---
title: Theophorumenae Fragments Known Elsewhere
title_greek: Ἀποσπάσματα Θεοφορουμένης
author: Menander of Athens
eul_wid: hps-ae
eul_aid: hps
canonical: "https://eulogikon.org/works/menander-athens-theophorumenae-fragments-hps-ae"
period: Hellenistic
dialect: Attic Comedy
domain: Comedy
format: Verse
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Theophorumenae Fragments Known Elsewhere

*Ἀποσπάσματα Θεοφορουμένης*

**Author:** Menander of Athens

**eul_wid:** `hps-ae` · [HTML page](https://eulogikon.org/works/menander-athens-theophorumenae-fragments-hps-ae)

## Text

### book 1.1

εἴ τις

### book 1.2

προσελθών μοι θεῶν λέγοι “Κράτων, ἐπὰν ἀποθάνηις, αὖθις ἐξ ἀρχῆς ἔσηι· ἔσηι δ’ ὅ τι ἂν βούληι, κύων, πρόβατον, τράγος, ἄνθρωπος, ἵππος· δὶς βιῶναι γάρ

### book 1.3

σε δεῖ·[ln_5]εἱμαρμένον

### book 1.4

τοῦτ’ ἐστίν· ὅ τι βούλει δ’ ἑλοῦ”· “ἅπαντα μᾶλλον”, εὐθὺς εἰπεῖν ἂν δοκῶ, “πόει με

### book 1.5

πλὴν ἄνθρωπον· ἀδίκως εὐτυχεῖ κακῶς

### book 1.6

τε πράττει

### book 1.7

τοῦτο τὸ ζῶιον μόνον. ὁ κράτιστος ἵππος ἐπιμελεστέραν ἔχει[ln_10]ἑτέρου θεραπείαν· ἀγαθὸς ἂν γένηι κύων, ἐντιμότερος εἶ τοῦ κακοῦ κυνὸς

### book 1.8

πολύ· ἀλεκτρυὼν γενναῖος ἐν ἑτέραι

### book 1.9

τροφῆι ἐστιν, ὁ δ’ ἀγεννὴς καὶ δέδιε τὸν κρείττονα. ἄνθρωπος ἂν ἦι

### book 1.10

χρηστός, εὐγενής, σφόδρα[ln_15]γενναῖος, οὐδὲν ὄφελος ἐν τῶι νῦν γένει· πράττει δ’ ὁ κόλαξ ἄριστα πάντων, δεύτερα ὁ συκοφάντης, ὁ κακοήθης

### book 1.11

τρίτα λέγει. ὄνον γενέσθαι κρεῖττον ἢ τοὺς

### book 1.12

χείρονας ὁρᾶν ἑαυτοῦ ζῶντας ἐπιφανέστερον.”

### book 2

ὁ πλεῖστον νοῦν ἔχων μάντις τ’ ἄριστός ἐστι σύμβουλός θ’ ἅμα.

### book 3.1

καὶ ταχὺ πάλιν τὸ πρῶτον

### book 3.2

περισοβεῖ ποτήριον αὐτοῖς ἀκράτου.

### book 4

μέσως μεθύων 〈τὴν〉 Θηρίκλειον ἔσπασεν.

### book 5

ἀπὸ μηχανῆς θεὸς ἐπεφάνης·

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: hps-ae`.
