ Αἰγυπτία μαστίχη —, ὀποπάναξ, ῥύπος ὁ ἀπʼ ἀνδριάντων, πάτος ὁ ἀπὸ παλαίστρας, γλοιὸς ὁ ἀπὸ λουτρῶν καὶ τὸ βούτυρον, σμύρνα Βοιωτική, ἱππογλώσσου ἡ ῥίζα καὶ ὁ χυλός.

`14.39`

Περὶ τῶν σκληρυνόντων καὶ χαλώντων.

`14.39.1–14.39.10`

Ἡ μὲν δὴ τῶν μαλαττόντων δύναμις αὐτάρκως μοι δεδήλωται· περὶ δὲ τῶν σκληρυνόντων ἐφεξῆς δίειμι. χρὴ τοίνυν εἶναι ταῦτα ψυχρὰ καὶ ὑγρά, καθάπερ ἀείζῳόν τέ ἐστι καὶ ἀνδράχνη καὶ ψύλλιον ὅ τε ἐπὶ τῶν τελμάτων φακὸς καὶ τὸ στρύχνον· ἢ τοῦτο μὲν οὐδʼ ὑγρόν ἐστι τὴν κρᾶσιν, ἀλλὰ μέσον ὑγραίνοντος ἁπλῶς καὶ ξηραίνοντος. εἰ μὲν δή τι ψύχει καὶ ξηραίνει, σκληρύνει μὲν καὶ τοῦτο πάντως, ἀλλʼ οὐκ ἔστι τῶν ἰδίως σκληρυντικῶν· πήξει γὰρ μᾶλλον ἢ κενώσει τὸ σκληρὸν γίνεται σῶμα· εἴ τι δʼ ἐκ τοῦ τὴν σύμφυτον ὑγρότητα μὴ κατέχειν ἐσκληρύνθη, ξηρὸν μᾶλλον τοῦτο προσαγορεύομεν ἢ σκληρόν, καὶ ἡ ἴασις αὐτοῦ δίανσίς τε καὶ ὕγρανσίς ἐστιν, οὐ μάλαξις, ὥσπερ γε καὶ τοῦ συντεταμένου μὲν ἡ ἴασις χάλασίς ἐστι, τοῦ κεχαλασμένου δὲ σύντασις. ταῦτα δʼ ὁρᾶται σαφῶς κἀπὶ τοῦ δέρματος μέν, οὕτως δὲ κἀπὶ τῶν ἄρθρων πολλάκις. ἡ μὲν οὖν χάλασις ὑγρανθέντων ἀμέτρως τῶν ἀμφʼ αὐτὰ συνδέσμων καὶ τενόντων ἀποτελεῖται· ἡ δὲ σύντασις οὐκέτι ἁπλῶς, ἀλλʼ ἤτοι ξηραινομένων ἢ φλεγμαινόντων ἢ σκιρρουμένων. κατʼ ἄρθρα μὲν οὕτως· ἐπὶ δὲ τοῦ δέρματος οὐχ οὕτως μόνον, ἀλλὰ καὶ τῶν ἐντὸς αὐτοῦ καθʼ ὁντινοῦν τρόπον εἰς ὄγκον αὐξανομένων, ὥσπερ γε καὶ διὰ πολυσαρκίαν τισὶν ἐκτείνεται πολλάκις. ἀλλὰ κἀν ταῖς φλεγμοναῖς ταὐτὸ τοῦτο πάσχει· διόπερ οὐδʼ ἁπλῶς ἕν τι τῶν χαλαστικῶν ἔστιν εἶδος, ἀλλὰ τὰ μὲν ὑγραίνοντα χαλᾷ, τὰ δὲ θερμαίνοντα, τὰ δὲ μαλάττοντα, τὰ δὲ κενοῦντα, τὰ δὲ τοὺς παρὰ φύσιν ὄγκους καθαιροῦντα, τὰ δέ τινα τούτων ἐργαζόμενα. ἐπεὶ δʼ οὖν πολυειδῶς ἕκαστον γίνεται σκληρότερον ἢ ξηραινόμενον ἢ πηγνύμενον ἢ ὑπερπληρούμενον ὡς διατετάσθαι σφοδρῶς ἢ κατὰ συζυγίαν τινὰ πάσχον ταῦτα, καὶ τὸ μαλάττεσθαι καθʼ ἕκαστον ἴδιον αὐτῶν ἔσται· διελώμεθα οὖν ὑπὲρ ἁπάντων ἑξῆς. τὸ μὲν οὖν ὑπὸ ξηρότητος σκληρυνθὲν ὑγρανθῆναι δεῖται, τὸ δʼ ὑπὸ πήξεως θερμανθῆναι, τὸ δʼ ὑπὸ πληρώσεως κενωθῆναι, τὸ δʼ ὑπὸ ξηρότητος ἅμα καὶ πήξεως ὑγρανθῆναί τε καὶ θερμανθῆναι, τὸ δʼ ὑπὸ πήξεως ἅμα καὶ πληρώσεως θερμανθῆναί τε καὶ κενωθῆναι. ξηραίνεται μὲν οὖν ἄνευ πήξεως ἔν τε γυμνασίοις ἀμέτροις τὰ σώματα καὶ ἡλίῳ σφοδρῷ καὶ ἐνδείαις ἰσχυραῖς καὶ πυρετῷ καυσώδει καὶ φαρμάκοις τισὶν ὅσα ξηραίνει μὴ ψύχοντα· πήγνυται δʼ ὑπὸ μόνης ψύξεως ἰσχυρᾶς, ὥσπερ καὶ πληροῦται διʼ ἐπιρροὴν ὑγρότητος δαψιλοῦς· ξηραίνεται δʼ ἅμα καὶ πήγνυται, συνδραμόντων ἐς ταὐτὸ τῶν συνυπάρξαι δυναμένων αἰτίων, οἷον εἴ τις ὑπερπονήσειεν ἢ ὑπερπεινήσειεν ἐν κρύει· οὕτω δὲ πληροῦται καὶ πήγνυται διὰ ῥεῦμα ψυχρὸν ἤ τινα ψῦξιν τοῦ μορίου. κατὰ τοσούτους μὲν τρόπους σκληρύνεται τὰ σώματα· τὸ μέντοι μαλακτικὸν φάρμακον οὐκ ἐπὶ πάντας ἐοίκασι φέρειν τοὺς τρόπους, ἀλλʼ ἐξαιρέτως ἐπὶ τοὺς διὰ πῆξιν ἐσκληρυσμένους, ἔτι δὲ μᾶλλον εἰ καὶ περιεχομένη τις ὑγρότης ἐν αὐτοῖς ᾖ παρὰ φύσιν, ὡς ἐπὶ τῶν σκιρρουμένων.

`14.40`

Περὶ τῶν ἐμπλαστικῶν.

`14.40.1–14.40.10`

Ὁποίαν ἄν σοι τὸ ἀποιότατον ὕδωρ αἴσθησιν γευομένῳ παράσχῃ, τοιαύτην ὅταν ἔν τινι τῶν ξηρῶν εὑρίσκῃς, ἔξω δηλονότι πάσης τὸ τοιοῦτο θερμότητός τε καὶ ψυχρότητος ἐπιφανοῦς ἐστι, μέσην, ὡς οἷόν τε μάλιστα, κατάστασιν ἔχον ἢ καὶ μικρόν τι ῥέπον ἐπὶ τὸ ψυχρότερον. ἀλλʼ εἴπερ οὕτως ἔχον ξηρόν ἐστι τὴν σύστασιν, ἀνάγκη γεῶδες ὑπάρχειν αὐτὸ καὶ ξηραίνειν ἀδήκτως ἐμπλάττεσθαί τε δυσαπολύτως τοῖς κατὰ τὸ σῶμα πόροις. τοιαῦτα δʼ ἐστὶ τὰ πλεῖστα τῶν ἀκριβῶς πεπλυμένων, ἄμυλος καὶ πομφόλυξ καὶ ψιμύθιον καὶ τίτανος καὶ καδμεία καὶ γῆ Κρητικὴ καὶ κιμωλία καὶ χόνδρος καὶ Σάμιος ἀστὴρ καὶ τῶν κναφέων ἡ γῆ, γύψος, θέρμος ὁ ἤδη ἐσθιόμενος, καγκάνου ἡ ῥίζα, στροβίλων τὸ ἐδώδιμον ἐν ὕδατι βραχέν. τινὰ δʼ ἐξ αὐτῶν οὐ γεώδη μόνον, ἀλλὰ καὶ ὑδατώδη τὴν φύσιν ἐστίν· ἔνια δὲ καὶ ἀέρος ἐν ἑαυτοῖς οὐκ ὀλίγον περιέχει· γλίσχρα μὴν πάντα, καὶ διὰ τοῦτο ἐμπλαστικά· διπλῆ γὰρ ἡ τῶν ἐμπλαστικῶν φαρμάκων ἐστὶ φύσις, ἡ μὲν ἑτέρα γεώδης ἀκριβῶς καὶ ξηρά, ἡ δʼ ἑτέρα γλίσχρα μὲν πάντως, μικτὴ δʼ ἐξ ὕδατος καὶ γῆς καὶ τὰ πολλὰ καὶ ἀέρος, ὥσπερ καὶ τοὔλαιον τὸ γλυκὺ χωρὶς ἁλῶν σκευασθέν. τὸ δὲ τοῦ ὠοῦ λευκὸν ἐκ τῶν αὐτῶν μέν πως μέμικται, γεωδέστερον δʼ ἐστὶν ἐλαίου. καὶ μὲν δὴ καὶ τὸ τυρῶδες τοῦ γάλακτος ἐμπλαστικόν ἐστι, καὶ ὁ μαλακὸς καὶ νεοπαγὴς τυρός. καὶ ἡ τοῦ ὑὸς πιμελή, καὶ ἄλλαι δὲ πιμελαὶ ὅσαι μηδέπω δριμύτητά τινα ἔχουσιν, ἐμπλαστικαὶ τῶν πόρων εἰσί, καὶ μᾶλλον αἱ ξηρότεραί τε καὶ γεωδέστεραι. τοιοῦτος δʼ ἐστὶ καὶ ὁ πεπλυμένος γλυκὺς κηρός· ἐπιτήδειος δʼ εἰς τοῦτο ὁ ἐξ ὑδατωδεστέρου τε καὶ ἥκιστα δριμέος μέλιτος· ὁ γὰρ πικρὸς ἐναργῶς ἀποκεχώρηκε τῶν ἐμπλαστικῶν. ἐμπλαστικὴ δʼ ἐστὶ καὶ ἡ κόλλα ἣν εἰς τὰ βιβλία σκευάζουσι, κόμμι, μυάγρου τὸ σπέρμα, σίραιον πάνυ, πυρός, σήσαμον καὶ τὸ ἀπʼ αὐτοῦ ἔλαιον καὶ τὸ ἀφέψημα τῆς πόας, πάτος ὁ ἀπὸ παλαίστρας, σαρκοκόλλα, τραγάκανθα. τὰ μὲν οὖν ἐμπλαστικὰ φάρμακα τοιαῦτά τινά ἐστι, μεταξὺ τῶν τε ἀποκρουομένων καὶ ῥυπτόντων ὑπάρχοντα.

`14.41`

Περὶ τῶν καθαιρόντων φαρμάκων.

`14.41.1–14.41.5`

Καθάπερ δʼ ἐπὶ τῶν χυμῶν εἴπομεν, ὡς σχεδὸν αὐτῶν οὐδεὶς ἄμικτός ἐστιν ἀλλοτρίας ποιότητος, οὕτω χρὴ νομίζειν κἀν τοῖς φαρμάκοις ἀναμεμίχθαι πολλῶν ἑτερογενῶν οὐσίας. δέδεικται δὲ καὶ τὰς ὁλκὰς οἰκειότητι τῶν ἐν ταῖς οὐσίαις ποιοτήτων συντελεῖσθαι· διὸ καὶ τὰ καθαίροντα φάρμακα τοῖς μὲν ἑλκομένοις χυμοῖς ὑπάρχειν ἀναγκαῖον οἰκεῖα, δραστικώτερα δέ πως εἶναι, καθάπερ καὶ ἡ μαγνῆτις λίθος τοῦ σιδήρου· σιδηρίζει μὲν γὰρ καὶ αὐτὴ καὶ δεινῶς αὐτῷ προσέοικε τὴν ἰδέαν, ἀλλʼ ἰσχυροτέρα πώς ἐστιν, ὡς ἕλκειν μᾶλλον ἢ ἕλκεσθαι. καὶ μὲν δὴ καὶ τὸ κνῆκος οὐκ ἀπελπιστέον εἶναι φλεγματῶδες, ὡς καὶ τῇ χρόᾳ διαδείκνυσιν, ἀλλʼ ὑπὸ θερμότητος ἰσχυρότερον φλέγματος, ὡς ἕλκειν μᾶλλον ἢ ἕλκεσθαι. κατὰ τὸν αὐτὸν δὲ τρόπον καὶ ὁ Κνίδιος κόκκος, ἀλλʼ ἐάν ποτε νικηθῇ πρὸς τοῦ σώματος ἡμῶν — συμβαίνει δὲ κνήκῳ μὲν συνεχῶς τοῦτο, τῷ κόκκῳ δʼ οὐ πάνυ διὰ τὴν ἰσχύν —, ἀντὶ τοῦ καθαίρειν τροφὴ γίνεται, καθάπερ ἐλλέβορος ὀρτύγων ἀεί. διὰ τοῦτο ἔνια τῶν καθαρτικῶν φαρμάκων, ὅταν ἀποτύχῃ καθαίροντα, τὰ μὲν πρὸς τῷ μηδὲν βλάπτειν τὸ σῶμα καὶ τροφὴ γίνεται τοῦ ζῴου, τὰ δʼ εἰς τὸ φθαρτικόν τε καὶ δηλητήριον ἐκτρέπεται.

`14.42`

Περὶ ὑπερκαθάρσεως.

`14.42.1–14.42.6`

Αἱ δʼ ὑπερκαθάρσεις συμβαίνουσιν, ἐπειδὰν ἱκανῶς κατισχύσαν τὸ καθαρτικὸν φάρμακον ἐν τοῖς στόμασι τῶν εἰς τὴν γαστέρα καθηκόντων ἀγγείων δῆξίν τε ἅμα καὶ ἀναστόμωσιν ἐργάσηται πλέονα καὶ συνεχῶς ἐρεθίζον καὶ σπαράττον τὰ σώματα καταλύσῃ τὴν ἐν τοῖς ἀγγείοις δύναμιν. οὔσης δὲ κατʼ ἀρχὰς μὲν ἔτι καὶ τῆς ἀναστομώσεως καὶ τῆς ἀρρωστίας μετρίας, τὸ λεπτότατόν τε καὶ ἧττον οἰκεῖον ἐκκρίνεται· ἐπὶ πλέον δὲ προηκόντων ἀμφοτέρων, ἤδη καὶ τὰ οἰκειότατα κενοῦται. διὰ τοῦτο οὖν ἡ μὲν ξανθὴ χολὴ πρώτη, τὸ δὲ φλέγμα δεύτερον, μέλαινα δὲ τρίτη, κἀπὶ τούτοις ὕστατον ἁπάντων ἐν ταῖς ὑπερκαθάρσεσιν ἐκκρίνεται τὸ αἷμα, τοῦτο μὲν ὡς οἰκειότατος τῇ φύσει χυμός, ἔμπροσθεν δʼ αὐτοῦ πρῶτος μὲν ὁ λεπτότατος, ὕστατος δʼ ὁ παχύτατος. φλέγματος μὲν οὖν ἀγωγὸν εἰ δοίης φάρμακον, ἡ ξανθὴ μὲν πρώτη κατὰ τὰς ὑπερκαθάρσεις, δευτέρα δʼ ἡ μέλαινα, τελευταῖον δὲ κενοῦται τὸ αἷμα. χολῆς δὲ ξανθῆς ἀγωγὸν εἴπερ εἴη τὸ φάρμακον, ἕψεται μὲν τὸ φλέγμα, τρίτη δʼ ἡ μέλαινα, καὶ τέταρτον τὸ αἷμα. καὶ μὲν δὴ κἂν εἰ μελαίνης χολῆς εἴη καθαρτικόν, ἐκείνην μὲν πρώτην ἐκκενώσει, μετʼ αὐτὴν δὲ τὴν ξανθήν, εἶθʼ οὕτως τὸ φλέγμα, καὶ πάντων ὕστατον ἀκολουθήσει τὸ αἷμα, καθάπερ ἐξ ἀψύχων ἤδη τῶν ἀγγείων ἐκρέον· ὅταν γὰρ τὰ μὲν ἀγγεῖα μηκέτι κατέχειν ἐν ἑαυτοῖς δύνηται τοὺς ἄλλους χυμοὺς διὰ τὴν ἀσθένειαν, ἀναπεπταμένα δʼ αὐτῶν ᾖ τὰ στόματα, μένῃ δʼ ἐρεθίζον τὸ φάρμακον, ἕλκειν δὲ μηκέτι ἔχῃ τὸν οἰκεῖον χυμόν, ἀνάγκη πᾶσα τοὺς ἄλλους ἐκκρίνεσθαι κατὰ τὴν εἰρημένην τάξιν.

`14.43`

Περὶ τῆς καθαρτικῆς δυνάμεως.

`14.43.1–14.43.5`

Ἡ δὲ καθαρτικὴ δύναμις δύο σημαίνει, τὸ μέν τι κοινὸν ἐπὶ πᾶσι τοῖς ὁπωσοῦν ἐκκαθαίρουσι τὰ τοῦ ζῴου περιττώματα, τὸ δέ τι κατʼ ἐξοχὴν ἐπὶ τοῖς διʼ ἐμέτων ἢ γαστρὸς ὑπαγωγῆς. ἔστι δʼ ὁμογενὴς ταῖς τοιαύταις καθάρσεσιν ἥ τε διὰ ῥινῶν καὶ στόματος γινομένη διά τε τῶν ἐρρίνων καὶ ἀνακογχυλιασμῶν καὶ μασημάτων, ἅπερ ἑνὶ περιλαμβάνοντες ὀνόματι προσαγορεύουσιν ἀποφλεγματίζοντα, καὶ τὰς δυνάμεις δʼ αὐτῶν ἀποφλεγματικὰς ὀνομάζουσιν. ὁμογενῆ δὲ τούτοις ἐστὶ καὶ ὅσα ταῖς μήτραις προστιθέμενα καθαίρει· ἅπαντα γὰρ ὅσα κατέλεξα δύναμιν ἑλκτικὴν ἔχει, τὰ μὲν ἑνός τινος χυμοῦ, τὰ δὲ δυεῖν ἢ καὶ πλειόνων, καὶ τοῦτο αὐτοῖς κοινόν, ὡς ὅσα γε τῷ λεπτύνειν τοὺς παχεῖς καὶ γλίσχρους χυμοὺς οὖρα κινεῖν πέφυκεν ἢ ταῖς ἐκ θώρακος καὶ πνεύμονος ἀναπτύσεσιν ἀρήγει, ἐκκαθαίρει μέν πως καὶ αὐτά, καλεῖται δʼ οὐχ ὁμοίως τοῖς προειρημένοις, ἀλλὰ τὰ μὲν οὐρητικὰ καὶ βηχικά, τὰ δʼ ἐμμήνων ἀγωγά, διαλλάττοντα τῶν προειρημένων, ὅτι δύναμιν ἑλκτικὴν οἰκείων χυμῶν οὐκ ἔχει καθάπερ ἐκεῖνα. δεῖται δʼ οὖν κἀν τούτοις ὁ λόγος ἑτέρου διορισμοῦ τοιούτου· τὰ μὲν ἐν πεσσοῖς ἢ πυρίᾳ ἤ τινι τοιουτοτρόπῳ ταῖς μήτραις προστιθέμενα κατὰ διττὴν αἰτίαν ἐνεργεῖ, τὰ μὲν τῷ θερμαίνειν μόνῳ προκαλούμενα, τὰ δὲ ταῖς ὀνομαζομέναις ἑλκτικαῖς τε καὶ καθαρτικαῖς δυνάμεσιν, ἃς ἐπεδείξαμεν οἰκειότητι τῶν ἑλκομένων τὰς κενώσεις ἐργάζεσθαι· ὅσα δὲ πίνεται τῷ λεπτύνειν μὲν τὸ αἷμα, τοὺς ποροὺς δʼ ἐκφράττειν τε καὶ ἀναστομοῦν, οὐ μὴν ἑλκτικῇ γέ τινι δυνάμει τὰς κενώσεις ποιεῖται. τὰ μὲν δὴ πρότερα τοῖς καθαίρουσίν ἐστιν ὁμογενῆ, τὰ δὲ δεύτερα τοῖς γάλα καὶ σπέρμα γεννῶσιν, ὑπὲρ ὧν εἰρήκαμεν πρότερον.

`14.44`

Περὶ τῶν βηχικῶν δυνάμεων.

`14.44.1–14.44.2`

Διττῶς ὠνόμασται βηχικὰ φάρμακα, τὰ μὲν τῷ ποιεῖν βῆχα, τὰ δὲ τῷ παύειν· δύναμις δʼ αὐτῶν ἐναντιωτάτη· τὰ μὲν γὰρ τῆς λεπτυντικῆς φύσεώς ἐστι, τὰ δὲ τῆς παχυντικῆς. ἡ μὲν οὖν λεπτυντικὴ δύναμις ἐν θερμαῖς καὶ λεπτομερέσιν οὐσίαις, ἡ παχυντικὴ δʼ ἐν ψυχραῖς καὶ παχυμερέσιν ἐγγίνεται· τούτων δʼ ἔμπροσθεν ἡ ὕλη κατηρίθμηται.

`14.45`

Ἐκ τῶν Ζωπύρου· περὶ τῶν ὑγρασίαν ἑλκόντων διὰ στόματος καὶ ῥινῶν καὶ ὀφθαλμῶν.

`14.45.1–14.45.5`

Ὑγρασίαν δʼ ἐπισπᾶται διὰ στόματος μασηθέντα καὶ διηττηθέντα πύρεθρον, Ποντικὴ ῥίζα, πολίου, λαπάθου, καππάρεως, ἁλικακκάβου, χαμαιλέοντος, ἀφέψημα πιόνων σύκων, δᾳδός, μέλι γλυκύ, μήκων, ἀψίνθιον, ὀρίγανον, ῥαφανίς, σταφὶς ἄνευ γιγάρτων — ἡ ἑτέρα δʼ ὁμοίως —, κάχρυ, νάπυ, λευκὸς ἐλλέβορος, ἐλατήριον, θύμον, ἅλες, ὀμφάκιον, ἄννησον, πέπερι, μίσυ, χαλκὸς κεκαυμένος, κόκκος Κνίδιος, χάλκανθος, χαμελαία, δαφνίδες, κεδρέα, θεῖον, ἐλελίσφακον, κιννάμωμον, ἀκάνθου καρπός, βαλσάμου, ἀνεμώνη, πάνακες, κάρδαμον, ἀμμωνιακόν, σανδαράκη, τρὺξ ξηρὰ κεκαυμένη. —Διὰ δὲ τῶν ῥινῶν ἄγει ἐλατήριον, πέπερι, σεύτλων ὁ χυλός, κυκλαμίνου τοῦ φλοιοῦ τῆς ῥίζης, μέλι γλυκύ, θλάσπι, κόκκος Κνίδιος, ἀναγαλλίς, μύρον ἴρινον, ἀνεμώνη, βατράχιον, κεδρέα, χύλισμα καρύων πικρῶν, ἐλλέβορος λευκός, στρούθιον, ὀμφάκιον, πράσιον, φύλλα κισσοῦ τὰ ἁπαλά. ἔνια δὲ τούτων καὶ πταρμὸν εἴωθε κινεῖν. —Ἀπὸ δὲ τῶν ὀφθαλμῶν ὑγρασίαν ἄγει μέλι, οἴσυπος, παλαιὸν ἔλαιον, ἀναγαλλὶς τό τε λεγόμενον ἁλῶν λίπος, ὅ τινες ἁλὸς ἄχνην καλοῦσι, δάφνινον χρῖσμα, νάρδος, κασία, κιννάμωμον, κόστος, ὀπὸς μήκωνος, σαγαπηνοῦ ὀπός, φύλλου χυλός, δαύκου, σελίνου, ῥοιῶν, τῶν ἀμυγδάλων, πρασίου, ἐλλεβόρου λευκοῦ, τῆς Ποντικῆς ῥίζης, ἀνεμώνης, πηγάνου, καὶ μᾶλλον ἀγρίου, καστόρειον, λίθος αἱματίτης, χάλκανθος, ἄνθος χαλκοῦ, στέαρ χήνειον, χαλκὸς κεκαυμένος, χολή, σμύρνα, χαλκῖτις Αἰγυπτία, θεῖον ἄπυρον, στυπτηρία σχιστή, σηπέας ὄστρακον κεκαυμένον, μίσυ, οὖρον, φλοιὸς λιβάνου, σκίλλα, τὸ λεγόμενον ὀθόννα καθεψηθεῖσα, ἀμμωνιακόν, νυκτικόρακος ἐγκέφαλος, ἰχὼρ ἥπατος τραγείου, δάκρυον ἰτέας, ὀμφάκιον, λεπὶς στομώματος. —Τῶν δʼ ὠτικῶν προκλητικὰς δυνάμεις ἔχειν δοκεῖ μέλι, πέπερι, γλυκὺς λιβανωτὶς ἡ κάρπιμος, μετώπιον, καρύων ἔλαιον, οὖρον βοός, χολὴ ταύρου, λινοζῶστις, σεύτλου χυλός, καππάρεως τῶν ῥιζῶν, ἀγρίου πηγάνου, κόκκου Κνιδίου, τῆς ἐρινεοῦ ὁ ὀπός, βδέλλιον, κασία, χαλβάνη, λευκὸς ἐλλέβορος, ἕρπυλλος, ὀμφάκιον.

`14.46`

Γαληνοῦ· περὶ τῶν ἐκφρακτικῶν καὶ ῥυπτικῶν καὶ λεπτυντικῶν.

`14.46.1–14.46.6`

Τὸ δʼ ἐναντίον τῷ ἐμπλαστικῷ λέγοιτο μὲν ἂν ἐκκαθαρτικὸν ἢ ἐκφρακτικὸν τῶν πόρων, ὥσπερ γε αὖ τὸ ἐμπλαστικὸν οὐκ ἐμπλαστικὸν μόνον, ἀλλὰ καὶ ἐμφρακτικόν· εἴη δʼ ἂν ὥσπερ τοῖς ἔργοις ἐναντίον, οὕτω καὶ τῇ φύσει τοῦ σώματος οὔτε γλίσχρον οὔτε ἄδηκτον, ἀλλὰ νιτρῶδές τε καὶ λεπτομερές. ἐν τῷ μᾶλλον δὲ καὶ ἧττον ἀλλήλων διαφέρει τῷ γένει τῆς οὐσίας οὐ διαφέροντα τά τε ἐμπλαστικὰ τῶν ῥύπον ἐπιτρεφόντων, τά τε τῶν πόρων ἀνακαθαρτικὰ τῶν ῥυπτικῶν· ὅσα μὲν γὰρ τὸν ἐπιπολῆς ἀφαιρεῖ ῥύπον, εἴτε οὖν ἑλκῶν εἴτε καὶ τοῦ δέρματος αὐτοῦ, ῥυπτικὰ προσαγορεύεται, τὰ δὲ καὶ τοὺς πόρους ἐκκαθαίροντα λεπτομερέστερά τε τούτων ἐστὶ καὶ τοῖς ἐμπλαστικοῖς ἐναντία καὶ διὰ τοῦτο ἐκφρακτικά τε καὶ καθαρτικὰ τῶν πόρων ὀνομάζεται· ἔστι δὲ ταῦτα λιτρώδη καὶ πικρά. κατὰ μὲν δὴ τοῦ δέρματος ἔξωθεν ἐπιτιθέμενα τὴν λιτρώδη ποιότητα μόνον ἀκριβῆ κεκτῆσθαι δεῖ πρὸς τὸ δύνασθαι δρᾶν ἅπερ εἴρηται· εἴσω δὲ τοῦ σώματος λαμβανόμενα, κἂν εἰ στύψεώς τι μετέχοι, δύναιτο ἂν εἶναι καὶ οὕτως ἔτι καθαρτικά τε καὶ διαρρυπτικὰ τῶν μειζόνων πόρων, οἷοίπερ κἀν τοῖς σπλάγχνοις εἰσίν· ἔξωθεν μὲν γὰρ ἡ μικρότης τῶν πόρων ὑπὸ τῆς στύψεως τυφλοῦσθαι φθάνουσα πρὶν ἐκκαθαρθῆναι καλῶς οὔτε παραδέχεται τοὐντεῦθεν ἔτι τὴν ῥυπτικὴν οὐσίαν εἰς τὸ βάθος οὔτε καθαίρεται· τὰ δὲ κατὰ τὰ σπλάγχνα μεγίστους ἔχοντα πόρους ἐν ἑαυτοῖς εἰς ῥώμην τῶν ἀγγείων ὠφελεῖται πλέον ἢ εἰς τὴν τῶν στομάτων μικρότητα βλάπτεται. καὶ διὰ τοῦτο ἔνδοθεν μὲν ἀψίνθιον διακαθαίρειν πέφυκεν, ἔξωθεν δʼ οὔ, σύνθετον ὑπάρχον ἐκ στρυφνῆς καὶ πικρᾶς δυνάμεως. ὅσα οὖν ἀνευρίσκεται λιτρώδη καὶ πικρά, ταῦτα ἐκκαθαίρειν ἴσθι δυνάμενα τοὺς πόρους πάντας, ῥύπον δʼ ἑλκῶν ἢ καὶ τοῦ δέρματος οὐ ταῦτα μόνον, ἀλλὰ καὶ τὰ μετριώτερα ταῖς δυνάμεσιν ἀφαιρεῖν πέφυκεν, οἷάπέρ ἐστι τὰ λεπτομερῆ γλυκέα καθάπερ τὸ μέλι· ὅσα μὲν γὰρ ἐκφράττει, καὶ ῥύπτει, ὅσα δὲ ῥύπτει, οὐ πάντως ἐκφράττει. ἐκφράττει μὲν οὖν καὶ διακαθαίρει τοὺς ῥύπους ταυτί.

`14.47`

Ὅσα ἐστὶν ἐκφρακτικὰ καὶ διακαθαρτικά.

`14.47.1–14.47.3`

Ἀναγύρου τὰ φύλλα ξηρὰ καὶ ὁ τῆς ῥίζης αὐτοῦ φλοιός, ἀγαρικόν, ἀκαλήφης τὸ σπέρμα, ἀμάραντον, ἀμύγδαλα πικρὰ καὶ τὸ δένδρον αὐτό, ἀμπελόπρασον, ἀδίαντον, ἄρου αἱ ῥίζαι, ἀκάνθου ἤτοι μελαμφύλλου ἢ παιδέρωτος ῥίζα, γλήχων, δρακόντιον, δαῦκος ὁ καὶ σταφυλῖνος, καὶ μᾶλλον ὁ ἄγριος, γεντιανῆς ἡ ῥίζα πάνυ, ἑλενίου ἡ ῥίζα, ἐρυσίμου σπέρμα, ἐρέβινθοι, ἐρέβινθος ἄγριος, εὐπατόριος ἡ πόα ἄνευ θερμότητος ἐπιφανοῦς, θύμα, ἰσχάδων αἱ λιπαραί, ἰσόπυρον, καλαμίνθη, καρδάμου τὸ σπέρμα καὶ τὰ φύλλα ἰσχυρῶς, κασία, κοκκυμηλέας κόμμι, κέστρον, κροκοδειλίου ῥίζα, κυκλάμινος, λευκακάνθου ἡ ῥίζα, λιβανωτίδες αἱ τρεῖς, μελάνθιον, μηδίου τὸ σπέρμα, μήκων κερατῖτις, μυρρίδος ἡ ῥίζα, ὀνωνίδος ὁ φλοιός, ὀξυακάνθου ὁ καρπός, περικλυμένου ὁ καρπὸς καὶ τὰ φύλλα, πήγανον, πευκεδάνου ὀπὸς καὶ ῥίζα, πτέρεως ῥίζα καὶ θηλυπτέρεως, σίκυος πέπων, σπονδυλίου ὁ καρπὸς καὶ ἡ ῥίζα, κύπρου τὰ φύλλα καὶ οἱ ἀκρέμονες, στοιχάς, τεύκριος, χαμαίδρυς, χαμαιπίτυς, χαμαικίσσου τὸ ἄνθος ὅσα τε ἄλλα, καθάπερ εἴρηται, κρατοῦσαν ἐν ἑαυτοῖς ἔχει τὴν πικρὰν ποιότητα· καὶ γὰρ τὸ λίτρον αὐτὸ καὶ τὸ ἀφρόλιτρον ὅ τε ἀφρὸς τοῦ λίτρου καὶ ἁλὸς ἄχνη καὶ ἅλες ὅ τε ἐξ Αἰθιοπίας λίθος καὶ τὸ σέριφον καὶ τὸ ἀβρότονον ὅσα τε ἄλλα τοιαῦτα σὺν ἐδέσμασί τε καὶ πόμασι λαμβανόμενα τῆς αὐτῆς ἐστι δυνάμεως. εὐθὺς δὲ τούτοις ὑπάρχει πᾶσι καὶ λεπτυντικοῖς εἶναι παχέων τε καὶ γλίσχρων χυμῶν, ὥσπερ τοῖς ἐμπλαστικοῖς ἅπασι παχεῖς καὶ γλίσχρους ἐργάζεσθαι τοὺς κατὰ τὸ σῶμα χυμούς, ὥστε οὐδὲ τῶν ἐκ θώρακός τε καὶ πλεύμονος ἤτοι φλεγμάτων γλίσχρων ἢ πύου τμητικώτερά τε καὶ λεπτυντικώτερα καὶ πρὸς τὴν ἀναγωγὴν ἐπιτηδειότερα δύναιο ἂν εὑρεῖν ἕτερα πρὸ τούτων φάρμακα. τοῖς δʼ αὐτοῖς τούτοις καὶ τὰς καθʼ ἧπαρ ἐμφράξεις ἐκκαθαίρειν ὑπάρχει, καὶ τὰς κατὰ σπλῆνα τὰς μετρίας· αἱ δʼ ἰσχυρότεραι σφοδροτέρων φαρμάκων προσδέονται, καππάρεως φλοιοῦ καὶ μυρίκης ῥιζῶν, σκολοπενδρίου ῥίζης καὶ τῆς ἀσπλήνου πόας.

Ὅσα ῥύπτει.

`14.48.1`

Ῥύπτει δὲ καὶ ταῦτα μὲν ὅσα τούς τε πόρους ἐκφράττει καὶ τέμνει τοὺς παχεῖς χυμούς, καὶ τὰ νῦν δὲ λεχθησόμενα· αἰγεία κόπρος καυθεῖσα καὶ ἄκαυστος, τῶν ὀστρακοδέρμων πάντων τὰ ὄστρακα, σηπέας ὄστρακα, ἐχίνων ἀμφοτέρων καυθέντων ἡ τέφρα, ὀρὸς γάλακτος, μέλι — τὸ δʼ ἑψηθὲν ἔλαττον —, ἄλυσσον, ἀμπέλου ἀγρίας οἱ βότρυες — οἱ δὲ τῆς ἡμέρου ἔλασσον —, ἀμπέλου λευκῆς τῆς καὶ βρυωνίας ἡ ῥίζα — τῆς δὲ μελαίνης ἀσθενεστέρα —, ἀμύγδαλα ἐδώδιμα καὶ αὐτὸ τὸ δένδρον, ἀναγαλλίδες ἱκανῶς ἀμφότεραι, ἀνδροσαίμου — ὑπερικοῦ δʼ εἶδος — τῆς καὶ διονυσιάδος τὰ φύλλα, ἀνεμῶναι, ἀνθύλλιοι ἀμφότεραι, ἀπαρίνη, ἀργεμώνη, ἀριστολοχεία μακρά, ἄρκτιον τὸ τῷ φλόμῳ ὅμοιον, ἀρνογλώσσου τὰ φύλλα καὶ μᾶλλον τὰ ξηρά, ἄρον, ἀσπάραγος μυακάνθινος, ἀσταφὶς ἀγρία, ἀσφοδέλου ἡ ῥίζα, ἀτραφάξυος ὁ καρπός, ἀψινθίου χυλός, βολβὸς ἐπιπλαττόμενος, δαμασώνιον, διψάκου τῆς ἀκάνθης ἡ ῥίζα, ἔβενος, ἐλλέβορος ἑκάτερος, ἑλξίνη ἡ καὶ περδίκιον, ἰτέας ὀπός, καλάμου φραγμίτου ἡ ῥίζα σὺν τοῖς φύλλοις ἱκανῶς ἄνευ δριμύτητος καὶ τὰ φύλλα αὐτοῦ μετρίως καὶ ὁ φλοιὸς αὐτοῦ καυθεὶς μετρίως, κενταύρειον τὸ μικρὸν καὶ ὁ χυλὸς αὐτοῦ, κίκεως ὁ καρπός — τὰ δὲ φύλλα ἔλαττον —, κράμβη ἡ ἀγρία μᾶλλον τῆς ἡμέρου, κρῆθμον, κριθαὶ μετρίως, κρίνου τὰ φύλλα καὶ ἡ ῥίζα λειούμενα μετρίως, κυάμου ἡ σὰρξ μετρίως, λαμψάνη καταπλασσομένη μετρίως, λειχὴν ὁ ἐπὶ τῶν πετρῶν, λευκοΐου πᾶς ὁ θάμνος καὶ ἡ ῥίζα — μᾶλλον δὲ τὰ ἄνθη καὶ τούτων τὰ ξηρότερα —, λεύκη τὸ δένδρον, λωτὸς ἢ τρίφυλλον, λωτὸς ἄγριος, μῆον, ναρκίσσου ἡ ῥίζα μετρίως, νυμφαίας ἑκατέρας ἡ ῥίζα, πάνακος Ἡρακλείας ὁ φλοιὸς τῆς ῥίζης μετρίως, πίσσα, πλατάνου ὁ φλοιὸς καυθείς, μελισσόφυλλον, πράσιον καταπλασσόμενον, πρόπολις μετρίως, πτελέας τὰ φύλλα — ὁ δὲ φλοιὸς καὶ αἱ ῥίζαι μᾶλλον —, πτισάνη — λειοῦντες γοῦν αὐτὴν ὠμὴν ἐγχρίουσι τοῖς προσώποις οἱ ἀνδραποδοκάπηλοι ῥύψεως ἕνεκα τῆς ἐν αὐτοῖς ἀχροίας κατὰ τὸ δέρμα συνισταμένης —, τερμινθίνη πλέον τῆς μαστίχης, σαγαπηνὸν μετρίως, σησαμοειδὲς μέγα, σησαμοειδοῦς τοῦ λευκοῦ τὸ σπέρμα, σιδηρῖτις ἑκατέρα μετρίως, σίκυος πέπων — μᾶλλον δʼ αὐτοῦ τῆς σαρκὸς τὸ σπέρμα καὶ ἡ ῥίζα ξηρανθέντα —, σικύου ἀγρίου ῥίζα, σμύρνα, στρουθίου ἡ ῥίζα, τεῦτλον, τιθύμαλλοι καὶ μᾶλλον ὁ ὀπὸς αὐτῶν, τραγίου τοῦ ἀπὸ Κρήτης τὰ φύλλα καὶ ὁ καρπὸς καὶ τὸ δάκρυον, ὑακίνθου ὁ καρπός, φλόμου τὰ φύλλα μετρίως καὶ μάλιστα τῆς χρυσιζούσης τοῖς ἄνθεσιν, φοῦ, χαμαιπίτυς, χαμαισύκη, χελιδόνιον ἰσχυρῶς, ἰός — μετὰ δὲ πολλῆς κηρωτῆς ἀδήκτως ῥύπτει —, ἀλκυόνια πάντα, ἀρμενιακόν, Σελινουσία γῆ καὶ Χία καὶ Σαμία μετρίως καὶ ἡ Κρητική, καδμεία, κίσηρις ἄκαυστος καὶ κεκαυμένη, λιθάργυρος μετρίως, λίθος ὁ ἐξ Αἰθιοπίας, λίθος ὁ Ἀράβιος, σμύρις ἱκανῶς, τὸ ἐκ τῶν κεραμίων ὄστρακον καὶ μᾶλλον τὸ ἐκ τῶν κριβάνων, κέρας ἐλάφου καὶ αἰγὸς κεκαυμένα.

`14.49`

Περὶ τῶν οὐρητικῶν.

`14.49.1–14.49.12`

Ἐπειδὰν δʼ οὔρησιν πλείονα κινῆσαι βουληθῶμεν, οὐ πάνυ τι τοῖς εἰρημένοις φαρμάκοις χρηστέον ἐστίν, ἀλλὰ τοῖς δριμυτέροις τε ἅμα καὶ μᾶλλον θερμαίνουσιν· ἔστι δὲ τὰ τοιαῦτα σελίνου, πετροσελίνου, μαράθου, δαύκου, σμυρνίου, ἀννήσου σπέρμα, ἄμι, ἄσαρον, ἄκορον, ἀμπελόπρασον, ἀμπέλου λευκῆς οἱ πρῶτοι βλαστοί, ἀνδρόσακες αὐτή τε καὶ ὁ καρπὸς αὐτῆς πινόμενα, ἀσάρου ῥίζα, ἀσπάραγος ὁ βασιλικὸς καὶ ὁ ἕλειος ὅ τε ὀξυμύρσινος καὶ ὁ ὀξυακάνθινος, βδέλλιον Ἀραβικόν, βούνιον, ψευδοβούνιον, βρυωνία, δάφνη ἡ πόα καὶ ἡ χαμαιδάφνη καὶ τὸ δαφνοειδὲς καλούμενον, ἐρέβινθοι καὶ μάλιστα οἱ κριοί, ἕρπυλλον, θύμα, κάλαμος ἀρωματικός, κάρω αὐτό τε καὶ τὸ σπέρμα αὐτοῦ, καρπήσιον, καυκαλίς, κόστος, κοτυληδόνος τὰ φύλλα σὺν τῇ ῥίζῃ ἐσθιόμενα, κροκοδειλίου τὸ σπέρμα, κύμινον, κυπέρου ῥίζαι, λιγυστικοῦ αἱ ῥίζαι καὶ τὸ σπέρμα, μήου αἱ ῥίζαι, μῶλυ, νάρδου στάχυς, νάρδος Κελτική, ξύρεως ὁ καρπός, ὀνωνίδος τῆς ῥίζης ὁ φλοιός, πήγανον, πόλιον, σεσέλεως ῥίζα καὶ ὁ καρπός, σίκυς ἐδώδιμος καὶ μᾶλλον ὁ ἤδη πέπων καὶ ὁ μηλοπέπων, σίνων, σίον, σκάνδιξ, σκόρδιον, σταφυλῖνος, καὶ μάλιστα τὸ σπέρμα αὐτοῦ, σχοίνου ἄνθος, τερμίνθου καρπός, τρίφυλλον ἡ καὶ ἀσφάλτιον, στρύχνου τοῦ ἁλικακκάβου ὁ καρπός, ὑπερικοῦ ὁ καρπὸς ὅλος, φοῦ ἡ ῥίζα, χαμαίδρυς, χαμαιπίτυς. ἀψίνθιον καὶ μάλιστα τὸ ἐν φλεψὶ χολῶδες ἐκκαθαίρει. βράθυ αἷμα διʼ οὔρων κινεῖ. ἡ τοῦ ἐρυθροδάνου ῥίζα παχέα οὖρα καὶ πολλὰ καί ποτε καὶ αἱματώδη κινεῖ. καπνεῖος προτρέπει οὖρα χολώδη πολλά. ὄροβος πλείων ληφθεὶς αἷμα διʼ οὔρων ἄγει. περικλυμένου τὰ φύλλα καὶ ὁ καρπὸς πινόμενα ἐν ἀρχῇ μὲν οὐρητικὰ μόνον ἐστί, μέχρι πλείονος δὲ τὸ οὖρον αἱματῶδες ποιεῖ· ἡ δὲ συμμετρία τῆς πόσεως δραχμῆς πλῆθος. σκολύμου ἡ ῥίζα πλῆθος οὔρων ἄγει δυσωδῶν, εἴ τις αὐτὴν ἐν οἴνῳ καθεψήσας πίνοι, καὶ διὰ τοῦτο καὶ τὰς δυσωδίας ἰᾶται τῶν τε μασχαλῶν καὶ ὅλου τοῦ σώματος, καθαίρουσα τὸν τοιοῦτον χυμόν. ὀνοβρυχίδος τὰ φύλλα ξηρὰ μετʼ οἴνου πινόμενα στραγγουρίας ἰᾶται. τῆς ἐν Παρνασσῷ ἀγρώστεως τὸ σπέρμα οὖρα κινεῖ. μελίκρατον, ὀξύμελι, οἶνος λεπτὸς καὶ ὑδατώδης, τὸ ἀπόβρεγμα τῶν στεμφύλων ὃ τρύγα καλοῦσιν. ὑπὸ τῶν τοιούτων φαρμάκων οὐ λεπτύνεται μόνον, ἀλλὰ καὶ χεῖται καὶ διακρίνεται τὸ αἷμα παραπλησίως τῷ γάλακτι· τούτων δʼ οὐδὲν ἄνευ θερμότητος ἰσχυρᾶς ἐνδέχεται γενέσθαι.

`14.50`

Ἐκ τῶν Ζωπύρου· ὅσα διʼ οὔρων ἰδίως ἐκ σπληνὸς ἄγει καὶ ἥπατος καὶ νεφρῶν.

`14.50.1–14.50.3`

Περικλύμενον, τιθυμάλλου σπέρμα τοῦ χαρακίου, μελάνθιον, κύμινον, θύμον, λευκῆς ἀμπέλου ἀγρίας ῥίζα, κλύμενον, καππάρεως ῥίζα, σπλήνιον, πάνακος σπέρμα, σκόροδον, ἕρπυλλον, κύτισος, Αἰγυπτία στυπτηρία, Μηλεία, δρακόντιον, λεπὶς σιδήρου, ἡλιοτρόπιον, σισύμβριον, ἀριστολοχείας ῥίζα, ὀρίγανος, πόλιον, κολοκυνθὶς ἀγρία, βρυωνία, κυκλάμινος, χαλκοῦ ῥινήματα ἐν οἴνῳ ἀποβεβρεγμένα, ἄσπληνος, ἀνδράχνη, σκορπίου θαλασσίου πνιγέντος οἴνῳ τὸ ἀπόβρεγμα. —Τῶν δʼ ἀφʼ ἥπατος ἀγωγὰ ὑπάρχει διʼ οὔρων σπέρμα ἄγνου, δαύκου τὰ φύλλα, μαράθου ὁμοίως, βαλσάμου, κενταυρείου, καπνοῦ, γλυκυσίδης ὁ μέλας καρπός, ἄννησον πεφωγμένον, φοίνικος ὀστοῦν, δάφνης φύλλα, σύμφυτον, ὑπερικόν, ὑπνικόν, ἀψίνθιον, βούνιον, ψευδοβούνιον, σμύρνιον — οἱ δʼ ἱπποσέλινον —, πευκέδανον, ἀναγαλλίς, ἡδύοσμος, οἰνάνθη, Ποντικὴ ῥίζα, λιβανωτός, ὀπὸς σιλφίου, ἠρύγγιον, Ἡρακλεωτικὸν κάρυον, κριθῶν ἀπόβρεγμα. —Ἀπὸ δὲ τῶν νεφρῶν ἄγει διʼ οὔρων τὸ σπέρμα τοῦ ἑλενίου, σελίνου, πέπερι, μήκων, σταφυλῖνος, πράσον, κνῆκος, λιβανωτίδος σπέρμα, τοῦ ἐν τῷ σίτῳ ξιφίου, βρυωνίας τῶν ῥιζῶν ὁ φλοιός, ἄγρωστις, σίραιον, σηπίας ὠά, θεῖον, ἐρέβινθος λευκός.

`14.51`

Ἐκ τῶν Γαληνοῦ· περὶ τῶν ἀνακαθαιρόντων θώρακα καὶ πνεύμονα.

`14.51.1–14.51.3`

Ἐπεὶ δὲ θερμὰ ταῦτά ἐστι, ταῖς ἐκ θώρακος ἀναπτύσεσι τοῦ πύου τὰ τοιαῦτα πάντα ἀντιπράττει· τὸ μὲν γὰρ ὀρῶδες οἱ νεφροὶ φθάνουσιν εἰς ἑαυτοὺς ἕλκοντες, τὸ δὲ συνιστάμενόν τε καὶ ἀποξηραινόμενον οὐκέτι εὐπετῶς ἀναπτύεται, καὶ διὰ τοῦτο τμητικὸν μὲν εἶναι χρὴ τὸ τοιοῦτο φάρμακον, οὐ μὴν ἐπιφανῶς γε θερμόν, ἵνα μὴ ξηραίνῃ σφοδρῶς, δίδοσθαί τε σὺν τοῖς ὑγραίνουσι ῥοφήμασί τε καὶ πόμασι τῆς αὐτῆς χρείας ἕνεκα. τοιαῦτα δʼ ἐστὶ τά τε ἐκφρακτικὰ πάντα ὅσα ἔμπροσθεν ἀναγέγραπται καὶ προσέτι στρόβιλος ὅλος χλωρός, πιτυΐδες, βούτυρον, χρυσοκόμης ἡ ῥίζα ἐν μελικράτῳ, καστόρειον ἐπʼ ἀνθράκων θυμιώμενον ἑλκόμενόν τε διὰ τῆς εἰσπνοῆς· ὠφελεῖ γὰρ μάλιστα τὰ κατὰ πλεύμονα καὶ ἐγκέφαλον ὑγρὰ καὶ ψυχρὰ πάθη. καὶ νάρδου στάχυς τὰ κατὰ τὴν κεφαλὴν καὶ τὸν θώρακα ῥεύματα ξηραίνει.

`14.52`

Ἐκ τῶν Ζωπύρου· ὅσα ἀνάγει ἐκ πλεύμονος.

`14.52.1–14.52.3`

Ἀνάγει δὲ καὶ ἐκ πλεύμονος ἐκλεικτὰ διδόμενα καὶ καταπότια κνίδης σπέρμα καὶ λίνου καὶ δαύκου, μήκωνος μελαίνης, θύμου, κισσοῦ λευκοῦ, ῥαφανῖδος ἀπὸ χυλοῦ νάπυος, ἀννήσου, σησάμου, καρδάμου, ἐρυσίμου, σκίλλης, ὀρόβου, σικύου, μελανθίου, πεπέρεως, πηγάνου, πόλιον, κιννάμωμον, ἄρον, δρακόντιον, κόστος, νάρδος, θεῖον, σμύρνα, δαφνίδων τὸ ἐντός, καππάρεως ῥίζης ὁ φλοιός, ἀμύγδαλα πικρά, γλυκυσίδη, καστόρειον, ἀβρότονον, θρίδακος ὀπός, θαψία, στύραξ, βδέλλιον, σίλφιον, σταφὶς ἄνευ γιγάρτων, στροβίλια, ὀμφάκιον, ἀριστολοχεία, χαλβάνη, πράσιον, ἠρυγγίου ῥίζα, κενταύρειον. ὑποθυμιᾶται δὲ πρὸς τὴν αὐτὴν χρείαν ἄσφαλτος, σανδαράκη, κρίθινον ἄλευρον, ῥητίνη, σκίλλα ξηρά, ἐρύσιμον, κέδρινον ἔλαιον, ἐλατήριον σικύου καὶ κενταύρειον, μαράθου καρπός. πυρίαι δὲ διὰ τῆς προσηκούσης μηχανῆς ποιοῦσι λαγωοῦ τρίχες, σμύρνα, σικύου χυλός, γάλακτος ὀρὸς αἰγός, οἰός, ὀστράκων διαπύρων.

`14.53`

Ἐκ τῶν Γαληνοῦ· περὶ τῶν τοὺς νεφροὺς ἐκκαθαιρόντων.

`14.53.1–14.53.2`

Καὶ μέντοι τὰ τοὺς νεφροὺς ἐκκαθαίροντα τμητικὰ μὲν ὁμοίως ἐστί, δεῖται δʼ εἰς οὐδὲν ὑγρότητος δαψιλοῦς. ἐπιτήδειά τέ ἐστι τά τε προειρημένα τμητικὰ πάντα καὶ προσέτι ἀρνογλώσσου ξηροῦ αἱ ῥίζαι καὶ τὰ φύλλα καὶ μᾶλλον ὁ καρπός, ἀσπάραγος μυακάνθινος καὶ μάλιστα αἱ ῥίζαι καὶ τὸ σπέρμα, γλυκυσίδης ἡ ῥίζα, ἐρέβινθος, ἀμύγδαλα.

`14.54`

Περὶ τῶν ἀραιωτικῶν καὶ ἀναστομωτικῶν πυκνωτικῶν τε καὶ στεγνωτικῶν.

`14.54.1–14.54.10`

Τὰ δʼ ἀραιωτικά τε καὶ ἀναστομωτικὰ δοκεῖ μὲν πλησιάζειν τοῖς προειρημένοις ὅσα ῥύπτειν καὶ τέμνειν ἐκφράττειν τε καὶ διαιρεῖν ἔφαμεν, οὐ μὴν πάντῃ γε ὡμοίωται· πρῶτον οὖν καὶ τούτων τὰς ἐννοίας διοριστέον, εἶθʼ οὕτως τὰς οὐσίας ζητητέον. ὅσα μὲν δὴ τοὺς κατὰ τὸ δέρμα πόρους ἀνοίγνυσιν, ἀραιωτικὰ προσαγορεύουσιν, ὅσα δὲ τὰ στόματα τῶν ἀγγείων, ἀναστομωτικά, καὶ δὴ καὶ τῶν ἐναντίων αὐτοῖς εἰ μέν τι συνάγει τοὺς πόρους, πυκνωτικὸν ὀνομάζουσιν, εἰ δέ τι κλείει τὸ στόμιον, ἰδίῳ μὲν οὐκέτι προσαγορεύουσιν ὀνόματι, γενικωτέροις δέ τισι συνάγον καὶ κλεῖον καὶ σφίγγον καὶ στεγνοῦν ὀνομάζοντες. ἡ δὲ φύσις ἑκατέρων ἐστὶ τῶν μὲν ἀραιωτικῶν θερμὴ μετρίως καὶ ἥκιστα ξηραίνουσα καὶ παχυμερής, τῶν δʼ ἀναστομωτικῶν παχυμερής, δριμεῖα καὶ δηκτική. τῶν δʼ ἐναντίων αὐτοῖς ἡ μὲν πυκνωτικὴ ψυκτικὴ μέν, οὐ μὴν οὔτε γεώδης οὔτε ἀερώδης, ἀλλʼ ὑδατώδης μᾶλλον· ἡ δὲ τὰς ἀναστομώσεις κλείουσα παχυμερὴς ψυχρά. παραδείγματα τούτων ἀραιωτικῆς μὲν φύσεως χαμαίμηλον καὶ ἀλθαία καὶ τὸ διʼ αὐτῶν ἔλαιον· οὐχ ἥκιστα δὲ καὶ τὸ διὰ τοῦ ἀγρίου σικύου, ἀλλὰ καὶ τὸ παλαιὸν ἐκ τῆς αὐτῆς ἐστιν ἰδέας, ἀβρότονον κεκαυμένον, ὀνοβρυχιάς· ἀναστομωτικῆς δὲ δυνάμεως ὅσα δριμέα τέ ἐστι καὶ γεώδη πάντα, κυκλάμινος, ἀνεμῶναι πᾶσαι, σησαμοειδοῦς τοῦ λευκοῦ τὸ σπέρμα, σκόροδον, κρόμμυον, τῶν ταύρων αἱ χολαί, τῶν μύρων ἁπάντων τῶν παχυμερῶν τε ἅμα καὶ θερμῶν ὑποστάσεις, οἷόνπερ τὸ ἴρινόν ἐστι καὶ τὸ ἀμαράκινον, ἃ δὴ καὶ τὰς τυφλωθείσας αἱμορροΐδας ἀναστομοῖ. τὰ δέ γε τὸ τῆς μήτρας στόμιον ὑπὸ φλεγμονῆς τινος ἢ ξηρότητος ἢ σκίρρου μεμυκὸς ἀναστομοῦν λεγόμενα κατὰ συμβεβηκός, ἀλλʼ οὐ πρώτως οὐδὲ καθʼ ἑαυτὰ τοιαύτης ἐστὶ δυνάμεως. τῶν δʼ ἐναντίων αὐτοῖς ἡ μὲν τῶν πυκνωτικῶν ἐστι διʼ ὕδατός τε ψυχροῦ καὶ ἀειζῴου καὶ ἀνδράχνης καὶ τριβόλου χλωροῦ καὶ ψυλλίου καὶ τῆς πόας ἣν μυὸς ὦτα προσαγορεύουσι καὶ φακοῦ τοῦ ἀπὸ τῶν τελμάτων, καὶ ἁπλῶς ὅσα ψύχει μὴ ξηραίνοντα· διὸ καὶ μανδραγόρας καὶ κώνειον ὑοσκύαμός τε καὶ μήκων· αὐτὰς δὲ λέγω νῦν τὰς πόας, αἷς εἰ μὲν μετρίως χρήσαιτό τις, πυκνωτικαὶ ταῖς δυνάμεσιν ὑπάρχουσιν, εἰ δʼ ἐπὶ πλέον, οὐ πυκνωτικαὶ μόνον, ἀλλʼ ἤδη καὶ ναρκωτικαί, εἰ δʼ ἐπὶ πλεῖστον, οὐκέτι οὐδὲ ναρκωτικαὶ μόνον, ἀλλʼ ἤδη καὶ νεκρωτικαί. ἡ δὲ τῶν ἐναντίων τοῖς ἀναστομωτικοῖς οὐσία παχυμερὴς οὖσα καὶ ψυχρὰ τῶν στυφόντων ἁπάντων ἐστὶ χωρὶς ἐπιμίκτου δριμύτητος· τῆς ὕλης δʼ αὐτῶν εἴρηται παραδείγματα πρότερον, γεώδους καὶ ψυχρᾶς ὑπαρχούσης. ὅσα δὲ τῶν φαρμάκων ψυχρὰ μέν ἐστιν ἢ ὁμοίως ἢ μᾶλλον, ὑδατώδη δὲ ταῖς οὐσίαις, ἀσθενῶς τὰ τοιαῦτα συνάγει καὶ σφίγγει διὰ μαλακότητα· διὸ τοὺς μὲν λεπτοὺς πόρους ἐν ἑκάστῳ σώματι συνάγει καὶ πυκνοῖ, τὸ δʼ ὅλον ὄργανον ἀδυνατεῖ σφίγξαι πανταχόθεν, ὥστε εὐλόγως τὰ τοιαῦτα πυκνωτικὰ μέν ἐστι, στεγνωτικὰ δʼ οὐκ ἔστιν· ἄκουε δέ μου στεγνωτικὰ νῦν λέγοντος ὅσα τὰς αἰσθητὰς ἐκκρίσεις ἐπέχει. ταυτὶ μὲν οὖν τοιαῦτα ταῖς κράσεσί τέ ἐστι καὶ ταῖς δυνάμεσιν· τὰ δʼ ἀραιωτικὰ θερμαίνει μετρίως καὶ ἀλύπως.

Ὅσα ἱδρωτικά.

`14.55.1`

Καλαμίνθη αὐτή τε καθʼ ἑαυτὴν ξηρὰ λαμβανομένη καὶ διὰ μελικράτου ἱδρῶτας κινεῖ καὶ ξηραίνει σύμπαν τὸ σῶμα· ὀνοβρυχὶς σὺν ἐλαίῳ ἀλειφομένη.

Ἐκ τῶν Ζωπύρου· περὶ τῶν αὐτῶν.

`14.56.1`

Ἱδρωτικαί εἰσι δυνάμεις ἀπὸ τῶν δριμέων ἀρωμάτων καὶ τὸ πέπερι, νίτρον, μύρον ἴρινον, βοὸς στέαρ, χρῖσμα δάφνινον, κύπρινον, ἅλες, σαμψούχινον, γλεύκινον, οἶνος, σταφὶς ἀγρία, κύμινον, ἄννησον, ἕρπυλλον, πόλιον, Κνίδιος κόκκος, σισύμβριον, χαμαιλέων, κόνυζα, δαύκου σπέρμα, ἀμμωνιακόν, πράσιον, κασία, χαλβάνη, θεῖον ἄπυρον, χάλκανθον, ἀλκυόνιον, βδέλλιον, στρούθιον, πύρεθρον, ἀριστολοχεία ἁπαλή, θέρμος, βάλσαμον, χαλκοῦ λεπίς.

`14.57`

Ἐκ τῶν Γαληνοῦ· περὶ τῶν καυστικῶν καὶ σηπτικῶν καθαιρετικῶν τε καὶ ἐπουλωτικῶν.

`14.57.1–14.57.9`

Εἰ δὲ μὴ θερμαίνοι μόνον, ἀλλὰ καὶ παχυμερῆ ταῖς συστάσεσιν εἴη, σφοδρὰ μὲν ὑπάρχοντα καὶ καυστικὰ συντήκει τε τὰ σώματα δίκην πυρὸς ἐσχάρας τε πολλάκις ὁμοίας ταῖς ἀπὸ τῶν καυστηρίων ἐργάζεται, καθάπερ νάπυ καὶ καρδάμου τὸ σπέρμα καὶ ἡ πόα ξηραινομένη, κόκκος Κνίδιος, πυρέθρου ἡ ῥίζα, ἀλκυονίων τὸ πέμπτον, ἀρσενικὸν καυθὲν καὶ ἄκαυστον, κονία, μίσυ, σῶρι, χαλκῖτις, σανδαράκη, τίτανος ἡ μὲν ἄσβεστος σφοδρῶς — καὶ ἡ σβεσθεῖσα δʼ ἐσχαροῖ, ἐὰν μὴ χρονία ᾖ, ἡ χρονία δʼ οὐκέτι· θερμαίνει δʼ ἔτι καὶ διατήκει τὰς σάρκας —, κισσοῦ τὸ δάκρυον ἀμυδρῶς. τὰ δʼ ἧττον ἢ ὥστε καίειν θερμαίνοντα τῆς ἀναστομωτικῆς ἐστι δυνάμεως, ὥστε εἶναι πᾶν ἀναστομωτικὸν φάρμακον τῇ μὲν οὐσίᾳ γεῶδες καὶ πυρῶδες, εἰς τοσοῦτον δʼ ἧκον θερμότητος ὡς μήπω καίειν. εἰ μέντοι σφοδρῶς εἴη θερμὸν καὶ προσέτι λεπτομερές, ἤτοι παντάπασιν ἄδηκτον ἔσται τὸ τοιοῦτον ἢ μετʼ ὀλίγης ὀδύνης ἀποτήξει τι τῶν σαρκωδῶν μορίων· τῷ γὰρ μήτε ἀλλοιοῦν ἀθρόως ὡς τὰ σφοδρὰ μήτε μόλις διεξέρχεσθαι καθάπερ τὰ παχυμερῆ λανθάνουσαν ἔχει τὴν ἐνέργειαν, εἴ γε καὶ τῶν ἀλλοιώσεων αἱ ἀθρόαι μάλιστα αἰσθητικαὶ καὶ τῶν διεξόδων αἱ βίαιοι· τὸ γὰρ παχυμερὲς καὶ καυστικὸν ᾧπερ ἂν ἐνιζήσῃ μορίῳ, σκόλοπος δίκην ἐμπεπαρμένον ἀνιᾷ. ἀλλʼ ἐκεῖνο μὲν ἐσχαρωτικόν ἐστιν ὁμοίως τοῖς καυστηρίοις· ὑπὲρ ὧν δὲ νῦν ὁ λόγος ἐνέστηκεν, οὔτε ἐσχάραν ἐργάζεται καὶ καλεῖται σηπτικά, οὐκ οἰκείας μὲν τῆς προσηγορίας τετυχηκότα· τὰ γὰρ ὄντως σηπτικὰ τὰ ὑγραίνοντα μετὰ τοῦ θερμαίνειν ἐστίν· ὅμως δʼ οὖν οὕτως καλούμενα τῇ τοῦ συμπτώματος ὁμοιότητι· φθορὰ γὰρ ἀνώδυνος ὑπʼ ἀμφοτέρων γίνεται. σηπτὰ δὲ φάρμακά ἐστιν ἀρσενικόν, σανδαράκη, χρυσοκόλλα, δρυοπτερίς, πιτυοκάμπη, ἀκόνιτον. κεδρέα δὲ τὰς μὲν ἁπαλὰς σάρκας ἑτοίμως τε ἅμα καὶ ἀνωδύνως σήπει, τὰς δὲ σκληρὰς ἐν πλείονι χρόνῳ. ἔνια δʼ ἐξ αὐτῶν ἰδίως ὀνομάζουσι καθαιρετικὰ καὶ χρῶνταί γε πρὸς τὰς ἐπουλώσεις τῶν ὑπερσαρκούντων ἑλκῶν· ἔστι δὲ καὶ ταῦτα τῆς μὲν αὐτῆς τῷ γένει τοῖς σηπτοῖς ὀνομαζομένοις δυνάμεως, ἀσθενεστέρας δʼ εἰς τοσοῦτον, ὡς τὸ μὲν ἐπιπολῆς μόνον ᾧ προσπίπτει καθαιρεῖν, εἰς βάθος δʼ ἀδυνατεῖν προέρχεσθαι, καθάπερ καὶ τὸ τῆς Ἀσσίας πέτρας ἄνθος. καὶ τὰ ὀστρεώδη δὲ πάντα καυθέντα μετρίως καθαιρεῖ τὰ ὑπερσαρκοῦντα καὶ προσστέλλει, καὶ οἱ ἐχῖνοι δʼ ὁμοίως ἀμφότεροι καυθέντες σὺν τῷ σώματι παντί, καὶ ὁ αἱματίτης λίθος ξηρὸς λειωθεὶς ὡς χνοώδης γενέσθαι ἰός τε καὶ κύανος καὶ ἡ τοῦ χαλκοῦ λεπὶς καὶ ἡ χρυσοκόλλα. οὐ μὴν τῆς αὐτῆς ἐστι τὰ τοιαῦτα τοῖς ὄντως ἐπουλωτικοῖς δυνάμεως· ἐκεῖνα γὰρ οὐ καθαιρεῖ, οὐδʼ ἀποτήκει τι τῆς σαρκός, ἀλλὰ ξηραίνειν τε καὶ σκληρύνειν πέφυκεν, οἷον ἥ τε στυπτηρία καὶ ἡ κηκὶς ἡ ὀμφακῖτις ὅ τε κεκαυμένος χαλκὸς καὶ μάλιστα ὁ πεπλυμένος· ὁ μὲν γὰρ ἄπλυτος ἔχει τι καθαιρετικόν, ὥσπερ καὶ ἡ τοῦ χαλκοῦ λεπίς, ὁ πεπλυμένος δὲ τὸ κάλλιστον τῶν ἐπουλωτικῶν φαρμάκων ἐστίν· χρὴ γὰρ καὶ στύφειν μετρίως καὶ ξηραίνειν τὸ μέλλον ἐπουλώσειν καλῶς, ὅθεν καὶ ὁ τῆς Αἰγυπτίας ἀκάνθης καρπὸς καὶ τὰ τῆς ῥοιᾶς λέμματα ξηρὰ καὶ πάντα ὅσα τοιαῦτα τῶν ἐπουλωτικῶν φαρμάκων ἐστίν.

`14.58`

Ἐκ τῶν Ζωπύρου· περὶ τῶν αὐτῶν.

`14.58.1–14.58.3`

Ἑλκοῖ δʼ ἐπιπολαίως κυνοσβάτου φύλλα, σεύτλου, βατραχίου, σκόροδον, γλήχων, ὕσσωπον, ὀρίγανον, σηπέας ὄστρακον, ἀσφοδέλου ῥίζαι καὶ καππάρεως, κοτυληδόνος, ἱπποκαμπὲς κεκαυμένον, σελίνου σπέρμα καὶ τῶν ἁλυκῶν καὶ δριμέων καὶ πικρῶν ὅσα ὅμοια δύναται μετὰ τὸ παρατεθῆναι ἢ ἐπιχρισθῆναι μεῖναι χρόνον οὐκ ὀλίγον. εἰς δὲ τὰς καυστικὰς ἔοικε παραλαμβάνεσθαι κανθαρίς, πιτυοκάμπη, βούπρηστις, ἄσβεστος, διφρυγές, τρὺξ κεκαυμένη ὄξους, ἀνεμώνη ἡ τὸ φοινικοῦν ἄνθος ἔχουσα, σκόροδον, βατράχιον, τέφρα, συκίνη μᾶλλον, νίτρον ὀπτόν, χαλκὸς κεκαυμένος, στυπτηρία, κήρυκος ὄστρακον κεκαυμένον, κεφαλὴ μαινίδος, χαμαιλέων τὸ ζῷον, ἀρσενικόν, κάχρυς, σταφὶς ἀγρία, σαλαμάνδρα· εἰς δὲ τὰς σηπτάς τινα μὲν τούτων καὶ ἔτι μέλας ἐλλέβορος, ἐλατήριον, σικύων ἀγρίων ῥίζα, σταφίς, ὀπός, χαλκοῦ λεπίς, ὤχρα, ἀνδράχνη, μήκωνος ὀπός, μανδραγόρας. τὰ δʼ αὐτὰ ταῦτα καὶ τὰς ἐφʼ ἕλκεσι νομὰς καὶ τὰς προσαγορευομένας ἐσχάρας ἵστησιν.

`14.59`

Ἐκ τῶν Γαληνοῦ· περὶ τῶν ἑλκτικῶν καὶ ἀποκρουστικῶν.

`14.59.1–14.59.10`

Ἑλκτικαὶ δυνάμεις εἰσὶν ὅσαι τὰ κατὰ βάθος ἐπισπῶνται σφοδρότερον, ἀποκρουστικαὶ δʼ ὅσαι πρὸς τὸ βάθος ἀπελαύνουσι τοὺς πλησιάζοντας ἐν αὐταῖς χυμούς· ἡ δʼ οὐσία τῶν μὲν θερμή τέ ἐστι καὶ λεπτομερής, τῶν δʼ ἔμπαλιν ψυχρά τε καὶ παχυμερής· ἕλκει μὲν γὰρ ἀεὶ τὸ θερμόν, ἀποκρούεται δὲ τὸ ψυχρόν, ἀλλὰ τὸ μὲν λεπτομερὲς θερμὸν ἕλκει σφοδρότερον, τὸ δὲ παχυμερὲς ψυχρόν, οἷον περιστῦφον, ὠθεῖ βιαιότερον· ἐξ οὖν τοῦ σφοδροῦ τῆς ἐνεργείας ἑκατέρῳ τοὔνομα. ἡ μὲν δὴ τῶν στυφόντων ὕλη πρόδηλος, ἡ δὲ τῶν ἑλκτικῶν τοιαύτη τίς ἐστιν· ἀνεμῶναι πᾶσαι, ἀναγαλλίδες ἀμφότεραι, δίκταμνον, ἐρέβινθοι, ἐρέβινθος ἄγριος, θαψία βιαίως, κυκλάμινος, ναρκίσσου ἡ ῥίζα, ξύρεως ἢ ξυρίδος ἡ ῥίζα καὶ μᾶλλον ὁ καρπός, ξιφίου ἡ ῥίζα καὶ μάλιστα ἡ ἄνωθεν, πρόπολις ἰσχυρῶς, πυκνοκόμου ἡ ῥίζα καὶ ὁ καρπὸς καὶ τὰ φύλλα, ζύμη. κόπροι πᾶσαι μὲν τῆς ἑλκτικῆς εἰσι δυνάμεως, οὐ μικρὰ δʼ ἐν αὐταῖς ἡ διαφορά· περιστερᾶς μὲν γὰρ ἱκανῶς ἑλκτική, τὸ δʼ ἴσον ἐφʼ ἑκάτερα ταύτης ἀφεστήκασιν, ἐπὶ μὲν τὸ θερμότερον ἡ τοῦ χηνός, ἐπὶ δὲ τὸ ψυχρότερον ἡ τῶν ἀλεκτρυόνων· ἀπολείπεται δὲ ταύτης ἔτι μᾶλλον ἥ τε τῶν ἀνθρώπων καὶ ἡ τῶν ὑῶν· ἡ δὲ τῶν κυνῶν οἵαπερ τὰ ῥυπτικὰ φάρμακά ἐστι, καὶ μᾶλλον ὅταν ὀστᾶ κατεσθίωσιν· καὶ ἡ τῶν κροκοδείλων δὲ τῶν χερσαίων ἔτι καὶ μᾶλλον ἀκριβοῖ τοῦτο. σαγαπηνὸν ἑλκτικῆς ἐστι δυνάμεως καὶ ὁ Κυρηναϊκὸς καὶ ὁ Μηδικὸς ὀπός, καὶ εἰ δή τις ἄλλος ὅμοιος τούτοις· σιλφίου ὀπὸς καὶ ἡ ῥίζα, σπάρτος, ᾧ τὰς ἀμπέλους δεσμοῦσι, ὅ τε καρπὸς καὶ ὁ τῶν ῥάβδων χυλὸς γενναίως, τερμινθίνη μᾶλλον τῶν ἄλλων ῥητινῶν, τραγίου τοῦ ἀπὸ Κρήτης τὰ φύλλα καὶ ὁ καρπὸς καὶ τὸ δάκρυον, φόρμιον, θεῖον, κόπρος βοῶν καὶ μᾶλλον τῶν ὀρόβους ἐσθιόντων. τινὰ δʼ οἰκειότητι ποιότητος ἐπισπᾶται, τουτέστιν ὁμοιότητι τῆς ὅλης οὐσίας· θερμὰ δʼ εἶναι χρὴ πάντα τὰ τοιαῦτα· τῶν γὰρ ὁμοίων ταῖς οὐσίαις ἑλκτικώτερον τὸ θερμότερον ὑπάρχει, ὡς ἂν προσειληφὸς σύμμαχον τῇ ὁμοιότητι τὴν θερμότητα. καὶ καλαμίνθη ἐπισπᾶται καταπλασσομένη· καὶ κόστος ἀποτριβόμενος μετʼ ἐλαίου τοὺς ἐκ τοῦ βάθους ἕλκει χυμούς. ἰξὸς ἰσχυρῶς ἕλκει οὐ τὰς λεπτὰς μόνον ὑγρότητας, ἀλλὰ καὶ τὰς παχυτέρας, καὶ ταύτας διαχεῖ τε καὶ διαφορεῖ.

`14.60`

Περὶ τῶν διαφορητικῶν.

`14.60.1–14.60.2`

Πλησίον δʼ ἀλλήλων εἰσὶν αἵ τε ἑλκτικαὶ δυνάμεις τῶν ἐκ τοῦ βάθους αἵ τε διαφορητικαὶ τῶν ἑλχθέντων· αἵ τε γὰρ ἕλκουσαι καὶ διαφοροῦσι πάντως, αἵ τε διαφοροῦσαι καὶ ἕλκουσιν, ἀλλʼ ἐπικρατεῖ κατὰ μὲν τὰ ἑλκτικὰ τῶν φαρμάκων ἡ ἑλκτικὴ δύναμις, κατὰ δὲ τὰ διαφορητικὰ ἡ διαφορητική. ἔστι δʼ ἡ ὕλη καὶ τῶν διαφορούντων τοιαύτη τις· ἀβρότονον, ἀγαρικόν, ἀγήρατον, ἀδίαντον, αἰγίλωψ, ἀκαλήφης ὁ καρπὸς καὶ τὰ φύλλα ἱκανῶς, ἀκάνθου τὰ φύλλα, ἀκτὴ ἥ τε δενδρώδης καὶ ἡ χαμαιάκτη ἡ βοτανώδης, ἄλυσσον, ἄμι, ἀναγύρου τὰ φύλλα καὶ μᾶλλον τὰ ξηρὰ καὶ τῆς ῥίζης ὁ φλοιός, ἀνδρόσακες, ἀνθεμὶς ἢ χαμαίμηλον, ἀννήσου σπέρμα, κυνοκράμβη καταπλασσομένη ἱκανῶς, ἀργεμώνη, ἀριστολοχείας ἡ ῥίζα καὶ μᾶλλον ἡ στρογγύλη, ἀσφοδέλου ἡ ῥίζα καὶ μᾶλλον καυθείσης ἡ τέφρα, ἀτράφαξυς ἠρέμα, βολβός, βούφθαλμον μᾶλλον ἀνθεμίδος, βράθυ, ὅ τινες ἀντὶ κινναμώμου διπλάσιον βάλλουσιν, βρύον τὸ καὶ σπλάγχνον, δαῦκος ἡ πόα ἔξωθεν ἐπιτιθεμένη καὶ μᾶλλον τὸ σπέρμα αὐτῆς, ἔβισκος ἢ ἀλθαία — ἔστι δʼ ἀγρία μαλάχη· καὶ ἡ ῥίζα δὲ καὶ τὸ σπέρμα αὐτῆς ὁμοίως ἐνεργεῖ —, ἔλαιον γλυκὺ παλαιόν, ἔλαιον τὸ ἐκ λύχνου, κίκινον, Σαβῖνον, ῥαφάνινον καὶ τὸ ἀπὸ τῆς ὑγρᾶς πίσσης — τούτων δὲ μᾶλλον τὸ κέδρινον —, ἑλξίνη, θαψία, καλάμου φραγμίτου φλοιὸς καυθεὶς ἱκανῶς, κασία, κίκεως ὁ καρπὸς καὶ τὰ φύλλα, κρίνου τὰ φύλλα καὶ ἡ ῥίζα λειούμενα καὶ τὸ ἀπʼ αὐτοῦ ἔλαιον, κροκοδειλίου τὸ σπέρμα καὶ ἡ ῥίζα, κυκλάμινος, κυτίσου τὰ φύλλα, λάδανον, λαμψάνη καταπλασσομένη, λάπαθον μετρίως, λεοντοπετάλου ἡ ῥίζα, λεύκης ὁ καρπός, λιβανωτίδες αἱ τρεῖς, λινοζῶστις, μαλάχη ἀγρία — ἡ δὲ κηπευομένη ἀσθενεστέρα· τὸ δὲ σπέρμα αὐτῶν ἰσχυρότερον· ἰσχυροτέρα δὲ καὶ ἡ ἀναδενδρομαλάχη —, μαστίχη Χία — ἡ δʼ Αἰγυπτία μᾶλλον —, μέλι, περσικῆς οἱ βλαστοὶ καὶ τὰ φύλλα, κιτρίου τὸ σπέρμα καὶ τὰ φύλλα, νήριον ἢ ῥοδοδάφνη καταπλασσομένη, ξανθίου ἢ φασγάνου ὁ καρπός, ξύρεως ἢ ξυρίδος ἡ ῥίζα καὶ μᾶλλον ὁ καρπός, ξιφίου ἡ ῥίζα καὶ μάλιστα ἡ ἄνωθεν, ὄλυνθοι, ὀνοβρυχιάς, ὀποβάλσαμον ἄνευ τοῦ θερμαίνειν ἐπιφανῶς, ὀπὸς ὁ Κυρηναῖος σφοδρότατα, παλιούρου τὰ φύλλα καὶ ἡ ῥίζα, ὀποπάναξ, παρωνυχία ἱκανῶς, πευκεδάνου ὀπός, πήγανον, πίσσα, μελισσόφυλλον, πράσιον καταπλασσόμενα, πταρμικὴ τὸ θαμνίον, πυκνοκόμου ἡ ῥίζα καὶ ὁ καρπὸς καὶ τὰ φύλλα, τὸ ἐξ ἄρτου κατάπλασμα μᾶλλον τοῦ ἐκ τῶν πυρῶν, ζύμη, ῥαφανὶς καὶ τὸ σπέρμα καὶ ἡ ἀγρία ῥαφανίς, τερμινθίνη τῆς μαστίχης πλέον καὶ ταύτης μᾶλλον ἡ λάριγξ, Αἰγυπτία μαστίχη, ῥόδινον ἔλαιον, ῥοδία, ῥύπος ὁ ἀπὸ τῶν ἀνδριάντων, πάτος ὁ ἀπὸ παλαίστρας, σάμψυχον, σικύου ἀγρίου ἡ ῥίζα καὶ τὸ ἐλατήριον, σίον, σισύμβριον, σμύρνα, τῶν ἰσχάδων αἱ δριμύτεραι, τὰ τῶν ἐρινεῶν σῦκα, τῶν ἡμέρων συκῶν οἱ ὄλυνθοι, τεῦτλον χωρὶς τοῦ θερμαίνειν — ἰσχυρότερον δὲ τὸ λευκόν —, τραγίου τοῦ ἀπὸ Κρήτης τὰ φύλλα καὶ ὁ καρπὸς καὶ τὸ δάκρυον, χαλβάνη, ὤκιμον ἐπιπλασσόμενον, ἅλες — οἱ δὲ κεκαυμένοι τῶν ἀκαύστων μᾶλλον, καὶ τούτων ἔτι μᾶλλον τὸ ἁλὸς ἄνθος —, ἁλὸς ἄχνη, νίτρα, ἀφρόνιτρα, ἀλκυόνια πάντα, γῆ Σαμία ἡ ἄπλυτος μετρίως, ἰός, κύανος, κιννάβαρι, χρυσοκόλλα, τυρὸς ὀξυγαλάκτινος μετρίως, βούτυρον μετρίως, πυτία, πᾶσα κόπρος πάνυ, οἴσυπος μετρίως, σάρκες ἐχιδνῶν ἰσχυρῶς ἐπὶ τὸ δέρμα κενοῦσαι τὰ περιττώματα — φθειρῶν οὖν πλῆθος ἐπὶ τῶν κακοχύμων γεννᾶται —, στέαρ λεόντειον ἁπάντων μᾶλλον στεάτων τῶν ἐν τοῖς τετράποσιν — τὸ δὲ τῶν ταύρων ἔλαττον —, στέαρ χοίρειον ἀδήκτως — ἔλαττον δὲ τὸ μόσχειον, καὶ ἔτι τούτου μᾶλλον τὸ βόειον· τὸ δὲ χρονίζον στέαρ μᾶλλον ἑαυτοῦ —, ὀστᾶ κεκαυμένα ἱκανῶς, ἔρια κεκαυμένα, ἐχίνων ἀμφοτέρων ἡ τέφρα.

`14.61`

Ἐκ τῶν Ζωπύρου· ὅσα στύφει.

`14.61.1–14.61.3`

Στύφει δὲ μυρσίνης φύλλα καὶ ὀξυμυρσίνης, μηλέας, βάτου, ἀγριελαίας, ἡμέρου, ῥόδου, ἀμπέλου, σχίνου, φλόμου, κυπαρίσσου, λειμωνίου, μήκωνος, ἀειζῴου, κυτίνου ἄνθος, βαλαύστιον, ἀλόη, Κυπρία σποδός, ἀκαλήφη, ὑποκιστίς, ἀγριαχράδες, γίγαρτα, ἄπιοι, μῆλα, κρόκος, ἀλθαία, ἀστραγάλου ῥίζα, φλόμου, ἕλικες ἀμπέλου, μύρτα, μέσπιλα, τέρμινθος, δρυοπτερίς, κρανία, ἐφήμερον, βάλανος ἡ δρυΐνη, ἀγρίου λαπάθου καρπός, ὑοσκύαμος καὶ τῆς γλυκερίδος οἱ πυρροὶ κόκκοι, κάστανον, κισσός, νυμφαία, φοίνικες ὠμοὶ βέλτιον καὶ τὸ ἐπʼ αὐτῶν ἄνθος τε καὶ καυλός, μήκωνος ῥίζα, ὠοῦ τὸ χλωρὸν ὀπτόν, ἀκακίας χύλισμα, κύαμος Αἰγύπτιος, σταφυλῖνος, νάρθηκος πάλαι, παλίουρος, ἱππούρεως ῥίζα, τὸ Λυσιμάχειον βοτάνιον, στυπτηρία, αἷμα πεπηγός, κυπέρις, οἰνάνθη, κράμβη ἐξεψηθεῖσα, πυτία λαγωοῦ, σπόγγος κεκαυμένος, ὀνωνίς, φελλός, ῥάμνος, πεύκης φλοιός, πίτυος καὶ ὁ καρπός, μυρίκη, ῥοῦς ὃν ἐσθίομεν, αὐστηρὸς οἶνος ἀθάλασσος, στέμφυλα. στύφει δὲ καὶ τῶν ἀπεσχαρούντων ἔνια, ὡς τὸ διφρυγές, χαλκῖτις, μίσυ, καδμεία, χαλκὸς κεκαυμένος. πᾶσα δὲ ῥύσις διὰ τούτων κατέχεται πλὴν ἡ διὰ τῶν οὔρων.

`14.62`

Ὅσα διαφορεῖ.

`14.62.1–14.62.3`

Πρὸς δὲ τὸ διαφορεῖν καταπλασσόμενα ἢ καταντλούμενα εὐθετεῖ ἀσφοδέλου ῥίζα, ἀμπέλου μελαίνης τῆς Χειρωνείου, ἀρχεζώστριδος — οἱ δʼ ἀμπέλιν, οἱ δὲ μαδόνην καλοῦσιν —, ἰξίου, ἄγνου, σικύου, καὶ μᾶλλον ἀγρίου, καππάρεως, ἀνεμώνης τῆς τὸ φοινικοῦν ἄνθος ἐχούσης, χαμαιλέοντος, μαράθου, θαψίας, ἀνθερίκου, κυπέρου, σελίνου, κισσοῦ λευκοῦ, λαπάθων ἀγρίων, ὑοσκυάμου, ἀσπαράγου, κράμβης καὶ τὰ τούτων φύλλα καὶ καρποὶ καὶ σταφυλίνου, τριχομανές, ἄμωμον, κάρδαμον, σχοῖνος εὐώδης, ξιφίον, νάρδος, ὠκιμοειδές, ἔχιον, ἀμμωνιακόν, κόστος, πέπερι, γλήχων, ἄρον, ἄλευρον πύρινον, κρίθινον, αἴρινον ὁμοίως, θεῖον, νίτρον, ὄροβος, παιδέρως, ὄρχις ἡ βοτάνη, ὀμφάκιον, πᾶσα τέφρα, σκωρέα, βδέλλιον, βάλσαμον, λαγωὸς θαλάσσιος, λίθος Ἄσσιος, ἑλίχρυσον, ἀψίνθια λεῖα, ἕρπυλλον, σίνηπι, σισύμβριον τὸ ἐν τοῖς ὕδασιν, ἡδύοσμον, κόνυζα, καλαμινθίνη, βάλανος μυρεψική, σταφὶς ἀγρία, κίσηρις, λεπὶς χαλκοῦ, στύραξ, σίκυος ἄγριος, βατράχιον, ῥίνης θαλασσίας κεκαυμένον δέρμα, στρούθιον, βάλσαμον, ἀγρία θρίδαξ, πρόπολις, ἀλκυόνιον, θάλασσα, λιβάνου φλοιός, ῥαφανῖδος, μέλι γλυκύ, πάνακες Ἡράκλειον, γλοιὸς καὶ ῥύπος ὁ ἐκ παλαίστρας, γλήχων, ἀριστολοχεία, ἄφοδος μυῶν, κύμινον, κοχλίας σὺν τῷ ὀστράκῳ λεῖος, ἀβρότονον, καρκίνου τὸ χελώνιον, ἄρον, ἀρίσαρον, θέρμων πάλη, κόλλα ταυρεία, φλόμος, σήσαμον, μελάνθιον, μελιλώτου σπέρμα, κρόμμυον, πόλιον, ἐρύσιμον, βόλβιτον, καὶ μᾶλλον ἑφθὸν ἐν ὕδατι, κάρδαμον, δάκρυον ἐλαίας Αἰθιοπικῆς, χρυσοκόλλα, λευκὸς ἐλλέβορος, μέλας, σησαμοειδές, πράσιον, θύμον, ἀψίνθιον, κυνόσβατος, ἀσφόδελος, ὑπερικόν, ῥητίνη, ὁ ἀπὸ τῶν πετρῶν λειχήν, πέπερι, κύαμος Ἑλληνικός, τῆλις, ἀτράφαξυς, φύλλα λευκοΐου, ὀρίγανον, ἠράνθεμον, ἁλὸς ἄχνη, ἅλες, σμύρνα, γῆ ἁλμυρῖτις, ἀμπελῖτις, ὀμφάκιον, κεδρίδες, κάρυα, σεῦτλον λευκόν, μήκων, σίλφιον, βάλσαμον, σαγαπηνόν, πάνακες, πίσσινον ἔλαιον, σταφυλῖνος, ἐλέφαντος ξύσμα, ἀργύρου, χρυσοῦ, χαλκοῦ, στυπτηρία Αἰγυπτία, Ποντικὴ ῥίζα, πιόνων σύκων ἀφέψημα καὶ ἀπόβρεγμα, χολὴ βοός, ἕψημα, λύκιον, μηλέα, πράσον, ἄνθεμον, γύψος, σαυρίδιον, ἣν καρδαμίδα καλοῦσι, φλόμος, κυνόγλωσσον — οἱ δʼ ἀρνόγλωσσον —, κρέας βοός, αἰγός, κριθαί, ὄλυραι κεκαυμέναι, φώκης ἔλαιον, ἔριον πιναρὸν κεκαυμένον, ὄξος, δᾴδιον, λάδανον, ὅρμινον, ἀνθήλη, φλοιὸς κυάμου, μολύβδαινα, κόκκος Κνίδιος, ἑλένιον, ἀρτεμισία, νάρκισσος, ἀδίαντον, σιδήρου λεπίς, κυκλάμινος, αἷμα βοὸς καὶ τὸ τῶν ὑῶν ὁμοίως, μίλτος Σινωπική, σανδαράκη Μηλεία, ὤχρα, τρὺξ ὀξηρὰ καὶ οἰνηρὰ κεκαυμένη, πιτύρων ἀφέψημα καὶ βραχέντων ἀπήθημα καὶ αὐτά, τίτανος, χάλκανθος, σμύρνιον, σῶρι, περιστερᾶς κόπρος, χελιδόνος, ἀλεκτορίδος, μυῶν, σανδαράκη, λίθος πυρίτης, ὁπὴ κεκαυμένη ἵππου, βοός, ὄνου, λιβανωτὶς ἄκαρπος, κοτυληδόνες, χαμαισύκη, μύκαι οἷς τὰ ἱμάτια βάπτουσιν, ὀροβάκχη, κορακίνου Ποντικοῦ σάρξ, σιλούρου ταριχηροῦ ὁμοίως, κολοκυνθὶς ἀγρία, παρθένιον — οἱ δὲ περδίκιον. πρὸς τὸ διαφορεῖν μὲν οὖν ἐστι, καθάπερ ἔκκειται, ταῦτα πάντα ἐπιτήδεια, ἀλλὰ καὶ συμπέψαι τι τῶν ἐν ἄλλῳ τόπῳ καὶ τῶν ἀπειλημμένων ἐν τόποις εὐφυῶς ἔχει· διόπερ καὶ πεπαίνει καὶ διαφορεῖ· τινὰ δʼ αὐτῶν ἐπισπᾶται, ἔτι δʼ ἱδρῶτας κινεῖ καὶ ἀναστομοί· διὸ καὶ διαιρεῖν δύνανται. ἀνάγει δὲ λεπίδας μάλιστα ἀριστολοχεία, χάλκανθος, σίλφιον καὶ ἡ σὰρξ τοῦ σιλούρου καὶ λαγωοῦ πυτία.

`14.63`

Ἐκ τῶν Γαληνοῦ· περὶ τῶν τὸ γάλα ποιουσῶν δυνάμεων καὶ καταμήνια κινουσῶν.

`14.63.1–14.63.13`

Γάλακτος ποιητικαὶ δυνάμεις εἰσὶν αἱ μὲν ἐν φαρμάκοις μόνον, αἱ δὲ καὶ ἐν τροφαῖς· ἐν φαρμάκοις μέν, ἐπειδὰν τοὺς φλεγματικοὺς χυμοὺς θερμαίνοντες εἰς αἷμα μεταβάλλωμεν, ἐν τροφαῖς δέ, κατὰ τὴν τῆς ὅλης οὐσίας ὁμοιότητα, κἀπειδὰν εὔχυμοι καὶ ὑγραὶ μετρίως ὦσι καὶ θερμότητος χλιαρᾶς, οἵασπέρ ἐστι καὶ τὸ γάλα· συμμέτρου μὲν γὰρ τῷ ζῴῳ θερμότητος τὸ αἷμα μετέχει, πλείονος δʼ ἢ κατὰ τὸ μέτριον ἡ ξανθὴ χολή, καθάπερ τὸ φλέγμα ψυχρότητος, ἐν τῷ μέσῳ δʼ ἐστὶν αἵματός τε καὶ φλέγματος, ὅσον ἐπὶ θερμότητι, τὸ γάλα· οὐ μὴν ἴσον ἀφέστηκεν ἑκατέρου, ἀλλʼ ἐστὶ πορρωτέρω μὲν τοῦ φλέγματος, ἐγγυτέρω δὲ τοῦ αἵματος. ὅταν οὖν ἐνδεῶς ἀθροίζηται γάλα κατὰ τοὺς μαστούς, ἐθέλῃς δὲ πλέον γενέσθαι, διάσκεψαι περὶ τοῦ αἵματος· ἤτοι γὰρ ἔλαττόν ἐστι τοῦ προσήκοντος ἢ μοχθηρότερον. τὸ μὲν οὖν ἔλαττον ὑγραινούσης τε καὶ θερμαινούσης δεῖται τῆς συμπάσης διαίτης, τὸ δὲ μοχθηρότερον, εἰ μὲν χολῶδες ὑπάρχοι, καθάρσεως μὲν πρῶτον, εἶθʼ οἵας εἴρηται διαίτης, εἰ δὲ φλεγματικόν, φαρμάκων μὲν θερμαινόντων ἤτοι κατὰ τὴν πρώτην ἢ δευτέραν τάξιν, οὐ μὴν ξηραινόντων γε. καλλίω δʼ αὐτῶν ὅσα μὴ φάρμακα μόνον ἐστίν, ἀλλὰ καὶ τροφαί, εὔζωμα καὶ μάραθα καὶ ἄνηθα· λέγω δὲ τὰς πόας αὐτὰς ἔτι χλωρὰς καὶ ὑγράς· αἱ γὰρ ξηραὶ ξηραίνουσί τε ἤδη καὶ θερμαίνουσι πλέον ἢ δεῖ. τούτου τοῦ γένους ἐστὶ καὶ σμύρνιον καὶ σέλινον καὶ σίον καὶ πόλιον, καὶ ταῦτα χλωρά· τὰ γὰρ ξηραίνοντα πάντα τὴν ἰκμάδα τοῦ αἵματος ἐκβοσκόμενα παχύτερον ἅμα καὶ ἔλαττον αὐτὸ καθίστησι καὶ θερμότερον μὲν τοῦ δέοντος, εἰ θερμὰ τὴν φύσιν ὑπάρχοι, ψυχρότερον δέ, εἰ ψυχρά. δεῖται δὲ δήπου συμμέτρως εἶναι θερμὸν καὶ οὐδαμῶς παχὺ πρὸς τὴν τοῦ γάλακτος γένεσιν, ὅθεν ὅσα μὲν τοιαῦτα σβέννυσι μᾶλλον ἢ γεννᾷ τὸ γάλα, τὰ δὲ θερμαίνοντα μέν, ὡς εἴρηται, ξηρότητος δʼ ἐπιφανοῦς μηδεμιᾶς μετέχοντα γάλακτος ἔχειν γεννητικὰς δυνάμεις εἰκότως ἐλέχθη. ταῦτα μὲν οὖν ὀλίγα τὸν ἀριθμόν· οὐδὲ γὰρ οὐδὲ ῥᾴδιόν ἐστι τῆς προειρημένης ἐν τῇ κράσει συμμετρίας ἐπιτυχεῖν· ἄπειρα δέ, ὡς ἂν οὕτως εἴποι τις, τὸ πλῆθος ὅσα βλάπτει γάλα· καὶ γὰρ ὅσα πλέον ἢ χρὴ θερμαίνει καὶ ὅσα ξηραίνει καὶ ὅσα ψύχει, τὰ μὲν τῇ ποιότητι τοῦ αἵματος λυμαινόμενα, τὰ δὲ τὴν οὐσίαν ἐλάττονα ποιοῦντα, κωλύει γενέσθαι τὸ γάλα. παραπλησίαν δὲ τοῖς εἰρημένοις ἔχει δύναμιν ὅσα προτρέπειν ἢ παύειν καταμήνια πέφυκεν· ὕλη γὰρ ἀμφοῖν κοινὴ τὸ ἐν ταῖς φλεψὶν αἷμα. τοῦτο οὖν, ὅταν εὔρουν τε ἅμα καὶ τῇ ποιότητι σύμμετρον ὑπάρχῃ, χορηγίαν ἄφθονον ἑκατέρῳ παρέχει. καὶ μὲν δὴ καὶ ὅτι κοιναὶ μαστοῖς τε καὶ ὑστέραις οὐ μικραὶ φλέβες, λέλεκται διʼ ἑτέρων· ταῦτά τοι κἀπειδὰν ἐπὶ θάτερα τῶν μορίων φέρηται τὸ αἷμα, ξηραίνεται θάτερα. θαυμαστὸν οὖν οὐδέν, εἰ καὶ τὰ διαιτήματα καὶ τὰ φάρμακα παραπλήσια τά τε γεννῶντα καὶ τὰ παύοντα τήν τε ἐφʼ ἑκάστῳ μηνὶ κάθαρσιν ἐξ ὑστερῶν καὶ τὴν ἐν μαστοῖς τοῦ γάλακτος γένεσιν. τοσόνδε μέντοι διαφέρουσιν, ᾗ θερμοτέρων τε καὶ τμητικωτέρων ἐνίοτε τὰ κατὰ τὰς μήτρας χρῄζει· καὶ γὰρ ἀνεστομῶσθαι δέονται μᾶλλον αἱ τῇδε φλέβες ἤπερ αἱ κατὰ μαστοὺς καὶ αἵματος εὐρουστέρου χρῄζουσιν, ὡς ἂν μηδὲν αὐτῆς τῆς μήτρας συντελούσης εἰς τὴν φορὰν αὐτοῦ· πέμπεται γὰρ εἰς τὰς ἐν αὐτῇ φλέβας, οὐχ ἕλκεται τὸ καταμήνιον· εἰς μαστοὺς δʼ οὐ πέμπεται μόνον, ἀλλὰ καὶ ἕλκεται, καὶ διὰ τοῦτο βραχυτέρας ἐπικουρίας ἐκ φαρμάκων προσδεῖται τὸ μὴ παραγινόμενον αὐτάρκως εἰς μαστοὺς αἷμα. καὶ ὅσα γε τοῦτο ἔρχεσθαι προτρέπει, ταῦτα καὶ τὰς ἐλλιπεῖς καθάρσεις ὠφελεῖ· τὰς δʼ ἐπὶ πλέον βεβλαμμένας ἢ καὶ παντάπασιν ἰσχομένας οὐκέτι οὐδὲν τῶν τοιούτων ἰᾶται, ἀλλὰ βράθυ καὶ μῆον, ἶρίς τε καὶ καλαμίνθη καὶ γλήχων καὶ δίκταμνον, ἄσαρόν τε καὶ κόστος ἥ τε κασία καὶ τὸ κιννάμωμόν τε καὶ ἀριστολοχεία καὶ βούνιον ὅσα τε ἄλλα τοιαῦτα τὰς παντελεῖς ἐπισχέσεις τῶν κατὰ μήτραν καθάρσεων ἰᾶται.

`14.64`

Ἐκ τῶν Ζωπύρου· περὶ τῶν αὐτῶν.

`14.64.1–14.64.3`

Γάλα δὲ κινεῖν πέφυκε πινόμενον σήσαμον, σικύου σπέρμα, γῆς ἔντερον, κάχρυ, σμύρνα, πολυπόδιον, ἠρύγγη, κιρκαίας ὁ καρπὸς καὶ τὰ φύλλα, γλαυκὸς ἐγκέφαλος καὶ αὐτὴ ἡ γλαὺξ ἑφθὴ καὶ ἡ πόα γλαύξ, τριμήνιοι οἱ πυροί, κριθαί, μάραθα χλωρὰ καὶ ἡ ῥίζα καὶ ὁ καρπὸς αὐτῶν καὶ λιβανωτίδος, ἄννησον, ἱππομάραθον, λίνου ὁ καρπός, κύμινον, ὄροβοι, πολύγονον. ὑγρὸν δὲ μίσγεται πρὸς ἑκάστην ἀεὶ δύναμιν πρόσφορον, οἷον πυρῶν ἀφέψημα, μαράθων ἑφθῶν ὕδωρ, πτισάνης χυλὸς πυρίνης ὁμοίως. καταπλάσσεται δὲ μάραθον, μελάνθιον, σμύρνα, κριθῶν βεβρεγμένων χύλισμα, μυὸς ἄφοδος, ἀνδράχνη, στέαρ χήνειον, πτελέας τὰ φύλλα, κηρός, θεῖον, σκωρία, ταύρου χολή.

`14.65`

Καταμηνίων ἀγωγά.

`14.65.1–14.65.6`

Καταμηνίων δʼ ἀγωγά ἐστι πρόσθετα μὲν στέαρ ἐλάφου πρόσφατον, ὄνου καὶ χηνός, τρὺξ ξηρὰ κεκαυμένη, χολὴ ταύρου, τῆς χονδρίλης ἡ μαστίχη, ἅλες, ἔλαιον, χρῖσμα ναρκίσσου, κύπερος, ἀφρὸς νίτρου, ὄστρακον Ἀττικόν, μυῶν ἄφοδος, χνοῦς ὁ ἀπὸ τῶν κυδωνίων μήλων, ἴρινον μύρον, μανδραγόρου ὀπός, στύραξ, ἀψίνθιον, σιλφίου σπέρμα, ἀρτεμισία, σάμψυχον, ἀγχούσης τὰ λεπτὰ ῥιζία, πενταφύλλου, κυκλαμίνου, κιρκαίας, κενταύρειον, σισύμβριον, σχοῖνος εὐώδης, κάλαμος, ἑλένιον, ἡλιοτρόπιον, ἐλλέβορος μέλας, κόκκος Κνίδιος, λινοζῶστις, κύμινον, σπέρμα καππάρεως, τῆλις, σταφὶς ἐκγιγαρτισμένη, μῶλυ, κεδρίδες, ἀμύγδαλον, σήσαμον πεπλυμένον, δαφνίδων πεπείρων τὸ ἐκτός. πινόμενα δʼ ἄγει τὰ καταμήνια πήγανον ἄγριον καὶ τὸ ἥμερον καὶ τὸ σπέρμα αὐτῶν, ὁμοῦ δὲ καὶ τὸ τῆς ἀκτῆς, μηδείου, μαράθου, βρυωνίας, κρήθμου, κυμίνου, πεπέρεως κεκαυμένου, νάπυος, ἄρου, πράσου, τραγίου, τήλεως, κάχρυος, ὀρεοσελίνου, σμυρνίου, δαύκου, θλάσπεως, μελανθίου, λευκοΐου, κίκεως, δάφνης, σεσέλεως, βαλσάμου, γλυκυσίδης, ἀκαλήφης ῥίζα, κράμβης ἀγρίας σπέρμα ὁμοίως, λαπάθου, μίνθης, σιλφίου, σέσελι, ἄνθος ἀνεμώνης, ἀβρότονον, ἱππομάραθον, ἐρύσιμον, ψευδοδίκταμνον, ἑλίχρυσον, ἀρτεμισία, ἄγνος, κόστος, λωτός, καρδάμωμον, τραγάκανθα, κενταύρειον, λιβανωτίς, ἀμμωνιακόν, κράμβης ἀφέψημα καὶ ὁ χυλός, πράσιον, γάλα βοός, πρίσμα λωτοῦ, κυπαρίσσου, τιθυμάλλου. ἐπίκοινα δʼ ἄγει πινόμενα καὶ προστιθέμενα σμύρνα, κάρδαμον, κυκλάμινος, κιννάμωμον, νάρδος, ὀρίγανον, λινοζῶστις, γλήχων, μελάνθιον, σελίνου σπέρμα, κνίδης ὁμοίως, πέπερι στρογγύλον καὶ τὸ ἕτερον, ἄννησον. τὸν δὲ λευκὸν ῥοῦν ἄγει διὰ τῶν αὐτῶν ἐρυσίμου σπέρμα, κισσοῦ καρπός, πόα ἀκτή, πράσον ἑφθόν, κυμίνου φύλλα, ἐλελίσφακος λευκός, ἀψίνθιον, ὑπερικόν, σκόροδον, καρκίνοι ποτάμιοι, πνεύμων θαλάσσιος, λαγωοῦ πυτία, ἀνδράχνη, κνέωρον, ἐλάφειον κέρας, μελάνθιον, ἀναγαλλίς, ὀπός, πίσσα, χηνὸς στέαρ, χολὴ ταύρειος, ἐλλέβορος λευκός, ἐλατήριον, νίτρον, τῆλις, πέπερι, κάρδαμον, ῥητίνη, σμύρνα, λιβανωτός, μίσυ, χαλβάνη, τρύξ, γλήχων, χάλκανθος, ὕδωρ ἀπʼ ἀρωμάτων. πίνεται δὲ πρὸς τὴν τοιαύτην κάθαρσιν ἔλαιον, λίνου τὰ πέταλα, λαπάθου σπέρμα, ἐλελίσφακον, ἀνδράχνη, ἀδίαντον, ὑποκιστίς, κύπερος, πνεύμων θαλάσσιος ξηρός, πηγάνου ῥίζα, κνέωρον, ὀπός, ἱπποφαές, ἑφθῶν καρκίνων ποταμίων ἐν οἴνῳ πεπνιγμένων, γλυκυσίδης οἱ μέλανες κόκκοι, ἀψίνθιον. κοινὰ δʼ ἐστὶ τούτων ἀγωγὰ πινόμενα καὶ προστιθέμενα λίνου καρπός, Κνίδιος κόκκος, ὠκίμου σπέρμα, κύμινον Αἰθιοπικόν, ἐλελίσφακος, σήσαμον ἄπλυτον, ἄννησον.

`14.66`

Ἐκ τῶν Γαληνοῦ· περὶ τῶν τὸ σπέρμα γεννωσῶν καὶ σβεννυουσῶν.

`14.66.1–14.66.7`

Ὥσπερ δʼ ἐπὶ γάλακτος, οὕτω καὶ σπέρματος εἰώθασιν ὀνομάζειν ἔνια μὲν γεννητικὰ καὶ τούτοις ἐναντία τὰ σβεστικά, καὶ προκλητικὰ δʼ ἕτερα, καὶ τούτοις ἐναντία τὰ ἐπισχετικά. γεννητικὰ μὲν οὖν ἐστι τὰ γεννῶντα τὸ μὴ πρότερον ὑπάρχον, σβεστικὰ δὲ τὰ φθείροντα, προκλητικὰ δὲ τὰ συνηθροισμένα ἐν βάθει πρὸς τοὐμφανὲς ἄγοντα, καὶ τούτοις ἐναντία ἐπισχετικά. γεννητικὰ μὲν σπέρματος ἐδέσματα μὲν ὅσα τρόφιμά τε ἅμα καὶ φυσώδη καὶ ταῖς ὅλαις οὐσίαις ἐστὶν οἰκεῖα, φάρμακα δʼ ὅσα πνευματώδη τε καὶ θερμά· σβεστικὰ δὲ τά τε ξηραίνοντα πάντα καὶ τὰ ψύχοντα καὶ ταῖς οὐσίαις ἐναντία· καὶ μὲν δὴ καὶ προκλητικὰ μὲν ὅσα φυσώδη τέ ἐστι καὶ θερμὰ χωρὶς τοῦ ξηραίνειν· ἐπισχετικὰ δὲ τἀναντία· τῆς γὰρ τοῦ σπέρματος οὐσίας ἐκ χρηστοῦ περιττώματος ἐχούσης τὴν γένεσιν, οὔσης δὲ καὶ πνευματώδους, τρόφιμά τε ἅμα χρὴ καὶ πνευματώδη πάντα ὑπάρχειν ὅσα γεννᾶν ἢ προκαλεῖσθαι δυνήσεται σπέρμα. βολβοὶ μὲν οὖν ἐρέβινθοί τε καὶ κύαμοι καὶ πολύποδες καὶ κῶνοι ἐδέσματα πολύσπερμα λέγεται καὶ ἔστιν· σκίγκος δὲ καὶ σατύριον φάρμακα· τροφαὶ δʼ ἅμα καὶ φάρμακα τό τε τῆς λύγου σπέρμα καὶ τὸ εὔζωμον. ὅσα δὲ ψύχειν πέφυκεν ἐδέσματά τε καὶ φάρμακα, παχύνοντά τε καὶ πηγνύντα καὶ στάσιμον ἐργαζόμενα τὸ σπέρμα τὴν τῶν ἐπεχόντων αὐτὸ δύναμιν, οὐ τῶν φθειρόντων ἔχει, θριδακίναι καὶ βλίτα, ἀτραφάξυες καὶ κολοκύνθαι καὶ μόρα καὶ μηλοπέπονες καὶ σίκυοι, ἤν τε πέπονες ἤν τε καὶ μὴ πέπονες ὦσιν. ὅσα δὲ ξηραίνει, τὴν ἀρχὴν οὐδʼ ἐπιτρέπει γεννᾶσθαι τὸ σπέρμα, κἂν θερμὰ τὴν φύσιν ὑπάρχῃ, καθάπερ τὸ πήγανον· εἰ δὲ μὴ θερμαίνοι, πολὺ μᾶλλον, ὡς ἡ νυμφαία· ταύτην μέν γε καὶ κατὰ τὴν ἰδιότητα τῆς οὐσίας εὔλογον ἐναντίως ἔχειν σπέρματι. τὴν δʼ αὐτὴν ἀναλογίαν ἐδεσμάτων τε καὶ φαρμάκων ἐπί τε γάλακτος ἔστιν εὑρεῖν καὶ καταμηνίων· καθʼ ἕτερον δὲ τρόπον ὑπὸ ταὐτὸ πέπτωκε γένος αὐτοῖς ὅσα τε ταῖς ἐκ τῶν ἀναπνευστικῶν ὀργάνων ἀναπτύσεσι τιμωρεῖ καὶ ὅσα κινεῖν οὔρησιν πέφυκεν· ἅπαντα γὰρ ταῦτα λεπτυντικῆς ἐστι δυνάμεως, ὥσπερ αὖ τἀναντία παχυντικῆς.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: soi-ap`.
