---
title: "Orations 1–64: Oration 59 (Imperial Oration for Constantius and Constans)"
title_greek: "Λόγοι 1–64, Βασιλικὸς εἰς Κωνστάντιον καὶ Κώνσταντα"
author: Libanius of Antioch
eul_wid: swk-ep
eul_aid: swk
canonical: "https://eulogikon.org/works/libanius-antioch-orations-oration-59-swk-ep"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:bf3deb411222ab7acc383d01d357b2e8a891ea8c1417c9ac1102fc8f27e33122"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Orations 1–64: Oration 59 (Imperial Oration for Constantius and Constans)

*Λόγοι 1–64, Βασιλικὸς εἰς Κωνστάντιον καὶ Κώνσταντα*

**Author:** Libanius of Antioch

**eul_wid:** `swk-ep` · [HTML page](https://eulogikon.org/works/libanius-antioch-orations-oration-59-swk-ep)

## Text

Part of [Orations 1–64](/works/libanius-antioch-orations-swk-aj)

`59`

ΒΑΣΙΛΙΚΟΣ ΕΙΣ ΚΩΝΣΤΑΝΤΙΟΝ ΚΑΙ ΚΩΝΣΤΑΝΤΑ.

Προθεωρία τοῦ λόγου.

Ἐκεῖνο μάλιστα παρατηρεῖν ἄξιον, ὅτι δυοῖν ὑποκειμένοιν προσώποιν ὁρμᾶται μὲν ἐκ μιᾶς ἀρχῆς ὁ λόγος καὶ πρόεισι μέχρι τινὸς διὰ κοινῶν ἐγκωμίων, σχιζόμενος δὲ κατὰ τὰς πολεμικὰς πράξεις καί τινας ἑτέρους ἐγκωμιαστικοὺς τόπους πάλιν συνάπτεται κοινὸν ἐπάγων τὸ τέλος, ὡς ἂν μάλιστα εἷς ὢν φαίνοιτο καὶ μὴ διπλοῦς. ἡ δὲ λέξις οὔτε τὸ μέγεθος διώκουσα πρὸς τὸ σκοτεινὸν ἐκφέρεται οὔτε τιμῶσα τὴν σαφήνειαν εἰς ταπεινότητα καταπίπτει.

`59.1–59.4`

Ἔμελλον, οἶμαι, μηδενὸς ἀνθρώπων παροξύνοντος αὐτόματος ὁρμήσειν ἐπὶ τὸν λόγον τῷ τοῦ πράγματος δικαίῳ πρὸς τὴν εὐφημίαν κινούμενος. πρῶτον μὲν γὰρ τῶν ἀτοπωτάτων ἂν ἦν, εἰ βασιλεῖς μὲν τοῖς αὑτῶν σώμασιν οὐκ ἀποκνοῦσι τὴν ἀσφάλειαν ἡμῖν κατακτώμενοι, ἡμεῖς δὲ μηδʼ ὧν ἐπὶ τῆς ἀσφαλείας ἐργαζόμεθα λόγων τὸ μέρος ἐκείνοις ἀναθείημεν, ἀλλʼ οὕτω πόρρω κεισόμεθα τοῦ προσήκοντος, ὥστʼ οὐδὲ πολλοστὸν συνθήσομεν λόγον, ὃν πρῶτον εἰκὸς ἦν γενέσθαι. ἔπειτα δὲ τῶν αἰσχίστων ἡγούμην τοὺς μὲν γεωργοῦντας ἀποφέρειν τῶν καρπῶν τοῖς βασιλεῦσι τὰς ἀπαρχάς, τοὺς δὲ περὶ τὴν φιλοσοφίαν διατρίβοντας τὴν ἐπʼ αὐτοὺς ἥκουσαν ἐγκαταλιπεῖν συντέλειαν καὶ ταῦτα βελτίω καὶ σεμνότερον ἐκείνων ᾑρῆσθαι βίον ὑπειλημμένους. χωρὶς δὲ τούτων οἱ μὴ ταῖς ἀρίσταις τῶν πράξεων τοὺς παρʼ αὑτῶν ἐπαίνους προσάγοντες ὁμοῦ τε τοὺς εἰργασμένους ἀδικοῦσι καὶ σφῶν αὐτῶν κατηγοροῦσιν ἐκείνους μὲν ἀποστεροῦντες ὧν εἰκὸς ἦν αὐτοὺς ἀπολαύειν, τὴν δὲ αὑτῶν φύσιν ἐπιδεικνύντες οὐκ ἐπισταμένην τὰ χρηστὰ θαυμάζειν. διὰ μὲν δὴ ταῦτα καὶ ἔτι πλείω πρὸς τὴν ὑπόθεσιν ἐμαυτὸν ἐκίνουν οὐκ ἀναμένων παρʼ ἑτέρων ἀρθῆναι τὸ σύνθημα· ἐπεὶ δὲ ἔτι σκοπούμενον ἐγκατελάμβανε τοὐπίταγμα καὶ συνῆλθον γνώμη τε καὶ παράκλησις, οὐκέτʼ ᾠήθην εἶναι βουλῇ χώραν, ἀλλὰ τοῦ τὴν προθυμίαν εἰς ἔργον ἀγαγεῖν τὸν καιρὸν ἐφεστάναι. ἢ πάντων ἂν ἦν ῥᾳθυμότατος, εἰ προέμενος οὕτω θαυμαστὴν ἀφορμὴν οὐχ ὑπὲρ τῶν πραγμάτων, ἀλλʼ ὑπὲρ τῆς σιωπῆς ἐζήτουν λόγον, ἄλλως θʼ ὅτε τρία τὰ μέγιστα περιγίνεται. οὐ γὰρ μόνον τοῖς βασιλεῦσιν ὅσον ἔξεστι τοῦ γιγνομένου φυλάξομεν, ἀλλὰ καὶ αὐτοὶ δόξαν ἴσως προσληψόμεθα βελτίω καὶ τῷ τὴν ὑπόθεσιν προβαλόντι φιλοτιμηθῆναι παρέξομεν. ὥσπερ γὰρ ἐν τοῖς γυμνικοῖς ἀγῶσιν εἰς τοὺς παιδοτρίβας ἔρχεταί τι τῆς ἀπὸ τῶν στεφάνων εὐκλείας, οὕτως ὁ τοῦ λόγου συναίτιος κοινωνεῖ τῆς ἀπʼ αὐτοῦ φιλοτιμίας.

`59.5–59.7`

Ἔστι μὲν οὖν ἔθος τοῖς ἐπιχειροῦσιν ἐγκωμιάζειν τὴν μὲν αὑτῶν καταμέμφεσθαι δύναμιν ὡς πολὺ λειπομένην τῶν πραγμάτων, τὴν δὲ τῶν πραγμάτων ἀποθαυμάζειν ὑπερβολὴν ὡς πολὺ νικῶσαν τοὺς λόγους· ἐγὼ δέ, εἰ καὶ μηδενὶ τῶν ἔμπροσθεν τοῦτο ὑπῆρχεν εἰρημένον, πάντως ἂν τὴν παροῦσαν χρείαν εὑρεῖν ἡγοῦμαι τὸν λόγον. εἰ μὲν γὰρ ἐνῆν διελεῖν τὸ ἀγώνισμα καὶ ἐν μέρει πρὸς ἑκάτερον ἀποδοῦναι καὶ νῦν μὲν τῷ πρεσβυτέρῳ τὸ ὄφλημα διαλῦσαι, μικρὸν δὲ ὕστερον ἐπὶ τὴν ἑτέραν μερίδα μετελθεῖν, οὐδʼ οὕτω μὲν ἂν πρὸς τὴν ἀξίαν ἠρκέσαμεν, οὐ μὴν τοσοῦτον ἂν ἴσως ἡττηθέντες ἀπήλθομεν· ἐπεὶ δὲ ὅ τε προβαλὼν τὸν ἆθλον ἴσῳ πόθῳ κεχρημένος εἰς ἀμφοτέρους οὐ τὴν ἡμετέραν δύναμιν ἐσκέψατο μᾶλλον ἢ ὅπως ἑνὶ καιρῷ περιληφθεῖεν ἀμφότεροι ὅλως τε οὐκ εἶχε καλῶς ἐπὶ τῶν ἐγκωμίων διασπᾶν τοὺς καὶ φύσει καὶ γνώμῃ καὶ ταῖς ἀρεταῖς συνημμένους, πῶς οὐκ ἀνάγκη τοῦ μετρίου τοσοῦτον ὑστερεῖν, ὅσονπερ ἄν, εἰ γῆν καὶ θάλατταν ἐνεχειροῦμεν ἡμέρᾳ μιᾷ μετρεῖν; οὐ μήν, ἀλλʼ εἰ καὶ τὰ μάλιστα τοῦτο συμβαίνοι, πολλὴν εἰσόμεθα τοῖς νικῶσι τὴν χάριν. ἐπειδὴ γὰρ οἱ μὲν λόγοι τὰ ἔργα μηνύουσιν, αἱ δὲ τῶν ἀρχόντων ἀνδραγαθίαι κέρδη τῶν ἀρχομένων εἰσίν, οἱ μηδὲ ἔχοντες εἰπεῖν ὅσον πεπόνθασι δῆλοι δήπου πᾶσίν εἰσι μείζω λόγου παντὸς τὴν εὐτυχίαν καρπούμενοι, ὥστʼ εἰ καὶ παράδοξον εἰπεῖν, ἐν τούτῳ μόνῳ τὸ νικᾶσθαι τοῦ νικᾶν λυσιτελέστερον.

`59.8–59.9`

Πολλαχῇ δέ μοι δοκεῖ χαλεπὸν εἶναι τὴν εὐφημίαν ταῖς τῶν βασιλέων ἀρεταῖς ἐξισῶσαι. ὅσοι μὲν γὰρ βασιλικῶν αὐλῶν ἄξιοι κριθέντες καὶ στρατευομένοις συναπαίρουσι καὶ τῶν ἐπὶ τῆς ἡσυχίας παρʼ ἡμέραν πραττομένων οὐκ ἀπείρως ἔχουσι, τούτοις μὲν ἕν ἐστιν ἐργῶδες τὸ ζητεῖν, ὅ τι χρὴ τῶν ἐγνωσμένων ἄξιον εἰπεῖν, ἡμῖν δὲ τοῖς ἄλλοις εἰ καὶ πολλῶν ἡ γνῶσις πάρεστιν, ἀλλὰ πλείω γε ὧν ἴσμεν ἀγνοεῖν καὶ περιέστηκεν ἡμᾶς διπλοῦς ὁ κίνδυνος, εἰ μὴ μόνον οἷς ἴσμεν οὐκ ἐξαρκέσομεν πρὸς ἀξίαν, ἀλλʼ εἰ καὶ τὰ πλείω σιωπήσομεν. ὥστε δεῖ μήτε πάντα ἐφεξῆς ἀπαιτεῖν μήτε τῶν ὅλων τὸ πλέον, ἀλλὰ τῶν εἰρημένων ἀποδεξαμένους ὧν τε παρίεμεν συγγνώμονας εἶναι καὶ εἰ μηδὲ τούτων ὧν ἴσμεν ἐφιξόμεθα.

`59.10–59.11`

Πόθεν οὖν ἄρξασθαι καλόν; ἦ δῆλον ὡς ἐκ τῆς αἰτίας ἣ καὶ τούτους ἀγαθοὺς ἀπειργάσατο. λεγέσθω δὴ τὸ τοῦ Πλάτωνος ἐπʼ αὐτοῖς μᾶλλον τούτοις ἢ ʼκείνοις πρέπον εἰς οὓς εἴρηται, ὅτι ἀγαθοὶ δὲ ἐγένοντο διὰ τὸ φῦναι ἐξ ἀγαθῶν. ὥσπερ γὰρ ἐπὶ τῶν καρπῶν, ἢν μέν τις εὐγενῆ τε καὶ κεκριμένα καταβάλῃ τὰ σπέρματα, καθαράν τε καὶ εἰλικρινῆ καὶ γενναίαν ἐν περιόδοις ὡρῶν κομίζεται τὴν φοράν· ἢν δέ τις περὶ τὴν καταβολὴν ῥᾳθυμήσας ἐκ τῶν ἐπιτυχόντων ἐκείνην ἐπὶ τὴν γῆν ἀφῇ, σώζεται τοῦ σπέρματος τὸ κίβδηλον ἐν τοῖς φυομένοις, οὑτωσὶ δὲ καὶ ἐπὶ τῆς ἀνθρωπείας φύσεως ἡ τῶν γεννητόρων ἀρετὴ διαβαίνειν εἰς τοὺς ἐκγόνους εἴωθεν, ἐπειδὰν ἡ βασκανία μὴ μεῖζον ἰσχύσαι τῆς ἀγαθῆς τύχης δυνηθῇ. ὅ μοι δοκεῖ σαφέστατα νῦν ὁ χρόνος ἐνεγκεῖν. οὔτε γὰρ ἐξ ἀμείνονος ῥίζης ἔχοι τις ἂν ἐπιδεῖξαι βασιλέων βλάστην προελθοῦσαν οὔτʼ ἀμεινόνως συμβαίνουσαν τῇ ῥίζῃ τὴν βλάστην.

`59.12–59.13`

Πανταχοῦ μὲν οὖν ἡ τοῦ δικαίου μερὶς ὅτῳ ἂν προσῇ, βέβαιόν τε ἀπεργάζεται τὴν κτῆσιν καὶ μετὰ τῆς ἡδίστης ἐλπίδος εἰς ἅπαντα παραπέμπει τὸν χρόνον· βασιλεία δὲ τοσούτῳ πλέον τῶν ἄλλων δικαίαν ἐσχηκέναι τὴν ἀρχὴν βούλεται, ὅσῳ μεγέθει τε καὶ τύχης ὑπερβολῇ τὸν φθόνον ἐπισπωμένη ἐπʼ ἀσφαλεστέρας ἐθέλει τῆς κρηπῖδος βεβηκέναι. οὕτω δὲ τούτων ἐχόντων πλέον ἄξιον θαυμάσαι τῆς παρούσης ἀρχῆς τὴν δικαιοσύνην ἢ τὸ μέγεθος. οὐ γὰρ τοὺς κεκτημένους ἐκβαλόντες εἰς ἀλλότριον κλῆρον ἐνέβησαν οὐδʼ αὖ τὸ πλῆθος θεραπεύσαντες ἐώνηνται τὸ σχῆμα καθάπερ τι τῶν ἐξ ἀγορᾶς ὠνίων, ἀλλʼ ὥσπερ οἱ καθʼ ἕκαστον πατρῴας καὶ παππῴας κληρονομοῦσιν οὐσίας νόμῳ πρὸς τοῦτο καλούμενοι, οὕτω καὶ τούτοις ἄνωθεν ἐκ τριγονίας ἡ βασιλεία προσήκουσα.

`59.14–59.16`

Εἰ μὲν οὖν ἐπὶ τὸν προπάτορα τὸν λόγον ἀνάγοιμεν καὶ τὸν τρόπον ἐξετάζοιμεν καθʼ ὃν ἐπέβη τοῦ πράγματος, οὐχ εὑρεῖν τι πρὸς σεμνότητα φέρον χαλεπόν, ἀλλὰ μᾶλλον χρόνου τυχεῖν εἰς πλῆθος διηγημάτων· ἓν δʼ οὖν εἰπὼν ὃ μόνος δὴ τῶν ἔμπροσθεν ἔδειξεν, ἐπὶ τὸν ἐκείνου παῖδα, τῶνδε δὲ γονέα, μεταβήσομαι. οἱ μὲν γὰρ ἄλλοι πάντες οἱ κατʼ ἐκεῖνον δυναστεύοντες ζημίαν αὑτῶν ποιούμενοι τὸ τοὺς ὑπηκόους ἐν ἀφθόνοις διάγειν μετῆγον τὰς ἐκείνων εὐπορίας εἰς τὰ βασίλεια πέρας εὐδαιμονίας κρίνοντες, εἰ στενοχωροῖεν ταλάντοις τοὺς θησαυρούς, καὶ συνέβαινε τοὺς μὲν ἀφαιρεθέντας ἐν δάκρυσι καὶ πενίᾳ διαζῆν, τοῖς δὲ λαβοῦσιν ἀνόνητον κεῖσθαι τὸν πλοῦτον· ὁ δὲ πάντα ἄριστος ἐκεῖνος πάντως που συγγενόμενος Δημοσθένει καὶ τὸν νόμον ἐκεῖθεν λαβὼν ταμιεῖα μὲν ἀσφαλῆ τὰς τῶν κεκτημένων οἰκίας ἐνόμισεν, οὐδαμοῦ γὰρ ἂν ἐν καλλίονι σωθῆναι· καταλαμβανούσης δὲ δαπανημάτων ἀνάγκης ἤρκει κηρύξαι τὴν χρείαν καὶ πάντα ἦν χρημάτων μεστὰ ἑκόντων διδόντων τοῖς πέλας. οὕτω τῷ μὲν ἑκουσίῳ τὸ φιλότιμον πρόσεστιν· ᾧ δὲ ἀνάγκη συνέζευκται, τοῦτο οὐκ εὐμενῶς ὑπακούειν πέφυκε. καὶ γάρτοι ταύτῃ τῇ γνώμῃ χρησάμενος οὐ ταὐτὸν τοῖς ἄλλοις οὔτε ἔπαθεν οὔτε ἐποίησεν. οὐ γὰρ ἐπὶ μικρὸν χρόνον ταῖς τῶν ὑπηκόων συμφοραῖς εἰς ἡδονὴν ἀποχρησάμενος ὑπὸ τῶν πεπιστευμένων ὕστερον ἀπεσφάττετο, ἀλλὰ τόν τε ἄλλον χρόνον ταῖς τῶν ἀρχομένων εὐνοίαις ἐδορυφορεῖτο καὶ τελευτῶντι τὴν βασιλείαν ὑπῆρξε τῷ παιδὶ παραδοῦναι. τοιαύτη τῆς θεοφιλοῦς ἀρχῆς ῥίζα καὶ καταβολὴ μετὰ τοῦ δικαίου παγεῖσα καιροῖς ἂν ἥκιστα κινηθείη.

`59.17–59.21`

Ὃ δὲ καίπερ ἐπειγομένους κατέχει καὶ σιωπηθὲν οὐκ ἔχει παραίτησιν, τοῦτο παρελθεῖν ὥσπερ οὐ θεμιτὸν εἶναί μοι φαίνεται. ὄντων γὰρ αὐτῷ παίδων πλειόνων οἶδε τὸν ἀκριβέστερον τῆς βασιλείας φύλακα καὶ τὴν ἡσυχίαν ἐκείνοις ἐπιτάξας ὃν ἐπιτηδειότερον ᾔδει, τοῦτον ἐπὶ τὴν ἀρχὴν ἐκάλει πλείω τοῦ πράγματος ποιούμενος πρόνοιαν ἢ ὅπως ἐπίσης οἱ παῖδες αὐτῷ κεκλήσονται. παραλαβὼν τοίνυν τὰ πράγματα γνώμῃ τε πατρικῇ καὶ θείῳ νεύματι τὴν Ὁμηρικὴν εὐχὴν ἐπλήρωσε πᾶσιν οἷς ἐβουλεύσατο καὶ κατέπραξε τὸν γεννήτορα παραδραμών. καὶ τὸ μέγιστον, ὅσῳ γὰρ πλέον ἐνίκα, τοσούτῳ πλέον ἐκεῖνον ἐσέμνυνεν. ἡ γὰρ τοῦ παιδὸς νίκη τῆς ἐκείνου κρίσεως μαρτύριον καθίστατο. οὐ γὰρ ᾠήθη δεῖν καθήμενος τρυφᾶν, ἀλλʼ εὐθὺς ἀπὸ γραμμῆς ἐνεργὸς ἐδείκνυτο οὐδὲ τοὺς τοῦ πατρὸς πόνους εἰς οἰκείαν ῥᾳστώνην ἀνήλισκεν, ἀλλʼ εἰ μὴ καὶ τῶν πόνων φανείη κληρονόμος, ἀδικήσειν ἐνόμιζεν οὐδʼ εἰ μή τις ἐπʼ αὐτὸν ἔλθοι, κέρδος ἔκρινεν ἡσυχίαν ἀπράγμονα, ἀλλʼ εἰ μὴ τοὺς ἀδίκως ἄρχοντας καθέλοι, κοινωνεῖν τῶν ἀδικημάτων ὑπελάμβανεν. τοιαῦτα πρὸς αὑτὸν εἰπὼν καὶ τοιούτοις λογισμοῖς ἐπιρρώσας τὴν ἔμφυτον τόλμαν ὁρῶν τὴν μεγάλην πόλιν λόγῳ μὲν ἀρχομένην, ἔργῳ δὲ ὑπὸ τοῦ κρατοῦντος πορθουμένην καὶ τὸν αὐτὸν ἄρχοντα καὶ πολέμιον οὐκ ἤνεγκεν οὐδὲ ἀνεκτὸν ἐποιήσατο ζῶντος αὑτοῦ καὶ τὸν ἥλιον ὁρῶντος τὴν τῆς οἰκουμένης κορυφὴν ὑπὸ τυράννου βίας περιορᾶσθαι πηρουμένην. ἀλλʼ εὐθὺς ὡς εἶχεν ἐνδὺς τὰ ὅπλα πρῶτον πόλεμον ὑπὲρ τοῦ κεφαλαίου τῶν ὅλων ἤρατο ἐν τοῖς αὑτοῦ κινδύνοις ἑτέροις λύων τὰς συμφοράς. ὃν μὲν οὖν τρόπον προσιὼν πρὸς τὰ τείχη ἄκοντα τὸν τύραννον ἀνίστη καὶ δειλίᾳ κρυπτόμενον ὑπʼ ἀνάγκης ἐξῆγε καὶ ὡς ἐκεῖνος συμπλέκεσθαι μὲν οὐκ ἐτόλμα, πανουργίᾳ δὲ μετῄει τὸν ἀγῶνα, καὶ τὸ τεταμένον ὑπὲρ τοῦ ποταμοῦ τέχνασμα, καὶ ὡς τὸ μηχάνημα καθʼ ὧν μὲν εὑρέθη, τούτους οὐκ ἐλύπησε, τῷ δὲ συνθέντι πρὸς ὄλεθρον ἤρκεσε καὶ περιειστήκει τὸ τῆς παροιμίας αὐτὸν τοῖς οἰκείοις βουλεύμασιν ἁλισκόμενον, ταῦτα πάντα καὶ ἔτι πλείω λογογράφοις τε καὶ ποιηταῖς ἱκανῶς ὕμνηται πάλαι, καὶ οὐκ ἂν εἰ σφόδρα βουλοίμεθα λέγειν, ἐπὶ τοῦ παρόντος ὁ χρόνος ἐνδίδωσιν. ἀπαλλάξας δὲ τὴν μεγάλην πόλιν τῆς ἐπικειμένης νεφέλης καὶ παρασχὼν ἀναπνεῦσαί ποτε καὶ μεταστήσας πρὸς εὐπάθειαν τὰ δυσχερῆ ὁρμηθεὶς ἀπὸ γενναίας οὕτω πράξεως πάντα τὸν ἐκείνῃ τόπον ἐπῆλθεν ἀνακαθαιρόμενος γῆν τε καὶ θάλατταν καὶ τὸ μὲν λυμαινόμενον ἐξορίζων ἅπαν, τὸ δὲ σωτήριον ἀντεισάγων πανταχῆ καὶ τοῖς μὲν βαρβάροις πολεμῶν, τῷ δὲ τῶν ὁμοφύλων βασιλεῖ τῶν ὑπαρχόντων οὐ φθονῶν. ἔνθα δὴ καὶ διπλῆς ἀρετῆς σημεῖον ἐξήνεγκεν. οὔτε γὰρ εἰρήνην ἐξὸν ἄγειν πολεμεῖν ἐπεθύμησεν οὔτε πολεμεῖν δεῆσαν ἀπώκνησεν, ἀλλʼ οὕτω καὶ πρὸς ἐκείνην εἶχεν ἀκριβῶς καὶ πρὸς τοῦτον ἀνδρείως, ὥστε τὰς μὲν συνθήκας ἕτερος ἐκίνησε, τὸ δὲ τοῦ πολέμου κράτος ἐκεῖνος ἠνέγκατο.

`59.22`

Καί με μηδεὶς ἔξω τῶν καιρῶν ὑπολάβῃ φέρεσθαι μηδὲ κενὴν πεποιῆσθαι τὴν περὶ τὸν πατέρα διατριβήν. ἔδει γὰρ ἅπασι γενέσθαι φανερόν, ὅτι μεγίστων παραδειγμάτων οἱ παῖδες οὐκ ἀπελείφθησαν. ὅσοι μὲν γὰρ ἐκ φαύλων γεγονότες ἢ παρῆλθον τοὺς φύσαντας ἢ κατʼ οὐδὲν χείρους ἐφάνησαν, τούτους μὲν οὐκ ἔστιν ἐφʼ ὅτῳ τις ἂν ἀγασθείη, δεῖ γὰρ οὐδεμιᾶς πραγματείας πρὸς τὴν τοιαύτην ἅμιλλαν· οἷς δὲ γονέων ἕστηκεν οὐκ ἀγεννῆ παραδείγματα, τούτους, εἰ πλησίον ἐκείνων γένοιντο, μεθʼ ὑπερβολῆς θαυμαστέον, ὅτι πρὸς τὴν τῶν ἀρίστων μίμησιν τὴν ἐπιμέλειαν ἐξέτειναν.

`59.23–59.25`

Μέλλων δὲ ἐπὶ τὰς εὐδαίμονας τῶν βασιλέων προβαίνειν γονὰς ἔννοιάν τινα λαμβάνω ποιητῶν τέ τινων καὶ τῶν ἐν ἱστορίαις ἀτόπων καὶ σκοπῶν εὑρίσκω μύθοις μὲν καὶ τερατείαις κεκοσμημένους τοὺς ἐν τοῖς ἔμπροσθεν ᾀδομένους, λειπομένην δὲ ὅμως τὴν τῶν μύθων ἐξουσίαν τῆς ἐπὶ τοῖς παροῦσιν ἀληθείας. Κῦρον μὲν τοίνυν οἱ σεμνύνοντες ὄψιν ἐν τοῖς ὕπνοις Ἀστυάγει γενέσθαι φασίν, ὡς ἐκ Μανδάνης τῆς ἐσομένης Κύρου μητρὸς ἀναβλαστήσειέ τε ἄμπελος καὶ τὴν Ἀσίαν ἅπασαν ἐπιλάβοι. ὑπὲρ δὲ Ἀλεξάνδρου τοῦ Μακεδόνος αἰσχυνθέντες εἰ πατρὸς νομίζοιτο Φιλίππου, δράκοντα συγκατακλίνουσιν Ὀλυμπιάδι πρὸς ἔκπληξιν τῶν μειρακυλλίων τὴν συνουσίαν συμπλάσαντες. ὁ δὲ τῶν ἡμετέρων βασιλέων τόκος οὐ μύθων οὐδὲ ἐνυπνίων πρὸς κόσμον ἐδεήθη, ἀλλʼ ὥσπερ τὰ κάλλιστα τῶν σωμάτων οἴκοθεν κεκτημένα τὸ φαιδρὸν οὐκ ἐφέλκεται τὴν ἔξωθεν ὥραν, οὕτως ἡ τῶνδε γένεσις πάντα ὑπερβᾶσα λόγον ἀλλόκοτον αὑτῇ μόνῃ πρὸς σεμνότητα κέχρηται.

`59.26–59.29`

Εἰ δέ τῳ μέγα δοκεῖ τὸ μετὰ συμβόλων γενέσθαι δεξιῶν καί τινες ἐρασταὶ τούτου τοῦ μέρους καθήμενοι περὶ πολλοῦ ποιήσαιντʼ ἂν ἀκροαταὶ καταστῆναι τῶν οἰωνισμάτων οἷς συνεξέδραμεν ὁ τόκος, οὐδὲ τούτους ζητοῦντας μᾶλλον ὃ ποθοῦσιν ἀφήσομεν ἢ πληρώσαντας τὸν πόθον. ἀνοίσω δὲ οὐδὲν εἰς μυθολογίαν εἰς ἀφανὲς ἀποφέρων τὸν λόγον, ἀλλʼ ἃ πάντες ἴσασιν ἐρῶ. προσέσται δέ τι τῷ προδήλῳ καὶ λαμπρότητος. ἀεὶ μὲν γὰρ ὁ θειότατος τῶνδε πατὴρ πρὸς ἔργοις ἦν τάς τε χεῖρας καὶ τὸν λογισμόν. καὶ οὔτε ἡμέρας φανείσης οὔτε νυκτὸς ἐπελθούσης ἔχοι τις ἂν εἰπεῖν, ὡς ἔληγεν ἢ συναμφοτέρων ἢ πάντως γε θατέρου. καὶ μὴν οὐδʼ ἐκεῖνό γε ἔστιν ἀντειπεῖν, ὡς οὐχ ὁπόσα πράξειεν ἢ βουλεύσαιτο πάντα βασιλικῆς ἀρετῆς ἐπʼ ἔσχατον ἦν ἥκοντα. εἰ τοίνυν περὶ τούτων οὕτω φρονεῖν ἄξιον, οὐκέτʼ ἂν ἀκριβολογοίμεθα δικαίως, εἴ τις ἐν τοῖς χρόνοις οἳ τούτους ἔφηναν οἰωνὸς ἀμείνων τῶν ὠδίνων ἡγήσατο, ἀλλʼ ἁπλῶς ἔξεστιν εἰπεῖν, ὡς οὐκ ἐνῆν τικτομένων μὴ δεξιῶς ἔχοντα προδειχθῆναι σημεῖα, εἴπερ ἅπας ἐφεξῆς ὁ χρόνος ἔγεμεν ἀγαθῶν συμβόλων. λέγω τοίνυν θαρρῶν, ὅτι λυομένης ἀρίστης ὠδῖνος, καὶ τῆς προτέρας καὶ τῆς μετʼ ἐκείνην, ἢ στρατόπεδον ἐπὶ νίκην ἐξῄει ἢ στρατόπεδον ἀπὸ νίκης ἀνέστρεφεν ἢ Σκυθῶν ἔθνος ἔπιπτεν ἢ Σαυροματῶν ὑπέκυπτεν ἢ γένος ἕτερον βαρβαρικὸν ἐδωροφόρει ἢ βασιλεὺς ὁ μέγας αὐτοχειρίᾳ τρόπαιον ἵστη ἢ χρημάτων ὄγκον ἐκ τῶν βασιλείων εἰς τοὺς ἀρχομένους ἐξέχει ἢ δεσμωτηρίων χρόνιος συμφορὰ φιλανθρωπίᾳ τοῦ κρατοῦντος ἐλύετο. συνελόντι δὲ εἰπεῖν, ἢ λογισμὸς ὑπὲρ ἅπασαν ἀνθρωπίνην φύσιν ἐπὶ νοῦν ἤρχετο ἢ τὸ βουλευθὲν εἰς ἔργον ἤγετο. ταῦτα τίνος ἀμπέλου θαλλούσης ἐν ὀνείρασιν οὐκ ἀμείνω, τίνος ὀρνίθων πτήσεως οὐκ ἰσχυρότερα σημεῖα; τίνος δρακόντων φάσματος οὐκ ἀληθέστερα πρὸς πίστιν;

`59.30–59.31`

Ἐπεὶ δʼ οὖν ἐγένοντο καὶ προῆλθον εἰς φῶς ἄξιοι μὲν τῆς τοῦ σπείραντος φύσεως, ἄξιοι δὲ τῆς κοινῆς ἐλπίδος, μήτοι νομίσῃ τις ἀκούσεσθαι Πηλίου κορυφὰς καὶ Κενταύρου σῶμα διφυὲς καὶ τροφέα μιξάνθρωπον καὶ τροφὴν ἐξηγριωμένην, ὃ δὴ πλάσασα δωρεῖται τῷ παιδὶ τῆς Θέτιδος ἡ ποίησις οὐκ ἔχουσα τὴν παρὰ τῷ Πηλεῖ τροφὴν ἀποδεῖξαι ζηλωτήν, ἀλλʼ ἐτρέφοντο μὲν οὗπερ ἐτέχθησαν, ἐν βασιλείοις ὧν οὐδὲ τοῖς προπυλαίοις ὁ παραβάλλων τὸ Χείρωνος ἄντρον σωφρονεῖ, εἷλκον δὲ μαστὸν οὐ λυκαίνης, οἷα καθʼ ἑτέρων ἤδη τινὲς ᾄδειν ἐτόλμησαν, ἀλλὰ πρέποντα βασιλικοῖς προσενεχθῆναι χείλεσιν, ὡς ἂν ἥμερον γένεσιν ἥμερος τροφὴ διαδέξαιτο. ἔφερε δὲ αὐτοὺς ὁ πατήρ, ὁπότε τὴν ψυχὴν εἰς ἐκείνους τρέψειεν, οὐκ ἐπὶ θηρίου δορᾶς, ἀλλʼ ἐπʼ εὐδαίμονος ἁλουργίδος. ἴσως δʼ ἂν καὶ πλείω καὶ θειωδέστερα πρὸς βασιλικὴν συντελοῖ τροφήν, ὧν οἵ τε πλείονες ἄπειροι τοῖς τε ἐπισταμένοις ἐξειπεῖν οὐ θέμις ὥσπερ τι τῶν ἀπορρήτων.

`59.32`

Διὸ δή μοι δοκεῖ καιρὸς εἶναι βαδίζειν ἐπὶ τὴν παιδείαν, ὥστε ἔχειν εἰδέναι πάντας, ὡς οὐκ αὐτομάτου φορᾷ τύχης τέλειοι τὴν ἀρετὴν ἀπέβησαν, ἀλλὰ πρὸς ἣν πόρρωθεν ἀπηύθυνεν αὐτοὺς ὁδὸν ἡ μελέτη, ταύτην ἐπορεύθησαν.

`59.33–59.34`

Διπλῆ δὴ τῆς παιδεύσεως ἰδέα τοῖς βασιλεῦσιν ἤσκησε τὰς ψυχάς. τῇ μὲν γὰρ πρὸς βασιλείας διοίκησιν, τοσούτου πράγματος, ἐρρυθμίζοντο, τῇ δὲ πρὸς δεινότητα λόγων καὶ ῥητορικῆς ἰσχὺν ἐπλάττοντο. ᾧ γὰρ θάτερον μὲν ὑπάρχει, θατέρου δʼ ἡ κτῆσις ἄπεστι, τούτῳ χωλεύειν τὴν ἀρετὴν ἀνάγκη καθʼ ὁπότερον ἂν σπανίζοι. ὅ τε γὰρ τὴν μὲν τῆς διοικήσεως μάθησιν ἔχων, τῆς δὲ τοῦ δύνασθαι λέγειν ἐστερημένος ἀγροικότερος ἀναφανεὶς βασιλεὺς τὴν μὲν ἀρχὴν ἰθύνειν οὐκ ἀδυνατεῖ, τὸ δὲ μετὰ χαρίτων οὐκ ἔχει, ὅ τε λόγοις μὲν εἰς ἄκρον ὁμιλήσας, τὴν δὲ τοῦ μείζονος πράγματος ἐπιστήμην οὐ λαβὼν ὁ τοιοῦτος στωμύλος ἀποφανθεὶς εἰς μὲν ἀγοραῖον κομψότητα τὸ σεμνὸν τῆς βασιλείας κατάγει, τοῦ δὲ ἐκείνῃ προσήκοντος μεγέθους ἀπελήλαται πορρωτάτω. ἀλλʼ οἵ γε ἡμέτεροι βασιλεῖς ἄμφω δεξιοὶ κατὰ τὴν τέχνην λόγων μὲν τῶν Ῥωμαίοις προσηκόντων ἡγεμόνας ἐπαγαγόμενοι τοὺς ἀρίστους τῶν τότε, βασιλικῆς δʼ ἐπιστήμης οὐ ζητήσαντες διδάσκαλον, ἀλλʼ ἐγγύθεν ἔχοντες αὐτὸν τὸν φυτεύσαντα, ὃς οὔτε φθόνῳ κρύψειν ἔμελλε τῆς ἐπιστήμης τὰ καίρια, τὸ γὰρ τῆς φύσεως οἰκεῖον τοῦ νοσήματος ἰσχυρότερον, οὔτʼ ἀπειρίᾳ βλάψειν τοὺς ἀγομένους, οὐδεὶς γὰρ πορρωτέρω βασιλικῆς ἐμπειρίας ἤλασεν.

`59.35–59.42`

Οἱ μὲν οὖν πολλοὶ μέτρον ἡγοῦνται τῆς εἰς τοῦτο φερούσης μαθήσεως ἵππον τε ἀναβῆναι καὶ τόξον ἐντεῖναι καὶ βέλει σκοποῦ τυχεῖν καὶ ξίφει πλῆξαι καὶ πρὸς δόρατος ἄφεσιν ἀρκοῦσαν παρασχέσθαι τὴν δεξιὰν καὶ πρὸς κρυμοὺς διακαρτερῆσαι καὶ πρὸς θάλπους ὑπερβολὴν μηδαμῶς ἀπειπεῖν, ἔστι δὲ καὶ τούτων μὲν οὐ μικρὰ πρὸς βασιλικὴν διδαχὴν ἡ συντέλεια· τοῖς δʼ οὐχ οὗτος ἦν ὅρος τῆς παιδείας. ἀλλʼ ἦν μὲν καὶ ταῦτα τῶν ἐγκυκλίων ἀσκημάτων, προσῆν δὲ μέρος ἕτερον πολὺ τούτων ἐντιμότερον. ἐπειδὰν γὰρ λήξαιεν τῶν περὶ ταῦτα γυμνασίων, ἐρρύθμιζεν αὐτοῖς ὑποθήκαις ὁ πατὴρ τὰς ψυχὰς δικαιοσύνην εἰσάγων, ἀδικίᾳ χώραν οὐ διδούς, θυμοῦ καιρὸν καὶ πρᾳότητος διορίζων, τί μὲν δεσποτεία λέγων, τί δὲ βασιλεία δεικνὺς καὶ ὡς ὁ ζητῶν ἐκείνην τήνδε ἀπολώλεκεν. οὐδεὶς δʼ ἂν ἐφίκοιτο τῆς ἀκριβείας ᾗ τοὺς παῖδας ἐφʼ ἑκάστης ἥρμοττεν ἡμέρας. ὃ δὲ μάλιστα ἀγασθεὶς τῆς παιδείας ἐκείνης ἔχω, τοῦτο ἐρῶ. ἐμβιβάσας γὰρ αὐτοὺς εἰς τὸ προοίμιον τῆς βασιλείας νέους ὄντας κομιδῆ καὶ μετενεγκὼν ἐκ τῆς τῶν ἰδιωτῶν τάξεως οὕτως ἤσκει τὰ βασιλικά. ᾔδει γάρ, ὅτι μεγαλοφροσύνη μὲν οἰκειότατον τῷ πράγματι καὶ ἄνευ ταύτης τὸ πλέον τῆς λαμπρότητος οἴχεται, ἐκ δὲ τῶν ἐπιτηδευμάτων ὁποῖʼ ἄττʼ ἂν ᾖ, τὸ φρόνημα τοῖς ἀνθρώποις ἐμφύεται. ἐβούλετο δὴ τοῖς σεμνοτέροις ἐσθήμασί τε καὶ ἐπιτηδεύμασιν ἐκ νεότητος συζῶντας ἀμαθεῖς γενέσθαι μικρότητος, ὥστε ταπεινῷ μὲν ἢ φαύλῳ μηδενὶ προσάγειν τὸν λογισμόν, ὅ τι δὲ βουλεύσαιντο, τοῦτο πρὸς μέγεθος βλέπειν. ταῖς γὰρ τῶν νέων, οἶμαι, ψυχαῖς ἁπαλωτέραις οὔσαις ὅ τι ἂν προσενέγκῃς μάθημα ῥᾳδίως ἱδρύεται καὶ παγὲν τὴν πρώτην ἀμετάστατον μένει, καὶ οὔτε ὁ τῶν σεμνοτέρων ἐθάς, εἰ δυσχερείᾳ χρήσαιτο, πρὸς τὴν ἀκαιρίαν ἐκπλαγεὶς ἐκβάλλει τὸ φρόνημα οὔτε ὁ ταπεινότητι σύντροφος πρὸς τὰ μείζω καλούμενος ἐξισοῖ τὴν γνώμην τοῖς πράγμασιν, ἀλλʼ ἐν τοῖς ὅροις μένων τῆς παλαιᾶς συνηθείας ἔοικεν ἀποσειομένῳ τὸ μέγεθος ἐλάττων ὢν ἢ φέρειν. ταῦτα δὴ καλῶς ἐξετάσας καὶ καταμαθὼν ἀκριβῶς τροφῆς τε καὶ παιδείας τὴν δύναμιν καὶ βουληθεὶς τοὺς παῖδας οὐκ ἐν φαυλοτέροις τὰ μείζω λαμβάνειν, ἀλλʼ ἐν ἀμείνονι σχήματι τὰ σεμνότερα μανθάνειν περιβάλλει μὲν αὐτοὺς ἐσθήματι βασιλείας συμβόλῳ, κηρύττει δὲ κήρυγμα καὶ τοῖς μαχίμοις καὶ ταῖς πόλεσιν, ὅτι παρῆλθον εἰς τὴν ἀρχὴν ἐκείνου νεύματι καὶ χρὴ καὶ τούσδε προσκυνεῖν. ταῦτα δὴ προτελέσας ποιεῖ μὲν αὐτοῖς στρατόπεδα καὶ θεραπείαν καὶ ὦτα δὴ καὶ ὀφθαλμοὺς πανταχῆ τὸ μίμημα πρὸς τὸ ἀρχέτυπον διασώζων, δίδωσι δὲ προσηγορίαν τῆς μὲν ἔμπροσθεν ἀμείνω, τῆς δὲ αὐτοῦ δευτέραν. ἔστι γάρ, ὡς ἂν εἴποι τις, καὶ βασιλείας τάξις τελεωτέρα. καὶ τοῦτο εἰκότως οὕτως ἐποίησεν. οὔτε γὰρ ἐν ἰδιώταις ἀφῆκε μένειν οὔτʼ εὐθὺς ἐπὶ τὸ ἄκρον προήγαγε τοῦ μὲν τὸ ταπεινὸν φοβηθείς, τοῦ δὲ τὸ ὑπερβάλλον. εἴτε γὰρ εἰς ἰδιώτας τελεῖν ἀφεὶς οὕτω παιδεύειν ἐπεχείρει, ἀθυμότερον ἂν ἐδέχοντο τὴν μάθησιν τιμῆς οὐ παρούσης, εἴτʼ εὐθὺς ἀπʼ ἀρχῆς ἐπὶ τὴν κορυφὴν ἦγε τῆς ἐξουσίας, ῥᾳθυμότερον ἂν πρὸς τὰς μελέτας διέκειντο τὸ πᾶν ἤδη κεκτημένοι. ὁ δὲ τὸ προσῆκον αὐτοῖς ἀποτεμόμενος μέτρον ὃ μετὰ φρονήματος ἔμελλεν ἐπιμελείας ἔρωτα παρέξειν, ἕτερον μεῖζον προσέθηκεν. οὐ γὰρ εὐθὺς ἐξέπεμψεν ἑτέρωσε μετὰ τῶν δυνάμεων ἔξω τῶν ὀφθαλμῶν ἑαυτοῦ τὰς διατριβὰς ἐκείνοις παραχρῆμα ποιῶν, ἀλλὰ κατέχων ἐποπτεύειν ἠξίου τὰ δρώμενα κατὰ τοὺς δεινοὺς τῆς κυβερνητικῆς διδασκάλους, οἳ τοὺς ἄρτι τῆς τέχνης ἁπτομένους ἐπὶ τῶν οἰάκων καθίσαντες ἐν τῇ πρύμνῃ προσεδρεύουσιν, ἵνʼ εἰ μὲν κατὰ λόγον ἰθύνοιεν ἐκεῖνοι τὸ σκάφος, συγχαίρωσιν, εἰ δέ τι γίγνοιτο πλημμελές, ἐγγύθεν ἐπιβοηθοῖεν.

`59.43–59.45`

Ἐπεὶ δʼ οὖν ἐδόκουν τῆς πρὸς αὐτὸν συνουσίας ἀπολελαυκέναι τὰ γιγνόμενα, καθάπερ τις ἀετὸς τοὺς νεοττοὺς εἰς πτῆσιν γυμνάζων, οὕτως ἤδη δυνάμεις παραδοὺς ἐξέπεμψε τὸν μὲν τῆς ἑῴας, τὸν δὲ τῆς ἑσπέρας προβαλλόμενος. καὶ τοῦτο ἔπραττε τριῶν τῶν μεγίστων εἵνεκα. πρῶτον μὲν γὰρ τοὺς ἐφʼ ἑκάτερα κατῳκισμένους βαρβάρους ἐβούλετο τῷ φόβῳ τῶν ἐφεστηκότων πρὸς ἀνάγκην κατείργεσθαι. ἀσφάλειαν οὖν ᾤετο τῷ παντὶ ποριεῖν, εἰ τὰ πέρατα τῆς ἀρχῆς ὀχυρώσαιτο. δεύτερον δὲ οὐχ ἡγεῖτο καλῶς ἔχειν ἐν ἀδείᾳ μέσῃ τοὺς παῖδας διάγοντας ἀμελετήτους εἶναι πολεμικῆς φροντίδος, ἀλλʼ ἔχειν ὅ τι καὶ μεριμνήσωσι. τρίτον δὲ ὃ καὶ μέγιστον, ᾔδει γὰρ κατὰ τὴν ἀπόστασιν ἀκριβεστέραν τὴν δοκιμασίαν ληψόμενος. ὅσα μὲν γὰρ ἐν τῷ μετʼ ἐκείνου συνδιατρίβειν ἐπράττετο, οὐ τῆς τῶν σωφρονούντων ἡγεῖτο γνώμης ἢ τῆς τοῦ συνεῖναι μᾶλλον ἀνάγκης εἶναι· εἰ δὲ καὶ καθʼ αὑτοὺς γενόμενοι καὶ τὴν ἐκ τοῦ χωρισμοῦ προσλαβόντες ἐλευθερίαν τὴν ἴσην ποιήσαιντο τῆς τάξεως φυλακήν, ἴσως ἤδη τῆς φύσεως ἡγεῖτο τὴν σωφροσύνην ἔσεσθαι καὶ κρείττονας φανεῖσθαι τῆς παροιμίας ἣ τοῖς ὀφθαλμοῖς ὁρίζειν τὴν αἰδῶ βούλεται.

`59.46–59.47`

Ὁ μὲν δὴ τοιούτοις τοῖς λογισμοῖς ἐξέπεμπεν, οἱ δὲ πόθῳ μὲν τοῦ πατρὸς μένειν ἐπεθύμουν, τῷ δὲ μὴ τολμᾶν ἀντιτείνειν οἷ βαδίζειν ἐχρῆν ἠπείγοντο. ἐπεὶ δὲ κατέλαβον τοὺς δεδομένους χώρους, ἀμείνω πάσης εὐχῆς τὴν πεῖραν παρείχοντο τοῖς μὲν δεξαμένοις ἔθνεσιν ἀντὶ πατέρων φανέντες, τὸν δὲ ἐκπέμψαντα πανταχῆ σεμνότερον ἀποφήναντες, ἃ μὲν ἐτύγχανον εἰδότες ταῖς μελέταις βεβαιωσάμενοι, ἃ δὲ προσλαβεῖν ἔδει ταῖς ἐμπειρίαις κτησάμενοι, τῷ μὲν χρόνῳ τῆς ἡλικίας εἰς παῖδας τελοῦντες ἔτι, τῷ δὲ τῆς συνέσεως ὀξυτέρῳ τοῖς πρεσβυτέροις ἁμιλλώμενοι, παντὸς μὲν ἄμεινον τὸ πρακτέον ἀνευρίσκοντες, οὐδὲν δὲ ὧν γνοῖεν ἐπιτελοῦντες πρὶν κοινῶσαι τῷ γεννήτορι, τῶν μὲν οἰκείων βουλευμάτων ἐκεῖνον κριτὴν ποιούμενοι, τῶν δὲ ἐκείνου δογμάτων αὑτοὺς διακόνους ἀποφαίνοντες, πολλὴν μὲν ἐξουσίαν κεκτημένοι, ἥκιστα δὲ ταῖς ἐξουσίαις καταχρώμενοι, τὰς μὲν ἡδονὰς τῇ σωφροσύνῃ νικῶντες, τὰ δὲ σώματα τοῖς γυμνασίοις ἐπιρρωννύντες, μᾶλλον ἐπʼ αὐτοῖς ἢ τοῖς τροπαίοις τῷ πατρὶ μεγαλαυχεῖσθαι παρέχοντες, πολλῇ μὲν ἠπείρῳ τοῦ φύσαντος διειργόμενοι, πᾶσι δὲ τοῖς πραττομένοις παρεῖναι τὸν πατέρα νομίζοντες. καίτοι ταῦτα τῷ μὲν ἁπλῶς σκοποῦντι κόσμος τῶν εἰργασμένων μόνον καθίσταται, τὸ δὲ ἀληθὲς κοινὴ τῶν εἰργασμένων καὶ τοῦ κρίναντος εὔκλεια γίνεται. οἱ μὲν γὰρ τῇ τῶν ἔργων ἀποδείξει κοσμοῦνται, τῷ δὲ προσηκόντως ἑλομένῳ κρίσεως ὀρθῆς δόξα περιγίνεται καὶ συμβαίνει διʼ ἀλλήλων εὐδοκιμεῖν ἀμφοτέρους, τοὺς μὲν παρὰ τοῦ μεγίστου βασιλέως τὴν ψῆφον ἔχοντας, τὸν δὲ τῇ τῶν αἱρεθέντων ἀρετῇ βεβαιουμένης τῆς ψήφου.

`59.48–59.49`

Ἀεὶ μὲν οὖν ἔγωγε τῆς παρούσης βασιλείας τὸ πηδάλιον ἐν τῇ τοῦ κρείττονος ᾠήθην ἐγκεῖσθαι χειρὶ καὶ τούτου μὲν τὴν ἀπόδειξιν πολλὰ πολλαχόθεν ἐπιρρέοντα παρεῖχεν, οἶμαι δέ, εἰ καὶ μηδὲν ἦν ἕτερον ὃ ταύτην παρίστη τὴν δόξαν, ὅ γε μέλλω φράσειν, πάντως ἂν ἐπὶ ταύτην ἀγαγεῖν τὴν γνώμην. ἐπεὶ γάρ, ὅσον ἐδόκει τῷ κρείττονι, τὴν οἰκουμένην ὁ τῶνδε πατὴρ ἰθύνας αὖθις ἀπῆλθε συνεσόμενος τῷ τῇδε καταπέμψαντι, τοσούτου πράγματος συμβάντος οὐκ ἐκινήθη τὰ τῆς βασιλείας οὐδὲ μετέστησε τοὺς κληρονόμους τῆς ἀρχῆς τῶν συμβάντων οὐδέν, ἀλλʼ ἔμεινε μὲν ἐπὶ τῆς ἴσης τάξεως, ἔμεινε δὲ οὐ χωρὶς πραγματείας οὐδὲ ἄνευ τοῦ χρήσασθαι ταῖς χερσὶ τοὺς διαδεξαμένους εἰς τὸ κατασχεῖν βεβαίως τὰ δοθέντα. ἀμφοτέρων δὴ τούτων ἔγωγε συνήδομαι τοῖς βασιλεῦσι μάλιστα τοῦ τε παρὰ τοῦ πατρὸς λαβεῖν τὴν ἀρχὴν καὶ τοῦ τῆς γενομένης ταραχῆς φανῆναι κρείττονας. ἐνταῦθα γάρ, εἴπερ που, συνηνέχθη τό τε δίκαιον καὶ τὸ τῆς ἀνδρίας. εἴτε γὰρ μὴ τὴν παρʼ ἐκείνου ψῆφον ἔχοντες διὰ σφῶν αὐτῶν τὴν βασιλείαν ἐκτήσαντο, εὐψυχίας μὲν ἂν εἶχεν ἡ κτῆσις ἀπόδειξιν, ἡ δὲ τοῦ δικαίου μερὶς οὐ προσῆν ἂν τοῖς γιγνομένοις, εἴτε δόντος ἐκείνου μηδὲν προσυπῆρξε δύσκολον, ἀλλὰ κατὰ πολλὴν ἡσυχίαν ἐξῆν ἀπολαύειν τῶν δοθέντων, τὸ μὲν δικαίως κρατεῖν ὡμολόγητʼ ἄν, ἡ δὲ τῆς ἀνδρίας εὔκλεια τοῖς τοῦ δικαίου λογισμοῖς οὐκ ἂν συνυπῆρχε. νῦν δὲ τὸ μὲν παρʼ ἑκόντος λαβεῖν δικαιοσύνης, τὸ δὲ τῶν δεινῶν γενέσθαι βελτίονας τῆς ἐσχάτης ἀνδρίας σημεῖον.

`59.50–59.52`

Πάρεστιν οὖν τῷ βουλομένῳ σκοπεῖν, εἴτε μικρῶν ἀγαθῶν αἰτιῶμαι θεοῦ κηδεμονίαν εἴτε τὸ τῶν πραγμάτων ὑπερβάλλον οὕτως ἀναπείθει φρονεῖν. τίς ἂν οὖν ἀμείνω τῆσδε βασιλείαν ἐπιδείξειε τῆς ὑπὸ μὲν τῶν προγόνων κτηθείσης, ὑπὸ δὲ τοῦ πατρὸς αὐξηθείσης, ὑπὸ δὲ τῶν νῦν ἐχόντων βεβαιωθείσης; τίς ἂν τοὺς ἀρίστους τῶν ἐν μνήμῃ τοῖσδε παραβάλλειν ἐπιχειρῶν οὐκ ἂν ἀγνοεῖν δόξειε πραγμάτων φύσιν τε καὶ μέτρα; Ξέρξην μὲν οὖν ἐῶμεν, εἰ δοκεῖ, τὸν ἀνοίᾳ τὰ μέγιστα δυστυχήσαντα καὶ Καμβύσην τὸν εἰς μανίαν ἐκκυλισθέντα· Δαρεῖον δέ, εἴ τῳ φίλον, παραθέντες ἐξετάσωμεν καὶ Κῦρον ἐκεῖνον οὗ τὸ θαῦμα μικροῦ σύμπαντας κατέσχε. Κύρου μὲν τοίνυν εὐθὺς γενομένου κατεψηφίσθη θάνατος καὶ ταῦτα ὑπὸ τῶν προσηκόντων, καὶ εἰ μὴ συμφορὰ γυναικὸς βουκόλου τὸ βρέφος διέσωσεν, οὐκ ἂν ἦν Κῦρος οὐδαμοῦ. ἀνδρωθεὶς δὲ καὶ κινήσας Πέρσας Μήδοις ἐπελθὼν τὸν πάππον διέφθειρε τὸ μέν τι πλεονεξίας ἐπιδειξάμενος, τὸ δὲ δυσσεβείας οὐ πόρρω. τὸ μὲν γὰρ τὴν οὐ προσήκουσαν ἀρχὴν ἁρπάσαι πλεονεξίας, τὸ δὲ προσεῖναί τινα περὶ τοὺς οἰκείους φόνον οὐκ εὐσεβές. Δαρείῳ δὲ τὴν βασιλείαν ἔδωκαν ἱπποκόμου τέχνη καὶ ἵππος δύσερως καὶ χρεμετισμὸς μεμηχανημένος. οἱ δὲ ἡμέτεροι βασιλεῖς εὐθὺς μὲν ὡς ἐτέχθησαν, ὑπὸ κοιναῖς ἁπάντων εὐχαῖς ἐτρέφοντο, εἰσκληθέντες δὲ τὴν βασιλείαν ἔλαβον, οὐκ ἐκκλεισθέντες εἰσεβιάσαντο.

`59.53–59.54`

Οἶμαι τοίνυν ποθεῖν τινας ἐν τῷ λόγῳ τὸν Ἀλέξανδρον ἰδεῖν τοῖν βασιλέοιν ἡττώμενον. ἔστι δὲ οὐδὲν ἔργον τὴν νίκην ταύτην ἐργάσασθαι. εὐθὺς τοίνυν τῷ τῶν προγόνων ἀξιώματι παρεληλύθασι τὸν Ἀλέξανδρον. ποῦ γὰρ ἴσον ἢ παραπλήσιον Ἀμύντας, ἄνθρωπος ὑποτελὴς φόρου, ἢ Φίλιππος κλέπτων τὰς πόλεις καὶ πατέρων ἀρεταὶ ψαύουσαι τῆς οὐρανίας ἁψῖδος; ἔτι τοίνυν Ἀλέξανδρος μὲν οὐδὲν κεκτημένος ᾧ στέργειν ἄξιον ἐπεχείρει τῷ πλείονι καὶ τὴν αὐτὴν προσθήκην τε τοῖς ὑπάρχουσιν ἐποιεῖτο καὶ τοῦ μηδὲν ἐξ ἀρχῆς ἐσχηκέναι θαυμαστὸν ὁμολογίαν, ὥστε ἦν χρόνος ὅτε οὐκ ἦν Ἀλέξανδρος λαμπρός· οἱ δὲ ἡμέτεροι βασιλεῖς ἐκ μεγέθους τε τὴν πρώτην ἤρξαντο καὶ διετήρησαν εἰς τέλος τὸ μέγεθος. χωρὶς δὲ τούτων Ἀλεξάνδρου μὲν αὐξομένου κατὰ τὴν ἀρχὴν ἦσαν οἱ φάσκοντες ἀδικεῖσθαι, τὰ γὰρ ἑτέρων ἀφαιρούμενος ηὔξετο, οὗτοι δὲ ὁμοῦ τε μέγιστοι τῶν ἁπάντων εἰσὶ καὶ τὴν ἑτέρων οὐ περικόπτουσιν. ἄνωθεν γὰρ ἔχοντες ὅσην ἄξιον οὐδεμιᾶς προσθήκης προσδέονται.

`59.55`

Ὁπότʼ οὖν Ἀλέξανδρος καὶ Δαρεῖος καὶ Κῦρος φαυλότεροι τῆς ὑπὲρ αὐτῶν δόξης ἀναφαίνονται παρὰ τὸ πρὸς τούτους κρίνεσθαι, ποῦ τὸν λοιπὸν κατάλογον τῶν βασιλέων τάξομεν, ἡνίκα ἂν εἰς τούτους ἀποβλέπωμεν;

`59.56–59.58`

Ἔοικε δὲ κατὰ μικρὸν ὁ λόγος εἰς τὸ πρόσω χωρῶν αὐταῖς ἤδη προσάγειν ταῖς πράξεσιν αἳ μετὰ κινδύνων ἐτελέσθησαν. καὶ ἔγωγε μείζω κίνδυνον ὁρῶ τοῖς λέγουσιν ἐπικείμενον ἢ τοῖς παραταξαμένοις αὐτοῖς. οὕτως οὐ φαυλότερον εἰπεῖν τι τῶν μεγίστων ἢ κατορθῶσαι. τοσοῦτον δὲ ὑπειπεῖν ἄξιον. ἡμῖν γὰρ ἡ γνώμη νῦν οὐχ ἱστορίαν συνθεῖναι πάντα περιλαμβάνουσαν οὐδὲ διήγησιν ψιλὴν ἀποτεῖναι μηδὲν ἔξω καταλείπουσαν ἑαυτῆς, ἀλλʼ εὐφημίαν τινὰ τοῖς σωτῆρσι τῆς οἰκουμένης ἀναθεῖναι. ἔστι δὲ τοῦ μὲν ἱστορίαν συντιθέντος διὰ πάντων ἐφεξῆς τῶν εἰργασμένων ἐλθεῖν, τοῦ δὲ ἐγκωμιάζειν ἐπιχειροῦντος μηδὲν μὲν εἶδος εὐφημίας παραλιπεῖν, οὐ μὴν διὰ πάντων ἕκαστα διελθεῖν. ὅπερ οὖν περὶ τῆς τροφῆς καὶ παιδείας πεποιήκαμεν ἑκατέρου μὲν εἰς μνήμην ἐλθόντες, οὐ μέντοι καθʼ ἑκάτερον ἁπάντων, τούτῳ καὶ κατὰ τῶν ἐν τοῖς πολέμοις ἔργων χρηστέον. εἰ μὲν οὖν οἷόν τε ἦν εὐχῆς τυχεῖν, δέκα μὲν οὐκ ἄν μοι στόματα κατὰ τὸν Ὅμηρον ᾐτησάμην γενέσθαι, δύο δὲ γλώττας ἀντὶ παντὸς ἐβουλήθην ἄν μοι παρὰ τοῦ κρείττονος ὑπάρξαι, ἵνʼ, ὥσπερ τὰ ἄλλα κατὰ συζυγίαν ὁ λόγος ἐπαινῶν ἐχώρει, οὕτω κἀν τοῖς πολεμικοῖς ἔργοις τὸ ἴσον διεσωσάμην· ἐπεὶ δὲ τοῦτο εὔξασθαι μὲν ῥᾴδιον, λαβεῖν δὲ οὐ δυνατόν, τὴν τῶν βασιλέων ἡλικίαν ὁ λόγος ἀκολουθίαν ποιείσθω καὶ κοσμήσας οὕτως ὅπως ἂν δύνηται τὰ περὶ τὴν Περσίδα τοῦ πρεσβυτέρου ἐντεῦθεν ἐπὶ τὴν ἑσπέραν μεταχωρείτω ποικίλοις ὁμοῦ καὶ μεγίστοις ἔργοις ἐντευξόμενος.

`59.59–59.61`

Μικρὰ δέ μοι προδιαλεχθῆναι περὶ τοῦ θειοτάτου τῶνδε πατρὸς ἀναγκαῖον, οἶμαι δὲ οὐκ ἐλάττω συντελέσειν εἰς τὴν προκειμένην εὐφημίαν τουτὶ τὸ μέρος ἢ σύμπαντα τὰ λοιπά. ὁμολογεῖται μὲν γὰρ ἐκεῖνος ἅπασι τοῖς εἰς ἀρετὴν φέρουσιν ἅπαντας τοὺς ἔμπροσθεν παραδραμεῖν, τούτου δὲ οὕτω σαφοῦς ὄντος καὶ διπλῆν οὐ δεχομένου γνώμην πάλιν ὁμολογεῖται τῇ κατὰ πόλεμον ἀρετῇ τοσοῦτον αὑτὸν παρελθεῖν ὅσον τοῖς ἅπασι τοὺς λοιπούς. πολλῶν γάρ, οἶμαι, πολέμων ἐκείνῳ συστάντων, τῶν μὲν πρὸς ὁμοφύλους, τῶν δὲ πρὸς τοὺς βαρβάρους, οὐδείς ἐστιν ὃν οὐ κατὰ νοῦν θέμενος ἀπηλλάγη οὐδὲ πρὸς ὃν ὑπακούσαντι μετεμέλησεν οὐδʼ ὃς ἄνευ λαφύρων αὐτὸν ἀπέπεμψεν, ἀλλʼ ὥσπερ συγγραφὴν πρὸς τὴν Τύχην ὑπὲρ νίκης ἀϊδίου πεποιημένος οὕτω θαρρῶν τε τὰ ὅπλα ἐτίθετο καὶ ταῖς ἐλπίσι τὸ τέλος σύμφωνον ἐκομίζετο. ἐκείνῳ μέντοι τῷ πάντα ἀρίστῳ καὶ νικᾶν εἰθισμένῳ καὶ δεινῷ τὰ πολέμια τὸ Περσικὸν ἔθνος τὰς χεῖρας ἀντήρατο. κἂν ἐξετάζῃ τις μετʼ ἐμπειρίας τοὺς χρόνους, πρεσβυτέραν εὑρήσει τὴν ἀρχὴν τοῦ πολέμου τῆς ἐκείνου μεταστάσεως, ὥστε πρὸς μὲν ἐκεῖνον ὁ πόλεμος ἐκινήθη, εἰς δὲ τὸν παῖδα τοῦ πολέμου τὸ ἔργον κατέβη. πρὸς οὖν τί τοῦτο λέγω καὶ τί βουλόμενος ἐπεισήγαγον τὸ μέρος; ὅτι εἰ μὲν ἐκείνου περιόντος τὴν ἡσυχίαν ἦγον, ἐπεὶ δὲ μετήλλαξε τὸν βίον, τοῖς ὅπλοις ἐπεπήδων, οὐ σφίσιν ἂν αὐτοῖς ἔδοξαν μᾶλλον θαρρεῖν ἢ τοῦ μετʼ ἐκεῖνον καταφρονεῖν, εἰ γὰρ τὸν ἐκείνου βίον μέτρον τῆς ἡσυχίας ἐπεποίηντο, τοῦτʼ ἂν ἅπασιν ἐδείκνυσαν· ἐπεὶ δὲ πρὸς αὐτὸν ἐκεῖνον ἔγνωσαν διακινδυνεύειν, εὔδηλον ὅτι τοῖς ὑπάρχουσι πιστεύοντες εἰς τὸν πόλεμον εἰσῆλθον, ἀλλʼ οὐκ οἰηθέντες συνανῃρῆσθαι τὸν φόβον.

`59.62–59.65`

Ἃ τοίνυν Πέρσας ἐπῆρεν εἰς τοσοῦτον κίνδυνον ἀναρρίψαι, βούλομαι φράσαι. καὶ γὰρ οὐδὲ εὔλογον εὐθὺς ἀκούσαντι φαίνεται τοὺς ἀγαπῶντας ἐν τοῖς ἔμπροσθεν χρόνοις εἰ μή τις αὐτοὺς ἐνοχλοίη, τούτους ἐξὸν ἄγειν ἡσυχίαν πολεμεῖν ἂν ἐθελῆσαι. τοῦτο τοίνυν βούλομαι συντομώτερον εἰπεῖν, ὥσθʼ ἅπασιν εἶναι δῆλον, ὡς οὐκ ἀπὸ βραχείας γνώμης εἰς τὸν πόλεμον κατέστησαν. οὐκ ἦν εἰρήνη τὸ γιγνόμενον ὑπὸ τῶν Περσῶν, ἀλλʼ ἀναβολὴ πολέμου, οὐδʼ ἵνα μὴ πολεμήσαιεν, τῆς ἡσυχίας ἐπεθύμουν, ἀλλʼ ἵνʼ ἀξίως λόγου πολεμήσαιεν, τὴν ἡσυχίαν ἠγάπων. οὐδὲ τὸ κινδυνεύειν καθάπαξ φεύγοντες, ἀλλὰ πρὸς μέγεθος κινδύνων εὐτρεπιζόμενοι ἐμίγνυσαν δὴ τρόπον τινὰ εἰρήνην πολέμῳ σχῆμα μὲν εἰρηνικὸν προβεβλημένοι, γνώμῃ δὲ πολεμούντων χρώμενοι. ἐπειδὴ γὰρ ἐν τοῖς ἄνω χρόνοις ἀπαράσκευοι ληφθέντες ἐπλήγησαν, οὐ τὰς εὐψυχίας τὰς αὑτῶν καταμεμψάμενοι, τῷ δὲ τῆς παρασκευῆς ἐλλείποντι τὴν αἰτίαν ἐπενεγκόντες εἰρήνην ἐπὶ παρασκευῇ πολέμου συνέθεντο καὶ διετέλουν δὴ τὸ ἐντεῦθεν πρεσβείαις μὲν καὶ δώροις πρὸς τὰς σπονδὰς ἀφοσιούμενοι, πάντα δὲ πρὸς ἐκείνην τὴν γνώμην συντάττοντες. ἐξηρτύοντο δὴ τὰ σφῶν αὐτῶν διὰ πάσης ἰδέας τὴν παρασκευὴν διακριβούμενοι, τὴν ἵππον, τὴν ἀσπίδα, τοὺς τοξότας, τοὺς σφενδονήτας, τὰ μὲν ἐξ ἀρχῆς νενομισμένα πρὸς ἄκρον ἐκμελετῶντες, ὧν δὲ οὐκ εἶχον τὴν ἐπιστήμην, ταῦτα παρʼ ἑτέρων εἰσφερόμενοι καὶ τῶν μὲν οἰκείων οὐκ ἀφιστάμενοι τρόπων, προστιθέντες δὲ τοῖς ὑπάρχουσι θαυμασιωτέραν παρασκευήν. ἀκούων δὲ τοὺς προγόνους ἑαυτοῦ Δαρεῖον καὶ Ξέρξην ἔτεσι δέκα τὴν κατὰ τῶν Ἑλλήνων μετρῆσαι παρασκευὴν καὶ καταγνοὺς ἐκείνων ἐνδεῶς ἐπιχειρῆσαι αὐτὸς εἰς τέτταρας ἐτῶν δεκάδας ἐκτεῖναι τὸν χρόνον ἠξίωσεν. ἐν δὲ τούτῳ τοσούτῳ γεγονότι συνήγετο μὲν ὄγκος χρημάτων, ἠθροίζετο δὲ πλῆθος σωμάτων, ἐχαλκεύετο δὲ ὅπλων ἰσχύς. ἤδη δὲ καὶ γένος ἐλεφάντων ἤγειρεν οὐκ εἰς θέαν ψιλήν, ἀλλʼ εἰς τὴν χρείαν τοῦ μέλλοντος. πᾶσι δὲ προείρητο πάντων ἀφεμένους τῶν ἄλλων τὰ πολέμια μελετᾶν καὶ μήτε τοὺς πρεσβύτας ἐκβαίνειν ἐκ τῶν ὅπλων τούς τε νεωτάτους εἰς τὸν κατάλογον τελεῖν, γεωργίαν δὲ γυναιξὶ παραδόντας αὐτοὺς μεθʼ ὅπλων ἔχειν τὴν δίαιταν.

`59.66–59.72`

Ὃ δέ με μικροῦ παρῆλθε, πολλῶν ὑπερφέρον ἄξιον εἰς μέσον θεῖναι. ὁ γὰρ δὴ τῶν Περσῶν βασιλεὺς τὸ μέν τι τῆς αὑτοῦ γῆς ἐπῄνει, τὸ δέ τι κατεμέμφετο. εἰς μὲν γὰρ σωμάτων φορὰν οὐχ ἡγεῖτο δευτέραν ἑτέρας εἶναι, κατηγόρει δὲ τῆς χώρας, ὅτι τὴν τῶν σωμάτων ἀρετὴν οὐχ ὥπλισεν οἴκοθεν σιδήρου γένεσιν δείξασα. τὸ δὲ σύμπαν, ἀνδρῶν μὲν ἄρχειν ὑπελάμβανε, χωλεύειν δὲ αὑτῷ τὴν δύναμιν τῇ τῶν ὀργάνων ἀπορίᾳ. ὡς οὖν ταῦτα διασκοπῶν καὶ δυσχεραίνων ὡς ἐπὶ πλεῖστον ἐκάθητο, ἔδοξεν αὐτῷ δολερὰν ἐλθεῖν ὁδὸν καὶ ἀνελεύθερον καὶ στείλας πρεσβείαν καὶ θωπεύσας ὥσπερ εἰώθει καὶ προσκυνήσας διὰ τῶν πρέσβεων αἰτεῖ σιδήρου πολύ τι χρῆμα, πρόφασιν μὲν ὡς ἐφʼ ἕτερον ἔθνος προσοίκων βαρβάρων, τὸ δὲ ἀληθὲς κατὰ τῶν δεδωκότων ἐγνωκὼς χρῆσθαι τῇ δωρεᾷ. ὁ δὲ τὴν μὲν ἀληθεστέραν αἰτίαν οὐκ ἠγνόει, τὴν γὰρ ὑποψίαν παρεῖχεν ἡ τοῦ λαμβάνοντος φύσις, εἰδὼς δὲ ἀκριβῶς ὅποι φέρει τὰ τῆς τέχνης, παρὸν ἀντιτείνειν προθύμως ἔδωκεν ὁρῶν μὲν ἅπαν τὸ μέλλον τοῖς λογισμοῖς ὥσπερ ἂν ἤδη γεγενημένον, αἰσχυνόμενος δὲ τῷ παιδὶ πολεμίους καταλιπεῖν ἀόπλους, βουλόμενος δὲ σκῆψιν ἅπασαν αὐτοῖς προανῃρῆσθαι, φράττων δὲ τοὺς ἐναντίους ἀκριβῶς, ὅπως τοῖς ἅπασιν ἀνθοῦντες κατενεχθεῖεν. ἡ γὰρ τῶν ἡττημένων λαμπρότης εἰς τὴν τῶν κρατησάντων εὔκλειαν συντελεῖ. ὁ μὲν δὴ ταύτῃ τῇ μεγαλοφροσύνῃ καὶ ταῖς ἐλπίσιν ἑτοίμως ἔδωκεν ὥσπερ ἐνδείξασθαι βουλόμενος, ὅτι κἂν εἰ τὰ Χαλύβων ἐκκαρποῖντο μέταλλα, οὐκ ἂν παρὰ τοῦτο βελτίους φανεῖεν ὧν ἐτάχθησαν χείρους εἶναι· τῷ δὲ ἄρτιος ἦν ἐνταῦθα ἡ παρασκευὴ τῶν μὲν ἔνδοθεν ὑπαρχόντων, τῶν δὲ ἔξωθεν πεπορισμένων, καὶ τῶν μὲν ἀφθόνων προκειμένων, τῶν δὲ οὐκ ἐλαττόνων τῆς χρείας προσγεγενημένων. ἀκίδες δὴ καὶ σαγάρεις καὶ αἰχμαὶ καὶ ξίφη καὶ πᾶν ὄργανον πολεμικὸν ἐν εὐπορίᾳ τῆς ὕλης ἐχαλκεύετο. πάντα δὲ διερευνώμενος καὶ καταλιπὼν οὐδὲν ἀνεξέταστον ἐπενόησεν ἱππικὸν ἄτρωτον ὡς εἰπεῖν κατασκευάσασθαι. οὐ γὰρ ὅσον εἰς κράνος καὶ θώρακα καὶ κνημῖδας τῷ παλαιῷ τρόπῳ τὴν ὅπλισιν ὥρισεν οὐδʼ ὅσον μετώπου καὶ στέρνων ἱππικῶν προβάλλεσθαι χαλκόν, ἀλλʼ ὥστε τὸν μὲν ἐκ κεφαλῆς εἰς ἄκρους πόδας, τὸν δὲ ἐκ κορυφῆς εἰς ἄκρας ὁπλὰς κεκαλύφθαι τοῖς φυλακτηρίοις, ὀφθαλμοῖς δὲ μόνοις ἀνεῷχθαι χώραν εἰς ὄψιν τῶν πραττομένων καὶ ταῖς ἀναπνοαῖς τοῦ μὴ ἀποπνίγεσθαι. ἔφης ἂν τούτοις μᾶλλον πρέπειν τὴν τῶν χαλκῶν ἀνδρῶν προσηγορίαν ἢ τοῖς παρʼ Ἡροδότῳ στρατιώταις. ἔδει δὴ τούτους τὸν μὲν ἵππον ἐλαύνειν ἀντὶ χαλινοῦ τῇ φωνῇ πειθόμενον, αἰχμὴν δὲ φέροντας, ἑκατέρας χειρὸς ἔργον, ἀπερισκέπτως τοῖς πολεμίοις ἐμπίπτειν περὶ τὸ δρᾶσαι μόνον τὸν λογισμὸν ἔχοντας, τῇ δὲ τοῦ σιδήρου φυλακῇ τὸ σῶμα πεπιστευκότας. ὡς οὖν ἡτοίμαστο πάντα καὶ διὰ πάντων ἡ δύναμις εὐτρέπιστο, οὐκέτι κατέχειν οἷός τε ἦν αὑτόν, ἀλλʼ ὁρῶν μὲν τὸ πλῆθος τῆς στρατιᾶς, ὁρῶν δὲ τὸ τῆς ὁπλίσεως ἀρραγές, λογιζόμενος δὲ καὶ τῆς παρασκευῆς τὸ μῆκος καὶ τῆς μελέτης τὸν χρόνον καὶ τῆς κρείττονος τύχης ἀνατυπωσάμενος τὴν ἐλπίδα πέμπει πρεσβείαν ὑπὲρ τῶν ὅρων ἀμφισβητήσουσαν, ἵνʼ εἰ μὲν παραχωρήσαιμεν τῆς χώρας, ἀκμητὶ κεκρατηκὼς εἴη, εἰ δὲ μηδαμῶς εἴξαιμεν, ἀφορμὴν ταύτην τοῦ πολέμου προστήσαιτο. βασιλεὺς δὲ ὁ μέγας ὡς ἤκουσε, μισήσας τὸν ἄνδρα τῆς ὑπερηφανίας αὐτὸς ἔφη βούλεσθαί οἱ τὰς ἀποκρίσεις δοῦναι. καὶ τῷ λόγῳ τὸ ἔργον εἵπετο. ὡς δὲ ἐξανέστη, πάντα εὐθὺς συνεκινεῖτο. ἄρτι δὲ τῆς πορείας ἁψάμενος ἐπειδὴ κατὰ τήνδε τὴν πόλιν ἐγίγνετο, εἶδεν ὁ κρείττων, ὅτι πολλοῖς μὲν τροπαίοις ἐκεῖνος ἐγγέγραπται, δεῖ δὲ καὶ τοῖν παίδοιν τὸν ἐπὶ Πέρσας τεταγμένον νίκαις ἐλλαμπρύνεσθαι βαρβαρικαῖς, καὶ δόξαν οὕτως τὸν μὲν ἄνω πρὸς αὑτὸν καλεῖ, τῷ δὲ φέρων τὸ ἔργον προσέθηκεν.

`59.73–59.75`

Ὅπως μὲν οὖν Πέρσας ἐπῆρεν εἰς θράσος τὸ συμβὰν καὶ ὡς ἤδη τὰς πόλεις ἔχειν ἡγοῦντο, πρόχειρον τεκμαίρεσθαι, ταῖς δὲ ἄρα φύλαξ καταλέλειπτο μέγʼ ἀμείνων καθʼ Ὅμηρον ἢ τό γε ἀληθέστερον κατʼ οὐδὲν δεύτερος. ἐν ἐκείνῳ μέντοι τῷ καιρῷ δυοῖν τοῖν μεγίστοιν συνέπεσε χρεία. ἔνθεν μὲν γὰρ ἡ τοῦ πατρὸς ἐπέστρεφε ταφή, ἑτέρωθεν δὲ Περσικῆς ἐφόδου κτύπος. ἔδει δὲ ἢ τοῖς πολεμίοις ἀπαντῶντα τῆς ὁσίας καταμελεῖν ἢ τὴν ὁσίαν θεραπεύοντα τοῖς πολεμίοις ἀνοῖξαι τὴν ἀρχήν. τί οὖν ἐποίησεν; οὐ μᾶλλον τὸ κέρδος ἢ τὴν ὁσίαν ἐσκέψατο, μᾶλλον δὲ ἄμφω καλῶς ποιοῦντα συνῆλθε καὶ τὸ τῆς ὁδοῦ πάρεργον οὐδενὸς ἀτιμότερον ἔργου. πρὸς μὲν γὰρ τὴν ταφὴν εὔζωνος αὐτὸς ἠπείχθη, Πέρσας δὲ κατεῖχεν ἐπὶ τῆς οἰκείας ὁ φόβος. ὃν εἴτʼ ἐξ οὐρανοῦ δεξάμενοι συνεστάλησαν εἴτε τῷ μηδὲν εἰδέναι τῆς ἀναχωρήσεως, ἀλλʼ οἴεσθαι τῇ τοῦ βασιλέως ἐντεύξεσθαι δεξιᾷ, ἑκάτερον ὁμοίως εἰς ἐγκώμιον ἀρκεῖ. τὸ μὲν γὰρ τοῦ θεοφιλοῦς ἔχει σημεῖον, τὸ δὲ τῆς περὶ τὴν ἀρχὴν ἀκριβείας τεκμήριον, εἴ γε τὰ τῆς ἀπουσίας τοὺς πολεμίους ἐλάνθανε. διαπραξάμενος δὲ τά τε ἄλλα καὶ τῷ πάντα ἀξίῳ θαυμάσαι συγγενόμενος ἀδελφῷ καὶ τοὺς ἐναντίους ἀκούων ὥσπερ ἐκ θεοῦ πληγέντας ἀπολελοιπέναι τὴν ὄχθην οὐκ ἔπαθε τοῦτο δὴ τὸ πάλαι θρυλούμενον οὐδʼ ὅπερ ἐβούλετο προσδοκήσας ἥξειν αὐτόματον ῥᾳστώνης ἐποιήσατο τὸ ὑπόλοιπον τοῦ χρόνου, ἀλλʼ ἡγησάμενος τοὺς τοιούτους τῶν καιρῶν ἔργων, οὐκ ἐλπίδος δεῖσθαι αὖθις ἔθει τὸν δίαυλον ἀποπληρῶν, ὥσπερ ὡς ἀληθῶς ἐν σταδίῳ διαθέων ἄνω καὶ κάτω συνεχῶς, ἀλλʼ οὐ τὸ πλέον τῆς οἰκουμένης ἐπιών.

`59.76–59.79`

Διεδέχετο δὴ τὴν εἰς τάχος ὁδοιπορίαν ἐνόπλιος ἑτέρα πορεία. καὶ τοῖς ὁρίοις ἐφειστήκει τοῖς Περσικοῖς ἐπιθυμῶν αἱμάξαι τὴν δεξιὰν καὶ ὁ τὸν θυμὸν δεξόμενος οὐκ ἦν, ἀλλʼ οἱ τὸν πόλεμον εἰσαγαγόντες ἐν φυγῇ τὸν πόλεμον διέφερον οὐκ ἐκ συμπλοκῆς εἰς φόβον ἐμπίπτοντες, ἀλλὰ τῷ φόβῳ συμπλοκὴν οὐχ ὑπομένοντες οὐδὲ ἐκ χειρῶν γενομένης τῆς τροπῆς, ἀλλʼ ἀρκούσης τῆς φήμης εἰς τροπήν. μάλιστα δʼ ἄν τις ἐκεῖνο θαυμάσειεν· οὔτε γὰρ τὴν προσεδρείαν οὔτε τὴν ἀναχώρησιν ἀΐδιον ἔγνω ποιήσασθαι, ἀλλὰ χειμαδίῳ χρώμενος τῇ μεγίστῃ τῶν ἐκείνῃ πόλεων τῆς ὡραίας φανείσης ἐν τοῖς ὅπλοις καὶ αὐτὸς ἐξέλαμπε τῆς Περσίδος τοσοῦτον ἐπιὼν ὅσον ὁ λογισμὸς ἐπέτρεπε. τὸ μὲν γὰρ ὅλως προσκαθῆσθαι τοῖς ἐκεῖ πράγμασι ταπεινὸν ὑπελάμβανε, τὸ δὲ μὴ παντελῶς ἐπελθεῖν ἀργίας ἐνόμιζε. διόπερ τεμὼν τὸν χρόνον τὸν μὲν στρατείας, τὸν δὲ βουλῆς ἐποιήσατο. ἦν δὲ τὸ κεφάλαιον τῆς βουλῆς οὐχ ὅπως χρὴ κρατῆσαι φαινομένων, ἀλλʼ ὅπως χρὴ πεῖσαι φανῆναι· εἰς τοσοῦτον γὰρ αὐτοῖς τὰς προσδοκίας ὑπήλλαξεν, ὥσθʼ ἃ ποιήσειν ἑτέρους ἐλπίζοντες ἤραντο τὸν πόλεμον, ταῦτα πάσχοντας ὑπὸ τῶν ἀντεπιόντων ἐγκαλύπτεσθαι. καὶ τὸν μὲν πρότερον χρόνον οὕτως ἦν τὸ μὲν ἐμβαλεῖν ἐκείνοις σύνηθες, ἡμῖν δὲ τὴν οἰκείαν ἐπιόντων ἐκλιπεῖν ἀναγκαῖον, ὥστε τὰς προσοίκους ἐκείνοις πόλεις εὕροις ἂν τῷ μὲν χρόνῳ πρεσβυτάτας, τῇ δὲ τῶν ἐδαφῶν κατασκευῇ νεωτάτας, ἃς γὰρ ἐκεῖνοι πυρπολοῦντες ἀπηλλάττοντο, ταύτας ἔδει τοὺς κατιόντας ἀνορθοῦν· νῦν δὲ οὕτω τὸ πρᾶγμα πρὸς τοὐναντίον μεταπέπτωκεν, ὥστε Σύροι μὲν ἀτειχίστους τὰς πόλεις οἱ πολλοὶ ἀξιοῦσιν οἰκεῖν, Πέρσαις δὲ κινδυνεύει σύμβολον εἶναι νίκης, εἰ κρυπτόμενοι λάθοιεν.

`59.80–59.82`

Καὶ μηδεὶς οἰέσθω μήτʼ ἀγνοεῖν με τὰς κλοπὰς αἷς καὶ νῦν ἐχρήσαντο μήθʼ ὅτι καὶ βαλεῖν τινα στρατιώτην ἐξ ἀφανοῦς ἔσχον μήθʼ ὅτι συνθήκας εἰς ἀνακωχὴν εὑράμενοι τῷ διὰ τοὺς ὅρκους ἀφυλάκτῳ πρὸς πλεονεξίαν κατεχρήσαντο, μηδʼ αὖ σαφῆ μὲν ἐσχηκέναι τὴν τούτων γνῶσιν, ἑκόντα δʼ ὑπερπηδᾶν. τοσούτου γὰρ δέω τούτοις τοῖς πράγμασιν αἰσχύνεσθαι, ὥστʼ εἰ μηδὲν τούτων ὑπῆρχε, τότʼ ἂν εἰκότως αἰσχυνθῆναί μοι δοκῶ. ὁ γὰρ τῶν ἡττημένων οὐδὲν ἔχων εἰπεῖν ὅτου καὶ μνημονεύειν ἄξιον οὗτος καὶ τὸν τῶν κεκρατηκότων ἔπαινον προσαφῄρηται. ὥσπερ γὰρ ἐν τοῖς γυμνικοῖς ἀγῶσιν, ἐπειδὰν ὁ κλῆρος τὸν πολὺ λειπόμενον ἀποδύῃ πρὸς τὸν ἄριστον, γίγνεται μὲν ἡ νίκη τοῦ βελτίονος, ὁ δὲ παρὰ τῶν θεατῶν κρότος οὐκ ἀκολουθεῖ τῷ στεφάνῳ, οὑτωσὶ δὲ κἀν τοῖς πολεμικοῖς ἡ τῶν ἡττημένων φαυλότης ζημιοῖ τοὺς νενικηκότας εἰς δόξαν. συγχωρῶ δὴ Πέρσας δεινοὺς εἶναι καὶ κλέψαι καὶ παρακρούσασθαι καὶ μὴ τὴν ταχίστην ἀπειπεῖν καὶ διʼ ἐπιορκίας ῥᾷστʼ ἂν ὑφελέσθαι πολλά, ἀλλʼ ὅμως οἱ τοσαύτας ὁδοὺς ἐπὶ τὸν πόλεμον εὑρηκότες οὐκ ἔφερον ὀρθοῖς ὀφθαλμοῖς ἀντιβλέψαι πρὸς τὴν τοῦ βασιλέως κυνῆν. τεκμήριον δὲ μέγιστον ἀμφοτέρων τούτων. εἰ μὲν γὰρ ἤκουον προσιόντα, παντάπασιν ἠφανίζοντο, τῆς δὲ ἀπουσίας αἴσθησιν λαμβάνοντες τοῖς ἀντικαθημένοις ἐπεχείρουν, ἐκ μὲν τοῦ προτέρου τὸν φόβον ὁμολογοῦντες, ἐν δὲ τῷ δευτέρῳ τὴν τέχνην ἐπιδεικνύμενοι. οὕτω τὴν μὲν πολεμικὴν ἐμπειρίαν ἐκέκτηντο, βασιλέως δὲ φανέντος τῆς ἐμπειρίας τὴν μνήμην ὑπὸ τοῦ δέους ἐξέβαλλον. καὶ ὅτι γε οὐκ ἀπεικότως, ἀλλὰ νουνεχόντως τοῦτον τὸν τρόπον ἐχρῶντο τοῖς καιροῖς, ἔδειξεν ἡ πεῖρα. οἱ γοῦν οὐ δυνηθέντες σφᾶς αὐτοὺς κατακρύψαι τὴν ταχίστην οὐκ ἔφθασαν βασιλεῖ φανέντες καὶ σαγηνευθέντες ὡς ἡμᾶς μετεσκευάσθησαν, οὐχ οἱ μὲν παραδόντες σφᾶς αὐτούς, οἱ δὲ ἀγωνιζόμενοι ληφθέντες, ἀλλʼ ἁπλῶς πάντες ἑνὶ σχήματι πτήξαντες καὶ χεῖρας εἰς ἱκετείαν προτεινάμενοι.

`59.83–59.87`

Καὶ πλήρωμα πόλεως οὐ φαυλοτάτης ἐν Πέρσαις αὐτοβοεί, καθάπερ ἐν δικτύῳ συγκλεισθέντες, πανοικησίᾳ μετηνέχθη καταρώμενον μὲν τοῖς ἐμβαλοῦσι τοῦ πολέμου τὸ σπέρμα, ὀδυρόμενον δὲ τὴν τῆς πατρίδος ἐρημίαν, οὐκ ἀπεγνωκὸς δὲ παντάπασι τὰς ἀμείνους ἐλπίδας ἐκ τῆς τοῦ νενικηκότος πρᾳότητος. καὶ οὐκ ἐψεύσθησαν. λέγω δὲ ἤδη τὸ μετὰ τὴν αἵρεσιν βούλευμα πολὺ τῆς αἱρέσεως ἄμεινον παρά γε ἐμοὶ κριτῇ. οὐ γὰρ ἀπέκτεινε λαβών, ὥσπερ οἱ Κερκυραῖοι τοὺς ἐξ Ἐπιδάμνου Κορινθίων οἰκήτορας, οὐδέ γε ἀπέδοτο τὰ ἆθλα τοῦ πολέμου, καθάπερ Φίλιππος τοὺς αἰχμαλώτους Ὀλυνθίων, ἀλλʼ ἐπενόησεν ἀντὶ στήλης καὶ τροπαίου χρήσασθαι τοῖς αἱρεθεῖσι καὶ κομίζων εἰς Θρᾴκην κατοικίζει μηνυτὰς εἶναι καὶ τοῖς ὕστερον τοῦ πάθους. καὶ τούτοις οὐκ ἔνεστιν ἀπιστεῖν. οὐ γὰρ ἐξίτηλον χρόνῳ γεγονυῖαν πρᾶξιν διηγούμεθα συναγωνιζομένης εἰς ψευδολογίαν τῆς ἀρχαιότητος, ἀλλʼ οἶμαι πάντας ἐπὶ τῶν ὀφθαλμῶν ἔτι προφέρειν τὴν χθὲς καὶ πρῴην γεγενημένην τῶν αἰχμαλώτων πομπήν. τοῦτʼ ἦν ὅ φημι τοῦ κεκρατηκέναι κάλλιον εἶναι καὶ στρατηγικώτερον. πόλεις μέν γε πολλοὶ πολλάκις παρεστήσαντο, τὰ δʼ ἐκ τῆς ἁλώσεως εἰς τὸ δέον οὐ πολλῶν ἦν διαθέσθαι. σκοπῶμεν γὰρ ὁπόσα συνείληφεν ἑνὶ τούτῳ. πρῶτον μὲν χῶρον ἐξηγριωμένον ἐπὶ Θρᾴκης πλεῖστον ὅσον ἡμέρωσε τοὺς γεωργήσοντας παρασχών. ἔπειτα τὴν μνήμην τῶν κατορθωμάτων εἰς ἅπαντα τὸν χρόνον παρέπεμψε τῇ τῶν γενῶν διαδοχῇ τὴν λήθην οὐκ ἀφεὶς κατὰ τῶν πεπραγμένων ἰσχύσαι. τρίτον τὸ αὐτὸ φιλανθρωπίας καὶ μεγαλοψυχίας σημεῖον ἐξήνεγκε τοῖς μὲν δάκρυσιν εἰς ἔλεον καμφθείς, τὸν δὲ θυμὸν ἀπορρίψας ἐν τῇ μεταβολῇ τῆς τύχης. ἐπὶ τούτοις τοὺς πόρρω κατῳκισμένους ἡμᾶς τῆς τῶν πολεμίων χώρας οὐ περιεῖδεν ἀκοῇ μόνῃ τῶν γεγενημένων ἑστιωμένους, ἀλλʼ αὐτόπτας τῶν ὅλων καταστήσας ἡδονῆς τε πολλῆς καὶ χρηστῆς ἐλπίδος ἐνέπλησεν ἐν μὲν τοῖς κατορθώμασι γεγηθότας, τοῖς δὲ κατειργασμένοις τεκμαιρομένους τὸ μέλλον. εἰ δέ με δεῖ τι καὶ τῶν ἐμαυτῷ κεχαρισμένων εἰπεῖν, πολλοστῷ χρόνῳ δίκην ὑπὲρ τῶν ἐξ Εὐβοίας Ἑλλήνων ἀνηρπασμένων ἐπράξατο ἀντὶ τῶν Ἐρετρικῶν γενῶν τούσδε ἐκ τῆς ἐκείνων ἀνασπάσας.

`59.88`

Ἦν μὲν οὖν ἂν καὶ τοῦτο μέτρον ἀρκοῦν θατέρῳ καὶ φιλοτιμίας οὐδὲν ἂν ἀπῆν, εἰ καὶ μηδὲν ἐνῆν ὑπὲρ τοῦ πρεσβυτέρου προσθεῖναι. τὸν γὰρ οὐδὲν μὲν ἀνωτέρω τῆς ὁσίας πεποιημένον, ἐν δὲ τῷ τοσοῦτον ἀποσχισθῆναι τῶν πραγμάτων μηδὲ τὸ μικρὸν ἀποβαλόντα, φοβοῦντα δὲ τοὺς ἐναντίους, εἰ προσιὼν ἂν ἀγγελθείη, καὶ πάλιν παρέχοντα θαρρεῖν, εἰ τῆς ἀναχωρήσεως ὁ καιρὸς ἐπισταίη, πόλεις δὲ τὰς μὲν κινοῦντα, τὰς δὲ κατοικίζοντα πῶς οὐ διὰ παντὸς φαίη τις ἂν ἀφῖχθαι τοῦ προσήκοντος; οὐ μὴν ἔνεστιν ἀπορῆσαι βουλομένῳ λέγειν, ἀλλʼ αὐτὰ δὴ τὰ κυριώτερα λέλειπται, τοῦτο μὲν ἡ τελευταία μάχη, τοῦτο δὲ ἕτερα ἄττα σοφίας τῆς ἐσχάτης βάσανον παρασχόμενα. ἔξεστι δὲ ὧδέ πη θεάσασθαι.

`59.89–59.93`

Ἴσμεν ἅπαντες τοῦθʼ ὅτι τήνδε τὴν μερίδα τῆς βασιλείας δύο τὰ μέγιστα τῶν βαρβάρων ἔθνη περιπτύσσεται, ἔνθεν μὲν ὑπὲρ Ἴστρου Σκύθαι κεχυμένοι, ἑτέρωθεν δὲ Περσῶν πολυανθρωπία διοχλοῦσα. τούτων τοίνυν οἱ μὲν θρασυνόμενοι πράττουσιν οὐδέν, οἱ δὲ οὐδὲ κινοῦνται τὴν ἀρχήν. τίς οὖν οὕτω ῥᾴθυμος ἢ νωθρός, ὅστις οὐκ ἂν ἥδιστα ζητήσειεν οὕτω παραδόξου πράγματος φύσιν, τί ποτέ ἐστιν ὃ Σκύθας τοὺς φονικωτάτους καὶ τοὺς Ἄρει τετελεσμένους καὶ δυστύχημα τὴν ἡσυχίαν κρίνοντας εἰρήνην μὲν ἔπεισεν ἀγαπῆσαι, καταθέσθαι δὲ τὰ ὅπλα καὶ βασιλέα τὸν ἡμέτερον ἐν ἴσῳ τοῖς οἰκείοις ἄγειν καίτοι πολὺ μὲν ἀπηρτημένον Ἴστρου, τὰς δὲ δυνάμεις ἐφʼ ἑτέροις τάττοντα; τίς οὖν ἡ τοσούτου πράγματος αἰτία; ὅτι βασιλεὺς ἀνδρίαν καὶ σύνεσιν ἐπίσης κεκτημένος τὰ μὲν εὐβουλίᾳ κεχείρωται, τὰ δὲ ἀνάγκῃ μετέρχεται. γνοίη δʼ ἄν τις, εἰ παραθείη τῇ νῦν ἀπὸ Σκυθῶν ἀδείᾳ τὰς προτέρας καταδρομάς, πρὸς ἃς ἀντιβλέπειν μὲν οὐκ ἐξῆν, μιᾶς δὲ εὐχῆς τυγχάνουσιν ἐγίγνετο σώζεσθαι. αὕτη δὲ ἦν μὴ παγῆναι βέβαιον ἐν Ἴστρῳ κρύσταλλον, ὥστε καὶ ἐπελθεῖν ὑπάρχειν. καὶ τίς ἂν ἔτι θαυμάσειε τῆς ἡσυχίας τὸ βέβαιον, ἐπειδὰν ἀκούσῃ τῆς συμμαχίας τὸ πρόθυμον; οὕτως οὐδὲν μέν ἐστιν ὃ μὴ θαῦμά τι προσβάλλει, ἀεὶ δὲ τῷ δευτέρῳ τὸ πρότερον ἀποκρύπτεται. ὃ γὰρ εἰς ἀκοὴν μὲν ἥδιστον, ἔργῳ δὲ οὐδενί πω πρὸ τοῦδε γεγενημένον, ἀλλὰ τοῖς μὲν οὐδὲ ἐπὶ νοῦν ἐλθόν, τοῖς δὲ οὐ δυνατὸν νομισθέν, ᾧ πάντα πάντων ἀντιθεὶς τὸ μηδὲν εὑρήσεις, τοῦτο καὶ ἐβουλεύθη καὶ οὐκ ἀπεγνώσθη καὶ τετέλεσται πάλαι. ἐξῆλθε στρατόπεδον Σκυθικὸν τῇ μὲν Ῥωμαίων χειρὶ συμβαλούμενον, τῇ δὲ δυνάμει Περσῶν ἀντιταξόμενον καὶ τὴν μὲν τούτων ἀρχὴν φυλάξον ἀκίνητον, τὴν δὲ ἐκείνων δυναστείαν συγκαταλῦσον. καὶ τὸ ἔτι μεῖζον, οὐ γὰρ ὅσον ἀφοσιώσασθαι τὴν ἔξοδον ἐποιήσαντο οὐδὲ ἐπὶ τῆς χρείας ἐθελοκακοῦντες ὤφθησαν οὐδὲ προσιόντας ἰδόντες βάρβαροι βαρβάρους ὑπὸ τῆς ὄψεως ἀμείψαντες τὴν γνώμην εὐθὺς μετετάξαντο, καθάπερ πρότερον Θετταλοί, ἀλλʼ ὥσπερ ὑπὲρ τῆς οἰκείας ἀγωνιζόμενοι τῇ προθυμίᾳ τῶν ἔργων οὐδὲν τῶν κεκληκότων διήλλαξαν. καὶ τούτων οὐ τὰς ἐκείνων φύσεις, τὴν δὲ βασιλέως αἰτιατέον σοφίαν, ὃς ἀντὶ μὲν ἀπίστων πιστοὺς κατέστησεν, ἀντὶ δὲ ἀτάκτων εὐπειθεῖς, ἀντὶ δὲ παλιμβόλων βεβαίους, ἀντὶ δὲ πολεμίων συμμάχους, ἑνὶ δὲ βουλεύματι κατά τε Περσῶν ἐπορίσατο προσθήκην καὶ τῆς Σκυθικῆς οὐ μικρὸν μέρος ἐκένωσε καὶ τοὺς συνημμένους τῇ προσηγορίᾳ ταῖς γνώμαις ἐξεπολέμωσεν, ὥστʼ ἔμοιγε μὴ ῥᾳδίαν εἶναι τὴν κρίσιν, πότερον ἐπʼ ἀνδρίᾳ πλέον ἢ σοφίᾳ γνώμης ἄξιος θαυμάσαι.

`59.94–59.98`

Τοῦ δʼ αὐτοῦ λόγου τὴν πίστιν κἀκεῖνο παρέχεται. τοσούτου γὰρ πολέμου διαντλουμένου τῷ βασιλεῖ στάσις ἔνδοθεν ἐξ ἀπροσδοκήτων ἐκινήθη καὶ κατεῖχε ταραχή τις οὐ μετρία τὴν μεγίστην μὲν τῶν τῇδε πόλεων, τῆς δὲ ἁπασῶν μεγίστης δευτέραν. καίτοι τοῦτο ὁ μὲν ἁπλῶς σκοπῶν δυστύχημα νομιεῖ, ὅτῳ δὲ πάρεστιν ἱκανῶς λογίζεσθαι, τῆς ἄκρας εὐτυχίας τὸ συμβεβηκὸς θήσεται. ὥσπερ γὰρ τοῖς ἀρίστοις τῶν ἰατρῶν αἱ τῶν ἀρρωστημάτων ὑπερβολαὶ λυσιτελοῦσιν ἐναποδείξασθαι παρέχουσαι τὴν τέχνην, οὕτω τοῖς βασιλεῦσιν αἱ δυσκολίαι τῶν καιρῶν κέρδος φέρουσιν, εἰ μέλλοιεν ὑπὸ τῆς ἐκείνων εὐβουλίας ἐπὶ τὰ βελτίω τελευτήσειν, ἐπεὶ καὶ τὸν Αἰακὸν οὐδὲν ἂν ἐκώλυσε μέγιστον μαρτύριον δικαιοσύνης παρῃρῆσθαι, εἰ μὴ τῶν ἀέρων ἀκρασία τοὺς Ἕλληνας εἰς τὴν ἐκείνου χρείαν καταστήσασα παρέσχεν ὅστις ἦν ἐπιδείξασθαι. ἐγὼ μὲν δὴ συγχαίρω τῷ βασιλεῖ τῆς παρενθήκης ταύτης, ὅτι τοὺς ἀγαθοὺς τῶν κυβερνητῶν ἔδωκε μιμήσασθαι, οἳ τῆς νεὼς πολλοῖς πολλαχόθεν ταραττομένης πνεύμασιν ἀντέχουσιν ὁμοῦ πρὸς ἅπαντα κρείττονα τῆς ζάλης παρεχόμενοι τὴν τέχνην. καὶ βασιλεὺς ἐν μέσῳ στὰς πολέμου καὶ στάσεως καὶ πλήθει πραγμάτων κεκυκλωμένος οὐκ ἐταράχθη τὴν ψυχὴν ὑπὸ τῆς τρικυμίας, ἀλλʼ οὕτως ἤρκεσεν ἀμφοτέροις, ὥσπερ ἂν εἰ πολλὴν ἦγεν ἀπὸ θατέρου σχολήν. ἐνταῦθα δὴ τί πρῶτον ἢ τί τελευταῖον χρὴ λέγειν; ἢ τίνος μεμνημένον τί παραλιπεῖν; πότερον ὡς ἀπανέστη τῆς Περσίδος ὑπεριδὼν ἐκείνων ὡς οὐδαμοῦ φανησομένων, ἢ τῆς πορείας τὸ τάχος ᾧ τοὺς Λακεδαιμονίους παρέδραμεν, ἢ τοῦ χειμῶνος τὰς ὑπερβολὰς ἢ τῶν νιφάδων τὰς ἐμβολὰς ἢ τῶν ὄμβρων τὴν συνέχειαν; ὧν ἁπάντων, ὥσπερ τις ἀδαμάντινος, κατεγέλα. ἀλλʼ ὡς πρὶν φανῆναι τοῖς στασιάζουσι τὴν μανίαν ἔσβεσεν; ἀλλʼ ὡς τὸν πορθμὸν διέπλευσεν ὥσπερ θείᾳ νεφέλῃ κεκαλυμμένος; ἀλλʼ ὡς τοὺς ἐν αἰτίᾳ μετεχειρίσατο; ἀλλʼ ὡς τοὺς ἀνεγκλήτους διέκρινεν; ἀλλʼ ὡς οὐδένα μὲν διέφθειρε, τοὺς δὲ κακουργοῦντας ἐσωφρόνισεν; ἀλλʼ ὡς ἐξουσίαν εἰς λόγον τῇ βουλῇ παρασχὼν πλεῖστον ἐκράτει λέγων; ἀλλὰ πάντα ταῦτα ἀφέντα τῶν ἀμοιβαίων λόγων μνημονεῦσαι δίκαιον, οἷς τὸ δεινότατον τῆς βουλῆς κατεπάλαισεν ὀξέως; ἀλλʼ ὡς οὐκ ἔφθη καταστήσας ἐκείνοις τὰ πράγματα καὶ πρὶν ἢ λῦσαι τὴν ζώνην αὖθις ἐφειστήκει τοῖς πολεμίοις; οὕτως, ὅπερ ἔφην, ἀμφισβητεῖν μὲν ἔξεστι, πότερον ἀνδρίας ἢ συνέσεως ἡ κτῆσις ἀμείνων, ὁπότερον δʼ ἂν κριθῇ νικᾶν, παρὰ τῷ βασιλεῖ τὸ κρατεῖν ἐστι. καίτοι ὅτε καὶ τῶν ἡρώων τοὺς ἄκρους ἴσμεν ἀπὸ θατέρου τούτοιν εἰς τὰ πρῶτα βοηθέντας, τῷ γε ἀμφότερα μεθʼ ὑπερβολῆς κεκτημένῳ τίνας εἰς ταὐτὸν ἄξιον θεῖναι;

`59.99`

Φέρε δὴ καὶ τῆς τελευταίας μνημονεύσωμεν μάχης. ἣν τελευταίαν τε καὶ μεγάλην τὴν αὐτὴν ἔξεστι προσειπεῖν καὶ πολὺ πλέον πρέπουσαν κεκλῆσθαι μεγάλην ἢ τὴν ἐν Κορίνθῳ τὴν ὑμνουμένην. ὑπισχνοῦμαι δὴ τὸν βασιλέα δείξειν ἐν ταύτῃ Πέρσας τε ὁμοῦ καὶ τὰς οἰκείας δυνάμεις νενικηκότα. καὶ μηδεὶς πρὶν ἀκοῦσαί τι ταῖς ὑπερβολαῖς ἀπιστείτω, ἀλλʼ ἀναμείνας τοὺς λογισμοὺς οὕτως ἐκφερέτω τὴν κρίσιν. μικρὸν δὲ ἄνωθεν ἄρξασθαι βούλομαι. οὕτω γὰρ ἂν τοῦ παντὸς ἡ σκέψις ἀκριβεστέρα γένοιτο.

`59.100–59.102`

Πέρσαι πρὸς τὰς εἰσβολὰς τοῦ βασιλέως ἀπειρηκότες καὶ τῷ μήκει τοῦ πολέμου κεκακωμένοι τὴν ἀναγκαίαν τύχην παράκλησιν εἰς τοὺς κινδύνους ἐλάμβανον, οἷς γὰρ ὁ βίος οὐκ ἐν ἡδονῇ, τούτοις οὐ βαρὺ τὸ τεθνάναι. βουλόμενοι δὴ δράσαντές τι καὶ παθεῖν καταλέγουσι μὲν ἡβηδὸν τοὺς ἄνδρας οὐδὲ τοῖς κομιδῆ νέοις ἀνεύθυνον τὴν ἀστρατείαν τάξαντες, ἀγείρουσι δὲ τὰς γυναῖκας σκευοφόρους εἶναι τῇ στρατιᾷ. ἔθνη δὲ ποικίλα βαρβάρων πρόσοικα τὰ μὲν ἱκετείᾳ πείθουσι μετασχεῖν τῶν κινδύνων, τὰ δὲ βίᾳ καταναγκάζουσιν ὑπουργῆσαι πρὸς τὴν χρείαν, τοῖς δὲ χρυσοῦ τι πλῆθος προτείνουσιν, ὃς ἐκ παλαιῶν φρουρούμενος χρόνων τότε δὴ πρῶτον εἰς τοὺς ἐπικούρους ἀνηλίσκετο. ἐπεὶ δὲ πᾶσαν τὴν ἐκείνῃ διερευνησάμενοι γῆν ἐρήμους μὲν ἀφεῖσαν τὰς πόλεις, πᾶν δὲ τὸ ἐν ποσὶν ἐστενοχώρουν τῷ πλήθει, μελέτην δὲ τῇ πορείᾳ μίξαντες ἐπὶ τὸν ποταμὸν ἐχώρουν, ἔγνω μὲν βασιλεὺς τὸ γιγνόμενον. πῶς γὰρ ἂν ἐλάνθανεν οὕτω μεγάλη κίνησις κονιορτοῦ μὲν εἰς αἰθέρα μέσον ἐγειρομένου, κτύπου δὲ συμμιγοῦς ἵππων τε καὶ ἀνδρῶν καὶ ὅπλων οὐδὲ τοὺς πορρωτάτω καθεύδειν ἐῶντος, τῶν δὲ κατασκόπων ὄψει τὸ πρᾶγμα λαβόντων καὶ τὴν ἀγγελίαν οὐκ ἔξωθεν εἰκαζόντων, ἀλλʼ ἐκ τῆς θέας φερόντων. ὁ δὲ ταῦτα σαφῶς ἀκούων τὴν μὲν χρόαν οὐκ ἤμειψεν, ὡς ἄν τις ἔκπληξιν τῇ ψυχῇ δεχόμενος, βουλὴν δὲ ζητῶν εἰς τὰ παρόντα χρηστὴν κελεύει τοὺς ἐν τῇ φυλακῇ τῶν ὅρων ἱδρυμένους μεταχωρῆσαι τὴν ταχίστην καὶ μήτε ποταμοῦ ζευγνυμένου ταράττεσθαι μήτʼ ἀπόβασιν ἀνείργειν μήτε τειχισμὸν κωλύειν, ἀλλὰ καὶ ταφρεύειν ἐᾶν, εἰ τοῦτο βούλοιντο, καὶ χαράκωμα βαλέσθαι καὶ περισταυρῶσαι καὶ ναμάτων ἀφθονίαν προκατασχεῖν καὶ τὰ τῶν χωρίων ἐπικαιρότατα προλαβεῖν. οὐ γάρ, εἰ διαβάντες ἐγκαθίζοιεν, τοῦτο παρεῖχε τὸν φόβον, ἀλλʼ εἰ τὴν πρώτην ἀποκρουσθέντες πρόφασιν εἰς φυγὴν λάβοιεν. ἔδει δὴ δελεασθῆναι τοὺς πολεμίους τῇ τῆς ἀποβάσεως ἀδείᾳ.

`59.103–59.109`

Ὡς οὖν ταῦτα συνεκεχώρητο καὶ παρʼ ἡμῶν οὐδεὶς ἀπήντα, τριχῇ τὸν ποταμὸν γεφυρώσαντες πυκνοὶ πανταχῆ διέβαινον. καὶ πρῶτον μὲν ἡμέρας νυξὶ συνείροντες τῆς ἀποβάσεως οὐκ ἔληγον. ἔπειτα τειχίζειν δεῆσαν αὐθημερὸν τὸν περίβολον ἤγειραν ὀξύτερον τῶν περὶ Τροίαν Ἑλλήνων. ἤδη δὲ διαβεβηκότων πάντα ἦν μεστά, ὄχθη ποταμοῦ, πεδίων εὖρος, ὀρῶν κορυφαί. οὐδὲν δὲ ἦν εἶδος πολεμιστήριον ὃ μὴ τὴν στρατιὰν συνεπλήρου, οὐ τοξότης, οὐχ ἱπποτοξότης, οὐ σφενδονήτης, οὐχ ὁπλίτης, οὐχ ἱππεύς, οὐχ οἱ πανταχόθεν πεφραγμένοι. ἔτι δὲ αὐτοῖς βουλευομένοις ὅπη τράπωνται βασιλεὺς ἐπιφαίνεται πᾶσαν Ὁμηρικὴν εἰκόνα τῇ λαμπηδόνι παρερχόμενος καὶ θέμενος τὰ ὅπλα περὶ τοῦ παντὸς ἐσκοπεῖτο. Πέρσαι δὲ τότε τοιοῦτόν τι βουλεύουσι. τοὺς μὲν τοξότας καὶ τοὺς ἀκοντιστὰς ἐπὶ τῶν κορυφῶν καὶ τοῦ τείχους ἔταξαν, τοὺς δὲ πεφραγμένους τοῦ τείχους προὐβάλοντο. οἱ δὲ λοιποὶ τὰ ὅπλα ἀναλαβόντες τοῖς ἐναντίοις προσῄεσαν ὡς ἀναστήσοντες. ἐπεὶ δὲ κινηθέντας κατεῖδον, εὐθὺς ἐγκλίναντες ἔφευγον ὑπάγοντες τοὺς διώκοντας εἴσω βελῶν, ὡς ἂν ἐκ μετεώρου τοξεύοιντο. χρόνον μὲν οὖν τινα καὶ τῆς ἡμέρας τὸ πλεῖστον κατεῖχεν ἡ δίωξις, ὡς δὲ οἱ μὲν φυγόντες εἰς τὸ τεῖχος ἐνέπεσον, ἐκάλει δὲ λοιπὸν τοὺς τοξότας ὁ καιρὸς καὶ τοὺς πρὸ τοῦ τείχους ἀκραιφνεῖς, ἐνταῦθα δὴ βασιλεὺς νίκην ἐνίκησεν οὐ κατὰ τὰς εἰωθυίας ταύτας οὐδʼ οἷαι πολλαὶ συνέβησαν καὶ νῦν καὶ πρότερον οὐδʼ ἧς ἐν χερσὶ τὸ ἔργον καὶ πολεμικοῖς ὀργάνοις οὐδὲ πρὸς ἣν δεῖ κοινωνίας καὶ οὐκ ἂν ἑτέρως κατεργασθείη, ἀλλʼ ἣν καθαρῶς ἔξεστιν οἰκείαν τοῦ κρατήσαντος προσειπεῖν. τί δὲ τοῦτο ἔστι; μόνος μὲν ἐξεῦρε τῶν δρωμένων τὸν νοῦν, μόνον δὲ οὐκ ἔλαθεν ἡ γνώμη τῆς παρατάξεως, μόνος δὲ βοήσας κελεύει μὴ διώκειν μηδὲ εἰς πρόδηλον ὠθεῖσθαι κίνδυνον. νῦν δὴ καὶ πλέον ἄγαμαι τῆς γνώμης τὸν ποιητήν, ᾗ πολλῶν χειρῶν ἰσχυρότερον εἶναί φησι βούλευμα σοφίας μετέχον. ᾗ χρώμενος βασιλεὺς καὶ πάντα ὁμοῦ συνιεὶς ἑώρα τὸ μέλλον οὐδὲν χεῖρον τῶν παρόντων καὶ γιγνομένων. καὶ σφόδρα γε εἰκότως. ἦν μὲν γὰρ τὸ μεταξὺ τῶν στρατοπέδων ἑκατὸν στάδιοι καὶ πεντήκοντα, ἤρξαντο δὲ τῆς διώξεως ἀγορᾶς πληθούσης, ἐπλησίαζον δὲ ἤδη τῷ τείχει δείλης ὀψίας. πάντα δὴ συλλογιζόμενος, τὸν ἀπὸ τῶν ὅπλων πόνον, τῆς διώξεως τὸ μῆκος, φλόγωσιν ἐξ ἡλίου, δίψους ὑπερβολήν, νύκτα ἐπικειμένην, ἐπὶ τῶν λόφων τοξότας, ἠξίου Περσῶν μὲν καταφρονεῖν, πείθεσθαι δὲ τῷ καιρῷ. εἰ μὲν οὖν ἐδέξαντο τὸν λόγον καὶ μὴ μεῖζον ἴσχυσε τῆς παραινέσεως ὁ θυμός, οὐδὲν ἂν ἐκώλυσε καὶ τοὺς ἐναντίους κεῖσθαι καθάπερ ἐν τῷ παρόντι καὶ τοὺς κεκρατηκότας σεσῶσθαι· νῦν δὲ ὅσῳπερ ἄν τις ἐκείνοις ἐγκαλῇ, τοσούτῳ πλέον τὸν βασιλέα σεμνύνει. οἱ γὰρ ἐν τῷ μὴ πεισθῆναι πταίσαντες τὴν τοῦ παραινέσαντος συμβουλὴν κεκοσμήκασιν. ἐγὼ δὲ καλῶ μὲν κἀκείνας βασιλέων νίκας ὅσας ἐν κοινωνίαις ἐργάζονται, πολὺ δὲ ταύτας ἐντιμοτέρας ὑπολαμβάνω ὧν οὐκ ἔνεστι τοὺς μερίτας εἰπεῖν. ὥστʼ εἰ καὶ σφόδρα φιλονεικεῖ τις μὴ πάντα κατὰ γνώμην κεχωρηκέναι τοῖς στρατιώταις, οὐδὲν ἂν κωλύοι τοὺς μὲν μὴ πάντα κατωρθωκέναι, τὸν δὲ πανταχοῦ νενικηκέναι καὶ πρώτους γε ἐκείνους ὧν ἄμεινον ἐβουλεύσατο.

`59.110–59.114`

Ἄξιον δὲ καὶ τὴν τῶν μαχεσαμένων ἀρετὴν ἐξετάσαι καὶ πᾶσι ποιῆσαι καταφανές, ἐξ ὅσων ἐλαττωμάτων ὁρμώμενοι ποῖοί τινες ἐγένοντο. πρῶτον μὲν οὖν τοῖς πρὸ τοῦ τείχους πεφραγμένοις συμμίξαντες ἐξεῦρον τρόπον τῆς ὁπλίσεως ἰσχυρότερον. ἐπιφερόμενον γὰρ τὸν ἵππον ὁ πεζὸς ἐξιστάμενος ἐκείνῳ μὲν κενὴν τὴν ὁρμὴν κατεσκεύαζεν, αὐτὸς δὲ ἐν τῇ παραδρομῇ τὸν ἔποχον ῥοπάλῳ παίων ἐπὶ κόρρης ἀνέτρεπέ τε καὶ τὸ λοιπὸν εὐπετῶς εἰργάζετο. ἔπειτα οὐκ ἔφθησαν τῷ τείχει τὰς χεῖρας προσενεγκόντες καὶ καθῄρητο πᾶν ἐξ ἐπάλξεων εἰς πρώτην κρηπῖδα καὶ ὁ κωλύσων οὐκ ἦν. περὶ πολλοῦ δʼ ἂν ἐποιησάμην καὶ ὅστις ἦν ὁ πρῶτος τὸν περίβολον διασπασάμενος εἰπεῖν καὶ διατρίψαι περὶ τὴν ἀνδραγαθίαν, ἴσως γὰρ οὐκ ἀηδέστερον εἰς ἀκοὴν τοῦτό γε τοῦ πυρὸς ὃ τὴν ναῦν ἐπενείματο τὴν Θετταλῶν· ἐπεὶ δὲ ὁ χρόνος οὐ συγχωρεῖ, δεῖ δήπουθεν οὐ τοῦ τυχόντος δρόμου. ὁ μὲν οὖν περίβολος ἀκριβῶς ἔκειτο, οἱ δὲ εἰσεχέοντο πᾶν μικρὸν τὸ πεποιημένον ἡγούμενοι καὶ τάς τε σκηνὰς διαρπάζουσι τῶν ἤδη πεπονημένων ἐγγύθεν τοὺς καρποὺς κομιζόμενοι καὶ ὅσους ἐγκατέλαβον κτείνουσι, μόνον δὲ τὸ πεφευγὸς διεσώζετο. τῆς δὲ τροπῆς γεγενημένης λαμπρᾶς ἐδεῖτο μὲν τὸ ἔργον λαμπροτέρας, εἴπως ἐνῆν, ἡμέρας εἰς τὸ τῶν κατορθωμάτων πέρας, ἐπεὶ δὲ εἰς νυκτομαχίαν ἐξώκειλε, τοξευόμενοι μὲν ἐκ τῶν λόφων, ἀμφίβολοι δὲ γενόμενοι δορατίων τε ἤδη καὶ βελῶν τοῖς σώμασιν ἐναποκεκλασμένων, ἀφῃρημένοι δὲ ὑπὸ τῆς νυκτὸς τὸ δύνασθαι χρήσασθαι σφίσιν αὐτοῖς ἀνὰ τὸ σκοτεινὸν ὅμως χωροῦντες ὁπλῖται πρὸς ψιλοὺς πόρρωθεν ἰσχύοντας καὶ πρὸς ἀκραιφνεῖς πεπονηκότες ἄνδρας μὲν ἀγαθοὺς ἀπέβαλον, τῆς χώρας δὲ τοὺς πολεμίους ἐξήλασαν. καίτοι τίς ἂν ὑπέμεινε τὴν ἐκείνων ἀνδρίαν λογισμὸν προσλαβοῦσαν, ὅπου γε τοσούτοις ἐναντιώμασι χρώμενοι τὸ μετὰ κρείττονος διακριθῆναι τοῦ σχήματος ὑπʼ οὐδενὸς ἀφῃρέθησαν; τίς δʼ οὐκ ἂν θείη Πέρσας ἡττῆσθαι περιφανῶς, οἳ διέβησαν μὲν ὡς τῆς ἑτέρων κρατήσοντες, τοσούτων δὲ πλεονεκτημάτων ἀπολαύσαντες ῥίψαντες τὰς ἐλπίδας ἀπιόντες ᾤχοντο; εἴτʼ οὖν τῳ τὸ κρεῖττον εὐβουλίᾳ γνωρίζεται, καὶ τῶν οἰκείων καὶ τῶν ἀντιπάλων ἀμείνων ὁ βασιλεὺς οἷς ἐβουλεύσατο δέδεικται, εἴτε τῳ τὰ ἔργα ψιλὰ δοκιμάζειν ἥδιον, οἱ μὲν τὸ στρατόπεδον ἐκλιπόντες ἐπὶ τὴν σχεδίαν ὥρμησαν, τῶν δὲ ἡμετέρων οἱ μὲν πεσόντες ταῖς μὲν ψυχαῖς ἐνίκησαν, τοῖς δὲ σώμασιν ἀπεῖπον, οἱ δὲ ἐπανελθόντες οὐ πρότερον ἀπενόστησαν πρὶν ἢ τὴν χώραν τῶν πολεμίων ἐκάθηραν. καὶ οὐ προστίθημι τοῦ χωρίου τὴν φύσιν πλείω λυπήσασαν τῆς τῶν πολεμίων ἀλκῆς οὐδʼ ὅτι Πέρσαι μὲν αὐταῖς γυναιξὶν συνήραντο τοῦ κινδύνου, τῆς δʼ ἡμετέρας στρατιᾶς τὸ κράτιστον οὐ μετέσχε τῆς μάχης.

`59.115`

Τρεῖς δʼ οὖν ὅρους θέντες ταύτῃ σκοπῶμεν τὴν κρίσιν, ἕνα μὲν τὸν πρὸ τῆς μάχης, ἕτερον δὲ τὸν ἐν τοῖς ἔργοις, τρίτον δὲ τὸν ἐπὶ τῆς τροπῆς.

`59.116–59.117`

Οὐκοῦν τὴν μὲν ἀπόβασιν ἐποιήσαντο καὶ τὸν ποταμὸν ἔζευξαν οὐ βιασάμενοι τοὺς εἴργοντας, ἀλλὰ παρὰ τῶν οὐ βουληθέντων κωλύσαι λαβόντες τὴν ἐξουσίαν, ἀποβάντες δὲ καὶ περισκεψάμενοι κρίσει τὰ καρτερὰ τῶν χωρίων κατέλαβον, ἀλλʼ οὐχ ὥσπερ ἐν ὅπλων ἀπορίᾳ τοῖς φανεῖσιν ἐπέδραμον. μέχρι μὲν οὖν τούτων ἐκείνων ἡ πλεονεξία, συνιόντων δὲ τῶν στρατοπέδων ἀντὶ μὲν τοῦ δέξασθαι τοὺς ἐπιόντας καὶ ποιήσασθαι τὴν μάχην ἐν χερσὶν ἀπὸ τῆς φυγῆς ἤρξαντο. εἰς δὲ τὸν περίβολον κατακλεισθέντες οὐδʼ ὑπὲρ τοῦ τείχους ἠμύναντο, ἀλλʼ ἀπέβαλον μὲν τὸ φυλακτήριον, προσαπέβαλον δὲ καὶ τὸν ἐν ταῖς σκηναῖς πλοῦτον. οἱ δὲ ἐγκαταληφθέντες ἔπιπτον οὐδενὶ κόσμῳ, ἐπεῖδον δὲ τὸν τοῦ βασιλέως παῖδα, τὸν τῆς ἀρχῆς διάδοχον, ἐζωγρημένον καὶ μαστιγούμενον καὶ κεντούμενον καὶ μικρὸν ὕστερον κατακοπτόμενον. εἰ δέ τί που καὶ δεδράκασι, κλέμμα τὸ συμβάν, οὐκ ἀνδραγαθία γεγένηται.

`59.118–59.119`

Τὰ μὲν ἐν τῇ μάχῃ ταῦτα, τὰ δὲ ἐπʼ ἐκείνῃ, τοὺς μὲν νεκροὺς οὐκ ἀνείλοντο, πρὸς δὲ τὴν φυγὴν ἠπείχθησαν, τὰς δὲ γεφύρας διέλυσαν, ἀναμαχεῖσθαι δὲ τὴν πληγὴν οὐδὲ ὄναρ ἐλπίζουσιν. ὁ δὲ τὰ λαμπρὰ δυνάμενος καὶ μέχρι τῶν ἀπειλῶν γενναῖος κόμην μὲν ἐκείνην ἣν ἐκόσμει πρότερον τίλλων ἐξανήλωσε, κόπτων δὲ πυκνὰ τὴν κεφαλὴν ὀδύρεται μὲν τοῦ παιδὸς τὴν σφαγήν, ὀδύρεται δὲ καταλόγων ὄλεθρον, δακρύει δὲ χώραν γεωργῶν ἔρημον, ἀποτέμνειν δὲ τὰς κεφαλὰς βεβούλευται τῶν οὐ καλῶς αὐτῷ προξενησάντων τὴν Ῥωμαίων εὐδαιμονίαν. ταῦτα οὐχ ἡμέτερος λόγος εἰς χάριν συγκείμενος, ἀλλʼ αὐτόμολοι τὰ σώματα παραβαλλόμενοι διαρρήδην ἀγγέλλουσιν. οἷς οὐκ ἔνεστιν ἀπιστεῖν. οὐ γὰρ κινδύνων ψευδολογίᾳ τέρπουσι. ταῦτʼ οὖν οὐκ ἀμφισβητήσιμόν ἐστι ποιοῦντα τὴν νίκην, ὥσπερ τὴν ἐν Τανάγρᾳ καί, νὴ Δία γε, τὴν ἐν Ὀρεσθίδι Τεγεατῶν καὶ Μαντινέων.

`59.120`

Ἔχω δὲ λέγειν πολὺ τούτου μεῖζον, ᾧ μηδʼ ἂν αὐτὸν ἀντειπεῖν οἶμαι τὸν Περσῶν δυνάστην. ὅτι μὲν γὰρ ἐν τῇ νυκτομαχίᾳ πάλιν ἀπῆλθον οἱ λειπόμενοι, παρʼ ἀμφοτέρων ὡμολόγηται· τούτου δὲ οὕτως ἔχοντος δυοῖν ἀνάγκη θάτερον, ἢ κρατηθέντας φυγεῖν ἢ κρατήσαντας ὅμως εὐλαβηθῆναι τὸ μέλλον. εἰ μὲν οὖν τὸ πρότερον θείημεν, καθαρῶς ἡ νίκη μεθʼ ἡμῶν ἕστηκεν· εἰ δὲ τῇ νυκτομαχίᾳ τὸ πλέον σχόντες οὐκ ἐθάρρησαν ἐπεξελθεῖν τὰ λοιπά, πολὺ πλέον ἡ νίκη τοῦ βασιλέως γίγνεται. οἱ γὰρ τῶν μὲν συμβαλόντων κρατήσαντες, πρὸς δὲ τὴν ἐκείνου δεξιὰν οὐκ ἀντάραντες δῆλον δήπου πᾶσιν ἐποίησαν, ὡς οὐκ ἐν τοῖς ἑπομένοις ἢ τῇ φύσει τὴν ἰσχὺν ὁ βασιλεὺς κέκτηται.

`59.121–59.122`

Οὐ τοίνυν ἐν μὲν τοῖς πολέμοις τοιοῦτος, ἐν δὲ τοῖς λοιποῖς οὐδεμίαν παρέχων εἰς εὐφημίαν ἀφορμήν, ἀλλʼ οὕτως ὢν ἐν τοῖς ὅπλοις λαμπρὸς πλέον ἀμείνων ἐστὶν ἐν τοῖς λοιποῖς ἢ τοῖς ὅπλοις, ὥστʼ ἐξεῖναι λέγειν βασιλεύς τʼ ἀγαθὸς κρατερός τʼ αἰχμητής. οὐ γάρ, εἰ μᾶλλον ἑτέρων ἀγριαίνων ὀφθείη, τούτῳ βελτίων φαίνεσθαι τῶν ἄλλων ἡγεῖται, ἀλλʼ εἰ πλέον τῶν ἄλλων πρᾳότητι χαίρων μηδὲν ἧττον ἁπάντων κρατοίη. οὐδʼ αὖ βασιλικὸν ὑπολαμβάνει τὸ ταρακτικὸν τοῦ βλέμματος, ἀλλὰ μανίᾳ πρέπειν ἡγούμενος ἐν τοῖς νοσήμασιν ἀριθμεῖ τὸ μὲν τραχὺ πρὸς τὰς συνουσίας τυραννικὸν οἰόμενος, τὸ δὲ εὐπρόσοδον τῶν τρόπων ἄρχοντος μοίρᾳ προστιθείς, μέγα φρονῶν οὐκ εἰ φόβῳ συνέχοι τὴν βασιλείαν, ἀλλʼ εἰ τῷ φίλτρῳ τῶν ἀρχομένων φρουροῖτο, δεινὸς εὐνοίᾳ μὲν ἀμοιβήν, πταίσματι δὲ νεῖμαι συγγνώμην, φιλονεικίας κρείττων, ὀργῆς βελτίων, ἡδονῆς ἄρχων, οἴεται γὰρ προσήκειν μὴ τῶν μὲν πόλεων κρατεῖν, τοῖς δὲ τῆς ψυχῆς πάθεσιν ὑπηρετεῖν, τὸν γὰρ οὕτω διακείμενον οὐ μᾶλλον ἀξιοῖ δεσπότην ἢ δοῦλον κεκλῆσθαι, ἄτρωτος μὲν πρὸς σωμάτων ὥραν, ἀήττητος δὲ πρὸς θυμὸν ἄκαιρον, ὧν μὲν αὐτὸς εὑρίσκοι, τούτων τὴν βουλὴν εἰς μέσον ἄγων, τὰς δὲ τῶν πέλας συμβουλίας οὐκ αὐθαδείᾳ φαυλίζων, ἀλλʼ ἔργῳ τὸν παλαιὸν λόγον βεβαιῶν, ὡς ἄρα καὶ τοῦτο φρονήσεως τὸ τοῖς βελτίστοις εἰδέναι τὴν ψῆφον τίθεσθαι, οὐ ῥαψῳδῶν εἰς μῆκος λόγον μάταιον, ἀλλʼ εἰς βραχύτητα ῥημάτων ὄγκον κατακλείων πραγμάτων, εἰς μὲν τὸν τῶν ἐπιτηδείων κατάλογον οὐδένα προπετῶς ἐγγράφων, οὓς δὲ ἐγγράψειεν ἅπαξ οὐκ εἰδὼς ἐξαλείφειν οὐδʼ ἀναλίσκων χρόνῳ τὸ φίλτρον, ἀλλʼ ἐπιτείνων τῇ συνηθείᾳ τὸν πόθον, ὑπὲρ μὲν τῶν δικαίων κινδυνεύειν ἀοκνότατος, ἔρωτι δὲ τοῦ πλείονος ἐγεῖραι πόλεμον ἁπάντων ἀμαθέστατος, εἰς μὲν εὐποιΐας ὀξύς, εἰς δὲ τιμωρίας μελλητής, πενίᾳ μὲν εἰδὼς ἔλεον νεῖμαι, πλούτῳ δὲ οὐκ εἰδὼς φθόνον προσενεγκεῖν, οὐ τοῖς ἀδικήσασι κολάσεις ἀναζητῶν, τῷ δὲ πρὸς αὑτὸν ζήλῳ τῶν ἀδικημάτων ἀποτρέπων, σωφροσύνην μὲν εἰς τοσοῦτον ἠσκηκώς, ὥστε καὶ τῇ προσηγορίᾳ τῆς ἀκολασίας αἰσχύνεσθαι, ἐπιορκίας δὲ τοσοῦτον ἀποστατῶν, ὥστε καὶ πρὸς τὰς εὐορκίας ἔχειν εὐλαβῶς, τὸ δὲ μὴ τὴν γαστέρα λιμῷ συνεθίζειν οὐ πόρρω τιθεὶς ἀνανδρίας, μεγίστοις μὲν ἀεὶ κατορθώμασιν ἐγγεγραμμένος, μέγα δὲ οὐδὲν οὐδεπώποτε φθεγξάμενος, τοῖς μὲν καιροῖς ὑπακούων ὀξέως, οὐ μέντοι τὴν ὀξύτητα σὺν ταραχῇ ποιούμενος, οὐ πλήθει στρατιωτῶν εἰς τὴν νίκην θαρρῶν, τῷ δὲ τῆς εὐσεβείας συνειδότι τὰ βελτίω προσδοκῶν, οὐδὲν μὲν εἰς παρασκευῆς ἐλλείπων ἀκρίβειαν, πιστεύων δὲ τῷ θεοφιλεῖ πλέον ἢ τοῖς ὅπλοις εἰς τὸ κράτος, ἐγχειρήσεως μὲν οὐδεμιᾶς ἀποκρουσθεὶς οὐδεπώποτε, ῥᾷστα δʼ ἂν ἐνεγκών, εἰ καὶ σφαλεὶς ἐτύγχανεν, οὔτε λύπῃ κατηφὴς οὔτε τῷ περιχαρεῖ μικροπρεπής, ἀλλʼ ἑκατέρου τὸ κατάδηλον ἀφελὼν ἐπὶ τοῦ μετρίου σχήματος τὸ πρόσωπον καταστήσας ἔχει, τὰς μὲν τῶν συνόντων ἀρετὰς ἐπαινῶν, τὰ δὲ ὡς ἑτέρως ἔχοντα τῇ σιωπῇ διορθούμενος, ὃ γὰρ ὑφʼ ἑτέρων ἐπιπλήξει σωφρονίζεται, τοῦτο παρὰ τοῦδε σιωπῇ τὴν διόρθωσιν δέχεται, ὥστε διʼ ὧν μὲν ἐπαινεῖ τὸ χρηστὸν ἐμφανίζει, τῇ δʼ αὖ πρὸς τἀναντία σιωπῇ τὸ μὲν ἁμαρτηθὲν οὐδὲν χεῖρον ἰᾶται, τὸ δὲ τοῦ φιλαιτίου διαφεύγει βαρύ, οὐκ εἰς ὕπνον καὶ ῥᾳστώνην τῆς ἡσυχίας διατρίβων τοὺς χρόνους, ἀλλʼ εἰς τὴν τῶν πολεμικῶν ἄσκησιν τὰς ἀναπαύλας μεθιστὰς οὐδὲ πρὸς ψυχαγωγίαν τὴν ἀπὸ τῆς ὀρχήστρας ἀσέλγειαν ἐφελκόμενος, ἀλλʼ ἵππων ἁμιλλητηρίων θέᾳ τὴν ψυχὴν θήγων πρὸς ἀνδρίαν, κουφότατος μὲν ἁπάντων ἵππον ἀναβῆναι, τῶν δὲ παρʼ Ὁμήρῳ πρὸς ἐμπειρίαν τοξικὴν ὑμνουμένων ἀκριβέστερος εἰς σκοπόν, τὰς μὲν τῶν ἀρχομένων ψυχὰς ἐλευθερώσας ὡς μάλιστα, μέτρον δὲ τῆς συντελείας αὐτοῖς ἀποφήνας τῆς χρείας τὸ μέτρον. τοιγαροῦν εἰς τοιοῦτον τρόπον καταστήσας τὴν ἀρχὴν μετʼ ἐξουσίας μὲν μείζονος ἢ ἐβούλετο διεβίω, μετʼ ἀσφαλείας δὲ πλείονος ἢ τῶν ἰδιωτῶν ἕκαστος.

`59.123`

Ἀλλὰ γὰρ εἰ τὰ πλείω τῶν τούτῳ προσόντων ἀριθμησαίμεθα, οὐδενὸς τῶν ὑπαρχόντων θατέρῳ μνημονεῦσαι δυνησόμεθα. ἐπιστρεπτέον δὴ τὸν λόγον πρὸς τὴν ἑσπέραν καὶ πειρατέον γε οὕτως ὅπως ἂν παρείκῃ βραχέα μὲν ἐκ πολλῶν ἐκλέξαι, βραχέως δὲ περὶ αὐτῶν ἐκείνων διαλεχθῆναι.

`59.124–59.125`

Ἔχω μὲν οὖν ἐν κεφαλαίῳ τὸ πᾶν σημῆναι τοσοῦτον ἀποφθεγξάμενος, ὅτι τὸ τῆς φύσεως ἴσον τῷ τῆς προαιρέσεως ἐβεβαίωσεν ἴσῳ καὶ τὸ τῆς προσηγορίας ὅμοιον ἐπὶ τὴν τῶν πράξεων ὁμοιότητα διεβίβασε δοὺς κἀκείνας ἀδελφὰς ἀνακαλεῖν. ὥσπερ γὰρ ἐκεῖνος ἅπαντα φόβον ἐκ Περσικῆς ἐφόδου προσερχόμενον ἐπέσχεν, οὕτως οὗτος τὰ περὶ τὴν ἑσπέραν ἔθνη βάρβαρα πανταχόθεν περικεχυμένα τὴν ἡσυχίαν ἄγειν κατηνάγκασε. θεοῦ δὲ ἦν ἄρα τὸ μὲν τέλος ἴσον ἑκατέρῳ πρυτανεῦσαι, τρόπον δὲ διαλλάττοντα πρὸς τὸ τέλος ἑκατέρῳ δοῦναι. ὁ μὲν γὰρ κινηθέντας τοὺς προσοίκους ἐπεστόμισεν, ὁ δὲ οὐδὲ κινηθῆναι τὴν ἀρχὴν ἐπέτρεψεν, ὅπως εἴτε τὸ πρότερόν τις ἄγοι θαύματος ἄξιον εἴτε τὸ δεύτερον ἡγοῖτο λαμπρότερον εἴτε ἀμφοτέρων ἐπίσης ἄγαιτο, μηδέτερον ἐκπεφευγὸς εἴη τὴν παροῦσαν βασιλείαν.

`59.126`

Λέγω δὲ ἤδη μικρόν τι τὸν Θουκυδίδην μιμησάμενος. οὐ γὰρ ἀβασανίστως τὴν ἀκοὴν εὐθὺς ἐδεξάμην οὐδὲ τὸ ταλαιπωρῆσαι περὶ τὴν ζήτησιν τῆς ἀληθείας φυγὼν τοῖς ἑτοίμοις προσέδραμον, ἀλλʼ ἐπιπόνως τε καὶ μετὰ τῆς ἐσχάτης ἀκριβείας περὶ τὸ πρᾶγμα διατρίψας οὐκ ἂν ἀπιστηθείην εἰκότως.

`59.127–59.130`

Τίνα δὴ τὰ κατορθώματα; ἔστι γένος Κελτικὸν ὑπὲρ Ῥῆνον ποταμὸν ἐπʼ αὐτὸν Ὠκεανὸν καθῆκον, οὕτως εὖ πεφραγμένον πρὸς τὰ τῶν πολέμων ἔργα, ὥστε τὴν προσηγορίαν ἀπʼ αὐτῶν εὑράμενοι τῶν πράξεων ὀνομάζονται Φρακτοί, ὃ δὲ ὑπὸ τῶν πολλῶν κέκληνται Φράγκοι, τοῦτʼ ἔστι προσηγορία τῇ τῶν πολλῶν ἀμαθίᾳ διεφθαρμένη. οὗτοι πλήθει μὲν πάντα ἀριθμὸν ὑπερβαίνουσιν, ἰσχύι δὲ τοῦ σφῶν αὐτῶν πλήθους τὴν ὑπερβολὴν παρέρχονται. τούτοις ζάλη μὲν θαλάττης οὐδὲν ἠπείρου φοβερωτέρα, κρυμὸς δὲ ἀρκτῷος εὐκρασίας ἀέρων ἡδίων, συμφορὰ δὲ μεγίστη βίος ἀπράγμων καὶ πέρας εὐδαιμονίας οἱ τῶν πολέμων καιροί, κἂν εἴ τις ἀκρωτηριάσειε, τῷ λειπομένῳ μάχονται, καὶ οὔτε κρατούντων ἡ δίωξις δέχεται πέρας εἴτε κρατηθῆναι συμβαίη, τῆς φυγῆς τὸ τέλος ἀρχὴν ἐφόδου ποιοῦνται. γέρα δὲ ἀπονοίας καὶ τιμὰς θρασύτητος νομοθετήσαντες ἔχουσιν. ἀρρώστημα δὲ ὅλως τὴν ἡσυχίαν κρίνουσι. Τὸν μὲν οὖν ἔμπροσθεν ἅπαντα χρόνον οἱ τὴν πάροικον ἐκείνοις βασιλείαν λαχόντες οὔτε λόγους εὕρισκον οἷς πείσουσιν οὔτε ὅπλων ἰσχὺν οἷς ἀναγκάσουσιν ἠρεμεῖν, ἀλλʼ ἔδει προσιδρυμένους συνεχῶς νύκτα καὶ ἡμέραν ταῖς ἐκδρομαῖς ἀπαντᾶν καὶ μήτε σῖτον ἔξω τῶν ὅπλων αἱρεῖσθαι μήτε τὸ κράνος ἀποθεμένους ἐπʼ ἀδείας ἀναπαύεσθαι, ἀλλὰ μονονοὺ τῇ σκευῇ συμπεφυκότας σιδηροφορεῖν κατὰ τοὺς παλαιοὺς Ἀκαρνᾶνας. καὶ ταὐτὸ συνέβαινεν ὅπερ ἐπὶ τῶν προβόλων, ἐπειδὰν ἡ θάλαττα ποικίλοις ἐλαυνομένη πνεύμασιν εἰς συνέχειαν ἐγείρηται κυμάτων. ὥσπερ γὰρ ἐκεῖ πρὶν καθαρῶς τὸ πρῶτον κῦμα περὶ τοὺς προβόλους ῥαγῆναι τὸ δεύτερον ἐγκαταλαμβάνει καὶ τὸ τρίτον αὖθις καὶ τοῦτο διατελεῖ γιγνόμενον, ἕως ἂν λήξῃ τὰ πνεύματα, οὕτω δὴ καὶ τὰ τῶν Φρακτῶν γένη τῷ τῶν πολεμικῶν ἔρωτι πρὸς μανίαν κινούμενοι πυκνὰς ἐποιοῦντο τὰς προσβολὰς καὶ πρὶν τὴν πρώτην ἱκανῶς ἀποκρουσθῆναι φάλαγγα, δεύτερος στρατὸς ἐπέπιπτεν.

`59.131–59.134`

Ἀλλʼ ἔδει καὶ τὰ τούτων ποτὲ λῆξαι κύματα καὶ στῆναι τὴν κίνησιν βεβαίως. ἐφάνη γὰρ βασιλεύς, ὃς τὸν ἀκόρεστον ἐκείνοις τῶν πολεμικῶν ἔρωτα πρὸς εἰρήνης ἐπιθυμίαν ἔτρεψε κατʼ ἄλλο μὲν οὐδέν, μείζω δὲ τῆς ἐκείνων περὶ τὰς μάχας προθυμίας τὴν οἰκείαν προδείξας. οὔκουν εἰς πεῖραν χειρῶν ἐλθεῖν ὑπέμειναν, ἀλλʼ ἤρκεσεν ὁ φόβος τὰ τῆς πείρας ἐργάσασθαι, καὶ δεξιὰς εἰς μὲν δορατίων ἄφεσιν οὐκ ἀνέτειναν, εἰς δὲ συνθηκῶν αἴτησιν προὔτειναν. τεκμήριον δέ· ἐδέξαντο παρʼ ἡμῶν ἄρχοντας ὥσπερ ἐπόπτας τῶν δρωμένων καὶ τὴν θηριώδη λύσσαν ἐκβαλόντες λογισμοὺς ἀνθρωπίνους ἠσπάσαντο καὶ τὴν πλεονεξίαν ἀφέντες τὴν τῶν ὅρκων φυλακὴν ἐτίμησαν. πάντως δʼ ἂν καὶ τῆς ἐκ τῶν ὅρκων ἀνάγκης ἀπούσης τὴν ἡσυχίαν ἠγάπησαν. οὕτως εἴωθε τὸ χεῖρον ὑπὸ τοῦ κρείττονος κατείργεσθαι. καὶ νῦν βασιλεὺς οὐ ταῖς φύσεσι τῶν Φρακτῶν, τῷ δὲ παρʼ αὑτοῦ φόβῳ τὰς ἐκείνων ὁμολογίας τηρεῖν παραδοὺς ἐν ταῖς Παιόνων πόλεσιν ὑπὲρ τῶν ὅλων βουλεύεται. τοὺς δὲ ἐν τοῖς ἄνω χρόνοις ἄρχοντας ἡ Φρακτῶν αἰφνίδιος φορὰ πρὸς αὐτοὺς βλέπειν ἀναγκάζουσα οὐδὲ εἰδέναι τὴν ἀρχὴν ἐπέτρεπεν, ἀλλʼ ἀκοῇ μόνῃ τὸ ὑπήκοον τοῖς κρατοῦσιν ἐγιγνώσκετο. εἴ τις οὖν ἐραστὴς νίκης ἀκμητὶ γινομένης, ἐμφορείσθω τῶν παιδικῶν, ὡς οὐδείς ἐστιν ὅστις οὐκ ἀπὸ ψιλῆς ἐκπλήξεως τὴν δουλείαν ὡμολόγησεν. ὁπότερον μὲν οὖν ἄμεινον, εἴτε κινουμένων κρατεῖν εἴτε μηδὲ κινεῖσθαι παρέχειν, ψηφιζέσθω κατὰ τὴν οἰκείαν ὁ βουλόμενος τύχην καὶ φύσιν, ὡς ὁπότερον ἂν κρατήσῃ, τοῦτο ἀμφοτέρων γίγνεται. πλέον γὰρ τοῖς ἀλλήλων ἢ τοῖς οἰκείοις μεγαλαυχοῦνται.

`59.135–59.136`

Φρακτοὶ μὲν οὖν τοιοῦτον ὑπῆλθον ζυγὸν δουλείας, τὸ γὰρ μὴ ἔχειν ἑτέρους ληίζεσθαι, τοῦτο ἐκείνοις δουλεία· ἔστι δὲ καὶ ἄλλα βαρβάρων πάμπολλα γένη πανταχόθεν προσπεφυκότα καθάπερ θηρία καὶ κυκλούμενα τὴν ἀρχήν, τὰ μὲν μείζω, τὰ δὲ ἐλάττω, πάντα δὲ ὁμοίως δύσμαχα. περὶ ὧν τί ἄν τις πλέον φθέγξαιτο ἢ ὅτι τὸν Ὁμήρου κατάλογον τῷ τῶν ἐθνῶν ἀριθμῷ παρέρχονται; οὗτοι τὰ μὲν ἔμπροσθεν κατέθεον καὶ διήρπαζον καὶ κακῶν Ἰλιάδα τοῖς προσοικοῦσι Ῥωμαίων περιΐστασαν καὶ καθʼ αὑτοὺς θρασυνόμενοι καὶ μετʼ ἀλλήλων συνιστάμενοι, ἐπεὶ δὲ εἶδον τὸ κεφάλαιον ὑποκύψαν καὶ τοὺς ταράττειν εἰθισμένους ἐκπλαγέντας, ἠκολούθησαν τῇ παρὰ τοῦ φόβου κρίσει καὶ πρὸς τὸ παράδειγμα σωφρονισθέντες τὰς ἐπιδρομὰς κατέλυσαν. καίτοι τί ποτʼ ἂν ἔδρασεν ὁ τοιοῦτος εἰς ἀνάγκην χειρῶν ἀφιγμένος, ὅστις ἐλπιζόμενος τοὺς μανικωτάτους συνέστειλεν;

`59.137–59.139`

Οὐ τοίνυν οὐδὲ τὸν διάπλουν εἰς τὴν νῆσον τὴν Βρεττανίαν σιωπῇ παρελθεῖν ἄξιον, διότι πολλοῖς ἡ νῆσος ἠγνόηται. ἀλλʼ ὅσῳ πλέον ἠγνόηται, τοσούτῳ πλέον εἰρήσεται, ὥσθʼ ἅπαντας μαθεῖν, ὅτι καὶ τὴν ἔξω τῆς ἐγνωσμένης βασιλεὺς διηρευνήσατο. οἶμαι δὲ οὐ χείρονα τροπαίου τοῦ μεγίστου φανεῖσθαι τὸν πλοῦν. Ἡρόδοτος μὲν οὖν ὁ πλείω τῶν ἀναγκαίων ἐξητακὼς διαρρήδην διαμάχεται μὴ εἶναι τὸν πολυύμνητον Ὠκεανόν, ἀλλʼ Ὁμήρου φησὶν ἤ τινος ἄλλου γενέσθαι πλάσμα ποιητοῦ καὶ οὕτως εἰς τὴν ποίησιν τὴν προσηγορίαν εἰσενεχθῆναι, οἱ δὲ καὶ πιστεύοντες εἶναί που τὸν Ὠκεανὸν ἰλιγγιῶσι πρὸς τοὔνομα· ὁ δὲ τοσοῦτον ἀπέσχε τοῦ τοιοῦτόν τι παθεῖν, ὥστʼ εἰ μὴ καὶ γνοίη καὶ καθελκύσειε ναῦν καὶ ἐμβὰς κομισθείη καὶ τοῖς Βρεττανίας προσορμισθείη λιμέσι, τὸ μέγιστον ἡγεῖτο παρήσειν τῶν ἑαυτῷ προσηκόντων. ἔστι δὴ λόγος μάρτυρας τὰς ὄψεις παρεχόμενος, ὡς ἄρα μεῖζον εἰς κίνδυνον πλοῖον στρογγύλον ὑπὲρ ἐκείνης ἀφεῖναι τῆς θαλάττης ἢ ναυμαχίαν ἑτέρωθι συνίστασθαι. οὕτω λαμπραὶ μὲν καταιγίδες εἰς οὐρανὸν κυρτοῦσι τὰ κύματα, ἐξῶσται δὲ ὑπολαμβάνοντες ἄνεμοι πρὸς ἀπέραντον ἐκφέρουσι πέλαγος. τὸ δὲ δεινότατον, ἐπειδὰν γὰρ τοῖς ἄλλοις ἅπασιν ὁ κυβερνήτης ἀντιστήσῃ τὴν τέχνην, ὑπονοστεῖ μὲν ἐξαίφνης ἡ θάλαττα, ἡ δὲ τέως μετέωρος ὑπὲρ τῶν κυμάτων ὁλκὰς ἐπὶ ψιλῆς ὁρᾶται τῆς ψάμμου κειμένη. καὶ ἢν μὲν ὀξεῖαν ἀνταποστείλῃ τὴν παλίρροιαν, ἀναλαμβάνει τε αὖθις τὸ σκάφος καὶ δεῖ τὰ λοιπὰ πονεῖν τοὺς ἐμπλέοντας· ἢν δὲ μελλήσῃ πρὸς τὴν ἐπάνοδον, δύεται κατὰ μικρὸν τὸ πλοῖον ὑπεικούσης πρὸς τὸ ἄχθος τῆς ψάμμου. τούτων οὐδὲν βασιλεὺς ἐσκόπησε, μᾶλλον δὲ πάντα σαφῶς εἰδὼς οὐκ ἀπώκνησεν, ἀλλὰ τοσούτῳ πλέον πρὸς τὴν ἀναγωγὴν ἔσπευσεν, ὅσῳ πλέον ᾔδει τὸν κίνδυνον τραγῳδούμενον. καὶ τὸ ἔτι μεῖζον, οὐ γὰρ καθήμενος ἐπὶ τῆς ἠϊόνος ἀνέμεινεν, ὥστε τῆς ὡραίας ἐπελθούσης Ὠκεανὸν πραῧναι τὴν ζάλην, ἀλλʼ εὐθὺς ὡς εἶχε τοῦ χειμῶνος ἀκμάζοντος καὶ τῶν ὅλων ὑπὸ τοῦ καιροῦ πρὸς ἄκρον ἐξηγριωμένων, νεφῶν, κρυμῶν, κλυδωνίου, οὐ προειπὼν ταῖς ἐκείνῃ πόλεσιν οὐδὲ προκηρύξας τὴν ἀναγωγὴν οὐδὲ πρὶν ἢ πληρῶσαι τὸ ἐγχείρημα θαυμασθῆναι βουληθεὶς ἀπὸ τῆς ἐννοίας, ἐμβιβάσας ἑκατὸν ἄνδρας, ὡς λέγεται, λύσας τὰ ἀπόγεια τὸν Ὠκεανὸν ἔτεμνε, καὶ πάντα εὐθὺς πρὸς εἰρήνην μετεβάλλετο. Ὠκεανὸς δὲ τὸ κῦμα στορέσας λεῖον ἑαυτὸν παρεῖχε τῷ βασιλεῖ περαιοῦσθαι, ἡ δὲ συνήθης ἐκείνη τῆς θαλάττης ἀναχώρησις τότε δὴ τὸν νόμον ἀνελοῦσα τὴν χώραν ἐφύλαξεν.

`59.140–59.141`

Οὐ τοίνυν ἡ μὲν ἐπὶ τὴν νῆσον διάβασις οὕτως εἰρηνικῶς, ὁ δὲ ἀπόπλους ἑτέρως ἐχώρησεν, ἀλλʼ ἀμείνω τὰ δεύτερα τῶν προτέρων ἀπήντησε τὴν παροιμίαν σώζοντα, ὥστε μηδεμίαν ἀμφισβήτησιν ὑπάρχειν, ὡς οὐκ ἀθεεὶ ταῦτα νενεανίευται. εἰ μὲν τοίνυν ἀφεστηκυίας τῆς νήσου καὶ τῶν οἰκητόρων νεωτεριζόντων καὶ τῆς ἀρχῆς περικοπτομένης καὶ τῆς ἀγγελίας ἐλθούσης θυμῷ πρὸς τὴν ἀκοὴν καταληφθεὶς ἀνέρριψε τὸν περὶ τοῦ πλοῦ κύβον, οὐκ ἂν ἦν εἰς φιλοτιμίαν γνώμης τὴν τόλμαν ἀνενεγκεῖν, ἀλλʼ ἡ παρὰ τῶν ἀφεστηκότων ἀνάγκη τὸ πλέον τῆς εὐκλείας ἀφῄρει· νῦν δὲ καθεστηκότων μὲν τῶν ἐν Βρεττανίᾳ πραγμάτων, ἀδείας δὲ ὑπαρχούσης ἀπὸ γῆς τέρπεσθαι τοῖς Ὠκεανοῦ θαύμασιν, οὐδενὸς δὲ καταναγκάζοντος ἀνάγεσθαι φόβου μείζονος οὗ τὴν βλάβην ἔδει φέρειν ἀποκνοῦντα τὸν πλοῦν, τούτων οὕτως ἐχόντων καὶ παρούσης οὐδεμιᾶς ἀνάγκης, μᾶλλον δὲ μιᾶς μόνης παρούσης ἀνάγκης τῆς τοῦ πᾶσιν ἐπιχειρεῖν ἐπιθυμίας ἑκὼν τοῖς μεγίστοις κινδύνοις ἑαυτὸν ἐπέδωκεν, ὥσπερ τὰ μέγιστα ζημιωσόμενος, εἰ μὴ τὰ μέγιστα κινδυνεύσειε.

`59.142`

Θαυμαστῶν δὲ ὄντων τῶν ἔργων πολὺ μεῖζόν ἐστιν ὁ πρὸ τῶν ἔργων λογισμός. ἐκεῖνος μὲν γὰρ οἴεται μήτʼ ἂν πρότερον ἐκλυθῆναι ψυχὴν σώματος πρὶν ἢ τοῦτο βουληθῆναι τὸν κρείττονα μήτʼ ἂν ἐπὶ πλέον συμμεῖναι βουληθέντος ἐκείνου λελύσθαι καὶ μήτʼ ἂν πλέον βιῶναι μηδένα παρὰ τὴν φυλακὴν μήτʼ ἂν ἐπʼ ἔλαττον παρὰ τὸ τολμᾶν. δεῖν οὖν ὃν ἔξεστι βιῶναι χρόνον ἀθανάτων κεχρῆσθαι λογισμοῖς.

`59.143`

Καὶ τί δεῖ δυοῖν ἢ τριῶν ἀρετῇ λεχθέντων ἢ πεπραγμένων μνημονεύειν, ὥσπερ οὐχὶ καὶ τῶν λοιπῶν ἐξίσης ἐπισημαινόντων τὸ θαῦμα; ἵνα δὴ μήτε σφόδρα ῥᾴθυμος εἶναι δοκοίην μήτε τοῖς ἀδυνάτοις ἐπιχειρεῖν, οὔτε πάντων ποιήσομαι τὴν μνήμην ἐφεξῆς οὔτʼ ἐπʼ ὀλίγων κομιδῆ στήσομαι.

`59.144–59.149`

Ἐκείνῳ τοίνυν ἡμέρα μὲν ἐν ἔργοις, νὺξ δὲ ἐν ἴσῳ ταῖς ἡμέραις. μέθη δʼ ἀπελήλαται καὶ τὸ νήφειν ἐν συνηθείᾳ, ἀργὸς δὲ ἅπας ἔχθιστος, ὁ δʼ ἐγρηγορὼς ἐπιτήδειος. φρουρὰν δὲ σώματος οὐκ αὐτὸς ἔχει τὴν παρὰ τῶν δορυφόρων, τὴν δὲ παρʼ αὑτοῦ τοῖς δορυφόροις παρέχει. ἐπειδὰν γὰρ αἴσθηται κατειλημμένους ὕπνῳ πολλῷ, τοῖς μὲν οὐκ ἀσύγγνωστον τὴν ἀνάπαυλαν ἀφίησιν, αὐτὸς δὲ ὥσπερ ἀνταγωνιζόμενος τῇ φύσει τὸ δόρυ λαμβάνων περίπολον αὑτὸν τῶν βασιλείων καθίστησιν. ὁ δὲ πόνος συνεχὴς τέταται διὰ πάσης ὥρας ἔτους καὶ καιρῶν ἁπάντων. Ὅμηρος μὲν οὖν φησί που λέγων εἰς τοὺς Ἀχαιούς· ἐπεὶ οὔ σφι λίθος χρὼς οὐδὲ σίδηρος· εἰ δέ γε τούτῳ συγγεγονὼς ἐτύγχανε, πάντως οὐδʼ ἂν τὴν ἐξ ἀδάμαντος εἰκασίαν εἰς τὴν τοῦ σώματος στερρότητα λαβεῖν ἀπηξίωσεν. οὔτε γὰρ θέρμαις θεριναῖς εἰς ἀσθένειαν ἐκλύεται οὔτε χειμερίοις κρυμοῖς εἰς νάρκην συστέλλεται οὔτε χάρισιν ἠριναῖς πρὸς ἀπόλαυσιν τέρψεως ἄγεται οὔτε φθινοπώρου δώροις εἰς τρυφὴν καθέλκεται, ἀλλὰ μία τρυφή, μία πανήγυρις σῶφρον ἐργάσασθαι τὸ ὑπήκοον, περίφοβον τὸ ἀλλόφυλον, ἁμιλληθῆναι τοῖς ὑμνουμένοις, προσθεῖναι τοῖς νενομισμένοις, κόσμον δοῦναι τῇ βασιλείᾳ μᾶλλον ἢ παρʼ ἐκείνης ἐνέγκασθαι, ἐν προσθήκῃ διορθωμάτων διεξελθεῖν τὸν βίον, ἀλλʼ οὐκ ἐν τῇ τῶν κατορθωμάτων ἀπολαύσει. θέατρα μὲν οὖν καὶ σκώμματα καὶ γέλως καὶ πᾶν θαυματοποιῶν ἔθνος ἐν ἴσῳ τοῖς ἄγεσιν ἀπέρριπται, νῆψις δὲ καὶ τὸ πεφροντισμένον καὶ τὸ πρὸς τοὺς πόνους εὔκολον καὶ τὸ πρὸς ἀρετὴν εὐφυὲς καὶ πᾶν τὸ τοιοῦτον ἐν πρώτοις ἄγεται. γυναικῶν δὲ κάλλος ἅπαν κεκράτηται. ὁ δὲ δωροφορῶν ἀπὸ μὲν τῆς δόσεως οὐδενὸς ἐντιμότερος, πεῖραν δὲ τῆς γνώμης παρέχων ἀπʼ εὐνοίας μᾶλλον τεθαύμασται. μέλλον δὲ ἅπαν ἐγχείρημα λέληθεν, εἷς δὲ πρόοιδεν ὃς καὶ ἐβούλευσεν. ἔγνωσται δὲ οὐδὲν ὃ μὴ τετέλεσται. ἐξόδων δὲ καὶ πάλιν ἀναχωρήσεων ἀμοιβαῖα τάχη τὰς τῶν πολλῶν δόξας ἀποσφάλλει. ἐν βασιλείοις ἱδρύσθαι νομιζόμενος ὀρῶν ὑπερβάλλει κορυφάς, ὁδοιπορεῖν νομιζόμενος ἐν βασιλείοις βουλεύεται. πλεῖν δοκεῖ θάλατταν, ὁ δὲ πεζεύων προσέρχεται. πεζεύειν δοξάζεται, ὁ δὲ γῆν ἀποκρύψας πελάγιος φέρεται. καὶ ταῦτα μὲν τοιαῦτα καὶ τοσαῦτα διεξέρχεται οὔτε θεραπείαν εἰς παραμυθίαν τῶν πόνων οὔτε στρατοπέδου πλῆθος εἰς φυλακὴν ἐπαγόμενος, ἀλλʼ εὐαριθμήτους δή τινας ἐξευρὼν οὓς ἐπίστευεν ἀκολουθήσειν τῷ τάχει, τούτοις προειπὼν ἕπεσθαι ᾗ ἂν ἡγῆται, καθάπερ αὐτός τε πτεροφυήσας καὶ τοὺς ἑπομένους πτερώσας ὀξύτερον νοήματος ἵεται πανταχῆ. καὶ τί ἄν τις ἄμεινον ζητήσειεν; οὐ γὰρ ἔχων οἷστισι πολεμίοις συμβάλοι, κατὰ τῶν θηρίων ὁπλίζεται καὶ τῆς ἐν πολέμοις ἀνδραγαθίας οὐχ εὑρίσκων τὸν καιρὸν ἐπὶ τῶν εἰδώλων τὴν ἀρετὴν ἐπιδείκνυται ἐν ἡλίῳ μὲν καθαρῷ τὸ σῶμα γυμνάζων, τὴν δὲ συμμιγῆ σκιὰν εἰς θρύψιν ὑποφέρειν τοὺς χρωμένους ἡγούμενος. ὅλως τε βασιλεὺς ἐθέλει κεκλῆσθαι τῷ τῆς ἀρετῆς ὑπερβάλλοντι μᾶλλον ἢ τῷ τῆς τύχης βελτίονι.

`59.150`

Ἀμφοτέρων δʼ ἄν τις ἐκεῖνο θαυμάσειεν ὅτι τὴν τῆς ψυχῆς ἁρμονίαν σύμφωνον πρὸς τὸν τῶν ὑπηκόων τρόπον ἡρμόσαντο. καθάπερ γὰρ οἱ τῶν ἰατρῶν ἀγαθοὶ καὶ τὴν προσηγορίαν τῇ τέχνῃ βεβαιοῦντες οὐ μιᾷ φαρμάκων ἰδέᾳ καθʼ ἁπάντων κέχρηνται σωμάτων, ὁρῶντες δὲ τὸ διάφορον ἐκεῖθεν τὸ τῶν φαρμάκων ἀνευρίσκουσιν οἰκεῖον καὶ τηνικαῦτα μάλιστα τὰ τῆς ὑγιείας συμβαίνει καθαρῶς, ἡνίκα ἂν ἀμφοῖν ἡ συμφωνία σωθῇ, οὕτω καὶ βασιλεία μετʼ ἐπιστήμης ἐπὶ τὴν ἀρχὴν ἰοῦσα τῇ τῶν ἀρχομένων ἕξει τὸ σύμμετρον πορίζεται. καὶ ἤν τε δριμυτέρων ἤν τε πρᾳοτέρων δέῃ φαρμάκων, ἑκατέρου τὸν καιρὸν οὐκ ἀγνοήσει. ὥστε εἴπερ αὐτοῖς ἐπῆλθε πρὸς ἀλλήλους ἀμεῖψαι τὰς ἀρχάς, πάντως ἂν καὶ τὰς ἀλλήλων ἁρμονίας ἀντέλαβον.

`59.151–59.152`

Ἔοικα δὲ τὰ μέγιστα δοκῶν λέγειν μηδέπω καὶ νῦν εἰρηκέναι τὸ μέγιστον. πρότερον μὲν γὰρ ταῖς βασιλείαις ἁπάσαις ὁ φθόνος παρεπεπήγει καὶ οἵ τε τὰς ἐλάττους ἔχοντες τοῖς τὰ μείζω κεκτημένοις ἐπεβούλευον οἵ τε τῶν μειζόνων ἀπολαύοντες τοῖς τὰ μικρὰ καρπουμένοις καὶ τῶν ἐλαττόνων ἐφθόνουν. ἀλλὰ μὴν αἵ γε τῶν δυναστειῶν ἰσότητες καὶ πολὺ μειζόνως ἔτρεφον τὸ νόσημα, καὶ φύσεως μὲν θεσμὸς τυραννικῆς ἐπιθυμίας δεύτερος ἐκέκριτο, τὸ δὲ οἰκεῖον ἅπαν παρανοίας ἔγεμεν ἐφʼ ἑαυτό. καὶ τῶν συμφορῶν αἱ μέγισται περὶ τὰς βασιλείας ὑμνοῦνται συμβῆναι. ὅθεν μοι δοκοῦσιν ἐπαρθέντες οἱ ποιηταὶ καὶ μέχρι τῆς οὐρανίας ἁψῖδος τὰς ἐπιβουλὰς ἀνενεγκεῖν. ἀλλὰ νῦν ἅπας μὲν ὁ παλαιὸς χρόνος ἥττηται, ἅπας δὲ φθόνου χαλεπὸς ὀφθαλμὸς ὑπερώρισται, φιλίας δὲ σύνδεσμος ἀρραγὴς τὰς τῶν βασιλέων συνέχει ψυχάς. ἡ δὲ ἀρχὴ τοῖς μὲν τόποις διῄρηται, ταῖς δὲ εὐνοίαις συνάπτεται, καὶ τὸ τῆς οἰκειότητος ὄνομα πιστοῦται τοῖς ἔργοις. τοσοῦτον γὰρ ἀπέχουσι τοῦ τοῖς ἀλλήλων ἀγαθοῖς ἀλγεῖν, ὥστε ἑκάτερος θατέρῳ τῶν πρωτείων ἀφίσταται. ἵπποι δὲ καὶ τέτρωρα παρʼ ἡμέραν ταῖς διαδοχαῖς τὸ τάχος ἐπιτείνοντα τὰς ἑκατέρων παρʼ ἀλλήλους διαπορθμεύει γνώμας. καὶ τῶν ἐκπεμπομένων ἕκαστος διʼ ἴσης τῆς ἐξουσίας ἑκατέραν ἀρχὴν ἐπέρχεται. τὸν δὲ χῶρον ἐν ᾧ τὰ τῶν βασιλειῶν τμήματα συγκεράννυται οὐ στρατοπέδων φρουρεῖ καθέδρα συνεχής, ἀλλʼ ἀδόλου πίστεως ἰσχὺς ἀκίνητος.

`59.153–59.156`

Καὶ τί δεῖ πόρρωθεν ζητεῖν τὴν ἀπόδειξιν τοῦ πάντα τε ἐκείνους κοινὰ κεκτῆσθαι καὶ κοινοὺς ὑφʼ ἁπάντων ἄγεσθαι δεσπότας; αὐτὸ γὰρ τὸ νῦν γιγνόμενον τίνος εἰς μαρτυρίαν οὐκ ἄμεινον; λόγος εἰς εὐφημίαν κοινὸς μὲν ἀμφοῖν προβληθείς, κοινὸς δὲ ἀμφοῖν ἐργασθείς, ὡς οὐκ ὂν σφαλερόν, εἴ τις ἀμφοτέρους ἐξίσης θαυμάσειε, μᾶλλον δʼ ὡς οὐχ ὅσιον ὄν, εἰ μή τις θαυμάσειεν ἀμφοτέρους ἐξίσης. ἆρʼ οὖν αὐτοὶ μὲν ἀντὶ τοῦ φθονεῖν ταῖς ἀλλήλων εὐπραξίαις ἀλλήλους δορυφοροῦσιν, οἷς δὲ δυνάμεις ἐνεχείρισαν, ὑπὸ τούτων εἰς κινδύνους κατέστησαν, οἷα τὰ πρόσθεν λέγεται συμπεσεῖν πολλάκις τῶν μὲν μεγέθει χρημάτων, τῶν δὲ ταῖς στρατηγίαις εἰς ἐπανάστασιν χρησαμένων; ἀλλὰ καὶ τοῦτο τῶν παρόντων ἐξαίρετον. οὐδεὶς γὰρ ἔστιν ὅστις οὐκ ἂν δέξαιτο τεθνάναι πρότερον ἢ περὶ τὸν πιστεύσαντα γενέσθαι πονηρός, οὐδεὶς δὲ ὅστις οὐκ ἂν ἕλοιτο καταποντίσαι τὰ ὄντα πρότερον ἢ νεωτέρων πραγμάτων χορηγίαν ποιήσασθαι. καίτοι πρότερον μὲν οἱ βοηθέντες ἐπὶ χρήμασι τῶν νῦν μέσως ἐχόντων εἰς εὐπορίαν καταδεέστερον ἐπλούτουν, νῦν δὲ οἱ μέσως ἔχοντες τῶν πρότερον βασιλέων ἀφθονώτερον διάγουσιν, ἀλλʼ ὅμως οὐκ ἐκφέρει πρὸς θρασύτητα τὴν γνώμην τὸ τῆς περιουσίας ὑπέρογκον. τί ποτʼ οὖν τὸ αἴτιον τῆς τε προτέρας ἀγνωμοσύνης καὶ τῆς νῦν εὐγνωμοσύνης; ὅτι τότε μὲν τὸ τοῦ Δημοσθένους συνέβαινε καὶ μείζων ἦν ὁ τοῦ μέλλοντος φόβος τῆς παρούσης χάριτος καὶ τὰς δόσεις αἱ δημεύσεις κατελάμβανον. ἐῴκει δὴ τὸ γιγνόμενον Εὐρίπου στροφαῖς. εἰς γὰρ τὸν δεδωκότα τὸ δῶρον ἐπανήρχετο μετὰ τοῦ προστρίψασθαι τῷ λαβόντι συμφοράν. οὔκουν εἴα τοῦ μέλλοντος τὸ δέος ἠρεμεῖν τὸν δεξάμενον, ἀλλὰ μία σωτηρίας ἐλπὶς ὑπέκειτο τὸν δεδωκότα διαφθεῖραι. νῦν δέ γε πολὺς μὲν ἐκ βασιλέων πλοῦτος εἰς τοὺς ὑπηκόους μεταρρεῖ, πανταχοῦ δὲ τὸ βέβαιον τῇ φιλοτιμίᾳ συνέζευκται καὶ τοῖς λαμβάνουσιν οὐ μείζων ἡδονὴ τοῦ λαβεῖν ἢ τοῦ μετʼ ἀσφαλείας ἔχειν.

`59.157–59.158`

Ἕτερον δέ γε πολὺ τούτου σεμνότερον καὶ τὸ κέρδος εἰς ἅπαντας ἐκτεῖνον. εἰ γάρ τις ἔροιτο ὁντινοῦν, τί μάλιστα βαρύτατον ἀνθρώποις τῶν εἰωθότων λυπεῖν ἐν αἰχμαλώτῳ τύχῃ, εὐθὺς ἂν οὐδὲν περισκεψάμενος εἴποι τὴν τῶν γυναικῶν αἰσχύνην. τοῦτο τοίνυν ἐν μὲν ταῖς ἀνωτέρω βασιλείαις οὐκ ἀπετέτραπτο, ἀλλʼ ὥσπερ τοὺς φόρους ἐκλέγειν ἐν τοῖς νενομισμένοις ἐτέτακτο, οὕτω καὶ τὰ τῆς ἁρπαγῆς τῶν γυναικῶν εἰς ἔθος ἀφῖκτο, καὶ οἱ τοὺς πολεμίους ἀνείργοντες τῷ τῆς ἐλευθερίας σχήματι τὰς τῶν ἀνδραποδισμῶν συμφορὰς ἀνεμίγνυσαν οὐδὲν ἀπεοικότες κυνῶν γενναίων μὲν πρὸς τοὺς λύκους, ὠμῶν δὲ πρὸς τὰ ποίμνια. ἀλλὰ νῦν ἅπας μὲν φόβος τῶν γάμων ἀπελήλαται, ἀσφάλεια δὲ τὰς τῶν γενῶν διαδοχὰς μετʼ εὐθυμίας παραπέμπει, σωφροσύνη δὲ τρόπων οὐχ ἡττᾶται τυραννικῆς ἀνάγκης, γυναικὸς δὲ ὥραν εὐτυχεῖν ἀκίνδυνον. εὐνὴ δὲ πᾶσα καθʼ ἅπασαν γῆν καὶ θάλατταν τὸ τούτων μέρος ἀνύβριστος.

`59.159`

Τῶν τοίνυν γεωργούντων τοῖς ἀδικουμένοις καὶ μικρὰ μὲν ἢ φαῦλα κεκτημένοις, πολλὰ δὲ φέρειν ἠναγκασμένοις καὶ τούτου συμβεβηκότος παρὰ τὴν ἀμετρίαν τῶν πρὸ τοῦ τὴν χώραν ἀναμετρεῖσθαι ταχθέντων καὶ πολλῆς ἀπορίας οὔσης τῆς μὲν συντελείας κατεπειγούσης, τῆς δὲ γῆς οὐκ ἀποχρώσης, καὶ ταύταις ταῖς συμφοραῖς ἐπήμυναν λογιστῶν δευτέρων ἀκριβείᾳ τὴν ἐκ τῶν ἔμπροσθεν βλάβην λύσαντες.

`59.160`

Καὶ τί δεῖ λέγειν περὶ τῶν γεωργῶν ἢ περιλαμβάνειν ἀριθμῷ τὰ τῶν εὖ πεπονθότων ἔθνη; ὅλως γὰρ ταῖς ἁπάντων ἁπανταχόθεν ἱκετείαις ἀνέῳκται τὰ βασίλεια, καὶ οὔτε γένος οὔτε ἡλικίας μέτρον οὔτε τύχης ἀξίωμα πρὸς τὴν ἀπόλαυσιν τῆς φιλανθρωπίας διακέκριται, ἀλλʼ ἐφʼ ὑψηλοῦ καθήμενοι πᾶσιν ὁμοίως κηρύττουσι θαρρεῖν, ὡς οὔτε νεότης οὔτε γῆρας οὔτε πενίας εὐκαταφρόνητον σχῆμα τῆς κοινῆς ἐπικουρίας ἀποκεκλείσεται οὐδὲ λυμανεῖται τὸ δίκαιον οὔτε δικαστὴς δυσμενὴς οὔτε ἀντίδικος ἰσχυρός, ἀλλὰ πρόχειρον εἰπόντι τὴν συμφορὰν τὸν ἔλεον ἐπισπᾶσθαι.

`59.161–59.165`

Ἐν τούτῳ δὴ τῷ μέρει γενόμενος ὑπερηγάσθην, ὅτι τὴν φιλανθρωπίαν ἔννομον πρυτανεύειν ἠξίωσαν καὶ οὔτε τοὺς ἀδικουμένους περιεῖδον καθάπαξ ἀπειπόντες μὴ δεῖσθαι οὔτε τοῖς ἐξαπατᾶν τολμῶσι συνέπραξαν πάντα ἐφεξῆς πιστεύσαντες. ἀλλʼ ἐπειδὴ τοὺς μὲν ᾔδεσαν παρὰ τὴν ἀσθένειαν ἔλαττον ἔχοντας, τοὺς δʼ ἐπὶ παρακρούσει ταῖς ἱκετείαις χρησαμένους, ἵνα τοὺς μὲν ἀντανισώσωσι τῇ βοηθείᾳ, τῶν δὲ τὴν ἀπάτην φυλάξωνται, τὴν τῶν νόμων ἰσχὺν τῇ φιλανθρωπίᾳ προσῆψαν κώλυμα τοῦτο ταῖς παραγωγαῖς ἀνευρόντες. καὶ συμβαίνει δὴ πανταχῆ μὲν τοὺς βασιλεῖς ταῖς ἱκετείαις ἐπινεύειν, μηδαμῆ δὲ τῶν θεσμῶν τὴν ἀκρίβειαν ὑπὸ τῆς φιλανθρωπίας βλάπτεσθαι. ἀπὸ τῆς αὐτῆς δὴ γνώμης καὶ τὴν τῶν ἀμφισβητημάτων διάγνωσιν εἰς τοὺς ὑπάρχους ἀπώσαντο. σκοπούμενοι γὰρ εὕρισκον νόμων μὲν ἰσχὺν ἡττωμένην βασιλικῆς ἐξουσίας, ψυχὴν δὲ βασιλέως εἴκουσαν ὄψει δακρύων. ἔδεισαν οὖν μὴ πρὸς τὰς ἀντιβολήσεις καὶ τοὺς ὀδυρμοὺς ἐπικλασθέντες φιλανθρωπότερα πλέον ἢ νομιμώτερα κρίνωσι. καίτοι τί μεῖζον ἢ τὸ κυρίους μὲν εἶναι τῶν νόμων αὐτούς, τοὺς νόμους δὲ αὑτῶν κυρίους ποιεῖσθαι; ἄρχοντας τοίνυν τοὺς εἰς τὰς πόλεις ἐκπεμπομένους οἱ μὲν ἔμπροσθεν βασιλεῖς τοὺς φονικωτάτους ἀρχικωτάτους ἐνόμιζον, ὥστε οὐκ ἦν ἐνδοξότερον τῶν πολεμίων πλείονας ἢ τῶν ἀρχομένων διαφθεῖραι. νῦν δὲ τῷ μὲν ξίφει τὸ σχῆμα πληροῦται, τῆς δὲ βασιλικῆς πρᾳότητος ἐν ταῖς τῶν ὑπάρχων ψυχαῖς εἰκόνες ἐκλάμπουσι. δεῖ δὲ οὐδὲν ἀνάγκης καὶ φόνων εἰς τὸ γενέσθαι τὰ δέοντα, ἀλλʼ ἀρκεῖ φράσαι τὸν ἐφεστηκότα, καὶ κατὰ πόδας τὸ τέλος. ἀεὶ δὲ τοὺς προτέρους ὑπάρχους ἀναπαύοντες ἐν τῷ μέρει δευτέρους ἑτέρους πρὸς τὰς διοικήσεις ἄγουσι. καὶ πάνυ γε εἰκότως. εἴτε γὰρ ἐπίπονόν τι τὸ χρῆμα τῆς ἀρχῆς, οὐκ ἀξιοῦσι διηνεκεῖ φορτίῳ τοὺς αὐτοὺς ἐπιτρίβεσθαι, εἴτε τινὸς εὐδαιμονίας μετέχον, πολλοὺς εἰς μετουσίαν τῆς εὐδαιμονίας καλοῦσιν. ἔτι τοίνυν κἀκεῖνο κατιδόντες ὅτι πεφύκασιν αἱ τιμαὶ χρηστοὺς ποιεῖν, αἱ δὲ τιμωρίαι τοὺς πονηροὺς κολάζειν, τοὺς μὲν περὶ τὰς τιμωρίας διατρίψαντας οὐ κωλύειν ἡγήσαντο γενέσθαι πονηρίαν, ἀλλὰ τὴν ἀεὶ γιγνομένην ἐκκόπτειν καὶ τὸ πραττόμενον ἐοικέναι ταῖς τῆς ὕδρας ἐκτομαῖς, αὐτοὶ δὲ ταῖς εὐποιΐαις τὰς ἁπάντων προκατασχόντες γνώμας μᾶλλον ἔπραξαν ὅπως χρήσονται βελτίστοις ἢ ὅπως ἀδικοῦντας κολάσουσι.

`59.166–59.167`

Τοσαύτης οὖν ἀρετῆς ἐν μέσῳ προκειμένης τί χρὴ μέγιστον τῶν ἁπάντων νομίσαι; πότερον τὴν εὐγένειαν ἢ τὴν τροφήν; καὶ πότερον τὴν δικαιοσύνην ἢ τὴν τῶν τρόπων σωφροσύνην; καὶ πότερον τὴν πρὸς τοὺς πολεμίους ἀνδρίαν ἢ τὴν πρὸς ἀλλήλους συμφωνίαν; καὶ πότερον τὴν πρὸς ἕκαστον φιλανθρωπίαν ἢ τὴν ἁπανταχοῦ σύνεσιν; οἵ γε καὶ πρὸς τὰς μεγίστας τῶν πράξεων οὐκ ἐνόμισαν μαντικῇ τὴν ἐλπίδα θαρρύνειν, οὐ πρὸς τὸ πρόχειρον, ἐμοὶ δοκεῖν, ἀπιδόντες ὅτι πολλάκις ἐλάττων ἀναφαίνεται, ἀλλʼ ὅτι κἂν εἰ τὰ μάλιστα τὸ μέλλον ἀνιχνεύοι, δυοῖν ἐμπόδισμα γίνεται, φιλοτιμίᾳ τε καὶ ἀνδρίᾳ. τούς τε γὰρ ἀποτευξομένους εἰ προειδεῖεν οὐκ ἐᾷ κρείττονα τῆς τύχης παρασχέσθαι τὴν προθυμίαν, ἀλλʼ εὐθὺς δειλοὺς ποιεῖ τὰ χείρω προδείξασα οἷς τε ἀπόκειται τὰ χρηστὰ τούτους ἀφαιρεῖται τὴν ἐπʼ ἀνδρίᾳ δόξαν. οὐ γὰρ ἀρετῇ μᾶλλον ἢ τῷ τῆς ἐκβάσεως προδήλῳ δοκοῦσι πεπιστευκέναι. ὅσοι δʼ ἂν ὁμοίως ἀγνοοῦντες τὸ πέρας ἄνδρες ἀγαθοὶ γίγνωνται, καὶ κατορθοῦντες θαυμαστοὶ καὶ σφαλέντες ἄμεμπτοι.

`59.168–59.172`

Εἰ δή τις μέλλοι τὸν προσήκοντα λογισμὸν ὑπὲρ ἁπάντων σχήσειν, μή μοι ψιλὸν ἐξεταζέτω τῶν ἐγκωμίων τὸν ἀριθμόν, ἀλλʼ ἑκάστῳ προσαγέτω τὴν τῶν εἰργασμένων ἡλικίαν. καὶ τάχα μεῖζον ἐν τῇ νεότητι τῶν πεποιηκότων ἢ τῷ μεγέθει τῶν πεποιημένων εὑρήσει τὸ θαῦμα. δοκεῖ δή μοι καὶ τὸ βούλευμα τοῦ τὴν οἰκουμένην συστησαμένου νῦν δὴ μάλιστα σώζεσθαι. ἐπειδὴ γὰρ ἵδρυσε μὲν τὴν γῆν, ἔχεε δὲ τὴν θάλατταν, ποταμοὺς δὲ προήγαγεν, ἔδειξε δὲ νήσων περίρρυτον θέσιν, πάντα μὲν εἰς τὸ δημιουργηθὲν ἐγκατέθετο σπέρματα καὶ βοσκήματα καὶ ὅλως ὁπόσων ἔμελλεν ἀνθρωπεία δεήσεσθαι φύσις. οὐ μέντοι πάντα γε πᾶσιν ἔνειμε μέρεσιν, ἀλλὰ διῄρει τὰ δῶρα κατὰ τοὺς χώρους εἰς κοινωνίαν τοὺς ἀνθρώπους ἄγων τῇ παρʼ ἀλλήλων χρείᾳ καὶ φαίνει δὴ τὰς ἐμπορίας, ὅπως τῶν παρʼ ἐνίοις φυομένων κοινὴν εἰς ἅπαντας ἐξενέγκῃ τὴν ἀπόλαυσιν. τοῦτο τοίνυν τὸ φιλάνθρωπον βούλευμα καὶ σωτήριον πρότερον μὲν ἀνῄρητο καὶ διέφθαρτο καὶ τὸ τῆς ἐπιμιξίας ἐν ἴσῳ τοῖς φόνοις ἀπείρητο, ὁ δὲ ἁλοὺς κατεκρημνίζετο. ἐῴκει δὴ σχήματι διατετμημένῳ τὸ σχῆμα τῆς γῆς. ἀλλὰ νῦν συνῆλθε μὲν καὶ συνῆπται τὸ τέως διῃρημένον, κεκόμισται δὲ τὴν οἰκείαν τάξιν τὸ τέως διεσπασμένον. μία μὲν ἤπειρος, μία δὲ θάλαττα, κοιναὶ δὲ αἱ νῆσοι, ἀνεῳγμένοι λιμένες, ἀναπεπταμέναι πύλαι. ὁλκάδες δὲ πανταχῆ τὰ πανταχόθεν κομίζουσαι στενοχωροῦσι τοὺς ὅρμους. πανήγυρις δὲ κοινὴ διὰ πάσης μικροῦ τῆς ὑφʼ ἡλίῳ τέταται τῶν μὲν καθʼ ἱστορίαν, τῶν δὲ κατʼ ἄλλας προφάσεις, τῶν μὲν πελάγη περαιουμένων, τῶν δὲ διʼ ἠπείρου θεόντων. καὶ οὔτε τῶν Νείλου θαυμάτων οἱ τὴν ἑσπέραν οἰκοῦντες ἀθέατοι τῶν τε ἐπὶ τῆς ἑσπέρας καλῶν οἱ Νείλῳ προσοικοῦντες οὐκ ἄπειροι. Φοίνικες δὲ ἐν Σικελικοῖς ὅρμοις, Σικελιῶται δὲ πάλιν ἐν Φοινίκων λιμέσιν. ἀνεῖται δὲ ἡ τῆς Ἀθηνᾶς πόλις τοῖς λόγων ἐμπόροις, ἀνεῖται δὲ τὸ Βιθυνῶν ἔθνος τοῖς ὁτιοῦν ἐπιθυμοῦσι λαβεῖν. καὶ τί δεῖ σμικρολογεῖσθαι καθʼ ἕκαστον, ἀλλʼ οὐχὶ μίαν εἰς ἅπαντα φωνὴν ἀφεῖναι, ὅτι νῦν τὰ σωφρονοῦντα τῆς οἰκουμένης γένη καθάπερ ἐν χορῷ μίαν ἁρμονίαν ἐντεινάμενα συνᾴδει δύο κορυφαίων ἐνδιδόντων τὸ μέλος.

`59.173`

Οἱ μὲν οὖν ἔμπροσθεν παυόμενοι τῶν λόγων ἐπιεικῶς ηὔχοντο πλειόνων ἀγαθῶν τυχεῖν καί μοι δοκοῦσιν εἰκός τι πεπονθέναι, πλειόνων γὰρ ἐδέοντο μᾶλλον ἢ τετυχήκεσαν· νῦν δὲ οὐδὲν αἰτῆσαι πάρεστιν οὗ μὴ πάλαι πάρεστιν ἡ πεῖρα. ὥστε καὶ τοῦτʼ ἂν εἴη τῶν βασιλέων ἐξαίρετον, ὅτι μηδὲν ἡμῖν κατέλιπον ὃ ζητήσομεν.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: swk-ep`.
