---
title: "Medical Collections, Books 1–16, 24–25, 43–50: Book X"
title_greek: "Ἰατρικαὶ Συλλογαί, Ιʹ"
author: Oribasius of Pergamon
eul_wid: soi-aw
eul_aid: soi
canonical: "https://eulogikon.org/works/oribasius-pergamon-medical-collections-book-10-soi-aw"
lang: grc
period: Late Antique
dialect: Koine
content_hash: "sha256:4864a0b40c72fe250b94bd9719d0914709266c4a7a3a6812cb1196f71bfff1cb"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Medical Collections, Books 1–16, 24–25, 43–50: Book X

*Ἰατρικαὶ Συλλογαί, Ιʹ*

**Author:** Oribasius of Pergamon

**eul_wid:** `soi-aw` · [HTML page](https://eulogikon.org/works/oribasius-pergamon-medical-collections-book-10-soi-aw)

## Text

Part of [Medical Collections, Books 1–16, 24–25, 43–50](/works/oribasius-pergamon-medical-collections-soi-aa)

`10.1`

Ἐκ τῶν Γαληνοῦ· περὶ λουτρῶν γλυκέων δυνάμεως καὶ χρήσεως.

`10.1.1–10.1.31`

Τῶν λουτρῶν ὅσα θερμαινομένων ὑδάτων γλυκέων ἥδε δύναμίς ἐστιν, εὐκράτων μὲν ὄντων ὑγρὰ καὶ θερμή, χλιαρωτέρων δὲ γενομένων ὑγρὰ καὶ ψυχρά, θερμοτέρων δὲ τοῦ δέοντος ἀποτελεσθέντων θερμὴ μέν, οὐκέτι δʼ ὁμοίως ὑγρά· φρίττειν γὰρ ἀναγκάζει τὰ σώματα καὶ πυκνοῦσθαι τοὺς πόρους αὐτῶν, ὡς μήτε ἀπολαύειν ἔτι τῆς ἔξωθεν ὑγρότητος, μήτε ἐκκενοῦσθαί τι τῶν ἔνδον περιττωμάτων. ἀλλὰ γὰρ τὰ εὔκρατα διὰ παντὸς μὲν ὑγραίνει καὶ θερμαίνει καθʼ ἑαυτά, συμβαίνει δʼ αὐτοῖς ἐνίοτε κατά τι συμβεβηκὸς εἴτε διαφορεῖν τὰς ὑγρότητας ἢ πληροῦν ῥεύματος περιττοῦ τὰ μόρια τοῦ σώματος ἢ μαλάττειν ἢ πέττειν ἢ ῥωννύναι τὴν δύναμιν ἢ καταλύειν· εἰς ταῦτα μέν γε καὶ ἡ ποσότης αὐτῶν οὐκ ὀλίγα συντελεῖ. σύνθετον δʼ ὑπάρχει τὸ ὅλον λουτρὸν ἐκ διαφερόντων ταῖς δυνάμεσι τῶν αὑτοῦ μερῶν· εἰσελθόντες μὲν γὰρ ὁμιλοῦσιν ἀέρι θερμῷ, μετὰ δὲ ταῦτα εἰς ὕδωρ εἰσίασι θερμόν, εἶτα ἐξελθόντες εἰς ψυχρόν, εἶτα ἀπομάττονται τὸν ἱδρῶτα. δύναται δὲ τὸ μὲν πρῶτον αὐτοῦ μέρος θερμάναι τε διʼ ὅλου τοῦ σώματος καὶ διαχέαι τὰς ὕλας, ὁμαλῦναι τὰς ἀνωμαλίας, ἀραιῶσαι τὸ δέρμα καὶ κενῶσαι πολλὰ τῶν ἔμπροσθεν ὑπʼ αὐτοῦ κατεχομένων· τὸ δεύτερον δέ, ὅταν ἐπὶ ξηρᾷ τις διαθέσει σώματος αὐτῷ χρῷτο, νοτίδα χρηστὴν ἐνθεῖναι τοῖς στερεοῖς τοῦ ζῴου μορίοις· ἡ δὲ τρίτη μοῖρα τῶν λουτρῶν ψῦξαι μὲν τὸ σύμπαν σῶμα καὶ πυκνῶσαι τὸ δέρμα καὶ ῥῶσαι τὰς δυνάμεις· τὸ δὲ τέταρτον ἐκκενῶσαι διʼ ἱδρώτων τὸ σῶμα χωρὶς τῆς ἐκ τοῦ ψύχεσθαι βλάβης. ταῦτα οὖν δυναμένου περὶ τὸν ἄνθρωπον ἐργάζεσθαι τοῦ τῶν ποτίμων ὑδάτων εὐκράτου λουτροῦ, καὶ πρὸς τούτοις ἔτι φρίκας τε καὶ πυκνώσεις τοῦ δέρματος, ὅταν ἀκαίρως λούωνται, πειρατέον ἐφεξῆς διορίσαι πάντα. πολλοὺς μὲν γὰρ καὶ τῶν ἀπεπτησάντων, ἔτι δὲ πλείους, οἷς πλῆθός ἐστι δακνωδῶν περιττωμάτων, ἅπαντάς τε τοὺς ἐν ἐπισημασίαις καὶ ἀναβάσεσι, καὶ τοὺς ἐν ἀκμῇ δέ, πλὴν ὀλίγων δή τινων, εἰκότως συμβαίνει φρίττειν, ἄν τε εἰς βαλανεῖον εἰσέλθωσιν, ἄν τε ἐν ἡλίῳ θερμῷ στῶσιν, ἄν τε γυμνασίοις ἢ τρίψεσιν ἢ αἰωρήσεσιν ἐπιχειρήσωσιν· ἕκαστον γὰρ τῶν εἰρημένων ἀθρόαν ὁρμὴν ἐργάζεται τῶν περιττῶν. ὅταν οὖν ἔτι πυκνὸν ὑπάρχῃ τῶν λουομένων τὸ δέρμα, κατεχόμενα ταῦτα καὶ ἀθροιζόμενα δάκνειν ἀναγκάζεται· τοῖς δʼ εὐκαίρως εἰσελθοῦσιν εἰς τὸ βαλανεῖον πάντα ἀναγκαῖον ἕπεσθαι τὰ πρῶτα λεχθέντα. ἡ μὲν οὖν κένωσις τῶν περιττῶν χρησιμωτάτη πᾶσι πυρετοῖς ἐστιν, ὡσαύτως ἀραίωσίς τε καὶ χάλασις, οὔτε δὲ χύσις οὔτε θερμότης, ἀλλʼ ἡ μὲν θερμότης ἅπασιν ἐναντία, τὸ διαχεῖσθαι δʼ ὁμαλῶς τοῖς μὲν στερεοῖς τοῦ ζῴου μορίοις οὐκ ἀνεπιτήδειον, τοῖς χυμοῖς δʼ οὐκ ἀεὶ λυσιτελές, ἀλλʼ ὅταν εἴτε φλεγμονῆς διάθεσις ὑπάρχῃ κατὰ τὸ ζῷον ἢ πλῆθος, βλαβερώτατόν ἐστιν· αὐξάνονται γὰρ αἱ φλεγμοναί, τῶν θερμανθέντων καὶ χυθέντων χυμῶν ἐπιρρεόντων αὐταῖς, διατείνονται δʼ οἱ χιτῶνες τῶν ἀγγείων, μὴ στέγοντες ἐν τῇ χύσει τὸ πλῆθος πνευματωθέν, ἡ δύναμις δʼ ἐν τούτῳ κακοπαθεῖ. ταῖς τοίνυν ξηραῖς καὶ θερμαῖς διαθέσεσιν ἀποχεῖσθαι μὲν τὰ δακνώδη χρηστόν, ἀκίνδυνος δʼ ἡ χύσις, οὐκ ἀβλαβὴς δʼ ἡ θέρμανσις. ἐκ μὲν δὴ τοῦ πρώτου μέρους τῶν λουτρῶν μεμνῆσθαι χρὴ τὰ ὑπάρξοντα τοῖς οὕτω κάμνουσιν, ὅταν ἐν καιρῷ λούωνται· πρὸς τὸ δεύτερον δʼ αὐτῶν ἴωμεν ἤδη μέρος, ὅπερ ἦν αὐτὸ τὸ κυριώτατον προσαγορευόμενον λουτρόν· ἐν τούτῳ τοίνυν ὑγραινόμενοι μὲν ὀνίνανται, θερμαινόμενοι δʼ οὐδὲν ὀνίνανται. μετέλθωμεν οὖν αὖθις ἐπὶ τὸ τρίτον, ἐν ᾧ ψύχεται μὲν ἀλύπως τὰ τεθερμασμένα, ῥώννυται δʼ ἡ δύναμις, ὅσα δʼ ἠραιώθη τε καὶ περαιτέρω τοῦ προσήκοντος ἐχαλάσθη, ταῦτα εἰς τὴν κατὰ φύσιν ἐπανέρχεται συμμετρίαν, ὡς δηλοῖ καὶ τὸ τέταρτον τοῦ λουτροῦ μέρος· ἐφʼ ὧν γὰρ ἐπράχθη καλῶς πάντα, μετὰ τὴν τοῦ ψυχροῦ χρῆσιν ἱδροῦσιν ἔτι, καὶ πάντες αὑτῶν ἐκκενοῦνται τὰ περιττά. δεῖται δʼ οὐδαμῶς τοῦ σμᾶσθαι κάμνων οὐδείς, ὅταν λούηται, πλὴν εἰ ῥυπῶν ἢ κνησμώδης εἴη· χρῄζουσι γὰρ οἱ κάμνοντες ἀκοπώτατα καὶ ἀοχλητότατα διαβραχῆναι τῷ ὕδατι, τὸ δὲ σμᾶσθαι διὰ ῥυμμάτων γίνεται, δακνωδῶν ἁπάντων ὄντων καὶ ξηραντικῶν, ὥστε ἐναντιώτατόν ἐστι τοῦτο τῇ δυνάμει τε καὶ χρείᾳ τοῦ λουτροῦ· δεομένου μέντοι τοῦ σμᾶσθαι τοῦ κάμνοντος, ἢ διὰ ῥύπον ἢ διὰ κνῆσιν, ἐκλύειν χρὴ τὴν δύναμιν τοῦ σμηκτικοῦ φαρμάκου μίξει πλείονος ὕδατος ἐπεμβάλλοντάς τι καὶ τοῦ ἐλαίου ἐπικαταχέοντάς τε εὐθὺς ὕδωρ καθαρὸν δαψιλές. δεῖ δὲ καὶ παντοίως ἄκοπον φυλαχθῆναι τὸν κάμνοντα, καὶ διὰ τοῦτο εὐέμβατόν τε ὑπάρχειν τὴν πύελον, μήτε ὑψηλοῦ τοῦ περιστέγοντος ὄντος τὸ ὕδωρ μήτε στενοῦ, τόν τε κάμνοντα μεθʼ ἡσυχίας λούεσθαι· καὶ γὰρ ἄκοπον τοῦτο, καὶ πρὸς τὸ χαλασθῆναί τε καὶ μαλαχθῆναι μᾶλλον ἐν τῷ λουτρῷ χρήσιμός ἐστιν ἡ τοῦ κάμνοντος ἡσυχία· τείνονται γὰρ ἐν ταῖς κινήσεσιν οἱ μύες, τεινόμενοι δʼ ἧττον μαλάττονται καὶ χαλῶνται. ἡτοιμάσθαι δεῖ τὸ μέλλον καταχεῖσθαι τοῦ λουομένου μετὰ τὸ χρήσασθαι τῷ κατὰ τὴν πύελον λουτρῷ, ὅπερ καὶ νῦν εἰώθασι πάντες οἱ ἰατροὶ ποιεῖν, ὅταν ἀσθενοῦντα λούωσιν· οὐ γὰρ εἰς τὴν ψυχρὰν δεξαμενὴν ἐπιτρέπουσιν ἐμβῆναι, ἀλλʼ ἀντʼ ἐκείνης καταχέουσιν ὕδωρ χλιαρόν· ἔνιοι δὲ καὶ πυέλους ὅλας ὕδατος τοιούτου πληροῦσιν· ὥσπερ γὰρ ἐχαλάσθη καὶ ἠραιώθη τὸ σῶμα κατὰ τὸ θερμὸν λουτρόν, οὕτως αὖ πάλιν ἠρέμα συναγαγεῖν αὐτὸ βούλονται καὶ σφίγξαι· τοῦτο γὰρ εἴς τε ῥώμην δυνάμεως συντελεῖ καὶ πρὸς τὸ μὴ ῥᾳδίως βλάπτεσθαι τὸν ἄνθρωπον, εἴ τις ἐξαιφνίδιος ἐν τῷ περιέχοντι γίνοιτο πρὸς τὸ ψυχρὸν μεταβολή. κατὰ τοῦτο καὶ ὑγιαίνοντες εἰς τὸ ψυχρὸν ὕδωρ ἑαυτοὺς ἐμβάλλουσι μετὰ τὸ θερμὸν λουτρόν, ἀλλʼ οἱ ἀσθενοῦντες οὐ φέρουσιν ἀβλαβῶς τὴν ὁμιλίαν τοῦ ψυχροῦ· διὸ θραύομεν αὐτὸ θερμὸν ἐπιμιγνύντες. ἡ δὲ τῆς μίξεως ποσότης εὑρίσκεται, πρῶτον μὲν εἰς τὴν τοῦ σώματος ἀποβλεπόντων ἡμῶν διάθεσιν, εἶθʼ ἑξῆς εἰς τὴν οἰκείαν τοῦ κάμνοντος φύσιν καὶ τὸ ἔθος ἡλικίαν τε καὶ ὥραν καὶ χώραν καὶ τὴν παροῦσαν κατάστασιν τοῦ περιέχοντος. καὶ κάλλιόν γε ποιοῦσιν ὅσοι τῶν τριῶν οὐκ ἐλάττω παρασκευάζουσι τὰ μετὰ τὸ θερμὸν λουτρὸν ὕδατα χλιαρὰ διαφέροντα ἀλλήλων, ὡς τὸ μὲν πρῶτον ἱκανῶς εἶναι χλιαρόν, τὸ δὲ δεύτερον ἧττον ἐκείνου χλιαρόν, τὸ δὲ τρίτον ἔτι καὶ μᾶλλον ἀποκεχωρηκὸς ἐπὶ τὸ ψυχρόν, ὡς ἀπὸ τοῦ θερμοῦ κατὰ βραχὺ πρὸς τὸ ψυχρὸν ἔρχεσθαι, τὴν ἀθρόαν ἐπὶ τοὐναντίον μεταβολὴν οὐ φέροντος τοῦ κάμνοντος. ἔνιοι δʼ ἑλίττουσι μετὰ τὸ λουτρὸν τοὺς κάμνοντας, οἱ μὲν εἰς ὀθόνας, οἱ δʼ εἰς ἱμάτια, καὶ μάλιστά γε τὰ ἄγναφα, καὶ περιστέγουσί τε πανταχόθεν ὡς ἱδρῶσαι πλεῖστον. ἔστι δʼ οὐκ ἀεὶ χρεία τοῦ πλεῖστον ἱδροῦν μετὰ τὸ λουτρὸν τὸν κάμνοντα· πολλάκις γὰρ οὐ τοῦ κενῶσαι τὸ σῶμα χάριν ἐπὶ τὸ λουτρὸν ἥκομεν, ἀλλʼ ἐπὶ τοὐναντίον ἅπαν ὑγρᾶναί τε καὶ τέγξαι διʼ ὅλου κατεξηρασμένον ἀμετρότερον. ἐπὶ τῶν τοιούτων οὖν οὐδὲ ἔνδον κατὰ τὸ βαλανεῖον ἱδρῶτας ἀναμένειν χρὴ πολλούς, ἀλλʼ ὅτι τάχιστα τῷ κατὰ τὴν πύελον ἐμβαλεῖν ὕδατι, καὶ μετὰ ταῦτα ἐξελθόντας ἐκ τοῦ λουτροῦ διὰ ταχέων ἐκμάττειν καὶ μὴ ἄγαν ξηρὸν χρίεσθαι τὸ σῶμα. ἀναγκαῖον δʼ ἐσκέφθαι, εἴτε ἱδρώσαντι τῷ λουομένῳ περιχέειν προσήκει τὸ ἔλαιον, εἴτε καὶ πρὶν ἱδρῶσαι παραχρῆμα μετὰ τὸ ἀποδύσασθαι, ἢ τούτων μὲν οὐδὲν ἕτερον, ὅταν δʼ ἄρξηται νοτίζεσθαι, καὶ ὅστις μέμνηται τῶν εἰρημένων περὶ δυνάμεως ἐλαίου, οἶδεν οὗτος ἄριστον εἶναι τὸν εἰρημένον τρίτον καιρὸν ἐλαίου χρήσεως ἐπὶ τῶν λουομένων, οἶδε δὲ καὶ ὅτι προτεθερμασμένον χρὴ προσφέρεσθαι τῷ τοῦ λουομένου σώματι· καὶ γὰρ μαλάττει τοῦτο καὶ ἀραιοῖ τὸ σῶμα, τοῦ ψυχροῦ κατὰ τὴν θῖξιν οὐ μόνον οὐδὲ ἕτερον τούτων ἐργάζεσθαι πεφυκότος, ἀλλὰ καὶ φρικώδεις τοὺς λουομένους ἀποτελοῦντος. οὐ χρὴ δὲ μετὰ τὸ προσενέγκασθαι τροφὴν ἢ πόμα παραχρῆμα λελοῦσθαι· τῶν μὲν γὰρ πεπωκότων ἡ κεφαλὴ πληροῦται, τῶν δʼ ἐδηδοκότων οὐχ αὕτη μόνον, ἀλλὰ καὶ τὸ σῶμα, τὴν τροφὴν ἕλκον εἰς αὑτὸ πρὶν πεφθῆναι. ἄμεινον δὲ καὶ μετὰ τὸ λουτρόν, καταστάσης τῆς ἐκ τοῦ λουτροῦ ταραχῆς, ἐσθίειν καὶ πίνειν, ὥσπερ γε καὶ τῆς μετὰ τὰ γυμνάσια· τὸ γὰρ εὐθέως προσφέρεσθαι σιτία καὶ πόμα τήν τε κεφαλὴν πληροῖ καὶ τὸ καταποθὲν ἐπιπολάζειν ἐνίοτε ποιεῖ. γινώσκειν δὲ χρὴ καὶ ὅτι οἷς μὲν ὑπέρχεται τὰ κατὰ γαστέρα πλείω, τὸ βαλανεῖον ἵστησιν, ἀντισπῶν αὐτὰ πρὸς ὅλον τὸ σῶμα, καὶ ταύτῃ βλάπτεται· τοῖς δὲ μηδʼ ὅλως διακεχωρηκόσιν ὅτι προεκκενῶσαι βέλτιόν ἐστι τὴν παλαιὰν κόπρον, οὐδεὶς ἀγνοεῖ, καθάπερ οὐδʼ ὅτι τοὺς καταλελυμένους τὴν δύναμιν ἐπικαταλύει τὸ βαλανεῖον. ἀλλὰ καὶ τοὺς ἀσώδεις καὶ ἐμετικοὺς οὐ χρὴ λούειν· καὶ γὰρ καὶ τούτους ἐξαίφνης καταλυθῆναι φόβος, ὥστε τὴν καλουμένην ἀκολουθῆσαι στομαχικὴν συγκοπήν. ἐγγὺς δʼ αὐτοῖς εἰσι καὶ οἱ ἐκκεχολωμένοι τὸ στόμα τῆς κοιλίας, οὓς γνωριοῦμεν ἐπανερευγομένους χολῶδες. ὡσαύτως δʼ οὐδὲ τοὺς αἱμορραγοῦντας ἐκ ῥινῶν αὐταρκῶς προσήκει λούειν· ἀμετρότατον γὰρ αἱμορραγήσουσιν· εὔλογον οὖν, ἐὰν ἐλλιπέστερον αἱμορραγῶσι, λούειν αὐτούς. οὗτοι δʼ εἰσὶ καὶ οἱ λαύρου τοῦ λουτροῦ δεόμενοι, κινήσεως σφοδροτέρας ἕνεκα τοῦ κατὰ τὴν κεφαλὴν αἵματος. ὡσαύτως δὲ λούομεν, εἰ χρῄζοντες αἱμορραγίας μηδʼ ὅλως αἱμορραγοῖεν. πεφθέντων δὲ τῶν παθῶν, τὸ λουτρὸν ἀκινδύνως προσάγεται, μέγιστα συντελοῦν καὶ εἰς τὴν ἐκκάθαρσιν τῶν περιεχομένων πτυέλων ἐπὶ πλευριτικῶν καὶ περιπνευμονικῶν ἐν θώρακι καὶ πνεύμονι· τοῖς οὖν οὕτως ἔχουσιν, ὅταν καὶ ἡ ἀπὸ τοῦ ἔθους ἔνδειξις προσέλθῃ, διπλασιάσαι τὸ λουτρὸν οὐδὲν ἂν κωλύοι. καθόλου δʼ εἰδέναι χρὴ ὡς, ἂν μὴ προκεκενωμένῳ τῷ σώματι προσάγηται τὸ λουτρόν, ῥευματίζει τὰ πεπονθότα, κεκενωμένῳ δὲ προσφερόμενον τῇ πέψει συνεργεῖ.

`10.2`

Ἐκ τῶν Ἀντύλλου· περὶ λουτρῶν ἐξ ἐπιτηδεύσεως· ἐκ τοῦ α λόγου τοῦ Περὶ βοηθημάτων.

`10.2.1–10.2.8`

Τῶν λουτρῶν τὰ μέν ἐστιν ἐκ γλυκέων ὑδάτων καὶ ἀποίων, τὰ δὲ ποιωτικὰ καὶ δύναμίν τινα ἰσχυρὰν ἔχοντα καὶ ἐπιφανῆ, τῶν δὲ πεποιωμένων τὰ μὲν ἐξ ἐπιτηδεύσεως γίνεται, τὰ δʼ αὐτοφυῆ τυγχάνει. τῶν μὲν οὖν ἐξ ἐπιτηδεύσεως γινομένων τὰ μὲν ὑπὲρ τοῦ θερμᾶναι παρασκευάζομεν, τὰ δʼ ὑπὲρ τοῦ διαφορῆσαι, τὰ δʼ ὑγρᾶναι, τὰ δὲ ψῦξαι ἢ στῦψαι· θερμὰ μὲν οὖν, ἢ τοὺς κατεψυγμένους θερμᾶναι βουλόμενοι ἢ λῦσαι κόπον ἢ σπασμοὺς παραμυθήσασθαι καὶ ἀλγήματα, καὶ ἀναθρέψεως δὲ χάριν, ὅταν μὴ εὐανάδοτος ἡ τροφὴ τυγχάνῃ· παρασκευάσομεν δὲ θερμὰ τὰ ὕδατα, γλήχωνα ἐνεψῶντες ἢ ὀριγάνεως ἢ ὑσσώπου ἢ θύμου ἢ θύμβρας ἢ δάφνης φύλλα καὶ χαμαιπίτυος κλῶνας καὶ πάνακος καὶ πυρέθρου ῥίζας κάχρυ τε καὶ τὰ παραπλήσια τούτοις· ἐμβαλοῦμεν δὲ καὶ ἔλαιον τῷ ὕδατι. διαφορητικὰ ποιήσομεν λουτρὰ ἰσχνᾶναι πᾶν τὸ σῶμα προαιρούμενοι καταπίμελον ὂν καὶ ᾠδηκὸς καταστεῖλαι, ἢ τὸ ὅλον ἢ μέρος τοῦ σώματος, εἴτε διὰ φλεγμονὴν ἢ διʼ ἄλλην τινὰ διάθεσιν ῥευματισθέντα· γίνεται δὲ διαφορητικά, ἢ ἅλας ἡμῶν ἐμβαλλόντων ἢ αὐτῇ θαλάσσῃ χρωμένων ἢ νίτρον μιγνύντων. καὶ μέλι δὲ μιγνύμενον διαφορητικὸν ποιεῖ τὸ ὕδωρ, καὶ σταφὶς ἀγρία ἐναφηψημένη, κλημάτων τέφρα, θεῖον ἄπυρον ἢ ἀρκευθίδων ἀφέψημα ἢ λινοζώστιδος. μαλάξεως δὲ χάριν λουτροῖς ἐπί τε τῶν φλεγμαινόντων καὶ τῶν ἐσκιρρωμένων σωμάτων χρώμεθα· δεῖ δʼ ἐπὶ μὲν τῶν φλεγμαινόντων προσηνῆ καὶ ἁπαλὰ τυγχάνειν, ἐπὶ δὲ τῶν ἐσκιρρωμένων χωρὶς φλεγμονῆς ἐνεργά, ὥστε ἐπὶ μὲν τῶν φλεγμαινόντων μαλάχης ἀφέψημα μίξομεν καὶ λινοσπέρμου καὶ τήλεως, ἐπὶ δὲ τῶν ῥευματικῶν φλεγμονῶν ἀρνόγλωσσον ἢ πολύγονον ἐγκαθεψῶμεν τῷ ὕδατι ἢ σίδια ἢ ῥόδα ἢ βάτου ἄκρα. ἐπὶ δὲ τῶν σπασμὸν καταγγελλουσῶν χρώμεθα μὲν καὶ ἐπὶ τούτων τοῖς ἐπὶ τῶν ἄνευ ῥευματισμοῦ φλεγμονῶν· μάλιστα δʼ ὑδρέλαιον ὀνίνησιν, ἔχον μαλάχην ἢ τῆλιν καθηψημένην. ἐπὶ δὲ σκληρίας χωρὶς φλεγμονῆς τοῖς αὐτοῖς χρηστέον κατὰ ποιότητα, οἷς καὶ ἐπὶ τοῖς διαφορήσεως δεομένοις. στύφει δὲ καὶ ψύχει λουτρὰ τοῖς ὁμοίοις ἐσκευασμένα ταῖς στυφούσαις τε καὶ ψυχούσαις ἐμβροχαῖς· ἔξεστιν οὖν μεταφέρειν τὴν ὕλην ἐνταῦθα.

`10.3`

Περὶ τῶν αὐτοφυῶν λουτρῶν· ἐκ τοῦ αὐτοῦ λόγου.

`10.3.1–10.3.10`

Τῶν δʼ αὐτοφυῶν λουτρῶν πολὺ ἡ δύναμίς ἐστιν ἰσχυροτέρα καὶ δραστικωτέρα τῶν ἐξ ἐπιτεχνήσεως· εἰσὶ δὲ διαφοραὶ πλείους παρὰ τὴν τῆς γῆς ποιότητα, διʼ ἧς φέρεται· τὰ μὲν γάρ ἐστι νιτρώδη, τὰ δʼ ἁλμυρά, τὰ δὲ στυπτηριώδη, τὰ δὲ θειώδη, τὰ δʼ ἀσφαλτώδη, τὰ δὲ χαλκανθώδη, τὰ δὲ σιδηρίζοντα, τὰ δὲ σύνθετα ἐκ τούτων, πλειόνων ποιοτήτων ὁμοῦ συμμιγνυμένων. πάντων μὲν οὖν τῶν αὐτοφυῶν ὑδάτων ἡ δύναμίς ἐστι ξηραντικὴ καὶ θερμαντική, τὸ ἐπίπαν σφόδρα εὐτόνων τυγχανόντων· διὸ δὴ καὶ τοῖς ὀξέσι νοσήμασιν οὐχ ἁρμόζει, ἀλλὰ μᾶλλον τοῖς χρονίοις, καὶ τούτων μάλιστα τοῖς καθύγροις καὶ ψυχροῖς. ἤδη δὲ τὰ μὲν νιτρώδη καὶ ἅλας ἔχοντα κεφαλῇ κατάλληλα καὶ θώρακι ῥευματιζομένῳ καὶ στομάχῳ καθύγρῳ καὶ ὑδρωπικοῖς οἰδήμασί τε τοῖς ἐκ νόσων καὶ συγκρίσει φλέγματος γεννητικῇ· τὰ δὲ στυπτηριώδη αἵματός τε ἀναγωγαῖς καὶ ἐμετικῷ στομάχῳ καὶ τοῖς ἀμέτρως ὑφʼ αἱμορροΐδων ἐνοχλουμένοις καὶ γυναιξὶν ἀτάκτως καθαιρομέναις καὶ συνεχῶς ἐκτιτρωσκούσαις. τὰ θειώδη δὲ νεύρων μαλακτικὰ καὶ συγκρίσεως θερμαντικὰ καὶ πόνων παρηγορικά· στόμαχον δὲ θηλύνει καὶ ἀνατρέπει. τὰ δʼ ἀσφαλτώδη κεφαλήν τε συμπληροῖ καὶ τὰ αἰσθητήρια κακοῖ· θερμαίνει τε ἐμμόνως καὶ μαλάσσει σὺν χρόνῳ, μάλιστα τὰ περὶ ὑστέραν καὶ κύστιν καὶ κῶλον. τὰ δὲ χαλκανθίζοντα στόματι καὶ παρισθμίοις καὶ σταφυλῇ καὶ ὄμμασι διαφερόντως ἐπιτήδεια. τὰ δὲ σιδήρου ποιότητος μετέχοντα στομάχῳ καὶ σπληνὶ πεπονθόσι δύναται χρησιμεύειν. τὰ δὲ μικτῆς ὄντα ποιότητος κατὰ τὴν ἐπικράτειαν τῶν μεμιγμένων ἐνεργεῖ. δεῖ δὲ καθεστῶσι τοῖς αὐτοφυέσιν ὕδασι καὶ ἀτρεμοῦσι χρῆσθαι· ὁ γὰρ ἀτμὸς ἀνιστάμενος ἀπʼ αὐτῶν, ἐπειδὰν κινῆται, βαρὺς ὢν καὶ πληκτικὸς τὴν κεφαλὴν ἐνοχλεῖ· διὰ τοῦτο καὶ τὰς ἐμβάσεις τὰς εἰς τὸ ὕδωρ χρὴ ποιεῖσθαι κατιόντας ἀθορύβως, ὅπως ἡ δύναμις ἀνειμένῳ τῷ σώματι προσιοῦσα ἐγκαταδύσοιτο· τῶν δʼ ἐσοβημένως καὶ ταραχωδῶς ἐμβαινόντων εἰς αὐτὰ πυκνούμενον τὸ σῶμα οὐκ εἰσδέχεται τὴν παρὰ τοῦ ὕδατος ποιότητα, ὥστε καὶ κόλυμβος ὁ ἐν τοῖς τοιούτοις καὶ βαπτισμὸς ἀνεπιτήδεια. ὑπέχειν δὲ κρουνοῖς αὐτοφυῶν ὑδάτων ἐκείνοις χρὴ μόνοις, ὅσοις ποιότητές εἰσιν ἁρμόδιοι τῇ κεφαλῇ, ὡς ὅσοι τοῖς ἀπʼ ἀσφάλτου ἢ θείου ῥέουσι κρουνοῖς παρέχοντες ἑαυτοὺς εὐκόλως κακοῦνται.

Ἐκ τῶν Ἡροδότου· περὶ λουτρῶν· ἐκ τοῦ Περὶ τῶν ἔξωθεν προσπιπτόντων βοηθημάτων.

`10.4.1`

Εἰ θερμοτέρου τοῦ ἐντὸς ἀέρος δεοίμεθα, ἐλθετέον ἐπὶ τοιοῦτον τρόπον βοηθείας· στάμνον ὕδατος ψυχροῦ προσραντέον τοῖς διαπύροις ... ἐξ αὐτῶν θερμασία οὐκ ἐπὶ πολὺν χρόνον μένουσα, ταχὺ δὲ σβεννυμένη· διὸ καὶ ἐγχειρητέον τούτῳ πρὸ βραχέος τῆς εἰσόδου.

`10.5`

Περὶ αὐτοφυῶν ὑδάτων· ἐκ τῶν Ἡροδότου· ἐκ τοῦ αὐτοῦ λόγου.

`10.5.1–10.5.11`

Τῶν ἐπὶ μέρους αὐτοφυῶν ὑδάτων τῆς δυνάμεως πολλὴν ἐχόντων διαφοράν, ἀπολειπτέον τοῖς ἐν τῇ πείρᾳ γενομένοις· ἀκριβῆ γὰρ περὶ τῶν κατʼ εἶδος ποιήσασθαι παράδοσιν ἀδύνατον διὰ τὸ μήτε πᾶσιν ἡμᾶς κεχρῆσθαι, μήτε ἐπὶ πάντων ἀναλογεῖν τὴν περὶ τούτων γνῶσιν ταῖς τῶν φαρμάκων ἐπαγγελίαις. τὰ δὲ ψυχρὰ τῶν αὐτοφυῶν ῥεύμασι πᾶσιν ἐπιτήδεια καὶ τοῖς περὶ κύστιν πάθεσι καὶ κεφαλαλγικοῖς καὶ ἕλκεσι κακοήθεσιν. τὰ δὲ πινόμενα τῶν ὑδάτων, εἴτε θερμὰ εἴτε ψυχρὰ τυγχάνοιεν ὄντα, καθολικὴν οὐκ ἐπιδεχόμενα διάταξιν, ἐν τοῖς κατὰ μέρος ῥηθήσεται. ἐπὶ πάντων δʼ ἔστω τις χρόνου συμμέτρησις· εἰ γὰρ μέλλοι τις ἐπὶ τρεῖς ἑβδομάδας χρῆσθαι τοῖς ὕδασιν, ἀρχέσθω μὲν ἀφʼ ἡμιωρίου καὶ προστιθέτω κατʼ ὀλίγον, ὡς περὶ τὴν ἑβδόμην ἀπαρτίζειν ὥρας δύο· τούτῳ δὲ τῷ διαστήματι μέχρι τῆς δευτέρας ἑβδομάδος ἐπιμείνας, ἀπὸ ταύτης ὑφαιρείτω πάλιν τὸ ἀνάλογον καὶ εἰς τὸ κατάρξαν μέτρον καταληγέτω, ὑφαιρῶν ἀντιστρόφως· οὔτε γὰρ ὠφέλιμον εὐθὺς ἐξ ἀρχῆς ἐγχρονίζειν τοῖς ὕδασιν, οὔτε λυσιτελὲς μέχρι τέλους ἐπιμένειν τῇ αὐτῇ ποσότητι τοῦ χρόνου, διὰ τὸ συμφέρειν καὶ ἄρχεσθαι καὶ ἀφίστασθαι πρὸς λόγον τοῦ βοηθήματος, ὃν τρόπον καὶ τὰ γυμνάσια προβιβάζομέν τε καὶ ἀποκαθίσταμεν. εἰ δὲ τὸ στοχασθὲν μέτρον τῆς ὠφελείας μὴ φέροιεν, ἐκ διαλειμμάτων τοῖς ὕδασι χρήσθωσαν. ἐν δὲ τοῖς παροξυσμοῖς ἀπεριέργως ἡ πᾶσα γινέσθω παρασκευή· προσαχθέντες γὰρ οἱ μὲν τὰ πλεῖστα μέρη περιωδυνεῖς ἐν ὅλοις ἐμβαινέτωσαν, εἰ δέ τινα τὰ πονοῦντα, ἐμβρεχέτωσαν· παρηγορηθέντας δʼ αὐτοὺς προάξομεν, εἶτα πάλιν παροξυνθέντας ἐμβιβάσομεν, χρώμενοι τοῖς ὕδασιν ἐμφερῶς ταῖς ἔξωθεν προσαγομέναις πυρίαις καὶ καταπλάσμασιν, ὅθεν καὶ τὸ τῆς χρήσεως πλῆθος ἐπὶ τούτων ἐκ τῆς ἐπείξεως ληπτέον. ἔγνων γοῦν τινας καὶ διʼ ὅλης ἡμέρας τῷ τοιούτῳ τῆς θεραπείας χρησαμένους τρόπῳ καὶ σφόδρα εὐαρεστήσαντας· ἐπαύσαντό γε τῶν τοιούτων παροξυσμῶν ταχέως, πρότερον αὐτοῖς μακρῶν καὶ δυσλύτων γενομένων, ὠφεληθέντες καὶ πρὸς τὴν διάθεσιν. εἰ δὲ τὰ πεπονθότα μέρη δύναιτο, ἐσκεπασμένων τῶν λοιπῶν, ἀποβρέχεσθαι οὐ χεῖρον ἐπὶ πλείονα χρόνον καὶ πολλάκις τῆς ἡμέρας τοῖς ὕδασι χρῆσθαι· τοῦτο μέντοι ποιείτωσαν πρὸ τροφῆς· ἀσύμφορον γὰρ πεπληρωμένους ὕλης νεαρᾶς τὰ ἐπὶ τοσοῦτον συναιρεῖν δυνάμενα παραλαμβάνειν. εἰ δὲ ταῖς δυνάμεσιν ἀπολέγοιεν, ὀλίγον τι σιτίον προσφερέτωσαν. τῶν δὲ πλείστων ὑδάτων ἐν τόποις ἑλώδεσι καὶ περικαέσιν ὄντων καὶ διὰ τοῦτο ἐπινόσων, καιρὸς ἐπιτήδειος ὁ περὶ τὸ ἔαρ καὶ τὸ φθινόπωρον, καθʼ ἃ τῷ χειμῶνι προσκυροῖ, καίτοι καὶ τὴν ἐνέργειαν τῶν ὑδάτων, εἰ ἐν ὑγιεινοῖς τόποις εἴη τὰ ὕδατα, θέρους παραληπτέον, εἰ ψυχρὰ εἴη. ἐπεὶ δὲ πολλοὶ τῶν ἰδιωτῶν οἴονται τὰ θερμὰ τῶν ὑδάτων συμβάλλεσθαι πρὸς συντήρησιν ὑγείας καὶ διὰ τοῦτο αὐτοῖς ἀναιδῶς καὶ ἀνεπιστάτως χρῶνται, ὡς εἰκός, ἐπὶ βλάβῃ, ἄξιον τῆς ψευδοῦς δόξης αὐτοὺς ἀποστῆσαι· χρήσθωσαν δέ, εἰ παρεῖεν, τοῖς ὕδασιν ἀντὶ βαλανείων κοινῶν.

`10.6`

Ἐκ τῶν Γαληνοῦ· περὶ ψυχροῦ λουτροῦ χρήσεως.

`10.6.1–10.6.8`

Ὡς δʼ ἄν τις ὑπάρξαι τοῦ λούσασθαι ψυχρῷ, μηδενὸς ἀπὸ τῆς ἐξαιφνιδίας μεταβολῆς ἀπολαύσας βλαβεροῦ, παντὸς μᾶλλον ἐπίστασθαι χρή· πολλοὶ γὰρ κακῶς ἀρξάμενοι διεβλήθησαν οὕτως πρὸς ὅλον τὸ ἐπιτήδευμα τῆς ψυχρολουτρίας. ἔστω τοιγαροῦν ὁ μὲν τοῦ ἔτους καιρὸς ἀρχόμενον θέρος, ἵνα πρὸ τοῦ χειμῶνος ἐν ἅπαντι τῷ μεταξὺ γένηταί τις ἐθισμὸς ἀξιόλογος· ἔστω δὲ δήπου καὶ ἡ ἡμέρα καθʼ ἣν ἀρχόμεθα νήνεμος ὡς ἔνι μάλιστα καὶ ὡς οἷόν τε τῶν κατʼ ἐκεῖνον τὸν καιρὸν θερμοτάτη, καὶ τῆς ἡμέρας αὐτῆς τὸ θερμότατον, καὶ τὸ γυμναστήριον εὔκρατον. ἡ μὲν δὴ ἔξωθεν αὕτη παρασκευή· τὸ σῶμα δʼ αὐτὸ τὸ μέλλον ψυχρολουτεῖν τὴν μὲν ἡλικίαν ἔστω περὶ τὴν τετάρτην ἑβδομάδα μεσοῦσαν μάλιστα, μηδὲν ὑπὸ μηδενὸς ἠλλοιωμένον αἰτίου προσφάτου κατʼ ἐκείνην τὴν ἡμέραν· ἔστω δὲ καὶ τὴν ψυχὴν εὔθυμός τε καὶ φαιδρὸς ὁ μέλλων χρῆσθαι τῷ ψυχρῷ νεανίσκος. πρῶτον μὲν ἀνατριβέσθω σινδόσιν ἐπὶ πλέον ἢ πρόσθεν· ἔστωσαν δὲ καὶ σφοδρότεραι νῦν μᾶλλον ἢ πρόσθεν αἱ τρίψεις καὶ διὰ σκληροτέρων ὀθονίων· ἐφεξῆς δὲ διʼ ἐλαίου τριβέσθω, καθότι σύνηθες ἦν αὐτῷ, κἄπειτα γυμναζέσθω πλήθει μὲν ἴσα γυμνάσια, θᾶττον δὲ νῦν ἢ πρόσθεν· ἐπὶ τούτῳ οὕτως εἰς τὸ ψυχρὸν καταβαινέτω, μὴ βλακεύων, ἀλλʼ ἐπωκύνων τὴν ἐνέργειαν, καὶ ἀθρόως ἐναλλέσθω· τὸ γὰρ κατὰ βραχὺ πλησιάζειν τῷ ὕδατι φρίκης ἐστὶ ποιητικόν. ἔστω δὲ μήτε χλιαρὸν τὸ ὕδωρ μήτε ἀτέραμνόν τε καὶ παγετῶδες· τὸ μὲν γὰρ οὐ ποιεῖται θερμασίας ἐπανάκλησιν, τὸ δὲ πλήττει καὶ καταψύχει τοὺς ἀήθεις, ὡς ἔν γε τῷ χρόνῳ προϊόντι καὶ τοιούτῳ ποτὲ χρήσεται. ἐξελθόντα δὲ τοῦ ὕδατος ὑπὸ πλειόνων ἀνατρίβεσθαι προσήκει διʼ ἐλαίου, μέχρις ἂν ἐκθερμανθῇ τὸ δέρμα, καὶ μετὰ ταῦτα σιτία μὲν πλείω τῶν εἰωθότων, ἔλαττον δὲ προσφερέσθω τὸ πόμα. ταῦτα δʼ εἰ καὶ μὴ σὺ κελεύσειας, αὐτὸς ἂν οὕτω ποιήσειεν, ἁπάντων ὀρθῶς γενομένων· καὶ γὰρ ὀρέγονται πλειόνων ἐπὶ ταῖς ψυχρολουσίαις καὶ πέττουσιν ἄμεινον καὶ διψῶσιν ἧττον ἀφικνοῦνταί τε κατὰ τὴν ὑστεραίαν ἐπὶ τὰ γυμνάσια σαφῶς εὐεκτικώτεροι, τὸν μὲν τοῦ σώματος ὄγκον ἴσον ἔχοντες τῷ πρόσθεν, ἐσφιγμένον δὲ καὶ μυωδέστερον καὶ συντονώτερον. ὁμοίως οὖν ἐπʼ αὐτοῦ κατὰ τὴν δευτέραν πρακτέον ἅπαντα καὶ κατὰ τὴν τρίτην τε καὶ τετάρτην, εἶθʼ οὕτως ἐπὶ προήκοντι τῷ χρόνῳ κελεύειν ἐμβῆναι τὸ δεύτερον τῷ ψυχρῷ· τὸ δὲ καὶ τὸ τρίτον ἔτι τοῦτο ποιεῖν, ὡς ἔνιοί τινες ἐκέλευσαν, οὐκ ἐπαινῶ· καὶ γὰρ καὶ τὸ δεύτερον αὔταρκες εἶναί μοι δοκεῖ, δυναμένων γε ἡμῶν, εἰς ὅσον ἂν ἐθελήσωμεν, ἐν αὐτῷ κελεῦσαι διατρίβειν. ὁ δὲ σκοπὸς τοῦ χρόνου τοῦ τῆς διατριβῆς ἐκ τῆς καθʼ ἑκάστην ἡμέραν λαμβανέσθω πείρας· εἰ μὲν γὰρ ἀνελθὼν ἐκ τοῦ ὕδατος ἐπὶ ταῖς ἀνατρίψεσιν εὔχρους ἐν τάχει γίνοιτο, μετρίως ἐν αὐτῷ διέτριψεν· εἰ δὲ δυσεκθέρμαντός τε καὶ ἄχρους διαμένει μέχρι πλείονος, ἀμετρότερον ἐχρήσατο τῷ ψυχρῷ, γνώσῃ τε ἐκ τούτων, εἴτε αὐτάρκως διέτριψεν, εἴτε μετακινῆσαι πρὸς τοὔλαττον ἢ τὸ πλέον.

`10.7`

Ἐκ τῶν Ἀγαθίνου· περὶ θερμολουσίας καὶ ψυχρολουσίας.

`10.7.1–10.7.28`

Περὶ θερμολουσίας καὶ ψυχρολουσίας, ἣν ἔχει φύσιν ἑκάτερον, σκεψώμεθα. κράτιστον δὴ ἐμοί γε εἶναι δοκεῖ μηδὲ τῶν θερμῶν παντάπασιν ἀποξενοῦσθαι λουτρῶν, ἀλλὰ σπανιώτερον προσιέναι. δεῖ οὖν αὐτοῖς, ὡς ἔχουσί τι καίριον, ἔστιν ὅπου χρῆσθαι· καὶ γὰρ κόπους παύει καὶ τὰς ἐκ μεγάλης ἀπεψίας νωθρότητας παραιτεῖται μάλιστα, εἰ καὶ πιών τις ἐν αὐτῷ τῷ βαλανείῳ θερμὸν ὕδωρ οὖν ἀπεμέσειεν τοὺς ἐκ τῆς διεφθορυίας τροφῆς ἠθροισμένους χυμούς. μαλάσσει δὲ θερμὸν λουτρὸν καὶ ἀλόγως ποτὲ συνδεδεμένον καὶ ἐσφιγμένον τὸ σωμάτιον. ἁρμόζει δὲ καὶ τοῖς δυσγενῶς μὲν ἔσθʼ ὅτε πρὸς ψυχρολουσίαν, ἀπροθύμως δʼ ἔχουσι πρὸς ἄλειμμα· τρόπος γάρ τις ἀποθεραπείας ἐστὶ τῆς τροφῆς καὶ τὸ βαλανεῖον, ἀναρμόστως μὲν ἐν συνεχεῖ σεισμῷ, τοῖς δὲ κατὰ τοὺς τοιούτους καιροὺς ἐπιτηδεύουσιν οὐκ ἀτόπως ἔχων. κατὰ τὸ πλεῖστον δὲ τοῖς βραχὺ γοῦν τοῦ βην ὑγιαίνειν ποιουμένοις λόγον ψυχρολουτητέον· δυσαντίβλεπτον γάρ ἐστι τὸ μέγεθος τῆς ἐκ τοῦ ψυχρολουτεῖν ὠφελείας. διὰ τοῦτο εὕροις ἂν τοὺς μὲν ψυχρολουτοῦντας, καὶ εἰ γηραιοὶ παντάπασιν ὦσιν, συνεστῶτάς τε καὶ πεπηγότας τοῖς σώμασι καὶ τὴν χρόαν εὐανθεῖς καὶ καθόλου πολὺ τὸ ἀνδρῶδες καὶ τετονωμένον ἐμφαίνοντας. ἔρρωται δʼ αὐτοῖς καὶ τὰ τῶν ὀρέξεων καὶ πέψεων, καὶ τὰς αἰσθήσεις ὡς ἐπίπαν διηκριβωμένας ἔχουσι καὶ πᾶν ἁπαξαπλῶς φυσικὸν ἐνέργημα. τοῖς δὲ θερμολούταις πλαδαρά τε ἔχειν συμβέβηκε καὶ διερρυηκότα τὰ σαρκίδια καὶ τὴν χρόαν ἀνάτροπον καὶ τοῖς τόνοις οἷον νευροτομεῖσθαι καὶ κακοσίτοις εἶναι καὶ πάντα χείρω τῶν ἑτέρων ἔχειν· τί γὰρ ἂν ὡς ἀληθῶς ἐργάσαιτο μέτριον τοσαύτη διηνεκῶς καθέψησις ἐν ἀέρι διαπύρῳ τε καὶ καθύγρῳ; τὰ γοῦν νήπια τοῖς μὲν βαρβάροις ἔθος ἐστίν, ὡς πυνθάνομαι, καὶ καθιέναι συνεχῶς εἰς τὸ ψυχρόν, ἡμεῖς δέ γε καθεψῶμεν ταῖς συνεχέσι θερμολουσίαις, πειθόμενοι ταῖς τιτθαῖς, αἵτινες ἀσμενίζουσαι τῷ μετὰ τὴν ἐν τοῖς λουτροῖς ἀπαύδησιν κάρῳ τῶν παιδίων ἀποχρώντως τε ἔχειν νομίζουσιν ἑαυταῖς, εἰ μὴ πολλὰ διοχληθῆ τῶν τε νύκτωρ δύσυπνα φάμεναι γίνεσθαι τὰ μὴ τακερωθέντα μικροῦ δεῖν ὑπὸ τοῦ πλήθους τῆς θερμολουσίας. ὅθεν ἐγὼ τὸ ἐμὸν παιδίον καὶ πολλὰ τῶν ἄλλων ἀλείμμασιν ἀρκεῖσθαι τὰ πολλὰ ποιῶ, καὶ χωρεῖ μοι τὸ πρᾶγμα κατὰ νοῦν· τὰ δʼ ὑπὸ τῶν ἄλλων τρεφόμενα παιδία, συνεχῶς λουόμενα καὶ ἐπὶ πολὺ καθεψώμενα, θαυμαστὸν οὐδέν, εἰ σπᾶταί τε ἐπιληπτικῶς καὶ τὰ ἄλλα κακῶς ἀπαλλάττει. τῶν μέντοι μικρῶν ὑπὲρ τοὺς νηπίους οὐδενὶ νομίζω τὴν ψυχρολουσίαν ἀνάρμοστον εἶναι, μήτε φύσεώς τινος ἰδιαζούσης γενομένους καὶ τοῖς ἄλλοις ὠφελίμοις ἀντιπάσχοντας· πολλὰ γὰρ ἱστορεῖται καὶ τοιαῦτα. τὴν δὲ καταρχὴν ἐπὶ τῶν ἀήθων τῆς ψυχρολουσίας οἱ πολλοὶ μὲν οἴονται δεῖν θέρους ὄντος ἀκμαιοτάτου ποιεῖσθαι· ἐγὼ δὲ παρηκολούθηκα ἐν πάσαις ταῖς τοῦ ἔτους ὥραις ἀβλαβῶς τοῖς πλείστοις ἀρχομένοις ψυχρολουσίας· πάντοτε μὲν οὖν ἄρξαιτο ἄν τις ἀβλαβῶς ψυχρολουσίας· εἰ οὖν εἶναι χρή τινα διαφοράν, ἑλοίμην ἂν ἐγὼ τὴν ἐαρινὴν ὥραν πρὸ τῶν ἄλλων. δεῖ δʼ εὐδιοίκητον καὶ κοῦφον ἥκειν ἐπὶ τὴν ψυχρολουσίαν πάντοτε μέν, μάλιστα δʼ ὅταν καταρχώμεθα τοῦ πρὸς αὐτὴν ἔθους. αἰεὶ δὲ γυμνασίοις προανακινητέον ἑαυτοὺς ἄχρι τοῦ παρά τισι μόνον καὶ προθυμίαν εἰς τὸ ψυχρὸν γενέσθαι· προκαταπονεῖν γὰρ σφοδρότητι καὶ πλήθει κινήσεων τὸ σωμάτιον καὶ μέχρι κόπου προάγειν καὶ ἄλλως μὲν ἄτοπον — οὐδὲν γὰρ ὑπὲρ τὸ μέτρον ἐπιτηδευόμενον ὑγιεινόν ἐστιν —, καὶ δὴ καὶ πρὸς αὐτὴν τὴν ψυχρολουσίαν ἀνεπιτηδειότατον· ἐπισυνδεῖ γὰρ καὶ αὐτὴ τὰ σώματα καὶ πολλῷ σφοδροτέρους ἀπεργάζεται τοὺς κόπους. ἄμεινον δʼ οἶμαι τὸν ὅλον τῆς χρήσεως τρόπον ἄνωθεν ἀρξάμενον ἐκθέσθαι. μετὰ δὴ τὸ ταῖς βιωτικαῖς ἀσχολίαις ἢ περιπάτῳ γοῦν ἢ αἰώρᾳ προδιασαλεῦσαι τὸ σωμάτιον, οὕτως ἐλθετέον ἐπὶ τὴν χρῆσιν, μήτε πρωϊαίτερον, εἰ οἷόν τε, τῆς νενομισμένης πρὸς ἄριστον ὥρας μήτε πολὺ βράδιον· ἑκάτερος γὰρ τῶν καιρῶν τούτων ἄθετος. γυμνοῦσθαι δέ, εἰ μὲν παρέχοι τὰ τῆς ὥρας, ἐν ἡλίῳ χρή, πάντως γοῦν ἐν ἀπεριπνεύστῳ. πολλάκις δʼ εἰ πρὸς τὴν ἀπόδυσιν δυσρίγως ἔχοιεν, ἀνακινητέον ἔτι τοῖς ἱματίοις σκεπόμενον τὸ σωμάτιον συντονωτέρῳ περιπάτῳ, τείνοντας ἐν αὐτῷ σφοδρότερον τὰς ἰγνύας, ἢ καὶ δρόμῳ. μετὰ δὲ ταῦτα ὀθονίοις τραχέσιν εὐτόνως ἄχρι πολλῆς καθάψεως φοινίξασθαι διʼ ἑαυτοῦ τε καὶ διʼ ἄλλων· ἄριστον δὲ τοὺς παῖδας πρὸς τοῦτο χειρῖδας ἔχειν ἐξ ὀθονίων ῥαπτάς· ἄλλως γὰρ ἀνωμάλου τῆς χρήσεως γινομένης, συστρεφομένων τῶν ὀθονίων, ἔσθʼ ὅτε καὶ ἀποδοραὶ τοῦ δέρματος γίνονται. μετὰ δὲ ταῦτα καὶ διὰ τῶν χειρῶν ὑπό τε ἄλλων καὶ ὑφʼ ἑαυτοῦ δεῖ ξηροτριβεῖσθαι· μετὰ γὰρ τῆς ἀναθάλψεως καὶ τόνον τινὰ θαυμαστὸν ἐμποιεῖ τοῖς σώμασιν. μηδὲν γοῦν ἄλλο πραγματευσαμένους, ἔνεστιν, ὅσον ἐπὶ τῇ προθυμίᾳ, μετὰ ταύτην εὐθὺς ψυχρολουτεῖν τὴν ξηροτριβίαν. ἀλείφεσθαι οὖν δεῖ ἐλαίῳ συμμέτρῳ καὶ ἐπὶ πολὺ τρίβεσθαι, καὶ ὑπʼ ἄλλων μέν, μάλιστα δʼ ὑφʼ ἑαυτῶν· οὐδὲν γὰρ οὔτε ἀκοπώτερον οὔτε εὐπονώτερον οὔτε μᾶλλον ποιητικὸν τῆς διʼ ἑαυτῶν τρίψεως. εἰ γοῦν διαρκοίη τις τῇ πρὸς αὐτὴν προθυμίᾳ μέχρι τοῦ δασῦναι τὸ πνευμάτιον ἀποχρώντως, οὐδὲν ἂν δέοι τῶν ἄλλων γυμνασίων, ἀλλʼ οὐδʼ ὅπως ἔχει τι πλήσμιον τὸ πρᾶγμα, ῥᾳδίως πρὸς αὐτὸ πάντες ἀπαυδῶμεν, ὅθεν ταῖς γοῦν ἄλλαις ταῖς ἑκάστῳ συνήθεσι χρηστέον γυμνασίαις, σκοποῦ μέν, ὅπερ ἔφην, ἐνδότερον κάμπτοντας καὶ μὴ πάντως ἀναμένοντας, ἕως ἂν οἰδήσαιμεν, ὅπερ τοῖς πλείστοις ἔθος· ἄχρις οὖν τοῦ διαθερμανθῆναι καὶ ἀποχρώντως ἑτοιμασθῆναι πρὸς τὴν ψυχρολουσίαν τὸ σωμάτιον, καταπαύσαντας δὲ τὰ γυμνάσια, τότε γοῦν πάντως, εἰ καὶ μὴ πρότερον, ἑαυτοὺς τριπτέον μετὰ κατοχῆς τοῦ πνεύματος, ἔσθʼ ὅτε καὶ κόνει προσυμπασαμένους, μάλιστα εἰ καὶ νοτίσαιμεν, εἶθʼ οὕτως ἀμελλήτως καὶ ἀθρόως καταβαίνειν εἰς τὸ ψυχρόν, ἢ ῥᾳδίως περιχεῖσθαι εἰς τόδε τὸ ὕδωρ, εἰ ἐφʼ ἡμῖν εἴη τὸ ἐκλέγεσθαι, μήτε παγετῶδες μήτε παντελῶς ἀνειμένον τῇ ψύξει· τοῦτο γὰρ βλαβερώτερόν ἐστι τῆς εἰς θάτερον ὑπερβολῆς. κράτιστον δʼ ὑδάτων πρὸς ψυχρολουσίαν, καὶ μάλιστα ὅτε κατάρχοιτό τις τοῦ ἔθους, τὸ θαλάσσιον· τά τε γὰρ τῆς ψύξεως καὶ ἀποχρώντως ἔχει, καὶ ὁ διὰ τὴν ἁλμυρίδα δηγμὸς ἀναθερμαίνει ῥᾳδίως· ὁποῖον δʼ ἂν ᾖ, καθαρόν τε ἔστω καὶ διαυγὲς καὶ μὴ τελματῶδες μηδʼ ἑλῶδες μηδʼ ἄλλως στάσιμον. προκριτέον δέ, εἰ ἐξείη, τὸ καταβαίνειν μᾶλλον ἢ τὸ περιχεῖσθαι. κατὰ μὲν οὖν τὴν πρώτην ἔμβασιν ὀλίγον διατριπτέον, εἶτα ἐμβαίνειν χρὴ καὶ ἀνατρίβειν ἑαυτὸν βιαίως, αὖθις δὲ καταβαίνειν, καὶ τότε προσλιπαρεῖν νηχόμενον ἢ ἄλλως ὁπωσοῦν ὡς ἐμμεῖναι πλέον — οὐ μὴν ὥστε πάλιν ἐλαίου δεῖ καὶ ἀνατρίβεσθαι προθυμία —, εἶτα τὸ τρίτον καταβάντας καὶ μὴ ἐπὶ πολὺ διατρίψαντας ἤδη καὶ κρουνοῖς ὑποτιθέναι τὴν κεφαλὴν καὶ τὰ κατὰ τὸν στόμαχον· εἰ δὲ μή, καταντλεῖσθαι γοῦν πλείοσιν ὑδρίαις, καὶ τοῦ μὴ δυσαρεστεῖν, εἶθʼ οὕτως ἀνατρίβεσθαι μετρίως, μηκέτι νῦν ἐλαίῳ διαλύοντας τὴν γεγονυῖαν τοῦ σώματος τελευταίαν ἐπίπηξιν, μετὰ δὲ ταῦτα ξύστραις μὴ πάνυ ἀμβλείαις ἐπὶ πολὺ δὴ ξύοντας φοινίσσειν τὸ σωμάτιον· καὶ γὰρ τονοῦται καὶ ἐξομαλίζεται τὸ τῆς ἐπιφανείας. εἰ δὲ καὶ βεβρωκότες τύχοιμεν, οὐ πάντως ἀπεχόμεθα τῆς ψυχρολουσίας, ἐπειδὰν ὀρεγώμεθα σφοδρῶς, εἴτε κινήσεών τινων πρὸς τοῦτο ἡμᾶς ἐπαγομένων, ἢ καὶ τοῦ καύματος αὐτοῦ τρόπον τινὰ συνεψήσαντος· οὐκ οἶδα γὰρ ἄν, τί ἄμεινον τούτου ποιήσειε διακαιόμενος καὶ ἀκαταλήκτως ἱδρῶσι χεόμενος. ἐγὼ γοῦν πολλάκις καὶ μετὰ τὸ δεῖπνον, ὅτε δυσυποίστως ἔχοιμι πρὸς τὸ καῦμα, καὶ καταβαίνειν εἰς ψυχρὸν ἔθος ἔχω, καὶ θαυμαστὸν πάντως ὡς χαρίεν διάγω τὴν νύκτα. ἐν δὲ τῇ χρήσει τοῦ ψυχροῦ τῶν ὤτων προνοητέον, ὅπως μὴ λανθάνῃ παρεισρέον εἰς αὐτὰ τὸ ὕδωρ· καὶ γὰρ ἄλλως οὐκ οἶδα ὅπως πρὸς πᾶν συμφορωτάτη τῶν ἄλλων οὖσα διαιτημάτων ἡ ψυχρολουσία μόνον βλαβερῶς καθάπτεται τῶν ἀκουστικῶν πόρων.

`10.8`

Περὶ ἀμμοχωσίας· ἐκ τῶν Ἡροδότου· ἐκ τοῦ Περὶ τῶν ἔξωθεν προσπιπτόντων βοηθημάτων.

`10.8.1–10.8.17`

Ἡ δὲ διὰ τῆς ἄμμου πυρία ἐπιτήδειός ἐστιν ἀσθματικοῖς καὶ τοῖς τὸν θώρακα ῥευματιζομένοις καὶ κοιλιακοῖς καὶ ποδαλγικοῖς καὶ τοῖς κατʼ ἐπέκτασιν παραλελυμένοις καὶ τοῖς καχεκτικοῖς καὶ τοῖς ὑδρωπικοῖς καὶ πᾶσι τοῖς χρόνιον ἔχουσιν ἄλγημα· ἐπιτήδειοι δὲ πρὸς τὴν χρῆσιν πλὴν νηπίων σχεδὸν πάντες, ὥρα δὲ θερινὴ μετὰ τοῦ τὰς φλογωδεστέρας ἡμέρας αἱρεῖσθαι. δεῖ δὲ πρὸς τῷ ὄρθρῳ ἐν αἰγιαλῷ ἐν ἄμμῳ βαθείᾳ βόθρους δύο ἢ καὶ τρεῖς παρασκευάσαι ἰσομεγεθεῖς τῷ χρησομένῳ, καὶ ἀνεκκαῆναι ὑπὸ τοῦ ἡλίου. ὁ δὲ πεπονθὼς καλῶς ἔστω διῳκηκὼς τὰ σιτία καὶ χρήσθω πρότερον περιπάτῳ τε καὶ αἰώρᾳ. τοῦ δὲ περιέχοντος θερμοτέρου γενομένου, καὶ τῆς ἄμμου ἱκανῶς πυρωθείσης, ἐν τῷ βόθρῳ κατακλιθεὶς ἐπιχείσθω ἐκ τοῦ πρὸς λόγον τὴν πέριξ ἄμμον μέχρι τοῦ φέρειν εὐφόρως. ἐσκεπάσθω δὲ τὴν κεφαλὴν καὶ τὰς ἀπὸ τοῦ ἡλίου ἀκτῖνας ἐκκλινέτω, ἀεί τινος πρὸ τῶν ὀμμάτων σκεπαστηρίου τιθεμένου· συλλαμβανέσθω δὲ πρὸς ταῦτα καὶ τὰ σχήματα τῆς κατακλίσεως, ὥστε φέρε εἰπεῖν, περὶ μὲν τὰ πρῶτα μέρη τῆς ἡμέρας πρὸς μεσημβρίαν ἀποβλέπειν, περὶ δὲ μεσοῦσαν πρὸς βορρᾶν. ἀποσπογγιζέσθω δὲ καὶ τὸ πρόσωπον διὰ ψυχροῦ· τοῖς δʼ ἐπὶ πλέον κακοπαθοῦσι καὶ διάκλυσμα δοτέον. εἰ δὲ μηκέτι θερμαινομένης ἢ καὶ ψυχομένης τῆς σαρκὸς διὰ τοὺς ἐκκριθέντας ἱδρῶτας αἰσθάνοιντο, λεγέτωσαν· οἱ δὲ παρόντες τὴν ἐπικειμένην ἄμμον ἀφελόντες ἐξαγέτωσαν αὐτοὺς καὶ πάλιν εἰς τὸν παρακείμενον βόθρον ἐγκρυπτέτωσαν κατὰ τὰ εἰρημένα· τοῦτο δὲ καὶ ἐκ τρίτου, εἰ δέοι, ποιείτωσαν, ἀποβλέποντες πρός τε τὰ πάθη καὶ τὰς δυνάμεις. ἡ δὲ παραύξησις τοῦ χρόνου κατὰ τὰ πρότερον λελεγμένα γινέσθω. καὶ κατακειμένους μὲν ἐγκρύψομεν τούς τε ἀσθματικοὺς καὶ ῥευματιζομένους θώρακα καὶ πλευρὰ καὶ στομαχικοὺς καὶ καχεκτικοὺς καὶ κατὰ σάρκα ὑδρωπικούς· καθεζομένους δʼ ὑδρωπικῶν μὲν τοὺς ἀσκίτας, καὶ εἰ δέοι, τυμπανίας, τῶν δὲ λοιπῶν παθῶν καὶ κωλικοὺς καὶ ἡπατικοὺς καὶ σπληνώδεις καὶ ἰσχιαδικοὺς καὶ ποδαλγικοὺς καὶ παραλελυμένους πόδας ἢ σκέλη. ἐπὶ τέλει δὲ πάντας ὅλους ἐγκρυπτέον· καλὸν γὰρ καὶ τὸν χαλασμὸν διʼ ὅλων τῶν σωμάτων γενέσθαι, καὶ τὴν ὠφέλειαν καὶ διὰ τῶν ἀπαθῶν ἐλθεῖν μερῶν, καὶ μᾶλλον εἰ μέλλοιεν ψυχρολουτεῖν. ἔστωσαν δὲ παρὰ τοῖς βόθροις ἐν ἑτοίμῳ σκηναὶ ἐκ διαφανῶν κεράτων καὶ στάμνοι ὕδατος γλυκέος καὶ ἐμβάσεις θαλάσσης, εἰς ἃς παυσαμένους τῶν ἱδρώτων ἐκβιβάζειν χρή, εἶτʼ ἐξελθόντας καταιονᾶν καὶ ἀνατρίβειν ἐλαίῳ. νηνέμου δὲ τῆς ἡμέρας οὔσης, καὶ τῶν σωμάτων εὐτόνων, καὶ κολύμβοις χρήσθωσαν, ἀφʼ ὧν κομισθέντες ἱκανὸν χρόνον διαλειπέτωσαν, ἀλλʼ οἱ μὲν ὑδρωπικοὶ προπιόντες ὕδατος θερμοῦ κυάθους ε ἢ ϛ, ἀποκοτταβιζέτωσαν ἐπάναγκες, οἱ λοιποὶ δὲ τὸ ἔθος τηρείτωσαν. ἐπιτρεπτέον δʼ αὐτοῖς διὰ τὰς ἐν τῷ ἡλίῳ κακοπαθείας τὸ ποτὸν παραύξειν. πλῆθος δʼ ἡμερῶν ἐπὶ μὲν τῶν διαλειπόντων παθῶν ἔστω μήτε ἔλαττον ιδ μήτε πλέον κα, ἐπὶ δʼ ὑδρωπικῶν τὸ πλῆθος τῶν ἡμερῶν ληπτέον τῇ κατὰ τὸν ὄγκον κενώσει. τῆς δʼ ὠφελείας ἀπὸ τούτου στάσιν λαβούσης μετὰ μίαν καὶ εἰκοστήν, ἐνθετέον διάλειμμα δυοῖν ἢ τριῶν ἡμερῶν, εἶτα πάλιν χρηστέον. εἰ δὲ θεραπεύουσι χειμῶνος ὕδρωπα τὰ μὲν λοιπὰ τῆς ἰατρικῆς μὴ παρέχοι τὴν ὠφέλειαν, ὁ δὲ νοσῶν μὴ μένοι τὴν ἐν δέοντι καιρῷ παραληφθησομένην ἄμμον, φιλοτεχνητέον ὡς ἐν ἐπειγούσῃ καὶ μὴ μενετέον τὴν ἐκ τῶν καιρῶν ὠφέλειαν. δεῖ τοίνυν ἐν παραθαλασσίῳ μὲν καὶ τότε διαιτᾶσθαι, τὴν δʼ ἄμμον ἐν ἴπνοις φρύγοντας ἐγκαταχωννύναι τοὺς πάσχοντας εἰς αὐτὴν κατὰ τὸν δεδηλωμένον τρόπον, καὶ τὰ λοιπὰ δὲ κατὰ τὰ λελεγμένα πρακτέον· τὴν δʼ ἐντεῦθεν προκοπὴν διὰ πλείονος χρόνου προσδοκητέον.

`10.9`

Περὶ ἡλιώσεως· τοῦ αὐτοῦ.

`10.9.1–10.9.3`

Αἱ ἡλιώσεις ἀναγκαιόταται τυγχάνουσι τοῖς ἀναλήψεως δεομένοις καὶ σαρκώσεως· φεύγειν μέντοι χρὴ τόν τε ἐκνεφίαν ἥλιον καὶ τὸν πολλάκις ἐπισκιαζόμενον κατὰ τὰ νήνεμα χωρία. ἐπιτηδευτέον οὖν, ἐφʼ ὅσον οἷόν τε, χειμῶνος μὲν καὶ ἔαρος καὶ φθινοπώρου τῆς ἡλιώσεως ἀπολαύειν ἀκεραίου, θέρους δὲ παραιτητέον ἐπὶ τῶν ἀσθενῶν διὰ τὴν ὑπερβολὴν τῆς θερμασίας. χρὴ δὲ παραβάλλειν ἡλίῳ καὶ πυρὶ πάντων μᾶλλον τὰ νῶτα· τὰ γὰρ προαιρετικὰ νεῦρα ἐν αὐτοῖς μάλιστα τυγχάνει· ταῦτα γὰρ ἀλεαινόμενα πᾶν τὸ σῶμα ὑγιεινότερον διατίθησιν· ἡ μέντοι κεφαλὴ σκεπέσθω διά τινος παραπετάσματος.

`10.10`

Περὶ τῆς ἀπὸ πυρὸς καὶ ἀνθράκων ὠφελείας· ἐκ τοῦ αὐτοῦ λόγου.

`10.10.1–10.10.4`

Τὴν δὲ διὰ τῶν ἀνθράκων πυρίαν παραληπτέον ἐν τοῖς ἀλειπτηρίοις ἢ τῇ πρὸς τάδε τοῦ βαλανείου ἐπὶ τῶν χρόνιον ἄλγημα ἐχόντων· παροπτάτωσάν τε τὰ μέρη μέχρι τοῦ δυσανασχετεῖν. οἱ δʼ ἄνθρακες ἀπὸ βαλανείων ἔστωσαν ἢ προαποβρεχέσθωσαν. καὶ αἱ πρὸς τοὺς διαπύρους δὲ τοίχους παροπτήσεις τὴν αὐτὴν ὠφέλειαν ἐπιφέρουσι, καὶ εἰ μὲν προσηνῶς εἶεν θερμοί, αὐτόθεν τὰ περιωδυνοῦντα παραβαλλέτωσαν, εἰ δʼ ἄγαν εἶεν θερμοί, ὠμολίνοις τὰ πεπονθότα σκεπάσαντες οὕτω τοῖς τοίχοις προστυπούσθωσαν.

`10.11`

Περὶ καύσεως· τοῦ αὐτοῦ.

`10.11.1–10.11.3`

Καύσεσι δὲ χρώμεθα καὶ διὰ καυτηρίων καὶ διὰ ῥιζῶν καὶ διὰ φαρμάκων· ἀρίστη δʼ ἡ διὰ τῶν καυτηρίων. εἰ δὲ πρὸς τὴν χειρουργίαν ψοφοδεῶς ἔχουσί τινες, δευτερευέτω ἡ διὰ τῶν φαρμάκων. τὰ δὲ καέντα ἐπὶ πλείους ἡμέρας ἀκατούλωτα μενέτω.

`10.12`

Ἐκ τῶν Ἀντύλλου· περὶ δρώπακος· ἐκ τοῦ α λόγου τῶν ἔξωθεν προσπιπτόντων βοηθημάτων.

`10.12.1–10.12.3`

Δρώπαξ σκευασίαν ὁμοίαν ἔχει μαλάγματι, χρείαν δὲ καταπλάσματος παρέχεται· ἁρμόζει δὲ χρονίοις πάθεσιν, οἷς καὶ σιναπισμός, καὶ πρὸ μέλλοντος σιναπισμοῦ παραλαμβανόμενος εἰς τὸ παρασκευάσαι τὸ σῶμα τῷ νάπυϊ, καὶ μετὰ τὸν σιναπισμὸν εἰς τὸ ἐκκόψαι τὸ λείψανον τῆς διαθέσεως. δεῖ μὲν τὸν δρώπακα ὑπὲρ μὲν τοῦ θερμᾶναι περιττότερον, πέπερι, πύρεθρον κάχρυ τε καὶ ἄσφαλτον, εἰ δὲ ξηρᾶναι δέοι, θεῖον ἄπυρον, ἅλας, τέφραν κληματίνην, εἰ δʼ ἀμύξαι, λιμνήσιον, εὐφόρβιον. δεῖ δὲ καταχρίειν θερμόν τε καὶ πάχος ἔχοντα κατὰ λόγον τῆς δυνάμεως τοῦ κάμνοντος, προεξυρισμένων τῶν πολυτρίχων μερῶν ἐπὶ τῶν ἀσθενεστέρων, ἐπὶ δὲ τῶν ἰσχυρῶν καὶ δραστικωτέρου δεομένων τοῦ δρώπακος ἄνευ προξυρήσεως, εἰ μὴ ἄρα τὰ κατὰ κεφαλὴν ἢ γένειον ἢ τὰ περὶ τὴν ἥβην καταπλάσσομεν.

`10.13`

Περὶ σιναπισμοῦ· ἐκ τῶν Ἀντύλλου· ἐκ τοῦ αὐτοῦ λόγου.

`10.13.1–10.13.11`

Τὸ δʼ ἀπὸ νάπυος κατάπλασμα δραστικώτερόν ἐστιν, ἐπὶ μὲν τῶν ὀξέων παθῶν οὐ πάνυ τι εὐδοκιμοῦν — ἐπὶ γὰρ μόνων τῶν ἀργοτέρων καὶ βαπτιζομένων ἐν ὀξύτητι χρώμεθα νάπυϊ —, ἐπὶ δὲ τῶν χρονίων σχεδόν τι πάντων μετὰ τὸ ἐλεγχθῆναι τὴν ἀπὸ τῶν ἄλλων βοηθημάτων καὶ ἐπιθεμάτων δύναμιν ἀσθενεστέραν καὶ μικροτέραν τοῦ νοσήματος. ἐπὶ μὲν οὖν φθισικῶν καὶ συντηκτικῶν διʼ ἕλκος ἐν ἥπατι οὐ παραληπτέον σιναπισμόν, οὐδʼ ἐπʼ ἄλλης ἑλκώσεως οὐδεμιᾶς ἐν τῷ βάθει· ἀγριαίνεται γὰρ καὶ παροξύνεται πρὸς τὴν δριμύτητα τοῦ νάπυος· οὐ μὴν οὐδὲ ἐπὶ τῶν χονδρωδῶν μορίων, οἷον ὤτων ἢ τῶν ἄκρων τῆς ῥινός· κατακαίεται γὰρ ὑπὸ τοῦ καταπλάσματος, ἐνίοτε δὲ καὶ μελαίνεται τὰ λίαν ἄσαρκα ἢ χονδρώδη· τὰ δʼ ἄλλα πάντα καὶ μέρη τοῦ σώματος καὶ πάθη χρόνια χαίρει τῷ βοηθήματι. καὶ καυλὸς δὲ καὶ κύστις ἐν παρέσεσι καὶ πάντα τὰ παρειμένα μέρη χαίρει τῷ βοηθήματι. ἐντίθεται δὲ καὶ ἀπευθυσμένῳ παρειμένῳ βάλανος. ὁμοίως δὲ καὶ ἐπὶ τῶν δυσηκοούντων τοῖς ὠσὶ κολλύριον ἐκ τοῦ νάπυος ἐντίθεται κροκύδι περιπλασθέν, εἶτα μετὰ τὸ ποσὴν αἴσθησιν γενέσθαι, τοῦ κολλυρίου διὰ τῆς κροκύδος ἀναιρεθέντος, ἐπενίεται μελικράτου. δεῖ δὲ σιναπίζειν ἐπὶ μὲν τῶν ἀργοτέρων διαθέσεων καὶ μερῶν τῶν κατασάρκων καὶ δυσαισθήτων βιαίως — μέτρον δὲ τῆς ἰσχύος ἐστὶ τὸ ἀνιαθῆναι μὲν ἰσχυρῶς τὸν κάμνοντα, μελαντέραν δὲ τὴν σάρκα γενέσθαι καὶ ὑψηλοτέραν τῆς πέριξ, ἀνοιδήσασαν ὑπὸ τοῦ καταπλάσματος, καὶ μετὰ λουτρὸν φλυκταινωθῆναι πράως τὸ δέρμα —, ἐπὶ δὲ τῶν εὐερεθίστων διαθέσεων καὶ μερῶν τρυφερῶν πράως χρῆσθαι τῷ νάπυϊ, μέτρον ποιουμένους τὸ ποσῶς ἐρυθροτέραν γενέσθαι τὴν σάρκα. ὡς μέντοι μὴ ἄπρακτος ἡ πραεῖα χρῆσις τυγχάνοι, παρʼ ἄλλην ἡμέραν ἢ δύο πολλάκις τὸ αὐτὸ σιναπιστέον, ἵνα ἡ συνεχὴς χρῆσις ἑνὸς εὐτόνου σιναπισμοῦ δύναμιν παράσχηται. μέτρον δὲ καὶ τῆς συνεχοῦς ἐστι χρήσεως, ὁπόταν τὰ σιναπιζόμενα μηκέτι αἴσθησιν ἔχῃ ὀδυνώδη καταπλασσόμενα. ἐπὶ δὲ τῶν ὀξέων ὀλιγάκις χρώμεθα τῷ βοηθήματι, ἐπὶ ληθαργικῶν μόνων καὶ τῶν ἄλλων τῶν καταφερομένων ἐν πυρετοῖς ἐπί τε κατοχῆς ἐπί τε καταψύξεως δυσεκθερμάντου. τῶν μὲν δὴ καταφορικῶν τὰ σκέλη σιναπίζομεν, ἐπὶ δὲ τῶν περιψυχομένων καὶ σκέλεσι καὶ ἀγκῶσιν. λεπτὸν δʼ ἐπὶ πάντων εἰς ὀθόνιον ἐγχριέσθω τὸ νάπυ.

`10.13.12`

Σκευασία σιναπισμοῦ.

`10.13.13–10.13.27`

Σκευασία δὲ τοῦ νάπυος τοιάδε ἐστίν· ἰσχάδας χρὴ πρὸ μιᾶς ἡμέρας ὕδατι ἀποβρέξαι χλιαρῷ, ἔπειτα τῇ προϊούσῃ ἀποθλίψαντα ἰσχυρῶς λεαίνειν εὖ μάλα, εἶτα νάπυ δριμὺ λαβόντα, οἷόν ἐστι τὸ Συριακὸν καὶ τὸ Αἰγύπτιον, τρίβειν κατʼ ἰδίαν παραχέοντα ἐν τῇ τρίψει κατʼ ὀλίγον τοῦ ἀποβρέγματος τῶν ἰσχάδων — βρεχόμενον γὰρ εὐλεαντότερον γίνεται —, ἔπειτα μάζας ποιῆσαι λείας, τὴν μὲν τῶν ἰσχάδων, τὴν δὲ τοῦ νάπυος. καὶ σφοδρότατος ἔσται, εἰ μὲν ᾖ τοῦ νάπυος τρίμοιρον πρὸς ἓν τῶν ἰσχάδων· εἰ δὲ μέσος, ἴσον ἑκατέρου· εἰ δʼ ἀνειμένος, τοῦ μὲν νάπυος τὸ τρίτον, δίμοιρον δὲ τῶν ἰσχάδων. ἐγχριέσθω δʼ εἰς ὀθόνιον ἢ ῥάκος. ὁ δὲ τόπος ὁ μέλλων σιναπίζεσθαι προεκνιτρούσθω καὶ ὅλως ἀνήλειπτος ἔστω, καὶ οὕτως αὐτὸ τὸ κατάπλασμα ἐπιβαλλέσθω καὶ ἄνωθεν ἐπιδείσθω. χρὴ δʼ ἐν ἡλίῳ ἢ ἀλεεινῷ οἴκῳ καὶ μᾶλλον πρὸς τὰ διὰ βαλανείου σιναπίζειν. πόσην δʼ ὥραν ἐπικεῖσθαι αὐτὸ χρή, ὁρίσαι οὐ δυνατὸν διὰ τὸ τοὺς μὲν θᾶττον, τοὺς δὲ βράδιον αἴσθησιν αὐτοῦ λαμβάνειν· συνεχῶς οὖν ἐπισκοπεῖν χρή, εἰ πεφοίνικται ὁ τόπος δεόντως. εἰ δὲ μέχρι πολλοῦ μὴ ἐνεργοίη τὸ σίνηπι ἐπικείμενον, σπόγγοις ἀποτεθλιμμένοις ἐν ὕδατι θερμῷ πυριαστέον κατὰ τοῦ ῥάκους τὸ κατάπλασμα. μετὰ δὲ τὴν αὐτάρκη χρῆσιν εἰς βαλανεῖον ἀκτέον τὸν κάμνοντα, μετὰ δὲ τὸ χαλασθῆναι μετρίως ἐξαντλητέον ὅλον, μᾶλλον δὲ τὰ σεσιναπισμένα μέρη· ἔστω δʼ ἀνήλειπτα ταῦτα· καὶ εἰ φαίνοιτο δυνάμενος ὁ πάσχων ἀνέχεσθαι, χρὴ καὶ ἐπεμβιβάζειν αὐτὸν ἐκ δευτέρου καὶ ἐξαντλεῖν πάλιν ἀνήλειπτον. ἐνίους δὲ καὶ τῆς ἐπιούσης φυλάξαντες ἀσυγχρίστους λούομεν· μετὰ δὲ τὸ λουτρὸν τὸ ὕστερον ῥοδίνῳ χρίομεν τὰ μέρη. εἰ δʼ ἄλγημα σφοδρὸν εἴη καὶ φλύκταιναι ἐπανασταῖεν, ὀθονίῳ σκεπαστέον τὰ μέρη διαβρόχῳ ὑδρορροδίνῳ ἢ ἀμυγδαλίνῳ μεθʼ ὕδατος· βέλτιον δὲ τὸ ὕδωρ μολόχης χυλὸν εἶναι. ἐπὶ δὲ τῶν σφόδρα ὀδυνωμένων καὶ καταπλαστέον τῇ μολόχῃ λείᾳ ἑφθῇ καθʼ ἑαυτὴν ἢ μετʼ ἄρτου. μετὰ δὲ τὸ λῆξαι τὸ ἄλγημα κηρωτῇ ῥοδίνῳ μετὰ ψιμυθίου χρηστέον. τοὺς ληθαργικοὺς καὶ τοὺς ἐν ὀξέσι νοσήμασι λουτέον. ἐλαίου δὲ κατάχυσις τι σιναπιζόμενον, καὶ ἐπὶ τῶν σφόδρα τρυφεροσάρκων, ἐφʼ ὧν τε σιναπίζομεν οὐ διὰ τὰ ἐν βάθει σώματα, ἀλλὰ διὰ τὰ πλησίον τῆς ἐπιφανείας, ἄρτον λεῖον ἀντὶ τῶν ἰσχάδων συμπλέκειν τῷ νάπυϊ. γνωστέον δʼ ὅτι, εἰ ὄξει τὸ νάπυ ἐμβραχείη, ἀμυδρότερον ἔσται καὶ ἀδηκτότερον τὸ κατάπλασμα τοῦ διʼ ὕδατος ἐμβραχέντος. τὰ δʼ ὦτα σιναπίζοντας ψαλίζειν δεῖ τοῦ ῥάκους ἢ πτύγμασι προκαταλαμβάνειν· τὰς δὲ φίλας καὶ προχρίειν ἐλαίῳ καὶ καταλαμβάνειν τοῖς πτύγμασιν.

`10.13.28`

Περὶ σκίλλης.

`10.13.29–10.13.31`

Σκίλλα δὲ κοπεῖσα ἐν ὅλμῳ δύναμιν ἔχει παραπλησίαν νάπυϊ καταπλασσομένη· πρὸς ὀλίγον δὲ καιρὸν ἐπιτιθέσθω· βραδύνασα γὰρ κατὰ τὴν ἐπίθεσιν ἑλκοῖ. χρηστέον δʼ ἰδίως αὐτῇ ἐπί τε θώρακος ἐν ὀρθοπνοίᾳ ἐπί τε παρέσεως, ἡνίκα μὴ μόνον ἡ κίνησις, ἀλλὰ καὶ ἡ αἴσθησις βέβλαπται. προεκνιτρωτέον τε καὶ λουτέον καὶ θεραπευτέον ὥσπερ ἐν τῷ σιναπισμῷ. ἰδίως δὲ τὰς δήξεις τὰς ἀπὸ τῆς σκίλλης παρηγορεῖ κατάχυσις ἐλαίου.

`10.13.32`

Περὶ αἰγείας κόπρου.

`10.13.33`

Κόπρος αἰγεία σιναπισμοῦ μὲν κατʼ ἰσχὺν οὐκ ἀπολείπεται, καὶ μάλιστα οἱ σπύραθοι λεανθέντες ἐν ὄξει. ἰδίως δʼ ἰσχιαδικοῖς ἁρμόζει τοῦτο τὸ κατάπλασμα, πολὺ ἀνυσιμώτερον ὂν σιναπισμοῦ, πεπειραμένον ἡμῖν αὐτοῖς.

`10.14`

Ἐκ τῶν Μενεμάχου· περὶ ψιλώθρου.

`10.14.1–10.14.3`

Τὸ δὲ ψίλωθρον ἐλήφθη μὲν ἐκ κομμωτικῆς, ἐπιπολαίως δὲ τὴν σάρκα ἀμύσσει· δῆλον ἔκ τε τοῦ φοινιγμοῦ καὶ τῆς ὕλης καυστικῆς οὔσης· ἐμβραδύναν δʼ ἑλκοῖ καὶ φλυκταινοῖ τὴν ἐπιφάνειαν. ἀπολείπεται δὲ τῆς ἐνεργείας τοῦ δρώπακος· τοῦτο μὲν γὰρ ἐᾷ τὴν σάρκα τρυφεράν, ὁ δὲ δρώπαξ εὐτροφωτέραν ποιεῖ καὶ μυωδεστέραν. ὀχληρὰ δʼ ἐστὶν ἡ χρῆσις αὐτοῦ· προαποσμῆξαί τε γὰρ ἐκ τοῦ σώματος δεῖ τὸ ἐλαιῶδες — οὐκ ἂν γὰρ ἅψαιτο — καὶ χρόνον γίνεσθαι ἐν τῇ χρήσει· διὸ καὶ τὰς προστάδας, ἐν αἷς παραλαμβάνεται, δεήσει μετρίως ἀλεεινὰς εἶναι πρὸς τὸ μὴ καταλυθῆναι τὴν δύναμιν.

`10.15`

Περὶ κουρᾶς καὶ ξυρήσεως.

`10.15.1–10.15.5`

Κουρὰ δὲ καὶ ξύρησις ἐν ἰατρικῇ παρελήφθησαν ὡς κενοῦντα καὶ ταῖς χρονίαις ἁρμόζοντα διαθέσεσιν. ἐπὶ δὲ κεφαλῆς ἀφαιρεῖν πρῶτον τὰς τρίχας δεήσει μαχαίραις, εἶτα ξυρᾶν, εἶτα καὶ τῇ ἀναξυρήσει χρῆσθαι· ἡ δὲ τῶν ἀτριχούντων ξύρησίς ἐστι καὶ καθαρωτέρα καὶ πραοτέρα τῆς ἐν χρωτὶ κουρᾶς· διὰ δὲ συμπεπλεγμένην καταβροχὴν καὶ τρῖψιν ὀχληροτέρα γίνεται, καὶ μᾶλλον ἐπὶ βαθείας κόμης. τῆς δὲ κουρᾶς ἡ παραπλήσιος τῇ ξυρήσει ψιλοῦσα τὰς τρίχας ἔχει τι πληκτικόν, ὅθεν ἐπὶ τῶν εὐτρέπτων εὐαφῶς αὐτῇ καὶ πράως χρηστέον. ὅταν μέντοι δέῃ μετὰ τοῦ σικύας προσβάλλειν, ἐπιξυρητέον τὸν τόπον, ὥστε προσπεσεῖν αὐτάς· οὐδὲ γὰρ ἔτι χρῄζει τοσαύτης διαβροχῆς τε καὶ τρίψεως. ἐμποιεῖ μὲν οὖν διαπνοὴν ἡ πραεῖα κουρὰ καὶ ξύρησις, ἐπιτήδεια δὲ παρέχεται τὰ μέρη καὶ πρὸς ἄλλα βοηθήματα δραστικά.

`10.16`

Περὶ κτενισμοῦ.

`10.16.1–10.16.2`

Ἐπὶ τῶν γυναικῶν τῶν τὴν ἐκ τῆς τριχώσεως εὐπρέπειαν προτιμουσῶν τῆς ὑγείας, τοπικοῦ βοηθήματος ὁ κτενισμὸς χώραν ἐπέχει, τῆς τρίψεως ἐνεργέστερον ὠφελῶν, καθʼ ἑκάστην τριχὸς ἔκφυσιν ἑλκομένης τῆς σαρκός. οἱ δὲ πυκνοὶ τῶν κτενῶν ὀδόντες εἰς βιαιότερον ἐπισπῶνται τὰς τρίχας.

`10.17`

Ἐκ τῶν Ἡροδότου· περὶ κατακτενισμῶν· ἐκ τοῦ Περὶ τῶν ἔξωθεν προσπιπτόντων βοηθημάτων.

`10.17.1–10.17.2`

Τοὺς τῆς κεφαλῆς κατακτενισμοὺς ἐν μὲν ταῖς πρώταις ἡμέραις παραιτητέον, οὔτε ἀναγκαίους οὔτε λυσιτελεῖς ὄντας, μετὰ δὲ τὸ πρὸ τροφῆς ἄλειμμα καὶ πρόσκλυσμα, εἴπερ ἔθος ἔχοιεν, παραληπτέον μέχρι τοῦ τὰ περὶ τὴν κεφαλὴν ἀσκύλτως διαπονῆσαι. εἰ δέ τι ἔξωθεν παρεπιφαίνοιτο σύμπτωμα, οἷον ἄλγημα κεφαλῆς ἢ κατάρρους νεοσύστατος ἢ ἐξανθήματα ἢ στάξαν αἷμα ἢ καί τις ἄλλη ὑπόνοια φαύλη, παραιτητέον.

`10.18`

Περὶ διασφίγξεως καὶ κατειλήσεως· ἐκ τῶν Ἡροδότου· ἐκ τοῦ αὐτοῦ.

`10.18.1–10.18.14`

Παραληπτέον διάσφιγξιν τε καὶ κατείλησιν ἐν παντὶ μέρει τῆς νόσου, καὶ πρὸ τοῦ παροξυσμοῦ καὶ κατὰ τὰς τούτων ἀρχάς. καλὸν μὲν οὖν διαδεῖν καὶ κατειλεῖν πρὸ μιᾶς ἢ δυοῖν ὡρῶν· εἰ δʼ ἀγνοηθεῖεν οἱ τῶν ὑπόπτων καιροί, καὶ γενομένων τῶν παροξυσμῶν. οὐ πολλῆς μὲν ἔτι τῆς ἐξ αὐτῶν ὠφελείας δεησόμεθα· ὅμως χρηστέον ταῖς μὲν διαδέσεσιν ἐπὶ τῶν μετὰ ῥίγους ἐπισημαινομένων καὶ ἀλγούντων καὶ σπωμένων καὶ ῥευματιζομένων καὶ αἱμορραγούντων καὶ παλμῶν καὶ λυγμῶν καὶ ἐμπνευματώσεων καὶ ἀγρυπνιῶν, ταῖς δὲ κατειλήσεσι πάντας τοὺς κατὰ πάθος ἢ σύμπτωμα ψυχομένους ὑπακτέον. δεῖ δὲ προσάγειν τὰς διασφίγξεις τοῖς εὐρυχωροτέροις ἀγγείοις, ἐν οἷς τὸ αἷμα πολὺ καὶ τὸ πνεῦμα· ἐπιτήδεια τοίνυν πρὸς διάσφιγξιν βραχιόνων μὲν μέρη τὰ πρὸς μασχάλαις καὶ καρποῖς, σκελῶν δὲ τὰ πρὸς τοῖς βουβῶσι καὶ ἰγνύαις καὶ σφυροῖς· ἡ γὰρ ὁλκὴ τῶν νοσοποιῶν ὑλῶν οὕτως ἀνθέλκεται. ἡ δὲ κατείλησις ὠφελεῖ προσηνῶς κατέχουσα τὴν ὕλην καὶ τὴν φυσικὴν φυλάττουσα θερμασίαν, καὶ μάλιστα εἰ μετὰ συναλειμμάτων προσάγοιτο. ἀνεπιτήδειοι δὲ πρὸς ταῦτα τὰ βοηθήματα οἵ τε κατὰ περίστασιν τὸ νευρῶδες πεπονθότες, ὡς ποδαλγικοὶ καὶ ἀρθριτικοί· ἀπρόσφοροι δὲ καὶ οἱ πρὸ τῶν παροξυσμῶν ἱδρωτικοὶ καὶ ὅσοι μεθʼ ἱδρώτων ἐπισημαινόμενοι· ἐπιτείνοιτο γὰρ ἂν αὐτῶν τὰ συμπτώματα, εἰ κατειληθεῖεν ἢ διαδεθεῖεν. ὁ δὲ τρόπος τῆς ἐνειλήσεως τοιοῦτος ἔστω· ἐκ μαλακῶν ἐρίων πλατεῖς κύκλους παρασκευάσαντες κατειλοῦμεν ἀπὸ δακτύλων ἄκρων χειρῶν μέχρι μασχαλῶν, καὶ ὁμοίως ἀπὸ βουβώνων ἄχρι δακτύλων, ἐπὶ πλέον τε τά τε κόρωνα καὶ τὰ γόνατα, οἷς ῥᾳδίως γυμνοῦσθαι συμβαίνει διὰ τὰς τῶν μερῶν ἐκτάσεις τε καὶ συγκάμψεις· καὶ ἄλλως ὀλιγοσαρκότερα ὄντα τάχιον καὶ ἐπὶ πλέον περιψύχεται. αἱ δὲ πιέσεις πρὸς δύναμιν γινέσθωσαν. χρώμεθα δʼ ἐνειλήσεσι καὶ τοιούτῳ τρόπῳ· τὰ τῶν ἐρίων ἀποσπάσματα τοῖς ἄκροις περιτιθέντες ἐπιδέσμοις ἀραιοῖς ἄνωθεν κατειλοῦμεν, πρὸς δύναμιν πάλιν πιέζοντες. πάντων δὲ κατειληθέντων, ἐκ διαλειμμάτων ἅπτεσθαι δεῖ τῶν σφυγμῶν, μὴ λάθωμεν κακώσαντες τὰς δυνάμεις, μετὰ τοῦ ἔξωθεν ἐπιθεωρεῖν, οἷον χροιάν, ἀναπνοήν, ἀπόκρισιν, κατάκλισιν. τοὺς δʼ ἐπιφαινομένους ἱδρῶτας, εἰ μὲν ἐπὶ διαμονῇ γίνοιντο, μηδὲν ἐλαττουμένης τῆς δυνάμεως, ἀγαθοὺς ἡγητέον, ἐπιμένοντας ταῖς κατειλήσεσιν· ἐν δὲ τοῖς παροξυσμοῖς ἐπισχετέον, λύοντας τὰς ἐνειλήσεις. ἐπὶ δὲ τῶν ἐπισημαινόντων θερμασίᾳ τῶν ἄκρων θέρους μὲν θᾶττον λυέσθωσαν, χειμῶνος δὲ χρονιζέτωσαν. λύειν δὲ δεῖ τὰ ἐνειληθέντα οὐκ ἀθρόως, ἀλλὰ πρότερον καὶ βραχιόνων ἁπαλαῖς ταῖς χερσὶ ψηλαφήσαντας τὰ μέρη καὶ τὰ προσκείμενα τῶν συγκριμάτων ἀφελόντας, θέρους μὲν τοῖς περιβολαίοις σκέπειν δεῖ, χειμῶνος δὲ χερσίν· ὑποβληθέντα γὰρ ἀθρόως τῷ ἀέρι ψύχεται. λύομεν δὲ καὶ τὰ λοιπὰ μέρη παραινοῦντες ἡσυχάζειν αὐτοῖς καί, εἰ δυνατόν, μιᾷ κατακλίσει χρῆσθαι.

`10.18.15`

Περὶ διαδέσεως.

`10.18.16–10.18.17`

Αἱ διαδέσεις γινέσθωσαν τὸν τρόπον τοῦτον· τελαμῶνας πλατεῖς ἐξ ἐρίων στρεπτῶν ἢ πιλωτῶν ἢ ἐσθήτων λαβόντες προανατετριμμένοις τοῖς ἄκροις περιθήσομεν, στοχαζόμενοι τοῦ μὴ παραθλῖψαι τὴν σάρκα, πιέζειν δὲ πειθηνίως μετʼ εὐτονίας, ὅπερ συμβήσεται εὖ, ἂν εὐαφεῖς καὶ πλατεῖς ὦσι καὶ μετὰ δευτέραν περιείλησιν μᾶλλον σφίγγωνται· οὐκ ἐγκοπήσεται γὰρ ἡ σάρξ, ἀλλὰ πιεσθήσεται. τῆς δʼ αὐτάρκους διαδέσεως μέτρον ἄριστον ἐπαναστῆναι πᾶσαν τὴν κύκλῳ τῶν διαδεδεμένων σάρκα μετʼ ἐρυθήματος καὶ τῆς τῶν ἀγγείων διεγέρσεως, φυλαττομένων ἡμῶν πάλιν τὸ ἐπὶ πλέον πιέζειν, μή ποτε ναρκήσῃ τὰ μέρη, καὶ ὀδύνης αἴτιοι γενώμεθα. μέτρον δʼ ἄριστον τούτων ἥ τε τοῦ ῥίγους ἀπαλλαγὴ καὶ ἡ περὶ τοῖς ἄκροις θερμασία, ἐπιδεδωκυίας δηλονότι τῆς ἐπισημασίας, ἐπὶ δὲ τῶν λοιπῶν ἡ τῶν συμπτωμάτων.

`10.19`

Ἐκ τῶν Ἀντύλλου· περὶ ὑποθυμιαμάτων· ἐκ τοῦ α λόγου τῶν ἔξωθεν προσπιπτόντων βοηθημάτων.

`10.19.1–10.19.10`

Ὑποθυμιάσει χρώμεθα ἐπὶ γυναικῶν πνιγομένων ὑστερικῶς, ἢ τῆς ὑστέρας προπεπτωκυίας, ἢ ψύξεως ἢ ξηρότητος ἢ πολλῆς ὑγρότητος περὶ τὴν ὑστέραν οὔσης, ἐπί τε ἐπιληπτικῶν καὶ ἑτεροκρανικῶν καὶ ὀρθοπνοϊκῶν καὶ ἀσθματικῶν καὶ καταρροϊκῶν κυνικῶς τε σπωμένων. ἐπὶ μὲν οὖν τῶν ὑστερικῶν πνιγμῶν καὶ προπτώσεως καὶ ἀποστροφῶν ὑποθυμιᾶν σμύρναν ἢ λιβανωτὸν ἢ βδέλλιον, εἰ μὲν οὖν δύναιτο ἡ γυνὴ καθῆσθαι, καθίσαντες αὐτὴν ἐπὶ μαιωτικοῦ δίφρου, περιστείλαντες ἰσχυρῶς ἱματίοις, ὥστε μηδὲν ἄλλο μέρος πλὴν τὸ πρόσωπον γεγυμνῶσθαι· εἰ δὲ μὴ δύναιτο καθίσαι διὰ τὴν πνίγα ἢ διὰ τὴν ἀσθένειαν, ἀνακειμένην ὑποθυμιατέον, τοῦ πυρὸς ὑπὸ τοῖς ἱματίοις σκεπομένου. ἐπὶ δὲ προπτώσεως τοῖς δυσώδεσιν ὑποθυμιατέον, οἷον βδέλλαις κνισουμέναις, πτεροῖς καιομένοις ἢ θριξὶν ἢ ἐρίοις ἢ σπόγγοις· ἢ οὕτως παρασκευάσομεν· βαλόντες εἰς χύτραν καινὴν οἶνον, ἐμπάσαντες εἰς αὐτὸν ἐπὶ μὲν ψύξεως σμύρναν λείαν, ἄμωμον, κασίαν, ἐπὶ δὲ ξηρότητος σάμψυχον, στάχυν, κρόκον, ἐπὶ δʼ ὑγρότητος ὄξος, γλήχωνα, ἶριν, θύμον, πῶμα δὲ ξύλινον ἐπιθέντες τῇ χύτρᾳ τετρημένον κατὰ μέσον, προσαλείψομεν τὸ πῶμα τοῖς χείλεσι τῆς χύτρας ἢ πηλῷ κεραμικῷ ἢ σταιτί, εἰς δὲ τὴν ὀπὴν κάλαμον εὐθύτρητον ἐναρμόσομεν, καὶ τούτου τὴν ἐναρμογὴν ὡς μηδεμίαν εἶναι παραπνοήν, τῷ δʼ ἑτέρῳ πέρατι τοῦ καλάμου μολυβδοῦν σωλήνιον περιαρμόσομεν λεῖον κατὰ τὸ χεῖλος· τὴν δὲ γυναῖκα καθίσομεν ἐπὶ δίφρου μαιωτικοῦ ἔχοντος ἐκκοπὴν κατὰ μεσότητα, ἔπειτα τὸ πῦρ ὑποθέντες πρᾶον τῷ δίφρῳ καὶ ἐπʼ αὐτῷ τὴν χύτραν στήσαντες, ὥς ἐστιν ἐνηρμοσμένος ὁ κάλαμος, καὶ διὰ τῆς ὀπῆς τῆς ἐν τῷ δίφρῳ τὸν κάλαμον ἐκβαλόντες. ἔστω δὲ τοιοῦτος τὸ μῆκος, ὥστε βραχὺ παντελῶς ὑπερέχειν τοῦ δίφρου τὸ περιηρμοσμένον αὐτοῦ μολίβιον, ὃ κελεύσομεν προστιθέναι τῷ στόματι τῆς ὑστέρας, καὶ οὕτω τὴν χύτραν πυρώσομεν· πυρουμένης γὰρ αὐτῆς, ἀτμὸς ἀναβήσεται ἀπὸ τῶν ἐγκειμένων καὶ διοδεύσας διὰ τοῦ καλάμου εἰς τὴν ὑστέραν ἀφίξεται· περίκειται γὰρ τὸ μολίβιον προσηνείας χάριν, ἵνα μὴ ἐπινύσσῃ ὁ κάλαμος. μετὰ δὲ τὴν αὐτάρκη πυρίαν, ἔτι ἐγκειμένου τοῦ καλάμου, ἡ χύτρα τοῦ πυρὸς ἀφαιρείσθω· ἐὰν γὰρ ἀνιόντος τοῦ ἀτμοῦ ἔτι ζέοντος ὁ κάλαμος ὑφαιρεθῇ, κατακαίεται ὁ κόλπος ὁ γυναικεῖος. ἐπὶ δʼ ἐπιλήπτων ὑπὲρ τοῦ διαγνῶναι εἰ εἰσὶν ἐν τῷ πάθει γαγάτην ὑποθυμιάσομεν· ὑπὲρ δὲ τοῦ τοὺς κωματιζομένους ἐπεγερθῆναι καστόριον θριξὶ κεκαυμέναις, θείῳ, ἐλέφαντος ῥινίσματι, κέρατι ἐλαφείῳ, ἵππου λειχῆνι· ἐπὶ δʼ ἑτεροκρανικῶν καὶ σκοτωματικῶν καὶ κυνικῶς σπωμένων ἑρπύλλου καὶ κισσοῦ φύλλοις, μανδραγόρᾳ, μαράθῳ. ἀσθματικοὺς δὲ καὶ ὀρθοπνοϊκοὺς ὑποθυμιατέον θείῳ, ἀβροτόνῳ, ὑσσώπῳ, ἡδυόσμῳ. δεῖ δὲ καθημένους ὑποθυμιᾶσθαι περιστελλομένους ἱματίοις, τὸ πῦρ ἔχοντας μεταξὺ τῶν σκελῶν καὶ κεκυφότας ἕλκειν κεχηνότι τῷ στόματι τὴν πνοήν. μετὰ δὲ τὴν ὑποθυμίασιν διακλύζεσθαι χρὴ μελικράτῳ τοὺς ἄλλους, τοὺς δὲ περὶ τὸν θώρακα ἔχοντας διάθεσιν γάλακτι.

`10.20`

Περὶ ὀσφραντῶν· ἐκ τοῦ αὐτοῦ λόγου.

`10.20.1–10.20.4`

Ὀσφραντοῖς χρηστέον, ἐπὶ μὲν ὑστερικῶν πνιγμῶν καστορίῳ ὄξει πεφυρμένῳ, κεκαυμένοις θριξίν, ἐρίοις κεκαυμένοις, σπόγγῳ ὁμοίως, ἐλλυχνίῳ ἄρτι ἐσβεσμένῳ, θείῳ ἀπύρῳ θυμιωμένῳ, βδέλλαις καπνιζομέναις· ἐπὶ δὲ προπεπτωκυίας ὑστέρας ὀσφραντέον στάχυϊ, κασίᾳ, κόστῳ, ἴριδι, φύλλῳ, τοῖς εὐώδεσι μύροις. ἁρμόζει δὲ καὶ πρὸς λειποθυμίας καὶ ναυτίας ταῦτα, καὶ ἔτι μᾶλλον οἶνος μετά τινος αὐτῶν ἢ ὄξος ἐναποβρεχομένου θύμου, γλήχωνος, θύμβρας, ὀριγάνου, σελίνου. ἁρμόζει δὲ καὶ φύλλα ἀμπέλου καὶ ῥόδα. πρὸς δὲ τὴν ἀπʼ ἐνδείας ἔκλυσιν ἐπιτήδεια ὀσφραντὰ ἄρτος κεκαυμένος, ἄλφιτα οἴνῳ διάβροχα, μῆλον, ἄπιον, μέσπιλον, βράβυλον, οὖον, φοίνιξ, πέπων, μηλοπέπων· τοῖς δʼ ἐπὶ κεφαλαλγίας λειποθυμοῦσι πευκέδανον, πόλιον, δαφνίδες, κυπαρίσσου σφαιρία, ἕρπυλλος, μελάνθιον καιόμενον.

`10.21`

Περὶ σμηγμάτων· ἐκ τοῦ αὐτοῦ λόγου.

`10.21.1–10.21.4`

Σμήγματα δὲ παραλαμβάνεται, τὰ μὲν ὑπὲρ τοῦ ῥύψαι τὴν ἐπιφάνειαν, τὰ δʼ ὑπὲρ τοῦ λεπτῦναι τὸ δέρμα, τὰ δʼ ὥστε ἀμύξαι καὶ ἀναστομῶσαι τὸ σῶμα, τὰ δʼ ἐπὶ πιτυριάσεως καὶ ψώρας καὶ φθειριάσεως ἢ κονίδων ἐνοχλουσῶν. ῥυπτικὰ μὲν οὖν ἐστι νίτρον, ἀφρόνιτρον, ἅλας, μέλι, ἁλὸς ἄνθος, κιμωλία, ἐρεγμός, ζύμη, κρίθινον ἄλευρον, πίτυρα, τέφρα κοινῶς πᾶσα, κίσηρις, ψάμμος· λεπτυντικὰ δʼ ἐλλέβορος λευκὸς λεῖος, ἀλκυόνιον, θεῖον, σταφὶς ἀγρία, νάπυ, κάχρυ, πύρεθρον, πέπερι, λιμνῆστις, κόκκος Κνίδιος, εὐφόρβιον. πιτύροις δὲ καὶ τοῖς ψωρώδεσιν, ἔτι δὲ φθειριάσεως σμήγματα κατάλληλα τεύτλου χυλός, πτισάνης χυλός, θεῖον ἄπυρον, ἐλλέβορος, σταφὶς ἀγρία, σηπίας ὄστρακα κατακεκαυμένα. πάντα δὲ τὰ σμήγματα ἀνήλειπτον προσφέρειν τῷ σώματι, σινδονίῳ ξηρῷ προξηροτριβηθέντι καὶ προϊδρώσαντι.

`10.22`

Περὶ ἰσχαίμων· ἐκ τοῦ αὐτοῦ λόγου.

`10.22.1–10.22.5`

Τῶν ἰσχαίμων τὰ μὲν τῷ ψύχειν ἵστησι τὰς αἱμορραγίας, τὰ δὲ τῷ στύφειν, τὰ δὲ τῷ παρεμπλάσσειν, τὰ δὲ τῷ ξηραίνειν, τὰ δὲ τῷ καίειν. ὕδωρ μὲν οὖν ψυχρὸν καὶ χυλὸς ψυλλίου, κωνείου, σέρεως, πολυγόνου διὰ τὸ ψύχειν ἵστησιν· ὄξος δὲ καὶ ὀξύκρατον καὶ χυλὸς ἀνδράχνης, ἀρνογλώσσου, ῥοῦ Συριακοῦ, ὑποκιστίδος, βαλαυστίου διὰ τὸ στύφειν· ἔτι δὲ κηκίς, ἀκακία, ὀμφάκιον, λεπίς, ἰός· γύψος δὲ καὶ καδμεία καὶ ψιμύθιον καὶ διφρυγὲς κεκαυμένον καὶ Σάμιος ἀστὴρ καὶ γῆ Σαμία καὶ ἤλεκτρον καὶ μίλτος Λημνία καὶ ἀράχνιον καὶ μάννα τῷ παρεμπλάσσειν· σπόγγος δὲ καινὸς εἰς πίσσαν ἀποβραχεὶς καὶ καεὶς τρύξ τε οἴνου καὶ ὄξους τῷ ξηραίνειν· μίσυ δὲ καὶ χαλκῖτις καὶ χάλκανθος καὶ καυτήριον τῷ καίειν καὶ συνάγειν τὰ σώματα. δεῖ δʼ ἄρχεσθαι μὲν ἀπὸ τῶν ψυχόντων ἢ στυφόντων, ἐπὶ τελευταίᾳ δὲ τὰ καίοντα παραγίνεσθαι. εἰδέναι δὲ χρὴ ὅτι αἱ μὲν τῶν ἄλλων μερῶν αἱμορραγίαι πλείστοις εἴδεσι τῶν ἰσχαίμων χαίρουσιν, αἱ δʼ ἀφʼ ὑστέρας καὶ τῶν ἐν βάθει πρὸς μὲν τὰ καίοντα ὅλως ἀλλοτριοῦνται, ἧσσον δὲ καὶ τοῖς ψύχουσιν ὑπακούουσιν. χαίρει δʼ ὑστέρα μὲν τοῖς στύφουσι μάλιστα· αἱ δὲ διὰ στόματος ἀναγωγαὶ οὔτε τὰ ξηραίνοντα προσδέχονται οὔτε τὰ εἰρημένα, εὐαρεστοῦσι δὲ τοῖς παρεμπλάσσουσιν, οὐ μὴν πᾶσιν, ἀλλʼ ὅσα ποθῆναι δύναται καὶ ἀκίνδυνα καθέστηκεν· ψιμύθιον γὰρ καὶ γύψος καὶ καδμεία καὶ διφρυγὲς δηλητηρίων ἔχει χώραν· ἐπὶ τῶν ἔξωθεν οὖν αἱμορραγιῶν ταῦτα ἐπιτήδεια παραλαμβανόμενα.

`10.23`

Περὶ κολλυρίων· ἐκ τοῦ αὐτοῦ λόγου.

`10.23.1–10.23.19`

Κολλύρια τὰ μὲν ἰδίως λεγόμενα ὀφθαλμοῖς προσφέρεται λεανθέντα· τὰ δὲ κοινῶς προσαγορευόμενα ὁλόκληρα τὰ μὲν προστίθεται, τὰ δʼ ἐντίθεται· προστίθεται μὲν ὑστέρᾳ, ἐντίθεται δὲ σύριγξι καὶ κόλποις. τὰ μὲν οὖν ὑστέρᾳ προστιθέμενα κάθαρσίν τε προκαλεῖται καὶ ἔμβρυα ἐκβάλλει· σκευάζεται δὲ διά τε κολοφωνίας καὶ σμύρνης καὶ κράμβης ῥίζης, δικτάμνου καὶ ἐλατηρίου. δεῖ δὲ μῆκος μὲν εἶναι δακτύλων τεσσάρων τὰ κολλύρια, μύουρα δὲ κατὰ τὸ σχῆμα, καὶ κροκύδι περιελίσσειν ἢ λίνῳ ἐπιμήκει, ὅπως μετὰ τὸ αὐτάρκη μεῖναι χρόνον ἐπισπασθῇ διὰ τῆς κροκύδος ἢ τοῦ λίνου ἔξω. χρίεσθαι δὲ τὸ κολλύριον κυπρίνῳ. χρὴ δὲ φυλάσσεσθαι ὡς μήτε φλεγμαινούσης μήτε ὀδυνωμένης τῆς ὑστέρας προστεθῇ. τὰ δʼ ἐντιθέμενα κολλύρια σύριγξί τε καὶ κόλποις, τὰ μὲν ἐμβαλλόμενα τοῖς κόλποις ὑπὲρ τοῦ παρακολλῆσαι παραλαμβάνεται — γίνεται δὲ ταῦτα διὰ μέλιτος ἑφθοῦ ἢ διὰ ταυροκόλλης καὶ διʼ ἰοῦ ἢ καὶ διὰ χαλκοῦ κεκαυμένου —, τὰ δʼ ἐπὶ τῶν συρίγγων ἐντιθέμενα ὑπὲρ τοῦ ἐκτυλῶσαι· σκευάζεται δὲ διὰ μέλιτος καὶ μίσυος καὶ χαλκάνθου καὶ χαλκίτεως καὶ λεπίδος μελαίνης καὶ ῥίζης πρασίου καὶ κεδρίας καὶ σέρεως. ἔστω δὲ ταῦτά τε καὶ τὰ ἐπὶ τῶν κόλπων μήκει μὲν σύμμετρα τοῖς κόλποις ἢ τοῖς σύριγξι, πάχει δʼ ἐλάσσω, ὡς μὴ διεσφηνῶσθαι. ἐντίθεται δὲ καὶ σπόγγος καὶ πάπυρος ἐσκελετευμένα λίνῳ ἐπί τε κόλπων καὶ συρίγγων ὑπὲρ τοῦ ἀναξηρᾶναι, εἰ τούτου δεοίμεθα — ἐπισπᾶται γὰρ εἰς ἑαυτὰ τὴν ἰκμάδα — καὶ ὑπὲρ τοῦ διευρῦναι καὶ ἀνοῖξαι τὰ στόμια τῶν συρίγγων παρασχεῖν τε χώραν τοῖς κολλυρίοις τῆς παρόδου. τῶν δʼ ὀφθαλμικῶν κολλυρίων τὴν μὲν ὕλην ἐξεθέμεθα ἐν τῷ περὶ ἐμβροχῶν καὶ καταπλασμάτων καὶ ἐμπλασμάτων τόπῳ. σκευάζειν δὲ τὰ κολλύρια ἔαρος· θέρους τε γὰρ ἡ δύναμις αὐτῶν διαπνεῖται, καὶ μάλιστα τῶν ἀρωμάτων ξηρῶν κοπτομένων, ἔτι τε ἐξαεροῦται· χειμῶνος δʼ ἐν μὲν τῷ ξηρὰ κόπτεσθαι οὐδὲν λυπεῖται, τριβόμενα δὲ σὺν τῷ ὑγρῷ φρίσσει καὶ οὔτε ἀνίησι τὰς δυνάμεις οὔτε ἀνακιρνᾶται ἀλλήλοις. ἐνίοτε δέ, καθάπερ ἐν ταῖς δυσχειμέροις χώραις, καὶ ἀποβάλλει τὰς δυνάμεις τὰ φάρμακα χειμῶνος, ἐν τῷ ὑγρῷ τριβόμενα· ἐκπήγνυται γάρ. οὐδὲ λίαν ξηροτριβεῖν τὰ φάρμακα· τὸ γὰρ χνοῶδες αὐτῶν, ὅπερ ἐστὶ καθαρώτατον τῇ δυνάμει, ἐξατμίζεται καὶ ἀπέρχεται. τριπτέον δὲ καθʼ αὑτὰ μὲν ξηρὰ τὰ φάρμακα, ὥστε διασῆσαι χωρὶς βίας διὰ τῶν λεπτοτάτων κοσκίνων σὺν τῷ ὑγρῷ. οὐκ ἀθρόον δὲ παραχυτέον τὸ ὑγρόν, ἀλλὰ κατὰ βραχύ, ὥστε ἀεὶ γλοιῶδες καὶ ἰξῶδες τρίβεσθαι τὸ φάρμακον· οὕτως γὰρ ἑνωθήσεται τὰ ἐμβαλλόμενα πρὸς ἄλληλα· εἰ δὲ πᾶν ἐπιχυθείη τὸ ὑγρόν, τὰ μὲν μεταλλικὰ ὑφιζάνει, τὰ δʼ ἀρωματικὰ ἐπιπολάζει, καὶ οὔτε ἀλλήλοις ἀναγκασθήσεται ἑνωθῆναι οὔτε ὑποπεσεῖται τῷ λεαντῆρι, προτρέχοντα καὶ διαφεύγοντα τῷ ὑγρῷ. τὸ δʼ ὕδωρ ὄμβριον ἔστω — λεπτὸν γὰρ τοῦτο καὶ διαδύεται διὰ πάντων —, εἰ μὴ οἴνῳ τύχοι τὸ κολλύριον ἀναλαμβάνεσθαι. τὰ μὲν δὴ διὰ μεταλλικῶν σκευαζόμενα κολλύρια λεαίνεται χρόνῳ πολλῷ, τὰ δὲ διὰ χυλῶν ὀλιγημέρου δεῖται τρίψεως. μετὰ δὲ τὸ αὐτάρκως ἔχειν τῆς λεάνσεως κόμμι προσβάλλεται τοῖς κολλυρίοις ὑπὲρ τοῦ συναγαγεῖν καὶ μετὰ τὸ ξηρανθῆναι ἀρραγῆ παρέχειν τὰ κολλύρια· ἰδίαν γὰρ δύναμιν οὐδεμίαν ὀφθαλμοῖς ἐπιτήδειον ἔχει τὸ κόμμι. ἀποτίθεσθαι δὲ χρὴ μετὰ τὸ ἀναπλάσαι τὰ κολλύρια ἐν ἀγγείῳ χαλκῷ· βελτιοῦται γὰρ ὑπὸ τοῦ χαλκοῦ τὰ ὀφθαλμικά. τοῖς μὲν οὖν διὰ χυλῶν εὐθὺς δεῖ χρῆσθαι, τὰ δὲ διὰ τῶν μεταλλικῶν παλαιούμενα κρείσσω γίνεται.

`10.23.20`

Τρόποι χρήσεως.

`10.23.21–10.23.30`

Ἁρμόζει ἀρχομένῃ μὲν ὀφθαλμίᾳ, καὶ μάλιστα θέρους, τὰ διὰ γλαυκίου καὶ κρόκου καὶ σαρκοκόλλης· ῥεύματι δὲ τὰ διὰ ῥόδων, τὰ διὰ φοινίκων ὀστέων κεκαυμένων, τὰ διὰ θαλλίας· ὀδύναις δʼ ἰσχυραῖς τὰ διʼ ἀστέρος, τὰ διʼ ἀμύλου, τὰ Βαβυλώνια καλούμενα· χημώσεσι δὲ τὰ διὰ πομφόλυγος, τὰ διὰ ψιμυθίου, τὰ διὰ νάρδου· πρὸς δʼ ἕλκη τὰ διὰ λιβάνου· πρὸς δὲ τὰς διαθέσεις τὰς ἐγκεχρονικυίας τὰ δριμέα· τὰ δʼ αὐτὰ καὶ πρὸς ἀμβλυωπίας. ἡ δʼ ὕλη παρὰ πᾶσιν ἔγκειται τῶν κολλυρίων. δεῖ δʼ ἐγχυματίζειν ἐπί τε χημώσεως καὶ φλεγμονῶν ἰσχυρῶν, ἵνα μὴ ἐρεθίζῃ τὸ πάθος ἡ μήλη ψαύουσα· ὑπαλείφειν δʼ ἐπὶ τῶν ἄλλων περιστάσεων. τῷ δὲ πυρῆνι τῆς μήλης οὐ ψαυστέον τοῦ ὀφθαλμοῦ, ἀλλὰ καταπλασθέντος τοῦ κάτω βλεφάρου ἐκεῖνο παραθετέον τὸ φάρμακον. αἱ δʼ ἐξ ὑποβολῆς ἐγχρίσεις καὶ αἱ κατʼ ἐκτροπὴν θεατρικὸν μέν τι ἔχουσιν, ἀνίατρον δέ· αἱ μὲν γὰρ ἐξ ὑποβολῆς λυμαίνονται τὸν ὀφθαλμόν, πρὸς ἀντίτυπον τὴν μήλην παρατρίβουσαι, αἱ δὲ κατʼ ἐκτροπὴν τυλώδη ποιοῦσι τὰ βλέφαρα. αἱ δʼ ὑγραὶ λεγόμεναι χρήσιμοι μέν εἰσι πρός τε ἀμβλυωπίας καὶ πρὸς ἀρχομένας ὑποχύσεις· σκευάζονται δὲ διὰ μέλιτος Ἀττικοῦ καὶ ὀποβαλσάμου καὶ χολῆς, μάλιστα μὲν ὑαίνης, εἰ δὲ μή, ἐχίδνης ἢ ἀετοῦ ἢ γυπὸς ἢ πέρδικος ἢ ἀλεκτορίδων λευκῶν ἢ κορακίνων τῶν ἰχθύων. ἐνίοτε δὲ καὶ μαράθου χυλὸν λαμβάνουσιν ἢ ἔλαιον τὸ διὰ παλαιότητα ἤδη λεπτὸν καὶ λελυμένον ἢ ὀπὸν Κυρηναϊκὸν ἢ κιννάμωμον ἢ τοῦ λεγομένου βησασᾶ τοῦ σπέρματος, ὅπερ ἡγούμεθα πήγανον ἄγριον εἶναι. δύνανται δʼ αἱ ὑγραὶ λεπτύνειν τε καὶ θερμαίνειν καὶ καθαίρειν. δεῖ δὲ καὶ πάντα μὲν τὰ ὀφθαλμικὰ φάρμακα, μάλιστα δὲ τὰ ὑγρά, τῆς καταλλήλου χρήσεως τυγχάνειν· κεφαλῆς ἀσυμπληρώτου καὶ τῆς κοιλίας μεμαλαγμένης, οὕτω προσφέρειν· ἰδίως δὲ τὰς ὑγρὰς καὶ ἐν τῷ περιέχοντι καθαρῷ καὶ βορείῳ καὶ αἰθρίῳ· νότου γὰρ πνέοντος, ἢ ἀχλυώδους ὄντος τοῦ ἀέρος ἢ ὑγροῦ ἢ ψυχροῦ καὶ πεπηγότος, ἀλυσιτελὴς ἡ χρῆσις. τὸ δʼ ὅμοιον καὶ ἐπὶ τῶν ὀξυδορκικῶν συντετύχηκε κολλυρίων. καὶ τὰ ἄλλα δέ, ὅσα πρὸς ὀφθαλμίας χρησιμεύει, διὰ φυλακῆς ἐν τοιούτῳ περιέχοντι ἔστω, πλὴν εἰ μὴ σφόδρα τις ἐπείγοι· ἐν ταῖς ἐπείξεσι δʼ ὀλιγάκις καὶ ὀλίγοις χρηστέον.

`10.24`

Περὶ τροχίσκων· ἐκ τοῦ αὐτοῦ λόγου.

`10.24.1–10.24.10`

Τροχίσκων εἴδη εἰσὶ τρία· οἱ μὲν γάρ εἰσι πινόμενοι, οἱ δʼ ἐνιέμενοι, οἱ δὲ καταχριόμενοι. περὶ μὲν οὖν τῶν πινομένων ἐν τοῖς προσφερομένοις λέγομεν, περὶ δὲ τῶν ἄλλων νῦν. τῶν δὴ ἐνιεμένων πάλιν οἱ μέν εἰσιν ἀμβλυντικοί, οἱ δὲ στυπτικοί, οἱ δὲ καυστικοί. ἀμβλυντικοῖς μὲν χρώμεθα ἐπὶ τῶν δριμέα κάτωθεν ἐκκρινόντων καὶ ὅλως δακνομένων τὸ ἔντερον· ὕλη δʼ αὐτῶν ἄμυλον καὶ ἀστὴρ Σάμιος καὶ πομφόλυξ καὶ κόμμι καὶ τραγάκανθα καὶ γλυκυρρίζης χυλὸς καὶ ὄπιον καὶ μάννα καὶ βδέλλιον. δεῖ δὲ τὸν ἐκ τῶν τοιούτων τροχίσκον λειώσαντα μετὰ χυλοῦ πτισάνης ἐνιέναι ἢ γύρεως ἢ πιτύρων χυλοῦ ἢ φακῆς ἀφεψήματος. τοῖς δὲ στυπτικοῖς χρώμεθα ἐφʼ ὧν τε ἐπισχεῖν προαιρούμεθα ἄμετρον φορὰν καὶ ἐφʼ ὧν τονῶσαι τὸ ἔντερον· ὕλη δὲ καὶ τούτων στυπτηρία, ἀκακία, ὑποκιστίς, ῥοῦς Συριακός, βαλαύστιον, οἰνάνθη, κηκίς, σίδιον, μυρσίνη· ἐνίεται δὲ μετὰ χυλοῦ ῥόδων ἢ φακοῦ ἢ ἀρνογλώσσου. τοῖς δὲ καυστικοῖς ἐπὶ νομῆς χρώμεθα, σκευαζομένοις διὰ σανδαράκης καὶ ἀσβέστου καὶ λεπίδος χαλκοῦ καὶ χάρτου κεκαυμένου καὶ τῆς ὁμοίας ὕλης· ἐνιέναι δὲ χρὴ τοὺς τοιούτους τροχίσκους, προεδηδοκότων καὶ πεπωκότων τῶν ἀρρώστων, ὡς ἂν μὴ πληγῇ ἐκ τῆς ἀναθυμιάσεως ὁ στόμαχος. δεῖ δὲ πρὸ τῆς ἐνέσεως τούτων τῶν τροχίσκων ἅλμῃ κλύζειν, ὥστε προαπορρυφθέντων τῶν ἑλκῶν οὕτως ἐνιέναι τὸν τροχίσκον· μᾶλλον γὰρ ἐνεργεῖ. δεῖ δὲ μέλλοντας ἐνιέναι καὶ ἐμβάλλοντας εἰς τὸ ἄσκωμα τὸ ἔνεμα ἀνακινεῖν πολλάκις καὶ οὕτως ἐγκλύζειν, ἵνα μὴ ὑφιζήσῃ τὸ φάρμακον· ἐνθέντας δὲ τὸν αὐλίσκον τῇ ἕδρᾳ καὶ ἐκθλίβοντας, χρὴ στρέφειν ἐνταῦθα κἀκεῖ τὸν αὐλίσκον, ἵνα ἔνθα ἂν τυγχάνῃ τὸ ἕλκος, προσπέσῃ τὸ φάρμακον. οἱ δὲ κατάχριστοι τροχίσκοι δυνάμεως μέν εἰσι παραπλησίας τοῖς ἐνιεμένοις· οἱ μὲν γὰρ στύφουσιν, ὡς ὁ Ἄνδρωνος καὶ ὁ Πολυείδου καὶ ὁ κροκώδης καὶ ὁ κιρρὸς καὶ ὁ διʼ οἰσυπηρῶν· οὗτοι δὲ καὶ ὁ διʼ ἁλικακκάβου ποιοῦσι πρός τε ἐξανθήματα καὶ ἕρπητας καὶ ἐρυσιπέλατα καὶ παρατρίμματα καὶ αἱμορραγίας καὶ ῥευματικὰ ἕλκη· οἱ δʼ ἀμβλύνουσι καὶ ἁρμόζουσιν ἐπινυκτίσιν, ἄνθραξι, τοῖς κακοήθεσι τῶν ἑλκῶν.

`10.25`

Περὶ πεσσῶν· ἐκ τοῦ αὐτοῦ λόγου.

`10.25.1–10.25.4`

Πεσσοὶ δὲ μόνῃ μὲν ὑστέρᾳ προστίθενται· διαφοραὶ δʼ αὐτῶν τρεῖς· οἱ μὲν γὰρ μαλάσσουσιν, οἱ δὲ στύφουσιν, οἱ δʼ ἀναστομοῦσιν. τοῖς μὲν οὖν μαλάσσουσιν ἐπί τε φλεγμονῶν ὑστέρας καὶ ἑλκώσεων καὶ ψύξεων ἀναδρομῶν τε καὶ ἀποστροφῶν καὶ ἐμπνευματώσεων χρώμεθα· σκευάζονται δὲ διὰ κηροῦ Τυρρηνικοῦ καὶ κυπρίνου, σουσίνου, πιμελῆς χηνείου ἢ ὀρνιθείου, βουτύρου ἀνάλου, ῥητίνης ἀποκεκαυμένης, μυελοῦ ἐλαφείου, τήλεως καὶ τῶν ὁμοίων· τοῖς δʼ ἀναστομωτικοῖς, ἐπειδὰν κάθαρσιν ἐπεσχημένην προκαλεῖσθαι θέλωμεν ἢ μύσιν ὑστέρας ἢ συστολὴν ἐπανορθῶσαι· σκευάζονται δὲ καὶ οὗτοι διὰ μέλιτος, ἀρτεμισίας, δικτάμνου, κράμβης χυλοῦ, γλυκυσίδης, πράσου χυλοῦ, πηγάνου, σκαμμωνίας. οἱ δὲ στυπτικοὶ τὴν ἐναντίαν χρείαν ὡς πρὸς τοὺς ἀναστομωτικοὺς παρέχονται· ῥοῦν γὰρ ἐπέχουσι γυναικεῖον καὶ ἀναπεπταμένην συνάγουσιν ὑστέραν καὶ προπεπτωκυῖαν ἀναστέλλουσιν· ἡ δὲ τῶν στυπτικῶν ὕλη δεδήλωται πρόσθεν ἐν τῷ περὶ κολλυρίων καὶ τροχίσκων λόγῳ. δεῖ δὲ γλοιῶδες καὶ ὀλίγῳ παχύτερον ποιεῖν τοῦ πεσσοῦ τὸ πάχος, κἄπειτα ἔριον μοτῷ στενῷ παραπλήσιον διπλοῦν ἀποβάπτειν εἰς τὸ φάρμακον καὶ προστιθέναι εἰς τὸ στόμιον τῆς ὑστέρας, ἔχον ἐξημμένην κροκύδα ἐπιμήκη πρὸς τὸ ἐπισπᾶσθαι τὸν πεσσὸν εὐκόλως.

`10.26`

Περὶ ἐγχυματισμῶν· τοῦ αὐτοῦ· ἐκ τοῦ αὐτοῦ λόγου.

`10.26.1–10.26.3`

Ἐγχυματισμοῖς δὲ χρώμεθα ἰδίως ἐφʼ ὑστέρας διὰ μητρεγχύτου· ὁ δὲ πρὸ αὐτῆς κόλπος διὰ φυσαρίου· τὸ δʼ ἐγχυματιζόμενον εἴς τε τὸν κόλπον εἴς τε τὴν μήτραν ὁμοειδές ἐστιν. δύναται δʼ ὁ ἐγχυματισμὸς μαλάσσειν, στύφειν, θερμαίνειν, ἐκπνευματοῦν, παρηγορεῖν ὀδύνας, ταῦτα πάντα ποιῶν παρὰ τὴν διαφορὰν τῆς ὕλης. ὑγρὸν δὲ δεῖ εἶναι τὸ ἐγχυματιζόμενον ἢ ὀλίγον παχύτερον ἐλαίου.

`10.27`

Περὶ καταχρισμάτων· τοῦ αὐτοῦ· ἐκ τοῦ αὐτοῦ λόγου.

`10.27.1–10.27.5`

Χρώμεθα καταχρίσμασιν ἐπὶ μερῶν τοῦ σώματος, ἐφʼ ὧν οὔτε ἐμβροχὰς παραλαμβάνειν δυνατὸν οὔτε καταπλάσματα, οἷον ἐπὶ βλεφάρων καὶ ὤτων καὶ ῥινὸς τοῦ ἄκρου καὶ ὅλου τοῦ προσώπου· βαρεῖται γὰρ ὑπὸ τῶν καταπλασμάτων καὶ βλάπτεται πρὸς τῶν ἐμβροχῶν καταρρεουσῶν. καὶ ἐπὶ τῶν πολυκινήτων δὲ μερῶν χρώμεθα, οὐκ οὔσης μονίμου τῆς τῶν καταπλασμάτων καὶ ἐμβροχῶν χρήσεως. ἔτι καταχρίομεν τὰς πυρώδεις φλεγμονὰς καὶ τὰς ἐρυσιπελατώδεις, ἐρεθιζομένας ὑπό τε τῶν καταπλασμάτων καὶ τῶν ἐμβροχῶν. καὶ τὰς ἐπιπολαίους δʼ ἑλκώσεις καὶ τὰς ἀπὸ τῶν ἀποσυρμάτων καταχρίομεν, βαρυνομένας ὑπό τε καταπλάσματος καὶ ἐμβροχῆς. καὶ τὰ πελιώματα δὲ καὶ τὰ σομφὰ τῶν οἰδημάτων καὶ ἄλλα πλείονα καταχρίομεν.

`10.27.6`

Ὕλαι τῶν χρισμάτων μετώπων ῥευματιζομένων καὶ ὀφθαλμῶν.

`10.27.7–10.27.11`

Ἔστι δὲ τῶν μὲν κούφων καταχρισμάτων ὠοῦ τὸ λευκόν, ἢ κατʼ ἰδίαν ἢ σὺν ῥοδίνῳ ἢ σὺν οἴνῳ στύφοντι ἢ σὺν ἀλεύρῳ σιτανίῳ. ἰσχυρότερον δʼ ὠὸν σὺν μάννῃ ἢ σὺν κόμμει, καὶ ἔτι μᾶλλον κόλλα διεθεῖσα ὕδατι ζέοντι. καὶ κοχλίαι δὲ λευκοὶ σὺν τοῖς ὀστράκοις λεανθέντες ἁρμόζουσι, καὶ κατʼ ἰδίαν, καὶ σὺν τῷ ὠῷ. καὶ κρόκος δὲ σὺν οἴνῳ καταχριόμενος παρηγορεῖ, καὶ ἔτι μᾶλλον γλαύκιον σὺν οἴνῳ. ἄριστον δʼ ἐστὶ Λημνία σφραγὶς μετʼ ὄξους ἢ μετὰ χυλοῦ βοτάνης περδικίου, ἀκακία τε κιρρὰ σὺν οἴνῳ παραπλησίως ὀνίνησιν. τούτων δὲ τὰ μὲν τῷ περιτενὲς ἐργάζεσθαι τὸ δέρμα τοῦ μετώπου καὶ τῶν κροτάφων καὶ διὰ τοῦτο θλίβειν τε τὰ ἀγγεῖα καὶ ἀπολαμβάνειν τὴν ἐπιρροὴν τοῦ αἵματος ὠφελεῖ, τὰ δὲ τῷ στύφειν μετὰ τῆς περιτονίας καὶ συστέλλειν τῇ στύψει τὰ ἀγγεῖα.

`10.27.12`

Προσώπου καταχρίσματα.

`10.27.13–10.27.15`

Καταχριέται δὲ καὶ τὰ κατὰ τὸ πρόσωπον ἐξανθήματα ὠῷ μετὰ ψιμυθίου ἢ λυκίῳ μετʼ ἀμόργης ἐλαίου ἐπὶ πολὺ ἀφηψημένης. ποιεῖ δὲ καὶ πρὸς τὰ κατερρωγότα χείλη. ὑπώπια δὲ χυλῷ θαψίας καταχριστέον ἢ ὑσσώπῳ χλωρῷ. τὰ δὲ κυλοιδιῶντα πρόσωπα προπυριατέον θύμῳ ἢ θύμβρᾳ ἢ ὀριγάνῳ, εἰς ὀθόνιον ἀραιὸν ἐνδεομένοις καὶ ἀφεψωμένοις ἐν ὕδατι θερμῷ, καὶ ἔπειθʼ οὕτως ἁλὸς ἄνθει καταχριστέον.

`10.27.16`

Ὤτων χρῖσμα φλεγμαινόντων.

`10.27.17–10.27.21`

Ὦτα δὲ φλεγμαίνοντα, καὶ μάλιστα ἐκ πληγῆς, κόλλῃ σὺν ὕδατι ἢ σμύρνῃ σὺν οἴνῳ ἢ μάννῃ σὺν οἴνῳ, τὰ δʼ ἐν κεφαλῇ ἐξανθήματα μετὰ τὸ ἀποξύραι κιμωλίᾳ μετʼ ὄξους ἢ τεύτλου χυλοῦ ἐπιχρίομεν· τὰ δʼ ὑγρότερα κεδρίᾳ· τὰ δὲ κολλώδεις ἀποκρίνοντα τοὺς ἰχῶρας ἀμυγδαλίνῳ· τὰ δὲ περὶ ῥῖνα καὶ μυκτῆρας τοῖς διὰ στυπτηρίας καὶ σμύρνης καὶ ἀλόης· ἐρυσιπέλατα δὲ γλαυκίῳ ἢ χυλῷ ἀρνογλώσσου ἢ πολυγόνου ἢ στρύχνου ἢ κωνείου ἢ ἀκακίας ἢ ὑποκιστίδος· πάντων δʼ ἄμεινον ἡ ὑεία χολὴ κατάχρισμα ἐρυσιπελάτων· τὰ δʼ ἔνυγρα τοῖς λιπαροῖς, οἷον στέατι, βουτύρῳ, κηρῷ Τυρρηνικῷ σὺν ῥοδίνῳ· αἰδοῖα δὲ τοῖς στύφουσιν ἱκανῶς καὶ λεπτύνουσιν, οἱονεὶ μέλιτι μετὰ λεπίδος χαλκοῦ ἢ ἀλόῃ σὺν οἰνομέλιτι· ἄμεινον δὲ καὶ βράθυ παραπλέκειν τῇ ἀλόῃ. τὰ δʼ οἰδοῦντα τῶν μερῶν ὑδρωπικῶς ἢ ἄλλως κιμωλίᾳ μετʼ ὄξους ἢ τρυγὸς οἴνου ὑγρᾶς καταχριστέον, ἢ αὐτῇ τρυγί. τὰ δὲ καταπίμελα σώματα μέλιτι καταχριστέον ὅλα, συμπεπλεγμένων ἁλῶν αὐτῷ· βέλτιον δʼ ἐπὶ τῶν τοιούτων σωμάτων καλάμου δρόσῳ. μυρμηκίας δʼ ἡλιοτροπίου ἢ χελιδονίου ἢ βατραχίου χυλῷ χριστέον. ἐπινυκτίδας δʼ ὀπῷ Κυρηναϊκῷ ἢ Παρθικῷ σὺν οἴνῳ γλυκεῖ, ἢ κονίᾳ ἀσβέστῳ σὺν ἐλαίῳ ἢ κορίου χυλῷ χρίομεν· τὰ δὲ ψωρώδη καρδάμῳ σὺν ὄξει· ἐπὶ δὲ τῶν πυρικαύτων, ὥστε μὴ φλυκταινοῦσθαι, σμύρνῃ οἴνῳ συλλεανθείσῃ· ποιεῖ δὲ καὶ σχιστὴ στυπτηρία σὺν ὄξει καὶ κονία ἄσβεστος σὺν ὕδατι. ὀνίνησι δὲ καὶ παρωνυχίας ἄκρως στυπτηρία ὑγρὰ καταχριομένη· χείμεθλα δʼ οὐκ ἐᾷ γενέσθαι λιβανωτὸς σὺν στυπτηρίᾳ καὶ ὑείῳ στέατι χριόμενος· πρὸς δὲ τὰς ψωριάσεις καὶ κνησμοὺς σταφὶς ἀγρία σὺν θείῳ ἀπύρῳ καὶ ὄξει· πρὸς δὲ τὰς ὀγκώδεις ὑπεροχὰς ὑοσκυάμου χυλός· πρὸς δὲ τὰς ἐν δακτυλίῳ καὶ αἰδοίοις ὑπεροχὰς στυπτηρία σχιστὴ μετὰ χαλκάνθου καὶ σμύρνης στακτῆς.

`10.28`

Περὶ μαλαγμάτων· ἐκ τοῦ αὐτοῦ λόγου.

`10.28.1–10.28.8`

Διαφοραὶ τῶν μαλαγμάτων εἰσὶν αἱ μέγισται τρεῖς· τὰ μὲν γὰρ διά τινων ξηρῶν σκευάζεται, ῥιζῶν λέγω καὶ βοτανῶν καὶ σπερμάτων· τὰ δὲ διὰ τῶν μεταλλικῶν ἢ μεταλλικοῖς ἀναλογούντων· τὰ δὲ διὰ χυλῶν καὶ στεάτων καὶ δακρύων καὶ τῶν τῆξιν ἢ μάλαξιν δεχομένων. τὰ μὲν οὖν διὰ τῶν ξηρῶν σκευαζόμενα οὐδέποτε χρείαν ἑψήσεως ἔχει, ἀλλʼ αὐτὸ μόνον τήξεως δέεται· χρὴ δʼ ἐπὶ τούτων καταχεῖν τὰ ξηρὰ τῶν τηκτῶν διὰ τὸ φρύγεσθαι τὰς ῥίζας καὶ τὰς βοτάνας ὑπὸ τῆς ἑψήσεως. εἰ δʼ ὀλίγον τι μέρος ἐμβάλλοιτο τῶν ξηρῶν, προεψεῖν χρὴ τὰ λοιπά, ἔπειτα μετὰ τὴν αὐτάρκη ἕψησιν ἄραντας ἀπὸ τοῦ πυρὸς ἐμβάλλειν τὰ ξηρά. τὰ δὲ διὰ τῶν μεταλλικῶν καὶ τῶν τηκτῶν ὅπως χρὴ κατασκευάζειν, ἐν τῷ περὶ ἐμπλάστρων παραδώσομεν τόπῳ. ἁρμόζει δὲ τοῖς ὑποχονδρίοις καὶ τοῖς μέσοις πᾶσι κοινῶς μὲν τὰ διὰ τῶν ξηρῶν· ἰδίᾳ δὲ στομάχῳ μὲν ἀτονοῦντι ἢ ἀνορεκτοῦντι ἢ ἀπεπτοῦντι ἢ ἐμπνευματουμένῳ τὰ διὰ σπερμάτων, τὰ διὰ μελιλώτου, τὰ διὰ σαμψύχου, ῥευματιζομένῳ δʼ ἢ πυρουμένῳ τὰ διʼ οἰνάνθης, τὰ διὰ στυπτηρίας, τὰ διʼ ὀμφακίου· σπληνὶ δὲ καὶ ἥπατι τὰ διὰ μυροβαλάνου, τὰ διʼ ἀμμωνιακοῦ, ἰξοῦ, ὄξους, ἀσβέστου, καρδαμώμου, νίτρου, ῥίζης καππάρεως· θώρακι δʼ ἐν μὲν αἵματος ἀναγωγαῖς τὰ στύφοντα, οἷον τὰ διὰ στυπτηρίας, οἰνάνθης, ἰτεῶν, ἀσφάλτου, ἐν δὲ φθίσεσι τὸ διὰ δαφνίδων, τὸ διὰ πρασίου, τὸ διὰ καρδαμώμου, τὸ διὰ κονίας — ταῦτα καὶ ἰσχιαδικοῖς ἁρμόζει· ἐπὶ δὲ κεφαλῆς τὸ διὰ δαφνίδων, τὸ διὰ κάχρυος. εἰρήσθω δὲ ταῦτα παραδείγματος ἕνεκεν, ἐπειδὴ ἐν ἄλλοις ἄλλως πλήρεις εἰσὶν αἱ δυνάμεις τῶν πρὸς ἕκαστον ἁρμοζόντων μαλαγμάτων. τοῖς δὲ διὰ στεάτων καὶ δακρύων ἰδίως ἐπὶ νεύρων καὶ ἄρθρων ἐσκληρυμμένων χρώμεθα, καὶ τούτων δὲ παρὰ πᾶσιν αἱ γραφαὶ δεδημοσιευμέναι εἰσίν. τῶν δὲ διὰ μεταλλικῆς ὕλης σκευαζομένων ἡ χρῆσις ἐπὶ κώλων ἐσκληρυμμένων ἐπί τε τῶν διαφορήσεως δεομένων.

`10.29`

Περὶ ἀκόπων· ἐκ τοῦ αὐτοῦ λόγου.

`10.29.1–10.29.4`

Ἄκοπα εὔχρηστα, ἤτοι ἐφʼ ὧν προσμόνου καὶ παρεδρευτικῆς λιπάνσεως χρεία, τῶν ἐμβροχῶν οὐδὲν μέγα δυναμένων διὰ τὸ περιρρεῖν, ἢ ἐφʼ ὧν ἄθετον τὸ τῶν ἐμβροχῶν εἶδος διὰ τὸ ἐγκεχρονικέναι τὰ πάθη, οὕτως μετὰ τὰς ἐμβροχὰς παραλαμβανομένων τῶν ἀκόπων, ὡς παραλαμβάνεται μετὰ κηρωτὰς καὶ μαλάγματα. διαφοραὶ δὲ τῶν ἀκόπων τρεῖς, θερμαντικαί, μαλακτικαί, ἀμυκτικαί. τοῖς μὲν οὖν θερμαίνουσι χρώμεθα ἐν ὀξέσι νοσήμασιν, ἐπειδὰν νεύρων πεῖσιν διʼ ὑποψίας ἔχωμεν, ἢ ἐπειδὰν περιψυγῇ δυσεκθερμάντως τὰ ἄκρα, ἢ ἱδρώτων μετὰ ψύξεως ἐνοχλούντων· τοῖς δὲ μαλάσσουσιν ἐπὶ τῶν χρονίων νοσημάτων· τοῖς δʼ ἀμύσσουσιν ἐπί τε τῶν δυσεκμοχλεύτων χρονίων καὶ νωθρῶν, ἐφʼ ὧν δὴ καὶ σιναπισμὸν ἐκδοκιμάζομεν. τὴν δʼ ὕλην τήν τε ἀμύσσουσαν τήν τε θερμαίνουσαν ἐν τῷ περὶ ἐμβροχῶν καὶ ἐμπλασμάτων ἐξεθέμεθα τόπῳ.

`10.30`

Περὶ πταρμικῶν· τοῦ αὐτοῦ.

`10.30.1–10.30.10`

Πταρμικοῖς χρώμεθα ἢ διεγεῖραι τοὺς καταφερομένους σπεύδοντες ἢ ἐπιστρέψαι διάνοιαν παρακοπτικήν, ἢ ἔμβρυον ἢ δεύτερα ἐκβαλεῖν θέλοντες, ἢ ἀκίδας λανθανούσας ἐν θώρακι φωτίσαι ἢ λύγγα παῦσαι ἢ ἐμπεπτωκότα τινὰ ἐν τοῖς ὠσὶν ἐκβαλεῖν ἢ χρονίαν διάθεσιν περὶ κεφαλὴν μοχλεῦσαι καὶ διασεῖσαι ἢ πνεῦμα τονοῦν, εἴτε μερικῶς, εἴτε τὸ ἐν παντὶ τῷ σώματι δεῖ ἀναστῆσαι καὶ τονῶσαι, οἷον ἐν παρέσει, ἐν ἀποπληξίᾳ, ἐπιληψίᾳ. ἔστι δὲ πταρμικὸν καστόριον λεῖον· δεῖ δὲ πτερὸν βρέξαντας καὶ ἀναλαβόντας τὸ καστόριον ἐντιθέναι τῇ ῥινὶ καὶ στρέφειν καὶ πιέζειν μετὰ τὴν στροφὴν τοὺς μυξωτῆρας. εἰ δὲ συντονώτερον χρῆσθαι θέλοιμεν, πέπερι καστορίῳ συμπλέξομεν· εἰ δὲ μᾶλλον, στρούθιον πυρέθρῳ ἢ σταφίδι ἀγρίᾳ μετὰ πεπέρεως· εἰ δὲ μᾶλλον, ἐλλεβόρῳ λευκῷ λείῳ μετὰ τοῦ πεπέρεως· λευκὸν δʼ ἔστω τὸ πέπερι. σίνηπι δʼ ἀνεπιτήδειον· συμπληροῖ γὰρ τὴν κεφαλήν. δεῖ δὲ τοῖς δυναμένοις ὑπακοῦσαι προστάσσειν ἐπισπᾶσθαί τε εἴσω τὸ πνεῦμα καὶ ἀντικρὺ φωτὸς προσηνοῦς ἢ πυρὸς ἢ ἡλίου βλέπειν. βέλτιον δὲ κατακειμένοις ὑπτίοις καὶ κατὰ ποσὸν ἀναρρόποις προσάγειν τὸ πταρμικὸν ἤπερ καθημένοις καὶ μετὰ τοῦτο περιπατεῖν τοὺς δυναμένους κελεύειν ἄνω βλέποντας καὶ λούειν, ἐφʼ ὧν λουτρῷ δυνατὸν χρῆσθαι κατὰ κεφαλῆς μετʼ ἐξαντλήσεως πολλῆς. καιρὸς δʼ ἐπὶ τῶν καρουμένων ἢ καταφερομένων ἢ λυζόντων ὁ τῆς ἐπείξεως· ὁ δʼ αὐτός, κἀπειδὰν δεύτερα ἐκβάλλειν ἢ ἔμβρυον ἐναποτεθνηκὸς δέοι. μὴ ἀσυνέργητος δʼ ὁ πταρμὸς ἔστω, ἀλλὰ καὶ πεσσῶν τῶν ἐκβολίων προπαραληφθέντων ἢ καὶ ἐγκαθίσματος, οὕτω τὸ πταρμικὸν προσαγέσθω. ὁ δʼ αὐτὸς καιρὸς καὶ ἐπὶ τῶν ἄλλων καὶ ἐπὶ τῶν παρεμπεπτωκότων τοῖς ὠσίν· ἐν πυρετοῖς δʼ ὁ τῶν ἀνέσεων· ἐπὶ δὲ τῶν χρονίων παθῶν ὁ τῶν διαλειμμάτων. δεῖ δὲ τῶν τε μεταγόντων τὴν ὕλην βοηθημάτων, οἷον φλεβοτομίας, καθάρσεως, κλυσμοῦ, ἐμέτου, τῶν τε τοπικῶν τῶν τε μειζόνων, σικύας, ἀρτηριοτομίας, βδελλῶν, σιναπισμοῦ ὕστερον παραλαμβάνεσθαι τὰ πταρμικά.

`10.31`

Περὶ ἐμπασμάτων· ἐκ τοῦ αὐτοῦ λόγου.

`10.31.1–10.31.3`

Ἐμπάσματα καὶ καταπάσματα καὶ διαπάσματα διαφέρει· ἐμπάσματα γάρ ἐστι τὰ ὑπὲρ ἱδρώτων ἀμέτρων ἢ ἄλλης διαφορήσεως ἢ ὑπὲρ τοῦ ἀμύξαι ἢ κνίσαι τὴν ἐπιφάνειαν παραλαμβανόμενα, καταπάσματα δὲ τὰ τοῖς ἕλκεσιν ἐπιβαλλόμενα, διαπάσματα δὲ τὰ ὑπὲρ εὐωδίας τοῦ χρωτός, ἢ παντὸς ἢ μερικῶς μασχαλῶν καὶ παραμηρίων ἁρμόζοντα. ἐπὶ μὲν οὖν ἱδρώτων ἐνοχλούντων ἢ διαφορήσεως χρηστέον ψιμυθίῳ λείῳ ἢ γύψῳ ἢ λιθαργύρῳ, μυρρίνῃ ξηρᾷ λείᾳ, σιδίοις, ῥῷ Συριακῷ, οὔοις ξηροῖς λείοις, ἀλφίτοις, ἀμύλῳ, γύρει, κηκῖδι ὀμφακίνῃ, ἀκακίᾳ. ὑπὲρ δὲ τοῦ κνίσαι καὶ ἀμύξαι ξηροτριβοῦμεν ἐν ἡλίῳ τοὺς ἐμπασθησομένους καὶ προαναχαλῶμεν ἠρέμα γυμνάσαντες, εἶθʼ οὕτως ἐμπάσσομεν ἐπὶ μὲν ὑδρωπικῶν ψάμμῳ, τρυγὶ οἴνου κεκαυμένῃ, κιμωλίᾳ, γύψῳ, νίτρῳ, ἁλσίν, ἐπὶ δʼ ἰσχιαδικῶν καὶ ὀρθοπνοϊκῶν καὶ τῶν περὶ κεφαλὴν χρονίων θείῳ, νάπυϊ, καρδάμῳ, κάχρυϊ, πυρέθρῳ, πεπέρει, νίτρῳ.

`10.32`

Περὶ καταπασμάτων· ἐκ τοῦ αὐτοῦ λόγου.

`10.32.1–10.32.2`

Καταπασμάτων δὲ τὰ μὲν ἁρμόζει ῥυπαροῖς ἕλκεσι καὶ πρὸς τὸ ἀνακαθᾶραι, οἷον χαλκὸς κεκαυμένος, ὄροβος λεῖος, ἀριστολοχία, μάννα, πάναξ, καδμεία, διφρυγές, τὰ δʼ ὑπὲρ τοῦ καταστεῖλαι τὰ ὑπερσαρκοῦντα· καταστέλλει δὲ πράως μὲν ἰός, λεπίς, μᾶλλον δʼ ἄσβεστος, τρύξ, ἰσχυρῶς δὲ μίσυ, χαλκῖτις, χάλκανθος, ἐλατήριον. κογχύλια δὲ κεκαυμένα καταπάσσεται ὑπὲρ τοῦ δήξεις τὰς ἐφʼ ἕλκεσι παρηγορῆσαι· πίτυς δὲ καὶ ἄκανθα Αἰγυπτία καὶ τέφρα ἐπὶ παραμηρίων.

Περὶ διαπασμάτων· τοῦ αὐτοῦ· ἐκ τοῦ αὐτοῦ λόγου.

`10.33.1`

Διαπάσματά ἐστι ψιμύθιον, ἶρις, γῆ Σελινουσία, μυρσίνη ξηρὰ λεία, δαφνίδες ξηραί, μάννα, στάχυς, φύλλον, ἄμωμον, σχοίνου ἄνθος ξηρὸν λεῖον.

`10.34`

Περὶ διαχρίστων· ἐκ τοῦ αὐτοῦ λόγου.

`10.34.1–10.34.10`

Διαχρίστοις χρώμεθα ἐπὶ τῶν αἰσθητῶν πόρων, ἐντιθέντες εἰς αὐτοὺς φάρμακα γλοιώδη τὸ πάχος, λέγω δʼ ἐπὶ στόματος, ῥινῶν, ὤτων, ἕδρας, οὐρητικοῦ πόρου. δύναται δὲ τὰ διάχριστα ἢ ξηραίνειν ἢ ὑγραίνειν ἢ στύφειν ἢ τέμνειν ἢ λύειν ἢ πηγνύειν ἢ λεαίνειν ἢ ἱστάναι ἢ μαλάσσειν καὶ παρηγορεῖν ὀδύνας. τοῖς μὲν οὖν ξηραίνουσι χρώμεθα ἐπί τε ἄφθης ἐν τῷ στόματι καὶ τῶν ἄλλων ὑγρῶν ἑλκῶν· ὁμοίως δὲ καὶ εἰ κατὰ ῥῖνας ἤ τινα τῶν ἄλλων πόρων ὑγρὰ ἕλκη καὶ ἰχωρροοῦντα γένοιτο. ἔστι δὲ τοῦ γένους τούτου ἶρις λεπτὴ διαχριομένη μετὰ μέλιτος, ὀθόνιον καινὸν κεκαυμένον, τροχίσκος ὁ διὰ χελιδόνων κεκαυμένων διάχριστος, ἀμόργη ἐλαίου, τρὺξ οἴνου κεκαυμένη καὶ ἀνειμένη ὕδατι ἢ οἴνῳ. τὰ δʼ ὑγραίνοντα διάχριστα ἐπιτήδεια μὲν τοῖς ξηροῖς καὶ ἀνθρακώδεσιν ἕλκεσιν, οἷα μάλιστα ἐν ὠσὶ καὶ ῥισὶ γίνεται· ὑγραίνεται δὲ τὰ διὰ τῶν χυλῶν τῶν ὑγραντικῶν σκευαζόμενα, ὧν τὴν ὕλην ἐν τῷ περὶ ἐμβροχῶν ἐπεδείξαμεν τόπῳ, πλὴν πεφυλάχθαι δεῖ τῶν χυλῶν τοὺς ἔχοντάς τι φθαρτικόν· οὐ μόνον γὰρ στόματι, ἀλλὰ καὶ τοῖς ἄλλοις αἰσθητοῖς ἐντιθέμενοι πόροις λυμαίνονται. τὰ δὲ στύφοντα νομαῖς στόματος καὶ οὔλων πλάδοις καὶ ταῖς ἑρπηνώδεσι διαθέσεσι παρισθμίοις τε καὶ σταφυλῆς χαλάσμασι καὶ ἀρτηρίας ῥευματισμοῖς ἐπιτήδεια. ἔστι δὲ καὶ τῶν στυφόντων ἡ ὕλη γνώριμος τῶν τε ἁπλῶν τῶν τε συνθέτων· ἐν τούτοις ἐστὶ καὶ ἡ διὰ μόρων καὶ ἡ διὰ κυτίνων, ἀνθηρά τε ἡ διὰ ῥόδων. λεαντικοῖς δὲ χρώμεθα ἐπʼ ἀρτηρίας ξανθείσης ἢ τραχυνθείσης, ἐπί τε φωνῆς βραγχώδους ἐπί τε γαργαρεῶνος καὶ παρισθμίων νενυγμένων. ἔστι δὲ τῶν λεαντικῶν τραγάκανθα, κόμμι, στρόβιλος, σταφὶς γλυκεῖα, μέλι ἄπεφθον, ἐρεγμὸς σὺν μέλιτι, γλυκυρρίζης χυλός, ἡ διὰ κωδυῶν ἐσκευασμένη διὰ Σκυβελλίτου. τοῖς δὲ τέμνουσι καὶ διαιροῦσιν ἐπὶ συναγχικῶν χρώμεθα, λεπτῦναι βουλόμενοι τὰ ἐνοχλοῦντα καὶ ἐμφυσῶντα τὸ περὶ τὸν φάρυγγα καὶ τὸ περὶ τὸ στόμα· ἔστι δὲ τῶν τεμνόντων διαχρίστων νίτρον σὺν μέλιτι, νάπυ κεχυλωμένον, χυλὸς κράμβης, σπέρμα βησασᾶ, πύρεθρον, καρδάμωμον σὺν μέλιτι· τοῖς δὲ πηγνύειν δυναμένοις, ἐφʼ ὧν καὶ τοῖς ἀναξηραντικοῖς· πήγνυσι δὲ τὰ ψύχοντα· τοῖς δὲ μαλάσσειν ἐπαγγελλομένοις, ἐφʼ ὧν καὶ τοῖς ὑγραντικοῖς.

`10.35`

Περὶ ὠτικῶν· ἐκ τοῦ αὐτοῦ λόγου.

`10.35.1–10.35.5`

Τῶν δʼ ὠτικῶν τὰ μὲν ὀδύναις χρήσιμα, τὰ δʼ ἕλκεσι, τὰ δὲ πυορροοῦσι, τὰ δʼ ἤχοις. ὄπιον μὲν μήκωνος ἀνιέμενον γάλακτι ἢ ὕδατι ἐπιτήδειον ὀδύναις· ὁμοίως δὲ καὶ μανδραγόρου χυλὸς καὶ κολοκύνθης ἔλαιόν τε, ἐν ᾧ ἐναφήψηται ἤτοι σίλφη τὸ ζῷον ἢ οἱ ὑπὸ ταῖς ὑδρίαις ὄνοι ἢ γῆς ἔντερα, ἔτι δὲ πιμελὴ φώκης, δελφῖνος, βούτυρον, οἱ μυελοὶ τῶν ζῴων, σανδαράκη μετὰ μέλιτος, ἀμυγδάλινόν τε καὶ ῥόδινον καὶ ἴρινον καὶ γάρος. στυπτηρία δὲ μετὰ μέλιτος καὶ κεδρία καὶ τροχίσκος ἡ Ἥρη προσαγορευομένη πυορροοῦσιν ὠσὶ κατάλληλος. σχίνινόν τε καὶ τερμινθίνη καὶ ἡ τετραφάρμακος ἀνεθεῖσα καὶ ἡ διὰ στεάτων καὶ ἡ διὰ καδμείας ἐνιεμένη ἐπὶ τῶν ἑλκῶν τῶν ἐν τοῖς ὠσὶ παραλαμβανέσθω, ἔλαιόν τε, ἐν ᾧ γῆρας ὄφεως ἐγκαθήψηται, ἢ κύμινον Αἰθιοπικόν. σμύρνα δʼ ἢ λιβανωτὸς ἢ μέλας ἐλλέβορος ἢ καστόριον γλυκεῖ συλλεανθέντα καὶ ἐνσταζόμενα ἤχους ἰᾶται.

`10.36`

Περὶ ὀδοντικῶν· τοῦ αὐτοῦ· ἐκ τοῦ αὐτοῦ λόγου.

`10.36.1–10.36.4`

Τῶν δʼ ὀδοντικῶν τὰ μὲν σειομένοις ὀδοῦσι, τὰ δὲ βεβρωμένοις, τὰ δʼ ὀδυνωμένοις, τὰ δὲ μεμελαμμένοις ἐπιτήδεια. τὰ μὲν οὖν στοματικὰ καὶ διάχριστα, οἷά ἐστιν ἡ διὰ μόρων, ἡ διὰ ῥόδων ἡ ἀνθηρά, ἵστησι τοὺς σειομένους, ἔτι δὲ διφρυγές, χαλκοῦ λεπίς, σὺν μέλιτι παρατριβόμενα τοῖς ὀδοῦσι, κηκίς τε μέλαινα ἐν ὄξει ἑψηθεῖσα, ὥστε ὑπολειφθῆναι τὸ τέταρτον μέρος, διακλυζομένων τῶν πεπονθότων, ὑγρά τε στυπτηρία. πέπερι δʼ ἐντιθέμενον τῷ διακένῳ τοῦ ὀδόντος ὀδύνας παρηγορεῖ· παρηγορεῖ δὲ καὶ χαλβάνη περιπλασσομένη τῷ ὀδόντι καὶ κηρὸς σὺν λιβανωτῷ ἄρρενι, ὄξος τε διακλυζόμενον, ἰσχάδες λιπαραὶ καὶ σκόρδον, καὶ σμύρνα ἐγκαθηψημένη. πρὸς δὲ τὸ μὴ μελαίνεσθαι μηδὲ βιβρώσκεσθαι τὰ ὀδοντικὰ λεγόμενα σμήγματα ἐπιτήδεια, οἷον ἅλες σὺν γλήχωνι ἢ κέρατι ἐλαφείῳ ἢ σηπίας ὄστρακον ἢ ὠῶν κέλυφα λελεασμένα.

`10.37`

Περὶ τῆς εἰς ἔλαιον ἐμβάσεως· ἐκ τῶν Ἡροδότου· ἐκ τοῦ Περὶ τῶν ἔξωθεν προσπιπτόντων βοηθημάτων.

`10.37.1–10.37.18`

Αἱ δʼ εἰς ἔλαιον ἐμβάσεις ἐπιτήδειοι τοῖς χρονίως μετὰ περιψύξεως πυρέσσουσι καὶ τοῖς κεκοπωμένοις καὶ τοῖς ἐν τῷ πυρέσσειν ἀλγοῦσι τὰ πρὸς τοῖς ὀστοῖς κείμενα νεῦρα. καιρὸς δὲ πᾶς ἁρμόζων καὶ ἡλικία, καὶ μᾶλλον ἡ τῶν γερόντων, καὶ ἐπὶ μὲν τῶν μετὰ πυρετοῦ συμπτωμάτων ὠφέλιμος ὁ ἐν παρακμῇ, ἐπὶ δὲ τῶν τεταρταίων καὶ ὁ ἐν ἀκμῇ· οἱ δʼ ἐπὶ μέρους ἐπὶ πάντων ὁ ἐν ἀνέσει, ἐπὶ δὲ σπωμένων καὶ ἀλγούντων καὶ ἰσχουρούντων ὁ ἐν ἐπείξει. δεῖ δὲ τὸ μὲν πέμπτον μέρος τοῦ ἐλαίου πυρὶ θερμαίνειν, τὸ δὲ λοιπὸν ἐν ταῖς τῶν βαλανείων ἐμβάσεσιν· οὔτε γὰρ αὐτάρκως γίνεται θερμὸν τὸ ἐν τοῖς βαλανείοις, οὔτε μὴν καλῶς ὑπὸ πυρὸς θερμαίνοιτο ἂν πᾶν· ἄχρηστον γὰρ γίνεται πρὸς δευτέραν χρῆσιν κνισούμενον. ἡ δʼ ἔμβασις πρὸς τὸ μέγεθος τοῦ ἀσθενοῦντος ἡρμόσθω καὶ ἀποκείσθω ἐν σκηνῇ ἢ οἴκῳ πάντοθεν συνεχομένῳ. ἔστω δὲ καὶ δίεδρον, ἐφʼ οὗ ἐνδρομὶς κείσθω ἐκ τετραδακτυλιαίων διαστημάτων ἐκτετρημένη, καὶ τὰς ἀρχὰς κατερράφθω ἐπιμήκεσι ξύλοις τετραγώνοις. τοῦτο δὲ πράττομεν διὰ τὸ μὴ ῥᾴδιον εἶναι τοὺς ἀσθενεῖς πολυσάρκους ἀπὸ τῆς ἐμβάσεως ἐξαίρειν· περιολισθαίνουσι γὰρ αἱ χεῖρες τῶν βασταζόντων, ὅπερ εἰ φυλάσσοιντο γενέσθαι, ἀνάγκη ἀπρὶξ τῶν σωμάτων ἐλλαμβανομένους περιθλάσεις ἐμποιεῖν σαρξὶ λεπταῖς καὶ ἀσθενέσιν. καὶ τὸ κατακλίνεσθαι δʼ ἐπὶ γυμνῆς τῆς ἐμβάσεως ἔχει μὲν καὶ τὴν ἀπὸ τῆς σκληρίας δυσέργειαν, ἔχει δὲ καὶ τὴν ἀπὸ τῆς πυρώσεως· ὁ γὰρ χαλκὸς θερμαίνεται μᾶλλον· διὰ τοῦτο, ἵνα μὴ τοῦτο γένοιτο, κελεύομεν καὶ σπόγγους ὑποστρωννύναι πρὸς τὸ τὴν ἐπέρεισιν κατὰ μαλακῶν σωμάτων γενέσθαι. αἱ δʼ ἐκτρήσεις παραλαμβάνονται χάριν τοῦ μετὰ τὴν κομιδὴν ἀπορρεῖν τὸ ἔλαιον. κατακλιθεὶς οὖν ἐπὶ τοῦ διέδρου καὶ ἐξομαλισθεὶς διὰ μαλακῆς καὶ συμμέτρου τρίψεως, ἐπειληθέντων τῶν ξύλων, ἐντιθέσθω εἰς τὸ ἔλαιον ἐκ τοῦ πρὸς λόγον· ἐπειλείσθω δʼ ἐπὶ τὸ ἐναντίον τὰ ξύλα μέχρι τοῦ κατὰ τῶν ὑποκειμένων σπόγγων τεθῆναι. μετεωρότερα δὲ τὰ πρὸς τῇ κεφαλῇ γινέσθω. ἡ δὲ πρώτη δεῖξις τοῦ ἐλαίου προσηνὴς ἔστω· μείναντες δὲ πρὸς βραχὺ ἐν ἠρεμοῦντι τῷ ὑγρῷ κινείτωσαν τὸ ἔλαιον διʼ ἑαυτῶν, καὶ οἱ παρόντες δʼ ἐκ τοῦ πρὸς λόγον προσαντλείτωσαν· εἰδέναι γὰρ δεῖ ὅτι πολλὴ καὶ παρὰ προσδοκίαν ἐκ τῆς κινήσεως ἐγείρεται θερμασία. εἰ δὲ ζεστοτέρας κράσεως δέοιντο, ἐπιχυτέον τὸ θερμότερον· τὴν δὲ κατάχυσιν πρὸς τοῖς ποσὶ καὶ πρὸς τῇ ἐμβάσει ποιητέον. δεῖ δὲ καὶ καταδύνειν ἐξαντλουμένους τὴν κεφαλὴν κατέχοντας εὐαφῆ σπόγγον πρὸ τῶν ὀμμάτων. τὸ δὲ μέτρον τοῦ καιροῦ ἐπὶ τῶν λύσεως χάριν ῥίγους ἢ πυρετῶν ἢ ἐμπνευματουμένων ἢ κακῶς διοικούντων τὴν τροφὴν ὁριστέον κατὰ μὲν τὰς ἀρχὰς τῇ τῶν σωμάτων ἀραιώσει, ἐκδεχομένους νοτίδα περὶ τῷ προσώπῳ· ὕστερον δὲ καὶ πλείονι χρόνῳ ὑποβλητέον. ἰστέον δʼ ὅτι μετὰ τὸ ἐκ τῆς ἐμβάσεως γίνεσθαι πολλοὶ φέρονται ἱδρῶτες, καὶ πλείους γε τῶν ἐν τοῖς βαλανείοις· διόπερ ἐπὶ πάντων τὴν δύναμιν σκοπὸν ἔχοντας, καὶ τοὺς μετὰ ταῦτα ἐκκριθησομένους ἱδρῶτας συναριθμητέον. εἰ δʼ ἀλγημάτων ἢ σπασμῶν ἢ ἰσχουρίας χάριν ἐμβιβάζοιντο, σκοπὸς ἔστω μετὰ τῆς δυνάμεως ἡ τῶν διοχλούντων ἄρσις ἢ μείωσις. κρίναντες δʼ ἐξάγειν, ἐπειλήσαντες τὰ ξύλα βαστάσομεν αὐτόν, καὶ ἐπὶ τοῦ διέδρου θέντες σπόγγοις θερμῷ ἐκτεθλιμμένοις ἀποξῶμεν, εἶτα ὀθονίοις· τὸ δὲ πρόσωπον ὕδατι γαλακτώδει· εἰ δὲ πρὸς τῷ ἐκλύεσθαι γένοιτο, καὶ ψυχρῷ· ἐπὶ δὲ τούτῳ εἰς τὴν σκηνὴν διὰ τάχους ἀποικονομεῖσθαι δεῖ ἢ μετάγειν εἰς ὃν πρότερον ἦσαν τόπον· ἀνάγκη γὰρ ταχέως καθαρὸν καὶ εὔκρατον αὐτοῖς παρατιθέναι τὸν ἀέρα, προσάγοντας καὶ τὴν εἰρημένην ἐπὶ τῶν λειποθυμούντων ἐπιμέλειαν. καὶ τοὺς μὲν περιοδικῶς νοσοῦντας παρὰ μίαν ἐμβιβάσομεν, τοὺς δὲ διά τι κατεπεῖγον σύμπτωμα καθʼ ἡμέραν.

`10.38`

Περὶ τῆς εἰς ὑδρέλαιον· ἐκ τοῦ αὐτοῦ λόγου.

`10.38.1–10.38.3`

Οἱ δʼ εἰς ὑδρέλαιον καθιέμενοι, εἰ μὲν ἀσθενεῖς εἶεν, διὰ τῆς ἐνδρομίδος ἐμβιβαζέσθωσαν, εἰ δʼ εὔτονοι, καὶ χωρὶς ταύτης. ἐπιμικτέον μέντοι τὸ ἔλαιον τῷ ὕδατι ἀκριβῶς· ἔστω δὲ μὴ ἔλαττον τοῦ ἕκτου. τοὺς δὲ κόπων χάριν ἢ πόνων χρονίων ὑδρελαίῳ χρησομένους ἐν τῷ δευτέρῳ τοῦ βαλανείου οἴκῳ ἐμβιβαστέον ἐπὶ πλείονα χρόνον.

`10.39`

Περὶ θαλασσίων· ἐκ τοῦ αὐτοῦ λόγου.

`10.39.1–10.39.7`

Ἑξῆς ἀκόλουθόν ἐστι καὶ περὶ τῶν θαλασσίων εἰπεῖν· κέχρηνται γὰρ ταῦτα ποιότητι φαρμακώδει, καὶ ἔστιν ἐπὶ πολλῶν παθῶν ὠφέλιμα· δάκνονται γὰρ τὴν σάρκα καὶ ἀμύττονται τὴν ἐπιφάνειαν μετὰ πυκνώσεως, τῆς ξηρότητος τὸ περιττῶς ἐν τοῖς σώμασι γινόμενον ὑγρὸν ἀναπινούσης· διὸ καὶ τοῖς ῥευματιζομένοις τὰ ἄρθρα ὠφέλιμόν ἐστιν. ἔστω δʼ ἄκρως χλιαρὰ πρὸς τὸ πλείονα χρόνον ἐν αὐτοῖς ἐμμένειν· καθαιρεῖ γὰρ τὴν δύναμιν τάχιον τοῦ συμφέροντος ἡ πλείων θερμασία. τοὺς δʼ ἐν αὐτοῖς κολύμβους παραλαμβανέτωσαν διὰ τὰς πρότερον εἰρημένας ὠφελείας. πρόσφορα δʼ ὄντα τοῖς ῥευματιζομένοις τὰ ἄρθρα καὶ τοῖς πενονθόσι τὸ νευρῶδες ἀνεπιτήδειά ἐστι τοῖς περὶ τὴν κύστιν πάθεσι καὶ ἕλκεσι καὶ τοῖς γινομένοις περὶ τὴν ἐπιφάνειαν ἐξανθήμασιν. ἄριστον δὲ μετὰ ταῦτα λούεσθαι· εἰ δὲ μή, πάντως περιχείσθωσαν ὕδατι γλυκεῖ· ἡ γὰρ ὑπολειφθεῖσα τῆς θαλάττης ἐπὶ τοῦ σώματος ἰκμὰς παχύνεται καὶ μετὰ δυσαρεστήσεως ἐνίσταται ταῖς γινομέναις διαπνοαῖς. τοὺς δʼ ἐν τῇ θαλάττῃ κολύμβους ποιείσθωσαν οἵ τε ψυχρολουτοῦντες καὶ οἱ θερμολουτήσαντες, μεθʼ οὓς πάντες ἐν ἐλαίῳ ἐπαλειψάμενοι τοῦ πᾶσαν τὴν ἐπικειμένην ὑγρασίαν ἀποκλύζειν ξυέσθωσαν. ἐπεὶ πολλάκις αἱ διαθέσεις ἀπαιτοῦσι πλειόνων ὑδάτων πεῖραν, ἄριστον, εἰ μέλλοιμεν θερμοῖς καὶ ψυχροῖς χρῆσθαι, ἀπὸ τῶν θερμῶν ἄρχεσθαι· προηγείσθω δὲ καὶ τῶν θαλασσίων.

`10.40`

Περὶ ἀφιδρωτηρίων· ἐκ τοῦ αὐτοῦ λόγου.

`10.40.1–10.40.8`

Τὰ δʼ ἀφιδρωτήρια οὐ μόνον τοῖς ἐξ αὐτῶν ἀναφερομένοις ἀτμοῖς θερμοῖς οὖσι καὶ ξηροῖς ἐπιφέρεται τὰς ὠφελείας — τούτου γὰρ χάριν ἦν ἂν τῶν αὐτῶν ποιητικὰ καὶ τὰ κατὰ μίμησιν ἐπινοηθέντα —, ἀλλά τινι ἰδιαζούσῃ δυνάμει· ἐν καθαρῷ γὰρ καὶ πάντοθεν ἀναπεπταμένῳ ἀέρι λεπταὶ καὶ θυμηδεῖς ἀναθυμιάσεις φερόμεναι περιτήκουσι τῶν σωμάτων τὰ νοσερὰ μετὰ τοῦ τὴν λοιπὴν πυκνοῦν σάρκα καὶ τὸν ὅλον ὄγκον θερμὸν παρέχειν. τονοῦται δὲ καὶ τὸ πνεῦμα, καὶ πᾶν, εἴ τι ἐν αὐτῷ παχυμερὲς καὶ δίυγρον ἔσται, ἀποκρίνεται, ἀναπινομένων καὶ τῶν περὶ τὴν κεφαλὴν ὑγρῶν. ἔχει δὲ τὴν δύναμιν κατὰ τὸ πλεῖστον ὑπεναντίαν τοῖς αὐτοφυέσι τῶν ὑδάτων, ἐπιτήδειά γέ τοι τοῖς τὴν κεφαλὴν ἀλγοῦσι καὶ σκοτουμένοις καὶ δυσηκοοῦσι καὶ ἠχοῦσι καὶ τοὺς ὀφθαλμοὺς ὑποχεομένοις καὶ τὸν στόμαχον πλαδῶσι καὶ ῥευματιζομένοις καὶ τοῖς περὶ τὴν ἐπιφάνειαν γινομένοις ἐξανθήμασι καὶ καχεκτικοῖς καὶ τοῖς κεχρονικόσιν ἐν ἰκτέρῳ καὶ τοῖς πολλὴν καὶ ἀργὴν σάρκα ἠθροικόσιν. ἀπαλλάττει δὲ καὶ παθῶν δυσιάτων· τοὺς γὰρ κατὰ σάρκα λεγομένους ὕδρωπας πρὸς οὐδὲν ἕτερον εἴξαντας βοήθημα διορθοῦνται· ὠφελεῖ δὲ καὶ τοὺς λεγομένους ἀσκίτας. δεῖ δὲ τοὺς μὲν ἔμμονα καὶ χρόνια πάθη ἔχοντας μετὰ τοὺς παροξυσμοὺς τοῖς ἀφιδρωτηρίοις χρῆσθαι, τοὺς δʼ εἰς τὰ προειρημένα καταπειραζομένους εὐθὺς ἀνυπερθέτως· οὐ γὰρ ἔστιν ὑπειδέσθαι τὴν ἐπὶ τὰ πεπονθότα φορὰν τῷ τὰς κενώσεις ἐξ ὅλων τῶν σωμάτων κατʼ ἴσα γίνεσθαι· ἐκθλίβεται γὰρ ἀπὸ πάντων τῶν μερῶν τὰ ὑγρά, καὶ ξηραίνεται ἡ τὰς ὑγρασίας ἀφιεῖσα σὰρξ μετὰ πυκνῆς συμπτώσεως, ὡς μηδὲ τὴν ἐπʼ αὐτὴν ἐνεχθῆναι δυναμένην ὑποδέχεσθαι. μετὰ δὲ τὰς ἀφιδρώσεις οἱ μὲν βαλανεῖα καὶ τοὺς ἐν θαλάττῃ κολύμβους παραλαμβανέτωσαν, οἱ δὲ μόνον κολύμβους· οἱ δὲ καταιονείσθωσαν θερμῷ ἢ ψυχρῷ. τάξις δὲ τῆς χρήσεως ἐμφερὴς γινέσθω τοῖς ἐπὶ τῶν ὑδάτων εἰρημένοις. τὰ δὲ κατὰ μίμησιν τῶν αὐτοφυῶν ἀφιδρωτηρίων ἐπινοούμενα πυριατήρια κατὰ πολὺ τῆς ἐπαγγελίας λειπόμενα ἐν τοῖς ἐπείγουσι παραλαμβανέσθω.

`10.41`

Γαληνοῦ· περὶ τῶν μετασυγκριτικῶν καλουμένων βοηθημάτων.

`10.41.1–10.41.2`

Πάντων τῶν ἐπὶ πλεῖστον χρονιζόντων παθῶν, ὅταν μηδὲν ἀνύῃ τὰ βοηθήματα, τὴν μετασυγκριτικὴν ὑπὸ τῶν μεθοδικῶν ὀνομαζομένην θεραπείαν ἅπαντες σχεδὸν εἰώθασι ποιεῖσθαι· ἐγὼ δʼ ἐφʼ ὧν ἤτοι δυσκρασία τις ὑγρὰ καὶ ψυχρὰ τοῖς πάσχουσι μορίοις ἐστὶν αὐτὴ καθʼ ἑαυτὴν ἢ διὰ ψυχρότητα τοιούτων χυμῶν γεγενημένη, τὰ διὰ νάπυος καὶ θαψίας καὶ τῶν ὁμοίων αὐτοῖς προσφέρω φάρμακα· ταῖς ξηραῖς δὲ καὶ θερμαῖς οὐ προσφέρω. τοῖς μέντοι μὴ δυναμένοις γνωρίζειν τὰς διαθέσεις ἡ καταφυγὴ καθάπερ ἐπὶ τὴν καλουμένην ἱερὰν ἄγκυραν εἰς τοιαῦτα γίνεται φάρμακα, καὶ διὰ τοῦτο πολλάκις ἀνύουσι τὸ δέον, ὅτι τοῖς πλείστοις τῶν ἀνθρώπων αἱ τοιαῦται διαθέσεις ἐνοχλοῦσι μοχθηρῶς διαιτωμένοις.

`10.42`

Ὅσα φοινίσσει.

`10.42.1–10.42.3`

Καρδάμου τὸ σπέρμα καὶ ἰσχιάδα καὶ κεφαλαλγίαν καὶ ὁτιοῦν ἄλλο τῶν δεομένων φοινίξεως ἐκθερμαίνει, καθάπερ τὸ νάπυ. ἐλενίου ἡ ῥίζα ὁμοίως καὶ συνεχέσιν ἄρθρων ἐκπτώσεσι διʼ ὑγρότητα βοηθεῖται. κόπρῳ τῶν νομάδων περιστερῶν πάνυ συνεχῶς χρῶμαι, καὶ μετὰ καρδάμου σπέρματος κεκομμένῃ τε καὶ διηθημένῃ ἀντὶ νάπυος χρῶμαι ἐπʼ ἰσχιάδος καὶ ἡμικραίρας σκοτωμάτων τε καὶ σκοτοδίνων καὶ κεφαλαίας καὶ κατὰ πλευρὰς ἢ ὠμοπλάτας ἢ τένοντας ἢ ψόας ἀλγημάτων χρονίων, καὶ πρὸς τούτοις ἐπὶ νεφριτίδων καὶ κοιλιακῶν διαθέσεων καὶ ποδαλγικῶν καὶ ἀρθριτίδων, ὅταν γε μήπω σύστασις ᾖ πώρων.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: soi-aw`.
