title: Misumenus
title_greek: Μισούμενος
author: Menander of Athens
eul_wid: hps-bh
eul_aid: hps
canonical: "https://eulogikon.org/works/menander-athens-misumenus-hps-bh"
lang: grc
period: Hellenistic
dialect: Attic
domain: Poetry
genre: "Comedy, Drama"
content_hash: "sha256:566ca1890612bef6891cf93165872c20a12931ad8ed4329ed470fd398e533713"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"

# Misumenus

*Μισούμενος*

**Author:** Menander of Athens

**eul_wid:** `hps-bh` · [HTML page](https://eulogikon.org/works/menander-athens-misumenus-hps-bh)

## Text

ΜΙΣΟΥΜΕΝΟΣ

**Θρασωνίδης**

ὦ Νύξ—σὺ γὰρ δὴ πλεῖστον Ἀφροδίτης μέρος

μετέχεις θεῶν, ἐν σοί τε περὶ τούτων λόγοι

… νται φροντίδες τʼ ἐρωτικαί—

Ἄπολλον, ἀνθρώπων τινʼ ἀθλιώτερον

ἑόρακας; ἆρʼ ἐρῶντα δυσποτμώτερον;

πρὸς ταῖς ἐμαυτοῦ νῦν θύραις ἕστηκʼ ἐγώ,

… νω· περιπατῶ τʼ ἄνω κάτω

… εχω νῦν μεσούσης σου σχεδόν,

ἐξὸν καθεύδειν τήν τʼ ἐρωμένην ἔχειν.

παρʼ ἐμοὶ γάρ ἐστιν ἔνδον ἔξεστίν τε μοι

καὶ βούλομαι τοῦθʼ ὡς ἂν ἐμμανέστατα

ἐρῶν τις, οὐ ποιῶ δʼ· ὑπαιθρίωι δέ μοι

περίπατος οὗτός ἐστιν αἱρετώτερος

… μοντι καὶ λαλοῦντί σοι

… ενον· οὐκ ἀγνοῶ μὰ τοὺς θεούς

… νεστιν·.

γεγενημένον

δέσποτα

σιων, Γέτα

ἀνεωγμένον

… ας εἰ δέ τις

α … ηχέν γε μοι

ἐκείνης γράμματα

δεῦρʼ ἄγω

τί βούλεται;

νην τὴν θύραν

ν οἰκίαν

… ος γὰρ ἂν κόψαντί σοι

ηγʼ ἕστηκʼ ἐγώ

ουτοσει ξένε

ἐκείνου γράμματα

δο … τι … λαβε

ρανω ξένε

… η … ἡμέρας

… αινον σπάθας

… οὐκ ἔχω λέγειν.

… μεθα· ποδαπὸς εἶ, ξένε;

**Δημέας**

ἐγώ; παρὰ Κύπρου. **Α**

σώματʼ οὖν λυτρούμενος

ἥκεις συ … **Δημέας**

μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ,

ἀλλʼ ἕνεκα  … τος γενομένης

ζητοῦσι μ … νύεται.

αὕτη δὲ π … φήις; **?Α**

τοῦτό μοι

συμπρᾶξον. … μαι τόδε, γέρον,

ἄλλοις πα … ἰχνεύων πάλιν

ἐὰν δʼ ἀμ … νη —

σωτὴρ κ —

τί τοὔνομ —

Κράτειαν —

ἐστιν π … —

οὗτος γὰρ  … —

ὦ Ζεῦ τροπαῖε

ἀπροσδόκητον

μὰ Δία τὰ του —

τρο … δύʼ ἑκατέρωθε —

καὶ τοῦτο φοβερὸν ἐκπ —

φέρʼ εἰς τὸ πρόσθε μοι γε …

εἰς τὴν ὁδόν. γελοῖον ε

εἴσω λαβόντα· τουτονὶ δ … —

ἀλλʼ εὐθὺς αὐτῶι τὴν α …

ὅπου ʼστι μηδὲ τόνδʼ ἐα

πόει τὸ σαυτοῦ πρῶτον

καλῶς· ἐγὼ δὲ συνβρα —

πῶς οὖν; **:**

… ωτατην —

εὕροιμεν ἀναπαύσαντ

ἀλλʼ εὖ παθὼν  … χάριν

αὐτὴν γυναῖκα π … δρ*ΧΟΡΟΥ*

ἱκετηρίαν· τί λέγουσʼ; **:**

ἐμοὶ μαχεῖ, τάλαν; **:**

μὰ Δίʼ ἀλλʼ ἐκειν … φ … ι, δεινὸν γὰρ βίον

ζῆι καὶ ταλαίπωρόν τινʼ**:**

οὐ γάρ; **:**

μακάριον

αὕτη τί καὶ ζηλωτὸν ὄνθʼ—οὕτω τις ἦν—

… της; ἄμεινον οἶδε τά γʼ ἑαυτῆς τινος

τοῦτʼ ε … τουτονί.

… τὸ καθήμενον.

τί τοῦτο; τοῦτο τίς ποτʼ ἐστίν; **:**

ἔστι γὰρ

παρά τινος οὗτος ὁ ψιθυρισμός, οἶδʼ ἐγώ.

ἀπαλλάγηθʼ· ἑν

δακτύλιον …

θαἰμάτια

ἔπειτα προς

τὴν γῆν κροτοῦσαν καὶ

σπείσονθʼ  … τρεπω

ἔστιν τοιαῦθʼ· ἱκετηρίων

ὃ καὶ θεοὶ θέλοιεν … *ΡΥ* ἀπίωμεν θύρας

**Γέτας**

κατέλειπον. ἦισʼ ἄνθρωπος  … παχὺς

τὴν ὄψιν ὗς ἅνθρωπος

τὰ γύναιʼ ἵνʼ ἔξωθεν θεωρεῖν

ἆρʼ οὗτός ἐστι δοῦλος καὶ λυω

ἦισέν ποτʼ αὐτῶν θάτερος σα … ε

τὸν ἄνδρα  … γάρ. ὦ πολυτίμητοι θεοί,

ἐπὶ πᾶσιν ὄντως, τοῦτο δὴ τὸ τοῦ λόγου,

πίνων δικαίοις ἦισεν ἀνθρώπων

ἀγαθὸν ἄκουσμʼ ἥκεις πρὸς ἡμᾶς· ἀλλὰ τί

… κάμπτεις καὶ πάλιν στέλλει διδοὺς

τὰς συμβολὰς εἰ μή τι κακὸν ἡμᾶς ποεῖς;

λῆρος. κελεύσω τοῦτον ἐπὶ δεῖπνον πάλιν

τὸν δεσπότην καλέσαντα; φανερῶς ἐστι γὰρ

… βαδιοῦμʼ εἴσω δὲ καὶ πειράσομαι

… ν ἐμαυτὸν ἐπιθεωρῆσαί τι τῶν

ποιουμένων ἔνδον λαλουμένων θʼ ἅμα.

**Γραῦς**

ἀτοπώτερον τούτου, μὰ τὼ θεώ, ξένον

οὐπώποτʼ εἶδον. αἲ τάλας, τί βούλεται;

ἐν τῶι γὰρ οἴκωι τὰς σπάθας τῶν γειτόνων

… αὐτὰς εἰς μέσον

… πολὺν χρόνον

… εν ταύτας φράσαι

… ων εἰ βούλεται

… αλλα **Δημέας**

δεῖξον. **Γραῦς**

αυτ … σθης

… μι … ις. **Δημέας**

καλῶς

… ἐγώ

**Γραῦς**

… ειδον. **Δημέας**

ἀν … ρ … υ

… τὴν θύραν κόψασά μοι.

**Γραῦς**

αὐτὸς μὲν οὖν σὺ κόπτε· τί μʼ ἐνοχλεῖς, τάλαν;

… λάβʼ· ἀποτρέχω. δέδειχά σοι

… ἐκκάλει καὶ διαλέγου

**Δημέας**

… ὢν τυγχάνω

… τὴν ἐμὴν ταύτην ὁρῶ**:**

**Γραῦς**

… κόψει τὴν θύραν· κόψας δʼ ἔτι

… σα … ην ἔγωγέ φημι … θʼ. ως

ἐνθύμιόν μοι τοῦτο γέγονεν ἀρτίως

πρὸς  … τω· παῖ, παῖδες. ἐπανάξω· ψοφεῖ

αὐτῶν προιών τις εἰς τὸ πρόσθεν τὴν θύραν.

**Γυνή Κράτεια**

οὐκ ἂν δυναίμην καρτερεῖν

τότʼ ἐ … νον. τί ταῦτ

**Δημέας**

ὦ Ζεῦ, τίνʼ ὄψιν οὐδὲ προσδοκωμένην

ὁρῶ; **Κράτεια**

τί βούλει, τηθία; τί μοι λαλεῖς;

πατὴρ ἐμός; ποῦ; **Δημέας**

παιδίον Κράτεια. **Κράτεια**

τίς

καλεῖ με; πάππα· χαῖρε πολλά, φίλτατε.

**Δημέας**

ἔχω σε, τέκνον. **Κράτεια**

ὢ ποθούμενος φανείς,

ὁρῶ σʼ ὃν οὐκ ἂν ὠιόμην ἰδεῖν ἔτι.

**Γέτας**

ἐξῆλθεν ἔξω. παῖ, τί τοῦθʼ; αὕτη τί σοι,

ἄνθρωπε; τί ποεῖς οὗτος; οὐκ ἐγὼ ʼλεγον;

ἐπʼ αὐτοφώρωι τόνδε τὸν ζητούμενον

ἔχω. γέρων οὗτός γε πολιὸς φαίνεται,

ἐτῶν τις ἑξήκονθʼ, ὅμως δὲ κλαύσεται.

τίνα περιβάλλειν καὶ φιλεῖν οὗτος δοκεῖς;

**Κράτεια**

οὑμὸς πατήρ, Γέτα, π

**Γέτας**

οὕτω γελοῖος· οὐ

τίς εἶ; πόθεν θʼ

**Δημέας**

αὐτὸς πορευθεὶς

ταύτης. **Γέτας**

ἀληθῶς.

ὅδʼ ἐστιν ὁ γέρων; **?**

λαμ

**Γέτας**

τί τοῦτο; καὶ σύ, γράιδιον,

καλεῖς. πόθεν, βέλτιστε,

οἴκοθεν; **Δημέας**

ἐβουλόμην ἄν. **Γέτας**

ἀλλὰ τυγχάνεις

ἀπόδημος ὢν ἐκεῖθεν; **Δημέας**

ἐκ Κύπρου παρὼν

ἐνταῦθα πρῶτον τῶν ἐμῶν ταύτην ὁρῶ.

καὶ δῆλον ὡς ἔσπαρκε τῶν οἴκοι τινὰς

ὁ κοινὸς ἐχθρὸς πόλεμος ἄλλον ἀλλαχῆ.

**Γέτας**

ἔχει γὰρ οὕτως· αἰχμάλωτος γενομένη

αὕτη πρὸς ἡμᾶς ἦλθε τοῦτον τὸν τρόπον.

δραμὼν δέ σοι τὸ δεσπότην ἤδη καλῶ.

… **Δημέας**

οὕτω πόει.

… ημεν**:**

οτετηλ

εἰ δʼ οὐκέτʼ ἐστι τίς λέγει σοι τὸν λόγον;

**Δημέας**

… ἀπόλωλα. **Κράτεια**

οἴμοι τάλαινα τῆς ἐμῆς

ἐγὼ τύχης· ὡς οἰκτρά, πάππα φίλτατε,

πεπόνθαμεν. τέθνηκε. **Δημέας**

ὑφʼ οὗ γʼ ἥκιστʼ ἐχρῆν.

**Κράτεια**

οἶσθας σὺ τοῦτον; **Δημέας**

οἶδα· καὶ συν …

**Κράτεια**

ἁλοῦσʼ ἅμιλλα τʼ οὖσα τοῦ

**Δημέας**

διὰ τί, Κράτεια, φ … ρ

**Κράτεια**

ὁ τοῦτο πράξας ἑ

**Κράτεια**

ἀλλά, πάτερ, ε … α

ἅπαντʼ ἀ … υκ

βουλευτέον νῦν ἐστιν· ἀλληκα … εδ

ἔζην·  … πρέπει μετ

**Δημέας**

ὢ τοῦ παραδόξου καὶ ταλαιπώρου βίου.

**Θρασωνίδης**

πατὴρ Κρατείας, φήις, ἐλήλυθʼ

νῦν ἢ μακάριον ἢ τρισαθλιώτατον

δείξεις με τῶν ζώντων ἁπάντων γεγονότα.

εἰ μὴ γὰρ οὗτος δοκιμάσει με, κυρίως

δώσει τε ταύτην, οἴχεται Θρασωνίδης·

ὃ μὴ γένοιτʼ. ἀλλʼ εἰσίωμεν· οὐκέτι

τὸ τοιοῦτον εἰκάζειν γάρ, εἰδέναι δὲ δεῖ

ἡμᾶς. ὀκνηρῶς καὶ τρέμων εἰσέρχομαι.

μαντεύεθʼ ἡ ψυχή τι μου, Γέτα, κακόν.

δέδοικα. βέλτιον δʼ ἁπαξάπαντα τῆς

οἰήσεως πως. ταῦτα θαυμάσαιμι δʼ ἄν.

**Κλεινίας**

ξένος ἐστὶν εἷς, μάγειρε, κἀγὼ καὶ τρίτη

ἐμή τις, εἴπερ νὴ Δίʼ εἰσελήλυθεν.

ἀγωνιῶ γὰρ καὐτός. εἰ δὲ μή, μόνος

ὁ ξένος· ἐγὼ γὰρ περιδραμοῦμαι τὴν πόλιν

ζητῶν ἐκείνην πᾶσαν. ἀλλὰ πάραγε σὺ

καὶ τοῦ ταχέως, μάγειρε, φρόντισον πάνυ. *ΧΟΡΟΥ*

**Κλεινίας**

τί φήις; ἐπιγνοὺς τὴν σπάθην τὴν κειμένην

ἔνδον παρʼ ἡμῖν ὤιχεθʼ ὡς τοὺς γείτονας

τούτων ἀκούσας οὖσαν αὐτήν; πηνίκα

ἔθεντο δʼ οὗτοι δεῦρο ταύτην ἢ τίνος

ἕνεκα πρὸς ἡμᾶς, γραῦ;  … ων

μόνης τι λήψεων

εὔδηλος εἶ. ψοφεῖν δὲ προϊὼν φαίνεται

αὐτῶν τις, ὥστε πάντʼ ἀκούσομαι σαφῶς.

**Γέτας**

ὦ Ζεῦ πολυτίμητʼ, ὠμότητος ἐκτόπου

ἀμφοῖν ἀπανθρώπου τε, νὴ τὸν Ἥλιον.

**Κλεινίας**

ξένος τις εἰσελήλυθʼ ἀρτίως, Γέτα,

ἐνθάδε πρὸς ὑμᾶς; **Γέτας**

Ἡράκλεις, αὐθαδίας

… ἀνθρώπου λαβεῖν

γυναικ **Κλεινίας**

τουτὶ λάβω;

**Γέτας**

φ **Κλεινίας**

Δημέας

… ος οὐδὲ γρῦ

… σα· καὶ γάρ, Δημέα,

… αὐτὸς, ὡς ὁρᾶις, ἐγώ,

σὺ δʼ εἶ πατὴρ καὶ κύριος.» ταυτὶ λέγει

… α κλάων, ἀντιβολῶν. ὄνος λύρας.

**Κλεινίας**

συμπεριπατήσω καὐτὸς ὡς ἐμοὶ δοκῶ.

**Γέτας**

ἓν τοῦτο δʼ εἴρει· «τὴν ἐμαυτοῦ σʼ ἀξιῶ

ἥκων ἀπολυτροῦν ὢν πατήρ.» «ἐγὼ δέ γε

αἰτῶ γυναῖκα σʼ ἐντετυχηκώς, Δημέα».

**Κλεινίας**

ἔνδον μέν ἐσθʼ ἅνθρωπος εἰσεληλυθώς·

τοὔνομα λέγει γὰρ οὑτοσὶ τὸν Δημέαν.

**Γέτας**

ὦ Ἡράκλεις· ἀνθρωπίνως ἂν οὐ λάβοι

τὸ συμβεβηκός; ὗς ὄρει, τὸ τοῦ λόγου.

ἀλλʼ οὐχὶ τοῦτο δεινόν, ἀλλʼ αὕτη πάλιν

ἀφορᾶι λέγοντος «ἀντιβολῶ, Κράτεια, σέ,

μή μʼ ἐγκαταλίπηις· παρθένον σʼ εἴληφʼ ἐγώ,

ἀνὴρ ἐκλήθην πρῶτος, ἠγάπησά σε,

ἀγαπῶ, φιλῶ, Κράτεια φιλτάτη· τί σοι

λυπηρόν ἐστι τῶν παρʼ ἐμοί; τεθνηκότα

πεύσει μʼ ἐάν μʼ ἐγκαταλίπηις.» οὐδʼ ἀπόκρισις.

**Κλεινίας**

τί ποτʼ ἐστὶ τὸ κακόν; **Γέτας**

βάρβαρος, λέαινά τις

αν **Κλεινίας**

οὐχ ὁρᾶις με, κακόδαιμον, πάλαι;

ἀπροσδόκητον. **Γέτας**

οὐχ ὑγιαίνει παντελῶς.

ἐγὼ μὲν αὐτήν, μὰ τὸν Ἀπόλλω τουτονί,

οὐκ ἂν ἀπέλυσʼ. Ἑλληνικὸν καὶ πανταχοῦ

γινόμενον ἴσμεν. ἀλλʼ ἐλεεῖν ὀρθῶς ἔχει

τὸν ἀντελεοῦνθʼ. ὅταν δὲ μηδʼ ὑμεῖς ἐμέ,

οὐδὲ λόγον ὑμῶν οὐδʼ ἐπιστροφὴν ἔχω.

οὐκ ἔστι σοι; τί δʼ; οὐθὲν ἄτοπον, ὡς ἐγὼ

δο … βοήσεται δὲ καὶ βουλεύσεται

κτανεῖν ἑαυτὸν στάς· βλέπει δὲ πῦρ ἅμα

ου … κει … αι δράττεταί τε τῶν τριχῶν.

**Κλεινίας**

ἄνθρωπε, κατακόψεις με. **Γέτας**

χαῖρε, Κλεινία.

πόθεν πάρεσθʼ; **Κλεινίας**

οὑμός τι θορυβεῖν φαίνεται

… ἐλθών  … ὁ ξένος

**Θρασωνίδης**

ἔστω στέγειν με καὶ λίθον ψυχὴν φέρειν

ποιεῖν τʼ ἄδηλον τοῖς συνοῦσι τὴν νόσον τίνα

τρόπον  … θε … τοῦτο καὶ  … φέρω;

ἀπαμφιεῖ γὰρ τὸ κατάπλαστον τοῦτό μου

καὶ λανθάνειν βουλόμενον ἡ μέθη ποτέ.

τί φήις; πέπονθας ἀγάθʼ; ὑπὲρ ταύτης λαλεῖς;

… ε … ἐμοὶ ταυ … υτον μοι λέγε.

εἰ δʼ ἦν ἀτύχημα, τοῦτʼ ἐλε … ψέγω

οὐκοῦν ἔνεστι

ταύτην ἀπολαβεῖν πολλαχοῦ

οὕτως ἔχει· πρόσθεν γε

τὸ ζῆν ἀφήσεις; ἀλλʼ ἐρ

οἴκτωι τὸ μισοῦν ὡς σεαυτὸν

καὶ τίς ὁ βίος σοι; ποῦ τότʼ η

ἐπίσημον, εἴ τι

πλεονεξία τοῦτʼ ἐ

ἴσως ἰταμὸς εἶ· τότε λογισμόν

εὔψυχος α … ρως ζῆς

ὄνειδος αὕτη τοῦτο

ἀθάνατον εὖ παθοῦσα

τὸν τἀγάθʼ αὐτῆι δόντα· πῶς οὖν ἐστί μοι*ΧΟΡΟΥ*

οὐκέτι

Θρασωνιδ

τιτανα

καλῶς

οὐ παιδ

ζηλοτυπο

ἃ νῦν λεγ

εἰς τοὖργον

διακοσι

νὴ Δία, τ

ἀναγε

**Γέτας**

ἀπὸ τῆς θύρας, ἄνθρωπε **Θρασωνίδης**

φαίνει γὰρ ἀγαθὸν ν

**Γέτας**

διδόασί σοι γυναῖκα  …

προσευξάμην

οὕτως ἀγαθὸν γένοιτο

**Θρασωνίδης**

οὐκ ἐξαπατᾶις δὲ

πῶς εἶπεν; **Γέτας**

Ἡράκλεις

**Θρασωνίδης**

τὰ ῥήματʼ αὐτά μοι

λέγων τάχα τρέχει

**Γέτας**

ἔλεγεν «θυγάτριον

«ναί», φησι, «πάππα, βούλομαι

ἤκουσʼ· ἃ δʼ ἤκουσα  … ε

ἔκπλεα γελῶσά γʼ ηπ

**Θρασωνίδης**

ἀγαθὰ λέγεις. **Γέτας**

εφ … δ … τὴν θύραν

ψοφεῖ τις αὐτῶν. **Δημέας**

πρ

**Θρασωνίδης**

καλῶς ποῶν. **Δημέας**

παίδων ἐπʼ ἀρότωι γνησίων

δίδωμι τὴν ἐμὴν θυγατέρα

καὶ δύο τάλαντα προῖκα

**Θρασωνίδης**

μόνον ἀπόδος … δ

πάντας γὰρ ἀντ

ἀπὸ ταὐτομάτου

δεῖπνον ξένια κ

ἀλλʼ εἰσίωμεν

εἶἑν, μετέμελʼ αὐτ

παιδάριον, ἅψας δᾶιδα

στεφάνους τʼ ἔχοντες

καὶ μηδέπω δεῖπν

προσμείνατʼ ἐπ …

ὑμᾶς  … μ

ἄνδρες πρεπόντως πάντες ἐπικροτήσατε·

ἡ δʼ εὐπάτειρα φιλόγελώς τε παρθένος

Νίκη μεθʼ ἡμῶν εὐμενὴς ἕποιτʼ ἀεί.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: hps-bh`.