---
title: On the Eretrian Expedition
title_greek: Ἀπόσπασμα
author: Lysanias of Mallos
eul_wid: oaq-aa
eul_aid: oaq
canonical: "https://eulogikon.org/works/lysanias-mallos-eretrian-expedition-oaq-aa"
lang: grc
period: Classical
dialect: Attic
domain: History
genre: Historiography
content_hash: "sha256:742ca18871bd777014f806b32ecccc49832c3d339a85480ab1f8da682a3a7489"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# On the Eretrian Expedition

*Ἀπόσπασμα*

**Author:** Lysanias of Mallos

**eul_wid:** `oaq-aa` · [HTML page](https://eulogikon.org/works/lysanias-mallos-eretrian-expedition-oaq-aa)

## Text

ΠΕΡΙ ΕΡΕΤΡΙΑΣ.

`1`

<cite>Πλούταρχος</cite>

Ἐν δὲ τοῖς ἐφεξῆς τὰ περὶ Σάρδεις διηγούμενος Ἡρόδοτος, ὡς ἐνῆν μάλιστα διέλυσε καὶ διελυμήνατο τὴν πρᾶξιν· ἃς μὲν Ἀθηναῖοι ναῦς ἐξέπεμψαν Ἴωσι τιμωροὺς, ἀποστᾶσι βασιλέως, ἀρχεκάκους τολμήσας προσειπεῖν, ὅτι τοσαύτας πόλεις καὶ τηλικαύτας Ἑλληνίδας ἐλευθεροῦν ἐπεχείρησαν ἀπὸ τῶν βαρβάρων, Ἐρετριέων δὲ κομιδῇ μνησθεὶς ἐν παρέργῳ, καὶ παρασιωπήσας μέγα κατόρθωμα καὶ ἀοίδιμον. Ἤδη γὰρ ὡς  <span class="gap">…</span> τὴν Ἰωνίαν συγκεχυμένην, καὶ στόλου βασιλικοῦ προσπλέοντος, ἀπαντήσαντες ἔξω Κυπρίους ἐν τῷ Παμφυλίῳ πελάγει κατεναυμάχησαν· εἶτʼ ἀναστρέψαντες ὀπίσω, καὶ τὰς ναῦς ἐν Ἐφέσῳ καταλιπόντες, ἐπέθεντο Σάρδεσι, καὶ Ἀρταφέρνην ἐπολιόρκουν, εἰς τὴν ἀκρόπολιν καταφυγόντα, βουλόμενοι τὴν Μιλήτου λῦσαι πολιορκίαν· καὶ τοῦτο μὲν ἔπραξαν, καὶ τοὺς πολεμίους ἀνέστησαν ἐκεῖθεν, ἐν φόβῳ θαυμαστῷ γενομένους· πλήθους δʼ ἐπιχυθέντος αὐτοῖς, ἀπεχώρησαν. Ταῦτα δʼ ἄλλοι τε καὶ Λυσανίας ὁ Μαλλώτης ἐν τοῖς Περὶ Ἐρετρίας εἴρηκε.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: oaq-aa`.
