---
title: Delphic Paean II and Prosodion to Apollo
title_greek: "Δελφικὸς Παιὰν Β' καὶ Προσόδιον πρὸς Ἀπόλλωνα"
author: Limenius of Athens
eul_wid: mpi-aa
eul_aid: mpi
canonical: "https://eulogikon.org/works/limenius-athens-delphic-paean-ii-mpi-aa"
period: Hellenistic
dialect: Attic
domain: Poetry
format: Verse
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Delphic Paean II and Prosodion to Apollo

*Δελφικὸς Παιὰν Β' καὶ Προσόδιον πρὸς Ἀπόλλωνα*

**Author:** Limenius of Athens

**eul_wid:** `mpi-aa` · [HTML page](https://eulogikon.org/works/limenius-athens-delphic-paean-ii-mpi-aa)

## Text

### unit_1

[Ἴ]τ’ ἐπὶ τηλέσκοπον τάν[δ]ε Πα[ρνασί]αν [φιλόχορον] δικόρυφον κλειτύν, ὕμνων κ[ατά]ρχ[ετε δ’ ἐμῶν, Πιερίδες, αἳ νιφοβόλους πέτρας ναίεθ’ [Ἑλι]κωνίδ[ας·] μέλπετε δὲ Πύθιον χ[ρ]υσοχαίταν ἕ[κατ]ον εὐλύραν Φοῖβον, ὃν ἔτικτε Λατὼ μάκαιρα πα[ρὰ λίμνᾳ] κλυτᾷ, χερσὶ γλαυκᾶς ἐλαίας θιγοῦ[ς’ ὄζον ἐν ἀγωνίαι]ς ἐριθα[λῆ.] Πᾶ[ς δὲ γ]άθησε πόλος οὐράνιος [ἀννέφελος ἀγλαός,] [ν]ηνέμους δ’ ἔσχεν αἰθὴρ ἀε[λλῶν ταχυπετ]εῖς [δρό]μους, λῆξε δὲ βαρυβρόμων Νη[ρέως ζαμενὲς ο]ἶδμ’ ἠδὲ μέγας Ὠκεανός, ὃς πέριξ [γᾶν ὑγραῖς ἀγ]κάλαις ἀμπέχει. Τότε λιπὼν Κυνθίαν νῆσον ἐ[πέβα θεὸ]ς πρω[τό]καρπον κλυτὰν Ἀτθίδ’ ἐπὶ γαλ[όφῳ πρῶνι] Τριτωνίδος· μελίπνοον δὲ Λίβυς αὐδὰγ χέω[ν λωτὸς ἀνέμελ]πεν ἁ‐ δεῖαν ὄπα μειγνύμενος αἰόλ[οις κιθάριος μέλεσιν, ἅ]μα δ’ ἴαχεν πετροκατοίκητος ἀχ[ὼ Παιὰν ἰὲ Παιάν·] [ὁ] δὲ γέγαθ’, ὅτι νόῳ δεξάμενος ἀμβρόταν Δι[ὸς ἐπέγνω φρέ]ν’· ἀνθ’ ὧν ἐκεί‐ νας ἀπ’ ἀρχᾶς Παιήονα κικλῄσκ[ομεν ἅπας λ]αὸς α[ὐτο]χθόνων ἠδὲ Βάκχου μέγας θυρσοπλὴ[ξ ἑσμὸς ἱ]ερὸς τεχνιτῶν ἔνοικος πόλει Κεκροπίᾳ. Ἀ[λλὰ χρησμ]ῳδὸν ὃς ἔχεις τρίποδα, βαῖν’ ἐπὶ θεοστιβ[έα τάνδε Π]αρνασίαν δειράδα φιλένθεον. Ἀμφὶ πλόκ[αμον σὺ δ’ οἰ]νῶ[πα] δάφνας κλάδον πλεξάμενος ἀπ[λέτους θεμελίους τ’] ἀμβρότᾳ χειρὶ σύρων, ἄναξ,

### unit_2

Γ[ᾶς πελώρῳ συναντᾷς] κόρᾳ. Ἀλλὰ Λατοῦς ἐρατογ[λέφαρον ἔρνος ἀγρία]ν παῖδα Γᾶ[ς] τ’ ἔπεφνες ἰοῖς, ὁ[μοῦ τ’ ἀναβοᾷς (?) ἡ δὲ] πόθον ἔσχε ματρὸς [φίλας ? ..]ηρ ἃ κατέκτ[α]ς οσ[.... [σύ]ριγμ’ ἀπε..ων[... ...] ἐφρούρε[ις δὲ Γᾶ[ς] [ἱερόν, ὦναξ, παρ’ ὀμφαλόν, ὁ βάρ]βαρος Ἄρης ὅτε [τε]ὸν μαντόσ[υνον οὐ σεβί‐ ζων ἕδος πολυκυθ]ὲς λῃζόμενος ὤλεθ’ ὑγρᾷ χ[ιόνος ἐν ζάλᾳ.] [Ἀλλ’, ὦ Φοῖβε,] σῷζε θεό‐ κτιστον Παλλάδος [ἄστυ καὶ λαὸν κλεινόν, σύν] τε θεά, τόξων δεσπότι Κρησίω[ν] κυνῶ[ν τ’ Ἄρτεμις, ἠδὲ Λα‐ τὼ] κυδίστα· καὶ ναέτας Δελφῶν τ[ημελεῖθ’ ἅμα τέ‐ κνοις συμ]βίοις δώμασιν ἀ‐ πταίστους, Βάκχου [θ’ ἱερονί‐ καισιν εὐμε]νεῖς μόλετε προσπόλοισ[ι], τάν τε δορί‐ [στεπτον κάρτεϊ] Ῥωμαίω[ν] ἀρχὰν αὔξετ’ ἀγηράτῳ θάλ[λουσαν φερε]νίκαν.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: mpi-aa`.
