---
title: "Orations 1–64: Oration 46 (Against Florentius)"
title_greek: "Λόγοι 1–64, Κατὰ Φλωρεντίου"
author: Libanius of Antioch
eul_wid: swk-ec
eul_aid: swk
canonical: "https://eulogikon.org/works/libanius-antioch-orations-oration-46-swk-ec"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:462215b35eac6886b34efaff15a94d98c0af013ce3279beab7b544e7ccce08b0"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Orations 1–64: Oration 46 (Against Florentius)

*Λόγοι 1–64, Κατὰ Φλωρεντίου*

**Author:** Libanius of Antioch

**eul_wid:** `swk-ec` · [HTML page](https://eulogikon.org/works/libanius-antioch-orations-oration-46-swk-ec)

## Text

Part of [Orations 1–64](/works/libanius-antioch-orations-swk-aj)

`46`

ΚΑΤΑ ΦΛΩΡΕΝΤΙΟΥ.

`46.1–46.2`

Οὐδὲν καινόν, ὦ βασιλεῦ, πέπρακταί μοι μὴ προσιόντι τούτῳ τῷ τηλικαύτην ἀρχὴν ἐν νεότητι λαβόντι μετὰ πολλὰς ὡς αὐτὸν ὁδούς μοι γεγενημένας. διὰ συχνῶν γὰρ ἐγὼ τοιούτων ἀφῖγμαι μεταβολῶν οὐ διὰ τὴν ἐμαυτοῦ κακίαν, ἀλλὰ διὰ τὴν τῶν οὐ δυνηθέντων ἐφʼ ὧν ἔδειξαν μεῖναι. καὶ οὐκ αἰσχύνομαι μεμφόμενος ὃν πρότερον ἐπῄνουν, ἕτερον γεγενημένον ὁρῶν. τοὐναντίον γὰρ αἰσχρὸν ἂν ἦν, εἰ μεταβεβλημένων ἐκείνων μὴ τοῖς πράγμασιν ἠκολούθουν, ἀλλʼ ἦν ὁ αὐτὸς πρὸς τὸν οὐκέτι τὸν αὐτόν. ὃ δὴ καὶ νῦν συμβέβηκεν. ἕως μὲν γὰρ ἑώρων Φλωρέντιον τουτονὶ πρὸς τοὺς ἀρχομένους ἥμερον, βέλτιστόν τε ἡγούμην καὶ ἐπαίνων ἄξιον· ἐπεὶ δὲ εἶδον χαλεπόν τε καὶ ἀνήμερον καὶ τῶν ἐπὶ τούτοις μέγα φρονούντων οὐδὲν διαφέροντα, καλῶς ἔχειν ἡγησάμην τὸν εἰ φανεῖται φιλάνθρωπος ἐρυθριῶντα φεύγειν.

`46.3`

Ἄκουσον δέ, ὦ βασιλεῦ, πῶς ἅπαν τοῦτο ἔσχεν.

`46.4–46.6`

Ἧκον ἐκ Κιλικίας φθάσαντες τοῦτον οἱ σύνδικοι. προσελθὼν οὖν αὐτοῖς ἠρόμην, εἰ μέμνηται τῶν περὶ Ὀδυσσέως εἰρημένων Ὁμήρῳ καὶ ὅστις ἦν πρὸς τοὺς Ἰθακησίους. καὶ λίαν ἔφασαν καὶ οὔτε δεῖν ἡδέως οὔτε πλήττειν. ἥσθην ἐγὼ ταῦτα ἀκούσας καὶ εἶναι τοιοῦτον αὐτὸν διὰ τέλους εὐξάμην, ἀδύνατα ζητῶν, ὡς μετὰ ταῦτα ἔγνων. εὐθὺς μὲν γὰρ ἕνα τῶν πολιτευομένων τῆς ἡμετέρας οἰκίας λύοντα τὰς ἐπενεχθείσας αἰτίας δεσμώτην ἐποίησεν ἐγγυητῶν οὐκ ἀποροῦντα, οἳ ὅταν ὦσι, δεσμὸς οὐκ ἔστιν ἐπὶ μικραῖς αἰτίαις, οἷαι ἦσαν αἱ τότε. δεομένου δέ μου λῦσαι μόλις μέν, ἔφη δὲ λύσειν. εἰπὼν δὲ εἴα δεδέσθαι, ὥσθʼ ἑτέρας ἐκείνῳ δεῆσαι βοηθείας. ἔπειτα ῥήτορα τῶν ἐν δόξῃ τοῦ συνδικεῖν ἀφελκύσας ἔπεμψε περὶ μέτρα γῆς οἰμωξόμενον, ὅτι ποτὲ ῥητορεύων ὑπὲρ τῶν αὐτῷ μισθὸν δεδωκότων οὐδὲν παρέλιπεν ὧν ἐνόμιζε συμφέρειν εἰρῆσθαι. οὕτως ἠξίου χρῆσθαι τοῖς παρὰ τῆς ἀρχῆς. ὃν γὰρ οὐκ ἂν ἄλλως ἐποίει κακῶς, οὐ γὰρ εἶχεν, ἐπὶ τοῦτον ἐχρῆτο τῷ θρόνῳ. ἄνδρα τοίνυν δεξιὸν ἐπὶ πλεῖστον ἥκοντα νοῦ καὶ βιβλίων γέμοντα καὶ πλεῖστα διῳκηκότα καὶ ὡς οὐκ ἂν ἕτερος καὶ τὴν ἀγορὰν διὰ πάντων ἀμείνω πεποιηκότα ἐμπειρίᾳ τε τῇ περὶ ταῦτα καὶ δικαιοσύνῃ, τὸν δὴ τοιοῦτον ὑβριζόμενον ἐν τῷ θεάτρῳ παρὰ τῶν αὑτοὺς πεπρακότων τοῖς ἐχθροῖς τοῖς ἐκείνου προὔδωκεν ἀσελγέσι καὶ τρόποις καὶ ῥήμασι καὶ νόμοις ἐναντίοις. καίτοι χρῆν ἑπόμενον ἀρχόντων εὐδοκίμων παραδείγμασι συλλαβεῖν τινας τῶν ὑβριστῶν, ἀγανακτῆσαι, δίκην λαβεῖν τοῦ θράσους παρʼ ἀνθρώπων ὑπὸ τῆς τῶν ὀρχηστῶν πορνείας τρεφομένων, μὴ τῶν ἔργων πιστοτέρας νομίσαι τὰς βλασφημίας. καίτοι καὶ εἴ τι δίκαιον ἦν ἐν τοῖς κατʼ αὐτοῦ λεγομένοις, οὐ τὸ θέατρον ἦν χωρίον τουτοισὶ τοῖς δικαίοις, ἀλλʼ ἴσμεν οὗ τὰ τοιαῦτα ἐξετάζεται. τούτου δὴ λαχόντα δίκην ἐπὶ τὸν ἔλεγχον βαδίζειν ἔδει καὶ δεικνύντων μὲν ἀδίκημα κακὸν νομίζειν τὸν ἐξεληλεγμένον, καταψευσαμένων δὲ πάλιν ἀπαιτεῖν δίκην τὴν τῆς συκοφαντίας. ὁ δʼ ἀπὸ ψιλῶν τῶν αἰτιῶν τοὺς μὲν Αἰακοὺς ἐνόμισε, τὸν δὲ Εὐρύβατον καὶ μήτε καλέσας μήτʼ ἐρωτήσας μήτε κρίνας ἐξήλασε τῆς τάξεως ἐφʼ ἧς ἦν τῶν ἐν τῇ βουλῇ τὸν ἄριστον, ὃν πολλοὺς πρότερον ὑπερβὰς ἐπεποίητο φίλον εἰδὼς καὶ τὸν πατέρα τὸν αὑτοῦ χρώμενον τῷ πολιτευομένῳ. ὧν οὐδὲν ὁ Φλωρέντιος αἰδεσθεὶς ἐκολάκευσε τοὺς τοῦ δήμου μοχθηρούς, οἷς ὅσα βουλομένοις ἦν ἐψηφίζετο.

`46.7–46.9`

Παρῄνει μὲν οὖν μοι καὶ ταῦτα πόρρωθεν αὐτὸν ὁρᾶν καὶ ζημίαν ποιεῖσθαι τὴν ὁμιλίαν τὴν πρὸς τὸν ἀρετῆς ἠμεληκότα, ὁ δὲ καί τινα τούτοις προσέθηκεν ἕτερα τὴν αὐτὴν ἔχοντα συμβουλήν. τοὺς γὰρ ἀθλίους τούτους τοὺς ἐν ὠνῇ καὶ πράσει τῇ τῶν ὠνίων ζῶντας συλλέξας διὰ τῶν ῥαβδούχων, τουτὶ δὲ ἦν λῆμμα ἑκάστῳ τῶν ῥαβδούχων ποιῆσαι τὸν εἰλημμένον, εἰ γὰρ μὴ τοῦθʼ ὑπέμενον, ἤγχοντο ἄν, τὴν νύκτα τοίνυν ἀνηλωκὼς ἐν τῷ σκοπεῖν, ὅ τι χρὴ παθεῖν τοὺς ἐχομένους, πληγῶν ἐποίησε τὴν ἡμέραν, πληγῶν ὅσαι γένοιντʼ ἂν καθʼ ἕκαστον ὑπὸ νέων πεντεκαίδεκα, τοῦ τὸν πρότερον ἀποκαμεῖν εἰσάγοντος τὸν διάδοχον. ἡγεῖτο γάρ, ὅπερ αὖ καὶ ὁ πατήρ, σιδήρου τὰ νῶτα τοῖς τυπτομένοις εἶναι. καὶ πρῶτος ἐκεῖνος ἐτόλμησε πληγαῖς ἐργάσασθαι θάνατον, οὗ μαθητὴν ἔσχε Τατιανόν, ἐκεῖνος δὲ τὸν υἱόν. καὶ ᾤμην γε τοῦτον ἐγὼ τοῖς ἐκείνων αἰσχυνόμενον μηδετέροις ἕψεσθαι μηδʼ ἀντʼ ἀνθρώπου θηρίον ἔσεσθαι, ὁ δʼ ἄρα ἐνόμιζεν οὐδʼ ἄρχων γεγενῆσθαι μὴ τοιαῦτα ποιήσας. ἐφʼ ἃ καλούμενοι παρὰ τῶν ἑκάστοις οἰκείων παῖδες ἰατρῶν ὁρῶντες τοὺς ὀρωρυγμένους ὑπὸ τῶν μαστίγων ἐν τοῖς σώμασι βόθρους ἀνεπήδων ὡς οὐδὲν ἔχοντες ἀποχρῶν. καὶ τότʼ ὄντως ἄρχειν ὁ θαυμάσιος ἐνόμισεν, ὅτε ταῦτʼ ἐπύθετο. αἰσχρὸν γάρ, ὡς ἔοικεν, ἡγεῖτο τὸ μετὰ σοῦ φιλάνθρωπος καὶ εἶναι καὶ καλεῖσθαι. τοῦτον οὖν οὐ προσεροῦμεν ἀνδροφόνον, διʼ ὃν οἴχονταί τινες, ὅτι μὴ ξίφει τοῦτʼ ἔδρασεν; ἀλλʼ αὐτὸ δὴ τοῦτο καὶ τὸ δεινότερόν ἐστι. τίς γὰρ οὐκ ἂν ἕλοιτο τῶν ἐπὶ θάνατον ἀγομένων οὕτω μᾶλλον ἢ ʼκείνως ἀποθανεῖν; πᾶς ἄν, πλὴν εἴ τις τὴν ἐν ταῖς πληγαῖς διατριβὴν μιᾶς τομῆς ὀξείας κουφότερον ἡγεῖται. ἐγὼ δὲ καὶ τῶν ἐν ταῖς ὁδοῖς ἀποκτιννύντων τοὺς ξίφει τῶν διὰ μακρῶν ἀλγημάτων ἡγοῦμαι μετριωτέρους. ὁ δʼ οὓς δίδωσιν ὁ νόμος ἀποκτείνας οὐκ οἰόμενος εἶναι φονεύς, διότι μὴ σιδήρῳ, διπλῇ τὸν νόμον ἀδικῶν ἴστω, καὶ τοῦ ζῆν ἀποστερήσας καὶ λυπηροτέρῳ τρόπῳ. Περσῶν δὲ Ῥωμαῖοι πολλοῖς τε ἄλλοις βελτίονες καὶ τῷ τελευτῆς τρόπον εὑρεῖν ταχὺν οὐκ ἐπὶ πολὺν ἐκτεινόμενον χρόνον. σὺ δὲ πληγαῖς ἀναλώσας ὃν οὐκ ἀπέκτεινας ξίφει, καθαρὸς εἶναι λέγεις; καὶ τίς ἀνέξεται;

`46.10–46.16`

Ἠδίκουν γάρ, φησίν, οἱ κάπηλοι περὶ τὰ μέτρα τοὺς πίνοντας. ἀδικούμενοί γε, ὦ βασιλεῦ, παρὰ τῶν πινόντων καὶ αὐτοὶ οὐ πάντων μέν, οὐκ ὀλίγων δέ. εἰ μὲν οὖν ἠδίκουν οὐκ ἀδικούμενοι, δίκης ἄξιοι· εἰ δʼ ὑπὸ τοῦ πάσχειν κακῶς ἐποίουν, τίς οὐκ ἂν συγγνοίη; οὐ γὰρ βουλομένων τοῦτο ἦν, ἀλλʼ ἠναγκασμένων. οἷς δέ ἐστι καταφυγὴ καὶ τὸ παραιτησόμενον, οὐ φονευτέον. τί οὖν ἀδικοῦνται, βούλει μαθεῖν, ὦ βασιλεῦ; πολλαὶ μὲν αἱ ἀρχαί, ἔνι δὲ καθʼ ἑκάστην φάλαγξ, καὶ τούτων αὖ καθʼ ἑκάστην κήρυκες, ἡμεροδρόμοι, βασανισταί, ἔνι δὲ καὶ ἄλλα ἄττα ἔργα ποιοῦντα προσηγορίας. οὗτοι δὴ πλῆθος ὄντες εἰσπίπτοντες εἰς τὰ καπηλεῖα πολλάκις ἑκάστης ἡμέρας πίνουσιν ὅσον ἂν μέθην ποιήσειεν, οὐκ οἶνον μόνον, ἀλλὰ καὶ ἃ τούτῳ ἐν μίξει. ἀριθμεῖ δὲ οὐδεὶς τὰ ἐκπώματα, οὐκ ἀνήρ, οὐ γυνή, οὐχ υἱός, οὐ θυγάτηρ, ἀλλʼ ἢ δεῖ σιγᾶν ἢ ἀπολωλέναι. τοῖς γὰρ αὑτῶν χρῆσθαι λέγουσι καὶ εἶναι δεσπόται τῶν τε πίθων ὁμοίως καὶ ὧν εἰσιν οἱ πίθοι. οἱ μὲν οὖν ἐπιεικέστεροι τὸ ἔκπωμα καταθέντες καὶ προειπόντες οἶνον ἀμείνω περισκοπεῖν ἀπῆλθον, οἱ δʼ αὐτοῖς ἐκπώμασιν. ὀβολὸς δὲ οὐδὲ παρʼ ἑτέρων, ἀλλʼ ὁ μὲν κάπηλος ὠνεῖται, οἱ δʼ ἐμπίμπλανται δόντες οὐδέν. εἶθʼ οἱ μὲν ἀπῆλθον, οἱ δʼ ἦλθον. δεῖ δὲ προκεκρίσθαι τῶν διδόντων τὸν τῶν προῖκα πινόντων φόβον. βαλαντίου δὲ οὐ λυομένου πολὺ τὸ πινόμενον. πίνει δὲ οὐκ αὐτός τις μόνος, ἀλλὰ καὶ ὃν εἰσάγει νῦν μὲν συγγενῆ, νῦν δὲ συνήθη. τούτους ἀρίθμει, βασιλεῦ, τοὺς ὑπὸ τῷ τὸ ἔθνος ἄγοντι, τοὺς ὑπὸ τῷ πλείονα, τοὺς ὑπὸ τῷ στρατηγῷ καὶ μηδὲ δύʼ ἄρχοντε πίνοντε παραλίπῃς, οἷς ἀγροὶ τὰ ἐργαστήρια μικροῦ πάντα. ἀφʼ ὧν γὰρ ἕκαστοι πωλοῦσι λαμβάνουσι τῷ λογιστῇ προσγινομένου τοῦ συνδίκου. τὸν δὲ ἐγκαθήμενον λόχον τί οἴει; ἆρα ἀγαπᾶν τῇ παρὰ σοῦ τροφῇ; καὶ τίς οὐκ οἶδε τὴν ἁρπαγὴν ἣν ὁ πωλῶν ἐπισχεῖν μὲν οὐκ ἐπιχειρεῖ, μὴ παροξύνῃ, δεῖται δὲ ἐλάττω γενέσθαι; οὗτοι δὲ οἱ στρατιῶται πάνθʼ ἁπλῶς ἐπέρχονται πανταχόθεν ἕλκοντες καὶ εἰ μὴ κρέας ἤ τι τῶν τοιούτων ἔνι, φέροντες ἀργύριον. ἀγείρουσι δὲ οὐχ οἱ μάχιμοι μόνον, ἀλλὰ καὶ οἷς ὁ βίος ἐν ἐκείνοις γελωτοποιεῖν. ἀρκεῖ δὲ εἰς τὸ ποιεῖν τὰ τῶν ταλαιπώρων ἐλάττω καὶ λέων τιθασὸς καὶ ἄρκτος καὶ πάρδαλις καὶ κύων μεγέθει διαφέρων, ἤδη δὲ καὶ πίθηκος. καὶ ὁ μὲν αὐλήσας εἰσέπραξεν, ὁ δὲ μετὰ σύριγγος ἐρχόμενος, ὁ δὲ Πᾶνα ποιήσας αὑτόν, ὁ δὲ Σειληνόν, Βάκχην δὲ ἕτερος. ἂν δὲ καὶ μηδὲν ᾖ τούτων, τὸ κέρας ἀπέχρησεν, ᾧ τὸ χεῖλος ἀργύρῳ κεκόσμηται. τὸ δὲ ἐν μείζονι τῇ τῆς δόσεως ἀνάγκῃ ὁ πευθὴν καὶ τὰ τούτου καὶ ὦτα καὶ ὄμματα. καὶ τῷ λίαν ἀναμαρτήτῳ πάντα ἡμάρτηται τούτου βουλομένου. κἂν ᾖ μέτριος, ὑβριστής ἐστι. λῦσαι δὲ τὰς αἰτίας κἂν ᾖ ῥᾴδιον, εἰπεῖν οὐκ ἔστιν. οἱ δʼ ἐν Συβαριτικῇ μὲν τραπέζῃ δέχεσθαι τοὺς ἐπιτηδείους ἐθέλοντες, ἀναλίσκειν δὲ οὐ βουλόμενοι τοῖς τῶν ἄλλων κακοῖς ἑστιάτορές εἰσιν. εἶθʼ οἱ μὲν ἀριστῶσιν, οἱ δὲ ἐπανέρχονται οἴκαδε ταῖς γυναιξὶ τὰς μαχαίρας φέροντες καὶ τὸν περὶ τοῦ φόβου τοῦ πάντα βιαζομένου λόγον. καὶ ἔδει μὲν ἐν τῷ πευθῆνι τοῦτο ἑστάναι, νῦν δὲ πᾶς ἀφʼ ὁτουοῦν σχήματος τῶν βασιλείων μετέχων καὶ οὗτος ἀξιοῖ τῶν αὐτῶν ἀπολαύειν, τοσούτῳ μετριώτεροι τῶν πευθήνων ὄντες, ὅσῳ φασὶ δώσειν, εἰ καὶ ψευδεῖς αἱ ὑποσχέσεις. καὶ ὑπὲρ τούτων οἶδα πολλὰ τραύματα καὶ δάκρυα γεγενημένα τοῦ στενωποῦ ταῦτά με διδάσκοντος τοῦ ἐν τῷ βουλευτηρίῳ. πολλοὶ γοῦν λόγοι τοῖς ὀδυρμοῖς τῶν παιομένων διεκόπησαν. τί οὖν θαυμαστόν, εἰ παρὰ τῶν κλοπῶν τῶν τοιούτων ἔπραξάν τι περὶ τὰ σταθμὰ τοιοῦτον οἷον οὐκ ἄν, εἰ μὴ ταῦτα ἔπασχον;

`46.17–46.18`

Ἀλλʼ ἐνταῦθα μὲν χλαμύδες καὶ ἀναξυρίδες καὶ ὄνομα πολεμίων, εἰ καὶ μὴ κινδύνων ἔρως, τῶν δὲ κηφήνων τούτων τίς ἂν ἐνέγκαι τὰς γαστέρας τῶν ἐν ἀργίᾳ τὴν ἑτέρων ταλαιπωρίαν ἐσθιόντων; τίνας δὴ λέγω τούτους; οἷς ἔργον ἓν τοῦτο τὰς τῶν κρατούντων λέγειν ἐν τοῖς θεάτροις εὐφημίας. ἐν γὰρ δὴ τοῖς θεάτροις ἔχουσι τὴν ἰσχὺν δεσποτείαν τῶν ἀγοραίων ἔχοντες διὰ τὴν ἐν ταῖς φωναῖς ἐξουσίαν. καὶ τὸ ἔθνος τοῦτο σκηπτοὺς ἀφιᾶσι καθʼ ὧν ἂν ἐθέλοιεν καὶ ἐβόησαν καὶ ἔπεισαν, οἱ δέ εἰσιν ἐν κακοῖς. καὶ τὸ κακῶς ῥηθὲν πέπαυται. δεῖ δὴ προσκυνεῖν τούτους ἢ ἀπολωλέναι. τὸ δὲ προσκυνεῖν τί ἐστιν; αἰτεῖν, λαμβάνειν· πάλιν αἰτεῖν, πάλιν λαμβάνειν ἢ πέμποντας τοὺς τοῦτο ποιήσοντας ἢ αὐτοὺς προσιόντας. κἂν ἀπορίαν αἰτιάσηταί τις, ὅτι μὴ δανείζεται, λυπεῖ· τοῖς δὲ ἀνιαθεῖσι τούτοις ἐν τοῖς θεάτροις ἡ τιμωρία. ἐκεῖνα δὲ πολλοῖς ἀνοίγεται. καὶ στρατιῶται διαθέουσι σβεννύοντες πῦρ, ξύλα διαρριπτοῦντες, οὐδὲν ἐῶντες μένειν, πάντα ἀνατρέποντες. τίς ἂν ἐνέγκαι τετρακοσίους λύκους; πῶς ἔνι, βασιλεῦ, καὶ τούτοις ὑπηρετεῖν καὶ τῶν ἄλλων μηδὲν παρακινεῖν; ὁ γὰρ ἀξιῶν ἄμφω γίγνεσθαι παραπλήσιον ποιεῖ τῷ τινα στερῆσαί τε τοῖν ποδοῖν καὶ κελεύειν βαδίζειν.

`46.19`

Ἀλλὰ ταῦτα μὲν κἂν ἀρνήσαιτό τις, ἐκεῖνο δὲ οὐκ ἔστι τῶν πραγμάτων βοώντων. ἀπεδείχθη καταγωγὴ τοῖς ἰοῦσιν ἐφʼ ἵππων ὁδὸν ἢ πολλὴν ἢ οὐ πολλήν. τῇ δʼ, οἶμαι, καταγωγῇ ταύτῃ δεῖ κλινῶν ἐστρωμένων, τραπεζῶν, τῶν ἐπὶ τούτων ἐκπωμάτων, ὀψοποιῶν, τῶν ὑπολυσόντων, τῶν ἀπονιψόντων, τῶν πόρνας ἀξόντων, τῶν ἰατρούς, εἰ δεήσειε. πάντα δὴ ταῦτα καὶ ἔτι πλείω τίνες οἱ παρέχοντες; οὗτοι οἱ μαστιγούμενοι. κἂν συντρίψῃ τούτων ἢ καί τις ὑφέληταί τι, τοὺς αὐτοὺς εἶναι δεῖ χορηγούς. καὶ πολλοὶ τῶν διακόνων ὀργῇ τῶν αὐτοῦ καταλυσάντων ἀδίκῳ περιπεσόντες ἀπέθανον, καὶ δεῖ χρήμασι πείσαντα τοὺς τούτων γονεῖς σεσῶσθαι. αὕτη ἡ καταγωγή, βασιλεῦ, κατὰ τῶν καπήλων ἐκτίσθη καὶ ὅ τι ἂν ἐνέγκῃ τὸ καπηλεῖον, τούτου τὸ πλέον ἐκεῖσε πεπόρευται. πρὸς γὰρ αὖ τοῖς ἄλλοις σεσυλῆσθαι φάσκοντες οὐδὲν τοιοῦτο πεπονθότες διὰ τῶν μισθωτῶν ἐπὶ τοὺς καπήλους ἰόντες σείουσι.

`46.20`

Καιρὸς δὴ τῶν γιγνομένων ἐν ταῖς τῶν στρατηγῶν διαδοχαῖς ἐνταῦθα μνησθῆναι, βασιλεῦ. τίς οὖν ἡ ζημία; κεναὶ τράπεζαι, κενοὶ πίθοι. τὰ μὲν πωλεῖ μὲν ὁ πεπαυμένος ὁμοίᾳ καὶ αὐτὸς ἁρπαγῇ κτησάμενος, κτᾶται δʼ ὁ τὴν ἀρχὴν ἐκδεξάμενος, εἰς τὴν ἡμέραν βλέπων ἐν ᾗ καὶ αὐτὸς ταῦτα ἀποδώσεται.

`46.21`

Τούτοις οὐκ ἂν προσθείην τὴν εἰς τοὺς πτωχοὺς ἐπικουρίαν μηνὸς ἑκάστου γιγνομένην πολλάκις· καὶ γὰρ εἰ δαπάνης ἐστὶ καὶ τοῦτο, ἀλλʼ ἑκουσίου τε καὶ φερούσης τοῖς προϊεμένοις ἡδονήν. οὐ γὰρ καταρῶνται τοῖς λαμβάνουσιν, ἀλλʼ εὐφραίνονται διδόντες βλεπούσαις ὡς εἰπεῖν ταῖς ἑαυτῶν δεξιαῖς εἰς οὐ βλεπούσας τὰς ἐκείνων καὶ κατὰ τοῦτο πλανωμένας. ταυτὶ μὲν οὖν οὐ λογίζομαι, οὐδὲ γὰρ ἐκεῖνοί ποτε· νέους δὲ ἀντὶ γερόντων κίονας τίς οὐκ οἶδε μετὰ βλάβης τῆς τούτων ἀντικαθισταμένους ἢ βαρυτέραις ἕλξεσιν; ἄμφω γὰρ ἐκείνων, καὶ ἢ μεταφέρειν αὑτοὺς ἀπὸ τῶν τεχνῶν ἐκεῖσε δεῖ ἢ τούτων ἐχομένους μισθῷ πράττειν ἐκεῖνο. καὶ τούτου πολὺ χαλεπώτερον οἱ ὀχετοὶ τὸ πλάτος αὑτῶν κομιζόμενοι διʼ ἐκείνων. ὧν οὐκ ὀλίγοι ζῶντες καταβαίνοντες ἀνιμῶνται νεκροί, καὶ προσήκει τὸν οὐκ ἀπολούμενον ἐν ἑτέρου κινδυνεύειν σώματι, μισθοῦ πάλιν σώματι.

`46.22`

Λεγέσθω τοίνυν καὶ τὸ τἄλλα πάντα νενικηκός. τοῦτο δέ ἐστιν ὁ ἀφόρητος φόρος, ἄργυρος καὶ χρυσός, φρίττειν προσιούσας ποιῶν τὰς δεινὰς πεντετηρίδας. ὄνομα μὲν γὰρ εὐπρεπὲς ἀπὸ τῶν ἐμπόρων τῷ πόρῳ τούτῳ, τῇ θαλάττῃ δὲ ἐκείνων εἰς διάδυσιν χρωμένων οἷς μόλις ἄρτον προσφέρουσιν αἱ χεῖρες, ἀπόλλυνται. διαφεύγει δὲ οὐδὲ ὁ νευρορράφος. οὓς ἐγὼ πολλάκις εἶδον τὴν σμίλην εἰς οὐρανὸν αἴροντας ὀμνύντας ἐν αὐτῇ τὰ πάντα εἶναί σφισιν. οὐ μὴν τοῦτό γε αὐτοὺς ἀπαλλάττει τῶν ἐγκειμένων καὶ ὑλακτούντων καὶ μόνον οὐ δακνόντων.

`46.23–46.25`

Οὗτος ὁ καιρός, ὦ βασιλεῦ, πλείω τὴν δουλείαν καθίστησιν ἐκβάλλων ἐλευθερίας τοὺς ὑπὸ τῶν γονέων πωλουμένους, οὐχ ἵνα αὐτοῖς δέξηται τὴν τιμὴν τὸ κιβώτιον, ἀλλʼ ἵνα αὐτὴν ἴδωσιν εἰς τὴν τοῦ κατεπείγοντος δεξιὰν ἐρχομένην. καὶ μηδεὶς ὑπολαμβανέτω με λέγειν, ὡς οὐκ ἐχρῆν γε λαμβάνειν, τοῦ πολέμου δεομένου χρημάτων, ἀφʼ ὧν ἔνι καὶ κρατεῖν πολεμίων καὶ σώζειν τοὺς ὑπηκόους, ἀλλʼ ὅτι τοῖς ταῦτα φέρουσιν ἀνάγκη σκοπεῖν, ὅθεν ἂν καὶ φέροιεν. καὶ τὸν εἰσπράττοντα προσήκει καὶ παρορᾶν τι δύνασθαι ποιοῦντα τοὺς πιεζομένους φέρειν· ὡς ὁ στρέφων καὶ βασανίζων τὰ μέτρα κατὰ τοῦ φόρου τοῦτο ποιεῖ. δεῖ δέ, ὦ βασιλεῦ, μὴ λίαν τῶν λίαν πεινώντων ἐπιμελεῖσθαι πλείω τῶν νεύρων τοῦ πολέμου ποιούμενον πρόνοιαν. ἐνταῦθα μὲν οὖν οὔσης τοιαύτης ἀμοιβῆς οὐδὲν μεταστατέον, τὰς δʼ ἄλλας βλάβας οὐ περιοπτέον. ὧν τὴν ῥηθησομένην ἀδικωτάτην εὑρήσεις. ποῦ γὰρ δίκαιον τοὺς ἄρχοντας ἥμισυ θέντας τῆς τιμῆς ἑστιᾶσθαι καὶ τὸν πλουτοῦντα τὰ τοῦ πενομένου λαμβάνειν καὶ ὃν ἐτάχθη ποιεῖν εὐδαιμονέστερον, τοῦτον ποιεῖν ἀθλιώτερον καὶ τὰ παρὰ σοῦ τρέπειν εἰς τὴν οὐσίαν, ἐσθίειν δὲ τὰς τῶν ἀγοραίων σάρκας καὶ καθεύδειν μετὰ τοιοῦτον δεῖπνον καὶ φίλους καλεῖν ἐπὶ τὰ ἀλλότρια; εἶτα τοσαύτῃ λῃστείᾳ καὶ κακοῖς ὑπηρεσίαν ὄνομα μετέθεντο ὡς ταύτῃ τοῖς βλαπτομένοις ἀφαιρήσοντές τι τῆς βλάβης, ὥσπερ ἂν εἴ τις τὴν μοιχείαν φιλίαν προσαγορεύοι. καὶ περὶ τούτων τῶν λημμάτων πυνθανόμενοι τῶν μαγείρων οὐ καταδύονται. ἃ κερδαίνειν εἰ βουλόμενον ἰδιώτην γραψάμενός τις ἐπέδειξεν, οἵας ἂν ὁ δικάζων ἀφῆκε φωνὰς τυραννίδα τὸ πρᾶγμα καλῶν. ἀλλʼ ὅμως ὧν τιμωρίαν ἐλάμβανον ἄν, ταῦτα τολμῶντες ἀδικεῖν σωφρονίζειν ἑτέρους φασί.

`46.26–46.28`

Τί οὖν ἐκ πάντων μοι τῶν εἰρημένων, ὦ βασιλεῦ, δείκνυται; ὅτι χρῆν τουτονὶ τὸν γενναῖον, τὸν πολλάκις δὴ τεθεαμένον τὸν Θύμβριν καὶ τῶν ἐν Ῥώμῃ πιόντα πηγῶν μὴ πρότερον ἅψασθαι τῶν μέτρων, πρὶν ἢ ῥύσασθαι τῆς καταδρομῆς τοὺς καπήλους. οὓς ἔδει καλέσαντα μανθάνειν ὀδυρομένων τὰς εἰσβολὰς οὐκ ἐπὶ τὰς ἀμπέλους, τὸ τῶν Λακεδαιμονίων, ἀλλʼ ἐπʼ αὐτὸν τὸν οἶνον καὶ τοὺς πίθους. νῦν δʼ, ὃ μὲν ἦν δίκαιον, τὸ παῦσαι τὰς βλάβας, ἔπειτα εὐθύνειν τοὺς καπήλους, εἴασεν, ἀφεὶς δὲ τὸ πρότερον ἧκεν ἐπὶ τὸ δεύτερον. πρᾶγμα ῥᾴδιον εἰπεῖν· τύπτε καὶ ποιείτω ταὐτὸν ἕτερος καὶ τρίτος καὶ τέταρτος καὶ πέμπτος, καὶ ποιῆσαι τὸ κακὸν βραχιόνων πεντεκαίδεκα. χρῆν δὲ ἐκθεῖναι γράμματα καὶ προειπεῖν ταῦτα μὴ ποιεῖν αὐτοὺς ἃ νῦν ποιοῦσιν, ἔπειθʼ ἡμέραις τισὶν ὕστερον πάλιν καλέσαι τοὺς πεπορθημένους καὶ μαθεῖν, ὅστις αὐτοῖς ὁ μετὰ τὰ γράμματα χρόνος καὶ εἴ τι τῶν τολμωμένων ἐπηνώρθωται, καὶ οὕτως ἀπαιτεῖν ἀκριβεῖς τοὺς κανόνας καὶ νομίζειν πονηρούς, εἰ μηκέτι πάσχοντες κακῶς ποιοῖεν. σὺ δὲ ἀφεὶς ἀδικεῖν ἀσφαλῶς τοῖς καταφρονοῦσι τῶν νόμων τοὺς τὰ δίκαια τιμᾶν οὐκ ἐωμένους ὑπάγεις τῇ δίκῃ καὶ τῇ φύσει προστίθης τὰ τῆς ἀνάγκης, καὶ τῆς αὐτῆς ἡμέρας αἵ τε πληγαὶ τά τε τῶν πινόντων ἀδικήματα. ἐν οἷς ἦσαν οἱ μεμαστιγωκότες ἐφʼ ὁμοίας εἰσελθόντες κύλικας. καὶ τῶν μὲν αἱ γυναῖκες ἐθρήνουν, οἱ δʼ ἐγχεῖν πάλιν ἐκέλευον. οὕτως αἱ πληγαί σοι λόγον οὐκ εἶχον· οὐδὲ γὰρ βεβοηθηκὼς οὐδὲ πεποιηκὼς ἀμείνους εἰκότως ἠγανάκτεις.

`46.29`

Ἀλλʼ αἱ μάστιγές σοι προοίμιον. κατηγορῶν γάρ, φησίν, ἀπελογεῖτο καὶ τὸ τὰς βοὰς πεποιηκὸς ἀπαιτούμενος εἶπε τῶν βοησάντων τὸν τρόπον· εἶναι γὰρ ἐν αὐτοῖς στασιαστὰς οἳ καὶ τοὺς σωφρονεῖν ἐπισταμένους ἐπισπῶνται. καὶ τί δεινὸν εἰπεῖν περὶ τῶν ταύτας ἐπεισαγόντων τὰς ταραχάς; σὺ μὲν ἠρώτας· πόθεν ἡ στάσις; οἱ δʼ ἀπὸ τῶν στάσει χαιρόντων ἀπεκρίναντο. καὶ γὰρ εἴ τινα, ὅπως ἑάλω τὸ Ἴλιον, ἠρώτας, ἤκουες ἂν τὰς τῶν ἐπιστρατευσάντων ἀρετάς, καὶ πῶς εὐδοκίμησεν ἡ Σπάρτη, τοὺς νόμους καὶ τὸν Λυκοῦργον ἤκουες ἄν, καὶ τὸ Ξέρξην ἀγαπᾶν, εἰ σωθείη, τοὺς Ἀθηναίους ἂν καὶ τὸ τούτων ναυτικόν. περὶ Λέσβου δὲ εἴ τις ἔλεγεν ἃ καὶ ἡ παροιμία, τύπτεσθαι χρή; περὶ Σίφνου δέ, ῥάβδων ἂν ἔδει; καὶ νῦν τοὺς κινηθέντας οὐκ εὔκοσμον καὶ διαφθείραντας τοῦ θεάτρου τὴν χάριν οὐκ ἦν εὐλογεῖν ὡς ἐν κόσμῳ τεθεαμένους. οὐκ ἦν οὖν οὗτος ὁ μὴ πρέπον ὄνομα τιθέμενος, ἀλλʼ ἀπʼ αὐτῶν τοῦτʼ ἐγίγνετο τῶν πραγμάτων.

`46.30–46.31`

Ἐγὼ δʼ ἐβουλόμην μέν, ὦ βασιλεῦ, τὴν βελτίω δόξαν ἀπὸ πάντων εἶναι τῇ πόλει, τουτὶ δὲ οὐδεμιᾷ τέχνῃ δύναιτʼ ἂν διαφυγεῖν τὸ μὴ δοκεῖν εἰς στάσεις ἐμπίπτειν. οὐδʼ ἂν ἐξαλείψαι τις Δομετιανὸν οὐδὲ Θεόφιλον οὐδʼ οὗ πάντα ἐλάττω τὰ περὶ ἡμᾶς. ᾧ σὺ μὲν λαμπρότερος γέγονας, ἡμεῖς δὲ εἰς δόξαν βεβλάμμεθα, καὶ τοῦ μὴ κατεσκάφθαι τὴν πόλιν ὀφείλομεν χάριτας. ὁ δὲ τοὺς πολλοὺς ταῖς πολλαῖς πληγαῖς αἰκισάμενος ὁ Παίων βασιλεὺς ἐν τίνι δόξῃ τὸν ὄχλον εἶχεν; οὐ τῇ παρὰ τῆς ἀταξίας; οἱ δὲ συμφορὰν ἡγούμενοι τῇ πόλει τοὺς ὀρχουμένους, διʼ οὓς πολλοὶ μὲν ἀργοί, πολλοὶ δὲ ἄσωτοι, πολλοὶ δὲ πατραλοῖαι, πολλοὶ δὲ αὑτοὺς εὐδαιμονίζοντες, εἰ κοιμηθεῖεν αὐτοῖς περὶ τὰς θύρας καὶ τὰ δούλων ἐπιταχθεῖεν, ἆρʼ οὖν οἱ τῆς πόλεως ἕλκος καλοῦντες τὰς περὶ αὐτοὺς σπουδὰς ἀφʼ ὧν αἱ μιαραὶ φωναί, τὰ ἐπιεικέστερα περὶ αὐτῶν ὑπειλήφασιν ἢ τὰ δυσχερέστερα; ἐγὼ μὲν οἶμαι ταῦτα. πῶς οὖν τοῦτο ἀπώλλυ τὸν κάπηλον; ἢ νόμος τίς ἔστι μόνον κάπηλον τὰ κακὰ κακίζειν κωλύων;

`46.32`

Θαυμάζω δέ, εἰ στάσιν αὐτὸς Φλωρέντιος ὀνομάζων τὴν τότε κίνησιν ἡμαρτηκέναι τῷ ῥήματι νομίζει τὸν εἰπόντα στασιάσαι τοὺς οὐδὲν ὀκνήσαντας ἐν τῷ θεάτρῳ τότε. ἐπαινοῦντι μὲν οὖν αὐτοὺς λόγος οὐδεὶς ἂν ἦν, ἀλλʼ ἑαλώκει ἄν, κατηγοροῦντι δὲ ἦσαν ἐλπίδες. ἠξίους οὖν αὑτοῦ γενέσθαι τὸν ἄνθρωπον προδότην, ἵνα μήτις ἀκούσῃ κακῶς τἀληθῆ τῶν τὴν πόλιν λελωβημένων;

`46.33–46.36`

Καὶ τί καινὸν φεύγοντα κατηγορεῖν καὶ κρινόμενον ἐγκαλεῖν; ἤδη γάρ τις καὶ κυβερνήτης τραύματι ναύτην ἀφυπνίσας εἰς κρίσιν καταστὰς μίαν ἔσχεν ἀπολογίαν τὴν κατηγορίαν καὶ τό· οὐ γὰρ ἤλαυνεν οὐδʼ ἦν ἔργον τῆς κώπης οὐδέν, ἀλλʼ ἡ μὲν χεὶρ τηνάλλως ἦν ἐπὶ τῆς λαβῆς, αὐτὴ δὲ ἠκολούθει τῇ νηΐ, ὁ δὲ ἔρρεγχεν ἀσυντελής. ταῦτα ἂν ἦν ἀπολογία τῷ κυβερνήτῃ. καὶ στρατηγὸς δὲ ἤδη δειλὸν στρατιώτην τὸν αὑτοῦ χείρους τῶν ἄλλων τινὰς καὶ ὁμοίους αὑτῷ ποιοῦντα λαβὼν ἀπέκτεινε. καὶ οὗτος τοίνυν κρινόμενος πολὺς ἂν ἦν ῥέων κατὰ τοῦ τεθνεῶτος τὴν χρόαν λέγων, τὸν φόβον, τὸν τρόμον, τὸ μηδὲν ποιεῖν, τὸ τοὺς ἄλλους κωλύειν, τὸ τοὺς πολεμίους εὐφραίνειν, τὸ εἶναι ἐμπόδισμα, τὸ τὸν θάνατον αὐτοῦ γενέσθαι τοῖς ἄλλοις παράκλησιν. τίς ἂν ἐμέμψατο τὸν στρατηγὸν οὕτως ἀπολογούμενον; τίς οὐκ ἂν ἐπῄνεσε τὸν φόνον; τίς οὐκ ἂν ἰσχὺν ἔφησεν ἐν τοῖς εἰρημένοις εἶναι; καίτοι τί ταῦτα ἕτερον ἢ κατηγορία; Ὀρέστης ὁ τὴν μητέρα ἀπεκτονὼς πῶς ἂν ἀπελογήσατο κάλλιον ἢ κατηγορῶν Κλυταιμνήστρας ὡς συγχέασα τὰ δίκαια τῶν γάμων προθείη μὲν ἀνδρὸς τοιούτου μειράκιον ἀσελγές, προσθείη δὲ μοιχείᾳ φόνον, ὥσπερ δίκην ὀφείλοντος ὧν ἔπαθεν Ἀγαμέμνονος; καίτοι τίς ἂν εἴποι μεῖζον περὶ τῆς ἀπολογίας ἐκείνης ἢ ὅτι καὶ θεοῖς εὖ ἔχειν ἔδοξε δικασταῖς; σὺ δὲ ἐβούλου βελτίω ταύτης ζητεῖν ἀπολογίαν τὸν κάπηλον; ποίαν; πόθεν φανουμένην; ὁ μὲν οὖν διὰ τῆς μόνης οὔσης ἀπολογίας ἤρχετο, σὺ δὲ ἀντὶ τοῦ μισεῖν τοὺς εἶναι κακοὺς ἑλομένους τὸν οὐκ ἔχοντα περὶ αὐτῶν εἰπεῖν τι καλὸν ᾤου δεῖν οὐκ εἶναι. σώζεται μὲν γὰρ τῇ τῶν θεῶν εὐνοίᾳ, τὸ δὲ πλῆθος τῶν χειρῶν οὐ τοῦτο ἐβούλετο.

`46.37–46.39`

Δεινὸν γάρ μοι, φησίν, ἐδόκει πόλιν ὅλην ἀκούειν ὑπὸ καπήλου κακῶς. ἀλλʼ εἴπερ ἀληθῆ ταῦτʼ ἦν, μᾶλλον ἔδει δεινὸν δοκεῖν τὸ πόλιν ὅλην πλημμελεῖν ἢ τὸ μέμφεσθαί τινα πόλει. μείζων γὰρ ἡ βλάβη τῷ ποιεῖν ἃ μὴ δεῖ, ἢ τὸν τοῦτο λέγοντα εἶναι. ἔτι τοίνυν οὐδʼ ἁπάσης ἔλεγεν εἶναι τὴν αἰτίαν, ὅς γε οὐ περὶ πάντων, τῶν δʼ ὄντων ἐν τῷ θεάτρῳ. πολὺ γὰρ πλέον ἦν τοῦ παρόντος τὸ ἀπόν, καὶ πολλοστὸν μέρος τοῦ τὸ θέατρον οὐχ ὁρῶντος τὸ χωροῦν ἐπʼ αὐτό, ὥστε ἐλθών τις ἄλλοθεν πρῶτον ὁρῶν τὴν πόλιν καὶ τὸ συγκαθήμενον κατὰ θέαν τῶν ἐπὶ τῆς σκηνῆς οὐκ εἰκότως εἶπεν ἂν εἰς πολυάνθρωπον ἥκειν ἄστυ. οὕτως εἰ καὶ κατὰ πάντων εἴρητο τῶν ἐν τῷ θεάτρῳ τὸ ῥῆμα, οὐ κατὰ πάσης εἴρητο τῆς πόλεως. φασὶ δὲ καὶ σαφῶς αὐτὸν ἀφεῖναι τῆς αἰτίας τὸ πλέον ἐν τῷ τινὰς εἰπεῖν. εἰπεῖν γὰρ τινῶν εἶναι ταῦτα ζώντων ἐν ἀταξίᾳ. καὶ μὴν ὅ γε συλληφθεὶς νυκτὸς ἦν ὑπὸ τοῖς ἁλοῦσι καὶ ἐδάκρυεν. οὕτω τά γε οὐκ εἰρημένα περὶ τῶν φαύλων εἴρητο. οὐδὲ γὰρ ἑωρᾶτο παρὰ τοῦ δικάζοντος οὐδὲ ἀνηρωτᾶτο, ὥστʼ ἦν ἂν ἐν οἷς ἐγένετο καὶ σιωπῶν ἀπὸ τῶν περὶ τὰ μέτρα. τὴν γὰρ ὀργὴν ἀφʼ ἧς εἴληπτο, πληγαὶ δείξειν ἔμελλον. ὡς δὲ οὕτως ἂν ἔσχεν, ἐκεῖνο σημεῖον μέγιστον. οἱ γὰρ δὴ μηδὲν μήτε ἐρωτηθέντες μήτʼ ἀποκρινάμενοι μισθὸν ἔδοσαν ἰατροῖς ὑπὲρ αὑτῶν καὶ θρήνων τῶν ἴσων ἔτυχον καὶ πρὸς γυναῖκας καὶ παῖδας εἶπον ἄπιθι λέγειν, τελευτὴ προσδοκωμένη. ἀλλʼ, οἶμαι, τὴν κακὴν μοῖραν τῶν ἐν τῇ πόλει κολακεύων καὶ τὰς παρὰ τῶν κακίστων εὐφημίας ἀπόδειξιν ἀρχῆς ἀρίστης ἡγούμενος, ἵνα τὰ τοιαῦτα βοῷεν, ἄχθεσθαί φησιν ὑπὲρ αὐτῶν καὶ κτείνειν τὸν οὐκ οἰόμενον αὐτοὺς ἰσοθέους τινὰς εἶναι.

`46.40–46.42`

Καὶ φιλῶ δή, φησί, τὴν πόλιν. πάνυ γε, ὡς ἔδειξεν ἀπὸ τῆς περὶ τὴν βουλὴν ἀτιμίας μέσον μὲν αὑτοῦ τε καὶ τῆς ἐκείνων προσρήσεως στάδιον ποιησάμενος, οὐχ ὑπομείνας δὲ ταὐτὸ ποιῆσαι πολλοῖς ὑπάρχοις γενναίοις, οἳ τὴν βουλὴν ὁπότε ἐν τούτῳ θεάσαιντο, μάλα ὀξέως ἐπὶ τὰς χεῖρας τῶν χαμαὶ στησόντων σφᾶς ἐπήδων, καὶ κατεῖχεν αὐτοὺς ἄνω τῶν πάντων οὐδέν, οὐκ ὄμβρος, οὐ χιών, οὐ πηλός, οὐ βροντῶν κτύπος, οὐκ ἀστραπῶν σέλας, οὐ τὸ μέγιστον, σκιαὶ ποδῶν ἀντὶ ποδῶν κατερρυηκότων ποδάγρᾳ. οὐκ ἔστι φιλοῦντος ἡμᾶς, οὐκ ἔστι τὰ περὶ τοὺς ἁμιλλητηρίους ἵππους παρὰ τὸν νόμον πεπραγμένα τὸν ἀφιέντα πόνον εἰς ἀπόλαυσιν τῆς πόας, οὗ διὰ μὲν τὴν ὥραν τοῖς ἵπποις ἔρως, διὰ δὲ σὲ στέρησις, ἀφʼ ἧς ὄλεθρος. ὅθεν τῷ λειτουργοῦντι πενία, τῆς δὲ περὶ τὸ μέρος ζημίας τὸ κοινὸν αἰσθάνεται. φιλοῦντος ἦν τὸ ἀρχόμενον μὴ τοῖς δικαζομένοις ποιῆσαι τὸ δικαστήριον ὑφάλων χαλεπώτερον. τίς γὰρ ἂν ἐνέγκαι τοσούτων ὑπηρετῶν στόματα νικῶντα τὰ τῶν λύκων; πάντων μὲν λαβεῖν ἀξιούντων, μετρίου δὲ οὐδενὸς ἀρκοῦντος, ἀεὶ δὲ τοῦ πλείονος ζητουμένου μένει μὲν οὐδεὶς ὅρος τῶν πάλαι σταθέντων, ἐπέκλυσε δὲ τοὺς ψήφου δεομένους ἡ διʼ ὧν τε πορεύονται περὶ τὰ κέρδη μανία ὅ τε κορυφαῖος τῶν λῃστῶν τὸν ἕνα τέτταρας εἰργασμένος. ὥσθʼ οἱ μὲν πλήρεις στατήρων ἀπιόντες τῇ χειρὶ τοῦτον ὑμνοῦσιν, ὁ δὲ τῆς χλαμύδος εἰς τοῦτο χρῄζων διψῶν ὅμως ἀπέρχεται. καὶ δοκεῖς δὴ μετέχειν τῆς συλλογῆς· μὴ γὰρ ἂν ἀνασχέσθαι τοσοῦτον κακὸν μὴ κοινωνίας οὔσης.

`46.43–46.44`

Τοιοῦτος ἡμῖν ὁ τῶν καπήλων παιδευτὴς ὁ τὰ μικρὰ μὲν ὁρῶν, τὰ μείζω δὲ οὐ βουλόμενος. καὶ εἰ μὲν ἠγνόει τὴν περὶ ταῦτα ἀσέβειαν, καὶ οὕτω μὲν ἂν ἡμάρτανεν οὐκ εἰδὼς ἃ προσῆκεν, ἦν δʼ ἂν ἴσως τι καὶ συγγνώμης· νῦν δʼ εἰσὶν οἳ πρὸς αὐτὸν εἶπόν τε καὶ διηγήσαντο καὶ παρῄνεσαν αὑτοῦ φροντίσαι καὶ βοηθῆσαι τῷ δικαστηρίῳ λέγοντες, ὡς ὠμότεροι τῶν ἐν ταῖς ἐρημίαις κακούργων εἰσὶν οἱ λαμβανόμενοι τῶν ὑπὲρ δικῶν δεῦρο ἀφικνουμένων μελλόντων τε ἀγωνιεῖσθαι καὶ μετὰ τὴν γνῶσιν. ὁ δὲ ταῦτα ἀκούων πλάττει μῦθον ὃς οὕτως ἐστὶν ἀπίθανος, ὥστʼ οὐδὲ παῖδα ἂν λάβοι. καί φησιν οὐχ αὑτοῦ ταῦτα εἶναι, τῶν δὲ κεκελευκότων. ἐγὼ δὲ οὔτε κατʼ Ἀριστείδου τοῦ Λυσιμάχου τοῦτον ἂν ἐδεξάμην τὸν λόγον οὗτός τε τὴν οὐκ οὖσαν ἀνάγκην αἰτιᾶται. οὐδὲ γὰρ ἀκοὴν τοιαύτην ἐκεῖνος ἤνεγκεν ἄν. ἦ που γε εἶπεν ἄν· ἀλλʼ ἃ διανοεῖται δρᾶν τὸν φιλοῦντα δεικνύουσιν αἱ στοαί; ἀλλʼ οὐδὲ αἱ πρότεραι τῶν φιλούντων ἦσαν τὴν πόλιν, ἀλλʼ ἑαυτοὺς πηγῆς στοᾶς ἑκάστης χρυσοῦ καθισταμένης, τῆς δʼ αὐτῆς καὶ δακρύων. τὰ γὰρ δὴ πρῶτα τῶν στοῶν οἰκιῶν κατασκαφαὶ πολλὰς γενεὰς δεξαμένων, ὥστʼ αὐτοῖς ἀντὶ οἰκήσεως γενέσθαι τὰ τῶν λίθων χρήματα. ἄγει δὴ καὶ τοῦτον ὁ αὐτὸς λογισμὸς ἐπὶ ταῦτα. καὶ λόγος εὐρυτέραν αὐτὸν τὴν ὁδὸν διὰ στοᾶς ποιήσειν, εἶθʼ ἵνʼ εὐρυτέρα παλαιστῇ γένηται, τάφος ἅπας ἀποκεκάλυπται καὶ θήκη πᾶσα καθύβρισται καὶ τῶν τὴν πόλιν οἰκησάντων τὰ ὀστᾶ διέρριπται, αἰδὼς δὲ οὐδεμία νεκροῖς ἀνδρῶν ἀγαθῶν.

`46.45`

Ἀλλὰ ἀντίκρουσον, ὦ βασιλεῦ, καὶ τοὺς κειμένους ἐλέησον καὶ τήρησον ἑκάστῳ τὰ τελευταῖα. οὐδὲ γὰρ ἀδεὲς ἴσως τοσαύτας ψυχὰς ἐκπολεμῶσαι τῇ πόλει καὶ ποιῆσαι δυσμενεῖς τοῖς μὲν ὡς ἠδικηκόσι, τοῖς δὲ ὡς ἠμεληκόσιν.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: swk-ec`.
