---
title: "Orations 1–64: Oration 20 (To Theodosius on the Reconciliation)"
title_greek: "Λόγοι 1–64, Πρὸς Θεοδόσιον τὸν Βασιλέα ἐπὶ ταῖς Διαλλαγαῖς"
author: Libanius of Antioch
eul_wid: swk-dc
eul_aid: swk
canonical: "https://eulogikon.org/works/libanius-antioch-orations-oration-20-swk-dc"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:06682fb91a99ffd4e15b6d1e07defd161b17d6b01d9f68e0a47361a5957e29de"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Orations 1–64: Oration 20 (To Theodosius on the Reconciliation)

*Λόγοι 1–64, Πρὸς Θεοδόσιον τὸν Βασιλέα ἐπὶ ταῖς Διαλλαγαῖς*

**Author:** Libanius of Antioch

**eul_wid:** `swk-dc` · [HTML page](https://eulogikon.org/works/libanius-antioch-orations-oration-20-swk-dc)

## Text

Part of [Orations 1–64](/works/libanius-antioch-orations-swk-aj)

`20`

ΠΡΟΣ ΘΕΟΔΟΣΙΟΝ ΤΟΝ ΒΑΣΙΛΕΑ ΕΠΙ ΤΑΙΣ ΔΙΑΛΛΑΓΑΙΣ.

`20.1–20.2`

Ὃ μὲν πολλάκις προεῖπον, ὡς οὔτʼ ἔσται τῇ πόλει δεινὸν οὐδὲν ἕτερον ἅ τε ἦν ἐν τῇ τιμωρίᾳ πεπαύσεται, δέδεικται πᾶσιν ἀνθρώποις, ὅπου γε καὶ πόλιν ὑπῆρξέ μοι προσειπεῖν ἣν οὐκ ἐξῆν πρότερον· ἐπεὶ δὲ δίκαιον τοῖς εὖ πεποιηκόσιν ἀποδοῦναι χάριν, διʼ ἐμοῦ τοῦτο ποιεῖ τῶν Ἀντιοχέων ἡ πόλις τῆς μὲν διʼ ἔργων ἀμοιβῆς ἀπολελειμμένη, τῇ δὲ διὰ λόγων, αὕτη γὰρ ἂν εἴη μόνη, χρωμένη. δοκεῖ δέ μοι καὶ τοῖς θεοῖς ὕμνος ἅπας εὖ ἔχων ἅπαντος ἀναθήματος εἶναι τιμιώτερος, ὡς δηλοῖ Πίνδαρος ὁ Θηβαῖος μειζόνων παρὰ τοῦ Πυθίου τετυχηκὼς ἢ οἱ πλεῖστον χρυσίον ἐκεῖσε κεκομικότες. αἰσχύνομαι μὲν οὖν τοῖς κατὰ τῆς ἐμαυτοῦ ῥηθησομένοις λόγοις, ἐπεὶ δὲ οὐκ ἔνι τοῦτο φυγόντα σῶσαι τὸ προσῆκον τῷ περὶ τῆς χάριτος λόγῳ, φράσω τὰ ἀπὸ τῆς ἀληθείας βουλόμενος μὲν ἂν ἔχειν εἰπεῖν τι περὶ αὐτῆς ἄμεινον, τῆς ἀνάγκης δὲ ταύτῃ ἀγούσης ἐρῶ.

`20.3–20.5`

Ἐγένετο φαύλη περὶ βασιλέα χρηστὸν ἡ ἡμετέρα πόλις μετὰ μὲν τὴν τῆς ἐπιστολῆς ἀνάγνωσιν ἀποσειομένη τὴν ἀρχὴν ἐν τῷ δοκεῖν ἐπὶ τὸν θεὸν καταφεύγειν, τῶν γὰρ ἀδικουμένων ἀφαιρεῖν οὐκ ἐνῆν δήπου ταυτὶ τὰ ῥήματα. λαβοῦσα δὲ ταύτην τὴν ἀρχὴν ἐν τῷ δικαστηρίῳ πονηρὰ συμμορία πλείους ἔξω τῶν θυρῶν προσλαβοῦσα καὶ μετʼ ἐκείνους ἔτι πλείους καὶ πάλιν ἄλλους συνέχεαν μὲν τἀν τῷ κοινῷ βαλανείῳ νόμῳ διατεταγμένα, κινηθέντες δὲ ὑπʼ αὐτῶν ὧν ἔδρασαν ἐπὶ μείζω καὶ παρανομώτερα προσπίπτουσι μὲν οὕτω σφοδρῶς τῇ τοῦ ἄρχοντος κιγκλίδι καὶ ταῖς μετʼ ἐκείνην θύραις, ὥστε δεῖσαι τοὺς ὑπηρέτας, μὴ καὶ ῥήξαντες αὐτὰς ἀποκτείνωσιν αὐτόν, οἷα τοιοῦτοι καιροὶ πεποιήκασι πολλαχοῦ, τοῦτο δὲ οὐ δυνηθέντες κατέχεαν μὲν τῶν ἑαυτῶν κεφαλῶν ὕβρεις, οὕτω γὰρ ἄμεινον εἰπεῖν, ἃς οὐδʼ ἐν καπηλείῳ τῶν τις ἀγοραίων ἐφʼ ἕτερον τῶν ἴσων. τούτῳ δὲ ὄντι τοσούτῳ τὰ διὰ τῶν ἔργων ἐπέθηκαν δραμόντες ἐπὶ σέ τε καὶ τὴν γυναῖκα τὴν σὴν καὶ τέκνα καὶ χερσί τε καὶ κάλοις ταῦτα δείξαντες χαμαί. καὶ οὐκ ἀπέχρη ταῦτα, ἀλλʼ εἷλκον οἱ μὲν ὅλους, οἱ δὲ διεσπασμένους. καὶ οἱ μὲν τοιαῦτα ἠδίκουν, οἱ δὲ τῷ βασιλεῖ ταῦτα ἀγγελοῦντες ᾔεσαν πεφρικότες, οἷα σφᾶς δεήσει μηνύειν. ἡ πόλις δὲ ἐθρηνεῖτο παρὰ τῶν τὰ τοιαῦτα τεθεαμένων. αἱ δὲ ἐλπίδες, ἡ μὲν ἥξειν λόχον ἐπὶ τῷ τῶν παραπιπτόντων φόνῳ, ἡ δὲ οὐ κτενεῖν μέν, διʼ ἁρπαγῆς δὲ τὰ πάντων ἕξειν, ἑτέρα δὲ ψῆφος ἐπῆγε δημίων δεξιαῖς ἀπολέσθαι μὲν τὸ βουλεῦον, ἀπολέσθαι δὲ μοῖραν οὐ μικρὰν τῶν ἐν τῷ δήμῳ.

`20.6–20.8`

Πῶς οὖν οὗτος; παιδεύει μὲν τιμωρίᾳ τινὶ τὴν ἴασιν ἐχούσῃ δυναμένῃ τὸ πεπαυμένον τῇ λύπῃ πάλιν ἐλεύθερον τῶν λυπούντων ποιῆσαι καὶ μὴ ἁμιλλάσθων ἵπποι, μηδʼ εἰς θέατρον ἴτω μήτε ὁ τέρπων μήτε ὁ τερπόμενος καὶ μικρᾶς ὀνόματι πόλεως ἡ μεγάλη κεκλήσθω καὶ τῆς ἐκ βαλανείων ἀπεχέσθω τρυφῆς, ὧν οὐδὲν ἄλυπον, ἐπὶ δὲ τὴν ἐνίων κρίσιν πέμπει μὲν οἷς συνῄδει δικαιοσύνην, ἐλέγχου δὲ ποιήσας κυρίους ὅμως αὑτῷ τὸ λοιπὸν ἐφύλαξεν, ὅπως ὁπόσον ἀφήσει, ἅπασιν εἴη καταφανές. καὶ οἱ μὲν ἀποροῦντες ἀρνήσεως ἔκειντο ἐν τῷ οἰκήματι καὶ παρῆσαν οἱ τούτων οἰκεῖοι διὰ τῶν πρὸ τοῦ θανάτου φιλημάτων τὴν μετʼ ὀδυρμῶν χαριζόμενοι χάριν. ἔπειθʼ ὅπερ ἥλιος ἐργάζεται νικῶν ἀκτῖσι νέφη, φῶς ἧκεν ἐπιστολῆς ἀπελαῦνον τὸ σκότος, καὶ πᾶν μὲν στυγνὸν ἐξεκεχωρήκει, πᾶν δὲ εἰς εὐφροσύνην ἄγον εἰσεληλύθει καὶ προσηγορίαν τε τὴν πρὶν αὖθις εἴχομεν καὶ θεαμάτων εἴδη καὶ λούσασθαι δὴ καὶ τὴν αὑτῆς γῆν ἡ πόλις καὶ τὴν αὑτοῦ τροφὴν ὁ πένης. ὁ μὲν γὰρ Ἀσκληπιὸς ἑνί τινι λέγεται λῦσαι θάνατον καὶ Ἡρακλῆς μιᾷ τινι γυναικί, σοὶ δὲ περὶ ὅλην τοῦτο πέπρακται πόλιν· ἣν ὅστις ἀναβεβιωκέναι λέγοι, καλῶς ἂν λέγοι. τοσοῦτον εἴργαστο δρασμὸν ὁ φόβος οὐ σοῦ φεύγειν ἀναγκάσαντος, τῆς δὲ προσηκούσης τιμωρίας τοῦ δέους. ὃ παύσας, ὦ βασιλεῦ, μεστὴν αὖθις σωμάτων ἀπέφηνας τὴν πόλιν.

`20.9–20.10`

Γνοίη δʼ ἄν τις, ἡλίκα δέδωκεν, εἰ λογίσαιτο, πόσος ἂν ἦν αὐτῷ λόγος ἐπιθέντι τὴν ὀφειλομένην δίκην, ἣν εἴ τις ᾐτιάσατο λαβόντα, συκοφάντης ἂν ἦν. ἦν δʼ ἂν ἡ προσήκουσα δίκη πολὺ μὲν αἷμα, πολλοὶ δὲ νεκροί, δήμευσις τῶν ὄντων, ἐκβεβλῆσθαι τῆς οἰκείας καὶ μηδʼ ἀποθανόντι μετεῖναι πατρῴων μνημάτων. εἰ δή τις ἐπελαμβάνετο τούτων, τὸ στόμα ἂν ἐνεφράττετο τοῦτο μὲν ταῖς βλασφημίαις, τοῦτο δὲ ταῖς εἰκόσιν οὕτω πολλαῖς. πρὸς γὰρ δὴ τὸν ἄτοπον ἐκεῖνον ἦν ἂν τῷ βασιλεῖ λέγειν· ἄνθρωπε, τῶν ῥημάτων οὐκ ἀκήκοας; τοὺς ἑλκομένους οὐκ εἶδες; εἰ γὰρ περὶ μόνον τὸν νεώτερον τῶν παίδων ταῦτʼ ἦν ἠσελγημένα, φέρειν ἔδει· εἰ δὲ πρόσκειται μὲν ὁ πρεσβύτερος, τούτῳ δὲ ἡ τεκοῦσα, τῇ τεκούσῃ δὲ ἐγώ, καὶ τὸ δὴ τούτων ἀφορητότερον ἐμοί, τὸν ἱππέα τὸν πατέρα τὸν ἐμὸν αὐτῷ ἵππῳ κατενεγκόντες, ὥσπερ ἐν ἱππομαχίᾳ τρώσαντες, ἀμφοτέρους ἐγέλων ὡς οὐκ ὄντος τοῦ χαλεπανοῦντος ὑπὲρ τοιούτων κακῶν οὐδὲ καταλελειμμένου τοῦ ληψομένου δίκην, πόσους δέοι καθʼ ἕκαστον τῶν ὑβρισμένων ἀποθανεῖν;

`20.11–20.13`

Οὐκοῦν τὸ μὲν θανάτῳ λαβεῖν ὑπὲρ τοιούτων τιμωρίαν ἄμεμπτον, διότιπερ ἔννομον, τὸ δὲ μὴ τοιαύτης δεηθῆναι δίκης ἥμερον καὶ τὸ μὲν ὅλως τινὰ λαβεῖν νουθετοῦντος, τὸ δὲ μηδὲ τηλικαύτην πρᾴου τε καὶ πειρωμένου τοῖς θεοῖς εἰς ὅσον οἷόν τε ἀφομοιοῦν ἑαυτόν. τί γὰρ δὴ τὸ ʼκείνων; ἄνωθεν μὲν ἅπαντα καθορῶσι καὶ ἀκούουσιν, ἐν δʼ αὖ τοῖς ἐπὶ γῆς καὶ λεγομένοις καὶ πραττομένοις ἀδικήματα πολλά τε ἄλλα καὶ δὴ καὶ ὅταν διʼ αὑτοὺς ἄνθρωποι πράττωσι κακῶς, ἀδικεῖσθαί τε λέγουσι παρʼ ἐκείνων καὶ βλέποντες εἰς τὸν οὐρανὸν οὐδενὸς ἀπέχονται ῥήματος. εἶδον ἐγώ τινας καὶ λίθους ἐπʼ αὐτὸν ἀφιέντας. οἱ δʼ ἐν τοσαύτῃ δυνάμει τοῦ λαβεῖν δίκην, εἰ βουληθεῖεν, ὄντες οὐ βούλονται. εἰ δʼ ἅπασιν εἵποντο τοῖς τοιούτοις αἱ δίκαι, πάντα ἂν ἦν καθʼ ἡμέραν τῶν ἀπολλυμένων πλέα καὶ οὐδʼ ἂν ἐξήρκουν οἱ ζῶντες πρὸς τὰς ταφάς. νῦν δὲ καὶ ἐν αὐτῷ τούτῳ τὸ κρείττους εἶναι δεικνύουσι τῷ μηδὲ δικαίῳ χρῆσθαι θυμῷ πολλάκις. οὕτως οὖν ἡγεῖτο θεοῖς ἴσος ὄντως ὁ βασιλεὺς φανεῖσθαι καὶ διοτρεφὴς ὡς ἀληθῶς, εἰ μὴ τιμωρίαις ἥδοιτο ταῖς κατὰ τὴν ἀξίαν. καὶ τοῦτʼ εἶναι νομίζει βασιλικώτερον καὶ ᾧ μᾶλλον ἂν ἀρχὴ διασώζοιτο. οὐ γὰρ οὕτως ἀγαπᾶται τὸ κρατοῦν οὔτε ἀπὸ τροπαίων οὔτε ἀπὸ πόλεων ἢ λαμβανομένων ὅπλοις ἢ ποιουμένων σπονδὰς οὔτε ἀπὸ πλήθους στρατιωτῶν οὔτε ἀπὸ νόμων θέσεως οὔτε ἀπὸ σοφίας οὔτε ἀπὸ τῆς ἐν τῷ δικάζειν ἀκριβείας, ὡς ἀπὸ τοῦ συγγνώμην ἐν ἁμαρτίαις νέμειν.

`20.14–20.15`

Ἅ μοι δοκεῖ καλῶς οὗτος ἐπιστάμενος οἷς εἶχεν ἐγκαλεῖν τὰ μέγιστα πρὸ τῶν τῆς ταραχῆς χρόνων, τούτων ἐξὸν κτεῖναι φείσασθαι ἀπὸ τῆς αὐτῆς ἀρετῆς. τοῖς μὲν καὶ πλήξασι καὶ ἑλκύσασι τὸν Σκύθην καὶ καταποντίσασι τὸν νεκρόν, ὧν καθʼ ἕκαστον ἠδικεῖτο βασιλεύς, τῆς μέμψεως ἐπὶ τὸ τῆς πόλεως κοινὸν εἰκότως ἐρχομένης τὸ μὲν τῆς ἡμέρας ἥμισυ τὴν ὀργὴν ἐδέξατο τὴν μέχρι τῶν οὐ δεδομένων ἄρτων, ἔπειτʼ ἦν, ὃ πρότερον, καὶ ἡ λῆψις καὶ ἡ δόσις, καὶ σὺν ἐκείνοις ἕκαστος οἴκαδε ἤρχετο, οἱ ἀπεκτονότες τε καὶ τὰ ἄλλα προστεθεικότες. ἕτερον τοίνυν πολὺ θαυμαστότερον. τοὺς γὰρ ἐπʼ αὐτῇ τῇ βασιλείᾳ πολλάκις συνελθόντας καὶ ἐν τοιαύταις βουλαῖς διατρίψαντας καὶ οἷα περὶ τοιούτων εἰκός, τὰ μὲν εἰρηκότας, τὰ δὲ ἀκηκοότας καὶ δὴ καὶ μαντείοις ἠνωχληκότας λαβὼν ὁμολογοῦντας ἀκούσας ψήφῳ πρὸς θάνατον ἀγομένους ἀφῆκεν ἕως ἔξεστι βιωσομένους τιμήσας τὸν ταῦτα εἰς μέσον ἀγαγόντα θεὸν τῷ τὸ ξίφος οὕτως ἐγγὺς ὂν ἐπισχεῖν.

`20.16`

Διὰ τοιαύτης τοίνυν φιλανθρωπίας ἥκων καὶ πολλῇ τῇ περὶ αὐτὴν μελέτῃ κεχρημένος καὶ προσηγορίαν ἐντεῦθεν κτησάμενος οὐκ ἔμελλες οὔτε ἐκείνην καταλύσειν οὔτε ταύτην ἐξελέγξειν, ἀλλὰ συμφωνοῦντα σαυτῷ παρέξεσθαι τὸν χρόνον καὶ τῶν προτέρων οὐ χείρω δείξειν τὰ δεύτερα. ἐπαινῶν δήπου σὺ καὶ Λακεδαιμονίων καὶ Ἀθηναίων τὸ σεσωκέναι πόλεις ἐμέμψω πολλάκις ἑκατέρων τὸ διεφθαρκέναι πόλεις καὶ ᾤου δὴ βελτίους ἀμφοτέρους εἶναι μὴ προσθέντας τὰ σκυθρωπότερα. καίτοι πῶς οὐκ ἐγγὺς θεῶν βασιλεὺς τοιαῦτα μὲν θαυμάζων, τοιαῦτα δὲ αἰτιώμενος;

`20.17–20.20`

Ἔδει καὶ τὸν τειχίσαντα στρατιώταις τε καὶ ὅπλοις τὴν Ῥωμαίων ἀρχὴν καὶ τοῦτʼ ἔχειν ἐν τῇ ψυχῇ τἀγαθὸν τὸ μὴ ῥᾳδίως ἐπὶ τοὺς τῶν ὑπηκόων χωρεῖν αὐχένας. οὕτω γὰρ οὐκ ἂν οὑμὸς πατὴρ τὸ τοῦ πατρὸς ἑαυτοῦ ποτε σῶμα ὑπεδέξατο καὶ τῇ τετμημένῃ κεφαλῇ συγκατέθαψεν οὐκ ὀφειλούσῃ δίκην. σκόπει δέ· πεντακοσίων τις ἦρχεν ἐν Σελευκείᾳ ταύτῃ στρατιωτῶν οἷς ἔργον ἦν βαθὺ ποιεῖν τοῖς αὑτῶν πόνοις τῷ λιμένι τὸ στόμα. τούτους ἔδει καὶ περὶ ἄρτον ᾧ θρέψονται, τῆς νυκτὸς ταλαιπωρεῖν, ὡς μὴ εἶναι καθεύδειν. ταῦθʼ οἱ πεντακόσιοι μὴ δυνάμενοι φέρειν ὠθοῦσιν εἰς βασιλέως προσηγορίαν τὸν ἐφεστηκότα κτείνειν ἀπειλοῦντες οὐκ ἀνασχόμενον. ὁ δὲ τὸν ἐγγυτέρω διακρουόμενος θάνατον ἤγετο στένων πινόντων ἐκ τῶν ἀγρῶν ἄχρι μέθης τῶν περὶ τὸν λιμένα κεκακωμένων. εἰσπεσόντων δὲ δεῦρο περὶ ἡλίου δύσιν τῶν οὐδὲ οὗ γῆς ἦσαν διὰ τὸν οἶνον εἰδότων μοχλοὺς τοῖς δόρασιν ἀντιτάξαντες οἱ τότε τὴν πόλιν ἔχοντες, ἐκοινώνουν δὲ ἄρα καὶ γυναῖκες τοῦ ἔργου, περὶ πρῶτον ὕπνον τὸ τέλος ἐπέθηκαν καὶ ἦν οὐδεὶς ὃς οὐκ ἔκειτο. τούτους τοίνυν τοὺς τῆς μὲν ταραχῆς οὐ κεκοινωνηκότας, τοὺς δʼ ἁμαρτόντας κατενεγκόντας καὶ τὸ πραχθὲν οὐ βουλομένους μὲν γεγενῆσθαι, γεγονὸς δὲ σβέσαντας ἀπεστέρησε τῶν ἐν τῇ βουλῇ πρώτων, ὥσπερ αὖ καὶ τὴν Σελεύκειαν. ἠδικήκει δὲ οὐδετέρα οὔθʼ ὅθεν ὡρμήθησαν οὔθʼ οὗ διεφθάρησαν. ἀλλʼ ὅμως ἐδόκει δεῖν τοὺς ἐξ ἑκατέρας πόλεως πρώτους ἀπολωλέναι. καὶ πλείστων δὴ τὸν ἐμὸν πάππον λέγεται δακρύων τετυχηκέναι κάλλους τε καὶ μεγέθους τοῦτο πεποιηκότων. εἰ δʼ ἐῴκει σοὶ καὶ κατὰ μικρόν, ὦ βασιλεῦ, τῇ μὲν οὐκ ἂν ἐνεκάλεσε καθαρευούσῃ τῆς αἰτίας, τὴν δʼ ἡμετέραν κἂν ἐστεφάνωσεν ἐφʼ οὕτω ταχείᾳ νίκῃ.

`20.21`

Ὥσπερ οὖν ἐκεῖνα μένει τε καὶ μνημονεύεται καὶ μνημονευθήσεται καὶ λήθην οὐδεὶς ἂν αὐτοῖς ἐμποιήσειε χρόνος, οὕτω καὶ τὰ σὰ δὴ ταῦτα μνήμης ἀθανάτου τε τεύξεται καὶ οὔτε τῆς ἡμετέρας ἀνοίας ἀνήκοος οὐδεὶς ἀνθρώπων ἔσται οἷός τε ἡμῖν ἐφʼ οἵοις γεγένησαι, πᾶν τὸ ἐπιγιγνόμενον εἴσεται.

`20.22`

Νικᾷς δὲ οὐ τοῦτον μόνον, ἀλλὰ καὶ τὸν τοῦ Διὸς παῖδα δόξαντα εἶναι τὸν Ἀλέξανδρον εἴς γε ἡμερότητα· ὁ μέν γε Θήβας, ἐπειδήπερ ἐλευθερίας, ἥν ποτʼ εἶχεν, ἐπεθύμησεν ἡ πόλις, ἀνέσπασε πόλιν ψευδέσιν ἀγγελίαις ἀπατηθεῖσαν, ὃ κἂν εἷς ἀνὴρ πάθοι σύνεσιν ἔχειν δοκῶν· σὺ δʼ οὐδʼ ὅσον εἰς οἰκίδιον τοῦτο ἔδρασας ἡμέτερον. ὁ δὲ πλὴν μιᾶς οἰκίας τῆς Πινδάρου τὴν ἄλλην καθελὼν πόλιν καὶ τούτῳ τιμήσας τὸν ποιητὴν καλλίων ἂν ἦν ὅλῃ τῇ πόλει τιμήσας τὸν ποιητήν. ἐκείνῳ τε γὰρ ἔπρεπε δοῦναι τοσοῦτον καὶ τῷ Πινδάρῳ λαβεῖν. μιᾶς δὲ οἰκίας ἑστώσης ἐν πόλει κειμένῃ τί τὸ κέρδος ἢ τῇ πόλει παρʼ ἐκείνης ἢ αὐτῇ γε ἐκείνῃ, ἣν οὐδʼ ἂν οἰκεῖν ὁ δεσπότης ἐν τοιούτοις τοῖς περὶ αὐτὴν ἔχοι;

`20.23`

Ἀλλὰ μὴν πρός γε τὴν δοκοῦσαν Φιλίππου φιλανθρωπίαν περὶ τοὺς ἁλόντας Ἀθηναίων, ὅτʼ Ἀργαῖον κατῆγον, οὐ χαλεπὸν ἀντειπεῖν, ὡς οὐκ εἴη τοῦτο φιλανθρωπία. τοῦ θεραπεύειν γὰρ Ἀθηναίους ἀνάγκην ἔχων τὴν ἀσθένειαν αὑτοῦ οὓς ἡδέως ἂν ἐκόλασεν ἄκων ἀφῆκε τὸ μηδὲν παρʼ Ἀθηναίων ὕστερον παθεῖν ὠνούμενος. οὐκοῦν οὐκ ἦν αἰχμαλώτους ἐλεοῦντος τὸ γιγνόμενον, ἀλλὰ τὴν αὑτοῦ χώραν πειρωμένου ῥύεσθαι, πολὺ δέ, οἶμαι, τὸ μέσον φιλανθρωπίας καὶ φόβου. σὺ δὲ ποίους μὲν Ἀθηναίους, ποίους δὲ Ἀθηναίων στρατηγούς, ποίας δὲ ναῦς, ποίας δὲ ἱππαγωγοὺς τριήρεις δείσειν ἔμελλες; οὕτως εἰλικρινὲς ἐνταῦθα τὸ τῆς φιλανθρωπίας, καὶ οὐδεὶς ἂν οὐδαμόθεν αἰτίαν φαυλοτέραν περιάψειε τῷ πράγματι.

`20.24`

Λείπεται κἀκεῖνος τῶν σῶν δὴ τοῦτο ὁ τῇ Ῥώμῃ μὲν ὁμώνυμον ἐγείρας πόλιν, τὸ σχῆμα δὲ τὸ ʼκείνης ἅπαν εἰς ταύτην εἰσαγαγών, εὐδοκιμῶν δὲ τῷ τὸν Ῥωμαίων δῆμον ἐνεγκεῖν ἀγροικισάμενόν τι. ῥήματα μὲν γὰρ εὖ ποιῶν ἤνεγκεν, ἔργον δὲ οὐδὲν προσῆν οὐδὲ κατʼ εἰκόνων ὕβρις. καίτοι πολλαί γε εἱστήκεσαν ἐκείνῳ, αἷς οὐχ ὅπως χεῖρα ἐπήνεγκαν, ἀλλʼ οὐδʼ ὅσον εἰς βλέμμα παροινίας ἔρχεται, φαίνονται λελυπηκότες. οὐκοῦν ἐνταῦθα μὲν καὶ ῥήματα καὶ ἔργα, ἐκεῖ δὲ τοὔλαττον μόνον, τὰ ῥήματα. οὕτω τοῦ βραχυτέρου μὲν ἐκείνῳ κοινωνεῖς, κοινωνὸν δὲ ἐκεῖνον τοῦ μείζονος οὐκ ἔχεις.

`20.25–20.26`

Ἐξεταζέσθω δὴ καὶ τοῖν ἀδελφοῖν οἷς πόλις ἡ Κίβαλις, ὁ νεώτερος, ὃς ὑβρισμένος ἐν γράμμασιν ἐν τῇ μεγάλῃ πόλει καθῃρημένης ἤδη τῆς τυραννίδος οὐκ ἐμνησικάκησεν. ὁ μὲν οὖν μὴ καλὸν τοῦτο νομίζων κακὸς ἂν εἴη. ἀλλὰ πρῶτον μὲν γράμματα ἔνι κἀνταῦθα, δεινότερον μὲν ἀγράφου ῥήματος, ἧττον δὲ ἔργου πάλιν. καίτοι καὶ εἰκόνες ἑωρῶντο τοῦ ταῦτα ἀκηκοότος. ἀλλʼ ὅμως αὐτὰς παρῄεσαν οὔτε τιμῶντες οὔτε ἀτιμάζοντες. τὸ δὲ μέγιστον, οἱ μὲν τυραννούμενοι τὰ τοιαῦτα ἔγραφον καὶ οὐκ ἦν αὐτῶν μᾶλλον ἢ τῆς ἀνάγκης τῆς παρὰ τοῦ δεσπότου ἤτοι φανερῶς κελεύοντος ἢ καὶ παραδηλοῦντος, ὅτι βούλοιτʼ ἂν αὐτῷ τὰ τοιαῦτα δίδοσθαι. οὐ δὴ δίκαιον ἐνόμιζε λαμβάνειν δίκην ὧν τινες ἐβιάσθησαν, ἡνίκα ἐδούλευον. τὰ δʼ εἰς σὲ κρατοῦντά τε αὐτῶν καὶ ἄρχοντα καὶ βασιλεύοντα πεπραγμένα ἀφορμὴν μὲν ἐξ ἑαυτῶν εἰς συγγνώμην οὐκ εἶχον, μίαν δὲ καταφυγὴν τὸ σὲ πρὸς φιλανθρωπίαν πανταχοῦ καθέλκεσθαι.

`20.27–20.29`

Πρὸς τίνα δή σε λοιπὸν ἐξεταστέον ἢ πρὸς τὸν ἐν τοῖς ὁμόροις τῇ Συρίᾳ διʼ εἰκόνος καὶ αὐτὸν ὑβρισμένον; ἀλλʼ εἴ τις τὴν Ἔδεσσαν καὶ τὰς ἐκείνης ἑορτὰς καὶ τοὺς περὶ τὰς ἑορτὰς ἐνθυμηθείη νόμους καὶ ὡς παλαιόν τι τοῦτο διὰ πάντων βασιλέων ἧκον καὶ διʼ ἀρχαιότητα μᾶλλον ἡδονὴν φέρον ἢ λύπην, πολὺ τὸ οὐκ ἴσον τῶν περὶ τὰς εἰκόνας ἀμφοτέρων εὑρήσει καὶ τοσοῦτον, ὅσον ὕβρεως καὶ παιδιᾶς τὸ μέσον. λέγεται δὲ καὶ σοφῶν ἀνδρῶν ἐπιστήμῃ τοῦτο καταδεδεῖχθαι χαριζομένων τισὶ τὰ τοιαῦτα δαίμοσι καὶ ταῖς μετὰ παιδιᾶς λοιδορίαις ἑστιώντων ἐκείνους, ὅπως ταύτῃ κεκορεσμένοι μηδὲν πλέον παρὰ τῶν ἀνθρώπων ζητῶσι, καὶ ἀπιστεῖν γε οὐκ ἄξιον ὁρῶντα καὶ σφᾶς αὐτοὺς κωμῳδοῦντας ἐκείνους καὶ τούς γε ἐν δόξῃ παρʼ αὐτοῖς ὄντας ἀφορμὴν γιγνομένους τοῖς μετὰ δρόμου σκώμμασι. καθʼ ἕκαστον τοίνυν ἔτος τοιαῦτα θέοντες ἔχουσι τὴν ἀπὸ τοῦ καιροῦ καὶ τοῦ πλήθους αὐτῶν ἀσφάλειαν, οὐ τὴν ἐπὶ ῥήμασι μόνον, ἀλλʼ ὅλως ἐφʼ ἅπασιν ἃ ποιεῖν ἡδίω δύναται τὴν ἑορτήν. κἂν ἄρχων οὐκ ὀρθῶς ἀνιαθεὶς ἐπὶ τὴν τιμωρίαν ἴῃ, μικρόψυχός τε εὐθὺς καὶ σκαιὸς ἐνομίσθη καὶ νόμων ἱερῶν ἀλλότριος. ἀλλʼ οὐχ ἡμῖν γε ἦν ἀποστροφή τις οὐδαμόθεν οὐδʼ αὖ τὸ παραιτησόμενον, ἀλλʼ ἐν τῇ σιγῇ τῶν δεδρακότων ἡ κατηγορία τῶν πεπραγμένων ἐστίν. ὥστε σὺ μὲν ἐκείνῃ πάντως ἂν συνέγνως τῇ πόλει, τῇ δὲ οὐ πάντως ἂν ἐκεῖνος. οὕτω καὶ τὸν ἥμερον εἶναι δόξαντα τῇ γαλήνῃ παρελήλυθας.

`20.30–20.32`

Οἱ δὲ δὴ τὸν πατέρα τὸν Τίτου μηδέν σου ταύτῃ λείπεσθαι λέγοντες τὸν ἐν μὲν ταῖς εἰκόσιν ὅμοια πεπονθότα, κτείναντα δὲ οὐδένα τῇ παρʼ ἑαυτοῦ ψήφῳ, τά τε περὶ τὸν σῖτον οὐκ ἐθέλουσιν ὁρᾶν τά τε περὶ τοὺς ἐκ Παλαιστίνης ἱκέτας, ὧν τὸ μὲν αὐτοῖς ἐποίει λιμόν, τὸ δὲ ἀσεβείας ἀνάγκην. ὃ δὲ δὴ διὰ ταῦθʼ ἡμάρτανον, οὐκ αὐτῶν ἦν μᾶλλον ἢ τῶν ἐπὶ ταῦτα ἀγόντων, ὥστʼ ἐκεῖνοι δίκην ὡς ἀληθῶς ὤφειλον ὧν Ἀλεξανδρέας ᾤοντο. καὶ γὰρ ὅστις χαλεπὸν ἀποδιδράσκει δεσπότην, ἠδίκηται μᾶλλον ἢ τοῦτο πεποίηκεν· ἃ γὰρ οὐκ ἐβούλετο βιασθείς, ταῦτʼ ἄγειν ἐπʼ ἐκεῖνον δύναιτʼ ἄν. ἐν αὐτοῖς οὖν οἷς ἐκόλαζε, τοῖς ἐλάττοσιν ἡμάρτανε· πῶς οὖν τοῦ μὴ κἀν μείζοσιν ἐπαινοῖτʼ ἂν εἰκότως; ἐνταῦθα δὲ ποία σιτοδεία; τίς λιμός; τίς ὠμότης ὑπακοῦσαι καιρῷ δεομένῳ χρημάτων καὶ ποιῆσαι μείζω τὴν Ῥωμαίων δύναμιν καὶ τὸ μὴ περὶ τοῖς ὅλοις δεδοικέναι διὰ τούτου κερδᾶναι; τὸ δὲ μέγιστον, οἱ μὲν ἀπεσφάγησαν Ἀλεξανδρεῖς ὑπὸ τῶν ἐγκαθημένων τῇ πόλει στρατιωτῶν οὕτω δὴ πολλοί τινες, ὥστε καμεῖν τοῖς τύπτουσι τὰ ξίφη. τί οὖν ἔδει ζητεῖν, ὃ πρὶν ἢ πυθέσθαι περὶ τῆς στάσεως εἶχε; τούτῳ δὲ οὐδὲν τοιοῦτον παρὰ τῶν τῇδε τόξων ἐγεγόνει. δυοῖν γὰρ δὴ σωμάτων ἥψατο δύο βέλη βοηθοῦντα τῶν γνωρίμων τινὸς οἰκίᾳ θορυβουμένῃ. οὐκοῦν ὁ μὲν διὰ τῶν στρατιωτῶν ἀπεκτόνει, σὺ δὲ οὐκ ἂν αἰτιαθείης, ὃς οὐδὲ ἐν φόβῳ ζῆν ἐᾷς, τοὺς ἐνίους δὲ οὐδὲ λέγειν ἄξιον. οὕτω δὴ καὶ οὗτος ἥττηται.

`20.33–20.36`

Τῶν τοίνυν εἰρημένων μοι τὰ πολλὰ καὶ μάντιν ἐποίει με, οὐχ ὁ Λητοῦς καὶ Διὸς οὐδʼ ἄλλος τις θεῶν, ἀλλʼ ὡς μετὰ τὴν ἀτυχίαν ἐκείνην ἡ πόλις ἦν ἐν φόβῳ τῷ τῆς δίκης καὶ πολὺς ἦν ὁ τῶν ὀλέθρων κατάλογος, ἐγὼ δὴ διὰ πάσης ἐρχόμενος θαρρεῖν τε ἐκέλευον καὶ τρέμοντας ἔπαυον καὶ πᾶν ἀκριβῶς ἔλεγον τὸ μέλλον προορῶν, ὥστε τοῖς κακοηθεστέροις ἐπῄει πρὸς ἀλλήλους λέγειν, ὅτι ἀνὴρ ἐξ ὀρνίθων ἡμῖν ἀφῖκται καὶ ποιεῖ νῦν, ὃ πάλαι παρὰ τοῖς Ἀχαιοῖς ὁ Κάλχας ὁ Θέστορος. τότε οὖν εἶναι μάντις οὐκ ἀπηρνούμην, θορυβούντων δὲ παρὰ σοῦ τε μάντις ἔλεγον γεγενῆσθαι καὶ βλέπειν ἐμαυτὸν εἰς ἀετὸν ἕνα σὲ καὶ τὸ μὴ φαινόμενον ἐκ τῶν ἤδη γεγενημένων ὁρᾶν. ἐπεὶ καὶ τὸν Ἡρακλέα πορευόμενον ἐπʼ ἔργον ἑκόντα ἢ καὶ πεμπόμενον ὅστις ᾔδει καλῶς τὴν Ἡρακλέους φύσιν, λέγων ὅτι καὶ κατορθώσει, μάντις ἂν ἦν ἐκ τῶν Ἡρακλεῖ κατειργασμένων εἰς τὸ προειπεῖν κινούμενος. μαντεύεται δὲ καὶ Ἀγαμέμνων κακὸν ἔσεσθαι Τρωσὶ τὰς Ἀχιλλέως διαλλαγὰς εἰδὼς τὰς πρὸ τῆς ὀργῆς τῆς ἐκείνου πεπορθημένας πόλεις, μαντεύεται δὲ καὶ αὐτὸς Ἀχιλλεὺς περί τε τῆς Ἕκτορος ἀριστείας καὶ ὅπως αὐτὸν ζητήσει τὰ πράγματα. καὶ περὶ Ἀριστείδου δὲ τοῦ Λυσιμάχου μετὰ τοὺς φόρους ἀργυρολόγου πλέοντος ἦν ἄν μοι τὸ τῶν μάντεων ποιεῖν, προλέγειν, ὡς μεθʼ ὁμοίας ἐπάνεισι πενίας. καὶ νῦν τοίνυν ἐβόων, ὅτι ταῦτα βασιλεὺς εἴσεται μὲν οὕτως ἀκριβῶς, ὡς μηδὲν εἶναι πλέον τοῖς αὐτόπταις γεγενημένοις ἡμῖν, αὐχένα δὲ οὐδένα ὑποθήσει σιδήρῳ. καὶ εἵπετο δὴ τούτοις ἐξέτασίς τε πονηρῶν ἔργων, δεῖ γὰρ τό γε ἀληθὲς ὁμολογεῖν, καὶ δικασταὶ τοῦτʼ ὄντες ὃ δὴ καὶ ἐκέκληντο, καὶ γράμματα λύσιν ἔχοντα τῶν προτέρων. ἐν οἷς ἔνεστιν ὁρᾶν λάμπουσαν τῷ βασιλεῖ τὴν φύσιν, ὅταν ἀπολογῆται μὲν ἐκ τῆς τῶν ἠδικηκότων κακίας, φάσκῃ δὲ αὑτοῦ τὴν ὀργὴν ἀλλοτρίαν τε εἶναι καὶ διὰ τοῦτο ταχέως μεταπηδᾶν ἐπὶ τὰ πρᾳότερα καὶ τούτου πλείω λόγον ἔχειν ἢ τοῦ τιμωρίαν λαμβάνειν.

`20.37`

Χρηστὸς δὲ ὢν καὶ φιλόδωρος χαρίζεται καὶ τῷ μεγάλῳ συνεδρίῳ καὶ τῷ μεγάλῳ δήμῳ τὸ καὶ ταῖς ἐκείνων ἱκετείαις πεπρᾶχθαί τι τῶν ἐπιεικεστέρων. ἐπεὶ ἔγωγε πέπεισμαι ταὐτὰ ἂν γενέσθαι τἀναντία βουλομένων οὐκ ἐκείνων μόνον, ἀλλὰ καὶ πάντων ἀνθρώπων. νῦν δὲ πλείω μὲν ἀγαθὰ γένοιτο τῇ καὶ νῦν πολλὰ καρπουμένῃ πόλει δακρύων τε εἵνεκα καὶ τῶν ἄλλων ἃ τὴν βοήθειαν εἶχεν, ἴστωσαν μέντοι χάριν ᾐτηκότες ἣν ἔδωκεν ἂν τῇ γῇ καὶ μηδενὸς ἐπαγγέλλοντος. οἱ δʼ αὑτοὺς μὲν ἔδειξαν καλῶς καὶ ὥς εἰσιν εὖ πράττειν ἄξιοι, βασιλέα δὲ παρεκάλουν ἐφʼ ἃ καὶ πρὸ ἐκείνων αὐτὸς αὑτόν.

`20.38–20.39`

Δηλοῖ δʼ οἷός ἐστιν, ἐκεῖνος ἐν τῇ τῶν φιλανθρώπων διατριβῇ. διελὼν γὰρ ἃ δίδωσι, χωρὶς ἕκαστον ἀπαριθμεῖ, τὰς οὐσίας, τὰ θεάματα, τὰ λουτρά, τοὺς ἐξεληλαμένους, οἷς περὶ τὴν ψυχὴν ὁ λόγος, τὴν τὰ αὑτῆς ἀπειληφυῖαν ἀρχήν, ἔχων ἐν δυοῖν, εἴπερ ἐβούλετο, ῥήμασι περιλαβεῖν τὴν δόσιν. ὁ δέ, ὥσπερ οἱ τῶν ἀνθέων βραδέως ἀπαλλαττόμενοι, μακρηγορεῖ καὶ μόλις ἐξέρχεται καὶ δέδοικεν ὑπὲρ τῶν πενομένων, ὡς ἴσον ὂν ἀπορεῖν καὶ τεθνάναι. διὰ τοῦτο τῷ ζῆν προσέθηκε τὸ καὶ ἐν οἷς εἶχον ζῆν. εἰσὶ δὲ οἳ διʼ ἀδίκων θανάτων ἐπὶ τάς τινων ἧκον οὐσίας, ἡ δὲ ἐντεῦθεν ὠφέλεια νῦν τε καὶ ἐς ἀεὶ τῶν ἀεὶ τὸ κράτος ἐχόντων διδασκομένων μὴ τῶν ὄντων ἐκβάλλειν τοὺς κεκτημένους μηδὲ κέρδη τὰ τοιαῦτα νομίζειν.

`20.40–20.43`

Τῶν μὲν οὖν ἴσων ἔτυχεν ἂν καὶ οὐ τοσαύτη πόλις ἐν τοιούτοις ἁμαρτήμασιν εἰδότος, ὅτι καθάπερ ἐν σώματι κἂν τὸ μικρότατον ἀφέλῃς, τὸ πᾶν ἐζημίωκας, οὕτω κἀν τῇ μορφῇ τῇ διὰ τῶν πόλεων ποθουμένου τοῦ τέως μὲν ὄντος, εἶτα ἀπολωλότος. νῦν δὲ δυοῖν μὲν ἥδε δευτέρα, τρισὶ δὲ ἴση, τῶν δʼ ἄλλων περίεστι. καὶ γέγονας οἰκιστὴς διὰ τῆς σωτηρίας οὐ λίθους ἐπὶ λίθοις διὰ τεκτόνων τιθεὶς οὐδʼ ἐναρμόττων ξύλα οὐδʼ ἐπάγων κέραμον οὐδʼ εἰς πόνον καὶ τὸ καθῆσθαι μερίζων τὸν ἐνιαυτὸν οὐδὲ πολλῶν ἐτῶν εἰς τὸ πᾶν δεόμενος, ἀλλʼ ἀπὸ γνώμης τε ἡμέρου καὶ γραμμάτων ὀλίγων καὶ τοῦ κρείττων θυμοῦ γενέσθαι. καὶ νῦν ἅπαντʼ ἐκεῖνα τὰ τῶν πρὸ τῆς Ἰοῦς, τὰ τῶν ἐκείνην ζητούντων, τὰ Ἀλεξάνδρου, τὰ Σελεύκου, τὰ τῶν μετʼ ἐκεῖνον ἀρξάντων σὰ γίγνεται, τὸ μῆκος, τὸ πλάτος, τὰ ἱερά, τὰ ἴδια, τὰ δημόσια, στοῶν κάλλος, ἀγορῶν φαιδρότης, βουλευτήρια, θέατρα, λουτρά. τὰ μὲν γὰρ ἐκείνων οἴχεται τῇ στάσει, τὴν δʼ οὖσαν σὴν ἡ συγγνώμη πεποίηκεν. ὁ γὰρ εἰκότως ἂν ἀνελὼν φεισάμενος εἰς τὴν τοῦ κτίσαντος χώραν ἐξ ὧν οὐκ ἀνῄρηκεν εἰσάγεται, ἐπεὶ καὶ ὅστις ἄνθρωπον ποταμοῦ ῥύμης ἐξήρπασε, πατὴρ ἂν εἰκότως εἶναι τοῦ σεσωσμένου δοκοίη. ὅταν οὖν τις ἐπαινῇ βασιλέας ἐξ ὧν ἔδοσαν τῇ γῇ πόλεων, ἔξεστιν ἑτέρῳ τήνδε παρὰ σοῦ δεδόσθαι λέγειν. καὶ γὰρ τὸν Ἕκτορα τῇ Τροίᾳ τὸν ἐν τῇ μονομαχίᾳ πεσόντα παρʼ Ἀπόλλωνος δεδόσθαι τοῦ γε ἀναστήσαντος· ὥστε σὲ μηδʼ ἂν ὄνομα τῇ πόλει μεταθέντα ἐκ τῆς σῆς οἰκίας μηδένα ἂν αἰτιάσασθαι.

`20.44`

Καὶ δὴ τοῦτό γε ἐν πολλοῖς οἷς ἡμαρτήκαμεν ὀρθῶς εἴδομεν τὸ τοιαῦτα περὶ δευτέρας προσηγορίας, οἷάπερ ἀκήκοας, εἰπεῖν. δεῖ τοίνυν σε τοῖς πεπραγμένοις οἰκιστὴν πεφηνότα σαυτοῦ τε ἔργον τὴν χειμασθεῖσαν νομίσαι καὶ τῷ μὴ διαφθεῖραι προσθεῖναι προσθήκας τῆς σῆς τύχης ἀξίας, οἵαις δὴ καὶ τὴν Δάφνην καλλίω κατέστησας βασίλεια παλαιὰ τοῖς νέοις ἀποκρύψας. δεχέσθω δή τι καὶ τὸ ἄστυ παραπλήσιον, εἴτʼ ἐν τῇ νήσῳ βούλει τῇ πέραν τοῦ ποταμοῦ εἴτʼ ἐν τῷ πρὸ ταύτης ᾠκισμένῳ χωρίῳ. παρακαλῶ δέ σε ἐπὶ ταῦτα, ὦ βασιλεῦ, οὐ μόνον ὑπὲρ μεγέθους καὶ κάλλους, ἀλλʼ ὅπως καὶ μαθεῖν ἡμῖν ἐγγένοιτο, εἴτε ἔτι ἐραστὴν ἐκεῖνον ἔχομεν εἴτε ἤδη πέπαυται.

`20.45–20.48`

Σὺ δὲ κρείττων μὲν γένοιο τῆς παροινίας, φυλάττοις δὲ τὸ γενόμενον ἀπὸ τῆς τοῦ θεοῦ λαμπάδος, διʼ ἣν ὡς ἥδιστα μὲν ἑώρας τὰς ἐνθένδε πρεσβείας ὁρᾶν ἐν τοῖς παροῦσι τρόπον τινὰ τὴν ἀφεστηκυῖαν δοκῶν, εὐφραίνου δὲ τῷ τε πυνθάνεσθαι τῷ τε ἀκούειν τι περὶ ἡμῶν. μέγα μὲν δὴ καὶ τὸ λῆξαι τὴν ὀργήν, πολλῷ δʼ ἔτι μεῖζον τὸ μὴ τὸν ἔρωτα λῆξαι. τῷ προτέρῳ τοίνυν τιμήσας τίμησον, ὦ βασιλεῦ, καὶ τῷ δευτέρῳ. θεοῦ δʼ ἂν εἴη καὶ τὸ τρίτον παρασχεῖν, τὸ τῆσδέ σʼ ἐπιβῆναι καὶ χώρας καὶ πόλεως· πάλιν δʼ αὖ τοῦδε μεῖζον τὸ σὺν τῷ νέῳ βασιλεῖ. τότε ἡμῖν, τότε καὶ πρὸς βίαν δώσεις τὴν ἀπὸ τοῦ παιδὸς ἐπωνυμίαν. λέγω δὲ βίαν, ὅση δὴ γένοιτʼ ἂν παρʼ ὑπηκόων σωφρονούντων· ὡς καλὸν τά γε τοιαῦτα βασιλέα καὶ προσαναγκάζειν. ἡμᾶς μὲν οὖν ἐκ τούτων προσερεῖ τις εὐδαίμονας ἔνδον τε σοῦ καθημένου καὶ βουλὰς βουλεύοντος σωτηρίους κἀν τῷ πεδίῳ τὰ πολέμια μελετῶντός τε αὐτοῦ καὶ τὴν στρατιὰν παιδεύοντος καὶ γιγνομένου τε καὶ ποιοῦντος βελτίους Πέρσαις τε σφᾶς αὐτοὺς ἐπαινεῖν παρέχοντος ἐπὶ τὴν ἐκ τῆς εἰρήνης ἀσφάλειαν δραμοῦσιν. εἰ δʼ οὖν καὶ πολέμου δεήσειεν, ἕξεις καὶ τοὺς ἀόπλους ἡμᾶς συναγωνιστάς, ἄνδρας τε καὶ γυναῖκας καὶ παῖδας, ὅσοι τὴν πόλιν οἰκοῦσι καὶ ὅσοι τὴν γῆν ἐργάζονται καὶ ὅσοι δεσπόταις ὑπηρετοῦσι. τίς οὖν ἡ παρὰ τῶνδε τῶν γυμνῶν συντέλεια; τοὺς θεοὺς ἕκαστοι τούτων καλέσουσιν ἀπʼ εὐνοίας ἀκριβοῦς, τὸν Ἄρη, τὴν Ἀθηνᾶν, τοὺς ἄλλους ὧν ταῖς γνώμαις ἐκβαίνει τὰ τῶν πολέμων τέλη, μεμνημένοι τῶν τε λελυμένων κινδύνων τῆς τε ἀνελπίστου ταύτης σωτηρίας, αἰτοῦντες τοὺς ἐναντίους, εἴ τινες ἄρα φανεῖεν, εἰς δέος τε πίπτειν καὶ τρόμον καὶ φυγῆς μᾶλλον ἢ διώξεως ἐρᾶν. ὅσην δὲ ἐν πολέμου πράγμασιν ἔχουσιν εὐχαὶ ῥοπήν, ὁρῶμεν ἐν ταῖς ποιήσεσι.

`20.49`

Καὶ μήτοι νομίσῃς παρὰ τῆσδε μόνης τοῦτο ἕξειν τἀγαθόν, ἀλλʼ ὅσον ἐστὶ τὸ βασιλευόμενον, τοσοῦτον τὸ συνευξόμενον. τὸ γὰρ τῶν ἀδελφῶν δίκαιον ἔστι δήπου κἀν ταῖς πόλεσι καὶ συνάχθονταί τε πληττομέναις καὶ συγχαίρουσιν ἐν τοῖς ἀμείνοσι. καὶ ὥσπερ ὁ μέρει πόλεως λυμηνάμενος καὶ τὸ μηδὲν πεπονθὸς ἠνίακεν, οὕτως ὁ μιᾷ πόλει λελύπηκεν ἁπάσας. οὐκοῦν καὶ ὅτῳ τι χρηστὸν εἰς μίαν γεγένηται, πάσας οὗτος ἀνηρτήσατο. ἀπὸ τοσούτων οὖν στομάτων εὐχὴν πόσον τι χρὴ νομίζειν δυνήσεσθαι;

`20.50`

Οὕτως οὐ φιλάνθρωπά σοι μόνον, ἀλλὰ καὶ λυσιτελοῦντα πέπρακται. καὶ φύσει γε τὸ πρᾶγμα τοιοῦτόν ἐστιν. ἡ μὲν ἀρετὴ συμφέρον· καίτοι καὶ εἰ μηδὲν κέρδος ἔμελλεν ἐντεῦθεν ἀκολουθήσειν, αὐτό γε σὺ δήπουθεν τὸ καλὸν τιμήσειν ἔμελλες, τὸ καλὸν δέ, οἶμαι, τὸ μὴ πικρῶς ἔχειν τοῖς ἁμαρτάνουσιν οὖσιν ἀνθρώποις. εἰς μὲν γὰρ τὸν οὐρανὸν τοῦτο οὐκ εἰσέρχεται, τῶν δὲ ἀπὸ τῆς Ἄτης οὐκ ἔνι καθαρεῦσαι τὴν γῆν. θεῖος δέ τις εἶναι δοκεῖ καὶ πολλῶν ἐπαίνων ἄξιος, ὃς ἐν ταῖς παρʼ ἐκείνης ἐπηρείαις τοῖς παραπεσοῦσιν οὐκ ἐπέθετο.

`20.51`

Καὶ νῦν οὗτος πανταχοῦ πολὺς ὁ λόγος, οἷα μὲν τὰ παρʼ ἐμοῦ, οἷα δὲ τὰ παρὰ σοῦ. οἶμαι δὲ καὶ ἐν θεῶν συλλόγοις μνήμην ἀμφοτέρων εἶναι καὶ παρὰ μὲν τῶν ἐγκώμια λέγεσθαι, Μουσῶν τε καὶ Ἑρμοῦ καὶ Ἀπόλλωνος, τοὺς δʼ ὑπὲρ δωρεῶν ἃς δεῖ σοὶ παρʼ ἐκείνων ἐλθεῖν, γνώμην ἀποφαίνεσθαι. Καλλιόπη δὲ τὸ μὲν δράσει μετὰ τῶν ἀδελφῶν, ὑπὲρ δὲ τῆς ἑαυτῆς πόλεως ἀποδώσει καὶ δευτέραν ἀμοιβὴν ἔρωτα τοῖς σοῖς υἱέσι παιδείας ἐνθεῖσα καὶ μουσικῆς.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: swk-dc`.
