---
title: Comparison of Menander and Philistion
title_greek: Σύγκρισις Μενάνδρου καὶ Φιλίστιωνος
author: "Menander and Philistion Comparison "
eul_wid: slg-aa
eul_aid: slg
canonical: "https://eulogikon.org/works/menander-philistion-comparison-slg-aa"
period: Late Antique
dialect: Mixed Dialects
domain: Philosophy
format: Prose
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Comparison of Menander and Philistion

*Σύγκρισις Μενάνδρου καὶ Φιλίστιωνος*

**Author:** Menander and Philistion Comparison 

**eul_wid:** `slg-aa` · [HTML page](https://eulogikon.org/works/menander-philistion-comparison-slg-aa)

## Text

### 1

Φιλιστίωνα τὸν καλόν τε κἀγαθὸν ἐγὼ Μένανδρος πολλὰ χαίρειν βούλομαι.

### 5

Ἀπαρενόχλητος ὁ τόπος ἡμῖν τυγχάνει, καὶ τοῦ λέγειν ἄρξασθ’ 〈ἐγὼ〉 δὴ βούλομαι.

### 10

ἄμεινον ἡμᾶς μὴ γενέσθαι μηδ’ ὅλως.

### 15

Ἐν δειλίᾳ γὰρ ζῶντες ἡμεῖς τοῦ βίου

### 20

μὴ προσδόκα τὸ μέλλον ἢ λυπῇ μάτην.

### 25

Ὅστις τὸν εὐτυχοῦντα βασκαίνειν θέλει, λυπεῖν ἑαυτὸν βούλετ’{αι} εἰς ὃν ζῇ χρόνον.

### 30

ῥοπαῖς δὲ καιρῶν καὶ μεταβολαῖς πάντα ἀλλάσσεται.

### 35

Κακοὶ γὰρ εὐτυχοῦντες ἐκπλήττουσί με. ἀδίκως πονηροῖς πλοῦτον δωρεῖται θεός.

### 40

ἄμεινόν ἐστιν ἀποθανεῖν ἢ δυστυχεῖν.

### 45

Μυστήριόν σου μήποτ’ εἴπῃς τῷ φίλῳ, κοὐ μὴ φοβηθῇς αὐτὸν ἐχθρὸν γενόμενον.

### 1

ὀργὴ δὲ δεινὰ δρᾶν ἀναγκάζει βροτούς.

### 55

Πενίαν φέρειν οὐ παντός, ἀλλ’ ἀνδρὸς σοφοῦ. πολλοὶ γὰρ εὐτυχοῦντες οὐ φρονοῦσιν εὖ.

### 60

οὐ τῷ λόγῳ δὲ δεῖ χρῆσθαι, ἀλλὰ τῷ τρόπῳ.

### 65

Εἰ χρήμασι〈ν〉 τὸν θάνατον ἐξωνούμεθα, τῶν πλουσίων 〈ἂν〉 ὁ κόσμος ὅλος ἐτύγχανε.

### 70

πρὶν ἢ μάθῃ τὸ τέρμα τῆς εἱμαρμένης.

### 75

Τί τὸν θανόντα κωφὸν ὠφελεῖς καλῶν; τὸν ζῶντα λυπεῖς, τῷ θανόντι δ’ οὐ μέλει.

### 80

φρόνιμοι δοκοῦμεν μηδὲ ἓν καθιόντες.

### 85

Εἰ πᾶσιν ἡμῖν ἦν φρενῶν κοινωνία, καὶ χρημάτων ἦν καὶ φρενῶν κοινωνία.

### 90

τύχη δὲ καὶ τὸν μὴ σοφὸν ποιεῖ σοφόν.

### 95

Ἃ δεῖ παθεῖν σε μηδαμοῦ σκέψῃ φυγεῖν, οὐ γὰρ δυνήσῃ διαφυγεῖν ὅ σε δεῖ παθεῖν.

### 97A

〉τύχην.

### 98

Δούλους ποιοῦσι πάντας τοὺς ἐλευθέρους γάμοι, τεκνώσεις, ἡδοναί, φόβοι, νόμοι.

### 1

Ἐλευθέρους ἅπαντας ἡ φύσις ποιεῖ,

### 105

ἢ δοῦλον εἶναι πᾶσιν ὧν χρείαν ἔχει.

### 110

Τὰ δάνεια δούλους τοὺς ἐλευθέρους ποιεῖ. φύλασσε σαυτὸν ἐγκρατῶς ἐλεύθερον.

### 115

ἅπαξ λαβὼν τὸ χρῆμα δώσεις πολλάκις.

### 120

Ἄμεινόν ἐστι καταλιπεῖν ἄλγος τισίν ἢ μηδὲν ἔχοντα ....

### 125

ὃ λανθάνεις ἄνθρωπον, ὁμολόγει θεῷ.

### 130

Ἄκουε πάντα μανθάνειν καὶ μὴ λαλεῖν· πολλὴν γὰρ ἀβλάβειαν ἡ σιγὴ φέρει.

### 135

Εὐκαταφρόνητός ἐστι{ν} πανταχοῦ πένης. 〈ὁ〉 πονηρὰ ποιῶν εὐθέως οὐκ αἴσθ{αν}εται.

### 140

αὐτὸς ὑφ’ ἑαυτοῦ τῷ φόβῳ κολάζεται.

### 145

Ὥσπερ λέγουσι πάντες οἱ σοφώτατοι,

### 1

σωροὺς ἔχειν δεῖ καὶ καλῶν φρονημάτων.

### 155

Ὅταν πονηροῦ πράγματος κέρδος λάβῃς, τοῦ δυστυχεῖν νόμιζε ς’ ἀρραβῶν’ ἔχειν.

### 157A

〈λυπεῖ γὰρ ἡμῖν ζημία βραχὺν χρόνον,〉

### 158

κακὸν δὲ κέρδος ὅλον ἀναιρεῖ 〈τὸν〉 βίον.

### 160

χαίρει δ’ ὁρῶν πάσχοντας τοὺς ἀναξίους.

### 165

Κρίνει φίλους ὁ καιρὸς ὡς χρυσὸν τὸ πῦρ.

### 170

φιλίαν φίλου στέργοντος, {καὶ} οὐ τὰ χρήματα.

### 175

Ὅταν φίλος σου κατὰ φίλου μέλλῃ λέγειν, μὴ τῷ λόγῳ πίστευε, ἀλλ’ αὐτὸν σκόπει. ὁ γὰρ προχείρως πρὸς σὲ διαβάλλων φίλον ταὐτὸν ποιήσει καὶ κατὰ σοῦ πρὸς 〈τὸν〉 φίλον.

### 180

ἐχθροὺς ἀπίστει τοὺς λέγοντας ἐν δόλῳ.

### 185

Τίς δ’ οὐχὶ θνητῶν ἐστι γινώσκων τάδε, ὡς πᾶς τις αὑτὸν τοῦ πέλας μᾶλλον φιλεῖ;

### 190

φέροντα κρυπτὴν ἔνδοθεν πονηρίαν.

### 195

Μισῶ πένητα πλουσίῳ δωρούμενον· ἢ μωρός ἐστιν ἢ πλανᾶσθαι βούλεται.

### 1

μυστήριόν σου ψευδὲς 〈αὐτῷ〉 προσανάθου.

### 205

Γνώμην πονηρὰν εὐκόλως τρέφει γυνή. ὁ τρόπος γὰρ αὐτῆς ἐγγυμνάζεται κακοῖς.

### 210

ὅτι ἀσπίδι προσπορίζει φάρμακα.

### 215

Ἐὰν γυνὴ γυναικὶ κατ’ ἰδίαν λαλῇ, μεγάλων κακῶν θησαυρὸς ἐξορύττεται.

### 220

ὁ θάνατος αὐτὴν πᾶσαν ἑλκύσει κάτω.

### 225

Ἐὰν πένητα γυμνὸν ἐνδύσῃς ποτέ, οὐδὲν ἐποίησας, ἂν λόγοις ὀνειδίσῃς.

### 230

Ἀνὴρ ὁπόταν γυναῖκα καταβλάψαι θέλῃ, θησαυρὸν ἐχέτω 〈πλούσιον〉 φρονημάτων.

### 235

ὁ γὰρ σιωπῶν ἔνδον ἐγκρύπτει δόλον.

### 240

Οἱ τῶν πενήτων ἐργατῶν ἀεὶ κόποι· εἰς τὰς τροφὰς χωροῦσι τὰς τῶν πλουσίων.

### 245

οὗτος πέφυκε μέχρι τέλους τούτου φίλος.

### 1

Καλὸν τὸ θνῄσκειν, οἷς ὕβριν τὸ ζῆν φέρει· ζῇ γὰρ πονηρῶς καὶ τὸ φῶς βλέπει σκότος.

### 255

καιρῶν γάρ εἰσι μεταβολαὶ καὶ 〈τῆσ〉 τύχης.

### 260

πρὸς τὴν παροῦσαν 〈πάντοθ’〉 ἁρμόζου τύχην.

### 265

Ἐλευθέρους δούλευε κοὐχ ἕξεις δούλους· δυσὶ δούλευε καὶ νόμοις καὶ δεσπόταις.

### 270

θεὸν νόμιζε καὶ σέβου παντὶ σθένει· ὡς ὄντα τοῦτον καὶ παρόντ’ ἀεὶ σέβου, καὶ μήτ’ ἐρώτα μήτε μανθάνειν θέλε· οὐ γὰρ θέλω σε μανθάνειν, τί δὴ θεός.

### 275

χειρότερός ἐστιν ὁ προδότης 〈ὁ〉 τῶν φίλων.

### 280

Ὅσον διαφέρει τοῦ θανεῖν τὸ ζῆν καλῶς, τοσοῦθ’ ὁ θάνατος διαφέρει τοῦ ζῆν κακῶς.

### 285

ἢ θεὸν εἶναί σε δεῖ, ἢ νεκρόν.

### 290

Μισῶ πένητα πλουσίῳ δωρούμενον· αὐτὸς γὰρ αὑτοῦ τὸν βίον λυμαίνεται.

### 295

κακῶς τε πλούτῳ καὶ τύχῃ γαυρούμενον, τούτου ταχεῖαν νέμεσιν εὐθὺς προσδόκα· ἐπαίρεταί {γὰρ} τις μεῖζον, ἵνα μεῖζον{ως} πέσῃ.

### 1

ὅ〈πο〉τε δ’ ἐγερθεὶς εἰς λόγους ἐλήλυθας, ἐφάνης χελώνης δέρμ’ ἔχων, φρένας δ’ ὄνου. ἀνδρὸς χαρακτὴρ ἐκ λόγου γνωρίζεται.

### 305

σιγῶν δοκεῖς μοι φρόνιμος εἶναι καὶ σοφός. τύπους γὰρ ὡς ἔοικε τῶν σοφῶν ἔχεις ὄνος πεφυκώς περ καὶ σάγμ’ ἔχων μέγα. λάλησον, ἵνα μάθωμεν ὡς ἄνθρωπος εἶ. εἰ δ’ ἔτι σιωπᾶς, γέγονας ἀνθρώπου σκιά.

### 310

ἔνιοι γὰρ ὡς δοκοῦντες εὖ φρονεῖν μάλα πώγωνα περιφέρουσιν ἐξησκημένον φορτίον ἄχρηστον κοὐ χρήσιμον. εἰ γάρ τιν’ εἶχον δύναμιν αἱ πολλαὶ τρίχες,

### 2

ΣΥΓΚΡΙΣΙΣ

### 1

Ὁ πᾶσιν ἀρέσας ἐν σοφοῖς ποιήμασιν, ὁ τοῦ βίου τὴν πρᾶξιν ἐπιδείξας σοφοῖς, Μένανδρος ὁ σοφὸς νῦν πάλιν παραινέσω, χαίρειν προ{σ}τάξας τοῖς ἀκούουσιν νέοις,

### 5

ὅπως ἕκαστος ἀκούων μου μανθάνῃ τὴν τοῦ βίου εὐθεῖαν, ἣν ὑμῖν φράσω, παρηγορῶν ἕκαστον ἐς τὸ συμφέρον, ἔχων ἀγῶνα πρὸς Φιλιστίωνα νῦν, τὸν τερπνὸν καὶ φιλητὸν καὶ βιωφελῆ,

### 10

ἐκ τῶν κατὰ μέρος ἐκλεγέντων πραγμάτων. Ἀρξόμεθα λοιπὸν περὶ τύχης 〈λέγειν〉 σοφῶς.

## Μένανδρος. περὶ τύχης.

### 12

Ὅταν τις ἡμῶν ἀμέριμνον ἔχῃ τὸν βίον, οὐκ ἐπικαλεῖται τὴν τύχην εὐδαιμονῶν· ὅταν δὲ λύπαις περιπέσῃ καὶ πράγμασιν,

### 15

εὐθὺς προσάπτει τῇ τύχῃ τὴν αἰτίαν.

### 17A

.............................. | μή

### 18

λύπει σεαυτὸν τοῦτο γιγνώσκων ὅτι, ὅταν ποτ’ ἀνθρώποισιν ἡ τύχη γελᾷ,

### 20

πάντων ἀφορμὴ τῶν καλῶν εὑρίσκεται· ὅταν δὲ δυστυχῇ τις, οὐδ’ εὐφραίνεται. ἅπαντα νικᾷ καὶ μεταστρέφει τύχη.

## περὶ πενίας.

### 23

Πένης λέγων τἀληθὲς οὐ πιστεύεται. πένητος οὐδέν ἐστι δυστυχέστερον·

### 25

ἅπαντα μοχθεῖ κἀγρυπνεῖ κἀργάζεται, ἵν’ ἄλλος ἐλθὼν μεταλάβῃ κεκτημένος· τῶν γὰρ πενήτων ἐργατῶν ἀεὶ πόν〈οι〉 〈εἰσ〉 τὰς τροφὰς χωροῦσι τὰ〈σ〉 τῶν πλουσίων.

### 30

κἂν σοφὸς ὑπάρχῃ, κἂν λέγῃ τὸ συμφέρον, δοκεῖ τι φράζειν τοῖς ἀκούουσιν κακῶς. τῶν γὰρ πενήτων πίστιν οὐκ ἔχει λόγος· ἀνὴρ δὲ πλουτῶν, κἂν ἄγαν ψευδηγορῇ, δοκεῖ τι φράζειν τοῖς ἀκούουσιν σαφές.

## περὶ γήρους.

### 35

Ὦ γῆρας ἐχθρὸν σωμάτων ἀνθρωπίνων, ἅπαντα συλῶν 〈τὰ〉 καλὰ τῆς εὐμορφίας καὶ μεταχαράσσον τὴν μὲν ἀνδρίαν μελῶν εἰς 〈τ〉ἀπρεπές, τὸ δὲ τάχος εἰς ὄκνον πολύν, [ὁ νοῦς· ὅτι οὐκ ἔνεστιν δύναμις τοῦ σώματος·]

### 40

φεύγει δὲ πάντα καὶ τὸ λαμπρὸν ὀμμάτων.

### 45

μηδὲν ἐπερώτα· πάντα γὰρ κακῶς ἔχει. καλὸν τὸ θνῄσκειν ἔστιν ἐπὶ τούτῳ λέγειν. μὴ νουθέτει γέρονθ’ ἁμαρτάνοντά τι· δένδρον παλαιὸν μεταφυτεύειν δύσκολον.

## περὶ πλούτου.

### 49

Αἰσχύνομαι πλουτοῦντι δωρεῖσθαι φίλῳ,

### 2

μή μ’ ἄφρονα κρίνῃ καὶ διδοὺς αἰτεῖν δοκῶ. μισῶ πένητα πλουσίῳ δωρούμενον· ἔλεγχός ἐστι τῆς ἀχορτάστου τύχης.

### 55

κἂν μέχρι νεφέων τὴν ὀφρὺν ἀνασπάσῃς, ὁ θάνατος αὐτὴν πᾶσαν ἑλκύσει κάτω. κἂν μυρίων γῆς κύριος πηχῶν ἔσῃ, θανὼν γενήσῃ τάχα τριῶν ἢ τεσσάρων.

### 60

φθόνον τ’ ἐπήρειάν τε καὶ μῖσος πολύ, πράγματά τε πολλὰ κἀνοχλήσεις μυρίας, πράξεις τε πολλὰς συλλογάς τε τοῦ βίου. ἔπειτα μετὰ ταῦτ’ εὐθὺς εὑρέθη θανών, ἄλλοις καταλιπὼν εἰς τρυφὴν τὴν οὐσίαν.

### 65

ὅθεν πένεσθαι μᾶλλον ἡδέως ἔχω

### 65A

ἔχειν τε μέτρια κἀμέριμνον ζῆν βίον,

### 66

καὶ μήτ’ ἔχειν πλοῦτόν με μήτε πράγματα· πᾶς γὰρ πένης ὢν μεγάλα κερδαίνει κακά.

## περὶ θεῶν.

### 68

Ὁ μὲν Ἐπίχαρμος τοὺς θεοὺς εἶναι λέγει ἀνέμους, ὕδωρ, γῆν, ἥλιον, πῦρ, ἀστέρας.

### 70

ἐγὼ δ’ ὑπέλαβον χρησίμους εἶναι θεοὺς τἀργύριον ἡμῖν καὶ τὸ χρυσίον 〈μόνουσ〉.

### 75

φίλοι, δικασταί, μάρτυρες. μόνον δίδου· αὐτοὺς γὰρ ἕξεις τοὺς θεοὺς ὑπηρέτας.

### 80

ὡς ὄντα τοῦτον καὶ παρόντ’ ἀεὶ σέβου. τίς ἐστιν, ὁ θεὸς οὐ θέλει σε μανθάνειν· ἀσεβεῖς τὸν οὐ θέλοντα μανθάνειν θέλων.

## περὶ φίλου.

### 83

Χρυσὸς μὲν οἶδεν ἐξελέγχεσθαι πυρί, ἡ δ’ ἐν φίλοις εὔνοια καιρῷ κρίνεται.

### 85

καιρῷ τὸν εὐτυχοῦντα κολακεύων φίλος καιροῦ φίλος πέφυκεν, οὐχὶ τοῦ φίλου. ἀπόντι μᾶλλον εὐχαριστίαν ποίει· τῷ γὰρ παρόντι γίνετ’ εὐτονώτερον. μυστήριόν σου μὴ κατείπῃς τῷ φίλῳ.

### 90

φρόνησιν ἀσκῶν ἄφροσιν μὴ χρῶ φίλοις.

### 95

μὴ λέγ’, ὅτι δώσεις, μὴ διδούς· ὁ γὰρ λέγων καὶ τὴν ἀπ’ ἄλλων ἐμποδίζεται δόσιν. καλῶς ποιήσας 〈κοὐ〉 καλῶς ὀνειδίσας ἔργον καθεῖλες πλούσιον πτωχῶν λόγῳ. καυχώμενος τὸ δῶρον, ὃ δέδωκας φίλῳ,

### 2

ἔργῳ στρατηγὸς γέγονας, ἐν λόγῳ φονεύς. ἂν γυμνὸν εὑρὼν πενιχρὸν ἐνδύσῃς 〈ποτέ, μᾶλλον ἀπέδυσασ〉 αὐτόν, ἂν ὀνειδίσῃς. ἐὰν τροφὴν δοὺς τὸν λαβόντ’ ὀνειδίσῃς, ἀψινθίῳ κατέπασας Ἀττικὸν μέλι.

## περὶ πονηρίας.

### 105

Οὐ παντελῶς δεῖ τοῖς πονηροῖς ἐπιτρέπειν, ἀλλ’ ἀντιτάσσου, μὴ τἄνω κάτω γένητ’.

### 110

τοῦ δυστυχεῖν νόμιζε ς’ ἀρραβῶν’ ἔχειν.

## περὶ δούλου.

### 115

Δούλῳ γενομένῳ, δοῦλε, δουλεύειν φοβοῦ. ἀμνημονεῖ γὰρ ταῦρος ἀργήσας ζυγοῦ. ἐλευθέρως δούλευε· δοῦλος οὐκ ἔσῃ. ἐλεύθερος πᾶς ἑνὶ δεδούλωται, νόμῳ, δυσὶν δὲ δοῦλος, καὶ νόμῳ καὶ δεσπότῃ.

### 120

Πονηρὸς ἂν ᾖ δοῦλος, εὑρήσει δίκην· σὺ μὴ γενηθῇς τῆς δίκης προηγέτης. εἰς χεῖρα δοῦλον δεσπότῃ μὴ συμβάλῃς. κἂν δοῦλος ᾖ τις, σάρκα τὴν αὐτὴν ἔχει· φύσει γὰρ οὐδεὶς δοῦλος ἐγενήθη ποτὲ

### 125

ἀπὸ τοῦ πάλαι πλάσαντος ἀνθρώπων γένος.

### 130

ἡ ἐξ ἀρχόντων, νόμος, φίλοι. ἡ δ’ 〈αὖ〉 τύχη τὸ σῶμα κατεδουλώσατο. 〈ἐλεύθερον〉 {δὲ} τὸ γένος ὑπάρχει τῇ φύσει.

## περὶ γειτονίας.

### 133

Ἐὰν πονηροῦ γείτονος γείτων τύχῃς, πάντως παθεῖν πονηρὸν ἢ μαθεῖν σε δεῖ.

### 135

ἐὰν 〈ποτ’〉 ἀγαθοῦ γείτονος γείτων τύχῃς, ὡς προσδιδάσκεις ἀγαθὰ καὶ προσμανθάνεις.

### 140

〈καὶ〉 τέρπεται δρόσοισιν· {νεμόμενος} ἀλλ’ ὅταν ποτὲ δοκῇ τις αὐτῷ παρενοχλεῖν τῶν γειτόνων, ἀπέρχεθ’ οὕτως περιφέρων τὴν οἰκίαν νέμετ’ ἀμέριμνος τοὺς κακοὺς φεύγων ἀεί.

## περὶ νόμου.

### 144

Λόγος φυλαχθεὶς οὐδέν ἐστιν ἢ νόμος,

### 145

ὁ μὴ φυλαχθεὶς καὶ νόμος καὶ δήμιος. Νόμον φοβηθεὶς οὐ ταραχθήσει νόμῳ. μὴ πάσχε πρῶτον τὸν νόμον καὶ μάνθανε· πρὸ τοῦ παθεῖν σε τῷ φόβῳ προλαμβάνου.

### 2

οὐ γὰρ δυνήσῃ διαφυγεῖν ὅ σε δεῖ παθεῖν· 〈τὸ〉 πεπρωμένον γὰρ οὐ μόνον 〈πᾶσιν〉 βροτοῖς ἄφευκτόν ἐστιν, ἀλλὰ καὶ τοῖς οὐρανὸν | 〈ἔχουσι〉

## Μενάνδρου παραινέσεις περὶ τοῦ

τὸν πατέρα τιμᾶν καὶ τὴν μητέρα.

### 153

Ὁ λοιδορῶν 〈τὸν〉 πατέρα δυσφημεῖ λόγῳ τὴν εἰς τὸ θεῖον 〈δὲ〉 μελετᾷ βλασφημίαν.

### 155

ὁ μὴ τρέφων τεκοῦσαν ἐκ τέχνης νέος ἄκαρπός ἐστιν οὗτος ἀπὸ ῥίζης κλάδος.

## περὶ γέλωτος.

### 157

Ὁ μὴ γέλωτος ἄξιος 〈ὢν〉 ἂν ᾖ γέλως, αὐτὸς πέφυκε τοῦ γέλωτος κατάγελως. {ε}ἂν ἀγνοῶν τι παρά τινος θέλῃς μαθεῖν,

### 160

τὸ τοῦ μαθητοῦ πρῶτα τὴν σιγὴν ἔχειν.

### 165

εἴωθε πλεῖστον 〈καταγέλωτα προσφέρειν.〉

## περὶ θανάτου.

### 166

Ὅταν εἰδέναι θέλῃς σεαυτὸν ὅστις εἶ, ἔμβλεψον εἰς τὰ μνήμαθ’, ὡς ὁδοιπορεῖς. ἐνταῦθ’ ἔνεστ’ ὀστᾶ τε καὶ κούφη κόνις ἀνδρῶν βασιλέων καὶ τυράννων καὶ σοφῶν

### 170

καὶ μέγα φρονούντων ἐπὶ γένει καὶ χρήμασιν αὑτῶν τε δόξῃ κἀπὶ κάλλει σωμάτων. κᾆτ’ οὐδὲν αὐτοῖς τῶνδ’ ἐπήρκεσεν χρόνος· κοινὸν τὸν Ἅιδην ἔσχον οἱ πάντες βροτοί. πρὸς ταῦθ’ ὁρῶν γίνωσκε σαυτὸν ὅστις εἶ.

### 175

Εἴ ποτέ τις ἡμῶν εἰς τὸν ἀγρὸν ἐξιὼν μνήματα παρέλθοι καὶ τάφους ἀνθρωπίνους, τούτων ἕκαστος ἔλεγεν· „εἰς ὥρας ἐγὼ πλεύσω, φυτεύσω, κτήσομαι 〈πολλοὺς ἀγρούσ〉, τὸν τοῖχον ἄρας πύργον ὑψηλὸν βαλῶ,

### 180

προσοικοδομήσω τὰ παρακείμεν’ ἀγοράσων.“

## περὶ λόγου.

### 182

Λύπης ἰατρός ἐστιν ἀνθρώποις λόγος· ψυχῆς γὰρ οὗτος μόνος ἔχει κουφίσματα· λέγουσι δ’ αὐτὸν οἱ πάλαι σοφώτατοι

### 185

ἀστεῖον εἶναι φάρμακον 〈λυπουμένῳ〉. ἀλλ’ ὅταν κἀγὼ παραλημφθῶ εἰς λύπας ποτέ , ὅταν δέ τις λόγοις με παραμυθήσεται, λόγοις με πείσας ἔσβεσεν λύπην ἐμήν.

### 190

ὡς σπληνίον πρὸς ἕλκος οἰκείως τεθὲν τὴν φλεγμονὴν ἔπαυσεν, οὕτω καὶ λόγος εὔκαιρος εἰς τὰ σπλάγχνα κολληθεὶς φίλων εὐψυχίαν παρέσχε τῷ λυπουμένῳ. ψυχῆς πόνος γὰρ ὑπὸ λόγου κουφίζεται.

## περὶ λύπης.

### 195

Ἄνθρωπε, μὴ στέναζε, μὴ λυποῦ μάτην. μηδέποτε λύπῃ τεῖρε σὴν ψυχὴν κακῶς καταμεμφόμενος 〈τὰ τῆς τύχησ〉, φάσκων τάδε·

### 2

ἅ σοι τύχη κέχρηκε, ταῦτ’ ἀφείλετο. ἄνθρωπος ὢν μηδέποτε τὴν ἀλυπίαν αἰτοῦ παρὰ θεῶν, ἀλλὰ 〈τὴν〉 μακροθυμίαν. ὅταν δ’ ἄλυπος διὰ τέλους εἶναι θέλῃς, ἢ δεῖ θεόν ς’ εἶναί τιν’ ἢ τάχα δὴ νεκρόν.

### 205

παρηγόρει δὲ τὰ κακὰ δι’ ἑτέρων κακῶν.

### 210

ἐχθροὺς ποιοῦσι τοὺς φίλους αἱ συγκρίσεις.

### 3

MENANDRI ET PHILISTIONIS

DISTICHA PARISINA

### 1

Γυναῖχ’ ὁ διδάσκων γράμματα καλῶς ἀσπίδι φοβερᾷ προσπορίζει φάρμακον.

### 5

Καλὴν γυναῖκ’ ἐὰν ἴδῃς, μὴ θαυμάσῃς· τὸ γὰρ πολὺ κάλλος καὶ ψόγων πολλῶν γέμει.

### 10

γνώμῃ γὰρ ἰδίᾳ τὸ κακὸν ἡδέως ποιεῖ.

### 15

Ὅταν τάφον στεφανοῖς κόσμῳ ποικίλῳ, τὸ ζῆν τὸ σαυτοῦ στεφάνοις παρηγορεῖ.

### 20

χρήσῃ γὰρ αὐτοῖς αἰσθόμενος μεθ’ ἡδονῆς.

### 25

Πράττων καλῶς μέμνησο τῆς δυσπραξίας· ὡς γὰρ τὸ πράττειν καὶ τὸ δυσπράττειν σκόπει.

### 30

νοσοῦντα σῴζων αὐτὸς ἀποθνῄσκει νοσῶν.

### 31

βουλεύεται. θνῄσκει ὁ θνῄσκων κατ’ ἰδίαν εἱμαρμένην.

### 35

Ἐὰν ὁρῶν πένητα γυμνὸν ἐνδύσῃς , μᾶλλον ἀπέδυσας αὐτόν, ἂν ὀνειδίσῃς.

### 40

πρὸς τὴν παροῦσαν πάντοθ’ ἁρμόζου τύχην.

### 45

Μηδέποτε πειρῶ στρεβλὸν ὀρθῶσαι κλάδον, ἐκεῖ νένευκεν οὗ φύσις βιάζεται.

### 3

γῆρας ψέγοντες καὶ μακρὸν χρόνον βίου.

### 55

Οὐχ ἡ πόλις σου τὸ γένος εὐγενὲς ποιεῖ, σὺ δ’ εὐγενίζεις τὴν πόλιν πράσσων καλῶς.

### 60

αἱ τῶν φίλων γνῶμαι χρόνῳ γινώσκονται.

### 1

Πολλῶν ὁ καιρὸς γίνεται παραίτιος· ἂν γὰρ μέγιστα κομπάσῃς φρονῶν μέγα, οὐκ οἶδας ὡς 〈τὰσ〉 μεταβολὰς πολλὰς ἔχει· ὃ νῦν δίδωσιν, οὐ δίδωσιν αὔριον.

### 5

χρόνος γὰρ οὐκ ἔσθ’ αὑτὸς ἀνθρώποις ἀεί. τὸν οὖν παρόντα καιρὸν ἂν ἅπαξ ἀφῇς, οὐκ ἔστιν αὐτὸν προσλαβεῖν πάλιν ταχύ.

### 10

πάλιν γὰρ ὄψει τῶν κακῶν περιτροπήν. ἀεὶ γὰρ ὁ χρόνος ὡς τροχὸς κυλίεται. 〈ὁ〉 καιρὸς ὁ τυχών ἐστιν ἀνθρώποις ἀεί, πᾶσιν γὰρ οὐ πέφυκεν ἀνθρώποις ἴσος. κέρδη γὰρ ἄλλοις χἠδονὰς θηρεύεται,

### 15

ἄλλοις δὲ λύπας προσπορίζει καὶ βλάβας.

### 20

οὐ γὰρ θέλω σε μανθάνειν, τί δὴ θεός.

### 25

Ὁ δυσσεβῶν τι καὶ δοκῶν λαθεῖν θεόν, κολάζεθ’ οὗτος ὑπὸ συνειδότος θεοῦ.

### 30

τὸ σῶμα κοσμῶν, ἀλλὰ τῷ φρονήματι.

### 35

Πόντου, γυναικός, καύματος, θηρός, πυρὸς

### 40

αὐτὸς προπάσχει τοῦ κακοῦ τὴν ἔκβασιν.

### 45

Ἐάν ποτ’ ἀγαθοῦ γείτονος γείτων τύχῃς, ὡς προσδιδάσκεις ἀγαθὰ καὶ προσμανθάνεις.

### 4

μετέρχεται τὸ δίκαιον ἐς πλεονεξίαν.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: slg-aa`.
