---
title: "Orations 1–64: Oration 48 (To the Council)"
title_greek: "Λόγοι 1–64, Πρὸς τὴν Βουλήν"
author: Libanius of Antioch
eul_wid: swk-ee
eul_aid: swk
canonical: "https://eulogikon.org/works/libanius-antioch-orations-oration-48-swk-ee"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:fa81117fca0083328063bfe2649ca542ed21e308028af359a2950eadd6d0f324"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Orations 1–64: Oration 48 (To the Council)

*Λόγοι 1–64, Πρὸς τὴν Βουλήν*

**Author:** Libanius of Antioch

**eul_wid:** `swk-ee` · [HTML page](https://eulogikon.org/works/libanius-antioch-orations-oration-48-swk-ee)

## Text

Part of [Orations 1–64](/works/libanius-antioch-orations-swk-aj)

`48`

ΠΡΟΣ ΤΗΝ ΒΟΥΛΗΝ.

`48.1`

Ὅσοις μὲν πρὸς ὅσους ἐχρησάμην ὑπὲρ ὑμῶν παρὰ πάντα τὸν χρόνον, ὦ βουλή, λόγοις οὐ πρὸς τοὺς ὑπὸ τοῖς βασιλεῦσιν ἔχοντας τὰς ἀρχὰς μόνον, ἀλλὰ καὶ πρὸς αὐτῶν ἐκείνων τὸν ἄριστον, οὔθʼ ὑμᾶς οὔτʼ ἄλλων ἀνθρώπων οὐδὲ ἕνα ἀγνοεῖν ἡγοῦμαι. καὶ γὰρ εἰ δύναμιν ἔχοντάς τινας οἷς ἐπαρρησιαζόμην ἐλύπουν, δεινότερον ὅμως ἐδόκει μοι τοῦ παθεῖν τι κακὸν εἰπόντα ἃ προσῆκεν ἡ μετὰ τῆς σιωπῆς ἀσφάλεια· ἐπεὶ δʼ ὑμῖν ὑπὲρ ὑμῶν αὐτῶν διαλεχθῆναι καιρός, οὐδὲ τοῦτο παρήσω τῶν ἀτόπων εἶναι νομίζων ἑτέρους μὲν ἀξιοῦν εὖ ποιεῖν ἡμῖν τὴν βουλήν, αὐτὴν δὲ μὴ πείθειν τῶν αὑτῆς προνοηθῆναι.

`48.2`

Ἐλπίζω μὲν οὖν ὑμᾶς ἔσεσθαί μοι χαλεπούς, εἰ καὶ τὸ συμφέρον ἔχουσαν κομίζων ἥκω γνώμην. πεφύκασι γὰρ ἄνθρωποι τῶν σὺν μέμψεσιν ὠφελίμων προκρίνειν τὰς μετὰ βλάβης χάριτας. ἀλλʼ οὔτε πρὸς ἄλλους ἐγὼ τοιοῦτος οὔτε νῦν πρὸς ὑμᾶς, ὡς τοῦ μὲν μισουμένου καὶ δίκας ἐθέλοντος λαβεῖν ἐκεῖνο ἂν ἦν, τοῦ δὲ τιμῶν τετυχηκότος καὶ δικαίως ἂν ἀμοιβὰς ἀποδόντος τοῦτο. καὶ δοῖεν μὲν οἱ τὴν πόλιν ἡμῖν ἔχοντες θεοὶ τῆς τε παραινέσεως ὄνησίν τινα γενέσθαι καὶ πεισθῆναι τοὺς ἀκούοντας τῶν ὠλιγωρημένων ποιήσασθαι πρόνοιαν. εἰ δʼ οὖν καὶ μάταιόν μοι τὴν συμβουλὴν ἀποδείξετε, κέρδος ἔμοιγε ἱκανὸν τὸ συμβεβουλευκέναι.

`48.3–48.9`

Ἦν, ὅτʼ ἦν ἡμῖν ἡ βουλὴ πολλή τις, ἄνδρες ἑξακόσιοι. οὗτοι μὲν ἐλειτούργουν τοῖς οὖσιν, ἕτεροι δὲ τοσοῦτοι τὸ κελευόμενον ἐποίουν τοῖς σώμασι. τοῦτο τὸ καλὸν μέχρι τῆς τοῦ δεῖνος βασιλείας σῶον ὑπῆρχε τῇ πόλει, μετὰ ταῦτα δὲ οὐκέτι πολλῶν πολλαχόθεν ὀλέθρων τῇ βουλῇ λυμηναμένων. ὥστε ἕκαστον ἔτος ἀεί τι τοῦ πληρώματος ἀφαιρούμενον διήρχετο. καὶ τὰ τούτων ἦν ὁρᾶν ἑτέρους γεωργοῦντας τό τε καταλειπόμενον ἀσθενέστερον ἐγίγνετο διχόθεν, τῷ μήτʼ ἀριθμῷ τοσοῦτον ὅσονπερ πρότερον εἶναι καὶ τῷ τὰς οὐσίας αὐτοῖς εἰς ἔλαττον ἰέναι. καὶ τί με χρὴ τὰ παρʼ ὑμῶν ἐν τοῖς δικαστηρίοις εἰρημένα πολλάκις αὐτὸν διεξιέναι; πολλῶν γὰρ στομάτων οὗτος ὁ θρῆνος ἠξίωται. τὰς μὲν οὖν συμφορὰς οὐ κακῶς τετραγῳδήκατε, περὶ δὲ τὴν τουτωνὶ τῶν κακῶν ἐπανόρθωσιν οὐκ ἀκριβεῖ σπουδῇ τε καὶ προθυμίᾳ κεχρημένους ὑμᾶς εὑρίσκω. μετὰ γὰρ δὴ τὸ εἰπεῖν· οἰχόμεθα, ἀπολώλαμεν, ἦμεν ἑξακόσιοι ἤ, νὴ Δία γε, δὶς τοσοῦτοι, νῦν δʼ οὐδὲ ἑξήκοντα μικρὰς συλλαβὰς προσθέντος ἑνός τινος περὶ τοῦ δεῖν γενέσθαι τινὰς τῆς βουλῆς παρὰ τῆς ἀρχῆς ἀπήλθετε καὶ δεδώκατε πολλοῖς περὶ ὑμῶν λέγειν εἰκότως, ὡς ἀφοσιοῦνται καὶ φασὶ μὲν δεῖσθαι προσθήκης, ὅπως δὲ μὴ τοῦτο ἔσται ποιοῦσι μένειν τε αὑτοῖς βουλόμενοι τὴν τῶν ὀδυρμῶν ὑπόθεσιν, ἵνʼ εἴη καὶ ἀδικοῦσι συγγνώμη, καὶ ἅμα δεδιότες μὴ κοινωνοὺς λάβωσι τῶν λημμάτων ἢ καί τινες αὐτῶν ἱκανώτεροι φανέντες μείζω κατακτήσωνται δυναστείαν. ἐγὼ δὲ τοῦτον μὲν οὐ προσίεμαι τὸν λόγον, ἐκεῖνο δὲ οἶδα, ὅτι εἰ καὶ μὴ κακία, ῥᾳθυμία γε νωθρὰς ἐποίει τὰς βοηθείας. πολλάκις, ἐρεῖτε, περὶ τούτων εἰρήκαμεν, τὸν πεισόμενον δὲ οὐκ εἴχομεν. οὐ γάρ, ὡς ἐχρῆν, περὶ τοιούτου διείλεχθε πράγματος οὐδὲ ἅπαντι τῷ τόνῳ οὐδὲ ἁπάσῃ τῇ ῥώμῃ οὐδὲ ἄραντες τὴν φωνὴν οὐδὲ εἰς γόνυ πεσόντες οὐδὲ ἀφέντες δάκρυα οὐδʼ οἷς ἠμείψασθε δηλώσαντες ὅτι οὐκ ἀνέξεσθε, ἀλλὰ τὰς ἑτέρων ὁδοὺς ἥξετε. οἷα πολλὰ πεποιηκέναι πολλάκις Γαλάτας τούτους ἀκούομεν, οἳ ἐπειδὴ λέγοντες οὐκ εἶχον πείθειν Κωνστάντιον, πρηνεῖς καταπεσόντες ἔκλαον καὶ ἅμα τῶν τε ποδῶν εἵλκοντο καὶ ἐδέοντο, ἕως αὐτοῖς ὑπῆρξεν ὑπὲρ οὗ ταῦτα ἐποίουν. ὑμεῖς δὲ οὐδʼ ὅτε ἔναγχος ἐπέμπετε τὴν πρεσβείαν, τοῦτο ἐπηγγείλατε, ἀλλʼ ὑπὲρ μὲν ἵππων καὶ χρυσίου καὶ γῆς καὶ σίτου καὶ τοιούτων τινῶν ἐκόμιζεν ὁ πρεσβεύων γράμματα καὶ ἦν τοῦ φορτίου ταῦτα οὐ μικρὸν μέρος, περὶ δὲ τοῦ κεκενῶσθαι μικροῦ τὸ βουλευτήριον καὶ τῶν δικαίων βουλεύειν οὐδὲ γρῦ. καίτοι τίνʼ εἶχε πόνον τοῖς πολλοῖς τοῦτο προσθεῖναι; τῷ δʼ ἂν ἀδικεῖν ἐδόξατε χεῖρας ὀρέγοντες τῇ βουλῇ; ἀλλʼ, οἶμαι, βραχὺ φροντίζετε τούτων ὧν μάλιστα προσῆκε. διὰ τοῦτο πᾶσα πρόφασις ἀρκεῖ τοῖς βουλομένοις πρὸς ἀπαλλαγὴν λειτουργιῶν. οὗτος ὁπλίτης, καὶ σιωπᾶται. ἐκεῖνος φέρει τὰς βασιλέως ἐντολάς, ἅπτεται δὲ οὐδείς. ἕτερος ἄρχοντι παρήδρευκεν. ἀφεῖται. διατρίβει τις ἐν τῷ πωλεῖν τὴν αὑτοῦ τοῖς δικαζομένοις φωνήν. τὴν πατρῴαν τάξιν οὗτος ὑπερεπήδησε. προσκρούειν γὰρ ἀνάγκη τοῖς τούτων κηδομένοις. καὶ τί δεινὸν ποιοῦντα τὰ δίκαια πρὸς τὴν ἑαυτοῦ πόλιν ἐχθρόν τινα ἐπισπάσασθαι; πῶς δὲ τὴν μὲν ἐκείνων ὀργὴν φοβῇ, ταύτην δὲ τὴν ἀδικίαν οὐ δέδοικας; ἢ κἂν εἰ τὴν μητέρα τυπτομένην ἑώρας, εἱστήκεις ἂν οὐδένα ἀμύνων τρόπον, ὅπως εἴης τῷ παίοντι κεχαρισμένος; ταχέως μέντʼ ἂν ἔγνως μείζονι σαυτὸν ὑποθεὶς κινδύνῳ, τῷ παρὰ τῶν θεῶν, τὸν ἐλάττω φυγών, τὸν παρὰ τῶν ἀνθρώπων. ὃν ἐδείξατε πολλάκις οὐ φοβηθέντες καὶ ταῦτα ἐν πολλῷ τούτου βραχυτέροις. ἵνα γὰρ ἵππος ὑμῖν ἀνθʼ ἵππου καὶ ἡνίοχος ἀνθʼ ἡνιόχου γένηται καὶ πλέον ἀργύριον δοθῇ τοῖς γῆρας θεραπεύουσι τυχὸν καὶ μείνῃ παρὰ τοῖς εἰρηνοφύλαξιν ὁ τῶν κορυνηφόρων μισθός, τί μὲν οὐ λέγεται; τί δὲ οὐκ ἀκούεται; δεινὸν δὲ οὐδέν, κἂν ἐξωσθῆναι δέῃ, κἂν εἰς τὸ οἴκημα ἐλθόντα καθῆσθαι. καὶ πληγὰς δὲ οἶδά που γεγενημένας. εἶτʼ ἐν μὲν τοῖς ἐλάττοσι κοῦφος οὗτος ὁ φόβος, ὑπὲρ δὲ τῶν μειζόνων ἀφόρητος; καὶ τίνα ἂν ἔχοι λόγον;

`48.10–48.13`

Χωρὶς δὲ τούτων, ὅταν ταῦτα λέγητε, κακίαν ἀρχόντων λέγετε. τετυχήκαμεν δέ, ὡς ἅπαντες ἴσασι, καὶ βελτίστων χαιρόντων τῇ τῶν πολιτευομένων ὑπὲρ τῆς βουλῆς προθυμίᾳ. οἳ οὐκ ἔμελλον δήπου χαλεπῶς ὑμῖν ἕξειν τῇ κρηπῖδι τῶν πραγμάτων βοηθεῖν προαιρουμένοις. ἀλλʼ ὑμεῖς οὐκ ἐν ὁμοίοις ἄρχουσιν ὑμῖν αὐτοῖς ὅμοιοι, ῥᾴθυμοι. καὶ προσγελᾶτε δὴ τοῖς τῆς ἀδείας ταύτης ἀπολαύουσιν αὐτὸς ἕκαστος βουλόμενος ταύτης ἀπολελαυκέναι δοκεῖν. πρῴην τις ἐνεχθεὶς χορηγὸς ἐγγυητὴν καταστήσας ἀπέδρα. πῶς οὖν ὑμεῖς; τὸν μὲν ἐγγυητὴν ἀδικοῦντα οὐδέν, ἐξηπάτητο γάρ, καθείρξαντες εἴχετε, καὶ ὁ θυμὸς πολὺς καὶ αἱ ἀπειλαὶ δειναὶ καὶ διασπώμεθα τὸν ἄνθρωπον ἦσαν οἱ λέγοντες, μικρὸν δὲ ὕστερον τὸν ἐξεγγυηθέντα ἠκούομεν ἀρχὴν πριάμενον τῆς πατρῴας οἰκίας ἀγρὸν αὐτῇ προστεθεικότα συλλέγειν τὴν τιμὴν τοῖς ἐπὶ τῆς ἀρχῆς κακοῖς. τί οὖν οἱ πάντα σείοντες ὑμεῖς καὶ θανάτου τὸν ἐγγυητὴν ἄξιον εἶναι κρίνοντες; εἰρήνην ἤγετε πρὸς τὸν ἠδικηκότα καὶ διαπηδήσαντα τοσοῦτον ἀπὸ τῆς βουλῆς ἐπὶ τὸν θρόνον; καὶ οὔτε βασιλεὺς τούτων ἤκουσεν οὐδὲν οὔτε ὕπαρχος οὔτε ἄλλος ἀρχόντων οὐδὲ εἷς, ἀλλʼ ὡς ἂν ὧν μάλιστʼ ἂν εὔξασθε συμβεβηκότων οὕτω διετέθητε. ἤδη δέ τις αὐτὸν καὶ νοῦν ἔχειν ἔφησε. καὶ πρότερόν γε τούτου δρασμὸς ἕτερος διὰ θαλάττης, πρᾶγμα καινότατον. ἐκ Σελευκείας ἀνήγετό τις ἐπιστησόμενος Ἴωσιν, οὐκ ἀπορῶν, οἶμαι, ζεύγους, ἀλλʼ ἐδεδίει τὴν γῆν. καὶ οὗτος τοίνυν δεινὰ ποιεῖν τότε δόξας καὶ τὴν βουλὴν ἀδικεῖν ἐπανῆκε φίλος οὐδὲν τῶν παρʼ ὑμῶν φοβηθείς, οὐδὲ γὰρ ἦν οὐδέν. ἀλλʼ ἐπὶ μὲν τῶν ἐργαστηρίων ὁ δρασμὸς ἤκουε κακῶς, διʼ ὧν δʼ ἄν τις ἐγένετο καὶ δίκη, παρεωρῶντο. ὁ δὲ μάλα σεμνὸς εἰς τὸ συνέδριον εἰσῄει.

`48.14`

Τοιαῦτα τὰ παρʼ ὑμῶν εἰς τὴν βουλὴν μιμουμένων τὰ τῶν ἀστυγειτόνων. καὶ γὰρ Ἀπαμέων οἱ βουλεύοντες πολλὰ τοιαῦτά εἰσι κεχαρισμένοι, βέλτιον γὰρ οὕτως εἰπεῖν ἢ πεπρακότες. οἳ τὸν μὲν Δία φασὶν αἰδεῖσθαι καὶ προσέτι γε καὶ δεδιέναι πάντα ἐγγύθεν ὁρῶντα, τὴν δὲ τοῦ θεοῦ πόλιν οὐκ αἰσχύνονται ποιοῦντες ἐλάττονα. ἔχω δέ τι τοιοῦτον καὶ περὶ τῶν ἐν Κύπρῳ βουλευόντων εἰπεῖν. καὶ γὰρ οὗτοι πανοῦργον ἄνθρωπον καὶ δολερὸν καὶ ἀλώπεκα διʼ ἀτελείας ἀδίκου Μίδαν ἀπέφηναν αὐτοῖς τοῖς παρὰ τῶν αὐτὸν ἀτελῆ πεποιηκότων τόκοις εἰς περιουσίαν ἐπιδόντα. ἐγὼ δὲ ἠξίουν ὑμᾶς ὄντας Ἀντιοχεῖς ἡγεμόνας εἶναι τοῦ προσήκοντος τοῖς περιοίκοις μᾶλλον ἢ κείνοις ἀκολουθεῖν καὶ ταῦτα ἐν τηλικούτοις.

`48.15–48.16`

Καὶ μὴν κἀκεῖνό γε ἀκούω πολλάκις ἐνταυθοῖ λεγόμενον, ὡς εἴη νόμος βασιλέως ἐνδοξοτάτου πάντας ὧν οἱ πάπποι βουλευταί, δεῖν ἐν τῇ βουλῇ τετάχθαι, κἂν ὦσι θυγατριδοῖ. καὶ ὄμνυτέ γε τοῦτον εἶναι τὸν νόμον καὶ παρʼ ὅτῳ κέοιτο προστίθετε, καὶ οὐκ ἀπιστῶ. διὰ τί οὖν μὴ ἧκεν εἰς μέσον; διὰ τί μὴ δέδεικται; διὰ τί μὴ ἀνέγνωσται; διὰ τί μὴ τὸ βουλευτήριον σωμάτων ἐνέπλησεν; εἰ γὰρ ἔστι μὲν ὁ νόμος, εἰσὶ δὲ ὑμῖν γλῶτται, ἔστι δὲ ὦτα τοῖς ἄρχουσι, τί τὸ κωλύον τὴν βουλὴν τὰ αὑτῆς κομίσασθαι; ὅτι, φαίην ἄν, ἡ πενία τῆς βουλῆς τοὺς μὲν ὑμῶν οὐ λυπεῖ, τοὺς δὲ τέρπει, τοῖς δὲ καὶ λυσιτελεῖ. διὰ τοῦτο νέοι πολλοὶ τήνδε ἀφέντες παρʼ ἄλλοις λειτουργοῦσιν, εἶτα ἀναστρέφουσι τὴν ἀσφάλειαν τὴν περὶ ταῦτα παρὰ τῆς μικρᾶς ἐκείνης δαπάνης ἔχοντες, μόνον οὐκ ἐπὶ τῶν κεφαλῶν τὸ συνέδριον φέροντες, δεσπόται τῶν ὑμετέρων υἱέων οὐδενὶ μὲν δικαίῳ, πῶς γὰρ τῶν τὰ δίκαια πεποιηκότων οἱ ἠδικηκότες καὶ τῶν μεγάλα ἀνηλωκότων οἱ μικρά; δεσπόται δʼ οὖν διὰ τὰ κακῶς δοκοῦντα καὶ νενικηκότα κἀν τοῖς δικαστηρίοις ἑστηκότας αὐτοὶ καθήμενοι τοὺς ὑμετέρους ὁρῶσι. τούτων τοίνυν οὐδὲν ἂν ἦν, εἴ τις ὑμῶν ἤθελε χρῆσθαι τῷ νόμῳ, νῦν δʼ ὁ μὲν νόμος κεῖται, οἱ δὲ τρυφῶσιν.

`48.17–48.18`

Ὑμεῖς δὲ ἔσεσθαί τινά φατε χρόνον ἀποδιδόντα ταῖς βουλαῖς τὰ ὀφειλόμενα. καὶ τί τοῦτʼ ἀναμένειν ἔδει παρὸν ἔχειν; καίτοι τινὲς ἀπολογοῦνται τῆς Ἰουλιανοῦ μεμνημένοι βασιλείας ἐν ᾗ τινας εἰς βουλὴν ἐνέγραφον. καὶ οὐκ ἠλεγχόμεθα, φασίν, ἐπὶ τῆς ἐξουσίας ἀργοί. ἐγὼ δὲ ὅτι μὲν καὶ τότε ἐκράτουν αἱ ἄδικοι χάριτες καὶ διεκλάπησαν οὐκ ὀλίγοι τῶν δικαίως ἂν ἐγγραφέντων, ἐάσω. ἀλλʼ ἐκεῖνό γε τίς οὐκ οἶδεν, ὡς οὐδʼ εἰ σφόδρα τινὲς ἐβούλοντο μηδένα ἐγγράφειν, ἐξῆν ἄν. εἰ γὰρ ὁ μὲν ὡς μεγάλα εὐεργετῶν τοῦτο ἐδίδου, δέχεσθαι δὲ οὐδεὶς ἠξίου, πονηρόν τʼ ἂν ἦν καὶ δίκης ἄξιον, καὶ σαφὴς ἡ προδοσία καὶ κεκολάσθαι χρῆν. μὴ οὖν ἃ τοῦ τῆς τιμωρίας ἦν φόβου, ταῦτʼ εἰς τὴν γνώμην ἀνάφερε. τίς γὰρ ἂν ἤνεγκε τὸν ἐκείνου θυμὸν ἔχοντα τὸ δίκαιον, εἰ ὃ τῆς ἀρετῆς τῆς Ἰουλιανοῦ κεφάλαιον ἦν ὀρθωθῆναι τὰς βουλάς, τοῦτό τις ἐνεπόδιζε καὶ κωλυτὴν αὑτὸν ἐποίει τοῦ μεγίστου πράγματος καὶ ἐφʼ ὅτῳ μάλιστα αὐτῷ φιλοτιμεῖσθαι παρῆν; μὴ οὖν μοι τὴν ἀνάγκην ἀντὶ τῆς προαιρέσεως λέγε, ἀλλʼ εἰ μὴ νῦν, ἡνίκα ἀδεὲς τὸ ῥᾳθυμεῖν, τοῦτο ποιεῖται.

`48.19–48.21`

Καὶ τί τὸ κέρδος, φήσει τις, ἂν ὁ μὲν βασιλεὺς ἐπινεύσῃ, τὸ δὲ ἀντικροῦον γένηται καὶ τούτῳ τὸ δόγμα λυθείη; οἶδα, ὅθεν ὁ λόγος οὗτος. τὸν Ἀπρώνιον ἐννοεῖτε τὸν ἀπὸ τῆς Χαλκηδόνος μέχρι τῶν πρὸς Κιλικίαν ὅρων ἄρχοντα καὶ ὡς ἠλέησε τὰς βουλὰς καὶ ὡς ἐμήνυσε βασιλεῖ τὴν περὶ αὐτὰς τύχην καὶ ὡς ᾔτησεν ἴασιν καὶ ὡς εἰπὼν ἔπεισε καὶ ὡς ἐγένετό τι τὸ μεταπεῖθον. ἀλλὰ πρῶτον μὲν ἀμφοτέροις κόσμος οὐ μικρός, ταῖς τε βουλαῖς τῷ τε Ἀπρωνίῳ, τὸ τὰς μὲν μὴ σιωπῆσαι, τὸν δὲ συναλγῆσαι. ἔπειτα χρὴ νομίζειν τινὰς τῶν φυγὴν βουλευόντων μεμενηκέναι γνόντας, ὡς οὐ παντάπασιν ἠμέληνται παρὰ τῷ κρατοῦντι τῶν πόλεων αἱ βουλαί. εἰ δὲ καὶ μὴ τοῦτο, ἀλλὰ πεφύλακταί γε τῇ σπουδῇ τῇ περὶ ταῦτα ταῖς βουλαῖς τὰ πρὸς αὐτὰς δίκαια, γράμμαθʼ ἃ ἧκεν εἰς τὸ βασίλειον ἀπὸ τῶν ἐκείνων λόγων ζητοῦντα ἐπικουρίαν. εἰσὶ δὲ οἳ λέγουσιν αὐτὸν ἐφʼ ὃ μὲν εὐθὺς ἧκεν ἐᾶσαι, βουλεύεσθαι δὲ τοῖς Βαλεντινιανῷ δόξασιν ἀμῦναι ταῖς βουλαῖς. ὃ οὐκ ἂν ἔτʼ ἦν ἐν μετεώρῳ τῶν ἁπανταχοῦ βουλῶν τὰ τινῶν μιμησαμένων. εἰ γὰρ ἄλλα ἐπʼ ἄλλοις ἀφικνεῖτο γράμματα ταὐτὰ δεόμενα καὶ πόλεως ἑκάστης ἑώρα τὴν ῥίζαν κεκακωμένην καὶ γῆ τε καὶ θάλασσα ταὐτὰ ὠδύρετο, πᾶν τὸ μαχόμενον ἡττᾶτο ἂν τοῦ πλήθους τῶν ἱκετευόντων. νῦν δὲ τοῖς οὐ δεηθεῖσι τὰ τῶν δεηθέντων βέβλαπται. ὥστʼ εἰκὸς ἂν καὶ ἡμῖν ἐγκαλοῖεν οἱ περὶ τὸν Πόντον ὡς παρʼ ἡμᾶς ὧν ἔχρῃζον ἀτυχήσαντες, καὶ μᾶλλόν γε ἡμῖν ἢ ἄλλοις, ὅσῳπερ ἐν μείζονι τάξει τὸ τῆς Ἀντιοχείας ὄνομα.

`48.22–48.23`

Πρὸς τοίνυν τούτοις κἀκεῖνο ἄν τις ὑμῖν ἐπιτιμήσειεν, ὅτι πλέοντας καθʼ ἕκαστον ἔαρ ὁρῶντες τῶν ἔτι βουλευόντων ἢ βεβουλευκότων γε παῖδας τοὺς μὲν εἰς Βηρυτόν, τοὺς δὲ εἰς Ῥώμην οὔτε ἄχθεσθε οὔτε ἀγανακτεῖτε οὐδʼ ὡς τοὺς ἄρχοντας εἰσιόντες φθέγγεσθε τὰ εἰκότα. καίτοι τίς οὕτω βραδὺς τὴν γνώμην ἢ λίαν παῖς ἢ Κρόνος, ὡς μὴ δύνασθαι μαθεῖν, ὅ τι βούλεται τούτοις τὸ πλεῖν; οὔτε γὰρ ὑπὲρ δικαιοσύνης καὶ τοῦ μὴ λαθεῖν τι δράσαντες παρὰ τοὺς νόμους εἰς Φοινίκην πλέουσιν οὔτε εἰς τὴν ἑτέραν, ἵνʼ ἀφʼ ἑκατέρας φωνῆς ἔχοιεν τὴν βουλὴν ὠφελεῖν, ἀλλʼ ἵνα ἀφορμὴν εἰς τὸ τὴν βουλὴν ἐκδῦναι τοὺς νόμους μὲν ἔχοιεν οὗτοι, τὴν γλῶτταν δὲ ἐκεῖνοι. καὶ οὐκ ἐψεύσθησάν γε ἐλπίδος. ἀλλʼ ἴσμεν οὗ δικαίως ἂν ὄντες οὗ καθεστᾶσι νῦν. ἔδει τοίνυν ὑμᾶς εἰδότας, ὡς ἐπὶ τῇ βουλῇ ταῦτα, βοηθεῖν. καὶ τίς ἂν ἦν λόγος εὐπρεπὴς τοῖς ἐναντιουμένοις πρὸς τοὺς ἔχοντας εἰπεῖν· τί μοι νομοθετεῖς, ἄνθρωπε, περὶ παιδείας; πολλαὶ γὰρ ὁδοὶ ταύτης, καὶ πορεύσομαί γε τούτων ἣν ἂν ἐθέλω; σοὶ δʼ ἐξῆν ἀντειπεῖν, ὅτι ὁ ταύτας ἐρχόμενος τὰς ὁδοὺς μονονουχὶ βοᾷ δρασμὸν αὐτὰς ἀπὸ τῆς βουλῆς εἶναι. τῷ γὰρ ἐν ταυταισὶ ταῖς πόλεσι πολιτευομένῳ μάταιον ἐκείνοιν ἑκάτερον ἢ εἰ μὴ τοῦτο, σμικρόν. ἔδειξαν δὲ οἱ σφόδρα εὐδοκιμήσαντες ἀπʼ οὐδετέρου τούτοιν εἰς ὄνομα ἐλθόντες. ἀλλʼ ἀπὸ τίνων; ἐκείνων ἃ νῦν ὕβρισταί τε καὶ προπεπηλάκισται οὐ χείρω γενόμενα τὴν φύσιν, πῶς γὰρ ἄν; ἀλλὰ διὰ τοὺς σεμνοὺς τουτουσὶ τοὺς οὐκ ἀξιοῦντας εἰδέναι τὰς ἑαυτῶν. ὅστις οὖν ἐπὶ τοὺς νόμους ἐπείγεται, ταὐτὰ δʼ ἂν εἴποιμι καὶ περὶ τῶν ἑτέρων, κέκραγεν οὗτος οὐκ αὐτῶν ἐκείνων ἐρᾶν, τῶν δὲ ἐξ αὐτῶν φυομένων.

`48.24–48.25`

Οὐκοῦν καὶ σὲ δεῖ σκοπεῖν, ὅπως ἢ ἐμφράξεις τὰς ὁδοὺς ἢ πάλιν ἕξεις αὐτοὺς ἐν τῷ βουλευτηρίῳ. πολλὰ δʼ ἂν ἐξεύροιεν φροντίδες. τὸ δʼ οὖν προχειρότατον, ὁ πατὴρ εἰσελθὼν εἰς τὸ δικαστήριον ἢ ὁ ἐπίτροπος ἢ ὁ ἔφηβος αὐτὸς ὁμολογησάτω, κἂν ἐπʼ ἄκρον ἐκείνοιν ἀφίκηται, μήτοι τῶν γε ὀφειλομένων ἀποστερήσεσθαι τὴν πόλιν. τί τοιοῦτον δεδράκατε, μᾶλλον δὲ ἐμελλήσατε; τῶν ἐν Φοινίκῃ τινὰ βουλὴν ᾄδουσιν ἀπὸ Ῥώμης ἐξ αὐτῶν τῶν τοῦ σοφιστοῦ χειρῶν ἀφελκύσασαν νεανίσκους ἐν λειτουργοῦσιν ἔχειν, ὥστε ἐκείνοις μεταμέλειν τοῦ τε πλοῦ καὶ τῶν περὶ τὸν Θύμβριν ἀνηλωμένων. τοῦτο πολλαῖς ἂν ὑπῆρξε πόλεσιν ἐφʼ ὅσας ἡ τοῦ ταῦτα συμπράξαντος ἄρχοντος ἐγίγνετο πρόνοια. ἀλλʼ οὐκ ἐβουλήθησαν, ὥσπερ οὖν οὐδὲ ὑμεῖς. αἰδεῖσθε γὰρ τοὺς λόγους. τὴν πόλιν δὲ οὔ; τὴν βουλὴν δὲ οὔ; τὴν γῆν δὲ ἣ τικτομένους ἐδέξατο, τὸ βουλευτήριον δὲ τουτὶ τὸ διʼ ὑμᾶς ἄθλιον οὐκ αἰδεῖσθε, ἐν ᾧ ποτε τὰς λειτουργίας ἥρπαζον οἱ ἑξακόσιοι;

`48.26`

Νόμοι γὰρ ὑπὲρ τῶν συνηγόρων κεῖνται, κἂν ἐπʼ αὐτοὺς ἔλθῃ τις, γέλως πολύς. ὑμεῖς δὲ κειμένους μὲν μὴ παραβαίνετε, διδάσκετε δὲ τοὺς λῦσαι κυρίους, ὡς ἀμείνους αὐτοῖς ἐστι νόμους ἀντὶ τούτων θετέον, οἳ βουλήσονται μᾶλλον αὐξηθῆναι πόλεις ἢ τοὺς ἐνίων οἴκους. πολλοὶ δὲ ἤδη νόμοι περὶ τοῦδε τοῦ ἔθνους καὶ ἐτέθησαν καὶ λέλυνται, καὶ δεινὸν οὐδὲν τῶν ὑπὲρ τῶν πόλεων τεθέντων ἀναιρεθέντων τοὺς κατʼ ἐκείνων ταὐτὸ παθεῖν.

`48.27`

Ὁ δʼ ἀνὴρ αἴρεται ἡμῶν καὶ τῷ μήπω δεῦρʼ ἥκειν ἐζημιῶσθαί φησιν. ἐθελήσει τοίνυν κοσμῆσαι τὴν ἡμετέραν νόμον τιθεὶς σωτῆρα μὲν τῶν βουλῶν, τὸ σπέρμα δὲ παρʼ ἡμῶν εἰληφότα. πεμπέσθω τοίνυν πρεσβεία. πάντως δὲ ἐν τοῖς ὀλίγοις ὑμῖν εἰσί τινες τῇ διακονίᾳ πρέποντες. ἀλλʼ οὔτε αἱρήσεσθε πρέσβεις οὔτε ἀποστελεῖτε. περιέσται γὰρ τῶν βουλομένων, ἂν ἄρα τινὲς βουληθῶσι, τὸ νοσοῦν.

`48.28–48.30`

Ἥκω δὲ ἐπʼ αὐτὸν ἤδη τὸν κολοφῶνα τῶν κακῶν. οἱ γὰρ διὰ τὴν γενομένην αὐτοῖς ἐπὶ τὰ βελτίω μεταβολὴν τοὔδαφός τε τῆς πόλεως προσκυνεῖν ὄντες δίκαιοι καὶ πανταχόθεν μείζω τὰ ταύτης ποιεῖν καὶ τὰ μὲν ὄντα μικρὰ διατηρεῖν, πειρᾶσθαι δὲ τὰ ἀπόντα προσκτᾶσθαι καὶ μηδὲ τοῦ Ἐρεχθέως ἐν ὁμοίοις λείπεσθαι καιροῖς αὐτοὶ σύμβουλοι βουλευταῖς γεγένηνται πέμπειν εἰς Ῥώμην τοὺς ἑαυτῶν. οἱ δὲ εἰς τὸν λιμένα κατέβησαν εἰδότων, παραινούντων, παρακαλούντων, ἐπαινούντων, ἴσως τι καὶ προστιθέντων ἀργύριον τῷ παρὰ τῶν γονέων. εἶτʼ ἐρωτῶσι τοὺς ἐπαναπλέοντας τῶν ἐμπόρων, εἰ τῶν λαμπόντων εἰσίν, εἰ τῶν εὐδοκιμούντων, εἰ φίλοι γεγόνασί σφισιν οἱ τὴν Ῥώμην ἄγοντες, εἰ διʼ ἐκείνων αὐτοῖς ἀρχαὶ πλησίον. κἂν ἀκούσωσί τι τοιοῦτον οἷον βούλοιντʼ ἄν, εὐθυμία καὶ κρότος καὶ γεγόνασιν ἡδίους. κἂν ᾖ δῆλον αὐτοῖς, ὡς οὓς ἔχουσιν ἐν τῇ βουλῇ παῖδας, ὑπʼ ἐκείνοις ἔσονται καὶ θεραπεύσουσιν υἱεῖς πατέρων τοῖς αὑτῶν πατράσι δεδουλευκότων, θύουσι τοῖς θεοῖς καὶ συγχαίρουσιν αὑτοῖς τε καὶ τοῖς ἀπεσταλκόσι καὶ τοῖς ἀπεσταλμένοις καὶ λέγουσι δὴ σαφῶς, ὡς ἐπανήξουσι τῇ βουλῇ φοβεροί. οἷς δὲ καὶ θυγατέρες εἰσί, συνοικίζουσι μὲν αὐτὰς στρατιώταις, μέμφεται δὲ ὑμῶν οὐδεὶς τοὺς γάμους, τοῖς βουλεύουσι δὲ τίκτουσι παῖδας αἱ δοῦλαι. εἶτα ἐξελήλυθεν οὐσία τῆς βουλῆς διʼ ὑμεναίων καὶ Ῥώμης. ὁ δὲ τοιαῦτα εἰργασμένος πατὴρ διά τε τοὺς κηδεστὰς διά τε τὰς ἐλπίδας τίμιος. ὃν ἐχρῆν ἅπασι φορτίοις πιέζεσθαι καὶ μηδʼ ἀναπνεῖν ἐπιτρέπειν αὐτῷ τῶν ἠδικημένων μηδένα δίκης τε εἵνεκα καὶ ὅπως εἴη τοῖς οὔπω τῇ βουλῇ λυμαινομένοις παράδειγμα.

`48.31–48.34`

Ἤδη τοίνυν τις ὑμῶν καὶ τοιοῦτόν τι πρὸς ταῦτα εἶπεν, ὡς ἀνεπίφθονον, εἴ τις ὀρέγοιτο βελτίονος σχήματος. τοῦτο δέ ἐστι τὴν πολιτείαν καθʼ ἣν ζῶμεν κινούντων. εἰ γὰρ ἐν ᾧ μέν τις ὑπὸ τοῦ νόμου τέτακται, τοῦτο καταλείψει, ζητήσει δέ τι μεῖζον, ζητῶν δὲ οὐκ ἀδικήσει, ὁ μὲν στρατιώτης ἕξει τοῦ ταξιάρχου τὴν τάξιν, τὴν τοῦ στρατηγοῦ δὲ ὁ ταξίαρχος. ἔσται δὲ ὁ μὲν ναύτης ἀντὶ τοῦ κυβερνήτου, ὁ δὲ χορευτὴς ἀντὶ τοῦ διδασκάλου, ὁ δʼ οἰνοχόος τὴν κύλικα ῥίψας κατακλινεὶς πίεται μετὰ τοῦ δεσπότου. διὰ τί δὲ καὶ τοὺς τὴν τάξιν λελοιπότας ἀποτυμπανίζουσιν οἱ στρατηγοί; ῥᾴδιον γὰρ κἀκείνοις εἰπεῖν, ὡς τὸ μὴ μάχεσθαι τοῦ κινδυνεύειν ἄμεινον. ἴσμεν τοὺς ἐπανισταμένους τοῖς βασιλεῦσι πολεμουμένους καὶ δοκοῦντας θάνατον ὀφείλειν τὴν δίκην. τοῦ χάριν; εἴποι ἂν ὁ πηδήσας ἐπὶ τὴν ἀρχήν· τὸ γὰρ κρατεῖν τοῦ κρατεῖσθαι καὶ τὸ προστάττειν τοῦ τὸ κελευόμενον ποιεῖν αἱρετώτερον εἶναι. τηροῦντα μὲν οὖν τὴν τάξιν ἥτις ἂν ᾖ λαμπρὸν ἐπʼ αὐτῆς εἶναι καὶ καλὸν καὶ εὔδαιμον, τὸ δʼ ἀφορμὴν ποιεῖσθαι λαμπρότητος τὴν εἰς τοὺς νόμους ἀδικίαν ποῦ καλόν; τὸ γὰρ διʼ ἀδικίας κτηθὲν πῶς ἂν εἴη δίκαιον; ἀνάγκη γὰρ ἐοικέναι τῇ ῥίζῃ τὸν καρπόν. ὁ δʼ ἐν μὲν τῷ μὴ βουλεύειν ἀδικῶν, ἐκ δὲ τοῦ τοῦτο φεύγειν ἐπʼ ἀρχὴν ἥκων ἴστω τὸ καλὸν τοῦτο κακὸν ἔχων τῷ κακῶς ἐσχηκέναι. φέρε, εἴ τις ἀρρωστούσῃ μητρὶ πένητι μίαν ἐχούσῃ καταφυγὴν τὸν υἱὸν παρακαθῆσθαι μὲν οὐκ ἀξιοίη, χωρήσας δὲ ἐπὶ δένδρα καὶ κήπους καὶ ἄνθη τρυφῶν ἐνταῦθα διάγοι κᾆτα ὡς κακὸς περὶ τὴν τεκοῦσαν κρίνοιτο, τοῦτον, εἰπέ μοι, σώσει τὸ τῆς προσεδρείας ἐκείνης ταύτην ἡδίω τὴν διατριβὴν εἶναι; ὦ κάκιστε ἀνδρῶν, ἓν τοῦτο ἑώρας, τὴν τέρψιν, ἃ δὲ ἠδίκεις οὐκ εἶδες οὐδʼ ὡς ἄμεινον ἦν τοῦ κυλινδεῖσθαι ἐν ἄνθεσι τὸ ἀσθενούσης ἐπιμελεῖσθαι μητρός;

`48.35–48.36`

Οὐ δὴ τοῦτο δεῖ σκοπεῖν, εἰ τὸ μὴ βουλεύειν τοῦ βουλεύειν ἀπονώτερον, ἀλλʼ εἰ τὸ βουλεύειν τοῦ μὴ βουλεύειν εὐσεβέστερον. εἰ δʼ οὗτοι δόξουσί τι λέγειν, τί μὴ τοὺς λῃστὰς θαυμάζομεν, οἳ ταῖς σφαγαῖς τὰς ὁδοὺς κεκλείκασιν, ἀφέντες ὃ νῦν ποιοῦμεν, τὸ σκοπεῖν, ὅθεν ἂν ἀσφάλεια τοῖς ὁδοιπόροις εἴη; καὶ γὰρ τούτοις δοτέον τὰ αὑτῶν οὕτω μείζω ποιεῖν, ἐπειδὴ ταῦτα αὐτοὺς τὰ ξιφίδια βοῶν τε ἀπαλλάττει καὶ ἀρότρου καὶ σπορᾶς καὶ τῶν ἄλλων τῶν περὶ τὴν γῆν πόνων καὶ ταχέως φέρει τὸ πλουτεῖν. ἀλλʼ ἴσμεν δὴ τήν τε κώμην ἐκείνην καὶ τὸ ἐν αὐτῇ γένος ὡς ἐξεκόπη μέχρι τῶν ἐν γάλακτι παιδίων προελθόντος τοῦ πυρός, προνοηθέντος, οἶμαι, τοῦ τότε βασιλέως, ὅπως μὴ πάλιν ἀναφύσεται τὸ δεινὸν ἐκεῖνο γένος. διὰ τοῦτο φέρουσαι ταῖς ἀγκάλαις αἱ μητέρες τὰ τέκνα ταῖς τῶν δημίων χερσὶν ἐωθοῦντο μετʼ ὀργῆς εἰς τὴν φλόγα. εἰ δὲ τὸ αὑτῶν ἐποίουν οὗτοι καὶ ἐγεώργουν, οὔτʼ ἂν ἐπλούτουν κακῶς οὔτʼ ἂν ἀπέθνησκον. οὕτω δὴ καὶ περὶ τοῦ παρόντος. γιγνέσθω τις εὐδαίμων δίκαιος ὤν, ἀδικῶν δὲ καὶ κατὰ τοῦτο ἰσχύων ἴστω δίκην ὀφείλων τῆς ἰσχύος. ἣν εἰ κατʼ αὐτὸ τὸ δύνασθαι μὴ διδοίη, μειζόνως κακοδαίμων ἢ εἰ ὑπεσχήκει τὴν δίκην.

`48.37`

Ἄξιον δὲ μηδὲ ἐκεῖνο παρελθεῖν πολλὴν ἔχον αἰτίαν.

`48.38`

Οὐ βοηθεῖτε τοῖς βοηθείας δεομένοις, οἷς πάρεστι τὸ δύνασθαι. ἀλλʼ οἱ μὲν πωλοῦσι τὰ σφῶν αὐτῶν ἀπορίᾳ συμμάχων, ὑμεῖς δὲ πρᾴως φέρετε τὰς τοιαύτας τῶν πράσεων ὡς δὴ οὐδὲν τοῦ κακοῦ μετέχοντες. καὶ οὐ τοῦτʼ ἔστι τὸ χείριστον, ἀλλʼ ὅτι τῶν μὲν αὐτοὶ καταβάλλετε τὴν τιμήν, τὰ δὲ τοῖς ἐν δυνάμει προξενεῖτε καὶ κολακεύετε τὰς ἐκείνων τραπέζας τοῖς τῶν βουλευόντων κτήμασι. κἂν ἀγρόν τις αὐτῶν τοῦ βουλεύοντος θαυμάσῃ καὶ διὰ τοῦ θαυμάζειν εἰς τὸ ἐρᾶν προέλθῃ, ταχὺ τὸ ἔργον προσετέθη, καὶ ὁ μὲν ἠνάγκασται πωλεῖν, τῷ δὲ ἕτοιμον ἀγοράζειν. οἱ δὲ τοῦτο καταπράξαντες ἠριστευκέναι τε νομίζουσι καὶ μέγα τεῖχος αὑτοῖς περιτεθεικέναι τὴν τῶν ἐωνημένων χάριν. εἶτʼ αὐτοῖς ἐπὶ τὰς θύρας ὁσημέραι φοιτῶσι καὶ παρακολουθοῦσιν ἐπὶ τὰς τῶν ἵππων φάτνας κἂν ἃ τῶν οἰκετῶν ἐστι ποιεῖν ἐπιταχθῶσι, γεγήθασιν. οἱ μισθοὶ δὲ τούτων φαγεῖν, πιεῖν, μεθυσθῆναι, βιασθῆναι τοὺς καταδεεῖς. κἂν ἡ Τύχη τινὰ αὐτῶν ἐξάγῃ τῆς πόλεως, πεσόντες εἰς γόνυ καὶ δεηθέντες μένειν ἀπεστέρησαν τῶν παρὰ τῆς Τύχης τὴν πόλιν. εἶτʼ εὐθὺς παρακαλοῦσιν οἰκοδομεῖν. εἶθʼ ἡ κύων ἐμιμήσατο τὴν δέσποιναν οἰκοδομουμένη καὶ αὐτή. τουτὶ δὲ ἐσμὸς κακῶν ἁπάσαις τέχναις. αἱ δὲ παρὰ τῶν κήπων τῷ ἄστει παραμυθίαι διολώλασι, καὶ πανταχοῦ λίθοι καὶ ξύλα καὶ τέκτονες.

`48.39–48.40`

Εἶτα θαυμάζετε τῶν ἀρχόντων, εἰ ταῦτα εἰδότες ὑβρίζουσι; τί δαὶ αὐτοὺς ἐχρῆν ποιεῖν; αἰδεῖσθαι καὶ τιμᾶν τοὺς σφᾶς αὐτοὺς τεταπεινωκότας; ὁρᾶθʼ ὡς ὑφʼ ὑμῶν αἱ τιμαὶ τῇ βουλῇ διεφθάρησαν. πῶς γὰρ ἂν ὁ δικάζων δύναιτο τὸν τοῦ δεῖνος αἰδεῖσθαι κόλακα τὸν προπεπωκότα αὐτῷ τὰ τῶν ὁμοσκήνων δένδρα, τὸν καταπολεμοῦντα τὴν βουλὴν ἧς καὶ αὐτὸς εἶναι τέτακται; οὐδὲ ταῦρον ἴδοι τις ἂν ἡδέως πηροῦντα τὰς βοῦς τοῖς κέρασιν οὐδὲ κριὸν ἀναρρηγνύντα τῇ κεφαλῇ τοὺς ἄρνας οὐδὲ ἀλεκτρυόνα τῇ τῶν νεοττῶν ἐπιτιθέμενον ἀσθενείᾳ· οὐ τοίνυν οὐδʼ ἐν βουλῇ τοὺς πρώτους ἀπολλύντας τοὺς δευτέρους καὶ τρίτους. ὃ κακὸν μέν ἐστι τοῖς προδιδομένοις, κακὸν δὲ τοῖς προδιδοῦσιν. ἐν γὰρ αὐτοῖς τοῖς δοκοῦσι κέρδεσιν ἡ βλάβη. ἢ πόθεν οἴεσθε τὸν δῆμον οὕτως ἐπῆρθαι καὶ ἀσελγαίνειν καὶ παροινεῖν; ἐῶ τὰ ἄλλα. ἀλλὰ ἔναγχος οἵας ἀφῆκαν ἐν τῷ θεάτρῳ φωνάς, ἐπεὶ μὴ χρυσίον εὐθέως εἶχε τῆς τραγῳδίας ἀηδὴς ὑποκριτής. ἤλπιζον γὰρ ὑμᾶς σιγῇ καὶ ταῦτα οἴσειν οὐ κακῶς ἐλπίζοντες. οὔκουν ἐγρύξατε.

`48.41`

Γένεσθε τοίνυν ἀμείνους μὲν ὑμῶν αὐτῶν, ὅμοιοι δὲ τοῖς πατράσιν, οἷς τοὺς ἐπὶ τῶν ἀρχῶν καὶ καταπλήττειν ὑπῆρχε. γένεσθε τοῖς πενεστέροις τῶν ἐν τῇ βουλῇ λιμένες καὶ μιᾷ γνώμῃ τὰ συμφέροντα καὶ ζητεῖτε καὶ πράττετε. καὶ τὸ ἑνός τινος ἀγαθὸν κοινὸν κεκρίσθω καὶ τὸ δυσχερὲς ὡσαύτως. ὡς νῦν γε ἐπιχαίρομεν ἀλλήλοις, καὶ οἱ μὲν πιέζουσιν, οἱ δὲ καταρῶνται. μηδὲν ὑμῖν ἔστω φοβερώτερον τοῦ τὴν πατρίδα κακοῦν μηδʼ αὐτὸς ὁ θάνατος.

`48.42`

Ἀλλʼ ἀγέσθω τις ἐπὶ τὸ βουλεύειν, κἂν μέλλῃ τό τινος λυπήσειν βαλλάντιον. οὐχ ὁρᾶτε τὸν Λητόϊον ὡς καλὰ περὶ αὑτοῦ διηγεῖται πολλάκις, τὸν Μακρέντιον, τὸν Μάτερνον, τὸν Ἰουλιανόν, πολλοὺς ἄλλους, τὰς ὑπὲρ τούτων πρὸς τοὺς στρατηγοὺς μάχας, ἃς οὐκ ἀζημίους μέν, καλὰς δὲ καὶ οὕτως ἐνόμιζεν; τί τοιοῦτον ἔστιν ὑμῖν εἰς φιλοτιμίαν ἐπαῖρον; περὶ τοῦ τῶν ὑμετέρων ἐν συνουσίαις διατρίψετε; τίνος μνημονεύοντες ἀμείνους εἶναι δόξετε; νίκας μὲν Ὀλυμπικὰς οὐκ ἐρεῖτε οὐδὲ αἰχμαλώτους καὶ λάφυρα· εἰ δὲ μήτε ἐκεῖνα μήτε ταῦτα, τῷ ποτε χρήσεσθε;

`48.43`

Μὴ ὑμεῖς γε, μὴ μέχρι παντὸς ἐπὶ τῶν ἡμαρτημένων μένετε, ἀλλὰ ἅλις μὲν δρυός, ἀποθέμενοι δὲ τὴν πολλὴν ταύτην μαλακίαν δείξατε πάλιν τὴν βουλὴν ἀνθοῦσαν.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: swk-ee`.
