---
title: Adornment of the Months
title_greek: Κόσμος Μηνῶν
author: Medical Writers Anonymous
eul_wid: umi-al
eul_aid: umi
canonical: "https://eulogikon.org/works/med-writers-anon-months-adornment-umi-al"
period: Late Antique
dialect: Technical Koine
domain: Medicine
format: Treatise
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Adornment of the Months

*Κόσμος Μηνῶν*

**Author:** Medical Writers Anonymous

**eul_wid:** `umi-al` · [HTML page](https://eulogikon.org/works/med-writers-anon-months-adornment-umi-al)

## Text

### 1

ΑΝΩΝΥΜΟΥ ΠΕΡΙ ΤΟΥ ΑΥΤΟΥ ΣΤΙΧΟΙ.

### 2

ΣΕΠΤ.

### 3

Γῆν ἀροσίμην σπεῦδε τέμνειν, ἀγρότα· Βρωτῶν ποτῶν τε γλυκέων πᾶς ἀντέχου· Χολὴ μέλαινα κυριεύει γὰρ πλέον.

### 4

ΟΚΤ.

### 5

Σπείρειν ἀνάγκη, γλυκέων τ’ ἀποτρέχειν· Οἴνῳ παλαιῷ χρώμενος ἐν τοῖς ποτοῖς. Δριμεῖα καὶ γὰρ ἡ χολὴ πλεῖον φέρει.

### 6

ΝΟΕΜΒ.

### 7

Συχνῶν λοετρῶν ἀπέχου καὶ δριμέων. Ἔσθιε θερμὰ καὶ γλυκαίνοντα πλέον. Φλέγμα ψυχρὸν γὰρ κυριεύει τῷ τότε.

### 8

ΔΕΚ.

### 9

Παύθητι νῦν γε τοῦ σπείρειν, πᾶς ἀγρότης.

### 10

Ψυχρῶν δὲ πάντων ἀπέχεσθ’ ἐδεσμάτων. Καιρὸς γὰρ οὗτος τὸ πλέον φλέγμα φέρει.

### 11

ΙΑΝ.

### 12

Νῦν ἀπογεύου νῆστις ἀκράτου τρίτον. Τὸ φλέγμα πλέον κυριεύει γὰρ πάλιν.

### 13

ΦΕΒΡ.

### 14

Θερμοῖς σιτίοις καὶ ποτοῖς ἀνθοσμίου Κέχρησο· καὶ γὰρ φλέγμα ψυχρὸν πλημμύρει.

### 15

ΜΑΡΤ.

### 16

Πρὸς ἐκστρατείαν γυμνάσιά τε τρέπου.

### 17

Βρωτῶν ποτῶν τε γλυκερῶν πᾶς ἀντέχου. Αἷμα προσαῦξον εὐκραὲς γάρ σοι τότε.

### 18

ΑΠΡ.

### 19

Θερμῶν ἁπάντων δριμέων τ’ ἀφεκτέον. Εὔχυμα δ’ ἔσθειν καὶ πίνειν ἀνθοσμίου.

### 20

Αἵματος ἡ κίνησίς ἐστι γὰρ τότε.

### 21

ΜΑΙΟΣ.

### 22

Τῶν ταριχευτῶν ἀπέχου καὶ δριμέων. Τοῖς εὐόσμοις ἥδου τε καὶ γλυκυτέροις. Μέλαν γὰρ αἷμα κυριεύει καὶ πάλιν.

### 23

ΙΟΥΝ.

### 24

Νῦν ὕδατος πρωΐθεν ἐκρόφα τρίτον. Θερμὸν γὰρ αἷμα κυριεύει καὶ πάλιν.

### 25

ΙΟΥΛ.

### 26

Μόχθους παραιτοῦ καὶ κέχρησο τοῖς ὕπνοις.

### 27

Ξανθὴ χολὴ γὰρ κυριεύει τὸ πλέον.

### 28

ΑΥΓ.

### 29

Τὴν τῶν ψυχρῶν δίαιταν ἀσπάζου πλέον. Μόνην ἐδωδὴν φεῦγε τὴν τῶν λαχάνων.

### 30

Χλωρὰ χολὴ γὰρ καὶ πάλιν κατισχύει.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: umi-al`.
