---
title: "Orations 1–64: Oration 34 (Against the Slanders of the Paedagogus)"
title_greek: "Λόγοι 1–64, Πρὸς τὰς τοῦ Παιδαγωγοῦ Βλασφημίας"
author: Libanius of Antioch
eul_wid: swk-dq
eul_aid: swk
canonical: "https://eulogikon.org/works/libanius-antioch-orations-oration-34-swk-dq"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:c1b713a6db8b0d85eabd823dfa4153da39409acf53255ff08e497f982fe73afc"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Orations 1–64: Oration 34 (Against the Slanders of the Paedagogus)

*Λόγοι 1–64, Πρὸς τὰς τοῦ Παιδαγωγοῦ Βλασφημίας*

**Author:** Libanius of Antioch

**eul_wid:** `swk-dq` · [HTML page](https://eulogikon.org/works/libanius-antioch-orations-oration-34-swk-dq)

## Text

Part of [Orations 1–64](/works/libanius-antioch-orations-swk-aj)

`34`

ΠΡΟΣ ΤΑΣ ΤΟΥ ΠΑΙΔΑΓΩΓΟΥ ΒΛΑΣΦΗΜΙΑΣ.

`34.1–34.2`

Οὐ τοὺς ὑβρικότας με μᾶλλον ἄξιον νομίσαι κακοὺς ἢ τοὺς ῥᾳδίως ὑμᾶς τὴν ὕβριν ταύτην, ὦ παῖδες, ἐνηνοχότας. οἱ μὲν γὰρ τὴν τοῦ δεδρακέναι, τὴν δὲ τοῦ μὴ τοῖς πραχθεῖσιν ἀλγῆσαι μέμψιν ὑμεῖς ἔχοιτʼ ἄν. καὶ γίγνεσθε τῶν ἐπαινούντων αὐτοὺς ἐν τῷ μὴ λαβεῖν τιμωρίαν. εἴτε γὰρ οὐκ εἰδέναι ταῦτα φήσετε, τοῦτʼ αὐτὸ δεινόν, εἰ τὰ τοιαῦτα οὐκ ἴστε, εἴτʼ εἰδόσιν οὐ δεινὰ δοκεῖ, πῶς ἂν διαφύγοιτε τὸ δοκεῖν εἶναι φαῦλοι; εἰ μὲν οὖν κατερρᾳθυμηκότος ἐμοῦ τοιαῦτα ὁ θρασὺς οὑτοσὶ παιδαγωγὸς εἰρηκὼς ἐτύγχανεν, αἰσχυνθεὶς ἂν τῷ τὰ ὄντα ἀκηκοέναι καὶ παρʼ ἐμαυτοῦ τοῖς εἰρημένοις δεδόσθαι τὴν ἀφορμὴν νομίσας ἐσίγων ἂν οὐκ ἔχων κατηγορεῖν τοῦ κατηγοροῦντος δίκαια· νῦν δʼ οὐκ οἶδα ἕτερόν τινα ἀνθρώπων οὕτως ἀναιδῶς σεσυκοφαντημένον. καὶ τοῦτο ἕτοιμος δεικνύειν οὐκ ἀγνοούμενος μὲν ὑπὸ τῶν τὴν ἐμὴν εἰδότων πρὸς τὸ πονεῖν ἡδονήν, δεδιὼς δὲ μή τις τῶν οὐκ ἐξεπισταμένων, ὅστις ἐγὼ πρὸς τοὺς ἐπὶ τῷ παιδεύεσθαι συνόντας ἡμῖν, ἐξαπατηθῇ. ὅθεν τοίνυν τὰ περὶ τὴν ἐμὴν ὕβριν γενέσθαι συνέβη, καλῶς ἂν ἔχοι μοι διελθεῖν.

`34.3–34.5`

Ἐποιήσατό τις τῶν νέων ἐπίδειξιν ἀγῶνα ἐπὶ προάγωνι γεγονὼς μὲν ἔτη πεντεκαίδεκα, πλεῖστα δὲ νέων ἐν ὀρφανίᾳ πεπονηκώς, ἡδονῶν δὲ οὐ καλῶν, εἴπερ τις, κεκρατηκώς, ἔχων δέ, εἰ βούλοιτο, προγόνων ἀρετὰς λέγειν ἔν τε τάξει στρατιώτου φανείσας ἔν τε ἡγεμονίαις. μέγιστος δὲ τῷ νέῳ κόσμος ἡ σωφροσύνη καὶ τὰς τῶν πονηρῶν γλώττας διαφυγοῦσα. τούτῳ δʼ ἄν τις ἕτερος προσέθηκε τὴν περὶ τὰς ἀμοιβὰς προθυμίαν καὶ δικαιοσύνην καὶ ὡς πᾶν ὃ τελέσειε μικρὸν αὐτῷ κέκριται. τά τε οὖν ἄλλα τιμᾶν αὐτὸν παρῄνει τῷ μηδὲν προστεθῆναι τοῖς δεδειγμένοις λόγοις καὶ νόμος ἦν ἀρχαῖος τοῦτο οὕτως ἔχειν ἐθέλων, ᾧ τῶν πάντων οὐδείς, οὐ νέων, οὐ παιδαγωγῶν ἐτόλμησε μέμψασθαι. ἐκεῖνος μὲν οὖν εὐδοκιμῶν ἀπῆλθεν· ἔδει δὴ γενέσθαι τὰ παρʼ ἡμῶν. τοῦτο δὲ ἦν τὸ μηδὲν ἕτερον τοῖς ὑπὸ τοῦ νέου ῥηθεῖσιν ἐπεισενεγκεῖν. ἐκαθήμην οὖν ἀνδράσι διαλεγόμενος φίλοις καί πως ἐξηνέχθημεν κατὰ μικρὸν εἰς τὸν ὑπʼ ἐμοῦ κρατηθέντα ποτὲ τοῦ Φιλαγρίου θυμόν, ἡνίκα τοὺς σιτοποιοὺς ἐν τοῖς ἁπάντων ὀφθαλμοῖς ᾐκίζετο. τῶν τοίνυν ἐπιτηδείων μοι κεχωρηκότων ἐπὶ λουτρὸν παιδαγωγόν τινα κακόν, νέου τοιούτου παιδαγωγόν, δραμὼν ὁ παῖς ἔφασκε περὶ τὴν θύραν κεῖσθαι καὶ βοᾶν ὡς τρισὶ μησὶ τοῦ παιδὸς ἐζημιωμένου. ταυτὶ δὲ ἔλεγε κινῆσαι τὸν νόμον βουλόμενος καὶ τὸν ἐπιδεδειγμένον ἀποστερηθῆναι πάλαι νενικηκότος δικαίου, φθονῶν, ἐμοὶ δοκεῖν, τῷ τὸν λόγον εἰρηκότι τῆς δόξης. καίτοι πολὺ βέλτιον ἦν τὰ ʼκείνου μιμούμενον τῶν αὐτῶν ἐκείνῳ τυχεῖν ἢ τοῦτο μὴ δυνάμενον τῷ κτησαμένῳ ζητεῖν ἐπηρεάζειν.

`34.6–34.9`

Ἀλλὰ γὰρ ὡς ἐσυκοφάντει, δεῖ με ποιῆσαι φανερόν. τρεῖς φησι μῆνας ἀνηλῶσθαι μάτην. πῶς, ὦ κυνὸς ὄμματʼ ἔχων; αἱ μὲν γὰρ τῶν κακῶν ἐκείνων ἡμέραι τέτταρες ἐγένοντο καὶ τριάκοντα, λελυμένων δὲ τῶν δεινῶν τῇ βασιλέως ἐπιστολῇ πᾶσά τε ἦν ἄδεια καὶ φοιτᾶν ἐξῆν. καὶ ἦσθα δὴ καὶ αὐτὸς τῶν τῷ καιρῷ χρωμένων, μᾶλλον δὲ εἰ μὲν οὐκ ἐχρῶ, ἀλλὰ τὸν λελυμένον δεδιὼς φόβον ἔκεισο ἐν ἀγρῷ τρυφῶν, σὸν τοῦτο, οὐκ ἐμὸν ἀδίκημα. καὶ γὰρ τῶν οὐ πλεόντων ἐν ἐξουσίᾳ τοῦ πλεῖν, ἀλλʼ οὐ τῆς δεχομένης θαλάττης, εἴ τις αὑτὸν ἀποστερήσειε πλοῦ. εἰ δʼ ἧκές τε ἐπὶ τοῖς ἡμετέροις γράμμασι καὶ τὰ τῶν μανθανόντων ἐποίεις, ποῦ τριῶν μηνῶν ἀπόλωλέ σοι τὸ κέρδος; καὶ μὴν οὐδʼ αὐτόν γε τὸν τῆς φυγῆς χρόνον διʼ ἐμὲ καὶ τὴν ἐμὴν ἀπολώλεκας ῥᾳθυμίαν, ἀλλʼ ἔστιν αὕτη ἡ ζημία τῆς ὑμετέρας κακίας. ἢ δεῖξον παρελθών, ὅτι ταράξαι δυναμένους ἐγὼ διῆλθον λόγους φάλαγγας ἐπισείοντας καὶ χρημάτων ἁρπαγὴν καὶ φόνον καὶ σίδηρον καὶ ὅτι νοῦν ἐχόντων ἐστὶν ἀνθρώπων σφᾶς αὐτοὺς διασώζειν φυγῇ. εἰ δὲ ἐμὸς μὲν οὐδὲ εἷς τοιοῦτος λόγος, ὑμεῖς δὲ ὑμῖν αὐτοῖς ταῦτα συμβεβουλεύκατε, πῶς οὐχ ὑμῖν αὐτοῖς ἐγκαλοῖτʼ ἂν δικαίως; ἢ κἂν εἰ κακούργων ἐπιθεμένων ὑμῖν ἢ ἔτι πορευομένοις ἢ καὶ τὸν ἀγρὸν ἤδη κατειληφόσιν, οἷα πολλὰ πέπρακται τῶν ἄνευ λογισμοῦ πεφευγότων τοῖς αὑτῶν κακοῖς τὰ τῶν λῃστῶν ἀμείνω πεποιηκότων, εἰ οὖν ὑπὸ τῶν πολλοὺς ἀπεκτονότων ἔκεισθον πληγέντε, καὶ τὰς ἀμφοῖν ψυχὰς ἐμὲ ἔδει τὸν εἰσπραττόμενον εἶναι καὶ τὸν πατέρα τοῦ παιδὸς ἥκειν ἐπὶ τήνδε τὴν εἴσπραξιν. ὥσπερ οὖν ἐκεῖνος εἰ τοῦτʼ ἐποίει, μαίνεσθαι τοῖς σωφρονοῦσιν ἔδοξεν ἄν, οὕτως ὑμεῖς πρὸς ἐμὲ περὶ μηνῶν λέγοντες. καὶ γὰρ οὐδʼ ἐκεῖνό γʼ ἂν εἴποι τις, ὡς ἀπελθεῖν μὲν οὐ παρῄνεσα, ἀπελθόντας δὲ ἐπῄνεσα. ἀλλὰ ποίᾳ μὲν οὐκ ἐχρησάμην ὀργῇ; ποίας δὲ οὐκ ἀφῆκα φωνάς; τίνας δὲ οὐκ ἐφθεγξάμην λόγους θανατώντων εἶναι λέγων καὶ παραπαιόντων τὴν μετανάστασιν καὶ τὰ μὲν οὐ δεινὰ δεδοικότων, τὰ δὲ δεινὰ θαρρούντων; ἃ καὶ τούτους, ὥσπερ ἑτέρους πολλούς, εἰκὸς ἦν ἀκηκοέναι, ἀλλʼ ὅμως αὑτοὺς ἡγοῦντο βεβουλεῦσθαι βέλτιον. καὶ τοῦ γε μήποτʼ ἂν εἰπεῖν με χρῆναι φεύγειν μάρτυρες οἷς αὐτοὶ πεποιήκασι γεγένηνται. μέλλοντες γὰρ ἐπʼ ἀγρὸν ἥξειν καὶ τοῦτο ἐγνωκότες πολλῇ τέχνῃ λαθόντες ᾤχοντο ἀπιόντες δράσαντες πρὶν εἰπεῖν ὃ δράσουσι, φοβούμενοι μὴ λόγων ἀκούσωσι κατεχόντων ἐχόντων ἐν ἑαυτοῖς εἰς τὸ πεῖσαι δύναμιν.

`34.10–34.11`

Τοῦ μὴ συνεῖναι τοίνυν αὑτοῖς αἴτιοι καταστάντες τὸν ὅτι τῶν παρʼ ἡμῶν αὑτοὺς ἀπεστέρησαν ἀχθόμενον τολμῶσιν αἰτιᾶσθαι τῶν αὑτοῖς δεδογμένων, ὥσπερ ἂν εἴ τις ἑκὼν ἐλθὼν εἰς χωρίον ἄνυδρον εἶτʼ ἐπὶ κρήνην ἐλθὼν ἧς αὑτὸν ἡμέρας τινὰς ἐξέβαλεν, ἐγκαλοῖ τοῖς κρουνοῖς λέγων ὅσας οὐκ ἔπιεν ἡμέρας. οἱ δʼ ἂν εἴποιεν πρὸς αὐτόν· ἀλλὰ διʼ ἡμῶν γε τὸ ὕδωρ ἐφέρετο καὶ βουλόμενον πιεῖν οὐκ ἂν ἀπηλαύνομεν. πρὸς Διός, εἰ δʼ ἀφείς τις τὴν τῆς ἀκτῖνος μετέχουσαν γῆν ἥκων εἰς τὸ Κιμμερίων σκότος μῆνάς τινας ἐκεῖ διατρίψας ἐλθὼν ἐπὶ τὰ πρόσθεν ὧν ἑκὼν ἠτύχησεν, ᾐτιᾶτο τὸν δεῖνα πόρρω τῆς αἰτίας ἄνθρωπον, οὐκ ἂν ἦν συκοφάντης; σὺ σαυτῷ τοῦ φωτὸς ἐφθόνησας· σαυτῷ τοίνυν λάγχανε τὴν δίκην.

`34.12–34.14`

Ὡς τοίνυν ἐπιθυμίᾳ μὲν ἀργίας ἧκον ἐκεῖσε, προσποιοῦνται δὲ τῶν ἡδέως ἐργαζομένων εἶναι, δῆλον μὲν κἀκ τοῦ τῶν εἰς μνήμην παλαιῶν λόγων φερόντων ἠμεληκέναι, δῆλον δὲ κἀκ τοῦ πίονά τε καὶ μετὰ πλειόνων σαρκῶν ἐπανήκειν τὸν νέον. πίστις δὲ τοῦδε μείζων τὸ μετὰ πάνυ πολλοὺς πεποιῆσθαι τὴν ἐπάνοδον. ὁ δὲ τὸ μὲν ὀξέως, τὸ δὲ βραδέως πεποιηκὼς οὐ καὶ σιωπῶν ὁμολογεῖ τῷ μὲν ἥδεσθαι, τὸ δὲ δυσχεραίνειν; ὑμῖν δὲ εἴ τις ἦν λόγων λόγος, ἐβλέπετʼ ἂν εἰς ἐμὲ τὸν μεμενηκότα. καὶ ταῦτα καὶ παρʼ ὑμῶν ἐγίγνετʼ ἂν νομιζόντων μᾶλλον ὑμῶν ἐμὲ τὸ δέον ἑωρακέναι καὶ εἰ διὰ μηδὲν ἕτερον, κατά γε τὸ πλῆθος τῶν ἐτῶν, ἴσμεν δέ, ὁπόσον τούτῳ δίδωσιν ὁ τῶν ποιητῶν κορυφαῖος. νῦν δʼ ἐμοῦ μὲν καταγνόντες ἐπιθυμεῖν θανάτου, εὐβούλους δὲ ὑμᾶς αὐτοὺς ἡγησάμενοι ταῖς ἐν ἀγρῷ τέρψεσι τὰ Μουσῶν ἐβλάψατε. ἐπειδὴ τοίνυν ποθʼ ὑμῖν ἐπανελθεῖν ἔδοξε, τί δύναισθʼ ἂν ἡμῶν ἐνταῦθα κατηγορεῖν, ὡς ὑμεῖς μὲν ἐπεθυμεῖτε τῶν παρʼ ἡμῶν, ἡμεῖς δὲ οὐ μετεδίδομεν; ἀλλὰ τοῦτό γε καὶ πρὸ τῆς τῶν πραγμάτων ἐπὶ τὰ κρείττω μεταβολῆς εἰσφέροντες οὐκ ἐλήξαμεν, ἀλλʼ ἀπὸ τοσούτων ὁμιλητῶν εἰς δώδεκα, ἔπειτα εἰς ἑπτὰ καταβάντες οὐκ ἐγενόμεθα χείρονες, ἀλλʼ ἐχωροῦμεν εἰς τὸ διδασκαλεῖον διὰ τοὺς οὕτως ὀλίγους οὐδὲ τοῦτο βραδύτερον ἢ πρότερον ποιοῦντες, ἀλλʼ οἷοίπερ ἦμεν ἐν πλείοσι, τοιοῦτοι κἀν τοσούτοις οὐδὲν τοῦ περὶ ταῦτα μεταθέντες νόμου. καὶ ἐγένετο δὴ καὶ προσηγορία τις τοῖς μεμενηκόσιν ἀπʼ αὐτοῦ τοῦ μεμενηκέναι χαρίεσσα. τούτων ἐξῆν εἶναι καὶ ὑμῖν, εἴπερ ἠθέλετε. νῦν δὲ τοσαύτας μεθυσθέντες ἡμέρας ἥκετε σφοδροὶ λόγων ἐπιθυμηταὶ καὶ προσδοκᾶτε τοῦ πολλοῦ χρόνου τὰς ὑμετέρας κατʼ ἐμοῦ περιέσεσθαι βλασφημίας.

`34.15–34.16`

Ναί, φησίν, ἐν γὰρ ἁμίλλαις ταῖς πρὸς Ὅμηρον καὶ Δημοσθένη συχνὰς διετρίψαμεν ἡμέρας. τούτου δὲ τὴν αἰτίαν ἐν τοῖς πράγμασιν εὕροι τις ἄν, οὐκ ἐμοί. τὰ μὲν γὰρ ὑμῖν εἰς τέλος ἀφῖκται καὶ σιωπῶ τὸ τάχος, τὰ τελεώτερα δὲ γράφειν εὐθὺς οὐκ ἐνῆν, ἀλλʼ ἔδει πρότερον ἐλθεῖν διὰ βιβλίου τινὸς καὶ ἐλθεῖν γε οὐχ ἕνα, ἀλλὰ σὺν ἑτέροις ἐννέα νέοις ἢ πλείοσιν ἢ οὐ πολύ γε ἐλάττοσιν. οἱ δὲ οὐκ ἐφαίνοντο. καινὸν δὲ γενέσθαι νόμον διʼ ἕνα τινὰ μαινόμενον τῶν ἀτοπωτάτων ἦν καὶ διέβαλλεν ἂν τὸν παρελθόντα χρόνον. διὰ τοῦθʼ ἕτερος ἀντʼ ἐμοῦ διδοὺς ἅπερ ἀνέγνω τοῦτʼ ἐποίει τοῖς ἐμοὶ δοκοῦσι πειθόμενος. καὶ οὕτως ἦν ἐνταῦθα ἐκεῖνος ἀγαθός, ὥσθʼ ὑμᾶς μέμψασθαι μὲν μηδαμοῦ, θαυμάσαι δὲ πολλάκις καὶ ταῦτα κακῶς λέγειν εἰδότας. ἐκεῖνα μὲν οὖν παρʼ ἐκείνου, τὰ δὲ ἐν ταῖς ἁμίλλαις αὐτὸς ἐπηνώρθουν τε καὶ καθίστην καὶ δύʼ ἦν ὑμῖν ἀνθʼ ἑνός. οὔκουν ἦν ταῦτα μηδὲν ποιεῖν, ἀλλʼ εἶναι διπλοῦν τὸ κέρδος.

`34.17–34.21`

Εἰ δέ μοι τὴν τῶν ἄρθρων λέγεις νόσον, τῆς Τύχης, οὐκ ἐμοῦ κατηγορεῖς· οὐ γὰρ δὴ ἐκεῖνό γε ἐρεῖς, ὡς εὐχόμην νοσεῖν καὶ εἶναι ἐν βοαῖς νύκτα καὶ ἡμέραν ὑπὸ τῶν ἀλγημάτων καὶ μᾶλλον ἰατροῖς ἢ βιβλίοις συνεῖναι. οὐδʼ ἦν μοι τὸ διδάσκειν τῶν παρʼ ἐκείνων βαρύτερον τῶν λυπηρῶν τε καὶ ἀναγκαίων, ἃ τῆς ὀδύνης ἣν ἐπειρᾶτο παύειν ἦν ὀδυνηρότερα. ἐμοὶ μὲν οὖν πολλὰ διηρεύνηται τοῖς ἄρθροις βοηθοῦντι, τὰ δʼ ἠλέγχετο πλὴν ἐλπίδος ἔχοντα οὐδέν. ἀφεὶς οὖν συνάχθεσθαί μοι ῥᾳθυμίαν ἐγκαλεῖς; καὶ ὁ μὲν δαίμων ἀνεύθυνος, ἐμὰ δὲ τὰ οὐκ ἐμά; ὥσπερ ἂν εἴ τις καὶ τὸν τεθνεῶτα μέμφοιτο, ὅτι τῷ μηκέτι ζῆν καὶ τοῦ δύνασθαί τι ποιεῖν πέπαυται. ἀλλʼ εἶπεν ἄν τις ὑπὲρ τοῦ νεκροῦ τὰς Μοίρας καὶ τὰ ʼκείνων καὶ ὡς ἔδει μὲν κατὰ ταῦτα τεθνάναι, παρὰ δὲ τῶν οἰχομένων ἔργον οὐδὲν ἂν εἴη. σὺ δʼ εἰ μὲν αἰχμάλωτος ὢν ἐδέθην ὑπὸ λῃστῶν ἑλόντων, οὐκ ἂν ᾐτιῶ με μὴ τὰ τοῦ διδασκάλου ποιοῦντα πρὸς τοὺς νέους, δεσμῷ δὲ ἐχόμενον πολὺ πικροτέρῳ, προσθείην δʼ ἂν καὶ ἰσχυροτέρῳ, τῶν νέων ἠξίους ἐπιμελεῖσθαι, καὶ τὸν αὐτὸν κινεῖσθαι μὲν μὴ ἔχειν, χορεύειν δὲ δύνασθαι; καὶ πῶς ἔνι ταῦτα γενέσθαι; ἀλλὰ στρατιώτης μὲν ἐπιθυμῶν συμπλοκῆς καὶ μάχης νόσῳ πεδηθεὶς ἐξαίφνης λυπούμενον ὁρᾷ τὸν στρατηγόν, ἀλλʼ οὐκ αἰτιώμενον, οὐδʼ ἔστιν οὐδεὶς οὕτως ἀνθρώπων ἄτοπος, ὃς ἂν ἀστρατείας διώξαι τὸν τοιοῦτον· ἐγὼ δὲ ἀπὸ τῆς αὐτῆς ἀνάγκης ἐκλιπών τι τῶν εἰωθότων ἔχω τὸν γραφόμενον; καὶ τίς νοσήσας κακὸς ἔδοξεν, ὅτι νενόσηκεν; οὐδείς, πλὴν εἰ τὸ νόσημα αὐτὸς ἐφύτευσεν αὑτῷ. πολλαχόθεν δʼ ἂν τοῦτʼ ἀνθρώπῳ συμβαίη. κἀν τοῖς γυμνικοῖς ἀγῶσι πολλάκις ἑωράκαμεν ἠσθενηκότας ἀθλητὰς οὐδʼ ἀποδῦναι δυνηθέντας, οἷς παρὰ πάντων τῶν θεατῶν ἔλεος, οὐ μέμψις, ἀλλʼ οὐδʼ ἐπανελθοῦσιν οἴκαδε παρὰ τῶν οἰκείων, ἀλλʼ ἠτυχηκέναι μὲν αὐτοὺς φαίη τις ἄν, ἀδικῆσαι δὲ οὐδὲ μικρόν. οὐ μὴν οὐδʼ ἐλάνθανον τὴν τῶνδε πόλιν βεβλημένος τῇ τοιαύτῃ νόσῳ, διʼ ἣν ἀνάγκη μοι κεῖσθαι καθʼ ἕκαστον ἔτος ἡμέρας τινὰς ἄφωνον· ἐγγύς τε γὰρ τῆς ἡμετέρας ἐκείνη καὶ πολὺ τὸ παρʼ ἑκατέρας εἰς τὴν ἑτέραν ἐρχόμενον. διὰ τί οὖν μὴ παρʼ ἑτέρους ἤλθετε σοφιστὰς οὐ νοσοῦντας; εἰ δʼ ὡς οἴσοντες καὶ τοῦτο ἥκετε, τί μὴ φέρετε, ἐπειδήπερ ἥκετε, πολλῶν μὲν πρὸ ὑμῶν τοῦτο ἐνηνοχότων, πολλῶν δὲ νῦν, μᾶλλον δὲ πλὴν ὑμῶν ἁπάντων; ἢ σὺ μόνος συνουσιῶν ἐραστής, ἐν δὲ τοῖς ἄλλοις τοσούτοις οὖσιν ἑτέρων ἐπιθυμία; ἀλλʼ οὐκ ἐρεῖς μὲν τοῦτο τῇ γλώττῃ, τοῖς δʼ ἔργοις ὁμολογεῖς. θαυμάζω δέ, τί ἂν ἐποίεις ἐφʼ ὅσας οὐκ ὀλιγάκις ἡμέρας ἐκταθέντος μοι τοῦ κακοῦ, ὁπότʼ ἐν ἀπαλλαγῇ ταχείᾳ· ἀντὶ γὰρ ἡμερῶν ὀκτωκαίδεκα τὸ τρίτον μέρος τῆς κλίνης δεδέημαι βοηθείᾳ τῶν θεῶν. τί ἂν οὖν ἐποίεις ἐν τῷ προτέρῳ μέτρῳ τοιαῦτα ποιῶν ἐν οὕτω βραχυτέρῳ;

`34.22–34.25`

Αἰτιᾶται δὲ καὶ τὸ φυλάττεσθαι τὰς τιμὰς παρʼ ἡμῶν τοῖς ἀπιοῦσι, τοῖς μὲν οὖσιν ἡμῖν φίλοις, τοῖς δὲ ἐνδόξοις, τοῖς δὲ καὶ ἀμφότερα, τοῖς δὲ οὐδέτερα μέν, ἔχουσι δὲ ἄλλως τι δίκαιον διὰ συγγενῶν. καὶ οὐκ αἰσχύνεται πόλεμον αἰρόμενος πρὸς τοὺς οὐκέτι λυπεῖν οὐδένα δυναμένους, ἀλλʼ ἑτέρας λήξεως γεγενημένους. ἐγὼ δὲ πολλοῦ μὲν ἂν ἐτιμησάμην αὐτὸς τοῦτον τεθεικέναι τὸν νόμον, ἑτέρων δὲ φθασάντων καλὸν ἡ φυλακὴ καὶ τὸ τοῖς τετιμηκόσιν ἀκολουθεῖν καὶ μὴ χείρους εἶναι τῶν ἡγεμόνων, οὓς οἶδα ταῖς τοιαύταις τιμαῖς εἰς τελευτὰς χρωμένους καὶ οὐ κάμνοντας οὐδʼ εἰ νεκροὶ νεκροὺς κατελάμβανον. καὶ οὐδεὶς οὕτως ἄφρων οὐδὲ ἄθλιος ὃς ἂν ἐπιτιμήσαι τῇ τιμῇ, ἀλλʼ οἱ μὲν τῶν διδασκάλων καὶ συνεξέφερον ἀνέχοντες ταῖς χερσὶ τοὺς ὑπὸ τῆς συμφορᾶς καθελκομένους, οἷς δʼ οὐκ ἦν καὶ τοῦτο δρᾶν, τῷ γε τοὺς λόγους συνεργάζεσθαι τοῖς νέοις ἐτίμων τὰς ἐκφορὰς τοῦτο μέγιστον ἡγούμενοι τὸ τοὺς μαθητὰς ἃ δεῖ ποιεῖν πρὸς τοὺς οἰχομένους διδάσκειν. ἀλλʼ οὗτος ἐπιλαμβάνεται μὲν τοσούτου χρόνου, κατηγορεῖ δὲ τοῦ μὴ παραβαίνοντος νόμον οὕτως ἀρχαῖον, κελεύει δὲ μηδὲν ἀτιμότερον ἄγειν νεκροῦ. καίτοι τίνος ἀξιώσαις ἂν τὸν σαυτοῦ πατέρα τυχεῖν, εἰ σοῦ φοιτῶντος ἔτι τεθναίη; εἰ μὲν γὰρ τῶν τιμὴν ἐχόντων, τί τούτων τοὺς ἄλλους ἀποστερεῖς; εἰ δὲ τῶν ἑτέρων, τί παθὼν τὴν προσήκουσαν εἴης ἂν δεδωκὼς δίκην; οὐ τοίνυν, ὦ παῖδες, οὐδʼ ἐκεῖνο τολμήσειεν ἂν εἰπεῖν, ὡς οὐ πολλοὺς δεινοὺς λέγειν τουτὶ τὸ χωρίον ἔδειξεν. ὧν οἱ μὲν ἐν δίκαις ἐξέλαμψαν, οἱ δὲ ἐν τῷ δικάζειν, οἱ δὲ ἐν τῷ ταῖς πατρίσι βοηθεῖν. ὧν ἕκαστος μετὰ τιμῆς τοῦ νόμου τοῦδε ταύτην ἔλαβε τὴν δύναμιν. εἰ δʼ ἔστι κἀν τῷ φυλάττειν τὸν νόμον εὐδοκιμεῖν κἀν μηδενὶ βλάπτεσθαι περὶ τοὺς λόγους καὶ συνιέναι ταῦτα ἀμφότερα δύναται, τίς δικαία πρόφασις τῇ κατὰ τῶν ἀποθνησκόντων ὕβρει;

`34.26–34.28`

Ἐφʼ ᾧ δʼ ἄν τις μάλιστα ἀποπνιγείη, ὅτι καὶ τὰς ἡμέρας αἳ τὰς τῶν σοφιστῶν ἐπιδείξεις ἔχουσι, μετὰ τῶν τηνάλλως ἀναλισκομένων ἀριθμοῦσι. πῶς, ὦ μιαρὸν θηρίον, πῶς λόγοι λόγοις βλάβη; καὶ πῶς ὁ λέγων ἃ χρὴ μιμεῖσθαι, περὶ λόγους ζημιοῖ; ἐγὼ γὰρ τὴν μὲν τῶν διδασκάλων σιωπὴν κατὰ τῶν μανθανόντων εἶναί φημι, τὸ ῥεῦμα δὲ τῶν παρʼ ἐκείνων λόγων ἐπὶ τὸ ταὐτὰ δύνασθαι ποιεῖν προάγειν. ἑωράκαμεν δέ που καὶ παιδοτρίβας, ὡς ἐν ταῖς παλαίστραις καὶ διὰ τῶν ἑαυτῶν σωμάτων παιδεύουσι παλαίειν, καὶ πρὸς τούτοις τοξότας ἐπὶ διδαχῇ τῶν μαθητῶν ἀφιέντας βέλη καὶ τόν γε Ἀπόλλω πολλοὺς τοξότας οὕτως ἀπειργασμένον ἴσμεν. οὐκοῦν καὶ ὅστις ἐθέλει ποιῆσαι ῥήτορας, παρεχέτω τοῖς τοῦτο δυνησομένοις ἑαυτὸν παράδειγμα καὶ τὸν μὲν οὐ βουλόμενον λέγειν ὁ νέος ἀποδιδρασκέτω, τὸν δὲ καὶ ποιοῦντα καὶ δεικνύοντα λόγους διωκέτω καὶ πειράσθω πρὸς ἴσον τόκον ἑαυτὸν καθιστάναι. καὶ δὴ κἂν τῶν ἔτι φοιτώντων ἐγγένηταί τισιν ἐπιδείξεως ἔρως, τυγχανέτωσαν θεάτρου. καὶ δοκείτω τοῦτο μὴ μόνον ἐκείνοις δόξαν φέρειν, ἀλλὰ καὶ πᾶσιν οἷς ταὐτὸ ποτόν. μηδὲ ἐκείνου λήξαντος χωρείτω τις ἐπὶ τὸν διδάσκαλον ὡς ἐπὶ μηδενὶ πεπραγμένῳ· πέπρακται γάρ τι τῶν συμφερόντων τῶν μὲν ὅσοι βελτίους, εἰς κρίσιν ἐπιδόντων, τῶν δὲ ὅσοι μὴ χείρους, εἰς πόνον, τῶν δὲ ἔν τῳ λειπομένων ἴσων γενέσθαι βουλομένων. οἱ δὲ λυθέντος τοῦ συλλόγου περιιστάμενοί τε τοὺς διδασκάλους καὶ καθίζοντες ἄκοντας ἐπὶ τοὺς θρόνους καὶ μηδὲ ἀναπνεῖν ἐῶντες ὑβρισταί τέ εἰσι καὶ μικρὸν ποιοῦσι τὸν εἰρηκότα βοῶντες, ὡς ἠνώχληκεν.

`34.29–34.31`

Ἐγὼ μὲν οὖν οὔτε καθεῖλον οὔτε καθαιρήσω τἀμαυτοῦ οὐδὲ δείσω κακοδαίμονος συκοφαντίαν παιδαγωγοῦ, τούσδε δὲ τοὺς δειλούς, εἰ καὶ μήπω, ἀλλʼ ἴδοιμί ποτε γενομένους ἀνδρείους καὶ γιγνώσκοντας αὑτούς. καὶ ὑμᾶς δέ, ὦ παῖδες, ἴδοιμι μισοῦντας τοὺς ὀφείλοντας ἡμῖν δίκην. ὃ εἰ καὶ νῦν ἐν ταῖς ὑμετέραις ἦν ψυχαῖς, ἐξέρριπτʼ ἂν καὶ οὗτος ἐπὶ ταῖς βλασφημίαις. ἐφʼ ᾧ προσκυνεῖ μὲν ὁ τοῦ νέου πατὴρ τὴν Τύχην, ὡς ἐπὶ τείχει τε καὶ φρουρᾷ τοῦ τῆς Δανάης ἰσχυροτέρᾳ θαλάμου, ὁ δʼ ἐστὶν ἥμερος πρὸς τοὺς ἡδέως αὐτῷ συνδιατρίβοντας κἂν καλέσῃ τις τὸν νέον ἐπʼ ἄριστον, ἔπεμψε, κἂν ἐπὶ δεῖπνον, ἐφῆκε καὶ αὐτῷ τῷ μὴ συνδειπνεῖν εὐφραίνων τὸν ἑστιάτορα. καὶ τοιαῦτα ποιῶν καὶ τοιαῦτα ἐπιτρέπων καὶ τοιαῦτα χαριζόμενος ὅμως ἀξιοῖ φοβερὸς εἶναι τοῖς διδασκάλοις καὶ βλέπων ἄγριον ἐφέστηκεν οὐδὲν ἱκανὸν νομίζων, πᾶν ἔλαττον τοῦ προσήκοντος, ἐξ ὧν ἀηδῶς ἄν τινα διαθείη σκοπῶν, εἰσιὼν μὲν λυπῶν, ἐξιὼν δὲ χαίρειν παρέχων, φαυλίζων μὲν ᾧ χρῆται διδασκάλῳ, θαυμάζων δὲ ἕτερον, τῇ τοῦ τὸν νέον μεταστήσειν ἀπειλῇ δουλείαν ἐπιφέρων τῷ τοῦτο φοβουμένῳ. οὐ μὴν ὅ γε πατὴρ τοῦ νέου καὶ ὁμώνυμος τοιοῦτον ἠνάγκασε λόγον γενέσθαι, οὔτε γὰρ αὐτὸς ἦν κακὸς οὔτʼ ἦν αὐτῷ τοιοῦτος παιδαγωγός, ἀλλʼ ἐπιεικής, μέτριος, σώφρων, ὃν μὲν ἦγε φυλάττων καὶ ὧν ἐχρῆν ἀπείργων, τὴν τάξιν δὲ οὐ ταράττων οὐδʼ ἃ μὴ δέδωκεν ὁ νόμος, αὑτῷ διδούς, ἀλλʼ εἰδώς, τί μέν ἐστιν ὁ διδάσκαλος, τί δὲ ὁ παιδαγωγός.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: swk-dq`.
