---
title: "Orations 1–64: Oration 62 (To Those Who Mocked His Education)"
title_greek: "Λόγοι 1–64, Πρὸς τοὺς εἰς τὴν Παιδείαν αὐτὸν ἀποσκώψαντας"
author: Libanius of Antioch
eul_wid: swk-es
eul_aid: swk
canonical: "https://eulogikon.org/works/libanius-antioch-orations-oration-62-swk-es"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:329ba070650b4a6e0e1c8c3d9ecc9d49e47ad22990cf0a2baed6c8ce7b33826c"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Orations 1–64: Oration 62 (To Those Who Mocked His Education)

*Λόγοι 1–64, Πρὸς τοὺς εἰς τὴν Παιδείαν αὐτὸν ἀποσκώψαντας*

**Author:** Libanius of Antioch

**eul_wid:** `swk-es` · [HTML page](https://eulogikon.org/works/libanius-antioch-orations-oration-62-swk-es)

## Text

Part of [Orations 1–64](/works/libanius-antioch-orations-swk-aj)

`62`

ΠΡΟΣ ΤΟΥΣ ΕΙΣ ΤΗΝ ΠΑΙΔΕΙΑΝ ΑΥΤΟΝ ΑΠΟΣΚΩΨΑΝΤΑΣ.

`62.1–62.4`

Πάλαι τινὲς ἄνθρωποι σκαιοὶ μὲν καὶ τοῦ μηδενὸς ἄξιοι, μεγάλων δὲ ἠξιωκότες αὑτοὺς πολλαῖς κέχρηνται κατʼ ἐμοῦ τε καὶ τῶν ὡμιληκότων ἐμοὶ ταῖς βλασφημίαις, τῶν μέν, ὡς οὐδὲν μεμαθήκασιν, ἐμοῦ δὲ ὡς οὐκ ἐπισταμένου διδάσκειν. ἀλλʼ ἕως μὲν λάθρα τε καὶ ἐν σκότῳ καὶ δεδοικότες μὴ πύθωμαι τοῦτο ἔδρων, ἱκανὴν παρʼ αὐτῶν ἔχειν οἰόμενος δίκην τὸ σὺν φόβῳ ταῦτα ἀδικεῖν ἐσίγων· ἐπεὶ δὲ πρὸς τοῦθʼ ἥκουσιν ἀσελγείας ἀπὸ τοῦ πλουτεῖν κακῶς, ὥστʼ ἤδη καὶ φανερῶς λοιδορεῖν πολλῶν παρόντων ἐπʼ ἀγορᾶς, πειράσομαι βοηθεῖν ἐμαυτῷ καὶ δεικνύειν αὐτοῖς τε ἐκείνοις καὶ τοῖς ὑπʼ αὐτῶν ἠπατημένοις, εἴ τις ἄρα ἔστι παρʼ ἡμῖν ἐμπειρία λόγων. ἀγανακτῶν δὲ πρὸς τουτουσὶ τοὺς τὰ μὲν αὑτῶν ἀγνοοῦντας κακά, τὰς δὲ τῶν ἄλλων ψυχὰς ἐξετάζοντας ῥᾳδίως ἐπὶ τούτῳ μάλιστʼ ἂν ἀγανακτεῖν φαίην, ὅτι με πάλιν εἰς εὐφημίαν ἐμαυτοῦ καθιστᾶσι καὶ πρᾶγμα ὃ φεύγων διατελῶ πράττειν ἐπαναγκάζουσι, λέγειν τι τῶν παρʼ ἐμοῦ χρηστῶν εἰς ἑτέρους γεγενημένων. ἀλλʼ εἰ μὲν οἷόν τε ἦν τούτων ἀπεχόμενόν με τῶν λόγων ἀνελεῖν τὰς αἰτίας, ἠδίκουν ἂν τὴν διὰ τῶν ἐπαίνων πορευόμενος· ἐπεὶ δὲ ἐν τῷ τὰ βελτίω περὶ ἐμοῦ λεχθῆναι τὸ μηδὲν ἐκείνους ἀληθὲς εἰρηκέναι δείκνυται, συγγνοίητʼ ἂν εἰκότως τῷ μὴ δυναμένῳ προδοῦναι τὸν ἔλεγχον. καὶ γὰρ ἄτοπον μᾶλλον δεῖσαι τὸν λέγοντα τὴν τῶν ἐπαίνων ἀλήθειαν ἢ τὰς διαβολὰς ἃς πολὺν ἤδη χρόνον τινὲς καθʼ ἡμῶν πεποίηνται.

`62.5–62.6`

Τινὲς δὴ καὶ καθήμενοι καὶ περιιόντες λέγουσιν, ὡς ἐγὼ λόγους μὲν ποιεῖν ἀγαθός τε εἴην καὶ τῶν πολλῶν ἀμείνων, διδάσκαλος δὲ οὐ παραπλήσιος. εἶτʼ εὐθὺς ἐρωτῶσι· τίς γὰρ ἐν δίκαις τῶν τούτῳ συγγενομένων ἐξέλαμψε; τίς δὲ ἐν τάξει τῶν πολιτευομένων; τίς δʼ ἀπὸ θρόνου τοῦ τῶν διδασκάλων; τίς δʼ ἀπὸ τοῦ τῶν ἀρχόντων; καὶ φθάσαντες τοὺς ἐρωτωμένους αὑτοῖς χαρίζονται τὴν ἀπόκρισιν, ὡς οὐδείς. ἐγὼ δὲ ὅτι μέν εἰσί τινες τῶν ἐμοὶ πεπλησιακότων οἳ δόξαν ἐπὶ τῷ λέγειν εἰλήφασι, μικρὸν ὕστερον ἐπιδείξω· θῶμεν δὲ νῦν εἶναι ἀληθὲς τὸ τούτων, ὡς οὐδείς. τί οὖν; εὐθὺς ἐμὴν εἶναι δεῖ κατηγορίαν τὴν ἑτέρων ἀπειρίαν; εἰ μὲν γὰρ ἢ μηδὲν αὐτὸς ἐπίσταμαι ὧν τὸν διδάξοντα προσῆκεν ἢ φθόνῳ κρύπτω παρʼ ἐμαυτῷ τὴν τέχνην ἢ ῥᾳθυμία τις βλάπτει τὴν διδασκαλίαν καὶ μικρὰ τοῖς νέοις ἀντὶ πλειόνων δίδοται ἢ διδόντος γε ὁπόσα δεῖ, τῶν δὲ οὐ βουλομένων δέχεσθαι τοὺς ἀργῶς ἔχοντας οὐκ ἐμεμψάμην, λεγέτω τίς με κακῶς, ἐγκαλείτω, ψεγέτω, μᾶλλον δὲ γραφὴν ἀπενεγκὼν ἀγωνιζέσθω καὶ λαμβανέτω δίκην πολλῶν πόλεων ἠπατημένων ὑπʼ ἐμοῦ καὶ τὰ μέγιστα διὰ τῶν νέων ἠδικημένων· εἰ δʼ εἰσί τέ τινες ἐν ἡμῖν λόγοι καὶ πᾶν ὅσον ἐπίσταμαι δίδωμι καὶ πάνθʼ ὅσα πάρεστι καὶ κατὰ τῶν ὑπτίων, τῶν μὲν πληγαί, τῶν δὲ ῥήματα σκύτους πικρότερα, πόσῳ δικαιότερον καὶ ἀνθρωπινώτερον ἀλλαχοῦ ζητεῖν τὴν τοῦ πράγματος αἰτίαν ἢ τὸν οὐδὲν ἀδικοῦντα συκοφαντεῖν; ἐπεὶ δὲ ὑμεῖς ἐν μέσῳ κείμενον τὸ τούτων αἴτιον ἰδεῖν οὐ βούλεσθε, νῦν ὄψεσθε δεικνύντος ἐμοῦ.

`62.7`

Μεγάλη τῶν καιρῶν ἐφʼ ἑκάστου τῶν πραγμάτων ἡ ῥοπή. καὶ μετὰ μὲν τούτων καὶ ταχὺ καὶ καλῶς ἅπαντα γένοιτʼ ἄν· εἰ δὲ ἀντικρούσαιεν, μάταιος τοῖς ἐπιχειροῦσιν ἡ σπουδή. τί γὰρ ἢ πλέουσιν ἀγαθὸν ἐναντιουμένων πνευμάτων ἢ σπείρουσι γῆν νοσούντων ἀέρων; καὶ στρατηγῷ γενναῖος ὁ καιρὸς σύμμαχος καὶ ἰατρῷ καὶ πρεσβευτῇ καὶ πᾶσιν ἁπλῶς ἔργοις τε καὶ ἐπιτηδεύμασι. καιρὸς δὲ οἷος οὔπω πρότερον, φησὶν ὁ Θουκυδίδης, κινῶν ἐπὶ τὴν Ἀττικὴν Λακεδαιμονίους. ἐγὼ δὲ εἰς ἀκαιρίαν τινὰ δεινὴν ἐνέβην ὠθούσης ἀνάγκης ἣν οὐ καιρὸς λέγειν.

`62.8–62.11`

Τίνα δὴ λέγεις τὴν ἀκαιρίαν; ἐρήσεταί τις. Κωνστάντιον καὶ τὴν ἐκείνου βασιλείαν. ὃς παρὰ τοῦ πατρὸς σπινθῆρα κακῶν δεξάμενος εἰς φλόγα πολλὴν τὸ πρᾶγμα προήγαγεν. ὁ μὲν γὰρ ἐγύμνωσε τοῦ πλούτου τοὺς θεούς, ὁ δὲ καὶ κατέσκαψε τοὺς ναοὺς καὶ πάντα ἱερὸν ἐξαλείψας νόμον ἔδωκεν αὑτὸν οἷς ἴσμεν ἐκτείνων δὴ τὴν ἀπὸ τῶν ἱερῶν ἐπὶ τοὺς λόγους ἀτιμίαν. εἰκότως. οἰκεῖα γάρ, οἶμαι, καὶ συγγενῆ ταῦτα ἀμφότερα, ἱερὰ καὶ λόγοι. καὶ φιλοσόφους μὲν καὶ σοφιστὰς καὶ ὅσοι τῆς πρὸς τὸν Ἑρμῆν τε καὶ Μούσας τελετῆς εἰς τὸ βασίλειον οὐδένα πώποτε τούτων οὐκ ἐκάλεσεν, οὐκ εἶδεν, οὐκ ἐπῄνεσεν, οὐκ εἶπέ τι πρὸς αὐτούς, οὐκ ἤκουσε φθεγξαμένων, ἠγάπα δὲ καὶ περὶ αὑτὸν εἶχε καὶ συμβούλους καὶ διδασκάλους ἐποιεῖτο βαρβάρους ἀνθρώπους, ὀλέθρους τινὰς εὐνούχους. οἷς ἀφειστήκει τῶν τῆς βασιλείας ἔργων, αὐτὸς δὲ τοὔνομα παρεῖχε, καὶ ἡ μὲν ἐσθὴς ἐκείνου, ἡ δὲ ἐξουσία τούτων. οἱ δὲ τὴν μὲν τῶν λόγων παίδευσιν ἤλαυνον πάντα τρόπον μικροὺς ποιοῦντες τοὺς ἐκείνης μετειληφότας ἀλλήλοις διακελευόμενοι σκοπεῖν ὅπως μηδεὶς σοφὸς λάθοι φίλος ἐκείνῳ γενόμενος, εἰσῆγον δὲ τοὺς ὠχρούς, τοὺς θεοῖς ἐχθρούς, τοὺς περὶ τοὺς τάφους, ὧν τὸ σεμνὸν διασῦραι τὸν Ἥλιον καὶ τὸν Δία καὶ τοὺς σὺν ἐκείνῳ ἄρχοντας, καὶ πάλιν ἀπῆγον εἰς τάξιν τοὺς ὑπογραφέας οἳ τῶν ἑαυτῶν οἰκετῶν οὐδὲν ἦσαν ἀμείνους οὔτε τὰς ψυχὰς οὔτε τὰς χεῖρας, εἰσὶ δὲ οἳ καὶ χείρους, οἱ μὲν θάτερον, οἱ δὲ καὶ ἀμφότερα. καὶ ἡ μεταβολὴ μάλα ὀξεῖα. ὁ τοῦ μαγείρου παῖς, ὁ τοῦ κναφέως, ὁ περιτρέχων ἐν στενωποῖς, ὁ τρυφὴν ἡγούμενος τὸ μὴ πεινῆσαι, οὗτος ἐξαίφνης ἐφʼ ἵππου λαμπροῦ λαμπρὸς καὶ ὀφρὺς ἠρμένη καὶ πλῆθος ἀκολούθων, οἰκία μεγάλη, γῆ πολλή, κόλακες, συμπόσια, χρυσός. καὶ εἴ τις ἄρα καὶ ῥητόρων ἀρχῆς μετέλαβέ τινος τούτων διδόντων, μισθὸν κολακείας ἔλαβεν. οἷς, εἴπερ ἐσωφρόνουν, βέλτιον ἦν γενέσθαι ἔτι ταπεινοτέρους ἢ διʼ ἐκείνων ἀρθῆναι. οἱ δὲ κατάπτυστοι καὶ μεθύοντες εὐνοῦχοι πρὸς τοσοῦτον ἧκον ἀσελγείας καὶ οὕτως ἐξύβρισαν, ὥστε τοὺς ὑπογραφέας ἄγοντες εἰς τὸν τῶν ὑπάρχων ἐγκαθίζουσι θρόνον. καὶ ὁ καλὸς Κωνστάντιος ἔχαιρεν ὡς δὴ καλῶς εὑρὼν τὸ μόνον σῶσον τὰ πράγματα.

`62.12–62.14`

Τοῦτʼ οὖν ὁρῶντας τοὺς ἐν τοῖς διδασκαλείοις νέους οὐκ οἴει πρὸς αὑτοὺς εἰρηκέναι πολλάκις· τί δέ μοι κέρδος τῶν μυρίων τουτωνὶ πόνων, μεθʼ ὧν ἀνάγκη διὰ πολλῶν μὲν ποιητῶν ἀφικέσθαι, πολλῶν δὲ ῥητόρων καὶ παντοδαπῶν ἑτέρων συγγραμμάτων, εἰ δὲ τέλος ἔσται τῶν ἱδρώτων, αὐτὸν μὲν ἄτιμον περιφοιτᾶν, ἕτερον δὲ εὐδαιμονεῖν; καὶ τί λέγω τοὺς νέους; οἱ τούτων πατέρες ἀπὸ τοιούτων λογισμῶν, ἄνδρες ἐν λόγοις πεπονηκότες, μίξαντες ταῦτα ἐκείνοις τοὺς αὑτῶν υἱεῖς ἔτρεφον αἰσχυνόμενοι μὲν τὸ κάλλος τὸ τῶν λόγων, ὁρῶντες δὲ τὴν ἐν θατέρῳ ῥώμην. αὐτοί τε οὖν εἰς ἐκεῖνα διὰ τούτων ἐζημιοῦντο καὶ τοὺς ἄλλους εἰς ἀθυμίαν ἦγον ὡς οὐκ ἀποχρώντων εἰς εὐδαιμονίαν τῶν λόγων. ἴδοι δʼ ἄν τις ἀκριβέστερον τὴν ἀπὸ τοῦ καιροῦ λύμην, εἰ σκέψαιτο τοὺς Ἀθήνηθεν στρατιώτας. μετὰ γὰρ τὸν τρίβωνα καὶ τὸ Λύκειον καὶ λόγους καὶ προλόγους καί, νὴ Δία γε, Ἀριστοτέλην ἀναξυρὶς καὶ ζωστὴρ ὁ τῶν διακονούντων ταῖς βασιλέως ἐπιστολαῖς ἃς ἐκ τῶν βασιλείων ἀνάγκη φέρεσθαι πανταχοῖ τῆς γῆς.

`62.15–62.16`

Τοῦτο δὴ τὸ κακὸν τὸ καὶ τῶν Ἀθηναίων ἁψάμενον σφοδρότερον ἥπτετο τῶν ἐμοὶ συνόντων καὶ μειζόνως ἔβλαπτε, διότι οὐκ ἴσον ἦν οὐδὲ παραπλήσιον ἐν Αἰγύπτῳ τε καὶ Παλαιστίνῃ καὶ Ἀθήνησι παιδεύειν καὶ οὗπερ ἐγώ. ποῦ γὰρ ἴσον ἀκούειν τὴν τῶν ὑπογραφέων εὐτυχίαν καὶ παρόντας ὁρᾶν; καὶ διηγουμένων ἀκροᾶσθαι τὰς λαμπρὰς εἰσόδους καὶ ἐξόδους τὰς μὲν ἕωθεν, τὰς δὲ δείλης καὶ αὐτοὺς εἶναι τῶν διηγεῖσθαι δυναμένων; οὐκοῦν τὸ μὲν ἐκείνων ἦν τῶν διεστηκότων ὃ τὴν βλάβην εἶχεν ἐλάττω, τὸ δὲ ἐν ταῖς τρισὶ πόλεσιν ὁμοίως, τῇ Κωνσταντίνου, τῇ Νικομήδους, τῇ Ἀντιόχου, τοῦτο δὴ μέγιστον ἠναντίωταί μοι καὶ τὰς ὁρμὰς τῶν νέων ἀπήμβλυνε, τὸ μὴ κεῖσθαι τῶν πόνων ἆθλα πείθοντα φέρειν τὴν ταλαιπωρίαν, τὸ λέγειν που Πλάτωνα, ᾔδειμεν δʼ ἂν ὅ φησι καὶ μὴ λέγοντος, ἀσκεῖται δὴ τὸ ἀεὶ τιμώμενον, ἀμελεῖται δὲ τὸ ἀτιμαζόμενον. εἰ μὲν τοίνυν τῶν τετιμημένων ἦν ὑπὸ Κωνσταντίου τὸ χρῆμα τῶν λόγων, καιρῷ καλῷ κακῶς ὁ διδάσκαλος κέχρηται· εἰ δʼ οὐδεὶς ἐκείνῳ τῶν σοφωτέρων φίλος οὐδʼ οἱ λέγοντες, ἀλλʼ οἱ λέγοντος ἑτέρου γράφειν ὀξεῖς τῶν μεγίστων ἐτύγχανον, τί θαυμαστόν, εἰ νάρκη τις πρὸς τοὺς λόγους κατέσχε τοὺς νέους;

`62.17–62.18`

Τοῦτο δὴ τὸ κακὸν καὶ ταύτην τὴν νεφέλην λύει μὲν Ἰουλιανὸς ὁ βασιλεὺς ὁ φέρων ὁμοῦ ταῖν χεροῖν ὅπλα καὶ βιβλία καὶ ταῖς πολλαῖς καμήλοις φορτία ταῦτα ἀναθείς, οὐκ οἶνον καὶ μύρον καὶ στρώματα μαλακὰ καὶ ἃ τῷ προτέρῳ πλεῖστα εἵπετο. καὶ ἦν ὁ πόνος τοῖς νέοις τῆς ῥᾳθυμίας ἡδίων, ὥσπερ τοῖς Ἀχαιοῖς ὁ πόλεμος τοῦ πλοῦ μετὰ τὴν ὁρμὴν ἣν ἐδέξαντο παρὰ τῆς Ἀθηνᾶς. ἀλλὰ ταύτην δὴ τὴν ἐπανόρθωσιν βραχεῖαν ἐποίησεν ἄδικος ἐν Περσίδι σίδηρος ὃς ἐκεῖνον μὲν ἀπέκτεινε, τοὺς νέους δὲ πάλιν ἀνεχαίτισεν. εἰ δὲ μὴ πονηρὸς δαίμων ἐφθόνησε ταῖς πόλεσι, τοῖς πᾶσιν ἂν ἐπιδόντα τὰ τῶν ἀνθρώπων πράγματα κατὰ τοὺς λόγους μάλιστʼ ἂν ἔσχε τὴν ὑπερβολήν.

`62.19–62.20`

Οὐκοῦν τοῦ μὲν ἐν μακρᾷ βασιλείᾳ τοῖς λόγοις πεπολεμηκότος, τοῦ δὲ τιμῶντος ῥητορικὴν ἅμα τε φανέντος καὶ μεταστάντος ὄκνος τις ἐνέπεσε τοῖς νέοις, τούτου δὲ ὄντος τηλικούτου κἀγώ τινος αἴτιος βλάβης ὁμολογῶ γεγενῆσθαι. τὸ γὰρ αὐτὸ χρηστότητος μὲν δόξαν ἐμοί, ῥᾳθυμίαν δὲ τοῖς φοιτῶσιν ἡμῖν ἤνεγκε. τί τοῦτο; τὸ κύριον ἕκαστον εἶναι τῶν προσιόντων δοῦναί τε μισθὸν καὶ μή. γλυκὺ γάρ τι καὶ τοῖς δοῦναι δυναμένοις ἐφάνη τὸ μὴ δοῦναι. καὶ τὴν τῶν ἀπορούντων ἀνάγκην ἡ τῶν εὐπόρων ἐμιμήσατο γνώμη, μᾶλλον δὲ τῶν εὐπόρων οἱ μὲν ἤνεγκαν, οἱ δὲ οὔ. πλείονος δὴ τοῦ μὴ διδόντος γιγνομένου καὶ κατʼ αὐτό γε τοῦτο ῥᾳθυμοτέρου, τὸ γὰρ ἐξεῖναι προῖκα λαβεῖν οὐδὲ προθύμως ἐπαναγκάζει λαμβάνειν, ὧν γάρ τις οὐ τίθησι τιμήν, ταῦτα οὐκ ἀλγεῖ μὴ κτώμενος, τοῦ δὴ πλείονος, ὅπερ ἔφην, κακῶς διακειμένου συνεπεσπάσθη καὶ τὸ τὸν μισθὸν τελοῦν. καὶ μᾶλλον οὗτοι πρὸς τὸ ῥᾳθυμεῖν ὑπʼ ἐκείνων καθειλκύσθησαν ἢ παρὰ τούτων ἐκεῖνοι βελτίους ἐγένοντο, ῥᾷον γάρ, οἶμαι, καὶ ἥδιον τὸ μηδὲν ποιεῖν τοῦ πονεῖν, ὥστε καὶ τούτοις λεπτὸν ἐγίγνετο τοῦ διδόναι τὸ κέρδος.

`62.21–62.23`

Ἐγένετό τις καὶ τρίτος τοῦ πράγματος ὄλεθρος. καὶ ἔστω μὲν καλὸν καὶ ἐπαινείσθω τοῦτο τὸ ἐμπόδισμα, εἰ δοκεῖ, κώλυμα δὲ ἦν ὅμως μέγιστον τῇ τῶν λόγων ἰσχύι. τὸν μὲν γὰρ ἄλλον ἅπαντα χρόνον τοὺς μὲν ἀπὸ τῶν ἐργαστηρίων νέους, οἷς ἡ φροντὶς ὑπὲρ τῆς ἀναγκαίας τροφῆς, ἦν ἰδεῖν εἰς Φοινίκην ἐπὶ τῷ τοὺς νόμους λαβεῖν ἰόντας, οἱ δὲ ἐξ εὐδαιμόνων οἰκιῶν οἷς γένος ἐπιφανὲς καὶ χρήματα καὶ πατέρες λελειτουργηκότες, ἔμενον ἐν τοῖς ἡμετέροις. καὶ ἐδόκει τὸ μὲν τοὺς νόμους μανθάνειν τῆς χείρονος τύχης, τὸ δὲ μηδὲν προσδεῖσθαι τούτων τῆς ἀμείνονος εἶναι σημεῖον, ἀλλὰ νῦν πολὺς πολλῶν ὁ δρόμος ἐπʼ ἐκεῖνο, καὶ νεανίσκοι λέγειν εἰδότες καὶ κινεῖν ἀκροατὴν ἔχοντες εἰς Βηρυτὸν θέουσιν ὡς ἂν προσληψόμενοί τι. λελήθασι δὲ σφᾶς αὐτοὺς ἀντὶ τοῦ προσλαβεῖν ἀντιλαμβάνοντες. οὐ γὰρ τὸ μὲν σώζεται τοῖς ἔχουσι, τὸ δὲ ἐπεισέρχεται, ἀλλὰ τὸ μὲν ἴσως εἰσέρχεται, τὸ δὲ οὐκ ἔστιν ὅπως οὐκ ἐξέρχεται, οὐ γὰρ οἷόν τε τὴν διάνοιαν ἀρκεῖν ὁμοῦ πρός τε τὴν τούτων κτῆσιν πρός τε τὴν ἐκείνων φυλακήν, ἀλλʼ ὁ τούτῳ προσέχων ἐκεῖνο διαφῆκεν, ὥστʼ ἀμείνους ἂν ἦσαν πάντα τοῖς νόμοις διδόντες τὸν χρόνον ἢ τούτου τὸ πλέον ἀναλίσκοντες μάτην. εἰ μὲν οὖν ὡς χρησιμώτερον πρᾶγμα τοὺς νόμους διώκοντες τοῦτʼ εὖ ποιοῦσιν, οὐδὲν οἶμαι δεῖν ἐξετάζειν, οὐ γὰρ διαδικασίαν τήμερον ἔστι τοῖς νόμοις πρὸς τοὺς λόγους λαχεῖν, ἐκεῖνο δʼ ἀρκεῖ μοι δεῖξαι, ὅτι τοὺς ἐντεθέντας λόγους ὑπὸ τῶν προτέρων διατριβῶν ἀνάγκη τοῖς ἀπὸ τῶν δευτέρων ἐκκρούεσθαι καὶ τὸ μὲν κρατεῖν, τὸ δὲ ἠφανίσθαι τοῖς μὲν ὅλως, τοῖς δὲ οὐ μικρῷ μέρει.

`62.24–62.25`

Πρὸς τοίνυν τοῖς εἰρημένοις τοσούτοις οὖσιν ἔστι νῦν καὶ ἕτερον, ὃ παρήσω, μή τῳ δόξαιμι φθονεῖν· ἐπʼ ἐκεῖνο δὲ εἶμι τὸ κεφάλαιον τῶν βλαβερῶν. οὐ γὰρ ἔτι τοῖς παισὶν οἱ πατέρες ἀπειλοῦσιν οὐδὲ εἴργουσι τραπέζης ἀμελοῦντας οὐδὲ λουτρῶν οὐδὲ τοῖς μὲν κολάζουσι, τὰ δὲ ἀνατείνονται, ὡς ἐκβαλοῦσιν, ὡς ἀποκηρύξουσιν, ὡς ἑτέρῳ καταλείψουσι τὸν κλῆρον, ἀλλʼ ἐπαινεῖν μὲν οὐκ ἔχουσι, ψέγειν δὲ οὐ τολμῶσι. καὶ δεδώκασι μὲν τὴν αὑτῶν τάξιν ἐκείνοις, τὴν δὲ ἐκείνων αὑτοῖς, ὥστε οἱ μὲν ὀργίλον βλέπουσιν, οἱ δὲ ὑποπτήσσουσι. νέοι δὲ ταύτην παραλαβόντες τὴν ἐξουσίαν καθεύδουσι, ῥέγχουσι, πίνουσι, μεθύουσι, κωμάζουσι, τοῖς δὲ διδασκάλοις ἐνδείκνυνται τοῦθʼ ὡς, ἢν μὴ πάντα ἀνέχωνται, παρʼ ἑτέρους ἥξουσιν, ὁ πατὴρ δὲ οὐκ ἐπισχήσει. οἱ δὲ ἄθλιοι πατέρες τὸ τῆς Ἀνδρομάχης καὶ συνερῶσι τοῖς υἱέσι. καί τις ἤδη τὸν παῖδα ὁρμῶντα ἐπὶ μίξεις παρανόμους ἐπῄνεσε καὶ πληγῶν καὶ ταραχῶν ἐμπλήσαντα τὸ διδασκαλεῖον ἐθαύμασε καὶ ἐφʼ οἷς προσῆκεν ἀποπνίγειν, ταῦτα ἔφησεν αὐτῷ κράτος ἐν ἀνδράσι παρέξειν.

`62.26`

Ταῦτα ἐχρῆν ὁρᾶν τοὺς ἐπιτιμῶντας, ταῦτα λογίζεσθαι, ταῦτα αἰτιᾶσθαι τοῦ μὴ πρὸς ἄκρον λόγων ἀφικνεῖσθαι τοὺς νέους, οὐ, μὰ Δία, τὰς μὲν οὔσας αἰτίας ὑπερπηδᾶν, τὰς δὲ οὐκ οὔσας πλάττειν, καὶ τὰ ἀληθῆ μὲν ἐᾶν, τὰ ψευδῆ δὲ τραγῳδεῖν καὶ διχῆ τὸ δίκαιον ἐκβαίνειν οἷς τε σιγῶσιν οἷς τε λέγουσι.

`62.27–62.29`

Τοσαῦτα μὲν οὖν ἡμῖν καὶ πλείω τούτων παρείλετο τὴν βλάστην τῶν ἐν τοῖς νέοις ὀφειλόντων ηὐξῆσθαι λόγων, ἀλλʼ ὅμως ἐκ τοσούτων ἐλαττωμάτων, ἔφη που Δημοσθένης, καὶ οὐκ ἀλαζονεύσομαί γε οὐδὲ ἐρῶ τι μεῖζον τῶν ὄντων, ὡς ἐνέπλησα ῥητόρων τὰς τρεῖς ἠπείρους καὶ τὰς νήσους ἁπάσας μέχρι τῶν Ἡρακλέους στηλῶν, ἀλλʼ ἐρῶ τοσοῦτον ὅσον ἂν καὶ δεῖξαι δυναίμην, ὅτι εἰσί μοι παῖδες, οὕτω γὰρ καλὸν ὀνομάσαι τοὺς τῆς συνουσίας ἀπολελαυκότας, οἱ μὲν ἐν Θρᾴκῃ καὶ τῇ μεγάλῃ πόλει, οἱ δὲ ἐν Βιθυνίᾳ, οἱ δὲ ἐν Ἑλλησπόντῳ καὶ Καρίᾳ καὶ Ἰωνίᾳ, καὶ παρὰ Παφλαγόσιν εὕροις ἄν, εἰ βουληθείης, καὶ παρὰ Καππαδόκαις, οὐ πολλοὺς μὲν ἐνταῦθα, οὐδὲ γὰρ πολλοὶ παρʼ ἡμᾶς ἧκον ἐκεῖθεν, εὕροις δʼ ἄν τινας. πολλούς γε μὴν ἴδοις ἂν ἐν Γαλατῶν πόλεσιν, ὧν οὐκ ἐλάττους ἐν Ἀρμενίᾳ. πάλιν δὲ τούτων πλείους οἱ Κίλικες, καὶ οἱ τούτων γε πολλῷ πλείους οἱ Σύροι. κἂν ἐπὶ τὸν Εὐφράτην βαδίσῃς καὶ διαβὰς τὸν ποταμὸν ἔλθῃς ἐπὶ τὰς μετʼ ἐκεῖνον πόλεις, ἐντεύξῃ τισὶ τῶν ἡμετέρων ἑταίρων ἴσως οὐ φαύλοις. ἔχει μοί τινα καὶ Φοινίκη χάριν καὶ Παλαιστίνη καὶ μετὰ ταύτης Ἀραβία, Ἴσαυροι, Πισίδαι, Φρύγες. καὶ ταῦτα λέγω οὐχ ὡς ἁπάντων τῶν ἁπανταχόθεν λόγων ἰσχὺν παρʼ ἡμῶν οἴκαδε κεκομικότων, ἀλλʼ ὡς ἑκάστης γῆς δεξαμένης τινὰς ῥήτορας. καὶ σιωπῶ τοὺς τεθνεῶτας, οὓς εἰ φαίην μέγιστόν μοι γεγονέναι κόσμον, οὐκ οἶμαι λυπήσειν τοὺς ζῶντας. ὧν οἱ μὲν ἐμοὶ πολῖται, δύο δὲ ὁμωνύμω Γαλάται καὶ Καππαδόκης πέρυσι καὶ Κίλιξ οὐ πάλαι καὶ πρὸς ἐκείνοις Φοίνιξ. οἳ καὶ μόνοι πρὸς γῆρας ἥκοντες ἤρκουν ἄν με στεφανῶσαι τῇ δόξῃ.

`62.30–62.31`

Τίνες, φησί, τούτων εἰς τὸ παιδεύειν κατέστησαν; οὐδείς. οὐδὲ γὰρ ἐβουλήθησαν, σφόδρα ἂν εἴπερ ἐβούλοντο δυνηθέντες. εἰ μὲν οὖν οὐκ ἔχουσι τὴν δύναμιν, δεῖξον· εἰ δὲ παρούσης ἐκείνης ἑτέρωσε μᾶλλον ὥρμησαν, οὐκ ἂν εἴη σημεῖον τοῦ μὴ δεδυνῆσθαι τὸ μὴ βεβουλῆσθαι. πολλὰ γὰρ ὧν ἂν πράξαιμεν εἰ προελοίμεθα φεύγομεν, οἱ μὲν οὐδενὸς λογισμοῦ πείθοντος δρᾶν, οἱ δὲ καὶ κωλύοντος. πόσοι ῥώμην ἔχοντες οὐκ ἐνέγραψαν αὑτοὺς ἀθληταῖς; μυρίοι. πόσοι πολεμικοὶ τὰς φύσεις οὐκ ἐγένοντο στρατιῶται; πόσοι δὲ ἀρχικοὶ μᾶλλον ἄρχεσθαι παρʼ ἑτέρων ἢ πόλεων ἄρχειν ἐδέξαντο; ἐῶ τοὺς ἄλλους, ἀλλʼ ὁ θεῖος οὑμὸς ὁ νεώτερος οὐδαμῆ τοῦ πρεσβυτέρου τῇ περὶ ταῦτα ἀρετῇ λειπόμενος, ἔστι δὲ ὅπη καὶ παριὼν πολλὰς ἀρχὰς διεώσατο τὴν τοῦ πολιτεύεσθαι τάξιν πρὸ τοῦ τῶν ἀρχόντων ποιησάμενος σχήματος. καὶ πολλοὺς ἂν ἔχοιμί σοι πολιτευομένους λέγειν, οἳ τοῦτʼ αὐτὸ ποιοῦντες διατελοῦσιν ἐξὸν πάλαι διʼ ἀρχῶν ἀφῖχθαι καὶ σοβεῖν κατʼ ἐνίους τῶν ἐπειδὴ ἦρξαν ὠγκωμένων.

`62.32`

Τί οὖν θαυμαστόν, εἰ ὥσπερ ἑτέροις ἄρχειν ἐπισταμένοις ἄρχεσθαι λυσιτελέστερον ἔδοξεν, οὕτω τισὶ παιδεύειν δυναμένοις οὐ ταύτην ἐλθεῖν τὴν ὁδὸν ἔδοξεν; ὑπὲρ ὧν εἰ δεῖ με καὶ τὰς αἰτίας εἰπεῖν, οὐδὲν ἂν εἴποιμι ποικίλον, ἀλλʼ ὃ καὶ παιδὶ δῆλόν ἐστιν, ὅτι τὸ πρᾶγμα ὁρῶντες καταπεφρονημένον καὶ κατορωρυγμένον καὶ μηδεμίαν ἔχον μὴ δόξαν, μὴ δύναμιν, μὴ πρόσοδον, ἀλλʼ ἀντὶ τούτων ἐπίπονον δουλείαν, καὶ πολλοὺς ὄντας τοὺς δεσπότας, πατέρας, μητέρας, παιδαγωγούς, αὐτοὺς τοὺς νέους, οἳ πρᾶγμα ἀτοπώτατον πεπόνθασιν οἰόμενοι τὸν διδόντα τοὺς λόγους δεῖσθαι τοῦ ληψομένου, καὶ τὴν ζημίαν τὴν ἐν τῷ μὴ λαβεῖν τοῦ διδόντος οὖσαν, ἀλλʼ οὐ τοῦ μὴ λαβόντος, ταῦτα ὁρῶντες πρᾶγμα κακὸν γεγενημένον φεύγουσιν, ὥσπερ οἱ πλέοντες τὰς ὑφάλους.

`62.33`

Ἀλλʼ εἰς ἐμὲ ὁρῶν τίς ἐπιθυμήσει τοῦ πράγματος; ὃς δοκῶ μὲν εὐδαιμονεῖν, ζῶ δὲ ἀθλιώτερον τῶν δεδεμένων ἐπιτάγματα φέρων καὶ τοὺς αὐτοὺς ἀναγκαζόμενος μισεῖν τε καὶ θεραπεύειν, τὸ μὲν ἐξ ὧν πέπονθα, τὸ δὲ ὑπὲρ τοῦ μὴ πλείω καὶ μείζω παθεῖν. τοιοῦτοι γὰρ οἱ νῦν πατέρες. ὧν ποιοῦσι μαθητὰς τοὺς παῖδας, τούτους ἀπολέσαι ζητοῦσι, κἂν μὴ τοῦτο δυνηθῶσιν, εἰπόντες κακῶς ἐχαρίσαντο τῷ θυμῷ.

`62.34`

Τὰ τοίνυν περὶ τὰς ἐπιδείξεις τῶν λόγων τίνα οὐκ ἂν τῶν εὖ φρονούντων πείσειε συμφορὰν τὸ παιδεύειν ἡγεῖσθαι; ὅ τε γὰρ μὴ κεκλημένος ἐχθρὸς εἴτε καλέσειας, ἠνώχλησας. καὶ τῷ μὲν ἁμαρτόντι καὶ σμικρὸν οὐδεμία συγγνώμη, τῷ δὲ εὐδοκιμοῦντι πολὺς ὁ φθόνος, καὶ τὸ κακῶς ἀκούειν ἐν ἀμφοτέροις. ἔτι τοίνυν ὁ μὲν οὐκ εἰσπράττων ἀργύριον οὐδʼ ἂν λάβοι, τῷ δὲ εἰσπράττοντι παρὰ τοῦ δεδωκότος ὁ πόλεμος. τοιαῦτα καὶ πλείω τούτων ἐνορῶντες τῷ πράγματι δυσχερῆ καὶ δεινὰ θαυμάζεις εἰ δεδοίκασιν ἄνθρωποι νοῦν ἔχοντες;

`62.35–62.36`

Οὐ μὴν ἀλλʼ εἰ δεῖ με πάντως φανῆναι διδασκάλου διδάσκαλον, ἀπόβλεψον εἰς τουτονὶ Καλλιόπιον, ὃς ἀγαπᾷ μὲν τῇ δευτέρᾳ χώρᾳ, δύναιτο δʼ ἂν βουληθεὶς τὴν πρώτην ἔχειν. δεῖξαι δὲ τοῦτο παρέλθω. τὰ γὰρ νῦν κρυπτόμενα καιρὸν εὑρόντα φανήσεται. τούτῳ παραπλήσιοι πολλοὶ ταῖς δίκαις αὑτοὺς δεδώκασιν ὁρῶντες τὸν ἄνθρωπον στένοντα οἵῳ φέρων ἑαυτὸν ἐνέδησε κακῷ. εἰ δέ τις φιλονεικήσει μόνῳ τούτῳ ταύτην ἐγγεγενῆσθαι τὴν δύναμιν, ἀλλʼ ἕως ἂν ὁμολογῇ καὶ παρʼ ἑνὶ τὸ δύνασθαι παιδεύειν εἶναι, τὸ δύνασθαί με ποιεῖν τινας ἱκανοὺς παιδεύειν δέδωκεν. ἀπὸ γὰρ τῶν αὐτῶν λόγων πολλοῖς ἂν ὑπῆρξε δύναμις, ὥσπερ ἀπὸ τῶν αὐτῶν χειρῶν πολλοῖς ἂν πλέθροις ἡ σπορά.

`62.37`

Πολιτεύονται δὲ τίνες; φησί· πολλοί. καὶ πῶς, φησίν, οὐκ ἐκλάμπουσι τῶν ἄλλων; ἐν Ἀγκύρᾳ τῇ πρώτῃ καὶ μεγίστῃ Γαλατῶν πόλει καὶ μάλα ἐκλάμπουσιν Ἀγησιλάου παῖδες τὸν μὲν πατέρα τῇ δόξῃ παρελθόντες τὸν βέλτιστον Ἀγησίλαον, τοῦ θείου δὲ οὐκ ἀπολειφθέντες, τοῖς δʼ ἄλλοις οὐδʼ ἀντιβλέψαι πρὸς αὑτοὺς παρέχονται οὐ τῷ μεγέθει τῶν εἰς τὴν πόλιν ἀναλωμάτων τοῦτο κτησάμενοι μᾶλλον ἢ τῷ δύνασθαι τὰ βέλτιστα λέγειν περὶ τῶν ἀεὶ προτιθεμένων. λέγεται δὲ καὶ Καππαδόκης τις ἰσχύειν ἐν ἴσοις γράμμασι καὶ τοὺς Κίλικας μονονουχὶ ὁρῶμεν ἄγοντας τὴν αὑτῶν τοῖς λόγοις.

`62.38–62.40`

Ἀλλὰ μὴν καὶ τῇδε δείξειεν ἄν τίς σοι νέους ἄμεινον γερόντων πολλῶν πολιτευομένους, ὧν πολὺ βελτίους οὐ πολιτεύονται ῥήτορες, καὶ πολύ γε χείρους πολιτεύονταί τε καὶ περὶ τῶν κοινῶν λέγουσι. πῶς δὲ τοῦτο γέγονε; δυοῖν νῦν γε τῷ πολιτευομένῳ δεῖ, λόγων τε καὶ χρημάτων, καὶ πρότερόν γε χρημάτων. ἂν γὰρ μὴ τὰ μέγιστα λειτουργήσῃ καὶ πλεῖστα ἀναλώσῃ, κἂν Νέστωρ ᾖ, κἂν Περικλῆς, κἂν Δημοσθένης, σιγᾶν ἀνάγκη πᾶσα ἑκόντα, εἰ δὲ μὴ βούλοιτο, ἄκοντα, ἄλλως θʼ ὅταν μηδʼ ὑποτείνειν ἐλπίδας ἔχῃ λειτουργιῶν διὰ τὴν παροῦσαν πενίαν. ὁ γὰρ μὴ δυνάμενος τοὺς εὖ φρονοῦντας ληροῦντας ἐπιδεικνύειν αὐτός, λειτουργίαις δὲ λαμπρὸς ἐπιστομίζει τοὺς ἐπιχειροῦντας λέγειν ὡς οὐκ ἀνηλωκότας. συνέβη δὲ τοῖς μὲν οὐ μάλα δεινοῖς λέγειν εἶναι περιουσίας, τῶν δὲ ἐπισταμένων λέγειν ἀπεῖναι πλοῦτον καὶ οὕτω δὴ τοὺς μὲν οὐχ ἅψασθαι τῶν κοινῶν, τοὺς δὲ ἀσθενέστερον. εἰ δέ τις συνήγαγε θεῶν τὴν δύʼ ἐκείνων δεινότητα καὶ ἢ τούτοις τὰ χρήματα τῶν εὐπόρων ἢ ἐκείνοις τὴν τούτων ἐδεδώκει δύναμιν, πρὸς μὲν Φασγάνιον οὐκ ἂν ἁμιλληθεῖεν, φαίην ἄν, θεῖον γάρ τι τό γε ἐκείνου καὶ κρεῖττον ἀνθρωπείας φύσεως, πολλοὺς δʼ ἂν τῶν νῦν καλουμένων ῥητόρων μικρὸν κατηνάγκασαν φρονεῖν.

`62.41–62.42`

Ἕτερον τοίνυν ἐρωτῶσι· πῶς δὲ οἱ παρὰ ταῖς δίκαις συνηγορεῖν τάξαντες ἑαυτοὺς τοὺς ἐπʼ αὐτοὺς καταφεύγοντας οὐ πολλοὺς ἔχουσιν; ὅτι, ὦ βέλτιστοι, μετὰ τοῦ λέγειν αἰσχύνεσθαι παρʼ ἐμοὶ μεμαθήκασι. διὰ τοῦτʼ οὐ μισθοῦνται προσαγωγέας οὐδὲ ἁρπάζουσι τοὺς δικαζομένους οὐδὲ κολακεύουσι καπήλους οὐδὲ πέμπουσιν εἰς τοὺς ἀστυγείτονας ταπεινὰς ἐπιστολὰς οὐδὲ δουλεύουσι τοῖς τῶν ἀρχόντων ὑπηρέταις οὐδὲ συντίθενται πρὸς τοὺς κήρυκας ὑπὲρ τῶν ἐσομένων κερδῶν οὐδʼ ὠνοῦνται τὰς εἰσόδους παρὰ τῶν εἰσαγωγέων. ταυτὶ γάρ ἐστι τῆς νῦν ῥητορικῆς τὸ κράτος, βοῆσαι, ψεύσασθαι, ἐπιορκῆσαι, ταράξαι, θόρυβον ἐμβαλεῖν, ὑποσχέσθαι, δοῦναι. ὧν οὐδὲν οἱ παρʼ ἐμοὶ διατρίψαντες οὔτε βούλονται ποιεῖν οὔτε δύνανται μηδὲ βουληθεῖέν γέ ποτε μηδʼ αὖ δυνηθεῖεν, ὦ Ζεῦ, ἀλλʼ ἐφʼ ὧν εἰσι νῦν, μένοιεν βοηθοῦντες μὲν τοῖς δεομένοις καὶ παρέχοντες ἑαυτοὺς ἱκανὸν ἔρυμα, τοὺς δὲ οὐ προσιόντας μήτε ζητοῦντες μήτε θηρεύοντες.

`62.43–62.45`

Ἔτι τοίνυν ἡ τῶν δικαζόντων περὶ τὰς εἰσπράξεις ἀσχολία καὶ τὸ ταῖς μὲν δίκαις ὀλίγον μέρος τῆς ἡμέρας νέμειν, τῷ δὲ τοὺς ὀφείλοντας ἄγχειν τε καὶ κατατέμνειν τὸ πλέον μήκη τε καὶ κάλλη λόγων ἐξέβαλε καὶ τὸ τοῦ ῥήτορος ὡς ἀληθῶς ἔργον ὄχλον ἀπέφηνε, κἂν διηγήσηταί τις κἂν ἐσκεμμένον τι κομίσῃ, ληρεῖν ἔδοξε καὶ τρίβειν χρόνον, τοὺς δὲ ἀμαθεῖς τουτουσὶ καὶ πολλοὺς καὶ τῶν ἀγοραίων οὐδὲν βελτίους καὶ νεύμασι μᾶλλον ἢ εὐφωνίᾳ περὶ ὧν εἰσέρχονται διδάσκοντας τούτους ἰσχυροὺς ἐποίησεν. εἰ δὲ ἐν τοῖς ἀρχαίοις ἔθεσι μεμενήκει τὸ πρᾶγμα καὶ ὁ δικάζων λόγον εὖ συγκείμενον ἀπῄτει καὶ τὸν μὴ τοῦτο ποιεῖν ἔχοντα πάλιν ἔπεμπεν εἰς διδασκάλου, πάντας ἂν εἶδες τοὺς ἡμετέρους ὑπὸ τῶν βοηθεῖν δεομένων περιρρεομένους καὶ οὐκ ἀποχρῶντας τῷ πλήθει τῶν ἀξιούντων ἀμύνειν. νῦν δὲ πλεονέκτημα μὲν τὸ μὴ δύνασθαι λέγειν, ἔγκλημα δὲ τὸ ῥητορεύειν ἱκανῶς. ἐντεῦθεν αἱ χελῶναι τοὺς ἵππους παρευδοκιμοῦσιν οὐ κατὰ τὸν Αἰσώπου μῦθον ῥᾳθυμοῦντας πονοῦσαι, ἀλλʼ αὐτῷ τῷ λείπεσθαι τοῦ τάχους νικῶσαι. μὴ δὴ τῷ μέτρῳ τῶν μισθῶν κρινέτω μοί τις τὸν ῥητορικώτατον, ἀλλʼ αὐτῇ τῇ κτήσει τῆς τέχνης, κἂν οὕτω ποιῇ, τοὺς μικρὰ καρπουμένους τουτουσὶ τῶν εὖ πραττόντων ἐκείνων εὑρήσει βελτίους. εἰ δὲ πρὸς τἀργύριόν με τὸ γιγνόμενον ἐκείνοις ἀξιοῖς ἀποβλέπειν, εἰς τὰς ψυχὰς ἐγὼ τὰς ἐκβεβαρβαρωμένας ἀξιῶ σε βλέπειν. οὓς γὰρ ἐποιούμεθα γέλωτας παρὰ τοῖς διδασκάλοις, οὗτοι δοκοῦσιν εἶναι δικῶν τεχνῖται καὶ ἐμπλήσαντες χρυσοῦ τὰς χεῖρας ἀπέρχονται καθʼ ἑκάστην ἡμέραν.

`62.46–62.49`

Ἀλλʼ οὗτοι μὲν εἰ καὶ τῆς τῶν λόγων ἀπελείφθησαν ἰσχύος, ἀλλʼ ἐζήτησάν γε κτήσασθαι καὶ μισθὸν πρὶν λαβεῖν ἔδωκαν καὶ μέρος ἐγένοντο χοροῦ καὶ προσηγορίας βελτίονος ἐκοινώνησαν· ἄνθρωπος δέ τις γάρου κάπηλος καὶ τοῦτο ποιῶν διὰ τῆς θαλάττης, Ἡλιόδωρος ὄνομα αὐτῷ, κατʼ αὐτὴν τὴν ἐμπορίαν ἥκων ποτὲ καὶ εἰς Κόρινθον δίκης τινὸς οὔσης φίλῳ παρʼ ᾧ κατέλυε νοσοῦντος ἐκείνου τάξιν εἰσῆλθε λαβὼν καὶ ἠκροᾶτο τῶν συνηγόρων, ἐλπίδος δὲ αὐτῷ πρὸς τὴν ἀκοὴν γενομένης, ὡς ἄρα καὶ αὐτὸς ἔσται τῶν βοηθούντων, εἰ προσέχοι ταῖς δίκαις τὸν νοῦν, μερίζει τὴν ἐπιμέλειαν εἴς τε τοῦ γάρου τὴν πρᾶσιν εἴς τε τὴν ἀκρόασιν τῶν δικῶν, καὶ χρόνος βραχὺς καὶ ῥήτωρ ἐξαίφνης Ἡλιόδωρος. καὶ δύναμις ἐξ ἀναιδείας τὸ μὲν πρῶτον οὐ πάνυ μικρά, μετὰ ταῦτα δὲ μεγάλη, χρόνου δὲ προϊόντος μεγίστη. καὶ τῶν μὲν ἐκ τοῦ γάρου σκωμμάτων οὐκ ἀπήλλακτο, τῶν δὲ σκωπτόντων περιῆν καὶ οἰκίαν ἐώνητο καὶ ἀνδράποδα καὶ γῆν. καὶ πρῶτος ἀγὼν πρὸ τῶν δικαστηρίων τοῖς ἔνδον ἀγωνιουμένοις ἦν Ἡλιοδώρου τὴν ἀσπίδα προσλαβεῖν. οὕτως ἀνὴρ τῷ μηδὲν ὀκνεῖν εὐδοκίμει. διεξιὼν δὲ πᾶν δικαστηρίου μέτρον τελευτῶν ἐν τοῖς βασιλείοις ἔλεγεν οἷα λέγειν τὸν τοιοῦτον ἀνάγκη, τὸ νικᾶν δὲ καὶ ἀπὸ τούτων εἶχε. μισθὸς δὲ αὐτῷ πολλαὶ μὲν ἐν Μακεδονίᾳ γεωργίαι, πλείους δὲ ἐν Αἰτωλίᾳ καὶ Ἀκαρνανίᾳ, χρυσός, ἄργυρος, πλῆθος ἀνδραπόδων, ἵππων ἀγέλαι καὶ βοῶν. ὧν γὰρ ἐκ συνηγορίας γυναῖκά τινα κατέστησε κυρίαν, τὰ ἡμίσεα τούτων εἶχεν ἆθλον. ὁ δὲ καὶ ἦρχεν ὡς δὴ τὰ τῶν ῥητόρων πεπονηκώς. οὕτως οὐδὲν θαυμαστόν, ὦ φιλότης, ἀμαθίαν ἐν δίκαις ἀφορμὴν εἰς πλοῦτον γενέσθαι. πολλῶν δὲ ἔχων μνησθῆναι τούτῳ παραπλησίων περὶ τούτου μόνου διῆλθον, ἐπειδὴ τοὺς μὲν ὀλίγοι τινὲς ἔγνωσαν καὶ τάχʼ ἄν τις ἠπίστησε λέγοντος, περὶ δὲ τοῦδε πολλοὺς ὑπάρχει μοι πανταχόθεν καλεῖν μάρτυρας.

`62.50–62.52`

Ἀλλὰ καὶ τοὺς ἄρξαντας συναριθμοῦνται τοῦ δεῖνος ὁμιλητὰς δέκα, τοῦ δεῖνος πλείους, ἑτέρου δʼ εἴκοσι. σὺ δὲ ἡμῖν, ἐρωτῶσι, πόσα γένη ἐθνῶν διὰ τῶν σαυτοῦ διῴκηκας; ὥσπερ μέρος ὂν ῥητορικῆς καὶ τὸ παρελθεῖν εἰς ἀρχήν. ἐγὼ δὲ δεῖν μὲν ῥητορικῆς τοῖς μέλλουσι καλῶς ἄρξειν ὁμολογῶ, οὐ μὴν τοῦ κεκτῆσθαί γε ῥητορικὴν ἀπόδειξιν εἶναι τὸ καὶ πόλεων ἀρχὰς λαβεῖν. ἔστι γὰρ καὶ λαβεῖν ἀρχὴν οὐκ ὄντα ῥήτορα καὶ μὴ λαβεῖν ὄντα. καὶ ταῦτα ἔστι δῶρα τῆς Τύχης, οὐκ ἐν τῇ φύσει τῆς τέχνης. καὶ τοῦτο ἀεὶ μὲν οὕτως ἔσχε, μάλιστα δὲ ἐπὶ τῆς Κωνσταντίου βασιλείας, ὃς τοὺς ὑπάρχους ἡμῖν ἀπὸ τοῦ τῶν ὑπογραφέων ἔθνους ἐφίστη. καὶ οἱ μὲν ἐκάθηντό τε καὶ προσέταττον, οἱ δὲ ῥήτορες εἱστήκεσάν τε καὶ ἔτρεμον. καὶ μέγα μὲν ἐν διακονίᾳ τινὶ τυχεῖν ἐπαίνων καὶ μὴ δόξαι βραδύν, καίτοι εἰ τοῖς διδασκάλοις τὰ τοιαῦτα προσθήσομεν ἃ θεῶν ἐστι καὶ δοῦναι καὶ μή, σεμνότερος ἡμῖν ὁ Ῥόδιος Οὐλπιανοῦ γίγνεται.

`62.53`

Καὶ μὴν κἀκεῖνο δεινῶς ἄλογον νέους γέρουσι παραβάλλειν καὶ τοὺς ἄρτι τοῦ διδάσκεσθαι πεπαυμένους, ὧν οἱ πολλοὶ τεθνᾶσιν, ἀξιοῦν τετυχηκέναι τιμῶν ἐν αἷς ἄνθρωποι μόλις πρεσβύται γεγόνασιν. ἀναμεινάτω τις καὶ τὴν τούτων ἀκμήν, ἀναμεινάτω τὸ γῆρας. ἴσως οἴσει τι καὶ τοιοῦτον προϊὼν ὁ χρόνος, ὅταν ἡμεῖς μηκέτʼ ὦμεν. εἰ ποθεῖ δὲ ἄνδρας τὰ πράγματα, δώσει τις καὶ τούτοις ἀρχὰς πείθων αὐτός, οὐ κολακευόμενος. νῦν δʼ ἔνιοι περὶ τὰς τῶν δυνατῶν θύρας.

`62.54–62.55`

Μᾶλλον δὲ ἤδη τὰς αὑτῶν ἀρετὰς ἐν ἀρχαῖς ἐπεδείξαντο τῶν ἐμῶν ὁμιλητῶν τινες, εἷς μὲν Παφλαγὼν τοῖς αὑτοῦ πόνοις θεραπεύσας τοὺς ἀρχομένους οὕτως ὥστε ἔτι δακρύειν αὐτοὺς ἀπελθόντος ἐκείνου, Γαλάτης δὲ ἔτι νῦν ἄρχει Καππαδοκῶν οὕτως ὥστε ἐπαινεῖν μὲν ἐκείνους τὰ δρώμενα, ζητεῖν δὲ πλέον οὐδέν. ὁ δὲ πρὸ τούτων Ἡρακλεώτης ἐπιτροπεύσας τὴν Λυκίαν οὔπω μὲν ἔτη πέντε καὶ εἴκοσι γεγονὼς ἐτύγχανεν, εὑρὼν δὲ τὸ ἔθνος ταῖς τῶν ἔμπροσθεν κλοπαῖς διεφθαρμένον τοῖς μὲν κατηράσατο, τοὺς δὲ εἰς εὐπορίαν ἤγαγεν ἀποχρῆν αὑτῷ κρίνας τὴν παρὰ βασιλέως τροφὴν καὶ μέγαν πλοῦτον ἤνεγκε τὸ πλουτοῦντας ὧν ἦρξε καταλιπεῖν. οὕτω δὲ τὰ πράγματα ἀμείνω σφίσι ποιῶν προσετίθει ταῖς περὶ τὴν ἀρχὴν φροντίσι τὰ τῶν σοφιστῶν ἔργα λόγῳ πόλεως ἑκάστης τὰς πανηγύρεις κοσμῶν, ὥστε τοῖς ἐν Λυκίᾳ τότε διδασκάλοις λυσιτελεῖν μᾶλλον ἀκούειν ἢ λέγειν.

`62.56–62.60`

Ἀνδρονίκου δὲ τοῦ γενναίου οὔτʼ ἀδακρυτὶ μνησθῆναι δυναίμην ἂν ἐν ἑταίρων τε ἀμνημονήσας λόγῳ σφόδρα ἂν ἀδικοίην, ὃς οὐχ ἥττων μοι ἐγένετο κόσμος ἢ τῷ Χείρωνι τὸν Ἀχιλλέα φασίν. οὗτος ἦρξε μὲν τῆς δοῦναι δυναμένης Φοινίκης, φύλαξ δὲ ἐγένετο τῶν ἑκάστοις ὄντων ἀκριβέστερος δεσποτῶν. καὶ φερόντων ἐκείνων ἅπερ εἰώθεσαν καὶ δῶρα ὀνομαζόντων καὶ μισθὸν ὑποκοριζομένων τῆς μεγάλης ἑορτῆς ὀνόματι μικροῦ μὲν τοὺς οἰκέτας λαβὼν ἔδησε, τοῦτο δὲ αὐτοῖς χαρισάμενος τὸ κολάσαι διαγινώσκειν ἐκέλευσε τοῦ λοιποῦ, τί μὲν ἄρχων, τί δὲ μισθωτός. φόνων τοίνυν μόνος ἀρχόντων ὀλίγων ἐδεήθη κατὰ τῶν ἀρχομένων. οὕτω γὰρ ἔδειξεν ἀδικίαν μισῶν, ὥστε ὁ φόβος οὐδὲν ἄξιον θανάτου εἴα τολμᾶσθαι. τῶν δʼ ἐν μεγάλαις ἀρχαῖς γεγενημένων εἰωθότων ἐπιτάττειν τῷ τῆς Φοινίκης ἄρχοντι, τῶν μὲν διὰ τῶν γραμμάτων, τῶν δʼ αὐτῶν ἅμα θορύβῳ καὶ βοῇ καὶ χαλεποῖς ὀφθαλμοῖς εἰστρεχόντων εἰς τὰ δικαστήρια καταναγκαζόντων πρὸ τῶν νόμων ποιεῖσθαι τὸν δικαστὴν τὰς ἐκείνων ἐπιθυμίας πᾶσαν ταύτην τὴν τυραννίδα κατέλυσεν οὐχ ὕβρεσιν οὐδὲ κραυγαῖς, ὥστε ἐκείνους ἔχειν ἐγκαλεῖν, ἐνδεικνύμενος δέ, ὡς οὐδένα ἄνδρα πλέον αἰδεσθήσεται τῶν δικαίων. οἱ δʼ ἐπαιδεύθησαν ἰέναι μὲν παρʼ αὐτὸν δικῶν οὐκ οὐσῶν, αἰτεῖν δὲ μόνα ταῦτα ἃ λαβεῖν οὐκ ἄδικον. ἐντεῦθεν ἐκτήσατο δόξαν ἀρχικὸς εἶναι. καὶ οὐδεὶς οὕτως ἐχθρὸς Ἀνδρονίκῳ, ὃς τοῦτό γʼ ἂν ἐκεῖνον ἀποστερήσειεν. ἔδει μὲν οὖν αὐτὸν οἴκοι τε μένειν καὶ τῶν ἐν Τύρῳ καλῶν ἀπολαύειν καὶ μήποτε ἐκείνην γενέσθαι τὴν κλῆσιν τὴν δυστυχῆ· γενομένης δὲ καὶ νεωτέρων ἐν Θρᾴκῃ συμβάντων πραγμάτων ὁ μὲν τῆς βασιλείας ἁψάμενος εὐθὺς τοῦτον ἄρχοντα ποιεῖ πολλῶν παρόντων τεῖχος ἰσχυρὸν τὴν Ἀνδρονίκου ψυχὴν ἡγούμενος, ὁ δὲ ἄκων μέν, σιδήρου δὲ πανταχόθεν ἀστράπτοντος ἐξεδέξατό τε τὴν ἀρχὴν καὶ πλεῖστα τὸν πιστεύσαντα ὤνησεν, οὐ γὰρ ἦν προδότης, καὶ οὐκ ἠγνόει μέν, ὡς πολλῷ μείζονι μαχοῦνται ῥώμῃ τῇ τῶν πολεμίων καὶ σφαλεροῦ κοινωνεῖ πράγματος, ὅμως δὲ τὰς ἥττους ἐλπίδας μετὰ τοῦ μὴ γίνεσθαι κακὸς εἵλετο μᾶλλον ἢ τὸ Θετταλῶν ὄνειδος ὑπομείνας πλουτεῖν. καὶ ἦν πιστὸς μὲν Βιθυνίας ἄρχων καὶ φιλόπονος, πολὺ δὲ βελτίων ἐφʼ ὅλην ἀπεσταλμένος τὴν Θρᾴκην. κρειττόνων δὲ τῶν ἐναντίων γενομένων κύριος ὢν ἀποδρᾶναι καὶ λιμένων ὁρωμένων καὶ πλοίων ὑπαρχόντων καὶ πολλῶν ὄντων οἳ ταῦτα παρῄνουν οὐκ ἠξίωσεν εἰς σπήλαια καταδὺς ἢ κρύψας ὕλῃ τὸ σῶμα ζῆν ἐν σχήματι τῆς αὑτοῦ φύσεως ἀλλοτρίῳ, ἀλλὰ τοῦ μὲν δέξασθαι τὰς ἀρχὰς ἱκανὴν ἀπολογίαν εἶναι νομίζων τὴν ἀνάγκην, τοῦ δὲ μὴ προδεδωκέναι τὸ μὴ καλὸν εἶναι πρᾶγμα τὴν προδοσίαν ἐπὶ τοῖς νενικηκόσιν αὑτὸν ἐποιήσατο καὶ μακροτέρου μὲν ἐστερήθη τοῦ βίου, τῇ δόξῃ δὲ ἣν εἶχεν ἐντελευτήσας ἀπῆλθεν. ὁ δὲ δημεύων τὴν τοῦ τεθνεῶτος οὐσίαν ἐν τῇ τῶν ὄντων βραχύτητι τοῦ δεξαμένου τὴν πληγὴν ἐθαύμασε τὸν τρόπον. ἆρʼ ἄξιον τοὺς πολλοὺς ἄρχοντας ὑμᾶς μιᾷ τῇ ʼκείνου γνώμῃ καὶ τοῖς ὑπʼ αὐτῆς διῳκημένοις ἀντιθεῖναι; πότερον δὲ εὔπαις μᾶλλον ἂν κριθείη δικαίως ὁποτέρῳ γέγονεν εἷς ἀγαθὸς ἢ ὅτῳ πολλοὶ κακοί;

`62.61–62.62`

Ἀλλʼ Ἀνδρόνικος μὲν ἀπῆλθεν εὐφράνας ὑμᾶς τῷ θανάτῳ, ζῇ δὲ Κέλσος οὐδὲν μὲν ὑμῖν ἐοικώς, ἐμῶν δὲ καὶ οὗτος ἔργον ἱδρώτων. ὃς ἄρξαι μὲν ὀρθῶς ἠδυνήθη πολιτῶν καὶ συγγενῶν καὶ φίλων οὔτε νόμους παραβὰς τῇ πρὸς ἐκείνους χάριτι καί, τὸ πάντων σπανιώτατον, μετὰ τῶν δικαίων τὰς φιλίας φυλάξας, εἰ δʼ ἔροιο προσελθών, σὺ δὲ δὴ τίνος ἡμῖν μαθητής; καὶ παρὰ τοῦ τὸ ῥητορεύειν ἔχεις; ἐμὲ καὶ τὰς παρʼ ἐμοὶ διατριβὰς ἀκούσῃ. ὃ γὰρ ἐν μέσαις Ἀθήναις εἰπεῖν οὐκ ὤκνησεν, οὐδὲ νῦν ἀποκρύψεται. οὑτοσὶ γὰρ ἧκε μὲν ἐκεῖσε δόξῃ κιβδήλῳ πειθόμενος, τῆς πείρας δὲ αὐτῷ τὴν δόξαν ἐλεγχούσης ἐν Λυκείῳ τῆς νεότητος παρούσης τὸ τῆς παροιμίας ἔφη πεπονθέναι καὶ ἀτεχνῶς ἀφʼ ἵππων εἰς ὄνους, ὃ καὶ τὴν Ἀθηναίων πόλιν ἔδακέ τε καὶ διὰ ψηφισμάτων ἠνάγκασέ με καλεῖν δεινὸν ἡγουμένην, εἴ τινες λόγοι τῶν παρʼ αὐτοῖς βελτίους ἑτέρωθι. ἀφεὶς οὖν τὸ ὡς ἧκεν Ἀθήναζε Κέλσος αὐτὸ καθʼ αὑτὸ σκοπεῖν, ἣν ἔσχε γνώμην ἥκων ἐξέταζε. παῖδα γὰρ ἀκριβῶς τῶν ἡμετέρων εὑρήσεις καὶ τοῖς προτέροις ἐοικότα, ἀλλʼ οὐχὶ τοῖς δευτέροις, ὃ σημεῖον ἂν εἴη τοῦ τὰ μὲν δεύτερα αὐτῷ φαῦλα δόξαι, τὰ πρότερα δὲ βελτίω.

`62.63–62.66`

Ψέξεις οὖν ἔτι καὶ λοιδορήσεις τὰς παρʼ ἡμῖν διατριβάς, ὦ πλὴν τοῦ σαυτὸν ἐπαινεῖν καὶ περὶ τῶν ἄλλων βλασφημεῖν εἰδὼς οὐδέν; τοιούτων γὰρ λόγων ἐμπέπληκας τὰ χωρία· μόνος πλουτῶ, μόνος δύναμαι λέγειν, ἄρχειν ἐπίσταμαι μόνος, ἀδικοῦμαι τὴν γῆν οἰκῶν. σὺ δὲ πλουτεῖς μέν, κακῶς δέ. εὐπορεῖς ἐκ τῆς ὠμότητος τῆς περὶ τοὺς τόκους, διʼ ὧν πολλὰς οἰκίας ἀνατέτραφας οὐ χήρας οἰκτείρων, οὐκ ὀρφανοὺς ἐλεῶν, οὐχὶ ῥοῇ δακρύων καμπτόμενος, βοῶν, κεκραγώς· πώλησον ἀγρούς, πώλησον ἀνδράποδα, πώλησον πατρῴους τάφους, εἰ δʼ οἷόν τε καὶ σαυτόν. καὶ ταῦτα λέγων ἐκάθητο καὶ τὸ χρυσίον ἐλάμβανε παρὰ γυναικῶν καὶ παιδαρίων γυμνῶν. εἶθʼ οἱ μὲν ἀπῄεσαν προσαιτήσοντες, ὁ δὲ τὸ πορισθὲν οὕτως ἔχων ἀπηλλάττετο χαίρων εὐδαίμονα καλῶν αὑτὸν ἐπὶ κέρδεσι πάσης δεινοτέροις πτωχείας. ὑπὲρ τοιούτων τόκων τὴν ἀρχὴν ἀφεὶς ἣν δεηθεὶς ἔλαβε πέντε μῆνας προσήδρευεν ὑπάρχῳ καὶ οὐ πρότερον ᾤχετο πρὶν ἐπόρθησεν οἰκίας ὑπὲρ τὰς τριάκοντα λῃστὴς ὢν ἀντὶ δανειστοῦ μετρίου. τούτου μὲν γάρ ἐστι μηδενὸς φείδεσθαι, τοῦ δὲ εἰδέναι τι καὶ χαρίσασθαι. ὁ δὲ γελῶν πρὸς τοὺς δανειζομένους καὶ προδεικνὺς ἥμερον πρόσωπον ἐν ταῖς εἰσπράξεσιν ἀγριώτερός ἐστι τοῦ Κύκλωπος μονονοὺ τὰς σάρκας τῶν πενομένων ἀποσπῶν. τοιοῦτος ἡμῖν ὁ Κροῖσος ἀντὶ τοῦ Πακτωλοῦ τὴν ἀπανθρωπίαν αὐτὸς τὴν αὑτοῦ καρπούμενος, ὕπαρ ὄναρ λογιζόμενος τόκους, ὑπὸ πάντων μισούμενος, ἐν μὲν τοῖς τῶν ἄλλων κακοῖς φαιδρός, ἐν δὲ τοῖς καλοῖς περίλυπος, εὖ μὲν πάσχειν ἀξιῶν, τοῖς δʼ εὖ ποιοῦσι πολεμῶν ὡς ἂν ἠδικημένος, δεδιὼς μὴ χάριν ὁμολογήσας εἰς ἀμοιβῆς ἀνάγκην κατακλεισθῇ. πῶς δʼ οὐκ ἔμελλες πλουτεῖν τὰ τῶν φίλων ἀφαιρούμενος καὶ τὰς ἀκαιρίας ἐκείνων καιρὸν σαυτῷ τῶν κλοπῶν ποιούμενος;

`62.67–62.72`

Ἀλλά, νὴ Δία, λόγους εἶπε. πάνυ γε, τοὺς ἀλλοτρίους. οὕτως ἔγημεν ἐξαπατήσας ἄνδρα λόγων ἐραστήν, τὸν πατέρα τῆς κόρης. οἶδα καὶ τῶν ἑπτὰ λόγων οὓς περιφέρεις τὸν πατέρα καὶ ὡς ὁ μὲν συνετίθει, σὺ δʼ ἐωνοῦ καὶ βιάζῃ ποιητὴς εἶναι δοκεῖν ὑποκριτὴς γεγονὼς οὐδὲν ἔχων εἰς ταῦτα πλὴν εὐφωνίας. καὶ τὸ μὲν δὴ νέον ὄντα λόγους ὥσπερ ἄλλο τι τῶν ὠνίων ἀγοράζειν αἰσχρὸν μέν, ὦ λόγιοι θεοί, πῶς γὰρ οὔ; τἄλλα δʼ ἂν καὶ συγγνώμης τύχοι, τὸ δʼ ἐν βασιλείοις στρεφόμενον καὶ παρέχοντα βασιλεῖ τὴν αὑτοῦ γλῶτταν εἰς ἐπιστολὰς πάλαι ὠνεῖσθαι λόγους πῶς οὐκ ἐσχάτης ἀτιμίας ἄξιον; ἢ οἴει σύ γε λεληθέναι, τίς ποτʼ ἦν ὁ περὶ τῆς σκευῆς γεγραφώς, ἣ ποιεῖ τὸν ἱππέα τὸν ὑπʼ αὐτῇ μαχόμενον ἄτρωτον; οὐχ οὕτως ἐκεῖνος ᾔδει τὰ τοιαῦτα σιγᾶν, ἀλλʼ ἔχων τοῦ λόγου τὴν τιμὴν προσεκτήσατο τὴν φιλοτιμίαν λέγων οἷς ἐπίστευεν. οἱ δὲ ἐκεῖνον μιμούμενοι πρὸς ἄλλους ἐξελάλουν, καὶ σὺ πολλάκις πρὸς τοὺς τὸ πᾶν εἰδότας ὡς οὐδὲν ἐγνωκότας διεξῄεις ἃ λεγόντων ἐκείνων, εἴπερ ἐτόλμων, ἤκουσας ἄν. ὢ τῆς ἐμῆς ἀκαίρου φιλανθρωπίας. ἔναγχός τις τῶν ὑπὸ τῆς τοῦδε περὶ τοὺς τόκους ἀπληστίας ἀπολωλότων δεόμενος ἐπιεικείας τινὸς τυχεῖν, εἶτα οὐ δυνηθεὶς ἐγνώκει πλείστους ὅσους τῶν τε πολιτῶν καὶ τῶν ξένων ἀγείρας ἐν μεγάλῳ θεάτρῳ κηρύξαι τὸ ἀπόρρητον, ἐγὼ δὲ ἐκώλυσα. καὶ νῦν διʼ ἐμὲ τὴν παρρησίαν ἔχων, εἰ γὰρ ἐγὼ τότε μὴ τὸν ἄνθρωπον ἐπέσχον, ἐγκεκαλυμμένος ἂν οὗτος ἔζη τὸν λοιπὸν ἅπαντα βίον τοῖς οἰκέταις ὑποπεπτωκώς, ἐμοῦ δὴ σεσωκότος αὐτῷ τὴν παρρησίαν ὁ νεανίας οὑτοσὶ κατʼ ἐμοῦ καὶ τῶν ἐμῶν ταύτῃ κέχρηται καί φησιν οὐδένας παρʼ ἐμοῦ γεγονέναι ῥήτορας, αὐτὸς δὲ εἶναι σοφώτατος. ὃς εἰς τοσοῦτον ἥκει σκαιότητος, μᾶλλον δὲ μανίας ἄκρας, ὡς οὐδέν φησι χείρων εἶναι τοῦ Διὸς καὶ προσήκειν αὑτῷ τὸν θεὸν ἀποστῆναι τῆς ἀρχῆς τῶν ὅλων. καὶ ταῦτα τολμῶν καὶ καταγελώμενος οὐδὲν μᾶλλον ὁ πεπαιδευμένος παύεται, ἀλλʼ ἀεί τι τῶν πρότερον ζητῶν ἀτοπώτερον αὐτὸς αὑτὸν οὐκ αἰσθάνεται κωμῳδῶν. ᾧ μέγα γεγένηται κέρδος τὸ μὴ γενέσθαι τέκνα, διεδείχθη γὰρ ἂν καὶ τέκνα μισῶν. νῦν δὲ οὐκ ὀλίγον λανθάνει κακὸν διὰ τὴν Τύχην, ἣ κηδομένη τῶν ἀνθρώπων ἄπαιδα τὸν ἀλιτήριον ποιεῖ ῥυομένη τὰς πόλεις πονηροῦ τινος σπέρματος.

`62.73`

Ὁρᾷς ὡς οὐ καλὸν ἐπιλαμβάνεσθαι ῥᾳδίως; σὺ γοῦν ἐξόν σοι βελτίω τῆς προσηκούσης δόξαν ἔχειν ἐπὶ σαυτὸν ἄνδρα κινήσας τὴν προσήκουσαν μετείληφας.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: swk-es`.
