---
title: Onomatopoeia of Human Nature
title_greek: Ὀνοματοποιία τῆς ἀνθρώπου φύσεως
author: Medical Writers Anonymous
eul_wid: umi-aj
eul_aid: umi
canonical: "https://eulogikon.org/works/med-writers-anon-onomatopoeia-nature-umi-aj"
period: Late Antique
dialect: Technical Koine
domain: Medicine
format: Treatise
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Onomatopoeia of Human Nature

*Ὀνοματοποιία τῆς ἀνθρώπου φύσεως*

**Author:** Medical Writers Anonymous

**eul_wid:** `umi-aj` · [HTML page](https://eulogikon.org/works/med-writers-anon-onomatopoeia-nature-umi-aj)

## Text

### 599 (1t)

ΟΝΟΜΑΤΟΠΟΙΙΑ ΤΗΣ ΑΝΘΡΩΠΟΥ ΦΥΣΕΩΣ. Τὸ ἀπαλὸν, βρέγμα· τὸ ἀνώτερον καὶ ἐξογκώτερον τοῦ ὀπισθολάκου, ἰνίον· τὸ ἄνω τῆς κεφαλῆς, κορυφή· τοὺς μηνίγγας, κροτάφους· μήνιγξ, ἡ τοῦ ἐγκεφάλου ὑμήν· τὸ πρόσωπον τὸ ὑπὸ τὸ βρέγμα, μέτωπον· αἱ περὶ τοὺς κροτάφους ἐκφυεῖσαι τρίχες, ἴουλοι· τὰς καλυπτούσας τοὺς ὀφθαλμοὺς δορὰς, βλέφαρα, τὰς δὲ ἐν αὐταῖς τρίχας, τάρσους καὶ βλεφαρίδας· τὰς δύο γωνίας τῶν ὀφθαλμῶν, κανθούς· τὸ τῶν ὀφθαλμῶν μεσώτατον ἤγουν τὸ εἴδωλον, γλήνην· τὸ μετ’ αὐτὴν κἂν ὁποίου χρώματος τύχῃ, ὄψιν καὶ κόρην· τὴν κύκλῳ τούτου γραμμὴν τὴν χωρίζουσαν, τὴν ὄψιν, καὶ τὸ λευκὸν, ἴριν· τὰ ὑποκάτω τῶν ὀφθαλμῶν ἀνεστηκότα ὀστᾶ, ὑποφθάλμια, ὑπώπια καὶ μῆλα. Τὰ τρυπήματα τῆς ῥινὸς, μυκτῆρας, καὶ ῥωθώνας· τὸ μέσον τούτων τῶν τρυπημάτων, διάφραγμα· τὸ ἔνθεν καὶ ἔνθεν τῶν μυκτήρων, πτερύγια· τὸ ἄκρον τῆς ῥινὸς, σφαιρίον. Τὸν λάκκον τοῦ ἄνω χείλους, φίλτερον· τὸ κοῖλον τοῦ κάτω χείλους, νύμφην. Τοῦ ὠτίου τὸ ἐπικλινὲς, πτερύγιον· τὸ ἐντεῦθεν, ἕλικα καὶ λοβόν· τὰ μάγουλα, παρείας καὶ γνάθους, καὶ σιαγόνας· τὸ κατώτερον τούτων, γένειον, καὶ ἀνθερεῶνα. Τοῦ ἄνω χείλους τὰς τρίχας, μύστακας· τὰ δύο ἄκρα τοῦ μύστακος, ἤγουν τὰ ἐν τοῖς δυσὶν γωνίαις τῶν χειλέων, καὶ τοῦ λάκκου τοῦ κάτω χείλους, πάππον· τὰς τοῦ πώγωνος τρίχας, ὑπήνην. Τοὺς τέσσαρας ἔμπροσθεν ὀδόντας, τομεῖς· μύλους δὲ καὶ γομφίους καὶ τραπέζας καὶ κρατῆρας τοὺς λοιπούς· τοῦ ἐσωτάτους πάντων καὶ ὑστεροφυεῖς, σωφρονιστῆρας· τὰς παρὰ τοὺς ὀδόντας σάρκας, οὖλα.

### 600

Τὸ ὄπισθεν τοῦ τραχήλου, τένοντα· τὸ ἔμπροσθεν, σφαγήν, γλαυκονίαν καὶ ἀντικάρδιον· ἡ κεφαλὴ, τὸ ἄνω. Ἡ μέση τοῦ βραχίονος, ὦμος· τὸ ὑποκάτω τούτου κοῖλον, μασχάλη· τὸ ἐφεξῆς τοῦ ὤμου, βραχίονα· τὸ μετὰ τοῦτον ὀξὺ, ὑφ’ οὗ στηριζόμεθα κλινόμενοι, ἀγκῶνα, ὡλέκρανον καὶ κίβυτον· τὰ μετὰ τὸν ἀγκῶνα ὀστᾶ, τὸ μὲν ὑποκείμενον, πῆχυν, τὸ ἐπικείμενον, κερκίδα· τὸ δὲ ἐφεξῆς πλατὺ καὶ συμφυὲς, καρπόν· τὸ ὄπισθεν τούτου, μετάκαρπον, καὶ ταρσόν· εἶτα δάκτυλοι, ὁ ἐφεστηκὼς μὲν τῶν ἄλλων, ὁ μέγας, ὁ δὲ πρῶτος τῶν τεσσάρων, λιχανὸς, ὁ δὲ μέσος καὶ ἀντίχειρ, καὶ ὁ μετ’ αὐτοὺς παράμεσος, καὶ ὁ μικρός· τὰ ὀστᾶ αὐτῶν, σκυταλίδες, καὶ φάλαγγες· καὶ ἄλλως ὁ μέγιστος πάντων λέγεται ἀντίχειρ καὶ μείζων ὁ μετ’ αὐτὸν λιχανὸς, ὁ μετ’ αὐτὸν μέσος, καὶ ἐπιβάτης, ὁ μετ’ αὐτὸν παράμεσος καὶ σφάκελος καὶ ἄλλως. Τὰ πρῶτα ἄρθρα, προκόνδυλοι· τὸ μεταξὺ τοῦ μεγάλου δακτύλου καὶ τοῦ λιχανοῦ, θέναρ· τὰ μέσα τῶν δακτύλων, ὑπόνεθρα. Τὸ ἔμπροσθεν καὶ τὸ κάτωθεν τῆς σφαγῆς, στέρνον· τὸ ἐξόπισθεν τούτου, νῶτον· τὰ ἐφεξῆς καὶ ἕως τῶν τελευταίων τῆς ῥάχεως, μετάφρενα· τὸ δὲ τελευταῖον τῆς ῥάχεως, ὀσφύς· τὸ κάτω τοῦ ὀμφάλου, κοιλία, γαστὴρ, ὑπογάστριον, καὶ ἦτρον· τὸ ποιοῦν μάλια γύρωθεν τῶν αἰδοίων, ἐπίσειον, καὶ ἥβην, καὶ ἐφήβαιον· τὸ ἐκκρεμὲς τοῦ ἄῤῥενος, καυλὸς, καὶ στῆμα· τὸ πέρας τοῦ καυλοῦ, βάλανον, καὶ τὸ δέρμα τούτου, πόσθην· τὸ δέρμα τῶν διδύμων, ὄρχιν, οἱ ὄρχεις, καὶ δίδυμοι καὶ παιδογόνοι· τὸ τελευταῖον ὀστοῦν τοῦ σπονδύλου τῆς ῥάχεως, ἱερὸν ὀστοῦν καὶ ὑποσπόνδυλον· τὸ ὑπὸ ταῖς πλευραῖς μαλακὰ, λαπάραν καὶ κένωσιν· εἶτα τὰ ἐντεῦθεν ὀστᾶ, ληγόνας. Τοῦ μηροῦ ὀστᾶ δύο, τὸ μὲν πρῶτον, μηρὸν, τὸ δὲ ἀλλὸ, παραμήριον· τὸ ἐπάνω ὀστοῦν τούτων, ἤγουν τὸ ἐγχωρίως λεγόμενον παπάδιον, ἐπιγονατίς, καὶ ἐπιμηρίς· τὸ ἄκρον τοῦ μηροῦ τὸ πρὸς τὴν κνήμην, γόνυ· τὸ ὄπισθεν, ἐν ᾧ καὶ κάμπτομεν τὸ γόνυ, ἰγνύη· τῆς κνήμης ὀστᾶ δύο, ὧν τὸ ἔμπροσθεν, ἀντικνήμιον, τὸ δὲ ἄλλο, κνήμη καὶ κερκίς· τὰ ἄκρα τῶν αὐτῶν ὀστῶν, σφυρὰ καλεῖται· τὸ μέσον τῶν αὐτῶν ὀστῶν, ψαχνὸν (?), μῦς καὶ γαστροκνήμη· τὸ ἔμπροσθεν τοῦ ποδὸς, ταρσὸς, πλατὺ πεδίον. Στῆθος δὲ τὸ κάτω μετὰ τὸ κοῖλον, ἀφ’ οὗ οἱ δάκτυλοι, οἱ δὲ τοῦ ποδὸς δάκτυλοι, ὡς καὶ τῆς χειρός· πέλμα δὲ τὸ ὑπὸ κάτω τοῦ ποδός.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: umi-aj`.
