---
title: "Orations 1–64: Oration 22 (On Hellebichus)"
title_greek: "Λόγοι 1–64, Εἰς Ἑλλέβιχον"
author: Libanius of Antioch
eul_wid: swk-de
eul_aid: swk
canonical: "https://eulogikon.org/works/libanius-antioch-orations-oration-22-swk-de"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:584dde256f0fbab687ec82d3dfca67ee2904deef43d1bcdfc98a6352a0e65f34"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Orations 1–64: Oration 22 (On Hellebichus)

*Λόγοι 1–64, Εἰς Ἑλλέβιχον*

**Author:** Libanius of Antioch

**eul_wid:** `swk-de` · [HTML page](https://eulogikon.org/works/libanius-antioch-orations-oration-22-swk-de)

## Text

Part of [Orations 1–64](/works/libanius-antioch-orations-swk-aj)

`22`

ΕΙΣ ΕΛΛΕΒΙΧΟΝ.

`22.1–22.3`

Εἰσί τινες, οἳ τοῦθʼ ἓν μέγιστον ἀγαθὸν ἀνθρώπῳ νομίζουσι χρήματα καὶ τὸ πλουτεῖν καὶ διὰ τοῦτο κἂν διʼ ἐπιορκίας τουτὶ λαβεῖν οὐκ ἀποκνοῦσιν, ἀλλʼ εἰ καὶ πείσονταί τι κακὸν ἐντεῦθεν ὕστερον, οὐκ ἀποτρέπονται. ἕτεροι δέ γε βούλοιντʼ ἂν ἐπαινεθῆναι μᾶλλον ἢ πάνθʼ ὅσα ἐν ἀνθρώποις ἔνι χρήματα κεκτῆσθαι καὶ τοῦθʼ ὁμολογοῦντες οὐκ αἰσχύνονται. οἱ δὲ τοῦ μὲν αὐτοῦ τὴν ἴσην ἔχουσιν ἐπιθυμίαν, προσποιοῦνται δὲ μηδὲν ἐπαίνων δεῖσθαι. κακοὺς τοίνυν ἀμφοτέρους ἡγούμενος ὅσοι τε τὸ πλουτεῖν πρὸ ἐπαίνων ποιοῦνται καὶ ὅσοι μεῖζον ἡγούμενοι τοὺς ἐπαίνους οὔ φασιν οὕτως ἔχειν, ἄνδρας ἀρίστους ἡγοῦμαι τοὺς μήτʼ ἀγνοοῦντας ὅσον ἐστὶν ἔπαινος χαίρειν τε τῷ πράγματι λέγοντας, ὥστε καὶ ἐπαγγέλλειν παρὰ τῶν δυναμένων λέγειν. ὧν ἕνα τοῦτον εἰδὼς τὸν θαυμαστὸν Ἐλλέβιχον νῦν οὐκ αἰτοῦντι τοῦτο παρέξω πρότερον ᾐτηκότι δεδωκώς. οἶμαι γὰρ αὐτὸν καὶ διὰ τὸ πεπεῖσθαί με τὰ παρόντα ἐπαινέσαι σεσιγηκέναι τε καὶ μὴ τὸ πρότερον πρὸς ἐμὲ πεποιηκέναι. ἀηδὲς μὲν οὖν παρελθόντων μεμνῆσθαι κακῶν· ἃ γὰρ μηδὲ συμβῆναι τὴν ἀρχὴν ἔδει, σιγᾶσθαι, φαίη τις ἄν, προσῆκεν. ἀλλʼ ἐπειδήπερ οὐκ ἄν τις ἴδοι τὴν βοήθειαν καλῶς μὴ τῶν δεινῶν ἃ τῆς βοηθείας ἔχρῃζε, πρὸ αὐτῆς εἰρημένων, τῆς ἀνάγκης ἡ μνήμη δήπου γίγνεται.

`22.4–22.11`

Χρημάτων ἐδέησε βασιλεῖ πρὸς τὴν τῶν ὅλων σωτηρίαν καὶ μάλιστα δὴ τῷ μὲν εἰς ἔτος δέκατον, τῷ παιδὶ δὲ πέμπτον τῆς βασιλείας προϊούσης. νόμος δὲ ἐν τοῖς τοιούτοις χρόνοις χρυσὸν ἰέναι παρὰ τῶν κρατούντων εἰς χεῖρας τοῖς στρατιώταις. τῶν τοίνυν περὶ τῶν χρημάτων γραμμάτων ἀνεγνωσμένων ἔδει μὲν ἡδεῖαν τότε ἀνθρώποις γενέσθαι τὴν ἀκοὴν καὶ προθυμίαν περὶ τὴν εἰσφορὰν τοσαύτην, ὥστʼ εὐθυμίαν ἐνεγκεῖν τῷ βασιλεῖ τὴν ἐνταῦθα ἑτοιμότητα, οἱ δὲ πρὸς τοῦθʼ ἧκον ἀτοπίας, ὥστʼ ἐξέπεσόν τε αὑτῶν καὶ φρονεῖν οὐκέτʼ εἶχον, ἃ μὲν ἔδει δοῦναι καθορῶντες, ἃ δʼ ἀντὶ τούτων ἦν ἔχειν, οὐδὲ λογιζόμενοι. καὶ πρῶτον μὲν ἐγγὺς τοῦ θρόνου καὶ τῶν τοῦ ἄρχοντος ὀμμάτων φωνὴν ἔρρηξαν στασιαστικήν, σχῆμα μὲν ἔχουσαν ἱκετείας, ἔργον δὲ ἀπειθείας. ὥσπερ γὰρ ἐν τοῖς μεγίστοις κακοῖς τοὺς θεοὺς εἰώθαμεν καλεῖν δεόμενοι βοηθεῖν, οὕτω τότε τὸν θεὸν οἱ βοῶντες σφᾶς ἐλεεῖν, ὡς εἰς τὸ πράττειν ἀξίως ἐλέου παρὰ τῶν γραμμάτων ἀφιγμένοι. ὄντος δὲ οὐδὲ τούτου φορητοῦ πολὺ δεινότερον τὸ ἐπὶ τούτῳ. μετὰ γὰρ δὴ τῶν ῥημάτων ἐκείνων ἐπὶ τὴν πρὸ τοῦ δικαστηρίου στοὰν ποιησάμενοι τὴν ἔξοδον καὶ τὴν βοὴν ἐπιτείναντες καὶ γυμνωθέντες τῶν χλαμύδων καὶ τὸ οὔπω κεκινημένον ταῖς δεξιαῖς κινοῦντες παρακαλοῦντες εἰς κοινωνίαν ὧν ἐτόλμων, ἐλθόντες ἐπὶ τὸ πλησιάζον βαλανεῖον κάλους ὧν ἐξήρτηντο τὰ τὸ φῶς ἐν νυκτὶ παρέχοντα, μαχαίραις ἐξέκοπτον δεικνύντες, ὅτι δεῖ τὸν ἐν τῇ πόλει κόσμον ταῖς αὐτῶν βουλήσεσιν ὑποχωρεῖν καὶ ὡς ὁ μὲν νόμος οὐδέν, τὸ δὲ ἐκείνοις δοκοῦν μέγα. τοιούτου τοίνυν ᾀσθέντος προοιμίου μετὰ ῥημάτων ἑτέρων, ἃ κέρδος ἂν ἦν μοι μὴ ἀκηκοέναι, τὸ μὲν τὰ εἰωθότα ταῦτα ποιεῖν καὶ ταράττειν καὶ συγχεῖν τἀν τοῖς ἐργαστηρίοις μικρόν τε καὶ ἀνάξιον τῆς αὑτῶν ἀνδρίας ἡγήσαντο, βλέψαντες δὲ εἰς τὰς πολλὰς τὰς ἐν ταῖς σανίσιν εἰκόνας βλασφημίας πρὸ λίθων ἐπʼ αὐτὰς ἀφέντες ἐπὶ μὲν ταῖς ῥηγνυμέναις ἐγέλων, πρὸς δὲ τὰς ἀντεχούσας ἠγανάκτουν. ἔπειθʼ ἡγούμενοι τὰς ἐν τῷ χαλκῷ τιμιωτέρας καὶ τὴν εἰς ἐκείνας παροινίαν ἀφορητοτέραν δραμόντες ἐπʼ αὐτὰς ἅμα σχοινίοις περιθέντες τοῖς αὐχέσι καταβαλόντες εἷλκον, οἱ μὲν οὐ διατεμόντες, οἱ δὲ καὶ τοῦτο ποιήσαντες. καίτοι περὶ μὲν τοῦ πατρὸς ἴσως ἂν εἴποιεν τὸ χρυσίον, Ἀρκαδίῳ δὲ τί ἄν τις ἐγκαλέσειε; τῷ δὲ μετʼ ἐκεῖνον τί; τῇ δὲ τούτων μητρί; τῷ δὲ τοῦ βασιλέως πατρί; περὶ ὧν οὐκ ἔστιν εἰπεῖν, ὡς μετεῖχον τῶν περὶ τὴν φοράν. παραδόντες τοίνυν τοῖς παιδαρίοις ἐν τοῖς οὕτως αἰδεσίμοις παίζειν ἐχώρουν αὐτοὶ μετὰ πυρὸς ἐπʼ οἰκίαν ἀνδρὸς ἀδικοῦντος μὲν οὐδέν, δοκοῦντος δὲ τοῖς οὐ βουλομένοις ἀκούειν τῶν γραμμάτων, καὶ τὰ μὲν ἔκαον, τὰ δὲ διενοοῦντο, ὧν ἦν τὰ βασίλεια. καὶ εἰ μὴ τόξα τε καὶ τοξότας ἰδόντες ἔδεισαν, κρεῖττον ἂν ἦν ἢ κωλυθῆναι τὸ πῦρ ὡς ἐπὶ πλεῖστον ῥέον. περὶ τοίνυν τὸ μέσον τῆς ἡμέρας μετάμελός τε εἰσῄει τοὺς μανέντας καὶ κοινὸς ἦν ὁ φόβος τῶν τε ἠδικηκότων τῶν τε οὐχ ἁμαρτόντων, ὡς ἐν τοῖς τοιούτοις κακοῖς κοιναὶ τῶν πόλεων αἱ δίκαι καὶ τὸ τῆς ὀργῆς ἀμφοτέρους ὁμοίως ἐπέρχεται τούς τε ἐν ταῖς αἰτίαις τούς τε πόρρω τῶν ἐγκλημάτων. ἤδη δὲ τῶν ἀγγέλων ἐξεληλυθότων καὶ τῶν πραγμάτων δηλούντων ἃ δεῖ προσδοκᾶν, καὶ τῶν μὲν δαίμονας αἰτιωμένων, τῶν δὲ ἀλλήλους, πάντων δʼ ἑαυτοὺς θρηνούντων καὶ γυναῖκας καὶ τέκνα καὶ στέγας ἓν ἐδόκει μόνον ἔχειν τὴν σωτηρίαν, ἡ φυγὴ καὶ τὸ ζητεῖν ἄλλην γῆν. τοῦ μὲν οὖν λεὼ τὸ πλεῖον μετανίστατο, τὴν βουλὴν δὲ τὸ ἄρχον ἀπειλαῖς ἐπειρᾶτο κατέχειν. νέοι δὲ οἱ περὶ ἡμᾶς τε καὶ τοὺς λόγους οὐδὲν πρὸς οὐδένα εἰπόντες ἐκποδὼν εὐθὺς ἦσαν. οἰομένων δὲ ἡμῶν ἥξειν ἐκεῖθεν λόγον ἔχοντα τὴν τιμωρίαν, τὴν δὲ ἄλλην ἄλλος ἔφασκε, δειναὶ δὲ πᾶσαι, καὶ περὶ τάφους τοῖς πολλοῖς ἡ φροντίς, εἰσὶ δὲ οἳ καὶ τοῦτʼ ἀπέγνωσαν ὡς ἐμπρησμοῦ τά τε ἄψυχα καὶ ἡμᾶς ἀναλώσοντος.

`22.12`

Οὕτω δὲ ἡμῶν ἐπτηχότων καθάπερ ἐν προσδοκίᾳ βροντῆς ἢ σεισμῷ πάντα κινοῦντι ἔρχεται Φήμη, ἡ θεὸς ἧς πόρρω τὸ ψεῦδος, τὸν ἄνδρα τοῦτον ἀγγέλλουσα δικαστὴν ἡμῖν ἀφίξεσθαι. καὶ τοῦτʼ εὐθὺς τὴν τῶν χαλεπῶν ἐλπίδα τῇ παρεχούσῃ τι βέλτιον εἰς

`22.13–22.14`

ἔλαττόν τε ἦγε καὶ τἀν ταῖς ψυχαῖς ἐποίει κουφότερα καί τις ἐσθίων τε ἐμειδίασε καὶ μετέλαβεν ὕπνου καθαρεύοντος πηδημάτων, καὶ περὶ ἀγρῶν τις ἤρετο τῶν ἑαυτοῦ τολμήσας εἰπεῖν ἑαυτοῦ πρότερον τῷ φόβῳ τοῦτο κεκωλυμένος, καὶ ὁ μὲν οἷς ἤκουσε πιστεύων μεθʼ ἡδονῆς ἕτερον ἐδίδασκεν, ὁ δὲ ὑπὸ τοῦ μεγέθους τῶν ἀγαθῶν ἀπιστῶν παρὰ τοὺς εἰδέναι τι δοκοῦντας ἤρχετο. καὶ πολὺς πανταχοῦ τε καὶ παρὰ πᾶσιν Ἐλλέβιχος ἐν οἰκίαις, ἐν ἀγοραῖς, ἐν στοαῖς, ἐν στενωποῖς, ἐν βαδίζουσιν, ἐν καθημένοις, ἐν νέοις, ἐν πρεσβυτέροις, ἐν ἀνδράσιν, ἐν γυναιξίν, ἐν ἐλευθέροις, ἐν δούλοις, ἐφʼ οὓς καὶ αὐτοὺς ἤρχετό τι τῆς τῶν δεσποτῶν τύχης. ἐμπεπληκὼς δʼ ἑαυτοῦ τὴν πόλιν οὗτος ὁ λόγος ἧκε μὲν ἐπὶ τὰ προάστεια ταχέως, ἧκε δὲ ἐπὶ τὰ πεδία, προὔβη δὲ ἐπὶ τοὺς λόφους ἅπασι ποιῶν ἐλαφρότερα τὰ παρόντα καὶ ὅσοι κινδύνων μὲν ἦσαν ἐκτός, τοῖς δὲ τῶν κινδυνευόντων ἐβαρύνοντο κακοῖς. ἑωρᾶτο τοίνυν ἡ γνώμη τοῦ τὸν δικαστὴν ἀπεσταλκότος ἐν τῇ γνώμῃ τοῦ τὴν ψῆφον ἐγκεχειρισμένου, καὶ ἐδόκει μήποτʼ ἂν ἐπὶ τῇ θανατούσῃ χρήσασθαι τῇ τοῦδε κεφαλῇ, ἣν ᾔδει πρὸς οὐ τὰ τοιαῦτα πεφυκυῖαν. ἦν οὖν ἀκούειν πολλῶν οὐ βοώντων μέν, οὑτωσὶ δὲ λεγόντων σωτηρίας γε εἶναι ταῦτα σημεῖα καὶ τοῦ μὴ διὰ τραχήλων διαδραμεῖσθαι ξίφη τὸ τὸν δεῖνα ἥξειν ἐπὶ τὴν κρίσιν, τὸν ἥδιστα μέν, εἴ τι σώζοι τὸν κινδυνεύοντα, τοῦτο ἀκουσόμενον, ἀλγήσοντα δὲ ἐν ταῖς τῶν ἡμαρτηκότων ἀπωλείαις, δείξοντα δέ, ὡς βούλοιτʼ ἂν εἰς ἐπιεικές τι τελευτῆσαι τοῦ καιροῦ τὴν χαλεπότητα.

`22.15–22.19`

Τί δὴ τούτων αἴτιον τῶν ἐλπίδων; καὶ πόθεν αὐταῖς ἡ γένεσις; τὰ μέχρι τῆς ἡμέρας ἐκείνης αὐτῷ βεβιωμένα καὶ τούτων γε μάλιστα τἀν τῷ τῆς δυνάμεως χρόνῳ, ὃν ἡμερότητι κοσμήσας, ὃ δὴ καὶ τὸν τῶν ὅλων κύριον ἑώρα πεποιηκότα, δικαιοσύνης δόξαν ἐν ἐξουσίᾳ τοῦ κακῶς ποιεῖν ἠνέγκατο δεινὸν εἶναι νομίζων, εἰ ταῖς μὲν παρʼ ἑτέρων βλάβαις χαλεπανοῦμεν, αὐτοὶ δὲ εἰς ἑτέρους τοῦτο ποιεῖν ἀξιώσομεν. εὖ ποιῶν τοίνυν διατελῶν πολλοὺς μὲν ἄνδρας, οὐκ ὀλίγας δὲ πόλεις καὶ τῶν ἐν τοῖς ὅπλοις τοὺς ἠτυχηκότας ποιῶν ἀμείνους ταῖς τιμωρίαις μᾶλλον ἢ διαφθείρων ἀνέσχεν ἡμᾶς τότε βαπτιζομένους. τοὺς μήπω μεθεστηκότας κατέσχε καὶ τούς, εἴπερ οὐκ αὐτὸς ἠλπίζετο, πάντως ἂν αὑτοὺς πλάνοις δόντας ἔπεισεν ὑπομεῖναι τὴν παρουσίαν. ὅτι δὲ ταῦθʼ οὕτως εἶχεν, ᾤοντο μὲν οἱ τῆς ἀληθείας ἡμαρτηκότες διʼ ἐρήμης μὲν τῆς ὁδοῦ τὸν ἄνδρα τῶν πυλῶν ἅψεσθαι, διʼ ἐρήμου δὲ τοῦ πρώτου τῆς πόλεως μέρους ἥξειν ἄχρι τῆς καταγωγῆς, οἱ δʼ ὅσονπερ ἐπὶ τῶν προτέρων ἀγαθῶν διαδραμόντες, οἱ μεμενηκότες, ἦγον αὐτὸν ὑπʼ εὐφημιῶν ἐπὶ τὴν πόλιν ἀναμίξαντες ἱκετείας. ὁ δὲ οὐκ ἀπήλαυνε μὲν φιλανθρωπίᾳ, διὰ δὲ τῶν παρὰ τῆς δεξιᾶς ἐδείκνυ τὸν κατεγνωκότα ποιῶν ὅπερ οἱ παιδοτρίβαι πρὸς τοὺς παρὰ τὸ εἰκὸς ἡττημένους, ὡς δὴ τῆς διδαχῆς προδεδομένης αὐτοῖς. καὶ οὗτος τοίνυν ὡς ἐπὶ προδεδομένων αὐτῷ παρʼ ἡμῶν τῶν παρʼ αὐτοῦ περὶ ἡμῶν ἐπαίνων οὕτω μὲν εἶχε τὴν γνώμην, οὕτω δὲ ἐχρῆτο τῇ χειρί. ἦν γὰρ δὴ πολὺν ἡμῶν ἐμβεβληκὼς ἔρωτα τῷ βασιλεῖ πυκνοῖς τε καὶ μακροῖς τοῖς ὑπὲρ ἡμῶν ἐγκωμίοις ληρεῖν μὲν ἅπαντας λέγων τοὺς ἑτέρας πόλεως μεμνημένους, εἶναι γὰρ ἐν οὐδεμιᾷ τοσαύτην ἀγαθῶν σύνοδον, ἀλλὰ τὸ μὲν ἔχειν, τοῦ δὲ ἐπιδεῖσθαι καὶ πολλὰς ἐν μὲν τοῖς ἄλλοις ἔχειν εὐδοκιμεῖν, τὸν δὲ κοινὸν τῆς πόλεως οὐ καλῶς αὐταῖς ἔχειν τρόπον, ἀλλὰ τῇ μὲν ἐπιζεῖν θυμόν, τὴν δὲ ἀναισθήτως διακεῖσθαι, τὴν δʼ ἐστερῆσθαι Χαρίτων, τὴν δὲ ἀργῶς ἔχειν, τὴν δὲ τῇ φωνῇ λυπεῖν, τὴν δὲ οὐκ εἰδέναι φέρειν βασιλέως καθέδραν, τῇδε δὲ μόνῃ τά τε ἀπὸ τῆς Τύχης ὑπάρχειν ὅσα τε εἰς ἀρετὴν ἔρχεται. ἐκεῖνον δὲ εἰδέναι τε καὶ οὐκ εἰδέναι τῶν αὑτοῦ τὸ κάλλιστον, ἀγγελλόντων μὲν γὰρ ἀκούειν, οὐδέπω δὲ αὐτὴν ἰδεῖν, εἶναι δὲ οὐκ ἴσον ὦτα καὶ ὄμματα. καὶ παρεκάλει δὴ πρὸς τὴν ὡς ἡμᾶς ὁδὸν προστιθεὶς τῇ πόλει τὴν Δάφνην, ἣν ἔχειν τε μουσικὸν θεὸν καὶ πέμπειν ἀφʼ ἑαυτῆς ἐπὶ τὴν πόλιν λόγων ἐπιθυμίαν. διεμέμφετο μὲν οὖν τὴν πολλὰ μὲν ἐπηγγελμένην, τοιαῦτα δὲ ἐπιδεδειγμένην καὶ λόγους καλοὺς ἔργοις χείροσιν ἀνελοῦσαν, ἔχων δέ, εἴπερ ἐβούλετο, δίκην ἣν ἐβούλετο λαβεῖν οὐδʼ οὕτως ἕτερος γίνεται οὐδὲ ὑπὸ τῶν ποιούντων τὰς αἰτίας ἐξέβαλλε τὸ φίλτρον, ἀλλʼ ἠγάπα τε ὁμοῦ καὶ κατηγόρει. δειπνοῦντα δὲ αὐτὸν ἀκούομεν οὐ δειπνῆσαι μᾶλλον ἢ τῇ διανοίᾳ βλέπειν εἰς τὰ σχήματα τῆς πόλεως παραβάλλοντα τὰ δεύτερα τοῖς ἀμείνοσι.

`22.20–22.25`

Τίνα δὴ τἀπὶ τούτοις; εἰσεκαλεῖτο μὲν οὗπερ ὁ δικαστὴς κατήγετο, τῶν τε ἀρξάντων οὐκ ὀλίγον τῆς τε βουλῆς ὁπόσον οὐκ ἐπεφεύγει, καὶ ἦν τοῦτο πρᾳοτέρα τις ἐπὶ τὴν δίκην ἀρχὴ τῷ τε χωρίῳ τοῖς τε παρακαθημένοις, κελεύοντος δὲ ἕκαστον αὑτὸν ἀποφαίνειν δίκαιον ἦν μέν τις ἑκάστῳ καὶ λόγος, τὸ πλέον δὲ τῆς σωτηρίας ἐν δάκρυσι τῶν μὲν ὀδυρομένων νεότητα καὶ τὸ μήπω πατέρας γεγενῆσθαι, τῶν δὲ τὸ πατέρας τε εἶναι καὶ παῖδας γενναίους τρέφειν, τῶν δὲ γῆρας γονέων, τῶν δὲ λειτουργίας ἀρχὴν μὲν δεξαμένας, ποθούσας δὲ τελευτήν, ἑτέρου γυναικὸς χηρείαν καὶ τὴν ἐσομένην περὶ τὸ μνῆμα διατριβήν. ὁ δὲ γενναῖος οὑτοσὶ τοῖς τε ἐκείνων ἐξουσίαν ἐδεδώκει δάκρυσι καὶ τοῖς ἑκάστου τῶν παρʼ ἑαυτοῦ προσέθηκεν οὐκ ἀγνοῶν, ὅσοις δὴ δικασταῖς ἢ πληγαῖς ἢ πληγῶν ἀπειλαῖς τὸ τοιοῦτον εἴργεται τὰ παρόντα ὑβρίζεσθαι διὰ τῶν ὀδυρμῶν ἡγουμένοις. καὶ ἡ μὲν κρηπὶς οὕτω καλὴ καὶ φιλάνθρωπος, προϊόντος δὲ τοῦ πράγματος εἰς ἀκμὴν καὶ δέξεσθαι τὸ δικαστήριον τῆς ἐπιούσης τὴν κρίσιν εἰρημένον χαρίζεται μὲν κἀνταῦθα τὸ μήτε ἐν μέσαις νυξὶ μήτε ἐν πρώταις ἀλεκτρυόνων ᾠδαῖς ἥκειν ἐπὶ τὸν θρόνον, ὡς αὐτῶν γε ἐν αὑτοῖς τῶν καιρῶν ἐχόντων εἰς ἔκπληξιν ἀφορμάς, μικρὸν δὲ τὴν ἀκτῖνα φθάσας, ὥστʼ αὐτῷ καὶ λαμπάδας νόμου μᾶλλον ἢ χρείας εἶναι, τὰς θύρας ἐξελθὼν ἔργῳ φιλανθρώπῳ πᾶν ἀπέκρυψε τοιοῦτον παράδειγμα. μήτηρ γὰρ δὴ τῶν ἐν τοῖς κρινομένοις ἑνὸς νέου τε καὶ καλοῦ καὶ πολλαῖς μὲν πρεσβείαις, ἁπάσαις δὲ λαμπρυνομένου λειτουργίαις, τοῖς πράγμασι δὲ ἀντὶ τοῦ πατρὸς ἀρκέσαντος γυμνώσασα μὲν τὴν κεφαλήν, λύσασα δὲ τὴν γεγηρακυῖαν τρίχα, προσδραμοῦσα τῷ στήθει καὶ περιθεῖσα τούτῳ μετὰ τῶν χειρῶν τοὺς τοιούτους πλοκάμους ᾔτει μὲν τὸν υἱὸν ἐλεεινὸν βοῶσα, δάκρυα δὲ τὰ μὲν ἐκείνης ἔρρει κατὰ τῶν ποδῶν τοῦ στρατηγοῦ, τὰ δὲ ἐκείνου κατὰ τῆς ἐκείνης κεφαλῆς. ἀφείλκυσε δὲ αὐτὴν οὐδείς, ἀλλʼ οὐδὲ αὐτὸς ἀπεώσατο, ἀλλʼ οὕτως ἔδωκεν αὑτὸν τῷ μήκει τῆς ἱκετείας, ὥστʼ ἐδόκει κρείττων εἶναι φύσεως ἀνθρωπείας, καὶ πανταχόθεν εὐχαὶ σώζεσθαί οἱ τὴν παῖδα τοιούτῳ τε ὄντι πρὸς ἀτυχοῦντας καὶ πᾶν τραχύ τε καὶ ἀπηνὲς τῆς γνώμης ἐξεληλακότι. οἱ μὲν δὴ ἐδίκαζον, ἡμεῖς δὲ προσηδρεύομεν. ὁ δὲ ἐδόκει τισὶν οὐχ αὑτοῦ ποιεῖν εἰς ὁμολογίαν ἕκαστον τοῦ τῆς ἀδικίας σπέρματος κατακλείων ἀπειλῶν ἑτέρους βασανίσειν τοὺς ταῦτα κατεροῦντας, εἰ μὴ συγχωροῖεν ἐκεῖνοι. καὶ ἅμα πολλοὺς τῶν πέλας ἐκίνει νεύμασι τὸν κρινόμενον εἰς ὁμολογίαν ἐνάγειν, ᾧ δὴ μάλιστα ἠγανάκτουν οἱ πεισόμενοι νομίζοντες εἶναι κάλλιον ἐν ἀρνήσει τι παθεῖν ἢ σφᾶς αὐτοὺς ἐλέγξαντας. τοῦτο δὲ ἦν οὐκ αὐχένας εἰς τομὴν ἑτοιμάζοντος τῷ βασιλεῖ, τὴν σωτηρίαν δέ, οἶμαι, λαμπροτέραν ποιοῦντος. οὐ γὰρ ἴσον εἰς ἔλεγχον φωνὴ μάρτυρος καὶ ἡ τοῦ φεύγοντος αὐτοῦ, ἀλλὰ κατὰ μὲν ἐκείνης ἴσως ἄν τις εὑρεθείη καὶ λόγος, τὴν δʼ οὐκ ἄν τις αἰτιάσαιτο. ταῦτα αὐτῷ τὸ τοῖς ἑαυτῶν στόμασιν ὁμολογεῖν ἀδικεῖν τοὺς αἰτιαθέντας ἐδύνατο, οἳ τὴν μὲν παροῦσαν ἡμέραν ὁριεῖν αὐτοῖς ἡγοῦντο τὸν βίον, ἠγνοεῖτο γάρ, ἐφʼ ὅτῳ ταῦτα, τὸ δὲ ἔμελλε φανεῖσθαι. τοῦ γὰρ ὄχλου μόνον οὐχ ὁρᾶν ἡγουμένου τὴν δεινὴν ἐκείνην ἔξοδον ὁ μὲν ἀποκτενῶν οὐδείς, δεσμὸς δὲ καὶ δημεύσεις χρημάτων καὶ οὐδὲν ὀξὺ περὶ ταῦτα, καὶ εἶχε τὴν βουλὴν ἡ πόλις, ἣν οὐκ ἔχειν ἡγεῖτο. οἳ γὰρ ἤστην, οὗτός τε καὶ ὁ κοινωνός, ἀποκτεῖναι κυρίω, ψήφῳ βασιλέως ἐφυλαξάτην τὴν τομὴν τὸ μὲν αὑτῶν ἐν τῇ κρίσει στήσαντες, τὰ δʼ ἐφεξῆς τῇ βασιλείᾳ τηρήσαντες. τοιαῦτα τοίνυν ὑπηρετηκότες τῇ δίκῃ καὶ οὐ ποιήσαντες ἐλάττω τοσούτοις οἴκοις τὴν πόλιν, ταὐτὰ μὲν βουληθέντες, ταὐτὰ δὲ ἐπαινέσαντες πάσης ἔριδος ἀπηλλαγμένην βοήθειαν βεβοηθηκότες μέσοι μὲν ἐγενέσθην πλήθους τοῦ πρὸ τοῦ δικαστηρίου τί τῶν ἁπάντων οὐ φθεγγομένου καινὰς ἐπὶ ταῖς εἰωθυίαις δεήσεσιν εὑρίσκοντος. καὶ ὁ μὲν χρόνος τῶν ἱκετειῶν πολὺς καὶ περὶ δύσιν ἥλιος, σιγὴν δὲ οὐδεὶς ἐπέταξεν οὔτε ῥάβδοις οὔτε ψιλαῖς ταῖς χερσίν.

`22.26–22.27`

Ἀλλὰ τοῦ περὶ τὴν δίκην πόνου διάδοχος ἕτερος ἦν ὁ περὶ τὴν στάσιν. καὶ περιερρεῖτο πολλοῖς μὲν ἀνδράσι, πλείοσι δὲ γυναιξὶ μόνον οὐ προσπιπτούσαις ὑπὸ τῆς ἐνταῦθα ἀδείας, ὁ δʼ αὐτὸς τά τε λεγόμενα μετʼ εὐμενείας προσίετο καὶ ὧν ᾔδει πολλὴν ἐσομένην τὴν ἰσχύν, ὑπέβαλλεν ἱκετευόμενός τε καὶ μετὰ τῶν τοῦτο ποιούντων ἱκετεύων ποιῶν ἅπαν εἶναι τὸ περὶ ταῦτα τοῦ κρατοῦντος. εἶτα μέντοι καὶ τὸν πορευόμενον, ἐδόκει γὰρ δεῖν τὸν μὲν καθῆσθαι, τὸν δὲ βαδίζειν, ἐκόσμει τῷ τὰς γλώσσας ἐπʼ ἐκεῖνον ἀπʼ αὐτοῦ μεταφέρειν καὶ ἐδεῖτο μετὰ τῶν ἡμαρτηκότων δικαστὴς δικαστοῦ, τὰ μὲν ἐν μέσῳ ποιῶν, τὰ δὲ καὶ καταμόνας.

`22.28–22.33`

Καὶ τίς πώποτε ἄνδρα τοιοῦτον ἑώρακεν ἢ ἀκήκοε; πῶς δʼ οὐ μακαρίζειν τοὺς τοῦδε τοκέας μᾶλλον ἐπὶ τούτοις ἄξιον ἢ τῇ τε ἀρχῇ καὶ τῷ τοσούτοις ἐφεστηκέναι σώμασιν, ὃ πολλῶν τε γεγένηται πρότερον καὶ πάλιν ἑτέρων ἔσται. δάκρυα δὲ τοιαῦτα στρατηγῶν οὐδενὶ σύνοιδεν οὐδεὶς ἀνθρώπων οὐδʼ οὕτω μεθʼ ἡδονῆς εἶδεν ἐν ταῖς τῶν ἀρχομένων ψυχαῖς πανταχοῦ τε καὶ ἀεὶ περιφερόμενον στρατηγόν. πρὸς γὰρ αὖ τοῖς ἄλλοις ἔργον αὐτῷ πέπρακται καλὸν μεταξὺ τῶν τε δεδικασμένων καὶ τῆς ἅπαντα λυούσης ψήφου. ἔγνωστο μὲν γὰρ καὶ ἐδόκει δεῖν δεδέσθαι τὴν βουλήν, οὗ δʼ ἦσαν, στενόν τε λίαν τοῦτο καὶ οὐκ ἐπῆν ὀροφή. τὰ μὲν οὖν ἀπὸ τῆς στενότητος εὐθὺς ἐλύπει καταπατεῖν τε ἀλλήλους ἀναγκάζοντα καὶ καιρὸν ἅπαντα χείρω ποιοῦντα τὸν ὕπνου, τὸν τροφῆς, τὸν ἔξω τούτων. εἴτε γὰρ οὐδεὶς εἰσίοι τῶν φίλων, ἀνιαρὸν ταῖς τε εἰσόδοις τὸ χωρίον λυπηρότερον, εἴτε ὄμβρος ἐπιγένοιτο, τὸ σῶσον οὐκ ἦν. καὶ ἦν δή τινων ἀκούειν, ὡς φθήσεται τοῦ βασιλέως τὸν ἔλεον, εἴ τις ἄρα ἔσται, τὰ ἀπὸ τοῦ δεσμωτηρίου. ἔδει δὴ παρὰ τοῦ ταῦτα ἐψηφισμένου τὸ καὶ τῷ βουλευτηρίῳ χρῆσθαι, τοῖχος δὲ εἷς ἀμφοῖν, εὑρέσθαι ἢ ἀπολωλέναι. πάλιν τοίνυν τὸ τὰ τοιαῦτα τολμᾶν αἰτεῖν τῆς τοῦδε φύσεως μόνης προκαλουμένης, οἶμαι, θαρρεῖν τε καὶ ἐπαγγέλλειν, ἐν οἷς ἦν τι τῶν λυπηρῶν ἀφελεῖν. ὁ δʼ εὐθὺς βουλευσάμενος εὗρεν, ὅπως τοῖς μὲν ἃ βούλοιντο ἔσται, ῥῆμα δὲ αὐτῷ μηδὲν κατὰ τῶν γεγραμμένων. εἰπὼν οὖν αὐτὸς ἐπὶ τῶν αὐτῶν μένειν, εἰ παρὰ τῶν ταῦτα ὑπηρετούντων ἕτερόν τι γένοιτο, ἔφη κἂν εἰδῇ, οὐκ εἴσεθαι. τοῦτʼ αὐτοῖς τοῦ βουλευτηρίου μετέδωκεν, οὗ θέατρον ὑπωρόφιον, στοαὶ δὲ τέτταρες αὐλὴν αὑτῶν ἐν μέσῳ ποιοῦσαι εἰς κῆπον βεβιασμένην, ἀμπέλους ἔχοντα, συκᾶς, δένδρα ἕτερα, λαχάνων εἴδη, τέρψιν τοῖς δυσκόλοις ἀντίπαλον, διʼ ἣν καὶ ἐγέλασάν που καὶ ἔσκωψαν καὶ προὔπιον καὶ ὕμνον ᾖσαν καὶ οὗ τύχης εἰσίν, ἐπελάθοντο κλινῶν τε ἀπολαύοντες αἷς πολὺ πρὸς ἀλλήλας τὸ μέσον, καὶ τραπεζῶν οἵων οὐ πρὸ τῆς συμφορᾶς, λόγων τε ἐν βίβλοις παντοδαπῶν καὶ τῶν ὑπὲρ τούτων λόγων οὓς αἱ βελτίους ποιοῦσιν ἔριδες. τοῦ δὴ τὰ δεινὰ μὴ λίαν εἶναι δεινὰ καὶ τοῦ μηδένα προδιαφθαρῆναι τῆς τοῦ βασιλέως δωρεᾶς μὴ ἡλίῳ, μὴ ὄμβρῳ, μὴ λύπῃ, μὴ δάκρυσι καὶ τοῦ δεδέσθαι τε ὁμοῦ καὶ μὴ δεδέσθαι καὶ τοῦ τὰ τῶν οὐκ ἐν μεγάλοις ἐγκεκλημένων ἔχειν ἐν τηλικούτοις ἐγκλήμασι, τούτων δὴ τῶν ὀνειράτων, οὕτω γὰρ ἄμεινον προσειπεῖν, οὗτος αἴτιος, οὗτος δοτήρ, οὗτος χορηγός. οὗτος μὴ πανταχοῦ πάντα ἀκριβῶς ἐξετάζων ἐπέδειξεν ἅπασαν αὑτοῦ τὴν περὶ τὴν κρίσιν σοφίαν οἷς ἔπραξεν ἐπὶ ταῖς διαλλαγαῖς, ἃς οὐ τῶν ἱκετευσάντων περὶ τὸν Βόσπορον ἡγήσομαι μᾶλλον ἢ τοῦ χώραν ταῖς ἱκετείαις τούτων δεδωκότος.

`22.34–22.35`

Μνήμης δʼ ἄρα καὶ τοὐπεισόδιον ἄξιον ἐν μεγάλῳ δή τινι τὴν εὐεργεσίαν ἔχον οὐκ εἰς βουλεύοντα μὲν πεπραγμένον, γένει δὲ τῇ πόλει προσήκοντα, μυρία μὲν ἐν δίκαις ἠγωνισμένον, πολλῶν δὲ λόγων εἰς κάλλος συγκειμένων πατέρα, πατρὸς δὲ ἐν ἀρχαῖς ἀμείνω τοῖς ἀρχομένοις φανέντα τοῖς πρώτοις, τοῖς δευτέροις, τοῖς τρίτοις. ἐπὶ τοῦτον βέλος ἀφῆκε συκοφάντης, οἷα δὴ τῆς τοιαύτης τέχνης τὰ βέλη, καὶ ἡ σιγὴ πονηρὸς λόγος ἐκαλεῖτο. ἀλλʼ ἐνταῦθα ἀντέστησεν ὁ μισῶν ἀδικίαν οὗτος τῷ συκοφάντῃ μὲν αὑτόν, τῷ ψεύδει δὲ τὴν ἀλήθειαν, τῇ κακίᾳ δὲ τὴν ἀρετήν, τῇ πικρίᾳ δὲ τὴν χρηστότητα, καὶ ὅπερ αὖ καὶ δίκαιον ἦν, τοῦτʼ εἶχε τὴν νίκην, τὸ δίκαιον. ὁ δὲ τῷ τε διαφυγόντι συνέχαιρε καὶ τῇ πόλει καὶ αὑτῷ, τῷ μὲν τοῦ διαπεφευγέναι, τῇ πόλει δὲ τοῦ μὴ διʼ ὃν ἔνδοξός ἐστι, τοιούτου στερηθῆναι πολίτου, αὑτῷ δὲ τοῦ κακῶν ἄνδρα ἀγαθὸν ἐξαρπάσαι, καθάπερ Ἀθηνᾶ τῆς Στυγὸς τὸν Ἡρακλέα.

`22.36–22.40`

Εἶεν. τουτὶ μὲν τοσοῦτον ἀγαθόν, ποῖος δέ τις ἦν ἡμῖν ἐν τοῖς ὑπὲρ τῆς πόλεως γράμμασιν; ὁποῖός περ ἡμῶν ἕκαστος, ὧν οὐδεὶς ἥσθη μᾶλλον τῆς τοῦδε ψυχῆς. ὃς μετήνεγκε μὲν αὑτὸν ἀπὸ τῆς θοίνης ἐπὶ τὴν ἀνάγνωσιν ἤδη τείνων, ὥς φασιν, ἐπὶ τὰ προκείμενα τὴν δεξιάν, εὔξατο δὲ ταχέως μὲν ἀπελθεῖν τὴν ἑσπέραν, ταχέως δὲ ἀναφανῆναι τὴν ἡμέραν. ᾔει δὲ ἐπὶ τὸ αὐτὸ δικαστήριον οὐκ ἴσῳ τῷ προσώπῳ, τοσοῦτον ἦν ἐνταῦθα τὸ ἄνθος, ἐγάννυτο δὲ οὐχ ἧττον τῇ σωτηρίᾳ τῆς πόλεως ἢ εἰ τηλικαύτην ἐτύγχανε διʼ ὅπλων ἑλών. ἐξαληλιμμένων δὴ τοῖς γεγραμμένοις τῶν χαλεπωτέρων στὰς οὗπερ πρότερον, εὐφημίαις ἐστεφανοῦτο παρὰ πολὺ πλειόνων ἢ πρότερον ἤδη τῶν καταδεδυκότων ἀναδύντων θεόντων εἰς τὰ πινάκια. δάκρυα δὲ κἀνταῦθα οὐκέτι θρηνούντων, ἀλλʼ ἡδομένων. οἶδε γὰρ καὶ ἀπαλλαγὴ κακῶν ἄγειν εἰς ὀδυρμὸν ἄνθρωπον, ὥσπερ αὖ καὶ τότε. μεστὴ μὲν δαιτυμόνων ἡ πόλις αὐτῶν ἑαυτοὺς ἐν μέσῳ τῶν κιόνων ἑστιώντων, δάκρυα δὲ ἔρρει κατὰ τῶν ἐκπωμάτων οὐ φόβου τοῦτο ποιοῦντος, ἀλλὰ τοῦ μηκέτι φοβεῖσθαι. ἦν δὲ τοῖς μὲν πίνουσιν ἐκ τοῦ πίνειν ἡ τέρψις, τοῖς δὲ ὁρῶσιν ἐκ τοῦ ταῦτα ὁρᾶν. ὧν εἷς καὶ οὗτος, ὃς μετὰ τὰς πολλὰς παραινέσεις αἷς ἐπηνώρθου τὴν πόλιν, ἐνόμισεν εὖ ἔχειν ὡς ἐνῆν κοινωνῆσαι τῆς εὐωχίας καὶ παριὼν τοὺς κατακειμένους οὐκ ἐξανισταμένους, οὐ γὰρ εἴα, τοῖς καθʼ ἑκάστους ῥήμασιν ἡδίους τὰς φιάλας ἐποίει τὸ μὲν ὕψος τῆς ἀρχῆς ὑποχωρῆσαι κελεύσας, πρέποντα δὲ τῷ καιρῷ αὐτὸς αὑτὸν καταστήσας, ὥστε καὶ ἰχθύν ποθεν ἐπὶ γέλωτι τῶν παρακειμένων ἁρπάσας, ἐπεὶ γέλωτα τοῦτʼ ἐποίησεν, ἀπέδωκε. τοιαύτην ἐπορεύθη πορείαν καὶ τοιούτων μετασχὼν ἐλθὼν ἠρίστα πάντων ἀρίστων ἐκεῖνο γλυκύτατον ἄξιον αὑτὸν τῶν πολλῶν εἰκόνων ἐπιδεικνύς, ἃς διὰ παντὸς ἔξεστιν ἰδεῖν τοῦ ἄστεος ἑλκούσας ὡς αὑτὰς τοὺς παριόντας καὶ πολιτῶν καὶ ξένων καὶ τριχὶ καὶ ὄμματι καὶ παρειᾷ καὶ χροιᾷ. κἀν ταύταις ἴδοι τις ἂν τὸν τρόπον τῆς πόλεως· ἀντὶ γὰρ ὧν εὖ ἔπαθον τῶν πολλῶν τῶν πρότερον ἔχειν ἐν ἑκάστῃ φυλῇ καὶ ταύταις τὸν ἄνδρα ἐβούλοντο, ὅπως ἐν μὲν ταῖς παρουσίαις αὐτοῦ τε ἀπολαύοιεν καὶ τοῦ δευτέρου, ἀπόντος δὲ μὴ τοιούτου παντὸς στέροιντο.

`22.41–22.42`

Ἡμεῖς μὲν οὖν αὐτὸν ἔχειν τε εὐχόμεθα καὶ συνεῖναι καὶ διαλέγεσθαι, καλῶν δὲ ἐξαίφνης ὡς ἑαυτὸν ὁ βασιλεὺς ὃν ἡμῖν ἐδεδώκει, τῷ τιμᾶν μὲν τὸν ἄνδρα καὶ σὺν αὐτῷ περὶ τῶν μεγίστων ἐθέλειν σκοπεῖν εὔφρανεν ἡμῖν τὴν πόλιν, ἐρωμένου δὲ ἀποστερῶν ἠνία, παρʼ ὃν οἱ μὲν ἦλθον ἰσχυρότατά σφισι ποιήσοντες τὰ δίκαια, οἱ δὲ ἀρκεῖν ἡγούμενοι τὸ τὸν ἄνθρωπον ἰδεῖν, πολλοῖς δὲ καὶ οὐχ ὁρῶσιν ἀπέχρη τὸ ὁπότε βουληθεῖεν, εἶναι ἐλθοῦσιν ἰδεῖν. ἀποδότω τοίνυν ἡμῖν ὁ βασιλεὺς τὸν διὰ πολλῶν εὐεργέτην, τὸν τῆς αὐτοῦ γνώμης μιμητήν, τὸν ὥσπερ ἐκεῖνος τοῖς θεοῖς, οὕτως αὐτὸν ἑπόμενον ἐκείνῳ, τὸν τῆς παιδὸς παῖδας ὀψόμενον ἐοικότας αὐτῷ τῆς Ἀρτέμιδος ᾗ τῆσδε μέτεστι τῆς πόλεως, ἐν τοῖς τόκοις προθυμότερον καὶ παρούσης καὶ βοηθούσης μεμνημένης, οἷον ἐν οἵῳ καιρῷ περὶ τὸ κτῆμα τὸ ἐκείνης Ἐλλέβιχος ἑαυτὸν ἀπέδειξεν.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: swk-de`.
