---
title: "Orations 1–64: Oration 27 (Against Icarius I)"
title_greek: "Λόγοι 1–64, Κατὰ Ἰκαρίου Αʹ"
author: Libanius of Antioch
eul_wid: swk-dj
eul_aid: swk
canonical: "https://eulogikon.org/works/libanius-antioch-orations-oration-27-swk-dj"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:5fe432b08d2b1a506cb0d898c4a198f34ac411dbab097cc6acc319dd4bdc7897"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Orations 1–64: Oration 27 (Against Icarius I)

*Λόγοι 1–64, Κατὰ Ἰκαρίου Αʹ*

**Author:** Libanius of Antioch

**eul_wid:** `swk-dj` · [HTML page](https://eulogikon.org/works/libanius-antioch-orations-oration-27-swk-dj)

## Text

Part of [Orations 1–64](/works/libanius-antioch-orations-swk-aj)

`27`

ΚΑΤΑ ΙΚΑΡΙΟΥ Α.

`27.1`

Ἐπαίνων ἠξιωκὼς ἃ τῆς βελτίονος ἦν μοίρας τῶν Ἰκαρίῳ πεπραγμένων, οἶμαι προσήκειν μηδὲ τὰ χείρω σιγῆσαι. τὸ γὰρ δίκαιον οὕτως ἂν κατʼ ἄμφω σώζοιτο τῶν μὲν εὐλογίας, τῶν δὲ κατηγορίας τετυχηκότων, καὶ ἅμα δειχθείην ἂν ἐκ τούτων ἥκιστα κολακεύων, εἴπερ καὶ ἐν οἷς ἡμάρτηκεν εἰρήσεται. ὃ τῶν ἄλλων ὅσοι συγγεγράφασιν οὐκ οἶδα ἔγωγέ τινα πεποιηκότα, ἀλλʼ ὃν ὡς χρηστὸν ἐπῄνεσαν, μένουσιν ἐπαινοῦντες, κἂν τοὐναντίον ποιεῖν παραινῇ τὰ πράγματα, καθάπερ τῶν ἐκείνοις ἔξω τοῦ προσήκοντος γεγενημένων αὐτοὶ δώσοντες λόγον.

`27.2–27.5`

Ὡς μὲν οὖν ἢ ἔλαβεν ἢ ἐμέλλησε κατὰ τῶν νόμων Ἰκάριος, οὐδʼ οἱ πάνυ μισοῦντες αὐτὸν εἴποιεν ἄν, οὐδʼ ὡς κάλλει γυναικῶν ἐδούλευσεν οὐδʼ ὡς εἰς ὕπνον μακρὸν τὰς νύκτας ἀνάλωσε, νόσημα δὲ ἕτερον αὐτοῦ κατειλήφει τὴν ψυχήν, ὑποψία πρὸς τὰ πολλὰ τῶν καλῶς λεγομένων καὶ τὸ μήτʼ αὐτὸν εὑρίσκειν τὸ δέον τῶν τε συμβουλῶν ἀποκρούεσθαι τὰς ἀρίστας διὰ τὸ νομίζειν τὸν σύμβουλον τῶν αὑτῷ τι συμφερόντων διοικούμενον ἃ λέγοι λέγειν. καὶ ταῦτα αὐτὸς πρὸς αὐτὸν ἔφην πολλάκις ἐπιτιμῶν, ὁ δʼ ἐμειδίασέ τε καὶ οὐκ ἠρνήσατο ὡς ἄν τι χρηστὸν ποιῶν. διὰ τοῦτο ὕδατι πολλῷ γεφύρας τινὸς πλεῖστα ἀγούσης εἰς τὴν πόλιν διακοπείσης καὶ τῶν περὶ τὴν τροφὴν ἡμῶν χεῖρον ἐχόντων ἔφασκον μὲν ἐγὼ τῆς Λητοΐου ψυχῆς δεῖσθαι τοῦτο τὸ πάθος πολλὰ δὴ τοιαῦτα κατὰ τάχος ἐπηνωρθωκότος, ὁ δʼ ὕβρισέ μοι σιωπῇ τὴν συμβουλὴν οἰηθεὶς εἶναί μοι τὴν σπουδὴν οὐ τὴν πόλιν εὖ παθεῖν, ἀλλὰ τὸν ἄνθρωπον. εἰσῄει Θάλλος ὁ ἰατρὸς ὡς αὐτὸν τοῖς ἀπὸ τῆς τέχνης τὰ ἀπὸ τῆς γνώμης προστιθείς. ἔκλεισεν αὐτῷ τὰς θύρας ἐλέγξας μὲν ἐπʼ οὐδενί, πείσας δὲ αὑτὸν προδίδοσθαι. περὶ τῶν ἱπποκόμων οἷς περὶ τοὺς ἁμιλλητηρίους ἵππους ὁ πόνος, διελέχθην ἀληθῆ λέγων, ὡς ὠμὰς κλοπὰς τὰς παρʼ ἑτέρων τὰς νῦν κωλύοιεν πρότερον ταῖς φιλανθρώποις ταῖς ἑαυτῶν. ὧν γὰρ ὑφέλοιντο, τούτοις ἀπεδίδοσαν μικρόν τι παρʼ ἑκόντων λαβόντες ὅσον αὐτοῖς εἰς ἄριστον ἀρκέσαι, κλέπτης δὲ ἕτερος οὐκ ἦν φόβῳ τῷ παρὰ τούτων. ἀλλὰ νῦν, ἔφην, οἱ μὲν πέπαυνται, καὶ τὸν πεπαυκότα εἶπον καὶ ὅπως καὶ διʼ ὅτι, μεστὰ δὲ πάντα κακούργων οὐδὲν ἐπισταμένων μέτριον ἐπιτιθεμένων ἡλικίᾳ τῇ μάλιστα παρακρουσθῆναι ῥᾴστῃ. τὰ δὲ παιδία τὸ δέος τὸ τῶν οἰκιῶν ἐπὶ τὸν ποταμὸν ἄγει, ὁ δὲ ἀποπνίξας ἐπὶ τὴν θάλασσαν. τοσοῦτον τοίνυν ἀγαθὸν ἀνανεούμενος τῇ πόλει ψυχρῶν ἤκουον ῥημάτων, ὅτι ἀλλʼ αἰσχρὸν κλέπτας ποιεῖν. ὁ δὲ τὸ μὲν ῥῆμα ἐφοβεῖτο, τὸ κέρδος δὲ οὐκ ἐλογίζετο, ἀλλʼ ἐτήρησε βλάβην τοσαύτην δεδιὼς συλλαβάς. καὶ πόσῳ βέλτιον ἦν ἀλγῆσαι μᾶλλον τοῖς θανάτοις τοῖς διὰ τὰς κλοπὰς ἢ δεῖσαι τὰς ἐγγὺς παιδιᾶς κλοπὰς ἐφʼ αἷς τις ἤδη καὶ ἐγέλασεν; εἴ σοι θεῶν τις ἔλεγε πιεζομένῳ χαλεπωτάτῃ νόσῳ, ὅτι ταύτην ἑτέρᾳ αὐτὸς ἐκβαλεῖ κουφοτάτῃ τε καὶ δεινὸν οὐδὲν ἐχούσῃ, τῶν ἀτοπωτάτων καὶ τότʼ ἂν ἡγοῦ δέξασθαι τὴν ἐλάττω; οὕτως ἐστὶν Ἰκάριος φρόνιμος καὶ δύναται τὰ μὲν νοῶν αὐτός, τὰ δὲ ἑτέρῳ πειθόμενος εὐδαίμονα ποιεῖν τὸν ἀρχόμενον.

`27.6–27.8`

Ἕτερον τοίνυν ἀκούσατε. τοῦ λιμοῦ τὴν πόλιν ἡμῖν πτωχῶν ἐμπεπληκότος, ὧν οἱ μὲν ἐκ τῶν ἀγρῶν ἀνέστησαν οὐκ οὔσης αὐτοῖς οὐδὲ πόας ἔν γε χειμῶνι, οἱ δὲ πόλεις τὰς αὑτῶν καταλελοίπεσαν, καὶ βοηθείας αὐτοῖς τινος ἐκ τοῦ δικαστηρίου παρὰ τῆς Εὐμολπίου φιλανθρωπίας εὑρημένης παρακαλούμενος ὑπʼ ἐμοῦ πρὸς τὰ αὐτὰ δεινὸν εἶναι λέγοντος, εἰ τῆς ἐλάττονος ἀρχῆς ἡ μείζων ἐν τοιούτῳ καιρῷ φανεῖται χείρων, τοιαῦτα ἀκούων τὴν θαυμαστὴν ἐκείνην ἀπόκρισιν ἐποιήσατο ὁ γενναῖος ποιητής· μισεῖσθαι γὰρ ὑπὸ τῶν θεῶν ἅπαντας ἔφη τοὺς τοιούτους. οὐκοῦν φιλεῖσθαι φήσεις ὑπὸ τῶν θεῶν τοὺς πλουτοῦντας ἅπαντας; ἐν δέ γε τούτοις εἰσὶν οἵ τε καταποντισταὶ καὶ οἱ κατὰ γῆν ἐκείνοις ἐοικότες οἳ ὧν ἂν ἀποσφάξωσι τὰ χρήματα ἔχουσι. καὶ ὅλως τοὺς ἀδικωτέρους εὑρήσομεν εὐπορωτέρους. οὐδὲν οὖν ἕτερον λέγεις ἢ ὅτι φιλοῦσι τοὺς πονηροτέρους οἱ θεοὶ καὶ πένης ἅπας ἢ καὶ κατʼ ἄλλο τι δυστυχῶν ἐχθρὸς ἐκείνοις. σκόπει τοίνυν, ποῦ τὸν πατέρα τίθης, ὅταν τοιαῦτα φιλοσοφῇς, καὶ πρὸ τοῦ πατρὸς πολλοὺς ὀνομαστοὺς ἀπʼ ἄλλων τε ἀρετῶν καὶ φιλοσοφίας, εἰ μὴ καὶ Σωκράτη τὸν ἀποθανόντα κωνείῳ μεμισῆσθαι παρὰ τῶν θεῶν λέγοις. καὶ μὴν ὅτι μὲν αἱ πόλεις εἰς τὸν ἀριθμὸν ἐζημίωνται τῶν σωμάτων διὰ τὸν λιμόν τε καὶ λοιμόν, παντί που δῆλον, εἰ δʼ ἀπόλλυνται μίσει θεῶν, ἐπιχαίροις ἂν αὐτοῖς εἰκότως. χαίρειν οὖν ὁμολογεῖς ἐν τῇ ζημίᾳ τῶν πόλεων;

`27.9–27.11`

Οὐκ οἶδα δέ, ὅ τι ποιῶν ἄνθρωπος χρηστὸς ἂν παρὰ σοὶ νομισθείη, εἰ τὰς μὲν διαβολὰς ἡγήσῃ πιστάς, τοὺς δὲ ἐπαίνους ὑποπτεύσεις. πρὸς τί δὴ βλέπων τοῦτο λέγω; παῖδα τοῦτον Εὐπλόϊος καλεῖ καὶ πατέρα οὗτος ἐκεῖνον. ἧκεν Εὐπλοΐου ποτὲ γράμματα βουλόμενα τιμῶν Χαρίδημον πάνυ τυγχάνειν καὶ ἐν οἷς ἔξεστιν, εἶναί τι πλέον αὐτῷ. ταῦτα οὗτος λαβὼν τὰ γράμματα καὶ τῶν πρότερον γενομένων ἀφεῖλεν, ὥστε μᾶλλον ἢ πρόσθεν αὐτὸν ἠγνόει νομίζων ἠδικῆσθαι τοῖς γράμμασιν. ᾤετο γὰρ παρὰ τοῦδε ἥκειν ἐκεῖνα καὶ οὐ τοῦ πέμψαντος εἶναι μᾶλλον ἢ τοῦ πέμψαι πείσαντος. ἐγὼ τοίνυν οὐκ ἐπέστελλον μέν, παρὼν δὲ ἔλεγον εἰσκαλεῖν Ἀντίοχον εἰς τὴν αὐλήν, ἄνδρα ἃ φρονοίη λέγοντα κολακεύσαντα οὐδένα, λέγειν ἐπιστάμενον, ὁ δὲ ἐμοῦ καὶ ταῦτα καὶ πολλὰ ἕτερα λέγοντος καὶ οὐδὲν ψευδομένου καθάπερ εὐθὺς ἀποθανούμενος, εἰ παρακύψειε μόνον, πᾶν ἔφη πρότερον ὑπομενεῖν ἢ τοῦτο. καίτοι εἰ μὲν ὃ πεποίηκας ἐπʼ Ἀντιόχου, καλόν, κοινὸν ἔδει τοῦτʼ εἶναι· εἰ δὲ τοὐναντίον, πῶς οὐκ εἰσελθὼν ἐκάθητο πολὺ βελτίων ὢν τὸν τρόπον τῶν ἐν στρατηγίαις γεγενημένων καὶ χείρων ἡμῶν οὐδὲν τῶν ἐν τῷ διδάσκειν τοὺς νέους; ἀλλʼ οἶμαι τὰ μὲν παρʼ ἐμοῦ καὶ τοῦ ἰατροῦ δεινῶς ὕποπτα, τὰ δὲ τῶν διακόνων ἀνύποπτα, κἂν ὁ στρατιώτης εἴπῃ τι, τὸ ἔργον προστίθης. διὰ τοῦτʼ ἀρτοπόποι καθʼ ἑκάστην ἡμέραν ἐν πληγαῖς. ὁ γὰρ οὐ θεραπεύσας πολλοῖς χρήμασι Φερένικον περὶ τὸν σταθμὸν ἀδικεῖ, καὶ τὸ συμβὰν ἐφʼ ἑνὸς ἄρτου, πολλὰ δʼ ἂν τοῦτο ποιήσειεν, ἐφʼ ἅπαντας τέταται, καὶ νικᾶν δεῖ τοῦ Φερενίκου τὸ ῥῆμα. οἱ δὲ ἐμὲ τὸν πεπεικότα αὐτοὺς κατελθεῖν ἀπὸ τῶν ὀρῶν ἐν αἰτίαις ἔχουσιν.

`27.12–27.13`

Εἰμὶ δὲ καὶ παρὰ τοῖς πολιτευομένοις ἐν μέμψεσιν ἑνὸς ἐπὶ τῆς λαμπροτάτης νουμηνίας φιληθέντος τοῦ νόμου πᾶσι τοῦτο διδόντος. σὺ δὲ ἀγανακτεῖς μὲν ὡς μισούμενος, ἐξ ὧν δʼ ἂν τοῦτο γίγνοιτο, ποιεῖς. τὸ γὰρ ἕνα ἀνθʼ ἁπάντων τοῦτʼ ἐδύνατο. ὁ μὲν γὰρ οὐκ εἶχε χάριν τοῦ εἰωθότος τυχών, οἱ δὲ ἠγανάκτουν τῶν ὀφειλομένων στερόμενοι. καὶ τί δεῖ περὶ τὰ ἐλάττω διατρίβειν ἔχοντα πληγὰς εἰπεῖν πολιτευομένου πόνον ἰατροῖς παρασχούσας, ὥστʼ αὐτοὺς μηδʼ ὅτι βιώσοιτο τὰ πρῶτα δύνασθαι λέγειν; ἀνὴρ γάρ τις διὰ τὰ τῶν ἁρμάτων ὢν ἐν πενίᾳ καὶ λελειτουργηκὼς πρότερον καὶ λειτουργῶν ἐπαίετο τὸ μετάφρενον κωλυόντων μὲν παλαιῶν νόμων, κωλύοντος δὲ τοῦ νῦν τεθέντος, δίκην οὐχ ὧν αὐτὸς ἠδίκει διδούς, ἀλλʼ ὧν τινες λούμενοι Κόκκου τοὔνομα ἐν εὐφημίαις εἶχον. πῶς οὖν οὐκ ἄδικον τῆς μὲν ὀργῆς ἐκείνους αἰτίους εἶναι, τῶν δʼ ἀπὸ ταύτης Ἑρμείαν ἀπολαῦσαι; καίτοι τοῦτό γε οὐδὲ Κόκκῳ τῷ πλεῖστα τετολμηκότι τετολμημένον ἴσμεν, ἀλλʼ εἰ καὶ τὰ ἄλλα ἐμαίνετο, τοῦτό γε ἐσωφρόνει καὶ πληγαῖς τὴν βουλὴν οὐχ ὕβριζε.

`27.14`

Βούλει σοι καὶ τὴν καλὴν φυλακὴν εἴπω, τοὺς ἐν ταῖς πύλαις στρατιώτας, οἷς τὸ μὲν πρόσχημα κωλύειν πλὴν δυοῖν ἄρτοιν ἐξαγαγεῖν τὸν γεωργόν, τὸ δʼ ἔργον πωλεῖν τὴν ἐξαγωγὴν τοῖς γεωργοῖς; παρʼ ὧν μὲν γὰρ οὐκ ἐλάμβανον, οὐδʼ ὅσον ἐξῆν ἐξαγαγεῖν ἐπέτρεπον, τοῖς δὲ διδοῦσιν ἐξῆν ὁπόσον ἐθέλοιεν. ἀμελήσαντες γὰρ ὧν ἔδει πράττειν, ᾧ τὰ αὑτῶν αὐξήσουσιν ἐποίουν. σὺ δʼ εἴτʼ εἰδὼς ταῦτα οὐκ ἠγανάκτεις εἴτʼ ἠγνόεις, ἠδίκεις· τὸ μὲν γὰρ ἀμελείας, τὸ δὲ προδοσίας.

`27.15–27.16`

Τίς δʼ ἂν αὐτῷ λόγος εἴη καὶ περὶ τῶν κακῶν ἃ κοινὰ τῶν τε ἐν τῇ πόλει τῶν τε ἐν τοῖς ἀγροῖς ἐστι; λέγω τὰ περὶ τὸν χοῦν ὃν ἐκφέρειν ἀλλοτρίοις ἔδωκεν ὄνοις δέον οἰκείοις ἀναγκάζειν. ὡς μὲν οὖν βαρὺ τὸ πρᾶγμα, δηλοῖ τὰ δάκρυα τῶν ἐπὶ τοῦτο ἑλκομένων, ὡς δʼ οὐ δίκαιον, αὐτὸς τῷ κωλύσαι μαρτυρεῖ. ἄρτι γὰρ ἥκων ἡμῖν καὶ πολὺ τοῦτο εὑρὼν ἔπαυσεν εὐθὺς τὰ τοιαῦτα φορτία τὰ μέγιστα τούτῳ τὴν ἀγορὰν ὠφελῶν. ὁ δὲ δεινόν τε τὸ πρᾶγμα ἡγούμενος καὶ τῇ πόλει βλαβερὸν καὶ φάσκων ὑπὲρ τῶν τὰ τοιαῦτα κεχαρισμένων αἰσχύνεσθαι καὶ μηδʼ ἄρχοντας καλεῖσθαι δεῖν εἰπὼν αὐτὸς ἦν ὁ ταῦτα χαριζόμενος. καὶ εἰ μὲν θέρους, ἴσος ἂν ἦν ἐκείνοις, εἰ δὲ καὶ χειμῶνος, ἀδικώτερος πηλοῦ τοῦ χοῦ τοῦ μὲν εὐθὺς ὄντος, τοῦ δὲ καὶ φερομένου γιγνομένου τῶν ὄμβρων τοῦτο ποιούντων. ὅταν οὖν ὁ αὐτὸς τὸ αὐτὸ εἴργῃ τε μὴ ποιεῖν καὶ διδῷ ποιεῖν, οὐκ αὐτὸς αὑτοῦ κατέγνωκε πονηρὰ κεχαρίσθαι;

`27.17`

Βλέψον δέ, εἰ βούλει, καὶ πρὸς ἑτέραν μεταβολήν, καθʼ ἣν ὁ τά τε ἄριστα καὶ τὸ πίνειν φεύγων οὗτος, ἐν ᾧ καὶ τοὺς δυνατωτάτους λυπεῖν ἔδει, πανταχοῖ καλούμενος ἧκεν οὐκ ἐξετάζων, τίς αὐτόν ἐστιν ὁ καλῶν, ἀλλὰ πᾶς ἄξιος ἦν, ὅστις ἔχοι μνησθῆναι τάξεως. ὥσθʼ οἱ τοῦτʼ ἐγκαλοῦντες ἑτέροις οὐκέθʼ ὁμοίως εἶχον.

`27.18`

Καλὴ μὲν οὖν οὐδὲ αὕτη γε ἡ χάρις, πολλῷ δὲ ἣν ἐρῶ φαυλοτέρα. ποῦ γὰρ νῦν ὁ φαλακρὸς τέτακται; ἐν τοῖς ὑπὸ σέ. ποῦ δʼ αὐτὸν ὁ νόμος ἔταττεν; ἐν τοῖς ὑπὸ τὸν Εὐμόλπιον, δίκαια ποιῶν ὁ νόμος ἐπανάγων τὸν ἀποδράντα. πῶς οὖν τοῦτο ἐγένετο; τῷ νόμῳ μὲν πειθόμενος ἀποδεδώκεις ἂν αὐτόν, δεομένων δὲ αὐτὸν ἐν ᾧπερ ἦν ἐᾶν ὧν οἶσθα δίδως τὴν χάριν ὁ ὑπὲρ τῶν νόμων ἥκων καὶ οὐκ ἂν ἀνασχόμενος τοιούτων λόγων. γενόμενος δὲ ἐκεῖνος ταῖς ἐπαγγελίαις θρασὺς ἵστησί τέ σε βοήσας καὶ κατηγορεῖ τῶν ἐγνωσμένων καὶ δοκεῖ δίκαια λέγειν καὶ αἱρεῖ σε παρὰ σοὶ κριτῇ καὶ τῶν φόβων ἀπηλλαγμένος οὓς ἐφοβεῖτο, φοβῶν ἑτέρους διὰ τῆς πόλεως ἔρχεται, οἱ δὲ ταῦτα αὐτῷ καταπράξαντες φαιδροὶ φαιδρὸν ὁρῶσιν.

`27.19–27.29`

Οἶμαι τοίνυν τοὺς αὐτοὺς ἀνθρώπους ἀφʼ ὁμοίων λόγων καὶ τὰ περὶ τἀργύριον τὸ μικρὸν δεδυνῆσθαι, ὃ ἐθηράθη μὲν ὑπὸ τοῦ βελτίστου Κλεινίου κείμενον περὶ τὸν λιμένα πλοῦν ἀναμένον τὸν ἐπὶ Καρχηδόνος, ἐποίει δὲ ἀσθενεστέραν ἡμῖν τὴν πόλιν, ἐποίησε δʼ ἂν ἰσχυροτέραν ἀποδοθέν τε καὶ ἀναβάν. ἀεὶ μὲν οὖν τὴν ἐπιοῦσαν ἡμέραν τοῦτο ἕξειν ἐνομίζομεν, τἀργύριον δὲ ἡ πόλις οὐδὲ νῦν κεκόμισται. τὰ δὲ ἐντεῦθεν κέρδη τοῦ φάσκοντος μὲν Σελευκείᾳ βοηθεῖν, ἃ δʼ οἶδεν ὀνήσοντα Καρχηδονίους ποιοῦντος τί οἴει ταῦτα Ἀντιοχέας ἀγνοεῖν ἢ μὴ χαλεπαίνειν εἰδότας ἢ δεῖσθαι μάντεων εἰς τὸ μαθεῖν τοὺς ταύτην εἰληφότας τὴν χάριν, ἣ σοὶ μὲν ψόγον ἐνήνοχεν, οὐ γὰρ ἄλλο γε οὐδέν, δεῖ γὰρ τἀληθῆ λέγειν, ἐκείνοις δὲ καὶ λῆμμα πρὸς ὃ πάντα κεχηνότες τὸν χρόνον οὐ δεδοίκασι; σὺ δʼ ἄμεινον ἐβουλεύου τὰς πρώτας τῶν ἡμερῶν, ὅτʼ ἀπήλαυνες μὲν τὸν τοῦ παρέδρου πατέρα, ἐβουλεύου δὲ ὅπως αὐτὸν ἐκβάλῃς τὸν πάρεδρον ὡς πλειόνων ἢ προσῆκε γραμμάτων εἰσιόντων τε καὶ ἐξιόντων τῶν μὲν παρʼ ἐκείνου, τῶν δὲ παρὰ τούτου, καὶ ἦν σοι κλέος ἔκ τε ὧν ἐποίεις ἔκ τε ὧν διενοοῦ. ἔπειτα ὀστράκου, φασί, μεταπεσόντος ἀμφότεροι φίλτατοι. καὶ ἀνέῳκτο μὲν ἅπασιν ἡ θύρα γράμμασιν, ἀνέῳκτο δὲ τῷ πατρί. ἐδόκεις δὲ τοῖς ἀνθρώποις εὑρηκέναι μὲν ὃ χρῆν ποιεῖν, οὐ τολμῆσαι δὲ διὰ δή τινα φόβον. τοιγαροῦν ἐνέπλησας μὲν ἀνθρώπων τὸν στενωπὸν τοῦ πατρὸς τὸν ἔρημον, ὃν δὲ τὸ κηπίον ἔτρεφε λαχάνοις μόνοις, τούτῳ πανταχόθεν τὸ τρυφᾶν. τῶν δώρων δὲ τὰ μὲν ἀμοιβὴν ἔχει, τὰ δὲ παράκλησιν. οἱ γείτονες δὲ ὁρῶντες θαυμάζουσιν. ὁ δὲ πωλεῖ τὰς εἰς Φοινίκην ἐπιστολάς, κἄν τις τῆς σῆς ἀρχῆς δέηται, θεραπεύσας ἐκεῖνον θαρρεῖ περὶ τοῦ τέλους. οὗτος καὶ τὸ καινὸν δὴ τοῦτʼ ἔδειξε. Κάλλιππον δοκοῦντα ἄρχοντι νοῦν τε ἔχειν καὶ νήφειν καὶ δύνασθαί τι τῶν τῆς πόλεως ἐπανορθοῦν τὸν ὑπὸ τῆς ὑπωρείας πίνοντα ἕωθεν πολλῶν ὁρώντων, ἔπειτα ὀρχούμενον, ἔπειτα πίνοντα, πάλιν δὲ ὀρχούμενον, τὸν εἰ πόρνας διαλλάξειε μαχομένας μέγα ποιούμενον, οὗτός ἐστιν ὁ πείσας, οὗτος ὁ ἐξαπατήσας. σὺ δὲ ἀκούσας, ὡς ἀγαθὸς ἐκεῖνος, εὐθὺς ἐπίστευσας ὑπερβὰς βάσανον δεινὴν ἀνδρὸς ἐπιδεῖξαι φύσιν. τίνα ταύτην; τὴν περὶ τὰ αὑτοῦ πρόνοιαν. καὶ οὐκ ἠρώτησας παρʼ ὧν ἂν τἀληθὲς ἔμαθες· ὁ δὲ ἄνθρωπος οὗτος, εἰ καὶ μὴ προσέθηκε τοῖς πατρῴοις χρήμασιν, αὐτά γε ἐκεῖνα διέσωσεν; ἤκουσας ἂν πάντα πεπραμένα, πάντα ἀνηλωμένα, πάντα διʼ αἰδοίων τε καὶ γαστρὸς οἰχόμενα. μὴ γὰρ δὴ τῶν ὡς κατελειτούργησε τὴν οὐσίαν λεγόντων ἀνέχου. οὗτος γάρ ἐστιν ὁ καὶ τῇ τοῦ βασιλέως φιλανθρωπίᾳ κακῶς χρησάμενος ἐπὶ τῆς αὐτῆς ἡμέρας κομισάμενός τε καὶ ἀποδόμενος τοὺς ἀγροὺς καὶ μικροῦ τὴν τιμὴν ἅπασαν αὐτοῦ καταφαγών. ἢ καὶ τότε ἐλειτούργει τῇ πόλει; καὶ τὴν Λαΐδα ἀντὶ τοῦ Διὸς λογιεῖσθε; τὸν οὖν αὑτὸν γυμνώσαντα ὧν παρειλήφει καὶ πολλὰ μὲν δεδανεισμένον, μικρὰ δὲ ἀποδεδωκότα, τῶν δʼ ἀγοραίων πολλοῖς αἴτιον θανάτου γενόμενον τὰς τιμὰς ὧν ἤσθιε δώσειν μὲν αὐτοῖς ὑπισχνούμενον, δόντα δὲ οὐδέποτε, ὃ δὴ καὶ τελευτῆς ἐπιθυμῆσαι τοὺς ἀνθρώπους κατηνάγκασε, τοῦτον οὖν κύριον ποιεῖς τοσούτων ἐθνῶν καὶ οὐ δέδοικας μὴ τοῦτο πύθηται βασιλεύς, ὅτι ἐπὶ Καλλίππῳ τὰ τῶν ὠνίων γεγένηται σοῦ ταῦτα ψηφισαμένου; σὺ μὲν οὖν ἀνεπείσθης ἀγαθὸν εἶναι τὸν κακόν, ἃ δʼ εἶπον ξένοι τινὲς πρῴην ἥκοντες, δεῖ σε μαθεῖν. λεγομένων γὰρ παρʼ ἐμοῦ περὶ σοῦ λόγων βελτιόνων, ὅπερ εἰώθειν ποιεῖν, ἀλλʼ ἡμεῖς, ἔφασαν, ἐσμὲν δὲ ἀστυγείτονες, σὲ μὲν αἰδούμεθα, τοὺς ἐπαίνους δέ σοι τούτους ἐξαλείφει Κάλλιππος. οὐ γὰρ ἂν κακὸς ὢν ἤρεσκεν ἀγαθῷ, εἴπερ ἦν ἀγαθὸς Ἰκάριος. ὡς δὲ ἐκεῖνος κακός, ἔδειξαν αἵ τε καθʼ ἡμέραν πληγαὶ καὶ τὸ πλῆθος τούτων καὶ τὸ μέγεθος καὶ τὸ διὰ πάντων. καίτοι μέρος γε παρὰ σοῦ τὸ τῶν ἀρτοπόπων παρειλήφει, ὁ δʼ αὑτῷ τὰ ἄλλα ἐδεδώκει καὶ πάντων ἧπτο καὶ πάντας ἀπώλλυ πλήττων ἄνευ νοῦ καὶ ὧν οὐδεπώποτε εὐθύναι γεγόνασι, ταῦτα ἄγων εἰς λόγον καὶ τὰ μὴ δυνατὰ κελεύων ἐν γράμμασι τοὺς καπήλους ἐλάττονος ἕκαστον ἢ ἦσάν γε ἐωνημένοι πωλεῖν, ὃ μανίαν ἄμεινον ἢ μωρίαν προσειπεῖν. καίτοι εἴ τις αὐτὸν ἔροιτο· τοῦ χάριν τὸν ἄλλον χρόνον οἴκοι κρυπτόμενος νῦν ἀξιοῖς ἀστράπτειν, ὁπότʼ εἰ καὶ πρότερον τοῦτʼ ἔδρας, ἦν σοι καιρὸς πεπαῦσθαι; τί ἂν ἀποκρίναιτο ἢ ὅτι τότε μὲν τὸν πιστεύσοντα οὐκ εἶχε, νῦν δὲ εὗρε. τίνι οὖν οἴει καταρᾶσθαι τοὺς ἀδικουμένους; ἐγὼ μὲν οὐκ ἂν εἴποιμι, δῆλον δέ ἐστιν ἅπασι. καὶ γὰρ οὐδὲ εἷς ἐστιν ὁ Κάλλιππος οὗτος, ἀλλὰ καὶ τῶν οἰκετῶν ἕκαστος, πολλοὶ δὲ οὗτοι. καὶ οὗτοι τοίνυν Κάλλιπποι οἱ τοὺς παριόντας καλοῦντές τε ἐπὶ τὰ πωλούμενα καὶ κελεύοντες ἁρπάζειν, ἐξεῖναι γάρ, ὁ δὲ πωλῶν ἕστηκεν ἐκπεπληγμένος τὼ χεῖρε συμπλέξας σιγῇ θρηνῶν, ὡς μὴ πάθοι τι δεινότερον. καὶ τὰ πλείω τῆς τραγῳδίας ταύτης, τοῦ τήν τε θυγατέρα ἔχοντος αὐτοῦ καὶ συνόντος καὶ συνημμένου πάντα ἐστὶ κακουργήματα ἐνδεικνυμένου τοῖς ἀδικουμένοις, ὅτι καὶ αὐτῷ τι δοτέον. οἱ δὲ διδόασιν ἀμφοτέροις. ἢ πόθεν οἴει τὸν ἄπορον Κάλλιππον ἑστιάτορα εἶναι λαμπρὸν πειρώμενον οὐδὲν ὄντα ἀποφῆναι τὸν Ῥωμαῖον ἐκεῖνον ἀπʼ αὐτῶν τῶν φασιανῶν ἀρξάμενον;

`27.30–27.32`

Πάντα ταῦτα, Ἰκάριε, κλοπαὶ ἢ εἰ βούλει γε, μισθὸς παρὰ μὲν οὔπω πληγέντων τούτου, παρὰ δὲ τῶν τοῦτο παθόντων τοῦ μὴ χαλεπώτερα. σὲ δὲ τούτων οὐδὲν εἰς ὀργὴν ἄγει διὰ τοὺς ἐπᾴδοντας, οἳ μεγάλοι μὲν ἦσαν ἐπὶ τῆς ἀρχῆς Κόκκου, μεγάλοι δὲ νῦν οὐ ταῦτα ἡμῶν ἐλπισάντων, ἀλλὰ μικροὺς μὲν τοὺς τότε μεγάλους, ἐν τιμαῖς δὲ ἔσεσθαι τοὺς τότε ὑβριζομένους. σὺ δὲ ἑκατέροις τὰ πρόσθεν ἐφύλαξας, τοῖς μὲν τὸ δύνασθαι, τοῖς δὲ ἃ τότε εἶχον, καὶ τοὺς μὲν λογισμοῖς ἐφίστης λημμάτων παρέχων ἀφορμάς, οἱ δὲ οὐ δυνηθέντες ἐπαινέσαι Κόκκον, κἂν τὰ ἄριστα λέγωσιν, ἐκβαλλόμενον αὑτοῖς ὁρῶσιν ὑπὸ τοῦ σοῦ προσώπου τὸν λόγον. καὶ ταῦτα ἆθλον Εὐρυβάτῳ τῷ πολιτευομένῳ τῶν πόνων οὓς περὶ τὰ γράμματα τἀν τοῖς τοίχοις ἤνεγκε τὰ μὲν ἀναιρῶν, τὰ δὲ ἀντεγγράφων οὐ πάνυ βουλομένων τῶν ταῦτα κελευομένων οὐδʼ οὐκ ὄντων ἐν τούτοις τινῶν φόβων τῷ καταναγκάζοντι. τὸ δὲ ἔτι μεῖζον, οὓς ὀφείλειν ᾤου σοι δίκην ὧν ἑτέρῳ χαριζόμενοι τοῖς σοῖς ἐπεβούλευον, τούτους ἐποίησας κυρίους εὐθυνῶν πλουτίσαι δυναμένων. πῶς ταῦτα οὐκ ἀποπληξίας, ὅταν ὁ μὲν κολασθῆναι δίκαιος εὖ πάσχῃ, κακῶς δὲ ᾧ χάρις ὠφείλετο; ποῦ δὲ ἐκεῖνο καλὸν παρὰ μὲν Ἁρμοδίου τοῦ συνδίκου τῆς πόλεως ὑπὲρ τῆς πόλεως γίγνεσθαι λόγους, ἀκούειν δὲ αὐτὸν μηδέν, ἀλλὰ δοκεῖν ἐκεῖνον φλυαρεῖν; τὸ δὲ μηδὲ τὸν καλοῦντά σε δῆμον ἐπὶ τὰς θεωρίας ἀκούειν ὡς ἥξεις, καὶ ταῦτα ἥξοντα οὐ καλόν. παρὰ τίνος ἔμαθες, ὅτι σιγὴ συμφέρον ἀρχῇ, κἂν φωνὴν ἀπαιτῇ τὰ πράγματα; ἐγὼ μὲν γὰρ τὸ πέρα τοῦ μετρίου φεύγειν οἶμαι δεῖν ἐφʼ ἑκατέρου. σὺ δὲ στήσας τοὺς ὀφθαλμοὺς δόξαν μὲν παρίστης λόγου, λέγεις δὲ οὐδʼ ὁτιοῦν. ὁ δʼ εἰρηκώς τι πρὸς σὲ μάτην εἰπὼν ὅπερ εἶπεν, ἀπῆλθεν.

`27.33–27.34`

Ἀλλὰ τοὺς λόγους ταῖς τιμαῖς ὠφέληκας. αἱ τιμαὶ δὲ τὸ πᾶσι τὰ ὦτα τοῖς βουλομένοις παρασχεῖν. καὶ τίς αὕτη τιμὴ τὸ τῶν ἴσων τοὺς οὐκ ἴσους τυγχάνειν; ὁ γὰρ τῶν αὐτῶν τούς τε χείρους τούς τε βελτίους ἠξιωκὼς ταῖς οὐ δικαίαις τιμαῖς τὰς δικαίας ἔβλαψεν. οὐ γὰρ ἔτʼ ἐστὶ τηλικοῦτον τὸ προσηκόντως δοθέν, ἡλίκον ἂν ἦν, εἰ ἐν τοῖς ἀξίοις ἵστατο. ποιήσομεν γὰρ τῷδε τῷ λόγῳ κοινὸν μὲν ἐν Πίσῃ τὸν στέφανον τῶν τε νενικηκότων καὶ τῶν ἡττημένων, κοινὰ δὲ ἐπὶ τροπαίοις τὰ γέρα τῶν τε ἠριστευκότων τῶν τε οὐδὲν τοὺς πολεμίους λελυπηκότων. ποία τοίνυν ἡδονὴ τοῖς εἰκότως τὰς ἀμοιβὰς λαβοῦσι μετὰ τῶν οὐκ εἰκότως τοῖς αὐτοῖς κεκοσμημένων; πάνυ γε οὗτοι τοῦ ταλαιπωρεῖν ἐπιθυμήσουσιν ἐπὶ τοιούτῳ καρπῷ. οὐκοῦν χείρων μὲν ἐντεῦθεν ὁ ἀθλητής, χείρων δὲ ὁ στρατιώτης φεύγοντες τὴν οὐδὲν πλέον αὐτοῖς φέρουσαν ταλαιπωρίαν.

`27.35–27.36`

Πῶς οὖν αὐτὸς ἡμῖν τῇ περὶ τὰς ἀκροάσεις ταύτας ἀκολασίᾳ τὸ χρῆμα τῶν λόγων ηὔξηκεν; ἐγὼ μὲν γὰρ αὐτοὺς εἰς ταπεινὸν ἡγοῦμαι κατενηνέχθαι παντὸς τοῦ βουλομένου τοῖς αὑτοῦ λήροις ἡμέραν εὑρισκομένου, σὺ δὲ φιληκοΐαν τοῦτο καλεῖς καὶ σπουδὴν περὶ λόγους καί μοι φαίνῃ μετὰ τὴν τοῦ Ἀπόλλωνος κιθάραν ἐλθὼν ἐπὶ τὰς τουτωνὶ τῶν ἐν τοῖς καπηλείοις προσαιτούντων ἀξιῶσαι ἂν καλεῖσθαι φιλόμουσος. εἶτʼ οὐχ ὁρᾷς, ὡς εἰ τοῦτο καλόν σοι, καλὸν καὶ σκυτοτόμου σε καὶ χαλκέως ἐπὶ δεῖπνον καλοῦντος ὑπακούειν καὶ ἐλθόντα κατακείμενον δειπνεῖν καὶ εἶναι τὸν αὐτὸν ἐφʼ ἁπάσης τραπέζης; ἢ τὸ μὲν φευξόμεθα διὰ τὴν τῶν καλούντων τύχην, τὴν δὲ τούτων ἀηδίαν ἀγαπήσομεν; οὐκ οἶσθα τὸν ἐφʼ ἑκάστῳ τῶν εἰρηκότων γενόμενον γέλωτα, εἰ οἱ μὲν ὄντες τοιοῦτοι πρὸς ἐπιδείξεις ἧκον, σὺ δʼ ὑπετίθεις σαυτὸν τοῖς τοιαῦτα φέρουσιν, ὧν ἀπελθών, ὡς ἀκούω, καὶ αὐτὸς κατεγέλας; καίτοι πολλῷ βέλτιον ἀπωθεῖν ἐνοχλοῦντας ἢ τοῖς εἰρημένοις ὑβρισμένον εἶτα τῶν λόγων κατηγορεῖν.

`27.37`

Ἔτι τοίνυν τῶν μὲν ἤκουσας, τῶν δὲ οὐκ ἠξίωσας ὄντων οὐδὲν ἐκείνων φαυλοτέρων, ὥστε σοι καὶ τὸ τῆς ἀνωμαλίας ὄνειδος προσγενέσθαι. πῶς οὖν τοῦτο συνέβη; σὺ μὲν αὖθις ἂν ἐκαθέζου, τὸ δὲ μὴ τούτους εἰπεῖν τοῖς εἰποῦσιν ἔδοσαν ὧν ἀκολουθεῖς τοῖς νεύμασιν. ἐφʼ ᾧ δʼ ἂν καὶ συγκαλύψαιτό τις, εἴπερ εὔνους εἴη σοι, πᾶν γὰρ τὸ δειχθὲν εὐθὺς ἦν ἐν αἰτήσει, καὶ ὅσον ἐγελάσθη, καὶ πολλοὶ πόδες ἐπὶ τὸν ἄρτι πεπαυμένον οὐκ ἐῶντες ἀναπνεῖν, εἰσπράττοντες, ἄγχοντες, ὡς οὐδʼ ἀριστᾶν ἀνεξομένου σου πρὶν λαβεῖν. οὕτως οὓς εὗρες ἐν δόξῃ τῆς οὔσης αὐτοῖς ἐν οἷς ἐποίεις ἀπεστέρεις. θαυμαστός γε ἡμῖν ἥκεις τοῖς λόγοις ἐπίκουρος, ὃς καὶ τοὺς σιγᾶν τὸν ἄλλον εἰδότας χρόνον ἐξέμηνας καὶ ζητεῖν ἔχειν ἃ τέως οὐκ ἠξίουν, ἐποίησας.

`27.38`

Ἔπειτα φὴς πάντʼ εἶναί σοι μικρὰ πρὸς ἐμὲ καὶ τὸν σαυτοῦ πατέρα ἐν ἐμοὶ νομίζειν ὁρᾶν. τοῦτον δὲ οὗτος τὸν πατέρα διὰ νόσου μέγεθος τμηθέντα φλέβα καὶ τυχεῖν οὐ δυνάμενον ὕπνου πολλῆς χρῄζοντα παραμυθίας διʼ οὐδενὸς ἐπεσκέψατο τῶν φίλων, ἀλλʼ οὐδὲ τῶν διακόνων. οὐδʼ αὖ προπεμπόμενος εἶπέ τι τοιοῦτον πρός τινα τῶν ἐμῶν ἐπιτηδείων, ὃ τοῦ πολλάκις ἐκεῖνα εἰπόντος ἦν. ἀλλʼ ἀπελθὼν εἰς Φοινίκην ἕπεμψας ἐπιστολὴν ψόγον τῆς ἡμετέρας, ἣ τὰ μὲν τῶν τοὺς ἁμαρτάνοντας πειρωμένων κατέχειν ἐποίησε, δῆσαι δὲ οὐκ ἐδυνήθη.

`27.39–27.42`

Καὶ μὴν καὶ ἐν ἐκείνῳ γε σαυτῷ μάχῃ· μισεῖς μὲν γὰρ τὴν ἡμετέραν ὡς οὐ μισοῦσαν Κόκκον, αὐτὸς δὲ ἐκεῖνον μόνον οὐ προσεκύνησας. οὕτως ἐν τῇ θεραπείᾳ παρῆλθες τὰ νενομισμένα διδάσκων Βηρυτὸν μηδενὸς ὧν ἔπαθε μεμνῆσθαι. καὶ τοῖς μὲν ἄλλοις θαυμαστόν τι τοῦτʼ ἐφάνη, ἐμοὶ δὲ ἐλπὶς ἐβεβαιοῦτο πάλαι σου τὰ ʼκείνου καὶ τιμῶντος καὶ φυλάττοντος καὶ πεπηγέναι βουλομένου, ὥστʼ οὐκ οἶδʼ ὅ τι ἂν αὐτῷ πλέον παρὰ τοῦ γεγεννηκότος ὑπῆρχεν, εἰ ὁ τὴν ἀρχὴν ἐκδεξάμενος ἐκεῖνος ἦν. τοιγαροῦν ἄφωνοι πάντες οἱ τὰς κατηγορίας ἐν ταῖς χερσὶν ἔχοντες οὕτω δὴ πολλοί τινες ὄντες, ὡς μικρὸν ἂν ἀποφῆναι τοῦ δικαστηρίου τὸ μέτρον. ἀλλʼ ἐνέφραξε τὰ στόματα τούτοις ὁ τοῦ προσλήψεσθαί τι κακόν, εἰ μὴ σιγῷεν, φόβος. καὶ τὰ πολλὰ ἐκεῖνα τραύματα διὰ τὸν χρηστὸν Ἰκάριον ἔμεινεν ἀθάνατα. φήσει παρὰ τῶν ἐν τῷ βασιλείῳ δυνατῶν ταῦτα ἀκηκοέναι. τουτὶ δὲ λέγων, διʼ οὓς ἠδίκηκε, λέγει, βέλτιον δὲ ἦν ἔχειν αὐτὸν λέγειν, ὡς οὐδὲν ἠδίκηκε. μέλειν μὲν οὖν ἐκείνοις ἐκείνου φαίην ἄν, ἔδει δὲ τὸν ἀκούοντα λέγειν ἁπλοῦν τινα λόγον, ὅτι τὰ μὴ δίκαια παύσων, ἀλλʼ οὐκ ἰσχυρὰ ποιήσων πέμπομαι. τὸν δʼ ἀκούω διὰ πάσης ἀδικίας ἀφῖχθαι καί μοι κάλλιον ἰδιωτεύειν ἢ οὕτως ἄρχειν. τί δʼ ἂν καὶ δεινὸν ἔπαθες ἥκων μὲν ἐπὶ τὴν ἀρχήν, λύων δὲ ὅσα ἐξῆν τῶν Κόκκου; βραχὺν ἂν τῆς ἀρχῆς τὸν χρόνον τοῦτο ἐποίησε. καλῶς. ἀλλʼ ἐπαινούμενόν γε. ἔστι δὲ ἄμεινον μιᾶς ἡμέρας ἀρχὴ τὸ δίκαιον ἔχουσα ἢ τὸ πάντα τὸν βίον ἄνευ τούτου κατειληφέναι τὸν θρόνον. ἀλλʼ ὁ τῇ λύπῃ περὶ τῶν εἰς Γερμανὸν ἀπολογούμενος ἡμῖν Φοίνικα πολιτευόμενον ἑκόντα ἐν τῷ λειτουργεῖν μεμενηκότα μικροῦ νεκρὸν ταῖς πληγαῖς ἔδειξε. τί ἐγκαλῶν; τὸ μὴ μετʼ ἄλλων ἥκειν. εἰ δὲ μόνος τοῦτʼ ἐδύνατο ποιεῖν, τῆς δὲ τῶν ἄλλων τὸ πρᾶγμα πενίας μεῖζον ἦν; εἰ δὲ ἔφευγον τὴν οὐκέτι πόλιν Ἔμεσαν; εἰ δὲ ἐκρύπτοντο μένοντες; σὺ δὲ πόλιν μὲν τοιαύτην καὶ τοσαύτην ἀπολωλυῖαν οὐ δακρύεις οὐδʼ εἰ καὶ μὴ πάντα, μέρος γε ἕν τι τῶν ποτε ὄντων ἀγαθῶν ἀποδίδως, τὸν δὲ ἕνα τύπτεις παρὰ τοὺς νόμους καὶ προλέγεις ἅπασι· μὴ λειτουργεῖτε, μὴ πολιτεύεσθε, μὴ βουλεύετε, χωρεῖτε ἐπὶ ζώνας ἢ μείζονας ἢ ἐλάττονας.

`27.43`

Οἵοις δὲ καὶ τὴν Ἀντιόχου πόλιν ἐτίμησας ῥήμασιν. ὁ μὲν κομίζων τὴν φιλάνθρωπον πρόσρησιν ὁ πευθὴν Οὐράνιος ἦν, ἤκουε δὲ λέγοντος μάλα ἐντεταμένως, τὰ ῥήματα δὲ ἦν, ὅτι μισοῖ πάντας ἐφεξῆς. ὢ τῆς ἀνοίας. βοᾷς ἃ κρύπτειν ἔδει καὶ τῶν κατὰ σοῦ τὰ δυνάμενα λαθεῖν ἐξαγορεύεις καὶ διδάσκεις πόλιν οὕτω μεγάλην μισεῖν σε. τὸ γὰρ αὐτὸ δήπου ποιήσει καὶ ἡ πόλις. καὶ μὴν ἄρχοντος μὲν τὸ τοὺς ἀρχομένους εὖ ποιεῖν, οὓς δὲ μισεῖ τις, οὐκ εὖ ποιεῖν, ἀλλὰ κακῶς ἀνάγκη. κακῶς ἄρα ποιεῖς τῶν ἀρχομένων τινάς, τὸ δὲ καὶ τίνας ὄντας ἀφείσθω τανῦν.

`27.44`

Λέγε τοίνυν καὶ πρὸς τοὺς ἀπαντῶντας ταὐτό, ὅτι μισοίης τε ἕκαστον καὶ ἡδέως ἂν ἐπύθου τεθνεῶτας ἅπαντας. ἔχοις δʼ ἄν, εἰ βούλοιο, καὶ προστιθέναι τοῖς ἀνθρώποις καὶ γῆν καὶ οἰκοδομήματα καὶ ὑποζύγια καὶ πηγάς, οὕτω γάρ σοι τὸ μῖσος ἔσται λαμπρότερον, καὶ πρός γε τοὺς οἰκείους, ὅταν οἴκαδε ἐπανέλθῃς, μετὰ τῶν ἄλλων τῶν περὶ τῆς ἀρχῆς λόγων ἔστω καὶ τοῦτο καὶ εἰ βούλει γε, πρῶτον.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: swk-dj`.
