---
title: On the Nature of Man
title_greek: Περὶ Φύσεως Ἀνθρώπου
author: Medical Writers Anonymous
eul_wid: umi-ap
eul_aid: umi
canonical: "https://eulogikon.org/works/med-writers-anon-nature-man-umi-ap"
period: Late Antique
dialect: Technical Koine
domain: Medicine
format: Treatise
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# On the Nature of Man

*Περὶ Φύσεως Ἀνθρώπου*

**Author:** Medical Writers Anonymous

**eul_wid:** `umi-ap` · [HTML page](https://eulogikon.org/works/med-writers-anon-nature-man-umi-ap)

## Text

### t 1

ΑΝΩΝΥΜΟΥ ΠΕΡΙ ΤΗΣ ΤΟΥ ΚΟΣΜΟΥ ΚΑΤΑΣΚΕΥΗΣ ΤΟΥ ΑΝΘΡΩΠΟΥ. Κόσμος οὗτος συνέστηκεν ἐκ τεσσάρων στοιχείων, ἐκ θερμοῦ, ψυχροῦ, ξηροῦ καὶ ὑγροῦ, ἤγουν ἐξ ἀέρος, πυρός, γῆς καὶ ὕδατος.

### 1 2

Καὶ ὁ μὲν ἀήρ ἐστι θερμὸς καὶ ὑγρός, τὸ δὲ πῦρ θερμὸν καὶ ξηρόν· ἡ δὲ γῆ ψυχρὰ καὶ ξηρά, τὸ δὲ ὕδωρ ψυχρὸν καὶ ὑγρόν. Ὡσαύτως καὶ ὁ ἄνθρωπος ὁ μικρὸς κόσμος συνέστηκεν ἐκ τεσσάρων στοιχείων, ἐκ θερμοῦ, ψυχροῦ, ξηροῦ καὶ ὑγροῦ ἐξ αἵματος, χολῆς ξανθῆς, χολῆς μελαίνης καὶ φλέγματος.

### 1 4

Καὶ τὸ μὲν αἷμα ἔοικε τῷ ἀέρι θερμὸν καὶ ὑγρόν· ἡ χολὴ ἡ ξανθὴ ἔοικε τῷ πυρὶ θερμὴ καὶ ξηρά· ἡ χολὴ ἡ μέλαινα ἔοικε τῇ γῇ ψυχρὰ καὶ ξηρά· τὸ φλέγμα ἔοικε τῷ ὕδατι ψυχρὸν καὶ ὑγρόν. Καὶ τὸ μὲν αἷμα πληθύνεται εἰς τὸ ἔαρ, ἡ χολὴ ἡ ξανθὴ εἰς τὸ θέρος, ἡ χολὴ ἡ μέλαινα εἰς τὸ φθινόπωρον, καὶ τὸ φλέγμα ἐν χειμῶνι.

### 1 6

Καὶ ἐπὶ μὲν τῆς παιδικῆς ἡλικίας τὸ αἷμα πληθύνεται ἕως ἐτῶν ιδʹ καὶ ἔστι θερμὸν καὶ ὑγρὸν καὶ γλυκύ· ἐπὶ δὲ τῶν νεανίσκων ἡ χολὴ ἡ ξανθὴ πληθύνεται ἕως ἐτῶν κηʹ καὶ ἔστι θερμὴ καὶ ξηρὰ καὶ πικρά· ἐπὶ δὲ τῆς τελείας ἡλικίας ἡ μέλαινα χολὴ πληθύνεται ἕως ἐτῶν μρʹ καὶ ἔστι ψυχρὰ καὶ ξηρὰ καὶ ὀξώδης· ἐπὶ δὲ τῶν γερόντων τὸ φλέγμα πληθύνεται ἕως ἐτῶν πʹ καὶ ἔστιν ψυχρὸν καὶ ὑγρὸν ἁλμυρόν. Καὶ τὸ μὲν αἷμά ἐστιν ἐν τῇ καρδίᾳ, καὶ ἐν τῇ καρδίᾳ τὸ πνεῦμα.

### 1 7

ἡ χολὴ ἡ ξανθὴ ἐν τῷ ἥπατι καὶ ἐν τῷ στομάχῳ· ἡ χολὴ ἡ μέλαινα ἐν τῷ σπληνὶ καὶ ἐν τῇ ......, καὶ [ἐν] τὸ φλέγμα ἐν τῷ ἐγκεφάλῳ καὶ τῇ κύστει. Πόθεν οἱ μὲν τῶν ἀνθρώπων εἰσὶ χαριεντικοὶ καὶ γελῶσι καὶ παίζουσι, οἱ δέ εἰσι στυγνοὶ καὶ σκυθρωποὶ καὶ κατηφεῖς, οἱ δὲ ὀργίλοι καὶ πικροὶ καὶ μανιώδεις, οἱ δὲ ῥᾴθυμοι καὶ ὀκνηροὶ καὶ ὀλιγόψυχοι; Ἡ αἰτία ἐστὶν αὕτη ἐκ τῶν δʹ στοιχείων· οἱ μὲν οὖν ἐξ αἵματος καθαρωτάτου τυγχάνοντές εἰσι πάντοτε χαριεῖς καὶ παίζουσι καὶ γελῶσι καὶ σώματά εἰσι ῥοδινοὶ καὶ ὑπόπυρροι καὶ καλλίχροοι.

### 2 3

Ὅσοι δὲ ἀπὸ ξανθῆς χολῆς τυγχάνουσιν, οὗτοί εἰσιν ὀργίλοι καὶ πικροὶ καὶ εὔτολμοι καὶ σώματά εἰσιν ὕπωχροι καὶ ξανθόχροοι. Ὅσοι δὲ ἀπὸ μελαίνης χολῆς τυγχάνουσιν, οὗτοί εἰσι ῥᾴθυμοι καὶ ὀλιγόψυχοι καὶ φιλάσθενοι, καὶ σώματά εἰσι μελανόψιοι καὶ μελάντριχοι.

### 2 5

Ὅσοι δὲ ἀπὸ φλέγματος τυγχάνουσιν, οὗτοί εἰσι λυπηροὶ καὶ ἀμνήμονες καὶ τῷ σώματί εἰσι λευκόχροοι. Τὰ μὲν οὖν παιδία ὅτι εἰσὶν ἐκ τοῦ αἵματος, εἰσὶ χαριεντικά, καὶ παίζουσι καὶ γελῶσι, καὶ διὰ τοῦτο, ὅταν κλαύσωσι, μάλιστα μεταλλάσσονται.

### 3 2

Οἱ δὲ νεανίσκοι ἐκ τῆς ξανθῆς χολῆς εἰσι πικροὶ καὶ ὀργίλοι καὶ μανιώδεις, καὶ διὰ τοῦτο, ὅταν πικρανθῶσιν, βραδέως λάσσονται. Οἱ δὲ τέλειοι ἄνδρες ἐκ τῆς μελαίνης χολῆς εἰσι ῥᾴθυμοι καὶ ὀλιγόψυχοι καὶ ὀκνηροὶ καὶ διὰ τοῦτο ὅταν μαίνωνται, εἰσὶ δυσμετάβλητοι.

### 3 4

Οἱ δὲ γέροντές εἰσι εἰς τοῦ φλέγματος πολυπηροὶ καὶ στυγνοὶ καὶ ἀμνήμονες, καὶ διὰ τοῦτο ὅταν μαίνωνται, ἀμετάβλητοι διαμείνουσι. Ἔχουσι δέ τινα τόπον ὅδιον κατὰ μέρος ἕκαστον τούτων, τὸ αἷμα διὰ ῥινὸς πνέει, ἡ ξανθὴ χολὴ διὰ τῶν ὤτων πνέει, ἡ μέλαινα διὰ τῶν ὀφθαλμῶν, καὶ τὸ φλέγμα διὰ τοῦ στόματος ἐκχέει.

### 4 2

Μερίζονται δὲ οἱ χυμοὶ διὰ τὸν δʹ. Ἐν τῇ αʹ ἡλικίᾳ κυριεύει τὸ αἷμα ἕως ἐτῶν ιδʹ, ἐν τῇ βʹ ἡ ξανθὴ χολὴ ἕως ἐτῶν κηʹ, ἐν τῇ γʹ ἡ μέλαινα ἕως ἐτῶν μβʹ, ἐν τῇ δʹ τὸ φλέγμα ἕως ἐτῶν πʹ καὶ ἕως γήρως.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: umi-ap`.
