---
title: On Physis and Knowledge
title_greek: Ἀποσπάσματα
author: Metrodorus of Chios
eul_wid: dmk-ac
eul_aid: dmk
canonical: "https://eulogikon.org/works/metrodorus-chios-on-physis-knowledge-dmk-ac"
lang: grc
period: Classical
dialect: Attic
domain: "Philosophy, Science"
genre: Treatise
content_hash: "sha256:0a53a4162e520606bfba70f72f10f03b7830c709e1fdec36c1b66adf2a579734"
content_modified_at: "2026-11-15"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# On Physis and Knowledge

*Ἀποσπάσματα*

**Author:** Metrodorus of Chios

**eul_wid:** `dmk-ac` · [HTML page](https://eulogikon.org/works/metrodorus-chios-on-physis-knowledge-dmk-ac)

## Text

`1-2`

ΜΗΤΡΟΔΟΡΟΥ ΠΕΡΙ ΦΥΣΕΩΣ

`1`

<cite>Εὐσέβιος</cite>

ἕπεται τούτοις συνεξετάσαι καὶ τοὺς τὴν ἐναντίαν βαδίσαντας καὶ πάντα χρῆναι πιστεύειν ταῖς τοῦ σώματος αἰσθήσεσιν ὁρισαμένους, ὧν εἶναι Μητρόδωρον τὸν Χῖον καὶ Πρωταγόραν τὸν Ἀβδηρίτην. τὸν μὲν οὖν Μητρόδωρον Δημοκρίτου ἔφασαν ἀκηκοέναι· ἀρχὰς δὲ ἀποφήνασθαι τὸ πλῆρες καὶ τὸ κενόν, ὧν τὸ μὲν ὄν, τὸ δὲ μὴ ὂν εἶναι. γράφων γέ τοι Περὶ φύσεως εἰσβολῇ ἐχρήσατο τοιαύτῃ· «οὐδεὶς ἡμῶν οὐδὲν οἶδεν οὐδʼ αὐτὸ τοῦτο, πότερον οἴδαμεν ἢ οὐκ οἴδαμεν οὐδʼ αὐτὸ τὸ μὴ εἰδέναι καὶ τὸ εἰδέναι οἴδαμεν ὅτι ἔστιν οὐδʼ ὅλως πότερον ἔστι τι ἢ οὐκ ἔστιν». ἥτις εἰσβολὴ κακὰς ἔδωκεν ἀφορμὰς τῷ μετὰ ταῦτα γενομένῳ Πύρρωνι. προβὰς δέ φησιν ὅτι

`2`

«πάντα ἐστίν, ὃ ἄν τις νοήσαι».

`3-4`

ΤΡΩΙΚΑ

`3`

<cite>Ἀθήναιος</cite>

Μ. δʼ Χῖος ἐν Τρωικοῖς σύριγγα μέν φησιν εὑρεῖν Μαρσύαν καὶ αὐλὸν  <span class="gap">…</span> ἐν Κελαιναῖς, τῶν πρότερον ἑνὶ καλάμῳ συριζόντων ...

`4`

<cite>Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν</cite>

Μ. ἐν Τρωικοῖς· «μετὰ ταῦτα λέγουσι παρʼ αὐτὸν ἀφικέσθαι δύο ἄνδρας, ὁπόθεν μὲν καὶ οἵτινες, οὐδεὶς ἔχει εἰπεῖν ἀτρεκέως· ἐλθόντας δὲ εἰπεῖν, ὅτι Λαομέδοντι χρὴ ἀνδρὶ βασιλεῖ εἶναι ἀκρόπολιν ἐν τῇ πόλει, ἐν ᾗ αὐτὸν οἰκεῖν πρέποι· “ἡμεῖς οὖν σοι θέλομεν τειχίον κτίσαι καὶ ἐπιστατῆσαι”».

`6`

ΙΩΝΙΚΑ

<cite>Πλούταρχος</cite>

τὸ δὲ τεκμήριον ἐλαμβάνομεν ἐκ τῶν Μητροδώρου Ἰωνικῶν· ἱστορεῖ γὰρ ὅτι Σμυρναῖοι τὸ παλαιὸν Αἰολεῖς ὄντες θύουσι Βουβρώστει ταῦρον μέλανα καὶ κατακόψαντες αὐτόδορον ὁλοκαυτοῦσιν.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: dmk-ac`.
