---
title: "Magical Papyri, Ostraca"
title_greek: Μαγικὰ Πάπυροι
author: Magical Treatises Anonymous
eul_wid: smk-ab
eul_aid: smk
canonical: "https://eulogikon.org/works/magical-treatises-anon-papyri-ostraca-smk-ab"
period: Late Antique
dialect: Technical Koine
domain: Science
format: Treatise
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Magical Papyri, Ostraca

*Μαγικὰ Πάπυροι*

**Author:** Magical Treatises Anonymous

**eul_wid:** `smk-ab` · [HTML page](https://eulogikon.org/works/magical-treatises-anon-papyri-ostraca-smk-ab)

## Text

### 1

Κρόνος, ὁ κατέχων τὸν θυμὸν ὅλων τῶν ἀνθρώπων, κάτεχε τὸν θυμὸν Ὡρι, τὸν ἔτεκεν Μαρία, κὲ μὴ ἐάσῃς αὐτὸν λαλήσεν Ἁτρῷ, τῷ ἔτεκεν Ταήσης. [ὅτι σε] ὁρκίζω κατὰ τοῦ δακτύλου τοῦ θεοῦ, εἵνα μὴ ἀναχάνῃ αὐτῷ, ὅτι Κρόνου πέλι κὲ Κρόνῳ ὑπόκιτε. μὴ ἐάσῃς αὐτὸν λαλήσεν αὐτῷ μήτε νύκταν μήτε ἡμέραν μήτε μίαν ὥραν. οοωοοαοηηηηηαωοωωωηιη . [10]

### 2

ιει εεεηηη ερωειωταωω .. υηηη ααα ηιηωαιαα ωοωω .. υεωοωοοε λαθ αρματρωαεα . οχυσοιοιο νύχιε ναραεεαεαα ... ος Βαλ, Σαβαιώθ, ω[ . ]μαως αιο υεωαωυωυεωαεωαεωα αριθοσααααα σκιρβευ Μίθρευ Μίθρα ωαρυβιβαω θυμω ηοαυ εααυυεεαυεαε μουλα α[6] [6] ιμσιυ ουλατσιλα μουλα[θι] ααιεηιιιι αι εω εω ιεε ωαιη αααη .. εη ιη οαοαοα [7] αα αλο αλαρω, αρω αρω, υυυ ιηηη ηηηηηηηη ιιιιιιι αηαηαη ηια αιη ωυοωυοοωυοου ιεου ι ειειε ιειε οαωαωω βααααααααααα αααααα οοοοοο υυυυυυυυ εεεεε ωωωωωωωωωωωωω ωωοη ωοωο αεηιουω αεηιουω αεηιουω, σουμαρτα, μαξ, ακαρβα, μιυχθαν, Σαλααμ, αθιασκιρθο δαβαθαα ζαας ουαχ κολ μολ Φρῆ ζωχραιε ζανεκμητ, Σατραπειν, εβλαραθα αρναιαυσαια εαε α〈ε〉ηιουω ηιηηιη ο αοαοα ωοαοαωηαω· καῦσον, πύρωσον τὴν ψυχὴν Ἀλλοῦτος, τὸ γυναικῖον σῶμα, τὰ μέλη, ἕως ἀποστῇ ἀπὸ τῆς οἰκίας Ἀπολλωνίου. κατάκλινον Ἀλλοῦν πυρετῷ, νόσῳ ἀκαταπαύστῳ, ἀσίτῳ Ἀλλοῦν, ἀσυνέτῳ Ἀλλοῦν. ἀπάλλαξον Ἀλλοῦν ἀπὸ Ἀπολλωνίου, τοῦ ἀνδρὸς αὐτῆς. δὸς Ἀλλοῦτι ὕβριν, μῖσος, ἀηδίαν, ἕως ἀποστῇ τῆς οἰκίας Ἀπολλωνίου, ἄρτι, ταχύ. Χριστός. [40]

### 3

ἐν 〈τῇ ἐν〉 τῷ Σωλοὰμ προβατικῇ κολυμβήθρᾳ —ὄνομα αὐτῆς ἑβραϊστὶ Βηδσαϊδά—εὑρέθη ὁ κύριος, ἐν τῇ Στοᾷ τοῦ Σολομῶντος εὑρέθη ὁ δεσπότης. τὸν ἄνθρωπον κατακείμενον λόγῳ ἐθεράπευσεν καὶ τὸν τυφλὸν ἀνέβλεψεν. ὅθεν καὶ ἡμεῖς μετὰ τῶν ἀρχαγγέλων 〈καὶ〉 τῶν ἀσωμάτων 〈ἀγγέλων〉 ἀναβοῶντες καὶ κεκραγότες καὶ λέγοντες· ἅγιος ὁ θεός, ὃν ἀνυμνοῦσι τὰ χερουβὶν καὶ προσκυνοῦσι [οἱ ἄγγελ]οι. ἅγιος ἰσχυρός, ὃν ἐνδοξάζει ὁ χορὸς τῶν ἀσωμάτων ἀγγέλλων, [ἅγιος, ἀθάν]ατος ὁ [ἐ]ν φ[άτν]ῃ τῶν ἀλόγων γνωρισθείς. ἐλέησον ἡμᾶς. Τ [Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐ‐] ρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθάτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. [5]

### 4

τὸν ἄρτον ἡ[μῶν τὸν ἐ]πιούσιον δὸς [ἡμῖν σήμ]ερον καὶ ἄφες [ἡμῖν τὰ ο]ὐφελήματα εἱ[μῶν, ὡς κ]αὶ ἑμεῖς ἀφίομεν [τοῖς ὀφει]λήτες εἱμ ο͂ ν, καὶ [μὴ εἰσε]νέκῃς ἑμᾶς εἰς [πειρασ]μόν, ἀλλὰ ῥῦσε εἱ[μᾶς ἀ]πὸ πονηροῦ, [κ]ύριε. ταμπαρμη Σιττυρᾶ τὴν γλῶσσαν ταμπαρμη καὶ θέμιστα, καὶ Ἐπικράτευς, καὶ τὴν δύναμιν. [5]

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: smk-ab`.
