---
title: On Lycanthropy
title_greek: Περὶ λυκανθρωπίας
author: Medical Writers Anonymous
eul_wid: umi-as
eul_aid: umi
canonical: "https://eulogikon.org/works/med-writers-anon-lycanthropy-umi-as"
period: Late Antique
dialect: Technical Koine
domain: Medicine
format: Treatise
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# On Lycanthropy

*Περὶ λυκανθρωπίας*

**Author:** Medical Writers Anonymous

**eul_wid:** `umi-as` · [HTML page](https://eulogikon.org/works/med-writers-anon-lycanthropy-umi-as)

## Text

### [25]

* ΠΕΡΙ ΛΥΚΑΝΘΡΩΠΙΑΣ. Εἶδος μανίας ἐστὶν ἡ λυκανθρωπία, καὶ νυκτὸς ἐξίασι τὰ πάντα καὶ τάφους διατρίβουσι. γνωριεῖς δὲ τοὺς οὕτω πάσχοντας. τοῖς δὲ ὠχροὶ τυγχάνουσιν καὶ ὁρῶσιν ἁδρανὲς καὶ ξηροὺς τοὺς ὀφθαλμοὺς ἔχουσι, οὔτε δακρύουσιν οὔτε ὑγραίνονται. θεάσῃ δὲ αὐτῶν καὶ κοίλους τοὺς ὀφθαλμοὺς καὶ τὸ πρόσωπον ὑγρὸν καὶ τὴν γλῶτταν ξηροτάτην καὶ σιέλον οὐδ’ ὅλως προχωρῶν αὐτοῖς. εἰσὶ δὲ καὶ διψώδεις ξηροὶ καὶ τὰς κνήμας, διὰ τὸ πολλάκις προςπίπτειν ἀνία αὐτοὺς καὶ ἑλκομένας ἔχουσιν. ἴδια δὲ σημεῖα τῶν μελαγχολικῶν τότε κατισχναίνειν τὸ σῶμα καὶ μελαγχολικὸν εἶναι τῇ φύσει, ἢ καὶ ἐξεπήκτη [?] τὸν διά τινος φροντίδος ἢ ἀγρυπνίας ἢ μοχθηρῶν σιτίων ἢ προφορᾶς ἢ ἐπίσχεσιν αἱμορροΐδων καὶ καταμηνίων γυναικῶν. τοιαῦτα μὲν δεῖ συμβαίνειν καὶ τὰ τῆς λυκανθρωπίας σημεῖα. Πῶς οὖν θεραπεύσει ς . Κατὰ μὲν οὖν τὸν πρῶτον χρόνον τῆς ἐπισημασίας τέμνω φλέβα τὴν ἐξ ἀγκώνων καὶ κενῶ τοῦ αἵματος ἄχρι λειποθυμίας καὶ διαίτησιν τὸν κάμνοντα ταῖς εὐχύμοις τροφαῖς· καὶ χρῆσθαι λουτροῖς γλυκέσι ἢ ὀρρῷ γάλακτος χρησάμενος ἐπὶ τρίτην ἡμέραν. καὶ καθαίρων δὲ τῇ διὰ τῆς κολοκυνθίδος ἱερᾷ καὶ βʹ καὶ γʹ καὶ μετὰ τὰς καθάρσεις τῇ διὰ τῶν ἐχιδνῶν θηριακῇ χρήσομαι καὶ τὰ ἄλλα παραλήψομαι ὅσα ἐπὶ τῆς μελαγχολίας εἴρηται καὶ τὰς αἰμορροΐδας ἀναστομῶσαι καὶ καταμήνια γυναικῶν προπέσθαι κελεύω διὰ τὴν τούτων ἐπίσχεσιν, τὴν γεγενημένην εἰς τὸ πάθος· ἀγαθὰ δὲ καὶ αἱ διουρητικαὶ δυνάμεις καὶ τῶν ἱδρώτων κάθαρσις.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: umi-as`.
