---
title: On the Oils of the Body to King Ptolemy
title_greek: Περὶ ἐλαιῶν τοῦ σώματος πρὸς Πτολεμαῖον βασιλέα
author: Melampus the Diviner
eul_wid: nuw-ab
eul_aid: nuw
canonical: "https://eulogikon.org/works/melampus-oils-body-ptolemy-nuw-ab"
period: Roman
dialect: Technical Koine
domain: Science
format: Treatise
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# On the Oils of the Body to King Ptolemy

*Περὶ ἐλαιῶν τοῦ σώματος πρὸς Πτολεμαῖον βασιλέα*

**Author:** Melampus the Diviner

**eul_wid:** `nuw-ab` · [HTML page](https://eulogikon.org/works/melampus-oils-body-ptolemy-nuw-ab)

## Text

### 501 (1t)

ΜΕΛΑΜΠΟΔΟΣ ΙΕΡΟΓΡΑΜΜΑΤΕΩΣ ΠΕΡΙ ΕΛΑΙΩΝ ΤΟΥ ΣΩΜΑΤΟΣ ΜΑΝΤΙΚΗ ΠΡΟΣ ΠΤΟΛΕΜΑΙΟΝ ΒΑΣΙΛΕΑ. Ἐὰν ἐστὶν (ἐλαία) εἰς τὸ μέτωπον τοῦ ἀνδρὸς, πολλῶν ἀγαθῶν ἔσται κύριος. Εἰ δὲ εἰς τὸ μέτωπον τῆς γυναικὸς, ἡ γυνὴ βασιλεύσει, ἢ μεγίστη ἔσται. Ἐὰν ἔξω τῶν ὀφρύων τοῦ ἀνδρὸς, λαμβάνει γυναῖκα ἀγαθὴν, καὶ εὔμορφον· εἰ δὲ γυναικὸς, καὶ ἔστιν ἡ χροιὰ αὐτῆς πυῤῥὰ, λαμβάνει ἄνδρα πλούσιον, καὶ εὔμορφον.

### 502

Εἰ δὲ ἐπὶ τῶν ὀφρύων τοῦ ἀνδρὸς, οὐ δεῖ συζυγῆναι αὐτὸν, ὅτι πέντε γυναικῶν ἀνὴρ γενήσεται. Τὸ αὐτὸ καὶ ἐπὶ τῆς γυναικός. Ἐὰν ᾖ εἰς τὴν ῥίνα τοῦ ἀνδρὸς, καὶ ἡ χροιὰ αὐτοῦ ἔσται πυῤῥὰ, ἀκόρεστος ἔσται τῆς συνουσίας, ὅτι καὶ εἰς τὸ κρυπτὸν ἔχει ἐλαίαν. Ἐὰν ᾖ εἰς τὴν ῥίνα ἢ εἰς τὸν ὀφθαλμὸν τῆς γυναικὸς, ὁμοίως ἀποβήσεται τῷ ἀνδρὶ, ὅτι καὶ αὐτὴ εἰς τὸ κρυπτὸν ἐλαίαν ἔχει. Ἐὰν εἰς τὸ πλάγιον τῆς ῥινὸς τοῦ ἀνδρὸς, ξενιτεύσει ἀπὸ χώρας εἰς χώραν.

### 503

Ἐπὶ δὲ γυναικὸς, κακοποδίνα γενήσεται, ὅτι καὶ εἰς κρυπτὸν ἐλαίαν ἔχει. Ἐὰν εἰς τὸ μάγουλον τοῦ ἀνδρὸς, πλούσιος γενήσεται. Ἐπὶ δὲ γυναικὸς, ἐὰν εἰς τὸ κάτω μέρος τοῦ σιαγόνος, ἐμπαθὴς ἔσται, ὅτι καὶ εἰς τὸ ὑπογάστριον ἔχει. Ἐὰν εἰς τὴν γλῶσσαν τοῦ ἀνδρὸς, λήψεται γυναῖκα πλουσίαν, καὶ καλήν. Ἐὰν εἰς τὰ χείλη τοῦ ἀνδρὸς ἐλαία ᾖ, πολύφαγος ἔσται.

### 504

Ὁμοίως καὶ ἐπὶ γυναικῶν. Ἐὰν εἰς τὸν πώγωνα ἔχει ὁ ἀνὴρ ἐλαίαν, πλούσιος ἔσται χρυσίῳ καὶ ἀργυρίῳ. Τὸ αὐτὸ καὶ ἐπὶ γυναικὸς, ὅτι καὶ εἰς τὸν σπλῆνα ἔχει. Ἐὰν εἰς τὰ ὦτα ἔχει ὁ ἀνὴρ, πλούσιος καὶ εὐλογημένος ἔσται. Τὸ αὐτὸ καὶ ἐπὶ γυναικὸς, ὅτι καὶ εἰς τὸν μηρὸν ἐλαίαν ἔχει. Ἐὰν εἰς τὸν τράχηλον ἔχει ὁ ἀνὴρ, πλούσιος ἔσται σφόδρα. Ὁμοίως καὶ ἐπὶ γυναικός. Ἐὰν εἰς τὸν αὐχένα ἔχει ὀπίσω ὁ ἀνὴρ, ἀποκεφαλίξεται. Ἐὰν εἰς τὰς ψύας, πτωχὸς ἔσται καὶ ἀτυχὴς βαστάζων γένους.

### 505

Ἐπὶ γυναικὸς ὁμοίως. Ἐὰν εἰς τοὺς ὤμους, δέσμιος ἔσται, καὶ θλιβόμενος. Ἐὰν εἰς τὴν μάλην, λήψεται γυναῖκα πλουσίαν καὶ καλήν.

### 506

Καὶ ἡ γυνὴ ὁμοίως. Ἐὰν εἰς τὰς χεῖρας, πολύτεκνος ἔσται. Καὶ ἡ γυνὴ ὁμοίως. Ἐὰν εἰς τὸ στῆθος, πένης ἔσται. Καὶ ἡ γυνὴ ὁμοίως. Ἐὰν ἐπάνω τῆς καρδίας, πολυπόνηρος ἔσται. Τῇ δὲ γυναικὶ τοῦτο συμβαίνει, ὅταν εἰς τὸν μαστὸν τὴν ἐλαίαν ἔχει. Ἐὰν εἰς τὴν κοιλίαν, φάγοι ἀμφότεροι ἔσονται. Ἐὰν εἰς τὸν σπλῆνα, ἐμπαθεῖς καὶ ἐπίνοσοι. Ἐὰν εἰς τὸ ὑπογάστριον, ἐμπαθεῖς ἔσονται.

### 507

Ἐὰν εἰς τὸ κρυπτὸν, ἄπληστοι ἔσονται ὑπὸ τῆς συνουσίας. Ἐὰν εἰς τὸ φυσικὸν, ὁ μὲν ἀνὴρ ἀῤῥενόγυνος ἔσται· ἡ δὲ γυνὴ τοὐναντίον. Ἐὰν εἰς τὸν μηρὸν, πλούσιοι ἔσονται. Ἐὰν εἰς τὰ γόνατα, λήψεται γυναῖκα πλουσίαν. Ἡ δὲ γυνὴ, εἰ μὲν εἰς τὸ δεξιὸν γόνυ, ἀγαθὴ ἔσται· εἰ δὲ εἰς τὸ ἀριστερὸν, πολύτεκνος ἔσται. Ἐὰν εἰς τὸν ἀστράγαλον, ὁ ἀνὴρ (τὴν γυναῖκα) ἀπρόσωπον ποιεῖ ἀπὸ τῆς χιτωνίας· ἡ δὲ γυνὴ, τὸν ἄνδρα ἀπὸ τῆς ἐξουσίας.

### 508

Εἰ δὲ εἰς τοὺς πόδας ἔχουσιν ἐλαίαν, πολύτεκνοι ἔσονται. Σημείωσαι οὖν τὸ ἐπὶ ἀνδρῶν καὶ γυναικῶν· ἐὰν ᾖ ἡ ἐλαία εἰς τὰ δεξιὰ μέρη, πλούσιοι καὶ ἀγαθοὶ πάντων γενήσονται· εἰ δὲ εἰς τὰ εὐώνυμα, ἐμπαθεῖς καὶ πτωχοὶ ἔσονται.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: nuw-ab`.
