---
title: On Justice and Cosmic Harmony
title_greek: Ἀπόσπασμα
author: Ocellus of Lucania II
eul_wid: mye-aa
eul_aid: mye
canonical: "https://eulogikon.org/works/ocellus-lucania-justice-cosmic-harmony-mye-aa"
period: Hellenistic
dialect: Mixed Dialects (frg)
domain: Philosophy
format: Treatise
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# On Justice and Cosmic Harmony

*Ἀπόσπασμα*

**Author:** Ocellus of Lucania II

**eul_wid:** `mye-aa` · [HTML page](https://eulogikon.org/works/ocellus-lucania-justice-cosmic-harmony-mye-aa)

## Text

### 77 (14t)

Περὶ δικαιοσύνης Stob. 3.9.51 p. 362 He. (Mullach 2 p. 26, Harder p. 26) Ἐκκέλου Πυθαγορείου Λευκανοῦ Περὶ δικαιοσύνης. Δοκεῖ μοι τῶν ἀνδρῶν τὰν δικαιοσύναν ματέρα τε καὶ τιθήναν τᾶν ἀλλᾶν ἀρετᾶν προσειπέν· ἄτερ γὰρ ταύτας οὔτε σώφρονα οὔτε ἀνδρεῖον οὔτε φρόνιμον οἷόν τε ἦμεν.

### 78

ἁρμονία γάρ ἐστι καὶ εἰράνα τᾶς ὅλας ψυχᾶς μετ’ εὐρυθμίας. δηλοφανέστερον δέ κα γένοιτο τὸ ταύτας κράτος ἐτάζουσιν ἁμῖν τὰς ἄλλας ἕξιας. μερικὰν γὰρ ἔχοντι αὗται τὰν ὠφέλειαν, καὶ ποθ’ ἕνα· ἁ δὲ ποθ’ ὅλα τὰ συστάματα, καὶ ἐν πλάθει. ἐν κόσμῳ μὲν ὦν αὐτὰ τὰν ὅλων ἀρχὰν διαστραταγοῦσα πρόνοιά τε καὶ ἁρμονία καὶ δίκα καὶ νῶς τινὸς θεῶν οὕτω ψαφιξαμένω· ἐν πόλει δὲ εἰράνα τε καὶ εὐνομία δικαίως κέκληται· ἐν οἴκῳ δ’ ἔστιν ἀνδρὸς μὲν καὶ γυναικὸς ποτ’ ἀλλάλως ὁμοφροσύνα, οἰκετᾶν δὲ ποτὶ δεσπότας εὔνοια, δεσποτᾶν δὲ ποτὶ θεράποντας καδεμονία· ἐν σώματι δὲ καὶ ψυχᾷ πράτα μὲν ἁ πᾶσιν ἀγαπατοτάτα ζωά, ἅ τε ὑγίεια καὶ ἀρτιότας, σοφία τ’ ἐκ τᾶς ἐπιστάμας τε καὶ δικαιοσύνας γενομένα ἁ παρ’ ἀνθρώποις. εἰ δ’ αὐτὰ τὸ ὅλον καὶ τὰ μέρεα οὕτω παιδαγωγεῖ τε καὶ σῴζει ὁμόφρονα καὶ ποτάγορα ἀλλάλοις ἀπεργαζομένα, πῶς οὔ 〈κα〉 μάτηρ καὶ τιθήνα πασᾶν τε καὶ πάντων παμψαφεὶ λέγοιτο;

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: mye-aa`.
