---
title: Epigrams-Poets Before Alexandrian Age
title_greek: Ἐπιγράμματα εἰς Ποιητὰς πρὸ τῆς Ἀλεξανδρινῆς
author: Lobon of Argos
eul_wid: kza-aa
eul_aid: kza
canonical: "https://eulogikon.org/works/lobon-argos-epigrams-before-alexandria-kza-aa"
period: Hellenistic
dialect: Koine (frg)
domain: Poetry
format: Verse
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Epigrams-Poets Before Alexandrian Age

*Ἐπιγράμματα εἰς Ποιητὰς πρὸ τῆς Ἀλεξανδρινῆς*

**Author:** Lobon of Argos

**eul_wid:** `kza-aa` · [HTML page](https://eulogikon.org/works/lobon-argos-epigrams-before-alexandria-kza-aa)

## Text

### book 142

ἐνθάδε τὴν ἱερὴν κεφαλὴν κατὰ γαῖα καλύπτει ἀνδρῶν ἡρώων κοσμήτορα θεῖον Ὅμηρον. υἱὲ Μέλητος Ὅμηρε, σὺ γὰρ κλέος Ἑλλάδι πάσῃ [para]καὶ Κολοφῶνι πάτρῃ θῆκας ἐς ἀίδιον, καὶ τάσδ’ ἀντιθέῳ ψυχῇ γεννήσαο κούρας δισσὰς ἡμιθέων γραψάμενος σελίδας. ὑμνεῖ δ’ ἡ μὲν νόστον Ὀδυσσῆος πολύπλαγκτον, [para]ἡ δὲ τὸν Ἰλιακὸν Δαρδανιδῶν πόλεμον. θεῖος Ὅμηρος ὅδ’ ἐστίν, ὃς Ἑλλάδα τὴν μεγαλαυχῆ πᾶσαν ἐκόσμησεν καλλιεπεῖ σοφίῃ, ἔξοχα δ’ Ἀργείους, οἳ τὴν θεοτειχέα Τροίην ἤρειψαν ποινὴν ἠυκόμου Ἑλένης.

### book 143

οὗ χάριν ἔστησεν δῆμος μεγαλόπτολις αὐτὸν [para]ἐνθάδε καὶ τιμαῖς ἀμφέπει ἀθανάτων. ἐνθάδε θεῖος Ὅμηρος, ὃς Ἑλλάδα πᾶσαν ἄεισε, Θήβης ἐκγεγαὼς τῆς ἑκατονταπύλου. Ἄσκρη μὲν πατρὶς πολυλήιος, ἀλλὰ θανόντος [para]ὀστέα πληξίππων γῆ Μινυῶν κατέχει Ἡσιόδου, τοῦ πλεῖστον ἐν Ἑλλάδι κῦδος ὀρεῖται ἀνδρῶν κρινομένων ἐν βασάνῳ σοφίης. χαῖρε δὶς ἡβήσας καὶ δὶς τάφου ἀντιβολήσας, [para]Ἡσίοδ’, ἀνθρώποις μέτρον ἔχων σοφίης.

### book 143

Ἑλλάδος εὐρυχόρου στέφανον καὶ κόσμον ἀοιδῆς [para]Ἀσκραῖον γενεὴν Ἡσίοδον κατέχω. εἴ τι παραλλάσσει φαέθων μέγας ἅλιος ἄστρων [para]καὶ πόντος ποταμῶν μείζον’ ἔχει δύναμιν. φαμὶ τοσοῦτον ἐγὼ σοφίᾳ προέχειν Ἐπίχαρμον. [para]ὃν πατρὶς ἐστεφάνως’ ἅδε Συρακοσίων. Δωρίδος ἐκ Μούσης κεκορυθμένον ἀνέρα Βάκχῳ [para]καὶ Σατύροις Σικελὸν τῇδ’ Ἐπίχαρμον ἔχω. ἓξ ἐπὶ πεντήκοντα, Σιμωνίδη, ἤραο νίκας

### book 144

καὶ τρίποδας, θνῄσκεις δ’ ἐν Σικελῷ πεδίῳ, Κείῳ δὲ μνήμην λείπεις, Ἕλλησι δ’ ἔπαινον εὐξυνέτου ψυχῆς σῆς ἐπιγεινομένοις. ἦ μάλα Πρωτομάχη τε καὶ Εὔμητις λιγύφωνοι [para]ἔκλαυσαν πινυταὶ Πινδάριαι θύγατρες, Ἀργόθεν ἦμος ἵκοντο κομίζους’ ἐνδόθι κρωσσοῦ [para]λείψαν’ ἀπὸ ξεινῆς ἀθρόα πυρκαϊῆς. ἄρμενος ἦν ξείνοισιν ἀνὴρ ὅδε καὶ φίλος ἀστοῖς Πίνδαρος, εὐφώνων Πιερίδων πρόπολος.

### book 145

Αἰσχύλον Εὐφορίωνος Ἀθηναῖον τόδε κεύθει [para]μνῆμα καταφθίμενον πυροφόροιο Γέλας· ἀλκὴν δ’ εὐδόκιμον Μαραθώνιον ἄλσος ἂν εἴποι καὶ βαθυχαιτήεις Μῆδος ἐπιστάμενος. ————————————— [para]αἰετοῦ ἐξ ὀνύχων βρέγμα τυπεὶς ἔθανεν. ἐσβέσθης, γηραιὲ Σοφόκλεες, ἄνθος ἀοιδῶν, [para]οἰνωπὸν Βάκχου βότρυν ἐρεπτόμενος. βωμοὺς τούσθε θεοῖς Σοφοκλῆς ἱδρύσατο πρῶτος, [para]ὃς πλεῖστον Μούσης εἷλε κλέος τραγικῆς.

### book 145

μνῆμα μὲν Ἑλλὰς ἅπας’ Εὐριπίδου, ὀστέα δ’ ἴσχει [para]γῆ Μακεδών, ᾗπερ δέξατο τέρμα βίου, πατρὶς δ’ Ἑλλάδος Ἑλλὰς Ἀθῆναι, πλεῖστα δὲ Μούσαις τέρψας ἐκ πολλῶν καὶ τὸν ἔπαινον ἔχει.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: kza-aa`.
