---
title: "Orations 1–64: Oration 39 (Consolation to Antiochus)"
title_greek: "Λόγοι 1–64, Ἀντιόχῳ Παραμυθητικός"
author: Libanius of Antioch
eul_wid: swk-dv
eul_aid: swk
canonical: "https://eulogikon.org/works/libanius-antioch-orations-oration-39-swk-dv"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:e8d8a71bebd2ed1b5f2b24af4de4a20103deaf16052c520608cb4d97b36c9e3c"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Orations 1–64: Oration 39 (Consolation to Antiochus)

*Λόγοι 1–64, Ἀντιόχῳ Παραμυθητικός*

**Author:** Libanius of Antioch

**eul_wid:** `swk-dv` · [HTML page](https://eulogikon.org/works/libanius-antioch-orations-oration-39-swk-dv)

## Text

Part of [Orations 1–64](/works/libanius-antioch-orations-swk-aj)

`39`

ΑΝΤΙΟΧΩΙ ΠΑΡΑΜΥΘΗΤΙΚΟΣ.

`39.1–39.2`

Ἡγοῦμαι προσήκειν οὐ τοῖς πενθοῦσι μόνον ἢ παῖδας ἢ γυναῖκας ἢ γονέας ἤ τινας ἄλλους λόγους ποιεῖν ἔχοντας παραμυθίαν, ἀλλὰ καὶ οἷς ἀπʼ ἄλλων τινῶν αἱ λῦπαι. εἰ γὰρ δὴ τοῖς λυπουμένοις βοηθητέον, καὶ τούτοις κἀκείνοις ἄξιον, ὥσπερ αὖ καὶ τοὺς ἰατροὺς ὁρῶμεν ἅπασι τραύμασιν ἀπὸ φαρμάκων ἀμύνοντας. ἐγὼ δὲ οἶδα καὶ μείζους λύπας ἐξ ἑτέρων ἐγγενομένας τισὶν ἢ θανάτων, ὥστʼ ἔκ γε τῶν δικαίων ἢ μᾶλλον ἐκείνων παραμυθητέον τούτους ἢ οὐχ ἧττόν γε, εἰ μὴ καὶ μᾶλλον. ἐγὼ τοίνυν σὲ κατιδών, Ἀντίοχε, λύπῃ μεγάλῃ κατειλημμένον καὶ πολλῷ πόνῳ κατέχοντα σαυτὸν τὸ μὴ δακρύειν διὰ τὸ Μιξίδημον τῷ δεῖνι μὲν διδασκάλῳ συμμαχεῖν, τοῖς σοῖς δὲ ἐναντιοῦσθαι, ταυτηνί σοι προσοίσω τὴν παραμυθίαν, ἤν πως ἄρα πεισθῇς, ὅτι σοὶ μὲν τὸ πολεμεῖσθαι κέρδος, ἐκείνῳ δὲ ἡ συμμαχία ζημία.

`39.3–39.6`

Τίς οὖν τῶν ἁπάντων οὐκ οἶδεν, ὅτι τὸ μὲν ἀγαθοὺς φίλους ἔχειν ἀγαθὸν τοῖς ἔχουσι, τὸ δὲ πονηροὺς κακόν; ἱκανὸν γὰρ εἰς ἀπόδειξιν τοῦτο τοῦ κακὸν εἶναι τὸν ἔχοντα. αὐτίκα οἱ τοῖς ὀρχησταῖς ὑπᾴδοντες οὗτοι μετὰ γυναικῶν δή τινων οὐδὲν αὐτῶν ἐκείνων τῶν γυναικῶν διαφέροντες ἥδιστα μὲν ἂν σοὶ φίλοι καὶ εἶεν καὶ δοκοῖεν καὶ συνεῖεν καὶ συσσιτοῖεν καὶ παραπέμποιεν ὅποι ποτὲ ἴοις, ἀλλὰ σύ γε τοῦτο καὶ φύγοις ἂν καὶ φοβηθείης καὶ οὐδʼ ἂν μετὰ μυρίων δέξαιο ταλάντων. καὶ νῦν τοίνυν μὴ τοῦτο σκόπει μόνον, ὅτι τὰ τοῦ δεῖνος Μιξίδημος ᾕρηται μηδʼ ὅτι πολλὰς οἰκίας ἐπιὼν παρὰ γυναιξὶ χήραις εὐλογεῖ τὸν ἄνθρωπον, ἀλλὰ καὶ τίς ὢν ὁ Μιξίδημος ταῦτα ποιεῖ. οὕτω γὰρ ἂν εὔξαιο τοῖς θεοῖς καὶ προστιθέναι τοῖς νῦν αὐτὸν καὶ πλείους καὶ μείζους περὶ ἐκείνου ποιεῖσθαι τοὺς ἐπαίνους. ὁρῶ δὲ οὐδὲ αὐτὸν ἐκεῖνον πάνυ τι χαίροντα τοῖς παρὰ τούτου πάλαι δὴ τὰ τοῦδε εἰδότα. εἰ δʼ οὖν καὶ μέγα τι τοῦτο ποιοῖτο, μὴ σύ γε τούτῳ ταράττου μηδʼ οἴου παρὰ τοῦτο χεῖρον ἕξειν σοι τὰ πράγματα. Μιξίδημος γὰρ οὑτοσὶ τοῦ μὲν εἶναι κακὸς ἐκ παιδὸς ἤρξατο, χρηστὸς δὲ οὐδαμοῦ γενόμενος οὐδὲ ὀλίγας ἡμέρας μετὰ τῆς ἐσχάτης κακίας εἰς γῆρας ἧκεν. ἔσχε μὲν ἀπὸ τοῦ σώματος πρόσοδον ἐν Αἰγύπτῳ καλῶν αὐτὸς ἐφʼ ἑαυτὸν τοὺς δοῦναι δυναμένους, ἔσχε δὲ ἐν Παλαιστίνῃ, καὶ πρὸς τοῦτο οὐκ ἦν τὸ γένειον κώλυμα. τοῦ εἰπεῖν δὲ δίκας ἁψάμενος τοῦ τὰ αὐτὰ κερδαίνειν οὐκ ἔληξεν, ἀλλʼ ἦν αὐτῷ διχόθεν μισθοφορεῖν, τὰ μὲν ἄνωθεν, τὰ δὲ κάτωθεν τῶν στρατιωτῶν τοὺς μὲν δεχομένῳ, τοὺς δὲ καὶ βιαζομένῳ. καὶ λέγων μὲν οὐδενὸς ἦν βελτίων, τὸ δύνασθαι δὲ ἑτέρου μᾶλλον ἦν ἐξ ὧν ἔφην αὐτῷ. ἀρχὰς τοίνυν ὅπως μὲν ἔλαβεν, ἀφίημι· λαβὼν δὲ οὐδʼ ὑπʼ αὐτοῦ τοῦ σχήματος ἐδυνήθη σωφρονεῖν, ἀλλʼ ὁ μὲν κῆρυξ καὶ στρατεία καὶ ζώνη καὶ ξίφος καὶ τὸ δικάζειν ὑπῆρχεν, ὁ δὲ οὐδὲ ἐν τούτοις ἀνὴρ ἐδυνήθη γενέσθαι, ἀλλʼ ἦν ἐκεῖνος ὁ φοιτῶν καὶ συνδικῶν, συγχέων τὰ τῆς Ἀφροδίτης νόμιμα, τεχθεὶς μὲν ἀνήρ, τούτῳ δὲ προσθεὶς θάτερον, καὶ πολλοὺς μὲν καταισχύνας, πλείοσι δὲ ὑποσχὼν ἑαυτόν.

`39.7–39.11`

Ἀλγεῖς οὖν, εἴ σοι τοιοῦτός ἐστι πολέμιος; ἀλγεῖν μὲν οὖν ἐχρῆν, εἴ σοι φίλος ἦν ἄνθρωπος ὃς ἄνευ τῶν εἰρημένων ἐν τῷ ψεύδεσθαι καὶ ἐπιορκεῖν καὶ τοὺς αὐτοὺς θεοὺς τιμᾶν τε καὶ ὑβρίζειν ἅπαντα διεξῆλθε τὸν χρόνον τοὺς αὐτοὺς τήμερον μὲν εἶναι μεγάλους λέγων, αὔριον δὲ οὐδέν, ἐπὶ ψυχρὰς προφάσεις καταφεύγων, ὡς δὴ οὐχ ἑκὼν ἀσεβῶν. ὁ δὲ πᾶν ἂν ἐπὶ κολακείᾳ δράσειεν. ἐπειδὴ γὰρ ζητεῖ μὲν δύνασθαι, τοῦτο δὲ ἐκ τῶν δικαίων οὐκ ἔχει, τῷ πάντα τρόπον κολακεύειν πειρᾶταί τις εἶναι. τὰ χρήματα δὲ ταῦτα καὶ τὰ κτήματα μή σε ἐκπληττέτω μηδὲ ἐξαπατάτω μηδὲ μισθὸν ἀρετῆς ταῦτα εἶναι νόμιζε. εἰσὶ γὰρ δὴ μισθὸς δρόμων καὶ πόνων καὶ λόγων καὶ πράξεων αἰσχρῶν, ἃς φεύγων ἄνθρωπος ἐπιεικὴς δέξαιτʼ ἂν πολλάκις μᾶλλον ἀποθανεῖν ἤ τι τοιοῦτον ὑπομεῖναι. μεμίσθωκε δὲ αὑτὸν γυναιξὶ πολλῶν δεσποίναις ἀνδραπόδων, ὧν ἕκαστον ἐκβάλλει τῆς αὐτοῦ τάξεως αὐτὸς ἀνθʼ ἑκάστου γιγνόμενος. ἀρκεῖ δὲ οὐδὲν τῶν διδομένων, ἀλλʼ ἔτι προσαιτεῖ, δεῖται λαβεῖν χειρῶν ἁπτόμενος καὶ ποδῶν, ὀμνὺς ὀφείλειν οὐκ ὀφείλων, δανειστῶν ὠμότητα τὴν οὐκ οὖσαν τραγῳδῶν. καί ποτε γυνή τις τῶν εὐγενῶν ἥπτετο μὲν ἀρίστου μόλις τοῦτο ποιοῦσα καὶ τοῦτο ἐν θεραπαίναις μόναις, ὁ δʼ ὅσῳπερ εἶχε τάχει διὰ τῶν κλιμάκων ἀναβὰς πρὸς τὰ γόνατα προσπεσὼν πρακτόρων χεῖρας ἔφασκε διαφυγὼν μίαν ἔχειν ἐλπίδα τὰ παρʼ ἐκείνης. ἡ δʼ αἰσχυνομένη μὲν ἐφʼ οἷς ἦν, οὐκ ἐνεγκοῦσα δὲ τὴν ἀναισχυντίαν ἔδωκε μέν, δοῦσα δὲ τοῦτʼ εἶναι πέρας ἠξίου τῶν λημμάτων. ὁ δʼ ὑπέσχετο μὲν οὐκ ἐνοχλήσειν, παρῆν δὲ αὖθις ἅμα ἡμέρᾳ, καὶ πάλιν ἡ κεφαλὴ καὶ πάλιν αἱ χεῖρες καὶ πάλιν τὰ γόνατα. καὶ ἦν οὐκ ἀπορία συμμάχων. αἱ γὰρ δὴ θεράπαιναι συνέπραττον ἐχόμεναι διʼ ὧν αὖ καὶ εἴχοντο. καὶ οὐκ ἐνταῦθα μὲν τοιοῦτος, παρὰ δὲ ἑτέραις γυναιξὶ βελτίων, ἀλλʼ εἰς ὅσας οἰκίας παρέδυ, πολλαὶ δὲ αὗται, πανταχοῦ μὲν πολλαὶ διακονίαι, πανταχοῦ δὲ αἰτήσεις, πανταχοῦ δὲ λήψεις, οὐδαμοῦ δὲ κόρος. ὁ δὲ καὶ ἀγροίκοις ὁ κακοδαίμων δουλεύει πρᾶγμα ἐφʼ ἑαυτὸν μεταθείς, ὃ πρότερον τοὺς τῆς ἀρχῆς ὑπηρέτας ἀνεῖχεν, ὅθεν δὴ καὶ ἀπολώλασιν. οἱ δʼ ὑπὸ τοῖς ὄρεσι γῆν ἀγαθὴν γεωργοῦντες Μιξιδήμῳ μᾶλλον ἢ σφίσιν αὐτοῖς γεωργοῦσιν. ᾧ δέος οὐδὲν ἐκ τῶν ὡρῶν, ἀλλὰ δεῖ τά γε εἰς τὸν φόρον ὑγιαίνειν ὁμοίως αὐτῷ. ἐντεῦθεν αὐτῷ πολὺς μὲν ὁ σῖτος, πολλαὶ δὲ αἱ κριθαί, πολλὰ δὲ πάντα. καὶ γὰρ δὴ καὶ αἱ γυναῖκες τῶν γεωργῶν τούτῳ τὰ τῶν γυναικῶν ποιοῦσιν, ὃ ποιεῖ Μιξιδήμῳ τὰς τραπέζας τὰς μεγάλας. ὁ δʼ οὐκ αἰσχύνεται τὴν πενίαν τῶν διʼ αὐτὸν εἰς ταῦτα ἡκόντων, ἀλλʼ ἐκ τῶν ἀγρῶν ἐπιστολαὶ φοιτῶσι τὸ καὶ τὸ κελεύουσαι, τῷ δʼ οὐκ ἔνι μὴ ποιεῖν, ἀλλʼ ἀναπηδῶντα δεῖ τῶν δεδωκότων εἶναι. μικρὸν δὲ αὐτῷ τὸ πολύ. καὶ πρὸς τούτῳ γε εἰς ἑτέρας κώμας μεγάλας αὑτὸν εἰσάγει διὰ πλέθρου πολλάκις ἑνός, οὗ καὶ περὶ τὴν τιμὴν ἀδικήσας ἐν τῷ βραχεῖ τὸ πᾶν ἔχειν ἀξιοῖ πραγμάτων ἀπείροις ἀνθρώποις ἐπισείων, εἰ μὴ πάντα πείθοιντο, τὰς παρʼ ἑαυτοῦ βλάβας.

`39.12–39.15`

Ἐξεῦρε τοίνυν ὁ ἀνὴρ καὶ γεωργίαν ἑτέραν ἀδικωτέραν, δικαστὰς καὶ δικαστήρια καὶ δίκας. διδοὺς γὰρ αὑτὸν τῶν δικαζομένων τοῖς οὐδὲν ὑγιὲς λέγουσι νῦν μὲν ἐν κατηγορίαις, νῦν δὲ ἐν ἀπολογίαις, εἰσπηδῶν εἰς τὰς κρίσεις οὐχ ὅπερ ἐστὶ δίκαιον, ἀλλʼ ὅπερ αὐτῷ κερδαλέον, τοῦτʼ ἰσχυρὸν πειρᾶται ποιεῖν καὶ ἢ δεηθεὶς ἤνυσεν ἢ καὶ κατηνάγκασεν ἀπειλῶν ἐρεῖν κακῶς· πάντως δὲ εἶναι κύριος δόξης χείρονός τε καὶ βελτίονος. καὶ τούτοις οἱ μὲν καταπλαγέντες ἡττήθησαν, οἱ δʼ ἀντισχόντες εἰς λοιδορίας ἧκον. ταῦτα τοῦτον ἄγει πρὸς τὰ δικαστήρια, ταῦτα εἰσάγει, ταῦτα ἐξάγει. καὶ δεινὸν οὐδέν, ἢν ἑκάστης ἡμέρας δεκάκις ἑκατέρων γένηται. ὁ δʼ οἶδε καὶ νύκτωρ ἐνοχλεῖν καὶ πολλάκις ἧκεν ἄρχοντος καθεύδοντος, ὅπως ἀκούσας τι παρὰ τοῦδε πρότερον εἶτʼ ἐπὶ τὸν θρόνον ἴοι. ἀπὸ δὲ ἑκάστου τούτων ἀργύριον, χρυσίον, ἐσθής, ἀνδράποδον, ἵππος, ὁπόσα γαστρὶ χαρίζεται. οὐκ ἤκουσας, Ἀντίοχε, κεκραγότων τινῶν ἀρχόντων, ὡς, εἰ μή τις ἐκκόψειε τουτονὶ τὸν ὄλεθρον, οὐκ ἔστιν ἀρχῇ πᾶν τὸ δέον σῶσαι; ὃς πρὸς τοῖς ἄλλοις κακοῖς τοῖς δικασταῖς ἐπάγει τοὺς στρατηγοὺς δώροις μὲν ἐκείνους ὑφʼ ἑαυτῷ ποιούμενος, δυνάμεις δὲ μείζους ἐλάττοσιν ἐπάγων. τοῦτο αἱ ἔλαφοι, τοῦτο οἱ λαγωοί, τοῦθʼ ὁ πολὺς οἶνος, τοῦτο τὰ τῶν ὀρνίθων γένη. διὰ τοῦτο τῶν συναριστώντων τε αὐτοῖς εἶναι βούλεται καθʼ ἡμέραν καὶ ὅπως γε εἴη ποιεῖ. εἶτα τὰς κατὰ τῶν οὐ πάντα αὐτῷ πειθομένων δικαστῶν ἀναμίγνυσι διαβολὰς πίνων ὁμοῦ καὶ συκοφαντῶν. διὰ τοιούτων ὁδῶν χρηματίζεται. αὗται τὸν κατάπτυστον αἱ τέχναι τῆς παλαιᾶς πενίας ἐξείλκυσαν. τῆς αὐτῆς δέ, οἶμαι, τέχνης ἢ καὶ ἔτʼ αἰσχίονος ὁ τοῦ δεῖνος κλῆρος. ὧν γὰρ ἐν σκότῳ μετʼ ἀλλήλων ἔπραξαν πάντα ἀλλήλοις καὶ διδόντες καὶ λαμβάνοντες, τούτων καρπὸς ὁ κλῆρος. καὶ ἐκληρονόμει μητρὸς οὔσης, ἀδελφῆς οὔσης, παίδων ἐκείνης. ὧν ὅτε τὴν ἀδελφὴν ἐγάμει, τεῖχος μὲν ὑπισχνεῖτο τοῦ κηδεστοῦ τοῖς υἱέσιν ἔσεσθαι, γέγονε δὲ πάντων μηχανημάτων δεινότερος κατασείων καὶ καταφέρων καί, τὸ δὴ δεινότατον, διʼ ἀλλήλων τοῦτον μὲν πρὸς ἐκεῖνον λέγων κακῶς, ἐκεῖνον δὲ πρὸς τοῦτον καὶ νῦν μὲν τοῦτον ἐπʼ ἐκεῖνον ἀκονῶν, νῦν δὲ ἐκεῖνον ἐπὶ τοῦτον, φιλῶν μὲν οὐδέτερον, θατέρῳ δὲ αὑτὸν ἀεὶ προστιθείς, ἰσχυροτέραν τὴν αὑτοῦ ποιῶν πανουργίαν τῶν τῆς φύσεως ἀναγκαίων. καὶ νῦν ὅσοι λυποῦνται τῷ τῶν ἀδελφῶν πολέμῳ, Μιξιδήμῳ καταρῶνται τῷ πολεμοποιοῦντι λέγοντες μηδέποτʼ ἂν ἄνδρε καλώ τε κἀγαθὼ καὶ πεπαιδευμένω πρὸς τοσοῦτον προβῆναι φιλονεικίας, εἴ τις ἦν θεῶν προεκκόψας ἐκεῖνον.

`39.16`

Τί οὖν ἐβούλου φίλον ἔχειν τὸν τοιοῦτον, Ἀντίοχε, καὶ συλλήπτορα; καὶ τί μεῖζον ἄν τις εἶπε περὶ σοῦ κακὸν ἢ ὅτι Ἀντίοχος ἐκεῖνος ἐν Μιξιδήμου τῷ τρόπῳ τὰς ὑπὲρ τῶν αὑτοῦ πραγμάτων ἐλπίδας ἔχει; οὐκοῦν εἰκότως ἂν τοῖς θεοῖς ἔχοις χάριν μισῶν τε καὶ μισούμενος καὶ κέρδος ἡγοῖο τὰς βλάβας ταύτας δὴ τὰς περὶ τοὺς μαθητάς; ὑπὸ γὰρ δὴ τῶν κακῶν κακῶς ἀκούειν ἄμεινον ἢ τοὐναντίον.

`39.17`

Ὡς δὲ κακὸς ὁ Μιξίδημος, μάθοις ἂν κἀκεῖθεν, εἰ μὴ ἄρα προεπίστασαι. ἦν τις ἐκ Κύπρου τῇδε νέος λευκὸς καὶ καλός, οἰκίας εὐδαίμονος, παρὰ τούτῳ τισὶν οἰκήμασι χρώμενος διὰ δεήσεων τῶν τούτου πρὸς τὸν ἐκείνου πάππον καὶ ἅμα ὑποσχέσεων λέγοντος ἀντὶ τῆς πατρῴας οἰκίας αὐτῷ τὴν αὑτοῦ γενήσεσθαι καὶ ζητήσειν οὐδὲν ὃ μὴ σχήσειν εὐθέως. ταῦτα δὲ ἐποίει τήν τε νῆσον τρυγᾶν βουλόμενος καί τι καὶ ἕτερον. ὃ τὸν νέον ἐντεῦθεν ἀνέστησεν οὐκ ἀνασχόμενον τῆς τοῦδε πείρας τῆς μὲν ἐν τῷ βαλανείῳ τῷ μικρῷ, τῆς δὲ πολλαχοῦ τῆς οἰκίας. ἔχων γὰρ αὐτὸν ἐγγὺς συνεχὴς ἦν. ἐκεῖνον μὲν οὖν ἐξέβαλεν οἷς ἔφην, καὶ νῦν Βηρυτὸς ἔχει τὸν νέον, οὐ σωφρονοῦσα μὲν πόλις, ἐδόκει δὲ ὁ νέος ὅμως ἐν μετριωτέροις ἔσεσθαι· μὴ γὰρ ἔσεσθαί τινα αὐτόθι Μιξίδημον ἕτερον.

`39.18–39.21`

Ταῦτα λογιζόμενος, Ἀντίοχε, προσκύνει τὴν Τύχην ἀντὶ τῆς τοῦδε δυσμενείας. οὐδὲ γὰρ ταῦτα ἔστι μόνα, ἀλλʼ ἔνι μοι διελθεῖν ἕτερα νεανικώτερα τῶν εἰρημένων. τὸν γὰρ αὖ περὶ τοῦ Φρύνωνος λόγον οὐκ ἐᾷ Μιξίδημος ἀπιστεῖσθαι λαβὼν ἐπὶ τῷ παιδὶ νῦν, ὥσπερ ἐκεῖνος πάλαι, καὶ τὴν ἐπὶ τῷ πεπραγμένῳ πεπλασμένην ὀργὴν σπονδαῖς τοιαύταις καταπαύσας, ὡς ἀμφοτέρους χαίρειν ἔχειν, τὸν μὲν τῷ τὸν κίνδυνον διαφυγεῖν, τὸν δὲ τῷ μισθῷ. καὶ περὶ ταύτης τῆς πράσεως τοῦ λόγου μεστὴ μὲν ἡ γῆ, μεστὴ δὲ ἡ θάλαττα, καί τινες ἥκοντες ἐξ Ὠκεανοῦ καὶ τῶν ἐκεῖ Γαλατῶν εἰδότες ταῦτα ἧκον. ἔναγχος δέ μοι τῶν ἐν Ἰταλίᾳ τις γενομένων καὶ διατριψάντων ἐν τῇ βασιλευούσῃ πόλει Ῥωμαίων οὐδένα ἀγνοεῖν ἀπήγγελλεν, ἀλλʼ ἀπὸ τῆς μεγάλης βουλῆς ἀρξαμένους μέχρι τῶν ἐν τῷ ποταμῷ τῷ Θύμβριδι ζώντων ἐξεπίστασθαι τὸν δόντα, τὸν λαβόντα, τὸ δοθὲν καὶ ὑπὲρ ὅτου. καὶ ταῦτα οἶδεν οὗτος αὐτὸς καὶ τοῦτό ἐστιν ἐν οὐκ ὀλίγοις αὐτῷ χαλινός. εἰ δὲ μὴ τούτοις κατείχετο, πῶς τις ἂν ἤνεγκε τὴν τόλμαν, τὸ θράσος, τὴν ἀσέλγειαν, τὴν ὑπερηφανίαν; νῦν δὲ κινεῖται μὲν πολλάκις τῇ φύσει πρὸς παροινίαν, ἀνείργεται δὲ ὧν ἀκούσεται τῷ φόβῳ, καὶ σιγᾷ πολλάκις ὑπὲρ τῆς ἑτέρων σιγῆς. ὁ δὲ καὶ τρισὶ γυναιξὶν ὁ γενναῖος συνοικεῖ, ᾗ τε ἔλαβε κατὰ τοὺς νόμους αἷς τε τοῖν υἱέοιν εἰσήγαγε. καὶ τὴν περὶ τὸ πρᾶγμα ῥᾳστώνην ὁ κηδεστὴς ποιεῖ, πολλὴ γὰρ ἐξουσία καὶ συνεῖναι καὶ λαλεῖν καὶ ἅπτεσθαι, κἀν τῷ συγκαθῆσθαι παρὰ τῶν ποδῶν οὐκ ὀλίγα. ὁ μὲν οὖν νεώτερος ἥδιστʼ ἂν ἀπελθών ποι πρόφασιν οὐκ ἔχων μένει, τῷ πρεσβυτέρῳ δὲ ἡ μεγάλη πόλις ἔδωκεν ἀφορμὴν εἰς φυγήν. τῇ μητρὶ δὲ αὐτοῖν πολλὰ ἀποφράττει τὸ στόμα.

`39.22`

Ἄξιον δή σοι στένειν οὐκ ἔχοντι τὴν παρὰ τοῦ τοιοῦδε ῥοπήν, ὃς τοιαῦτα ὄντα ἃ διῆλθον ἀπέκρυψε τῷ ῥηθησομένῳ καινῷ τε ὄντι καὶ οὐκ ἔχοντι παράδειγμα. τὰ μὲν γὰρ ἄλλα ἴσως μετʼ ἄλλους ἠδίκηκε καὶ ἠκολούθησεν, οὐκ ἦρξεν, ὥσπερ ἐν ἐκείνῳ τῷ Φρύνωνι, τούτου δὲ αὐτὸς ἡγεμών, εἴπερ ἄρα ἕξει τὸν ἑψόμενον, ὡς ἔγωγε οὐκ οἶμαι. ὃ γὰρ αὖ Φίλιππος ἦν τῷ παιδὶ τοῦ Φρύνωνος, τοῦτο οὗτος τῷ αὑτοῦ καὶ ταῦτα τοῦ τῆς γυναικὸς ἀδελφοῦ βοῶντος, τῆς γυναικὸς παρούσης καὶ ἀκουούσης οὔτε ἀντέβλεψεν οὔτε ἀντεῖπεν, ἄφωνος δὲ εἰς γῆν βλέπων ἱδρῶτι τὴν ὁμολογίαν τῆς μίξεως ἐποιήσατο. δεινὸν τὸ τοῦ Θυέστου, τὸ δὲ νῦν τοῦτο δεινότερον, ὅσῳ γε δεινότερον ἐν υἱεῖ γενέσθαι τοιοῦτον ἢ θυγατρί.

`39.23`

Ἐγὼ μὲν τοίνυν ἔδεισα πολλάκις περὶ τῇδε τῇ πόλει μὴ πᾶσα δῷ δίκην τῆς Μιξιδήμου κακίας, καὶ τοῦ γε μὴ ἤδη δεδωκέναι χάριν ἔσχον τοῖς θεοῖς. ἐν ᾗ γὰρ τοιαῦτα τετόλμηται, χαλεπὸν μὴ πεσεῖν, ἄλλως θʼ ὅτε λανθάνει μὲν οὐδένα τῶν οἰκούντων αὐτὴν τὸ ἔργον, ἐκβάλλει δὲ οὐδεὶς οὐδʼ ἀγανακτεῖ ζῶντος ἐν ᾗ τοιαῦτα ᾔσθη.

`39.24`

Σὲ δὲ προσήκει τὴν μὲν παρʼ ἐκείνων μὴ ζητεῖν βοήθειαν ὄντων γε τοιούτων, σαυτῷ δὲ ἀμύνειν. ἔστι δέ σοι δύναμις. ἔστι γὰρ δὴ καὶ γλῶττα καὶ δόσις παρὰ Μουσῶν οἵα ἂν παρὰ Μουσῶν γένοιτο. ὁ δʼ οὖν ἐπιγραμμάτων μείζων ἢ Ἀντίοχε. ἢν οὖν ταῦτα τείνῃς τὰ τόξα, σαυτόν τε παραμυθήσῃ καὶ διδάξεις ἐκεῖνον, ὅτι ἄρα οἶσθα τὸν Ἀρχίλοχον.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: swk-dv`.
