---
title: Fragments on Spartan Helots
title_greek: Ἀποσπάσματα περὶ Εἱλώτων Σπαρτιατῶν
author: Myron of Eleutherae
eul_wid: bqi-aa
eul_aid: bqi
canonical: "https://eulogikon.org/works/myron-eleutherae-spartan-helots-bqi-aa"
period: Classical
dialect: Attic
domain: History
format: Prose
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Fragments on Spartan Helots

*Ἀποσπάσματα περὶ Εἱλώτων Σπαρτιατῶν*

**Author:** Myron of Eleutherae

**eul_wid:** `bqi-aa` · [HTML page](https://eulogikon.org/works/myron-eleutherae-spartan-helots-bqi-aa)

## Text

### t1-2

ΜΕΣΣΗΝΙΑΚΑ. E LIBRO SECUNDO.

### 2

Athenaeus XIV: Ὅτι δὲ τοῖς εἵλωσιν ὑβριστικῶς πάνυ ἐχρῶντο Λακεδαιμόνιοι καὶ Μύρων ὁ Πριηνεὺς ἱστορεῖ, ἐν δευτέρῳ Μεσσηνιακῶν γράφων οὕτως· «Τοῖς δ’ εἵλωσι πᾶν ὑβριστικὸν ἔργον ἐπιτάτ τουσι πρὸς πᾶσαν ἄγον ἀτιμίαν. Κυνῆν τε γὰρ ἕκαστον φορεῖν ἐπάναγκες ὥρισαν καὶ διφθέραν περιβεβλῆσθαι, πληγάς τε τεταγμένας λαμβάνειν κατ’ ἐνιαυτὸν ἀδικήματος χωρὶς, ἵνα μήποτε δουλεύειν ἀπομάθωσι. Πρὸς δὲ τούτοις, εἴ τινες ὑπερακμάζοιεν τὴν οἰκετικὴν ἐπι φάνειαν, ἐπέθηκαν ζημίαν θάνατον, καὶ τοῖς κεκτημένοις ἐπιτίμιον, εἰ μὴ ἐπικόπτοιεν τοὺς ἁδρουμένους. Καὶ παραδόντες αὐτοῖς τὴν χώραν, ἔταξαν μοῖραν, ἣν αὐτοῖς ἀνοίσουσιν ἀεί.» Idem VI: Μύρων δ’ ὁ Πριηνεὺς ἐν δευτέρῳ Μεσσηνιακῶν «Πολλάκις (φησὶν) ἠλευθέρωσαν Λακεδαιμόνιοι δούλους, καὶ οὓς μὲν ἀφέτας ἐκάλεσαν, οὓς δὲ ἀδεσπότους, οὓς δὲ ἐρυκτῆρας, δεσποσιοναύτας δ’ ἄλλους, οὓς εἰς τοὺς στόλους κατέτασσον· ἄλλους δὲ νεοδαμώδεις, ἑτέρους ὄντας τῶν εἱλώτων.»

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: bqi-aa`.
