---
title: "Orations 1–64: Oration 45 (To the Emperor on the Prisoners)"
title_greek: "Λόγοι 1–64, Πρὸς τὸν Βασιλέα περὶ τῶν Δεσμωτῶν"
author: Libanius of Antioch
eul_wid: swk-eb
eul_aid: swk
canonical: "https://eulogikon.org/works/libanius-antioch-orations-oration-45-swk-eb"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:50cc6f7146c15eee20ccbde71f2bebe1da420f77a0915a6bdcce58d9b556431d"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Orations 1–64: Oration 45 (To the Emperor on the Prisoners)

*Λόγοι 1–64, Πρὸς τὸν Βασιλέα περὶ τῶν Δεσμωτῶν*

**Author:** Libanius of Antioch

**eul_wid:** `swk-eb` · [HTML page](https://eulogikon.org/works/libanius-antioch-orations-oration-45-swk-eb)

## Text

Part of [Orations 1–64](/works/libanius-antioch-orations-swk-aj)

`45`

ΠΡΟΣ ΤΟΝ ΒΑΣΙΛΕΑ ΠΕΡΙ ΤΩΝ ΔΕΣΜΩΤΩΝ.

`45.1`

Εἰ μὲν ἅπαν ὃ προσῆκον ἦν περὶ τοὺς δεσμώτας, παρὰ τῶν τὰς ἀρχὰς ἐχόντων ἐφυλάττετο, ὦ βασιλεῦ, τοῖς μὲν ἂν συνέχαιρον, σοὶ δὲ οὐκ ἂν ἠνώχλουν· ἐπεὶ δὲ οἱ μὲν κακοὶ περὶ τουτὶ γεγένηνται τὸ μέρος, λέγει δὲ οὐδὲν πρὸς σὲ περὶ τούτων οὐδεὶς τῶν εἴτε ἀγνοοῦσιν ἀδικούντων εἴτε εἰδότες σιωπῶσιν, ὅ τι τε ἂν περὶ ταῦτα γίγνηται δυσσεβές, οὐκ ἔστι μὴ συνδιαβάλλεσθαι τὴν βασιλείαν, ὁ τὴν σὴν πρᾳότητα θαυμάζων ἐγὼ καὶ ἅμα χάριν τὴν μεγίστην εἰληφὼς δίκαιος ἂν εἴην τῇ σῇ ψήφῳ θεραπεῦσαι τὸ ἁμαρτανόμενον.

`45.2–45.6`

Οἶσθα μὲν οὖν, ὦ βασιλεῦ, τοῦτό γε δίκαιον ὂν τὸ τοὺς μὲν ἀξίους θανάτου θνήσκειν, τοὺς δὲ μὴ ζῆν τε καὶ περιεῖναι, καίτοι γε διʼ ὑπερβολὴν φιλανθρωπίας ἤδη τινὶ καὶ τούτων ζῆν ἔδωκας, ἀλλʼ ἔστω κύρια τὰ παρὰ τῶν παλαιῶν νόμων. ταῦτα δέ ἐστιν ἀποθνήσκειν μὲν ᾧ τι τοιοῦτο τετόλμηται, ζῆν δὲ ὃς οὐδὲν τηλικοῦτον ἠδίκηκε. τὸ δὲ τετολμηκέναι καὶ τὸ ἠδικηκέναι τί ποτέ ἐστι; τὸ ἐξεληλέγχθαι. ὡς τό γε πρὸ ἐλέγχων ἀποθανεῖν οὐδὲν ἕτερόν ἐστιν ἢ ἠδικῆσθαι. καὶ γὰρ εἴ τῳ πέπρακται μὲν ἄξιον θανάτου, τουτὶ δὲ συγκέκρυπται, τοῦτον ὁ κτείνας ἀδικεῖ τὴν τιμωρίαν πρὸ τῆς πίστεως λαβών. ἴσθι τοίνυν σοι φονέας ὄντας τοὺς ἐπὶ τὰ ἔθνη πεμπομένους ἄρχοντας, ὦ βασιλεῦ. τίνα τρόπον; πολλαὶ μὲν ὀργαὶ πολλὰς ποιοῦσι μέμψεις, κἂν θυμωθῇ τις, εὐθὺς παρὰ τὸν ἄρχοντα τρέχει καί φησιν ὑβρίσθαι καὶ πεπονθέναι κακῶς, ὁ δὲ ἑαυτὸν μὲν οὔ, τὴν γυναῖκα δέ, ὁ δὲ τούτων μὲν οὐδέτερον, τοὺς παῖδας δέ, καὶ ῥήματα πλάττουσι καὶ πληγὰς καὶ καταρρήξαντές τι τῆς ἐσθῆτος ἐκείνῳ καὶ τοῦτο προσέθεσαν. ὁ δὲ ἀρνούμενός τε καὶ σεσυκοφαντῆσθαι λέγων καὶ μεμνημένος γραφῆς καὶ νόμων πέμπεται δεθησόμενος καὶ ταῦτα ἐν ἐγγυητῶν ἀφθονίᾳ. πάσχουσι δὲ τοῦτʼ ἐπιεικῶς οἱ ἀσθενέστεροι παρὰ τῶν δυνατωτέρων, καὶ οἷς οὐκ ἔνι χρήματα, παρὰ τῶν εὐπορούντων, καὶ οἱ πολλοὶ παρὰ τῶν ὀλίγων οἳ τὰς αἰτίας τὰς παρὰ σφῶν πλέον ἔχειν ἀξιοῦσιν ἀποδείξεων. ταῦτα παρὰ τῶν ἐν τῷ μεγίστῳ συνεδρίῳ, ταῦτα παρὰ τῶν ἄλλων βουλῶν, ταῦτα παρὰ τῶν τὰς εὐφημίας ὑμῶν ἐγκεχειρισμένων κατὰ τῶν ἐν ταῖς χειροτεχνίαις, ταῦτα παρὰ τῶν ταῖς ἀρχαῖς ὑπηρετούντων κατὰ τῶν οὐ πάντα αὐτοῖς χαριζομένων. δεσποτῶν δὲ ὠμότης πλείστῳ χρῆται τούτῳ καθʼ ἑκάστην ἡμέραν, ἐπεὶ ῥᾴδιον δῆσαι τὸν ἠναγκασμένον ὑπὸ τοῦ νόμου κἂν ἀδικῆται σιγᾶν. ἐνταῦθά που θετέον καὶ τοὺς περὶ τὴν γῆν πονοῦντας τοῖς κεκτημένοις τὴν γῆν, ἐπεὶ καὶ τούτοις τινὲς ἴσα καὶ οἰκέταις κέχρηνται, κἂν μὴ τὰς πλεονεξίας ἐπαινῶσιν ἐκείνων τὰς καθʼ ἑαυτῶν, ὀλίγαι συλλαβαί, καὶ στρατιώτης ἅμα ἁλύσεσιν ἐπὶ τὸν ἀγρὸν, καὶ δεδεμένους τὸ οἴκημα δέχεται. βούλει με μνησθῆναι καὶ τῶν αἰτίαν λαμβανόντων φονεύειν τοὺς ὁδοιπόρους; οὐκοῦν οὗτοι μὲν δύʼ ἢ τρεῖς, δῶμεν δὲ καὶ τρὶς τοσούτους εἶναι καὶ δέκα καὶ πλείους· παρʼ οἷς δὲ ἢ ἔπιον ἢ ἔφαγον ἢ ἐκοιμήθησαν, ἕλκονται τριπλάσιοι πολλάκις τῶν ἐν ταῖς αἰτίαις ὄντων οὐδὲν εἰδότες τῶν ἐγκεκλημένων ἢ τὸ μηδὲν εἰργάσθαι δεινὸν ἐκείνοις ἢ τῶν πεπραγμένων οὐ μετεσχηκότες.

`45.7–45.8`

Οὗτοι πάντες ὧν ἐμνήσθην, ὦ βασιλεῦ, καί τινες ἔξω τούτων καθʼ ἑτέρους ἥκοντες ἐκεῖσε τρόπους ζῶσι τὸν ἐν δεσμοῖς βίον. οἱ δʼ αὐτοὺς παραδεδωκότες ἐν εὐωχίαις εἰσί, μᾶλλον δὲ ἐν ἅπασιν ἡδονῶν εἴδεσιν, εἰς τὴν Δάφνην ἀναβαίνοντες, εἰς ἀγροὺς ἐλαύνοντες, ἐπʼ ἄλλας ἰόντες πόλεις ὑπὸ νυμφίων καλούμενοι γῆν ὠνησόμενοι, θάλατταν ὀψόμενοι. τῶν δὲ διʼ αὐτοὺς δεθέντων τῶν μὲν ἐπελάθοντο, τῶν δὲ οὐ φροντίζουσιν. οἱ δικασταὶ δὲ οἱ βέλτιστοι οἱ τὸν δεσμὸν αὐτοῖς ὃν ἐβούλοντο δεδωκότες καὶ περὶ πλείονος τὴν πρὸς ἐκείνους χάριν τῆς τοῦ δικαίου μοίρας πεποιημένοι οὔτε ἀγανακτοῦσιν οὔτε καλοῦσιν οὔτε ἐπιτιμῶσιν οὔτε τί ταῦτα; ἐρωτῶσιν οὐδʼ ὡς περὶ ἀσεβοῦς τοῦ πράγματος διαλέγονται οὐδʼ ὡς οὐκ ἂν ἐπὶ πλέον δύναιντο τὰ τοιαῦτα ἀνέχεσθαι, λέγουσιν. εἶτα μεστὸν σωμάτων τὸ δεσμωτήριον ἐξιόντος μὲν οὐδενὸς ἢ κομιδῆ γε ὀλίγων, εἰσιόντων δὲ πολλῶν. καὶ γίγνεται διπλοῦν τὸ κακὸν αὐτῷ τε τῷ δεδέσθαι καὶ τῷ οὕτως. οὐδὲ γὰρ ὕπνου λαχεῖν ἔστιν ἀκριβῶς, οὐδὲ γὰρ κεῖσθαι κατακλιθέντας, ἀλλʼ ὅσον ἑστῶσιν ἔστιν αὐτοῦ μεταλαβεῖν, τοσοῦτον ἔχουσι.

`45.9`

Πόθεν τοίνυν τούτοις ἡ τροφή; τὴν μὲν γὰρ ἐν τοῖς λέβησι φακῆν καὶ τὰ ὀλίγα λάχανα καὶ εἴ τι τούτοις πρόσεστιν, ἐλάττω ταῦτα πολὺ τοῦ δέοντος εἶναί φασιν. ἀνάγκη δὴ γυναῖκας καὶ ἀδελφὰς καὶ θυγατέρας, αἷς ἦν ἡ τροφὴ παρὰ τῶν οὔπω καθειργμένων, αὐτὰς εἶναι τὰς ἐκείνους τρεφούσας. πόθεν, ὦ βασιλεῦ; τῷ δεσμῷ μὲν γὰρ ἐκείνων οὐκ ἔστιν αὐτὰς εὐπορωτέρας γεγονέναι. λείπεται δὴ τὰς μὲν ἀμόρφους ἢ γήρᾳ κατεχομένας προσαιτεῖν, ἐν αἷς δέ τι καὶ ὥρας, πάντα ἀνέχεσθαι. ταῦτʼ οὖν τοῖς δεδεμένοις τοῦ δεσμοῦ πικρότερα· δεῖ γὰρ αὐτοὺς δήπου καὶ ἐρωτᾶν καὶ διδάσκεσθαι, πόθεν αὐτοῖς ταῦτα ἔρχεται.

`45.10`

Καὶ οὐ ταῦτά γε μόνον, ἀλλὰ καὶ ὅσα δεῖ παρʼ ἑκάστου γενέσθαι τῷ τῆς θύρας κυρίῳ τῷ λύχνον μὲν ἕνα πᾶσι παρεχομένῳ, τοῦ μικροῦ δὲ ἐλαίου τούτου μέγαν ἀπαιτοῦντι μισθόν. ὁ δὲ οὐ θεὶς διʼ ἀπορίαν εὐθύς ἐστιν ἐν πληγαῖς, κἂν λέγῃ τυπτόμενος· ἐμοί, ὦ ἄρχων τοῦ τε δεσμωτηρίου τούτου καὶ τῶν ἐν αὐτῷ κειμένων, πλὴν τοῦδε τοῦ σώματος ἔστιν οὐδέν, οὐ γονεῖς, οὐ τέκνα, οὐ φίλοι· πόθεν ἂν οὖν ἀμειψαίμην τὸν λύχνον, εἰ μήτʼ ἀπὸ τῆς γῆς ἀργύριον ἔχοιμʼ ἂν ἀνασπάσαι μήτʼ ἔστιν ὁ εἰσοίσων; ταῦτα εἰπὼν ἀκούει· διὰ τί οὐ καλεῖς διὰ τῶνδε τῶν ἐξιόντων γυναῖκα δεῦρο τῶν ἐπὶ φιλανθρωπίᾳ φιλοτιμουμένων, εἶτʼ αὐτῆς πρὸς τὰ γόνατα προσπεσὼν πείθεις προσαιτοῦσαν ἀγείρειν τί σοι; τουτὶ δὲ ὁ μέν τις ἐδυνήθη, ὁ δʼ οὔ. παρʼ ὅτου δὲ οὐκ ἔνι λαβεῖν, ἀρκεῖ μαστιγῶσαι.

`45.11`

Δακρύεις, ὦ βασιλεῦ. πολλὰ ἀγαθά σοι γένοιτο διὰ τὴν ἄγαν χρηστότητα, καὶ ἔγωγε, νὴ τὸν Δία καὶ πάντας τοὺς θεούς, τοῦτʼ ὄψεσθαι προσεδόκων. ἀλλʼ ὄντων δεινῶν τῶν εἰρημένων ἔνι τι μεῖζον, εἰ μεῖζον ὧν ἔφην τὸ τεθνάναι. θνήσκουσι γάρ, ὦ βασιλεῦ, θνήσκουσι τοῖς τε ἄλλοις κακοῖς καὶ μεγίστῳ δή, στενοχωρίᾳ, μυρίοι. καὶ ὁ μὲν φύλαξ ἐμήνυσεν, ὁ δʼ ἄρχων οὐδὲν τῇ ψυχῇ παθὼν θάπτειν ἐπέτρεψε. τῷ δʼ ᾐτιαμένῳ τὴν ἀρχὴν οὐδεὶς φόβος, ἀλλʼ οὐδὲ εἰ τέθνηκεν, οἶδεν. ἀποθνήσκουσι δὲ ἐν τούτοις δοῦλοί τε ἐν ἴσῳ καὶ ἐλεύθεροι, οἱ μὲν οὐδὲν ἠδικηκότες, οἱ δʼ οὐκ ἄξια θανάτου. οἱ θεοὶ δὲ ταῦτα ἴσασιν οἵ τε ἄλλοι καὶ ὁ πάντα ἐφορῶν Ἥλιος. οἷς οὐκ ἂν φαίης τὰ τοιαῦτα ἀρέσκειν. ἀντὶ δὲ τῶν ἀπιόντων ἔστι τὸ πρὸς τὸν δεσμὸν ἀγόμενον ἢ οὐκ ἔλαττον ἢ καὶ πλέον.

`45.12`

Οὐκοῦν δεινόν, εἰ μέν τις ἐν ἀγορᾷ μαχόμενος ἢ ἄρχων χειρῶν ἢ καὶ ἀμυνόμενος κτείναι τινά, πάντας ἀγανακτεῖν καὶ βοᾶν καὶ ταὐτὰ ποιεῖν τοῖς τοῦ τεθνεῶτος οἰκείοις καὶ τοὺς οὐ προσήκοντας, ὑπὸ δὲ τῶν ἀρχόντων διὰ τῶν δεσμωτηρίων τοσούτων ἀπολλυμένων πρᾴως ἔχειν σε δοκεῖν; οὐδὲ γὰρ ἐκεῖνό γʼ εἰπών τις εὖ λέγειν ἂν δόξειεν, ὡς οὐδὲν τούτων εἰδείης. ἀπαιτῇ γὰρ ὑπὸ τῆς βασιλείας, ὦ βασιλεῦ, τὸ πάντα ἐπίστασθαι. καὶ τοὺς φονέας τούτους πάλαι χρῆν τούτων τῶν θανάτων ὑπεσχηκέναι δίκην, ἀλλʼ εἰ καὶ μὴ πρότερον, νῦν γέ τις ἐπιστροφὴ γενέσθω.

`45.13–45.15`

Καὶ τί δεινόν, φησί τις, εἴ τις ἀνδροφόνος ὢν καὶ ἀπὸ ταύτης ἐμπεσὼν εἰς τὸ οἴκημα τῆς αἰτίας εἶτα οὕτω τέθνηκεν; ἐγὼ δὲ τὸν τοῦτο λέγοντα ἐροίμην ἂν ἡδέως, εἰ ὅσοι τοῦτον τεθνᾶσι τὸν τρόπον, τῶν ἀνθρώπους ἀπεκτονότων εἰσίν. εἰ δὲ καὶ ψευδεῖς αἰτίαι καὶ ῥῆμά τι καὶ μικρὸν ἤδη τινὰς ἀργύριον ἔδησε, προὔβη δὲ ὁ δεσμὸς εἰς θάνατον, τί δεῖ λέγειν τοὺς τὰ μέγιστα ἠδικηκότας κατὰ τῶν ἢ οὐδὲν ἢ μικρά; εἰ γὰρ δὴ καὶ σφόδρα τοῖς ἐκεῖνα δεδρακόσι προσήκων ἦν ὁ θάνατος, ἀλλὰ τούτοις γε οὐκ ἐχρῆν οὕτω μακρὸν ποιεῖν τὸν δεσμόν, ὥστε αὐτοῖς τὸ κακὸν εἰς θάνατον τελευτᾶν. εἴποι δʼ ἄν τις καὶ ὑπὲρ αὐτῶν ἐκείνων λόγον, οἶμαι, δίκαιον, ὅτι εἰ μὲν ἀνεξέταστοι τεθνᾶσιν, ἠδίκηνται κρίσεως οὐ τετυχηκότες, εἰ δὲ ἐξεληλεγμένοι, πάλιν ἠδίκηνται τοῦ περὶ τὸν θάνατον ἀπεστερημένοι τάχους. τί γάρ με κατατήκεις, εἴποι ἄν, οὐ τοῦτο τοῦ νόμου λέγοντος; τί δὲ κατʼ ὀλίγον ἀναλίσκεις, ὥστε ἀπὸ μόνων τῶν ὀστῶν καὶ τοῦ δέρματος ἀπελθεῖν τὴν ψυχήν, οὐ τοιαύτης ἐκ τῶν γραμμάτων ἐπικειμένης τῆς δίκης; τί δʼ ἂν ἀποκριναίμεθα ταῖς τῶν ἐπὶ μαρτυρίᾳ δεθέντων γυναιξὶ πρὸ τῆς κρίσεως αὐταῖς τῶν ἀνδρῶν οἰχομένων, οὓς ἐχρῆν ἡμερῶν ὀλίγων οἴκοι πάλιν εἶναι φράσαντας ὅ τι εἶχον; ἔτι τοίνυν τῶν οὕτως ἀπιόντων δεσμωτῶν τοῖς ἔτι ζῶσι συμβαίνει καὶ λυπεῖσθαι καὶ χαίρειν, λυπεῖσθαι μὲν τεθνεῶτος συνήθους, χαίρειν δὲ κληρονομοῦσι τοῦ τόπου. ἔπειτʼ οὐ πολὺ ὕστερον ἧκεν ἕτερος ὁ τὸν ἐκείνου καθέξων.

`45.16`

Καὶ πῶς ταῦτα σὺ περιεώρας, ἐρήσῃ, δέον ἐπιτιμᾶν τε τοῖς ἄρχουσι καὶ ταῦτα ἃ νυνὶ λέγεις λέγειν καὶ μηδὲ βουλομένοις ῥᾳθυμεῖν ἐπιτρέπειν; καὶ τίς οὐκ οἶδεν, ὅσα καὶ ὁσάκις εἴρηταί μοι πρὸς αὐτοὺς περὶ τῶν ἐν τῷ δεσμῷ φθειρομένων, ὡς ἀσεβοῖέν τε ταύτῃ καὶ τοῖς τῆς πολιτείας οὐκ ἐμμένοιεν ὅροις οὐδὲ μᾶλλον ἂν ἑτέρους δικαίως κολάζοιεν ἢ διδοῖεν αὐτοὶ δίκας ἐπὶ τοῖς ἐκ τῶν δεσμωτηρίων ἐκφερομένοις νεκροῖς; οἱ δʼ ἔλεγον μὲν ἔσεσθαι βελτίους, ἦσαν δὲ αὐτοὶ τοσοῦτον τοῖς δεσμώταις εἰς ἀναπνοὴν διδόντες, ὅσον ἦγον αὐτοὺς εἰς τὸ πρὸ τοῦ δικαστηρίου χωρίον. ὡς τὴν αὐτήν γε ἤγοντο πάλιν ἐλπίσαντες μέν τι κάλλιον, ἐσχηκότες δὲ οὐδέν.

`45.17–45.19`

Νὴ Δία, τὸ γὰρ τῶν πραγμάτων πλῆθος κρεῖττον τῆς αὐτῶν βουλήσεως, καὶ αὐτοὶ μὲν ἡδέως ἂν ἐπὶ τοῦθʼ ἧκον, τὰ κωλύοντα δὲ ἦν ἰσχυρότερα. τίνα ταῦτα; εἰπάτωσαν. αἱ εἰσφοραὶ καὶ τὸ πολλὰ πολλοὺς ὀφείλειν καὶ εἶναι ταῦτα ἐκείνων ἀναγκαιότερα· δεῖσθαι γὰρ τὸν καιρὸν χρημάτων. ἐγὼ δʼ εἰ μὲν ἑώρων περὶ ταῦτα τὸν ἅπαντα ἀναλισκόμενον χρόνον, ἴσως μὲν οὐδʼ ἂν τότε λόγων ἠπόρησα τῶν τῇ σῇ βασιλείᾳ πρεπόντων, ἦν δʼ ἄν τι καὶ τούτοις εἰπεῖν, εἰ καὶ μὴ πάνυ καλόν· νῦν δὲ τίς οὕτως ἀγνοεῖ τὰ τῶν ἀρχόντων, ὡς οὐκ εἰδέναι, πόσον τι τῆς ἡμέρας εἰσπράξεσι νέμοντες ὁπόσον ἄγουσιν ἐπὶ τὰς δίκας. δίκαι δὲ ὑπὲρ μικρῶν πολλαί, ὑπὲρ δὲ μεγάλων ὀλίγαι. πολλάκις γοῦν ἤκουσα παρακαθήμενος τριάκοντα στατῆρας καὶ εἴκοσι καὶ πλέθρον καὶ δένδρα τινὰ καὶ ἀνδράποδον καὶ κάμηλον καὶ ὄνον καὶ χλαμύδα καὶ χιτωνίσκον καὶ πολὺ τούτων ἐλάττω καὶ πολλοὺς μεθʼ ἑκατέρων ῥήτορας καὶ μακροὺς παρʼ ἀμφοτέρων λόγους. καθίζει δὲ αὐτοὺς καὶ ἑσπέρα δικαστὰς οὐκ ὀλιγάκις, καὶ τὸ δεῖπνον αὐτοὺς ἡ κρίσις ἀφελομένη τὸν ἀγῶνα οὐδὲν μᾶλλον ἔπαυσε. πῶς οὖν, ὦ βέλτιστοι, τούτοις μὲν ἔνι χώρα μετὰ τῶν εἰσπράξεων, τοῖς δεσμώταις δὲ διʼ ἐκείνας κέκλειται τὰ δικαστήρια; ἢ καὶ τούτων, ὥσπερ τῶν εἰσπράξεων, ταῦτα ὕστερα, τῶν χρημάτων αἱ ψυχαί; καὶ μὴν τοῖς μὲν ἐν ταῖς ἀναβολαῖς οὐκ ἀπώλλυτʼ ἂν τὰ παρὰ τοῦ πράγματος δίκαια. ἃ γὰρ τήμερον ἐνῆν εἰπεῖν, ταῦτα ἂν ὑπῆρχε καὶ δύο μησὶ καὶ πλείοσιν ὕστερον· περὶ δʼ αὖ τοὺς θανάτους τοῦτʼ οὐκ ἔστιν, οὐδʼ ἂν κατάσχοι τις τὴν ψυχὴν εἰπὼν πρὸς αὐτήν· μένε, ἀλλʼ ἀπειπόντος τοῦ σώματος ἀνάγκη φεύγειν ἐκείνην. οἱ δὲ μεταξὺ περὶ ἀργυρίου δικάζοντες ἢ ἐπὶ τῇ γνώσει γε αὐτῇ τοὺς τοιούτους ἀκούοντες θανάτους οὐκ εἶναι κατὰ τῆς ἀρχῆς τοῦτο νομίζουσι. καταφρονοῦσι γάρ, οἶμαι, τῶν μὲν ὡς οὐκέτʼ ὄντων, τῶν δὲ ἐκείνοις συγγενῶν ὡς ἀσθενῶν.

`45.20–45.22`

Εἰ δὲ καὶ χρήματα δεῖ συγχωρῆσαι τῶν ψυχῶν εἶναι τιμιώτερα, ἀλλʼ οὐ δήπου γε ὀρχηστὰς καὶ μίμους καὶ ἵππους καὶ τοὺς τούτοις ἐφεστηκότας. τί οὖν οὗτοι ποιοῦσιν οἱ σωτῆρες ἀξιοῦντες ὀνομάζεσθαι; τρέχουσιν ὀψόμενοι μὲν ταῦτα, ὀψόμενοι δὲ ἐκεῖνα, νῦν μὲν καλούμενοι, νῦν δὲ καὶ οὐ καλούμενοι καὶ τῶν κλήσεων δὲ ἐνίας αὐτοὶ σφᾶς αὐτοὺς καλοῦσι. πῶς γὰρ οὐχ αὑτούς, ὅταν αὐτοὶ διαπράττωνται φοιτᾶν ἐπὶ θύρας τοὺς καλέσοντας; τὴν ἀνάγκην δὲ ἂν λέγωσι καὶ τὸν φόβον τὸν ἀπὸ τῆς ζημίας, ἐξαπατῶσιν. ἥ τε γὰρ δείλη καθαρὰ τοῦδε τοῦ φόβου ἥ τε ἀνάγκη τῆς θέας ἡμερῶν τινῶν ἐστιν, ἀλλʼ οὐχ ἁπάσης. οἱ δὲ ἐπὶ πάσης ἔρχονται καθʼ ἑκατέραν τῆς ἡμέρας μερίδα καὶ τὰ τῶν εἰσπράξεων οὐ χείρω ταύτῃ καθίσταται. καίτοι πόσῳ βέλτιον καὶ ἀνθρωπινώτερον τοῖς ἠτυχηκόσι τῶν ἀνθρώπων βοηθεῖν εἰς ὅσον ἔξεστιν ἢ ἐν περιττοῖς θεάμασιν ἀναμένειν τὰς νύκτας, καὶ δειπνοῦντα ποιεῖσθαι λόγους ὑπὲρ τῶν καλῶς ἀφειμένων ἢ ὅσα τοῖς ἡνιόχοις ἐπʼ ἀλλήλους εὕρηται. πόθεν δὴ τούτων τὰ μὲν ἠμέληται, τὰ δὲ ἐν σπουδῇ μεγάλῃ; δόξα τις πονηρὰ τοὺς ἄρχοντας κατέσχεν, ὅτι τὰ μὲν ἄλλα πάντα φαῦλα καὶ οὐδέν, μόνον δὲ ἀγαθὸν αἱ παρὰ τῶν πολλῶν εἰς αὐτοὺς μετʼ εὐφημιῶν βοαὶ καὶ τὸ εἰδέναι χάριν ἐκείνους αὐτοῖς ἀντὶ τῶν ἡδονῶν ἃς πορίζουσι τῷ πλήθει. ἀφέντες οὖν τὸ διὰ τοῦ τὰ προσήκοντα ποιεῖν παρὰ τοῖς εὖ φρονοῦσιν εὐδοκιμεῖν, ἀφʼ ὧν ἡγοῦνται τοὺς ἀργοὺς τουτουσὶ καὶ κηφῆνας ἐπισπᾶσθαι, ταῦτα χαρίζονται, οἱ μὲν ἐκδεχόμενοι τὰ τῶν ἔμπροσθεν, οἱ δὲ καὶ προστιθέντες, κἂν τύχωσι τῆς κλαγγῆς τῶν γεράνων, εὐδαιμονίζουσιν ἑαυτούς. εἶθʼ οἱ μὲν μεγάλοι, ταπεινοὶ δὲ οἱ βουλεύοντες καὶ τῇ παρʼ ἐκείνων βοηθείᾳ πολλάκις τὰς παρὰ τῶν ἀρχόντων ὀργὰς διαφεύγοντες. τοῦτο ἄλλα τε πολλὰ καὶ τοὺς δεσμώτας ἀπόλλυσιν.

`45.23–45.24`

Οἱ δὲ περικλύζεσθαί φασιν ὑπὸ τοῦ πλήθους τῶν πραγμάτων. ἃ δίδωσιν ὑμῖν τοσαύτας ἡμέρας ἑκάστου μηνὸς τηνάλλως ἀναλίσκειν, ἃ δίδωσιν ἐν Δάφνῃ καθημένοις τέρπειν τε καὶ τέρπεσθαι κακῶς. ἢ καὶ τότε φήσετε τοὺς ὀφείλοντας εἰσπράττειν; ἀλλʼ αὐτῷ τούτῳ πρώτῳ τιμᾶτε τὴν εἰς ἅπαντα ἐκείνην ἐξουσίαν τὴν ἐν τῇ Δάφνῃ, τοῦτο γάρ ἐστιν ἡ ἑορτὴ τὸ μηδενὸς ἀπέχεσθαι τῶν αἰσχρῶν. καὶ τοῦτο τοίνυν αὐτῇ χαρίζονται, βασιλεῦ, τὸ μὴ πάνυ τότε μεμνῆσθαί τινα τῶν τοῖς σοῖς θησαυροῖς ὀφειλομένων χρημάτων. πάντων δὲ ἀλογώτατον εἰσπράξεων εἰς ἀπολογίαν μεμνῆσθαι τὸν ἄρχοντα τὸν οὐκ αὐτὸν περιιόντα καὶ τῶν ὀφειλόντων λαμβανόμενον. ἴσμεν γὰρ διʼ ὧν σοι τὰ τοιαῦτα πράττεται, τοῦ δὲ ἄρχοντός ἐστιν εἰπεῖν τε ὃ δεῖ ποιῆσαι καὶ τὸν ποιήσαντα ἐπαινέσαι καὶ τὸν μὴ ποιήσαντα πλῆξαι. σὺ δὲ πρὸς μὲν τοὺς λαμπροὺς ἑστιάτορας τὴν ἀσχολίαν ταύτην οὐ λέγεις οὐδʼ ὡς οὐκ ἂν δύναιο πίνειν κατακείμενος τοσαῦτα μέρη τῆς ἡμέρας, καὶ ἴσως οὐκ ἀδικεῖς ὑπακούων τοιαῦτα τοῖς φίλοις· ἂν δέ τι τῶν μειζόνων τὴν σὴν ἀπαιτῇ γνώμην, οὐκ ἄγεις σχολήν, ἀλλὰ βαπτίζῃ καί σε ὁ τῶν πραγμάτων τῶν ἄλλων ὄχλος ὑφʼ αὑτῷ πεποίηται, ὥσπερ τῶν πραγμάτων ἐκείνων ἃ λέγεις τοῖς μὲν ἐκπώμασιν εἰκόντων, σωτηρίας δέ τισι φθονούντων.

`45.25–45.26`

Βούλομαι δέ τί σοι διηγήσασθαι τῆς τούτων περὶ τὰ τοιαῦτα ἀργίας. ἀποθνήσκει μέν τις ἐν ἀγρῷ ξίφει νυκτός, τοῖς ἀπεκτονόσι δὲ ὑπῆρξε διαφυγεῖν τῶν οἰκετῶν πρὸς τὴν ἐπίθεσιν ὑπὸ τὴν κλίνην ὑποδύντων νομιζόντων ἀρκεῖν, εἰ διασωθεῖεν. ἐτεθνήκει μὲν οὖν ἄπαις, οὓς δὲ ἐπεποιήκει τῶν ἑαυτοῦ δεσπότας διαθήκῃ, τούτους ἔδει κατὰ τὸν νόμον μηδὲν παραλιπεῖν ἐξ ὧν ἦν ἐλπὶς ἔσεσθαί τινα δίκην. ἄνθρωποι τοίνυν ἐξάγονται τῆς κώμης σαφὲς μὲν οὐδὲν ἔχειν λεγούσης, ὑποπτεύειν δὲ τούτων εἶναι τὸ ἔργον. οἱ μὲν οὖν κληρονόμοι προσιόντες πολλάκις ἐδέοντο τὸν ἐνόντα ποιήσασθαι περὶ τῆς σφαγῆς ἐξετασμόν, οἱ δὲ ληρεῖν αὐτοὺς ἔφασκον οὐ παραχωροῦντας τοῦ δικαστηρίου τοῖς ὑπὲρ τῶν χρημάτων ἄγουσι. μηνῶν δὲ ἑπτὰ διελθόντων καὶ οἷς ἦν ἀνάγκη τοῦ κειμένου φροντίζειν ἐγκειμένων τῷ τὴν ἀρχὴν ἔχοντι ποιεῖται μὲν τὴν πρὸ τοῦ Διονυσίου στοὰν ἀνὴρ δικαστήριον. μελλούσης δὲ εἰσιέναι τῆς δίκης ἀκούει μὲν ᾀδόντων τὰ αὑτῶν ᾄσματα τῶν ἐν τοῖς σπηλαίοις οἰκούντων δεῦρο τότε ἡκόντων, ὃ ποιεῖν τοῦ θέρους εἰώθασιν, ἀναπηδήσας δὲ ἐκ τοῦ θρόνου τὴν ταχίστην ἀπῆλθεν, ὡς οὐκ ὂν δίκαιον ἐκείνων φανέντων τῶν δικαίων τι ποιεῖν· ἀπελθὼν δὲ οὐκέτι προσεῖχε τὸν νοῦν τοῖς ἐπεξιοῦσιν, ἀλλὰ τοῖς μὲν ἀποστερηθῆναι τῆς οὐσίας αἴτιος ἐγένετο προαχθεῖσιν, ὡς ἐν μήκει χρόνου, μικροῦ του προσάψασθαι τῶν ἐκ τῆς γῆς, πέντε δὲ ἐκείνων ἀποθανεῖν ὑποπτευθεῖσιν, οὐκ ἐλεγχθεῖσιν, ὧν ἂν εἷς ἐσώθη τις καὶ μάτην νομισθείς, τάχα δʼ ἂν καὶ ἅπαντες. πολλὰ τοιαῦτα νόμιζε καθʼ ἕκαστον ἔτος ἁμαρτάνεσθαι, βασιλεῦ.

`45.27–45.28`

Εἰσὶ δέ τινες οἳ πάσῃ μὲν τέχνῃ κτῶνται τὸ παρελθεῖν εἰς ἀρχήν, παρελθόντες δὲ οὐ τῆς αὑτῶν εἶναι φύσεώς φασιν οὔτε βασανίζειν ἄνθρωπον τὴν διὰ τῶν πλευρῶν βάσανον οὔτε ἐπὶ ξίφος παραδιδόναι τῷ δημίῳ. πρὸς οὓς εἴποιμʼ ἄν, ὅτι χρῆν αὐτοὺς ἑαυτοὺς ἐγνωκότας ἰδιωτεύειν, ἀλλʼ οὐκ ἐθέλειν ἄρχειν ἀδυνατοῦντας ἄρχειν. ἄρχοντος μὲν γάρ ἐστι τὸ καὶ ταῦτα δύνασθαι, οἱ δὲ τὸ μὴ ἄρχειν δύνασθαι σαφῶς ὡμολογήκασιν. εἰ γὰρ δὴ τὰ μὲν πράγματα τούτων ἀμφοτέρων δεῖται, καὶ βασάνων καὶ θανάτων, ὁ δὲ καὶ ταῦτα κἀκεῖνα φεύξεται, πῶς ἂν ἄρχων εἴη μὴ τὸ τῆς ἀρχῆς ἅπαν ποιῶν; βασάνῳ γὰρ τἀληθὲς ἐν πολλοῖς εὑρίσκοιτʼ ἂν μόνῃ τῷ τε τῶν ἐξελεγχομένων θανάτῳ τάχʼ ἄν τις τῶν πονηρῶν γένοιτο μετριώτερος. τουτὶ δὲ ἄρχοντος ἔργον τὸν μὲν οὐκ ὄντα ζῆν ἄξιον πέμπειν ἀποθανούμενον, τοὺς δʼ ἄλλους τῷ φόβῳ τῶν ἴσων κατέχειν. παντὶ γὰρ τῷ τοῖς νόμοις ἐναντία ποιοῦντι πολεμεῖν τὸν ἐπὶ τῆς ἀρχῆς προσήκει τὸν βοηθεῖν τεταγμένον τοῖς νόμοις. σὺ δὲ βραδὺς μὲν ὢν τοὺς πόδας οὐκ ἂν ἧκες περὶ τάχους ἀγωνιούμενος εἰδώς, ὡς οὐ τῶν σῶν ποδῶν τὸ ἔργον, ἄρχεις δὲ οὔτʼ εἰς φῶς ἄγειν ἀδικήματα δυνάμενος οὔθʼ ὑπηρετοῦσαν τοῖς τοῦ νόμου προστάγμασι τὴν φωνὴν παρέχειν; εἶτα δεινὸν νομίζων, εἰ σοῦ φθεγξαμένου τις ἀποθάνοι δικαίως, οὐχ ἡγῇ δεινόν, εἰ σοῦ σιγῶντος πολλοί τινες ἀποθάνοιεν οὐ δικαίως;

`45.29–45.31`

Ἀλλὰ δῶμεν, ὦ βασιλεῦ, τοῖς οὐκ ἀρχικοῖς μὲν τούτοις, δεδιόσι δὲ τὰ τοιαῦτα τῶν εἰκότων τι πεπονθέναι. ὅταν δὲ ἄνθρωποι ῥύακας μὲν αἵματος ἐν τοῖς δικαστηρίοις διὰ τῶν μαστίγων ποιῶσι, τύπτωσι δὲ καὶ τὴν ψυχὴν ἀφέντας κωφὴν αἰκιζόμενοι γῆν καὶ τοὺς μὲν εἰς ποταμούς, τοὺς δὲ εἰς βρόχους ὠθῶσι διὰ τὸν φόβον, ὅταν οὖν οὗτοι πέμπωσιν ἐπὶ τὰ δεσμωτήρια φάλαγγας, ἐρρῶσθαι δὲ φράσαντες τοῖς περὶ ἐκεῖνα νόμοις ἐπʼ ἄλλοις διατρίβωσιν ὡς δὴ φιλάνθρωποι δόξοντες εἶναι, τίς οὐκ ἂν ἀποπνιγείη; ἐγὼ δὲ ἠξίουν αὐτοὺς εἰδέναι τε τὸ τοῦ Φοίνικος ἐκείνου καὶ μιμεῖσθαι, μᾶλλον δὲ ἐπίστανται μέν, μιμεῖσθαι δὲ οὐκ ἐθέλουσι. τί οὖν ἦν τὸ ʼκείνου; τῶν ἐν Παλαιστίνῃ δεδεμένων τοὺς μὲν ἐτιμωρήσατο, τοὺς δὲ ἔλυσε τῷ δικαίῳ καθʼ ἑκάτερον ἀκολουθῶν. ἔπειτα κάπηλοί τε ἦσαν ἐν ἑκάστῳ δεσμωτηρίῳ καὶ πίθοι καὶ ἐκπώματα καὶ σὺν ᾠδαῖς ἡ πόσις. οὕτω δὲ τῶν ἐπιρρεόντων πραγμάτων ἑκάστῳ ταχεῖαν εὕρισκε τὴν τελευτήν, ὥστε μηδὲν ἔτʼ αὐτῷ δεῆσαι δεσμωτηρίων. παρελθὼν τοίνυν εἷς τις ἐρεῖ τῶν νῦν δὴ τούτων ταὐτὸ καὶ αὑτῷ πεπρᾶχθαι καὶ αὐλοὺς εἰσελθεῖν ἐκεῖσε. αὐλοὶ μὲν οὖν εἰσῆλθον, οὕτω δὲ καταγέλαστον ἐποιήσατο τὴν μίμησιν, ὥστε ἐν πολὺ χαλεπωτέροις τοὺς δεσμώτας γενέσθαι. οὐ γὰρ ἀπαλλαγὴν αὐτοῖς παρέσχε τοῦ πράγματος, ἀλλʼ ἤμειψε τὸν τόπον τοῦ δεδέσθαι μένοντος. ἐπὶ γὰρ τὸ τῆς δευτέρας ἀρχῆς οἴκημα πέμπει τὰ σώματα πολλοῖς πολλὰ προστιθείς, ὥστε ἀλλήλους καταπατοῦντες ἀπώλλυντο. τοιαῦτα τῶν καλῶν τούτων αὐλῶν ἀπέλαυσαν οἱ ταλαίπωροι. εἶτʼ ἐν οὐ πολλαῖς ἡμέραις αὖθις εἶχε πλείους ἢ πρόσθεν τὸ οἴκημα. καὶ ταῦτα οὐκ ἠγνοεῖτο μέν, ἐκείνῳ δὲ ἐδόκει.

`45.32–45.34`

Φανήτω δὴ κἀνταῦθα τὸ τῆς σῆς φιλανθρωπίας, ὦ βασιλεῦ. καὶ ὡς μὲν ἔθηκας νόμον βοηθοῦντα τοῖς δεθεῖσι περὶ τὸν χρόνον, τοῦτο δέ ἐστιν εἰς τὴν σωτηρίαν αὐτῶν, οἶδα. οἶδα μέντοι κἀκεῖνο, ὅτι ἅπερ ἂν οὐ κειμένου τοῦ νόμου, ταῦτα καὶ γεγραμμένου πέπρακται. οὐ γὰρ ὄντων τῶν βεβαιοῦν αὐτοὺς ἐθελόντων δικαστῶν γράμματά εἰσι μόνον, τοῖς ἀδικουμένοις δὲ οὐ παρέπονται ποιοῦντες αὐτοὺς τοῖς παρʼ ἑαυτῶν ἔργοις τῶν ἠδικηκότων κρείττονας. ἀλλʼ ὅταν σὺ μέν, ὦ γενναῖε, νομοθετῇς ἃ προσήκει, βραχὺς δὲ τούτων ᾖ λόγος τοῖς ἐπὶ τοῦ δικάζειν καὶ τὴν αὑτῶν γνώμην ἀντὶ τῶν σοὶ δοκούντων ποιῶσι κυρίαν, οὔτε οὐκ εἰδέναι ταῦτα ὑμᾶς καλὸν οὔτε εἰδότας φέρειν ῥᾳδίως, ἀλλʼ ἐν τῇ τῶν ἐπανισταμένων ὑμῖν μερίδι τοὺς τοιούτους θετέον καὶ μισητέον, ὥσπερ ἐκείνους. καὶ γὰρ οὗτοι τὰ ὑμέτερα ὑμᾶς, καθʼ ὅσον οἷοί τε εἰσίν, ἀφαιροῦνται τά γε τῶν πονούντων ὑπὲρ τῶν ἐθνῶν καὶ ζώντων ἀτιμάζοντες καὶ οἷς ποιοῦσι λύοντες. εἰ δὲ εἷς ὁ πρῶτος τοῦτο τολμήσας ἐδεδώκει τῷ νομοθέτῃ δίκην, ἴσχυον ἂν οἱ νόμοι. καὶ μὴν κἀκεῖνό γε ἠξίουν κάλλη προστιθέναι ταῖς πόλεσι φάσκοντας ἔχειν τινὰ δεῖξαι καὶ δεσμωτηρίων πρόνοιαν. οὗ μεγάλα ἂν ἦν ἀπὸ μικρῶν ὀνῆσαι χρημάτων. ἐπειδὴ γὰρ τοῦ δεῖν ὡς πλείστους ἀνθρώπους ἐπιθυμοῦσιν, ἐχρῆν αὐτοὺς δήπου μηδὲ τῶν δεξομένων αὐτοὺς ἠμεληκέναι τόπων· ὡς οὐχ οὕτω δεῖ τοῖς ἀδέτοις τῆς ἀπὸ τῶν τοίχων φαιδρότητος, ὡς τοῖς δεδεμένοις τοῦ μετʼ εὐρυχωρίας διαφέρειν τὰ κακά.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: swk-eb`.
