---
title: On Sacred Art
title_greek: Περὶ Ἱερᾶς Τέχνης
author: Olympiodorus the Alchemist of Alexandria
eul_wid: veu-ab
eul_aid: veu
canonical: "https://eulogikon.org/works/olympiodorus-alexandria-sacred-art-veu-ab"
period: Late Antique
dialect: Philosophical Koine
domain: Science
format: Treatise
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# On Sacred Art

*Περὶ Ἱερᾶς Τέχνης*

**Author:** Olympiodorus the Alchemist of Alexandria

**eul_wid:** `veu-ab` · [HTML page](https://eulogikon.org/works/olympiodorus-alexandria-sacred-art-veu-ab)

## Text

### [20]

APPENDICE I Λαβὼν τὴν ἀπομένουσαν ξηρὰν καὶ μελανουμένην τρυγέαν, λεύκανον οὕτως ... Ἔστω σοί τινι προκατεσκευασμένον τὸ δι’ ἀσβέστου ὕδωρ, ἤτοι διατεταγμένον διὰ σποδοῦ ἀλαβαστρίνου ὡσεὶ σαπουναρικῇ στακτῇ. Ἐπίβαλε τήν τε ἐν τούτῳ καὶ πλῦνον αὐτὰ καλῶς ἕως οὗ μελάνωσις τῷ ὕδατι γένηται· καὶ ἠθοῦ· κατάγγιζε τὸ ὕδωρ ἀπ’ αὐτοῦ. Ἕτερον· ἐπίβαλον καὶ, εἰ βούλει, προκαταχώσας ἡμέρας τινὰς, ἠθοῦ τὸ ἀγγεῖον· πλῦνον ὁμοίως κατὰ τὴν προδηλωθεῖσαν τάξιν. Εἶτα καταγγίσας αὖθις, τὸ μελανίζον γὰρ ὕδωρ ἐπὶ τὸ ἄλλο μέρος συνεπίβαλε. [20]

### 2 105

Εἶτα χώσας τοσαύτας ἡμέρας, ἠθοῦ τος ἀνῖγε (?), καὶ πλῦνον. Καὶ τοῦτο ποιῶν ἀναλίσκεται ἡ μελάνωσις δι’ ἐπιφανείας, καὶ λευκόχροος γίνεται. Τὰ δὲ προσμελανισθέντα ὕδατα ἔμβαλε ἐν σκεύει τινὶ ὑελίνῳ, καὶ περιπηλώσας, ξηράνας κατάχωσον ἡμέρας τινάς. Καὶ ὡς ἰὸν γενόμενον, ἄνιγε (?) δι’ ὀργάνου μασθωτοῦ· καὶ λευκὸν πάλιν γίνεται. Ταῦτα οὕτως προσλευκάνας καθὰ προλέλεκται, ξήρανον καὶ βάλε ἐν ἰγδίῳ· ἐπίβαλε αὐτοῖς ἐκ τὸν προητημασμένον (?) λευκὸν ὕδωρ· κατ’ ὀλίγον [ὀλίγον] ἐπίβαλε καὶ τρίβε, ἄχρις ἂν καλῶς προπλυθῇ καὶ κτήσηται 〈ἐν〉 καιρῷ σύστασιν τε καὶ μορφήν. Καὶ ξηράνας τοῦτο, βάλε ἐν βικίῳ ὑελίνῳ, καὶ ἀσφαλισάμενος, κατάχωσον ἡμέρας τινὰς, τουτέστι ἄχρις οὗ τέφρα διηθηθεῖσα ἀραιωθεῖσα καὶ πρὸς ἱκανὴν ἔλθῃ λεύκωσιν· διαλειοῖ, καὶ ἀραιοῦται· καὶ τεθεῖσα ἐπάνω τινὸς ὄξους, καὶ προσδεχόμενος τὰς δριμείας αὐτοῦ ἀτμίδας, παραλειοῦται, δηλαδὴ λευκὸν γίνεται δίκην ψιμυθίου τὸ ἀπὸ μολύβδου γινόμενον. Δυνατὸν γὰρ οὕτως γενέσθαι καὶ ἄσβεστος· τεθέντα δηλαδὴ τὸν ἡμέτερον λίθον ἐπάνω τοῦ ὄξους δριμέον ἀτμὸν, μολύβδινον πέταλον. Εἰ δὲ ξανθὸν ταῦτα κατασκευάσαι βούλιον μέτα (?) ἱκανῶς πλυθῆναι καὶ ξηρανθῆναι [καὶ ξηρανθῆναι] ξανθοῖς σεσημμένοις ὕδασιν ποτισθῆναι καὶ πλυθῆναι, καὶ πλασθῆναι αὐτὰ λευκὸν, καὶ μετέπειτα ξηρανθῆναι, καὶ καλῶς θῆναι· καὶ ἐπληρώθη σὺν Θεῷ χρίσις Ἰουστινιανοῦ. APPENDICE II Ἔχει καὶ ὁ ἄνθρωπος ψύλλους κ. φθ., χερσαῖα, καὶ ἕλμινθας, ἔνυδρα. Ἔχει ὁ μέγας κόσμος ποτ., πηγ., θαλ.· ἔχει κ. ὁ ἄνθρ. ἔντερα, φλέβας, ἐξέδρας. Ἔχει ὁ μ. κ. ἀέρια ζ.· ἔχει κ. ὁ ἄνθρ. κών. [25]

### 2 106

, μυίας, καὶ τὰ ἑξῆς. Ἔχει ὁ μ. κ. πνεύματα ἀναδ., οἷον. ἀν. βροντὰς, ἀστραπάς· ἔχει κ. ὁ ἄνθρ. τὰς φύσας, καὶ τὰς πορδὰς, καὶ τὰς ἀσθενείας, καὶ τοὺς κινδύνους, καὶ τὰ ἑξῆς. Ἔχει ὁ μ. κ. τοὺς δύο φωστῆρας, τὸν ἥλιον κ. τ. σελ.· ἔχει καὶ ὁ ἄνθρ. τοὺς δύο φωστῆρας, τοὺς ὀφθ., τὸν μὲν δεξιὸν ὀφθ., ὡς τὸν ἥλιον, τὸν δὲ ἀρ., ὡς τὴν σελήνην. Ἔχει ὁ μ. κ. ὄρη καὶ β.· ἔχει κ. ὁ ἄνθρ. ὀστέα καὶ κρέας. Ἔχει ὁ μ. κ. τὸν οὐρ., καὶ τοὺς ἀστέρας· ἔχει κ. ὁ ἄνθρ. τὴν κεφ. καὶ τὰ ὦτα. Ἔχει ὁ μ. κ. τὰ δώδεκα ζώδια τοῦ οὐρανοῦ, ἤγουν κριὸν, ταῦρον, δίδυμον, καρκῖνον, λέοντα, παρθένον, ζυγὸν, σκορπίον, τοξότην, αἰγόκερον, ὑδροχόον, ἴχθυας· ἔχει κ. ὁ ἄνθρ. αὐτὰ ἀπὸ κεφαλῆς, ἤγουν ὡς ἀπὸ τοῦ κριοῦ μέχρι τῶν ποδῶν, οἵ τινες νομίζονται οἱ ἴχθυες, καὶ τοῦτο ......... APPENDICE III Ἴστε τοίνυν, ὦ φίλοι χρυσοτεχνῖται, ὅτι δεῖ καλῶς καὶ εὐτεχνεστάτως κατασκευάζειν τὰς ψάμμους, ὧν καὶ πρότερον ἑρμήνευσα· ἄνευ γὰρ τούτων μηδαμῶς ἡ πρᾶξις εἰς πέρας ἀχθήσεται. Καλοῦνται δὲ ψάμμοι ἐκ τῶν ἀρχαίων πάντα τὰ ἑπτὰ μέταλλα· ἐκ τῆς γῆς γάρ εἰσι, καὶ λιθώδη, καὶ χρήσιμα τυγχάνουσι· καὶ περὶ τούτων ἅπαντες συνεγράψαντο. Ἔτι δὲ καὶ οἱ ζωμοὶ, οἱ ἐκ βοτανῶν, καὶ χυλῶν, καὶ ὀπῶν δένδρων, καὶ καρπῶν, καὶ ξύλων ξηρῶν καὶ ὑγρῶν· ἐκ τούτων γὰρ συνεστήσαντο τὴν τέχνην, ἣν ὡς δένδρον ποιήσαντες, εἰς μυρίους κλάδους πανταχόσε διῆκον εἰς μυρίας τάξεις καὶ πράξεις κατεσκευάσαντο ταύτην. Ἔχεις οὖν ὧδε, ὅλῃ δυνάμει, ὅλον τὸ ἔργον τοῦ χαλκοῦ· ὅς ἐστιν ὁ αἰτήσιος λίθος· ὃν ἐξ ἴσου ὁμορρεύσαντα χρυσόπτα καὶ πάντα ποίει τὰ τῆς τέχνης. Τὸ δὲ «ὁμορρεύσαντα» οὐδὲν ἀλλὸ σημαίνει ἢ τὸ ὁμοῦ καὶ κατὰ ταὐτὸν ῥεύσαντα, δηλονότι, διὰ τοῦ πυρός. Τέλος τοῦ Ὀλυμπιοδώρου. [25]

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: veu-ab`.
