---
title: "Orations 1–64: Oration 52 (To the Emperor: Proposed Law against Those Entering Offices)"
title_greek: "Λόγοι 1–64, Πρὸς τὸν Βασιλέα Εἰσφορὰ Νόμου κατὰ τῶν εἰσιόντων εἰς τὰς τῶν Ἀρχόντων Καταγωγάς"
author: Libanius of Antioch
eul_wid: swk-ei
eul_aid: swk
canonical: "https://eulogikon.org/works/libanius-antioch-orations-oration-52-swk-ei"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:5580dec9fc154d1a020cc28ebe5c573b39f7172ddf02a116c3eab2515cf087ff"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Orations 1–64: Oration 52 (To the Emperor: Proposed Law against Those Entering Offices)

*Λόγοι 1–64, Πρὸς τὸν Βασιλέα Εἰσφορὰ Νόμου κατὰ τῶν εἰσιόντων εἰς τὰς τῶν Ἀρχόντων Καταγωγάς*

**Author:** Libanius of Antioch

**eul_wid:** `swk-ei` · [HTML page](https://eulogikon.org/works/libanius-antioch-orations-oration-52-swk-ei)

## Text

Part of [Orations 1–64](/works/libanius-antioch-orations-swk-aj)

`52`

ΠΡΟΣ ΤΟΝ ΒΑΣΙΛΕΑ ΕΙΣΦΟΡΑ ΝΟΜΟΥ ΚΑΤΑ ΤΩΝ ΕΙΣΙΟΝΤΩΝ ΕΙΣ ΤΑΣ ΤΩΝ ΑΡΧΟΝΤΩΝ ΚΑΤΑΓΩΓΑΣ.

`52.1`

Τῷ τοῦ δικαίου μέρει βοηθήσων ἥκω, βασιλεῦ, πολλῷ τε χρόνῳ καὶ μυρίοις πράγμασιν εἶναί σοι πολλὴν τούτου πρόνοιαν πεπεισμένος. καὶ δέδοικα νῦν οὐ τὸ δόξειν σοι περὶ μὴ σπουδαίων ἐνοχλεῖν, ἀλλὰ τὸ βραδέως σοι ταυτηνὶ κεκομικέναι τὴν γνώμην. ἢν γὰρ αὖ φανῇ σοι συμφέρουσα, μέμψιν οἶδʼ ὅτι ποιήσῃ τὸ μὴ πάλαι ταῦτα κεκομικέναι. ἐμὲ δὲ τὸν μὲν ἄλλον χρόνον φόβος τις ἐκώλυε, νῦν δὲ οὗτος οὐκ ἀνῄρηται μέν, ἀλλὰ μένει, μένων δὲ ὅμως νενίκηται δεινὸν ἤδη μου νομίσαντος, εἰ μὴ καὶ τῆς ἀσφαλείας τῆς ἐμαυτοῦ πρότερα ποιησαίμην τὰ σὰ πράγματα. εἰ γάρ τι τούτων ἰασαίμην, ἀρκέσει μοι τοῦτο καὶ πάσχοντι κακῶς εἰς παραμυθίαν.

`52.2–52.3`

Τί οὖν ἐστιν ὃ θεραπείας δεῖται; δύο πόλεμοι τῶν ἀνθρώπων πιέζουσι τὸν βίον. ὧν ὁ μὲν ἐν ὅπλοις τέ ἐστι καὶ σιδήρῳ καὶ πρὸς τοὺς ἔξωθεν, ὁ δὲ ἐν κακουργίαις ταῖς εἰς ἀλλήλους καὶ ἔνδοθεν οὔτε τὸ τὴν αὐτὴν πόλιν οἰκεῖν αἰσχυνομένων οὔτε τὸ πολίτας ἀλλήλους καλεῖν. ἐνομίσθη τοίνυν τοῖς μὲν κρίνεσθαι στρατοπέδοις καὶ χερσί, τοῖς δὲ δικαστηρίοις καὶ νόμοις. φυλάξαιτο δʼ ἄν τις ῥᾷον ἐκείνους τοὺς πολεμίους ἢ τούτους οἷς μᾶλλον ὑπάρχει λανθάνειν. πολλὴ τοίνυν ἡ περὶ ταῦτα πρόνοια καὶ πλῆθος νόμων παλαιῶν τε καὶ νέων ὑπὸ τῶν ἀεὶ κρατούντων τιθεμένων. καὶ τοῖς ἀδικουμένοις αὕτη καταφυγὴ γραφή, κατηγορίαι, ἔλεγχος, τιμωρίαι. τὸ μὲν γὰρ ἄμεινον ἦν μηδὲ ἀδικηθῆναι, τὸ δὲ δεύτερον δίκην λαβεῖν, ᾧ μόλις παύσαιτο ἄν τις ἀλγῶν. ταύτην τοίνυν τὴν ἐπικουρίαν, ὦ βασιλεῦ, τὴν οὕτω καλὴν καὶ προσήκουσαν καὶ θεοῖς φίλην οὐκ ἐῶσι σώζεσθαι τοῖς δεομένοις τινές. οὓς πεπαῦσθαι προσήκει νόμῳ τε σῷ καὶ ὀργῇ.

`52.4–52.7`

Τίνες οὖν εἰσιν οὗτοι; οἱ παρακαθήμενοι μὲν ἐν ταῖς δίκαις τοῖς δικάζουσι διελόμενοι τὰ ὦτα, σφῶν δὲ αὐτῶν μᾶλλον ἢ τῶν συνδίκων αὐτοὺς ἀναγκάζοντες ἀκροᾶσθαι, καὶ νῦν μὲν οὗτος ὡς αὑτόν, νῦν δὲ ἐκεῖνος ἕλκων, ὃ δίκαιον μέν ἐστιν ἰδεῖν οὐκ ἐῶντες, ἀντιπολιτευόμενοι δὲ τοῖς νόμοις, ἀπειλοῦντες δέ, εἰ μὴ πείσουσιν, ἐπικείσεσθαι τῷ μὴ κεχαρισμένῳ, καὶ οἱ μὲν θρασύτεροι ταῦτα τὸν αὐτὸν κατειληφότες θρόνον, ὑβρίζοντες μὲν ἐφʼ οὗ κάθηνται, ὑβρίζοντες δὲ τοῦ δικαστηρίου τὴν μορφήν, ὑβρίζοντες δὲ τὴν δίκην, ὑβρίζοντες δὲ τὸν ταύτης ἐπώνυμον, οἱ δὲ δείλης ἐμπιπλάντες τὴν καταγωγήν, μετριώτεροι μὲν τούτων ἐν ᾧ τῶν δικαστηρίων ἀπέχονται, δίκαιοι δʼ οὐδʼ αὐτοὶ τὰς εἰσόδους τὰς τοιαύτας ἐπὶ τοῖς μὴ δικαίοις ποιούμενοι καὶ τῷ πεῖσαι τὸν δικαστὴν ἃ μὴ τὰ πράγματα δύναται. ἐκεῖνοι μὲν οὖν τὸ τούτων ποιοῦσιν, οὗτοι δὲ τὸ ʼκείνων οὐ τολμῶσιν. ἀλλʼ οὗτοι μὲν δεηθέντες ἀπῆλθον παραδόντες τῇ μνήμῃ τὴν χάριν, οἱ δʼ ἕπονται παρόντες ὑπὲρ ὧν δεδέηνται καὶ νεύουσιν οἱ τὰς βοηθείας ἐπηγγελμένοι τοῖς ἀγωνιζομένοις θαρρεῖν. ποῖον οὖν τοῦτο δικαστήριον ἀφʼ οὗ τὸ δικάζειν ἐξελαύνεται; καὶ μήτοι νόμιζε δύο μόνους εἶναι τοὺς τοῦτο δρῶντας οἷς ἡ κοινωνία τοῦ θρόνου, ἀλλὰ βάθρον μὲν καθʼ ἑκατέραν χεῖρα, βάθρον δὲ βάθρῳ συνάπτεται καθʼ ἑκάτερον μέρος. ἐπὶ δὴ τούτων τῶν τοσούτων οἱ τοῖς νόμοις ἐχθροὶ τὰ τῶν νόμων ἔξω ζητοῦντες ἀναπηδῶντες, κεκραγότες, οὐ λανθάνοντες ὑπὲρ ὧν εἰσιν ἀφιγμένοι. αὐτοί τε οὖν οὗτοι καὶ παρʼ ὧν ἐλάττων ἡ τόλμα συρρέουσιν εἰς τὰς καταγωγὰς αὐτοὶ μὲν κρατήσαντες τοῦ μετʼ ἄριστον ὕπνου, ἐκείνοις δὲ τοῦτον διακόψαντες τὸν ὕπνον. καὶ βοῇ μὲν τοῦτο οὐ ποιοῦσιν οὐδὲ ὀνόματι καλοῦντες, πῶς γάρ; διαλεγόμενοι δὲ καὶ λαλοῦντες οὕτως ὡς μὴ εἶναι μηκέτι μηδʼ εἰ σφόδρα βούλοιντο, καθεύδειν. ἀνεγειρόμενοι τοίνυν τεθυμωμένοι κρύπτουσι τὸν θυμὸν ὑπὸ μειδιάματι. καὶ τὸ λοιπὸν τῆς ἡμέρας ἐν τῷ περὶ χαρίτων ἀναλίσκεται λόγῳ, τὰ δʼ ὀφειλόμενα γράμμασι γράμματα τῆς τῶν ἀρχόντων χειρὸς οὐδαμοῦ, οἷς δὲ δεῖ τούτων τῶν γραμμάτων, προσκαθήμενοι πεινῶσι. βούλομαι δέ σοί τι διελθεῖν ἐν καταγωγῇ ποτε γεγονός. ἀπεῖπε μὲν διδοὺς ἄρχων χάριτας, ὧν τὰς ὑστάτας ἐν βαλανείῳ, εἷς δέ τις ἀτυχῶν μέν, τυχεῖν δὲ ἐπιθυμῶν ἀποδύντος ἀποδὺς τὸ βιβλίον εἰσενεγκὼν καὶ μέλαν καὶ κάλαμον διὰ γέλωτος οὐκ ἄπρακτος ἀπῆλθεν, ἀλλʼ ἐκφέρων ἅμα ἱδρῶτι γράμματα.

`52.8–52.9`

Αὗται αἱ εἴσοδοι, βασιλεῦ, καθεῖλον μὲν τοῦ δικαίου τὴν ἰσχύν, τῷ δὲ ἀδικεῖν δύναμιν περιέθηκαν καὶ τοὺς μὲν ἀπήλλαξαν τιμωρίας, τοὺς δὲ ἀπεστέρησαν. αὗται πολλοὺς μὲν ἀνδροφόνους ἐξήρπασαν θανάτου, πολλοὺς δὲ μοιχούς, πολλοὺς δὲ τάφων ἁψαμένους, πολλοὺς δὲ περὶ χρήματα κακούς, τοὺς μὲν παρακαταθήκας οὐκ ἀποδόντας, τοὺς δὲ δανείσματα, τοὺς δὲ ἡρπακότας, τοὺς δὲ πὺξ πατάξαντας, τοὺς δὲ λακτίσαντας, τοὺς δὲ λοιδορίαις ὑβρίσαντας μὲν ἑαυτούς, ὑβρίσαντας δὲ πατέρας οἰχομένους, τοὺς καθʼ ἕκαστον τῶν ἀδικημάτων εἶδος εἰκότως ἂν τοῖς ἐκ τῶν νόμων ζημιωθέντας ῥύονται, συμπράττουσι, σκοποῦσιν ὅπως ἂν καταγελάσωσι τῆς δίκης. κἄν τις τῶν σῶν ὑφέληταί τι καὶ κατεδηδοκὼς ἐπὶ κρίσιν ἄγηται, τῶν κωλυσόντων γενέσθαι τιμωρίαν οὐκ ἀπορήσει, ἀλλʼ ἅμα τέ τις ἠνέχθη κατά τινος αἰτία, καὶ δρόμος τοῦ δείσαντος ἐπὶ τὸν ἀμυνοῦντα κἀκείνου πάλιν ἐπὶ τὸν δικάσοντα, καὶ ὁ μὲν συκοφαντεῖ, κἂν μὴ συκοφαντῇ, ὁ δέ, κἂν ᾖ πονηρός, χρηστός ἐστι. πολλοὺς δὲ ἀξίους κεκολάσθαι σώζοντες οὐκ ἐλάττους ζῆν ἀξίους ζῶντας κατὰ τοὺς νόμους ἀπώλεσαν πένητάς τε ἐκ πλουσίων ποιοῦντες διατελοῦσι καὶ ταπεινοὺς ἐκ λαμπρῶν καὶ ταῖς οἰκίαις ἀποδιδόντες τοὺς μὲν καταδίκῃ πεπληγμένους, τοὺς δὲ μολύβδῳ, τοὺς δὲ ἀμφοῖν.

`52.10`

Τὸ οὖν ὀλέθρους τε ἔχον οὐχὶ δικαίους καὶ σωτηρίας οὐ καλὰς καὶ προσήκει σοι παῦσαι, βασιλεῦ, καὶ ῥᾴδιον. τὸ γὰρ εἰπεῖν ῥᾴδιον. ἐλευθέρωσον τοίνυν τὰς ψυχὰς τῶν δικαζομένων δέους τοῦ παρὰ τῶν λυμαινομένων τὸ δίκαιον. ᾧ καὶ τοῦ καθεύδειν στέρονται παρατηροῦντες τὰς τῶν βελτιόνων τούτων εἰσόδους, διʼ οὓς οὐδʼ ὁ πάνυ πιστεύων τοῖς πράγμασιν ἔχει θαρρεῖν. ἔρχετʼ οὖν αὐτῷ νὺξ δυοῖν φέρουσα θάτερον, ἢ ἀγρυπνίαν ἢ μετʼ ὀνειράτων χαλεπῶν ὕπνον ἐχόντων τοὺς καθʼ ἑαυτοῦ πρὸς τὸν ἄρχοντα λόγους, πηδᾶν ποιούντων τὰ τῶν τεταραγμένων. τοιαύτης δὲ ἀπολαύσας ἐκείνης λύπῃ δέχεται τὴν ἡμέραν τραῦμα πεποιηκότος ἐν τῇ ψυχῇ τοῦ φόβου. δεῖ δέ, ὦ βασιλεῦ, καὶ φοβεῖσθαι καὶ μὴ φοβεῖσθαι τοὺς ἀρχομένους, τὸ μὲν ἐκ τοῦ κακὰ εἰργάσθαι, τὸ δὲ ἐκ τοῦ μηδέν, ἀλλʼ οὐ διὰ τὸν δεῖνα ἢ τὸν δεῖνα.

`52.11–52.12`

Τοῦτο καὶ τὰς βουλάς σοι βελτίους, ὦ βασιλεῦ, ποιήσει. νῦν μὲν γὰρ ταύτας τὰς ἀσπίδας προβεβλημένοι τὸ ζῆν ἡδέως μᾶλλον ἢ καλῶς προτετιμήκασιν· εἰ δʼ οὐκ ἔχοιεν γλώττας τὰς εἰσπεμπομένας, ἐν τοῖς πραττομένοις ἕξουσι τὰς ἐλπίδας. τουτὶ δὲ καὶ αὐτῶν, οἶμαι, κέρδος τῶν εἰς κάλλος βιούντων ὄντας ἀγαθοὺς ἐπαινεῖσθαι καὶ μὴ κολακεύειν τοὺς ψευσομένους, ἀλλʼ ἔργοις εὐδοκιμεῖν οὐκ αἰτοῦντας εὐφημίας, ἀλλʼ ἔχοντας ἀπὸ τῶν καθʼ ἡμέραν. τὸ αὐτὸ χείρους καὶ τῶν λόχων ποιεῖ τοὺς ὑπερέχοντας ἤ, εἰ βούλει, στρατιάν. οὗτοι γὰρ τὰ τῶν γειτόνων αὑτῶν τιμῆς ὀλίγης ποιοῦσι τὰς κακοπραγίας οὐ φερόντων τὰς πυκνάς. δεινὸν δʼ οὐδὲν εἰς δίκην τοῦτο ἐλθεῖν ὄντων τῶν τὸν ὀργιούμενον ἡμερωσόντων. ὢν δὲ μέτριος στρατιώτης κόσμος τʼ ἂν εἴη τῷ δικαστῇ καὶ ἡσυχαζούσῃ τῇ καρδίᾳ ζῴη μηδαμόθεν αὐτῷ τοῦ συνειδότος ἀπειλοῦντος.

`52.13`

Ἀλλὰ μὴν μέγιστον μὲν ἀγαθὸν νέῳ παιδεία, φοιτᾶν δὲ ὡς τὸν βελτίω βέλτιον ἢ τὸν οὐ τοσαῦτα εἰδότα. καὶ τοῦτο τοίνυν ἀσαφὲς καθίσταται ταῖς τοιαύταις εἰσόδοις τὸν μὲν ἀμαθέστερον ποιούσαις τῷ λόγῳ σοφώτερον, τὸν δὲ σοφώτερον ὕστερον. ὅταν δὲ ὁ ταῦτα ἰδὼν ἕπηται καὶ λέγῃ τὰ τῆς ἀπάτης, τὸ τῆς ἀρχῆς ὄνομα μεγάλην τὴν ψῆφον ἐποίησε καὶ πλέον ἐδυνήθη τῆς ἀληθείας, καὶ τὰ περὶ τοὺς λόγους ἔσχε κακῶς.

`52.14–52.18`

Οὗτοι τοίνυν οἱ τοὺς ἀδίκους ᾑρημένοι κατὰ τῶν τοῖς νόμοις πειθομένων οὐ τηνάλλως πονοῦσιν, ἀλλʼ ὥσπερ τοῖς γεωργοῖς πονεῖται τὰ περὶ τὴν γῆν, καὶ ζεύγη καὶ ἅμαξαι καὶ βόες καὶ ἄροτρον, καὶ ἄρουρα τέμνεται καὶ σπορὰ εἰσπέμπεται καὶ τὰ ἄλλα γίγνεται θερίσαι καὶ τρυγῆσαι βουλομένοις, οὕτω καὶ τούτοις θερίσαι καὶ τρυγῆσαι βουλομένοις. καὶ πολὺ τοῦτο αὐτοῖς ἔρχεται. τῶν δὲ ἀφικνουμένων τὰ μὲν αὐτοῖς πλουσίας ποιεῖ τὰς τραπέζας γῆς παρεχούσης καὶ θαλάττης, τὰ δὲ πλοῦτός ἐστι, χρυσός, ἄργυρος, ἐσθῆτες. καὶ τὰ μὲν ἔχουσι, τὰ δὲ δέχονται, τὰ δὲ μέλλουσιν. ἱκανὸν δὲ οὐδὲν οὐδὲ ἐπαινεῖται, ἀλλὰ τὸ μὲν κεῖται μικρὸν δοκοῦν, ζητεῖται δὲ ἕτερον καὶ οὐκ ἔνι μὴ δοῦναι τῇ τοῦ μέλλοντος προμηθείᾳ, ὅπως ᾖ τις ὁ παρεσόμενος, ἢν δέῃ. πόθεν οἴει, βασιλεῦ, τοὺς ἀφέντας μὲν τὴν αὑτῶν καὶ πατρῴαν πενίαν, ἐλθόντας δὲ ὡς ἡμᾶς ἐν σαπροῖς ὑποδήμασι, τοὺς δὲ οὐδὲ τοιούτοις, πυροπωλεῖν, οἰκοδομεῖν, τραπεζίταις συνεῖναι, δανείζειν, πανταχοῦ μεμνῆσθαι τόκων, παισὶ κλήρους παραδιδόναι μεγάλους; ἅπασι τούτοις πηγὴ μία τὰ δικαστήρια καὶ τὸ τοὺς μὲν ἡττῆσθαι, τοὺς δὲ νενικηκέναι καὶ κακῶς ἀμφοτέρους. ἰσχὺν δὲ ἐκ λόγων κεκτημένοι κέκτηνται διὰ τῆς αὐτῆς καὶ τὴν ἐν τῇ πόλει. καὶ πᾶσα χήρα τὴν οὐσίαν τὴν ἑαυτῆς οὐχ ἑαυτῇ μᾶλλον ἢ τούτοις ἔχει. ὁρῶντες δὲ τὴν πολλὴν οἱ χειροτέχναι δύναμιν ὑποπεπτώκασι μὲν τούτοις, ὑποπεπτώκασι δὲ καὶ τοῖς τούτων οἰκέταις. καὶ γὰρ τούτοις ἐξουσία μαστιγοῦν, δεῖν, ὠθεῖν, καταβάλλειν, χιτῶνι λυμαίνεσθαι. καὶ τὰ πωλούμενα τῶν τιμῶν ὁριστὰς ἔχει τοὺς τοιούτους, καὶ δούλους καὶ δεσπότας. οἱ δὲ τοτὲ μὲν ἔδοσαν βραχύ τι, τοτὲ δὲ οὐδέν. εἶτα τοῖς μὲν ἡ φροντὶς ὑπὲρ ἄρτου, τοῖς δὲ πάντα πολλά. καὶ τέκτονας οὐ κεκτημένοι, τῶν ἐκείνων εἰ δεηθεῖεν χειρῶν, κέκτηνται. τί οὖν χρὴ τοὺς τοιούτους καὶ νομίζειν καὶ καλεῖν ἢ τυράννους, οὐ τριάκοντα κατὰ τοὺς πάλαι ποτὲ τῶν Ἀθηναίων, ἀλλʼ ὅσους οὐδʼ ἂν ἐξαριθμήσειέ τις; μὴ γάρ, εἰ μὴ κατέχουσιν ἀκροπόλεις μηδʼ εἰ μὴ δορυφοροῦνται μηδʼ εἰ τὴν ἐσθῆτα τὴν τῶν ἀρχομένων φοροῦσιν, ἀλλʼ εἰ μὴ μείζονές εἰσι τῶν νόμων ἐν οἷς τέ τισι συμπνέουσιν ἐν οἷς τε ἐναντιοῦνται, εἰ μὴ ταῦτα πάντα τῶν εἰδότων καὶ ὁρώντων. καίτοι τί πλέον αἱ τυραννίδες; πολεμεῖς δὲ καὶ μισεῖς οὐ τοὔνομα τοῦ πράγματος, βασιλεῦ, αὐτὸ δὲ τοὖργον καὶ τὰ ἀπʼ αὐτοῦ κακά. ποιεῖ δὲ τούτους τυράννους οὐχ ὁπλίτης καὶ ἱππεὺς καὶ ἀκοντιστὴς καὶ τοξότης, ἀλλὰ τὸ τοὺς ἄρχοντας ἄγειν καὶ τὸ τοὺς ὑπὸ τῆς σῆς ἀπεσταλμένους ἐπὶ τοῦτο κεφαλῆς τοῖς τούτων βουλήμασιν ὑπηρετεῖν. οἳ καὶ κώμην πολλάκις ἀνέστησαν ἀδικουμένην ὑπὸ μείζονος διὰ τὸ μείζω τὸν μισθὸν εἶναι τὸν παρὰ τῆς μείζονος. ἴθι δὴ καὶ ταύτας ἡμῖν ἔκκοπτε τὰς τυραννίδας. δεῖ δὲ οὐδέν σε πολλὴν μὲν γῆν ἐπελθεῖν, ὑπερενεχθῆναι δὲ ὀρῶν καὶ τῶν μὲν ὅπλοις, τῶν δὲ κρατῆσαι γνώμῃ, ἀλλʼ ἐὰν δόξῃ κεκλεῖσθαι τῶν ἀρχόντων τὰς θύρας, οἵδε καταλέλυνται.

`52.19–52.21`

Καὶ μὴν πολύς γε χρόνος, φήσαι τις ἄν, οἶδε ταυτασὶ τὰς εἰσόδους. καὶ γὰρ τὰ διὰ τούτων ὁ αὐτὸς ἀδικήματα χρόνος οἶδε. δεῖ τοίνυν οὐ μᾶλλον εἰσιέναι συγχωρεῖν διὰ τὸν χρόνον ἢ κωλύσειν διὰ τοὺς ἠδικημένους. ὁ δʼ ὡς ἰσχυροῦ τινος εἰλημμένος τοῦ χρόνου τοσοῦτον ἀποκρινάσθω, εἰ καὶ λοιμὸν μακρὸν ἡμῖν ὑπισχνουμένου τινὸς θεῶν ἢ καὶ ἀνθρώπων λύσειν οὐκ ἂν προσεῖτο τὴν δωρεὰν διὰ τὸ μῆκος τῆς νόσου. τοὐναντίον μὲν οὖν τὸ μῆκος ἂν παρῄνει σπεύδειν καὶ μὴ μέλλειν, ἀλλʼ ἁρπάζειν τἀγαθόν. εἰ μὲν οὖν ψεύδομαι τοῖς περὶ τῶν εἰσόδων καὶ οὐδὲν ἐν αὐταῖς βλαβερόν, μενέτωσαν· εἰ δὲ πλείω τῶν εἰρημένων τὰ διαπεφευγότα, μᾶλλον ἄξιον ἀλγεῖν οὐ πάλαι πεπαυμένων ἢ τηρεῖν αὐτὰς διὰ τὸν μέχρι νῦν καιρὸν ὄντα πολύν. ἐν ᾧ τινας ἴσμεν κεκλεικότας θύρας καὶ πολὺ νομισθέντας βελτίους τῶν οὐ τοῦτο πεποιηκότων. εἰ δὴ πάλαι κέκριται τὸ κλείειν τοῦ μὴ κλείειν κάλλιον, τί μὴ τὸν μετὰ τὸν λόγον χρόνον ἀμείνω τοῦ προτέρου ποιοῦμεν; τί δέ; ἐπὶ τῶν προτέρων ἀρχόντων τοῦτο οὐκ ἦν ἑνός γέ τινος γέροντος συνδειπνοῦντος καὶ τούτου γε τοῦ γέροντος ἀρετῆς τε ἐπιμελουμένου τῆς ἄλλης κἀν τῷ δείπνῳ ῥήτοράς τε ἀρχαίους καὶ ποιητὰς ἐπεισάγοντος καὶ οὐδὲ ἀκίνδυνον ἦν ἔξω τούτων ἐνεχθῆναι. ᾔει δέ ποτε καὶ ὁ τῶν φιλοσόφων ἐξ Ἀπαμείας χορός, ὧν ὁ κορυφαῖος θεοῖς ἐῴκει, καὶ μικρὰ συγγενόμενος ἀνέστρεφεν. ἔδει δὲ καὶ τοὺς νῦν εὐτυχεῖν τι τοιοῦτο, καὶ παρῄνουν ἂν καὶ πρεσβείαις τὸ κέρδος ἄγειν.

`52.22–52.24`

Ἀλλʼ εἶναι μὲν τοὺς αἰτοῦντας ἃ μὴ δεῖ συγχωροῦσιν, οὐ μὴν παρʼ ὧν αἰτοῦσιν ἕξειν εὐθέως. ἀλλʼ εἰ μὲν ἄνδρες ἄριστοι τὰς ἀρχὰς ἐλάμβανον πᾶν ἂν ὑπὲρ δόξης ὑπομείναντες, τάχʼ ἄν τι λέγειν ἐδόκει τις· εἰ δʼ ἴσμεν, τίνες ὄντες καὶ τίνων καὶ πόθεν ἥκοντες καὶ πῶς λαβόντες ἄρχουσι, τί θαυμαστὸν διδόναι σφᾶς αὐτοὺς τοῖς ἐπαγγέλλουσιν; εἰσὶ δὲ οἳ κἂν μὴ τὴν πρώτην πείσωσι, λιπαροῦντες ταῦτα ἔπραξαν κεφαλήν τε καὶ ὄμματα φιλοῦντες χειρῶν τε ἁπτόμενοι καὶ γόνατα τιμῶντες, πάντα ἀφιέντες ῥήματα καὶ δὴ καὶ τὸ τοῦ Σατύρου τὸ δέομαι, δός μοι. λόγου δὲ φύσις πλεῖστα ἂν δυνηθείη, καὶ ὀργὴν ἐμποιῆσαι καὶ στῆσαι καὶ λύπην ἀμφότερα καὶ πόλεμον ἀντʼ εἰρήνης ἑλέσθαι πεῖσαι καὶ ζέοντας ἐπʼ ἀλλήλους καταθέσθαι τὰ ὅπλα. καί τις οὐκ ἂν ἁμάρτοι γόητα αὐτὸν προσειπὼν τὸν καὶ πένθος οὐ φορητὸν ἐπὶ θοίνην ἄγοντα. καὶ οὗτοι τοίνυν οὐκ ἀποροῦσι λόγων εἶξαι πειθόντων. ἐν οἷς οἱ τὰς ἀμοιβὰς ὑπισχνούμενοι καὶ ὅ γε κολοφὼν ὁ τῆς Γοργόνος φοβερώτερος ὁ ποταμοὺς ἀπειλῶν ἐπαφήσειν ψόγων. ἠκόνηται δὲ γλῶττά τισι καὶ μαχαίρας καλοῦσιν αὐτάς. καὶ τἄλλα εἰσὶν οὐκ εὐκαταφρόνητοι τῷ πᾶσιν ἐπιχειρεῖν καὶ μηδὲν ὀκνεῖν καὶ τὴν αἰδῶ νομίζειν νωθείαν. εἴτʼ οὖν φιλότιμος εἴη, νενίκηται διὰ τὴν φιλοτιμίαν, εἴτε κερδάναι κακῶς, δείσας ἔχεται. ᾧ μὲν οὖν ὁμιλεῖ τις, τοῦτον ἂν ἕλοι· οὗ δʼ ἀφέστηκε, πῶς ἂν τούτῳ προσβάλοι; κακὰ μὲν οὖν ὁ κακῶς ἄρχων δράσει, κἂν μηδεὶς εἰσίῃ, πλείω δὲ εἰσιόντων, τὰ μὲν ἐκείνοις, τὰ δὲ αὑτῷ διδοὺς οὐκ ὄντα τοῖς διʼ ἐκείνων ἴσα. οὕτως οὐκ ἔνι μὴ ταῖς εἰσόδοις ἀκολουθῆσαι βλάβην.

`52.25–52.28`

Καὶ μὴν ὠφέλειάν φησιν ἐνεῖναι δεικνυμένων παρὰ τῶν εἰσιόντων ἃ μὴ σφόδρα ἂν ἐκεῖνος ἴδοι. καὶ τί τοῦτο ἔστι; πῶς μὲν ἂν λάθοι; πῶς δʼ οὐκ ἂν καταφανὲς γένοιτο τῶν μὲν πόρρωθεν ἀνωμολογημένων τῶν περὶ τὸν φόρον, τῶν περὶ τὰς δίκας, τῶν περὶ τὰς θεωρίας, τῶν δʼ ἀπροσδοκήτων πευθῆσί τε διοικουμένων καὶ πολλαχόθεν τὴν διδαχὴν ἐχόντων. εἰ δὲ δὴ καὶ συνεχῆ κοινωνὸν ἁπάντων ἔχειν ἄξιον, ἔστιν ὁ παρεδρεύων ἀναγκαίαν ἔχων τοῖς πράγμασιν εὔνοιαν· οἶδε γὰρ ἐν ταῖς διαμαρτίαις πρῶτος ὑφέξων λόγον. δύο τοίνυν γνώμαις τῆς ἀρχῆς κυβερνωμένης τί ἂν ἑτέρων δέοι; καὶ γὰρ εὐφροσύνην αὐξῆσαι καὶ ἀθυμίαν κοιμίσαι δύναιτʼ ἂν ὁ μονονοὺ συμπεφυκώς. ἔτι τοίνυν, εἰ μὲν ἐπʼ ἀγαθῷ τῳ τὰς συνουσίας οἵδε ταύτας ἔμελλον συνέσεσθαι καὶ τοῦθʼ οἱ μάντεις προὔλεγον, εἴων ἄν· εἰ δὲ ἐμπορία τὸ πρᾶγμά ἐστι καὶ κακῶς χρήσονται ταῖς τῶν ἀρχόντων ὁμιλίαις, ἐγὼ μὲν ὃ χρὴ γενέσθαι λέγω, σὸν δʼ, ὦ βασιλεῦ, τὸ γενέσθαι. τιθῶμεν δʼ, εἰ δοκεῖ, μὴ πάντας ἔσεσθαι τοιούτους, ἀλλά τινας καὶ συμφέροντας. οὐκοῦν εἰ οἱ κακίους πλείους, πλείονι ἄρα συνέσται τῷ κακῷ. εἰ οὖν ἀληθὴς ὁ τοῦ Θεόγνιδος λόγος καὶ ὁ μὲν ἐσθλὸς ἐσθλῶν διδάσκαλος, ὁ δὲ κακὸς κἂν εὕρῃ τινὰ μετέχοντα νοῦ, καὶ τοῦτον ἐξέβαλεν, οὐσῶν εἰσόδων τὸ φαυλότητα τοῖς ἄρχουσιν ἐμποιοῦν δυνατώτερον, ὅσον καὶ πλέον. βέλτιον ἄρα μηδετέροις ὁμιλεῖν ἢ τοῦτʼ ἀμφοτέρων εἶναι. οἱ μὲν γὰρ ἐπανορθοῦντες μόλις ἂν εἶεν δύο, παρὰ δὲ τῶν κολακευόντων ὄντων γε ἀμυθήτων οὐδὲν ὅ τι μὴ πολλῶν ἐπαίνων τεύξεται καὶ ὅτι γε μόνου τοῦ Διὸς ἂν ἦν οὕτω θεραπεῦσαι πόλεις αὐτῷ ταύτην δεδωκότος τὴν ἀρχήν.

`52.29–52.31`

Τοῖς διδασκάλοις δέ, φησιν, οὐκ ἀνοίγεις τὰς θύρας; οὔ. διὰ τί; ὅτι καὶ τούτους οἶδα ταῦτα ποιήσοντας, συμμαχήσοντας, πολεμήσοντας, κακῶς ἑκάτερον. ὁρῶ γὰρ δὴ καὶ τούτους τὴν περὶ τὰ χρήματα νοσοῦντας νόσον καὶ μόνους εὐδαίμονας τοὺς ἐν πλούτῳ ζῶντας ἡγουμένους καὶ τὸν Κροῖσον Σόλωνος εὐδαιμονέστερον. ἤδη δέ τινος αὐτῶν ἀκήκοα καὶ τὸν Μίδαν ζηλοῦντος τῆς τελευτῆς. λιμῷ μὲν γὰρ ὡμολόγει τὸν Φρύγα τελευτῆσαι, ἀλλʼ ἔργον εἶναι χρυσοῦ τὸν λιμόν. καὶ Σατύρου μὲν οὐχ ὑπῆρξε γενέσθαι κυρίοις, ᾗ ταῦτα ἂν ᾔτησαν, εὐχαὶ δὲ ἕωθεν αὐτοῖς πρὸς τὸν ἥλιον καὶ νυκτὸς ἀρχομένης πρὸς ἐκείνην χρήματά σφισιν ὅσα τοῖς ἐπὶ τῶν δυνάμεων γενέσθαι, γυνὴ δὲ καὶ παῖδες καὶ τὸ ἐρρῶσθαι καὶ εὐδαιμονεῖν οὐδαμοῦ. τεκμαίρεσθαι δὲ ἡμᾶς οὐκ ἐῶσιν, ἀλλʼ εὖ εἰδέναι οἱ μεγάλους ἐργασάμενοι πλούτους φανεροὺς ἀπὸ τοῦ τὴν τῶν οὐ διδασκόντων ὁδὸν ἐλθεῖν, οἳ τοῖς μὲν ἐξισώθησαν, τοὺς δὲ καὶ παρεληλύθασιν. οὕτως οὖν εἰσελθόντας ἐπίσχες, ὦ βασιλεῦ. καὶ μὴ πειθέτωσαν λέγοντες, ὡς μισθοὶ ταῦτα νέων καὶ πόνοι καὶ διατριβαὶ περὶ λόγους. εἰ γὰρ τοῦτο τοιοῦτον ἦν, πάντες ἂν ἦσαν ἕνεκά γε νέων καὶ διατριβῶν τηλικοῦτοι, πάντων γὰρ οἶμαι ταῦτα, ἀλλʼ ὅμως οἱ μὲν πένητες, οἱ οὐκ εἰσελθόντες, καὶ μέγα κέρδος ἐν ἄλλου φαγεῖν, οἱ δʼ ἐν καταλόγῳ τῶν πολυχρύσων. πρὸς οὓς ὁ νόμος εἰπάτω μὴ πλείω ζητεῖν, ἀλλὰ στέργειν, εἰ μή τις ἀφαιρήσεται. εἰ δὲ γενομένην εἴσοδον ἐπισχετέον, πῶς οὐκ οὔσαις ἐπιτρεπτέον; πῶς δὲ μεμφόμενοι τῶν παιδευόντων τοὺς περὶ τὰ τῶν ἀρχόντων γόνατα τοὺς οὔπω τοῦτο πεποιηκότας δράσοντας εἰσάξομεν μέλλοντας ἀντὶ μετάλλων τε καρπώσεσθαι τὰς ἀρχὰς καὶ διδασκάλοις οὐχ ὁμοίους ἔσεσθαι; ἐπεὶ καὶ τὸν ἀντικαθήμενον τοῖς τοῦ ἡμετέρου ῥεύμασι τοῦτο οὐκ εἴασεν εἰς ὅσον ἐξῆν αὐξηθῆναι τὸ μεγάλην ἡγεῖσθαι πλεονεξίαν καὶ εἶναι καὶ ἔσεσθαι τὴν ἀρχήν. ἡ δʼ οὐ μόνον βλάβη λόγοις, ἀλλὰ καὶ κίνδυνος ἦν ἐν μεταβολῇ τῶν ὅλων, καὶ τὰ κτήματα ἐκινεῖτο καὶ μακρὰν ἔδει βαδίζειν ὁδὸν καὶ γελωτοποιοῦντα μένειν ἐφʼ ὧν εἶχεν εἰς τὴν τοῦ κρατοῦντος βλέποντα φύσιν.

`52.32–52.34`

Ἀλλʼ εἰ καὶ πάντας εἴρξεις, φησί, τί λέξει πρὸς ἰατροὺς ὁ νόμος, ὅταν τῶν ἰατρῶν τὸ σῶμα δέηται; οὐ γὰρ δὴ μὴ νοσεῖν ἐπιτάξεις τοῖς ἐπὶ τῶν ἀρχῶν. ἐρεῖ τοίνυν ὁ νόμος· ἔρχου μὲν ὁ σώζειν τέχνην ἔχων καὶ λέγε τι καθεζόμενος καὶ λέγοντος ἄκουε, ἔστω δὲ πᾶν τὸ λεγόμενον εἰς τὸ πάθος τεῖνον σπουδὴν ἔχον τὸ μὲν καταπαλαῖσαι καὶ τρέψαι, τὸν κεκληκότα δὲ καθαρὸν ποιῆσαι τοῦ κακοῦ, δίκης δὲ μὴ ἔστω μνήμη μηδὲ νίκης μηδὲ ἥττης μηδὲ γνώσεως μηδʼ ὑπὲρ ἀνδρὸς πονηροῦ λόγος μηδὲ κατʼ οὐδὲν ἀδικοῦντος μηδʼ ὁ μὲν ἤπιον, ὁ δὲ χαλεπὸν ποιῶν. οἶδʼ ἐκεῖνο. πολλὰ μὲν εἴρητο, πολλὰ δʼ ἐπέπρακτο τῷ κρατοῦντι μὲν νοσημάτων, κρατοῦντι δὲ ἀρχόντων, οὐ δικαίως δὲ τῇ δυνάμει ταύτῃ χρωμένῳ. ὅτι δὲ οὐ δικαίως, μάρτυς ὁ πλοῦτος πένητας ἀποφαίνων τῶν τινας ἐν βασιλείοις τὰ μέγιστα πιστευομένων. ἣν γὰρ ἡ βουλὴ γῆν, ταύτην ἐγεώργησε τιμὰς μὲν τὰς προσηκούσας τιθεὶς καί που καὶ μείζονας, οὕτω δὲ ῥᾳδίως, ὥσπερ ἐπὶ θησαυροὺς ὑπὸ ὀνειράτων ἠγμένος. τὰ δʼ ἦν οὐκ ὀνείρων ἔργον, ἀλλʼ ἀρχόντων χάριτες ἅπαντα πειθομένων. ἃ πωλῶν ἐκεῖνος ἠγόραζεν ἀεί τι ἔχων ἐν τοῖς πωλουμένοις τῶν πωλούντων τοὺς τάφους. καὶ τῷ μὲν ηὔξετο τὰ ὄντα, ἡ δὲ αἰσχύνη τοῖς δικασταῖς. ἔστω τοίνυν ὁ ἰατρὸς ἰώμενος ἄρχοντα ἀσθενοῦντα, τουτὶ δὲ πράττοιτο μὲν ἂν καὶ διὰ σιγῆς, πράττοιτο δʼ ἂν καὶ διὰ ῥημάτων ὀλίγων ἃ οὐκ ἂν μὴ ῥηθῆναι δύναιτο. μακρὰ δὲ διεξιόντος καὶ χωροῦντος ἐπὶ τὰ μὴ συμβαίνοντα τοῖς νόμοις τῷ προσώπῳ δῆλον ὅ τι χρῄζων τῆς ἰατρικῆς ποιείτω τοῖς παροῦσιν, ὡς, ἢν μόνον ἰατρὸς ὢν εἰσίῃ, τὸν νοσοῦντα ὄψεται. ἐφεστάναι δὲ ἄξιον καὶ τὸν κοσμοῦντα τὴν καταγωγὴν καὶ τῶν ἔνδον ἐπιμελητὴν τῷδε τῷ πράγματι καὶ προσαναγκάζειν τὸν τοιοῦτον ἰατρὸν εἴσω τῶν ὅρων μένειν.

`52.35`

Ὡς δʼ οὐ καλὸν καταγωγὴν ἄρχοντος δέχεσθαι τοιαύτας συνουσίας, μάθοις ἄν, βασιλεῦ, καὶ τῷδε· βραχέα δὲ λέξω καὶ διʼ ὧν ἡδίων ἔσῃ.

Ἦρχέ ποτε ἀνὴρ καὶ Σύρων καί τινων ἑτέρων ἐθνῶν, Σύρου μὲν παῖς, αὐτὸς δὲ Ῥωμαῖος, φόβῳ τὴν ἀρχὴν εὐθύνων, οὐχ αἵματι. τούτῳ τῆς ἀρχῆς μεσοῦντι ῥεῦμα κινηθὲν ἀπὸ τῆς κεφαλῆς διὰ τῆς φάρυγγος δραμὸν τά τʼ ἄλλα ἐκάκωσε καὶ τῆς φωνῆς ἀφεῖλε. κεκλημένος δὲ ἐπὶ τὸ λυποῦν ἰατρὸς ἀνὴρ τῶν ἄγαν ἐπαινουμένων ἐπειδὴ ἤρετό τι περὶ τοῦ κατέχοντος, ἀπεκρίνατο μὲν οὐδὲν διὰ φωνῆς, ἦν δὲ ἄρα ἐν αὐτῷ τοσοῦτον, διάρας δὲ τὸ στόμα τὸ τῆς τέχνης δεόμενον ἔδειξεν, ὅπως ἀνήκοος αὐτοῦ καθάπαξ ὁ ἰατρὸς ἀπίοι μηδὲν τῆς αὐτοῦ γλώττης ἐκφέρων.

`52.36`

Τοσοῦτος ἦν τοῖς τότʼ ἄρχουσι φόβος ἐν ταῖς εἰρημέναις εἰσόδοις. ἀλλὰ νῦν οὐ τὰ πάθη τοὺς ἰατροὺς τοῖς ἄρχουσιν εἰσάγει, ἀλλʼ οἱ μὲν ἔρρωνται, οἱ δὲ παρακάθηνται, καὶ ὁ λόγος οὐ περὶ τοῦ σώματος οὐδʼ ὅπως ἂν ὑγιαίνοντες διάγοιεν, ἀλλὰ τῆς αὐτῆς καὶ τὰ τούτων ἰδέας. ἰατρῶν μὲν οὖν οὐκ ἀποστερῶ τοὺς ἄρχοντας, μήποτε οὕτω γενοίμην ἄτοπος, ἐφεστάναι δὲ τοῖς στόμασιν αὐτῶν ἀξιῶ τὸν ἃ δεῖ μόνα λέγειν ποιήσοντα.

`52.37–52.38`

Φθονήσομεν οὖν τῷ πόνῳ τῶν ἀρχόντων παραμυθίας τῆς οὔσης ἐν ταῖς εἰσόδοις; ποίας παραμυθίας; μείζων μὲν οὖν ἐντεῦθεν ὁ πόνος αὐτοῖς κατασκευάζεται τοῦ τῶν γραμμάτων χρόνου καὶ τῶν ἀναγκαίων ἑτέροις διδομένου καὶ μικροῦ τινος τοῖς ἐπείγουσιν ἀντὶ πλείονος γινομένου, ὥστε πολλάκις μὲν ὥρα δειπνεῖν, οἱ δέ εἰσιν ἐν γράμμασι. θαυμάζω δὲ εἰ καὶ μετὰ τὴν θοίνην διπλῆν τε καὶ τοιαύτην ῥᾳστώνης εἶναί τῳ δοκοῦσιν ἐπιδεεῖς καὶ μηδὲ δύνασθαι ζῆν, εἰ μὴ τοῦτο ἔχοιεν, ὡς οὐκ ἔχοντες ἐκ σίτων ἀναπαύλας. ἦσαν δέ γε κἀκείνοις καὶ τοῖς νῦν καὶ πᾶσιν ἄρχουσιν ἀνάπαυλαι τὸ ταθὲν ἀνιεῖσαι, τοῦτο μὲν ἵππων ὑφʼ ἅρμασιν ἅμιλλαι, τοῦτο δὲ ἐν θεάτροις χάριτες, τοῦτο δὲ πρὸς θηρίων ὀδόντας ἀνδρῶν ἀγῶνες ᾠδαί τε νέων εὐφώνων ἐκπώμασιν ἀναμεμιγμέναι. κεκώλυται δὲ οὐκ αὐλός, οὐ σύριγξ, οὐ βάρβιτος. ἔνι δέ τις καὶ περὶ κύβους διατριβὴ θυμὸν φέρουσα μεθʼ ἡδονῆς. εἰ δὲ δὴ προσδεῖ τινος καὶ βελτίονος εὐθυμίας, ἔστι μοῦσα ποιητῶν, ἔστι δρόμος ῥητόρων. ἔστιν ἀκοῦσαί τι παρʼ ἀμφοῖν περὶ τῶν αὑτοῦ καλῶν ἢ τἀληθῆ λεγόντων ἢ καὶ οὐ τοιαῦτα, πόνου δὲ ὅμως τοῦ παρὰ τῶν πραγμάτων ἀφιέντα. οὕτως οὐδʼ ὑπὸ ταύτης τῆς αἰτίας εἶεν ἂν εὐλόγως εἴσοδοι.

`52.39–52.40`

Ὃ τοίνυν μέγιστον ἔχειν οἴονται κατὰ τῆς γνώμης, καὶ αὐτός, φησί, τῶν εἰσιόντων ἦσθα. καὶ πάνυ γε. ἀλλʼ ἄκων καὶ τότε καὶ νῦν, ἀλλʼ οὐ βουλόμενος, ἀλλʼ ὦ Ἡράκλεις λέγων, ἀλλὰ ζημίαν τὸ πρᾶγμα ἡγούμενος, ἀλλʼ ἀηδῶς ὁρῶν τὸν ἵνα καλέσειεν ἀπεσταλμένον, ἀλλὰ νῦν μὲν διὰ σκήψεως οὐχ ὑπακούσας, νῦν δʼ ὠνούμενος τὰ τοῦ μὴ εὑρῆσθαι ῥήματα. καὶ τούτων εἰσὶ μάρτυρες οἱ λαβόντες. τίς οὖν οὕτως ἄφρων, ὡς τῆς ἐπιθυμίας τοὐναντίον ὠνεῖσθαι καὶ βούλεσθαι μὲν εἰσιέναι, ὅπως δὲ μὴ εἰσίοι ποιεῖν ἀργυρίου; καὶ μὴν οὐδεὶς ἄν με δείξειεν ἄκλητον τὴν πρώτην ὡς ἄρχοντα δείλης πεπορευμένον, ἀλλʼ ἔλαβε τὴν ἀρχήν, ἧκεν. ὁ μέν τις μετεπέμψατο, ὁ δʼ οὐκ ἐβουλήθη. τί οὖν ἐγώ; παρὰ μὲν τὸν ἧκον, παρὰ δὲ τὸν οὐκ ἦλθον. τοῦ γὰρ ἐνοχλεῖν ἄπειρος ὢν αἰσχρὸν ἡγούμην ἐλθὼν κόπτειν ἄρχοντος θύραν. οὔκουν τοιαύτην ὁδὸν αὐτόματόν μέ τις ἐλθόντα ἐξελέγξειεν ἂν οὐδʼ ὡς Κυνήγιον τὸν ἐπειδή με τὸ πρῶτον εἶδε, καταβάντα παραδείγματος οὐκ ὄντος. ἔχοιμι δʼ ἂν οὐκ ὀλίγους καταλέξαι τοὺς οὔτʼ ἀναγκάσαντας οὔτʼ ἀναγκασθέντας.

`52.41–52.44`

Ἐξῆν γάρ, φησί, καλουμένῳ καθῆσθαι, σὺ δʼ ἀναστὰς εἵπου. πῶς δʼ οὐκ ἔμελλον ἄρχοντός γε καλοῦντος καὶ μέγα τὸ πρᾶγμα ποιουμένου; οὐ γὰρ ὥσπερ μὴ βαδίζειν ἐξῆν, οὕτω καὶ μηδὲν ἀηδὲς παθεῖν. οὐ γὰρ μόνον μέγας ὁ θυμὸς τῶν βασιλευόντων, ἀλλὰ καὶ τὰς μετʼ ἐκείνην ἀρχὰς οὐ ῥᾴδιον ἐνεγκεῖν ὀργιζομένας, καὶ πολλοὶ τοιαύταις ὀργαῖς ἀπολώλασιν. αἰτίαν δὲ ψευδῆ περιάψαι διὰ συκοφάντου ῥᾷστον καὶ μάρτυρας πεῖσαι τὰ ψευδῆ μαρτυρεῖν καὶ κύριον ἑαυτὸν ψήφου ποιῆσαι καὶ δεσμῷ παραδοῦναι καὶ τῷ τἀκεῖ διὰ χειρὸς ἔχοντι κελεῦσαί τι. καὶ τούτου τοῦ φόβου διδάσκαλον εἶχον ὃν μόλις διέφυγον, ἕτερος δέ τις ἐμὸς συγγενὴς ἱερεὺς φιλοσοφίας οὐκ ἐδυνήθη. οἷς οὖν ἔπαθον παιδευθεὶς εἰκότως ἐφυλαττόμην ἁπάσης δυσμένειαν ἀρχῆς. καὶ γὰρ εἰ αὐτὸς αὐτοῖς ἄληπτος ἦν, εἶχον ἂν οὓς βάλωσι, τοὺς μὲν εἴσω τειχῶν ὄντας, τοὺς δʼ ἐν ἀγροῖς διεσπαρμένους καὶ αὐτοῦ μὲν ἀπείχοντʼ ἂν ἐμοῦ, διʼ ἐκείνων δʼ ἂν ἐλύπουν. ἔστι δὲ ἀλγεινὸν τοῖς ἑαυτοῦ μὴ δύνασθαι βοηθεῖν, ἀλλʼ ὁρᾶν μὲν σπαραττομένους, εἰσφέρειν δὲ πλὴν λύπης ἔχειν οὐδέν. πρός τε οὖν ἐμαυτὸν ταῦτα ἐλογιζόμην καὶ ἤκουον τῶν φοβουμένων δεομένων μὴ σφᾶς ἐμβαλεῖν εἰς κρημνὸν ἄφυκτον· δῆλον γὰρ εἶναι τὸν δεύτερον πλοῦν καὶ ὡς ἀντεχόντων τῶν ἐμῶν τὰ ʼκείνων πεπλήξεται. τούτους οὖν διασώζων καὶ τούτων κηδόμενος καὶ λέγειν ἡγούμενος δίκαια καὶ μετὰ θεῶν ἀνάγκης ἡττώμενος ᾔειν οἷ χωρῶν ἠθύμουν. πρὸς δὲ τούτοις καὶ πατέρας ἑώρων ἡμῖν τοὺς αὑτῶν παραδόντας λέγοντας δεῖσθαι μὲν τῶν τοιούτων εἰσόδων, εἰ καὶ σφόδρα τὸ δίκαιον ἔχοιεν, εἶναι δὲ βαρείας τὰς ἄλλας συμμαχίας ἐμμίσθους οὔσας. οὓς εἴ τις ἀπεωθεῖτο λέγων ὡς ἔχοι πρὸς τὸ πρᾶγμα, καὶ ταῦτά τινων διδασκάλων οὐ λεγόντων τοῖς αὐτῶν δεησομένοις· ἐκ τοίνυν τούτων οὐκ εὖ ἔμελλε τἀμὰ ἕξειν. ἐντεῦθεν ἔπραττον ἃ μὴ ποιεῖν ἤθελον. οὐκ ἂν δὲ ἐβουλήθην διά τε τὴν ἀπʼ αὐτοῦ δυσκολίαν καὶ τὸ πόρρω μοι τὴν ψυχὴν τῶν τοιούτων ἑστάναι χρηματισμῶν. οὐδεμία γοῦν ἔχθρα ταύτην ἀφῆκε κατʼ ἐμοῦ τὴν φωνήν, ἀλλʼ ἐν πολλοῖς οἷς ἐψεύσαντο τοῦτο οὐκ ἐτόλμησαν. τῷ τοίνυν ἀδωροτάτῳ τί ταύτης ἔδει τῆς ἀφορμῆς;

`52.45`

Μέγα δὲ μαρτύριον τῶν εἰρημένων τὸ νυνὶ πραττόμενον. οὐ γὰρ ἄν, εἰ ταῖς εἰσόδοις ἡδόμην, ἔκλειον νόμῳ τὰς δεχομένας θύρας. ὥσπερ γὰρ τοῦ τούτους τῶν εἰσόδων ἐρᾶν μέγας ἔλεγχος ὁ λυπῶν οὗτος νόμος, οὕτως ἐμοὶ σημεῖον τοῦ τοῖς ἀνοίγουσι μέμφεσθαι τὸ τοιαῦτα παρὰ τοῦ σκήπτρου ζητεῖν.

`52.46`

Συναγορεύει δέ μοι καὶ τετελευτηκὼς ὁ τοῖς παρὰ σοῦ στεφανούμενος ἐπαίνοις Κυνήγιος. ἀχθεσθεὶς ὑπὲρ τῆς τοῦ δικαίου τάξεως διατετμημένης καὶ κατατετρωμένης καὶ δυνηθείς, οὐκ οἶδʼ ὅθεν, ταῦτα μαθεῖν ἔκλεισε γράμμασι τὰς τῶν ἀρχόντων θύρας, καλῶς μὲν ποιήσας ὃ πεποίηκε, κατὰ δὲ τὸν Διομήδην οὐκ ἐλθὼν ἐπὶ τὸ πέρας. τὸ δὲ ἦν ἐπʼ ἐκείνοις τοῖς γράμμασιν ἕτερα σὰ γενέσθαι καὶ εἶναι ταῦτα νόμον. οὐ γὰρ ἂν ταῦτα ἔπαθεν ὅπερ ἐκεῖνα. νῦν δʼ ἅμα τε ἐκεῖνος ᾤχετο καὶ ταῦτα ἦν οὐδέν.

`52.47–52.49`

Νομίσας οὖν ἀμφοτέρων εἶναι τοῦτον τὸν λόγον, ὦ βασιλεῦ, καὶ τοῖς τε πράγμασι βοηθῶν καὶ τιμῶν φίλον τίθει νόμον τῶν ἤδη σοι τεθέντων οὐδὲν ἀτιμότερον. καὶ τῶν δικαζομένων μόνοις πάρεχε νικᾶν οἷς τὸ νικᾶν παρὰ τῆς ἀληθείας. περιλαμβανέτω δὲ ὁ νόμος καὶ τραπέζας καὶ πότους, καὶ μήθʼ ὁ ἄρχων ἑστιάτω καλῶν μήτʼ αὐτὸς τρεχέτω καλούμενος. καὶ γὰρ τούτων ἑκάτερον τῷ δικαίῳ ζημία. ὁ γὰρ φιλοτησίαν δεχόμενος ὁμοῦ τῷ τὴν χεῖρα ὑποσχεῖν ᾔτησε χάριν, ἡ δʼ ἀρχὴ τὴν φιάλην αἰσχυνομένη οἶδε μέν, ὡς οὐ δίκαια ποιήσει, νεύει δὲ ὅμως. τὰ αὐτὰ πρὸς ἕτερον, τὰ αὐτὰ πρὸς τρίτον, τὰ αὐτὰ πρὸς ἕκαστον. καὶ διὰ πάντων ἡ κύλιξ ἔρχεται μεθʼ ἑαυτῆς ἄγουσα κέρδος. καὶ πίνων ἂν μεταξύ τι τοιοῦτον εἴποι καὶ παρʼ ἐσθίοντος ἔνι τοῦτο γενέσθαι. καὶ τῆς παρὰ τῶν σιτίων ἡδονῆς ἡ τῶν διαβολῶν οὐκ ἐλάττων, καὶ ποιεῖ πᾶσι ῥήμασιν ὁ Διόνυσος πύλας, καὶ ὁ τῆς εὐωχίας καιρὸς πολλοῖς ἐπήνεγκε συμφορὰς ἀναπτομένου ῥήμασι τοῦ τὸν θρόνον ἔχοντος. μὴ τοίνυν μήτε καλείτω μήθʼ ἑστιάτω μηδὲ τοῖς μισθωτοῖς τούτοις εἰς τὸ καὶ λέγειν καὶ πράττειν ἃ βούλονται γιγνέσθω χορηγός. τὸ δὲ ἕτερον καὶ λογιζόμενος ἐγκαλύπτομαι. φέρεται ἄρχων ἐπʼ ὀχήματος ὑπὸ ζώνης καὶ τοσαύτης παραπεμπόμενος διὰ τῶν ἀρχομένων οὐχ ὡς μεταστήσων τι τῶν οὐ καλῶς ἐχόντων, ἀλλʼ ὡς ἀριστήσων καὶ μεστὸς οἴνου καὶ κρεῶν ἐσόμενος. καὶ πάντες οἱ θεώμενοι τοῦτʼ ἴσασι, τό τε τῆς αἰδοῦς τῆς οὔσης ἐν αὐτοῖς οὐκέθʼ ὅσον πρότερον, ἐπανερχομένων δὲ οὐδʼ ὅλως, ἀλλʼ εἰσὶ καταγέλαστοι διαφέροντες ἀσκῶν τοσοῦτον ὅσον ἐκεῖνοι μὲν οὔτε φθέγγονται οὔτε ἀσχημονοῦσι. τούτοις δὲ οὔτʼ ἠρεμεῖν ἡ γλῶττα δύναται καὶ γέλως ἡ ταύτης πλάνη. καὶ μάχη μὲν ἔτι φερομένου πρὸς ὕπνον, ἐλθόντος δὲ ἧττα, καὶ πρὸ τῆς νυκτὸς ἡ νύξ. τίνας οἴει γίγνεσθαι, βασιλεῦ, τοὺς ὑπηκόους τοιαῦτα θεωμένους; πῶς ἂν σωφρονοῖεν ὑπὸ μεθυόντων ἀρχόμενοι; τίνας μὲν τῶν τοιούτων εἰκὸς εἶναι τοὺς λόγους ἑστιωμένων; τί δʼ αὐτοῖς ἄρρητον μεμένηκε; καίτοι τὰ τῶν προτέρων οὐ τοιαῦτα, ἀλλʼ ἓν ἄριστον ἔξω μόνον τὸ παρὰ τῷ βασιλεῖ, τὰ δʼ ἄλλα τὴν ὀροφὴν ἔδει τῆς καταγωγῆς ὁρᾶν. οὐδεὶς δʼ ἂν οὐδενὶ πλήθει χρυσοῦ τῶν ἀρχόντων τινὰ πρὸς τράπεζαν εἵλκυσεν οὐδʼ ὢν αὐτὸς ἐν ἀρχῇ μείζονι. ἀλλὰ νῦν καὶ τοῖς ἰδιώταις τοῦτο ὑπάρχει καὶ ὁ κληθεὶς καὶ τετίμηται καὶ τετίμηκεν. ἔστι δὲ ἰδιώτης ὁ μηκέτʼ ἄρχων, εἰ καὶ λίαν ἐν πολλαῖς ἀρχαῖς γεγένηται. ὁ δὴ τὸν ἄρχοντα ἐπὶ τοῦτο λαβὼν πρῶτον ἠμαύρωσεν αὐτῷ τὸ τῆς ἀρχῆς ἀξίωμα, ἔπειτα ἔσχεν ὑποχείριον καὶ πᾶν ἐπαγγέλλειν ἔξεστιν. ἔστω τοίνυν ὁ λόγος αὐτῷ πρὸς τὸν αὑτοῦ μάγειρον καὶ τὸν ἐκείνου ζωμόν, εἴτε ἡδίων εἴτε ἀηδέστερος εἴη. κἂν εἴη γυνὴ καὶ παῖδες, ἔχει συσσίτους, εἰ δὲ μήπω παῖδας, ἐκείνην. εἰ δʼ ἡ ἀρχὴ τὸν γάμον ἔφθη, τὸν καὶ ἐροῦντά τι καὶ ἀκουσόμενον ἔχει τὸν πάρεδρον.

`52.50`

Οἶμαι δὲ τοὺς οὕτως ἄρξαντας οὐ νομίσαι τὴν ἀρχὴν συμφορὰν διὰ τὸ πολλοῖς ὁμιλεῖν. μὴ τοίνυν μηδʼ οὗτοι νομιζόντων μηδʼ οἱ φάσκοντες μὲν τὰ σὰ φιλεῖν, ἥκιστα δὲ τὰ σὰ ποιοῦντες ἐπαγόντων τὴν ἑαυτῶν δύναμιν τῷ λόγῳ, ἀλλὰ μακάριοι διὰ σοῦ γεγενημένοι τοσοῦτόν σοι δότωσαν ὅσον ἐφεῖναί σοι θεῖναι νόμον πᾶσι λυσιτελοῦντα τοῖς νόμοις. πύργωσον τοίνυν τὰς ἀρχὰς καὶ τά τε ἐπιτάγματα τῶν οὐκ ἀρχόντων σβέσον τάς τε ἀπειλὰς τοῦ κακῶς ἐρεῖν τὸν οὐ πειθόμενον ἄνελε. καὶ παρὰ τῆς Δίκης, μεγάλης θεοῦ, πάλιν ἀνθούσης οἴου σοι λαμπρὰς ἀμοιβὰς ἀφίξεσθαι.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: swk-ei`.
