---
title: "Orations 1–64: Oration 9 (On the Calends)"
title_greek: "Λόγοι 1–64, Εἰς τὰς Καλάνδας"
author: Libanius of Antioch
eul_wid: swk-cr
eul_aid: swk
canonical: "https://eulogikon.org/works/libanius-antioch-orations-oration-9-swk-cr"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:be591a10ebd317c09f1760b9192957c476be1e28716d343813aa708c4f9f58c4"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Orations 1–64: Oration 9 (On the Calends)

*Λόγοι 1–64, Εἰς τὰς Καλάνδας*

**Author:** Libanius of Antioch

**eul_wid:** `swk-cr` · [HTML page](https://eulogikon.org/works/libanius-antioch-orations-oration-9-swk-cr)

## Text

Part of [Orations 1–64](/works/libanius-antioch-orations-swk-aj)

`9`

ΕΙΣ ΤΑΣ ΚΑΛΑΝΔΑΣ.

`9.1–9.3`

Ἡ μὲν οὖν ἑορτὴ καὶ αὐτὴ προσάγει τὸ αὑτῆς εὖ ποιήσουσα ἡμᾶς, ἡμεῖς δὲ οὔπω πρότερον αὐτῇ πεποιήκαμεν ἐγκώμιον, καὶ ταῦτα εἰδότες, ὅτι τιμὴ μὲν τοῦτο καὶ αὐτοῖς τοῖς δαίμοσιν ὧν ἑορταί, δαίμονος δὲ μεγάλου τήνδε εἶναι συμβαίνει τὴν ἑορτήν. πρὸς ὃν τί ἂν ἀποκριναίμεθα μεμφόμενόν τε καὶ καταιτιώμενον, εἰ τοσαῦτα ἀνθρώπους ἐπαινέσαντες ἑορτῆς τοσαύτης ἠμελήκαμεν, καὶ ταῦτα εἰδότες τῶν πρὸ ἡμῶν τινας τοῦτο οὐ πεπονθότας. ἐπεὶ οὖν οὐκ ἂν οὐκ ἐπαινοῦντες ἀπελογησάμεθα—τί γὰρ ἂν καὶ λέγοιμεν; —ἐπαινοῦντες ἀπολογησώμεθα. βέλτιον γὰρ ἀποδόντας τελευτᾶν τὸν βίον ἢ ὀφείλοντας.

`9.4–9.14`

Ταύτην τὴν ἑορτὴν εὕροιτʼ ἄν, ὦ νέοι, τεταμένην ἐφʼ ἅπαν ὅσον ἡ Ῥωμαίων ἀρχὴ τέταται, καὶ κινεῖταί τε ἕκαστος καὶ χαίρει καὶ γέγηθε. καὶ εἰ δὴ ἦν οἷόν τε κατεπείγειν χρόνον ἀνθρώποις, ὃ περὶ τὸν ἥλιον γενέσθαι φησὶν ὑπὸ τῆς Ἥρας Ὅμηρος, κατήπειγον ἂν ἔθνη τε ἅπαντα καὶ πόλις ἅπασα καὶ οἶκος ἅπας καὶ ἀνθρώπων ἕκαστος. ἀνθεῖ δὲ ἐν ἅπασι μὲν ἡ ἑορτὴ πεδίοις, ἐν ἅπασι δὲ γηλόφοις, ἐν ἅπασι δὲ ὄρεσι καὶ λίμναις καὶ ποταμοῖς, ἐν οἷς πλοῖά τε καὶ πλέοντες, καὶ ἐν τῇ θαλάττῃ δʼ ἄν, εἰ μὴ ἄπλους ἦν ὑπὸ τῆς ὥρας ἡ θάλαττα, ναυτῶν τε καὶ ἐμπόρων τεμνόντων τε ὁμοῦ τὰ πελάγη καὶ ἑορταζόντων. πανταχοῦ δὲ πότοι καὶ τράπεζαι Συβαριτικαὶ καὶ γέλωτες. αἱ μὲν τῶν εὐδαιμόνων τοιαῦται, τῆς εἰωθυίας δὲ καὶ ἡ τοῦ πένητος ἀμείνων. ἔρως γάρ τις λαμβάνει τοὺς ἀνθρώπους δαπάνης, ὥστε τὸν ἄλλον χρόνον τῇ συλλογῇ χαίροντες τότε ἐν κέρδει τὴν ἀνάλωσιν ποιοῦνται, πρότερον δὲ εἰωθότες τὴν γαστέρα κολάζειν τότε ὁπόσον αὐτῇ δύνανται χαρίζονται. καὶ τὸ ἔτι κάλλιον, οὐδὲ μετεμέλησε κεχαρισμένοις, ὡς δὴ τὰ δίκαια πρὸς αὐτὴν οὕτω πεποιηκόσιν. εἶναι γὰρ ἐκ τοῦ νόμου φαγεῖν τε πλέον καὶ πιεῖν, καὶ τοὺς τοῦτο δρῶντας ἱκανῶς τούτους εἶναι τοὺς ἃ βούλοιτʼ ἂν ἡ ἑορτὴ πεποιηκότας. τιμῶν τε ἡ γῆ πλήρης τιμώντων ἀλλήλους ἀνθρώπων δώροις τε καὶ ξενίοις, τοῖς μὲν ἐκ πόλεων εἰς πόλεις ἐρχομένοις, τοῖς δὲ ἐξ ἀγρῶν εἰς ἀγρούς, τοῖς δὲ ἐξ ἀγρῶν εἰς ἄστη, τοῖς μὲν τεθηραμένοις, τοῖς δὲ ἐκτεθραμμένοις. πλήρεις δὲ ἀτραποί τε καὶ λεωφόροι φορτίων, ὧν τὰ μὲν ἀνθρώπων, τὰ δὲ τετραπόδων, τούτων δέ γε αὐτῶν ἑτέρων τε τιμιωτέρων ὁδοί τε ἐν ἄστει κατάστεγοι στενωποί τε μεστοί. καὶ τοῖς μὲν ἴση ἡ τέρψις δοῦναί τε καὶ λαβεῖν, τοῖς δέ, εἰ καὶ μὴ λαβεῖν ἐνείη, τό γε δοῦναι ἡδὺ κατʼ αὐτό γε τοῦτο τὸ δυνηθῆναι δοῦναι. ποιεῖ δὲ καλὴν τὴν γῆν τῷ μὲν ἦρι τὰ ἄνθη, τῇ δὲ ἑορτῇ τὰ δῶρα πανταχῆ πανταχόθεν ἰόντα. καὶ τοῦτό γε ἔτους τὸ ἥδιστον εἶναι λέγων τις οὐκ ἂν ἁμάρτοι, ὥστʼ εἰ πάντα τὸν χρόνον ζῆν ὑπῆρχεν ἐν ἴσοις, οὐκ ἂν ἦσαν ἐν ὅσῳπερ νῦν λόγῳ παρὰ τοῖς ἀνθρώποις αἱ μακάρων νῆσοι. ἡδὺ μὲν γὰρ καὶ ἡ πρώτη χελιδών, ἀλλʼ οὐ κωλύει πονεῖν, ἡ δὲ ἀξιοῖ τὰς αὑτῆς ἡμέρας ὅτιπερ πόνου μετέχει, πᾶν τοῦτο ὑποχωρεῖν ἐπιτρέπει τε ταῖς γνώμαις καθαραῖς ἀπολαύειν. αὗται φόβους νέων ἀγέλαις λύουσι διττούς, ὧν ὁ μὲν ἐκ διδασκάλων, τὸν δὲ ἐπάγει παιδαγωγός. αὗται δούλοις ὡς οἷόν τε ἐλευθερίαν φέρουσι. καί πού τι καὶ ῥᾳθυμήσας οἰκέτης ἔδοξε μὲν ἀδικεῖν, πληγὴ δὲ οὐδαμοῦ, ἀλλὰ κἂν ἔργον φυγὼν προσκαθίζηται κύβοις, ἡ πρὸς τὰς ἡμέρας αἰδὼς ἐξῃτήσατο τὸν ἄνθρωπον. καὶ δὴ καὶ δίκας ἀνέβαλον καὶ γραφὰς καὶ τιμωρίας κλείσασαι δικαστηρίοις μὲν θύρας, κατηγόροις δὲ τὰ στόματα. ἡδονῆς τι καὶ ἐπʼ αὐτά μοι δοκοῦσι τὰ δεσμωτήρια πέμπειν. καί ποτε τὸν ἐπʼ αὐτοῖς τεταγμένον ἠρόμην, εἴ τι καὶ ἐκεῖσε τῆς ἑορτῆς ἔρχεται. ὁ δὲ ἔφησέ τε ἰέναι καὶ δεικνύναι τὴν ἑορτὴν κἀν τοῖς δεσμώταις τὴν ἑαυτῆς δύναμιν νέφους τε ἀφαιροῦσαν τοῦ κατὰ τῶν προσώπων καί τινα αὐτῶν καὶ μειδιᾶσαι πείθουσαν. ἔπεισε δὲ καὶ πατέρα θανάτῳ παιδὸς κείμενον αὑτόν τε ἐσθίοντα τροφήν τε δυσχεραίνοντα διαλλαγῆναί τε πρὸς αὐτὴν ἀποθέσθαι τε τὴν ἀχλὺν λῆξαί τε αὐχμῶντα καὶ ἐλθεῖν ἐπὶ λουτρά, καὶ ἃ μηδεὶς τῶν δεινοτάτων πείθειν ἐδυνήθη λέγων, ταῦτα ἐδυνήθη τῆς ἑορτῆς ἡ ῥώμη. διήλλαξε δὲ καὶ πολίτῃ πολίτην καὶ ξένῳ ξένον καὶ παῖδα παιδὶ καὶ γυναῖκα γυναικὶ τά τε ἐν ταῖς συγγενείαις διεστηκότα συνέστησε τῶν εἰς διαλλαγὰς ἀγόντων τοῦτο μόνον λεγόντων, τὴν ἑορτήν, τῶν ἄλλων σφίσι τῶν πρότερον καταπεφρονημένων.

`9.15`

Μέγα δὲ αὐτῆς καὶ τόδε· διδάσκαλος ἀνθρώποις γίνεται τοῦ μὴ σφόδρα ἔχεσθαι χρυσίου, προΐεσθαι δὲ καὶ εἰς ἄλλων ἐντιθέναι δεξιάς. παιδεύεται δὲ ταύτην τὴν παιδείαν ὑπʼ αὐτῆς καὶ βασιλεὺς ὑπακούων μὲν τῆς νυκτὸς ἀλεκτρυόσιν ἐγείρουσι, τοὺς θησαυροὺς δὲ αὑτῷ ποιῶν ἐλάττους ταῖς δόσεσι, τῇ χειρὶ κοσμῶν τὸ διδόμενον, αὐτουργῶν, ἀλλʼ οὐ κελεύων.

`9.16–9.17`

Τί δέ; τοῖς διδασκάλοις οὐ φίλη; φιλτάτη μὲν οὖν καὶ οὐχ ἧττόν γε ἢ τὸ θέρος τοῖς σπείρασι. χρυσᾶ γέ τοι μῆλα παρέχει τρυγᾶν ἐπαινεῖν τε σφῶν αὐτῶν τοὺς περιττοὺς πόνους, ὡς οὐ τηνάλλως ἀνηλωμένους, ὅταν ἐφʼ ὅτῳ ἐγίγνοντο, ἤδη παρῇ καὶ βάθρον δέχηται τὸν καρπόν. κοινὸν δὲ ἄρα τὸ τῆς ἐντεῦθεν εὐφροσύνης τῷ τε λαβόντι τῷ τε δόντι. ἔστι γὰρ δὴ καταθέντι τοὺς μισθοὺς δικαιοσύνης δόξα καὶ ἅμα παρακέκληκε τὸν εἰληφότα καὶ πεποίηκε βελτίονα. οὕτω καὶ περὶ κτῆσιν παιδείας ἥδε ἂν λυσιτελοίη.

`9.18`

Κόσμος δὲ αὐτῇ καὶ τὸ τῶν ὑπάτων ὄνομά τε καὶ σχῆμα καὶ ἔργον· ὧν τοὺς μὲν ἀφίησι, τοὺς δὲ ἀντικαθίστησι. διὰ τοὺς πορευσομένους. ἔπειτα ἧκε τὸ αὐτό, βωμοί τε θεῶν νῦν μὲν οὐ πάντα ἔχουσι τὰ πρόσθεν νόμου κεκωλυκότος, πρὸ δέ γε τοῦ κωλύματος ἥδε ἡ νουμηνία πολὺ μὲν πῦρ, πολὺ δὲ αἷμα, πολλὴν δὲ ἐποίει κνίσσαν ἀπὸ παντὸς χωρίου πρὸς τὸν οὐρανὸν ἀνιοῦσαν, ὥστε καὶ τοῖς θεοῖς εἶναι λαμπρὰν ἐν τῇ ἑορτῇ τὴν δαῖτα.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: swk-cr`.
