---
title: "Orations 1–64: Oration 2 (To Those Who Called Him Burdensome)"
title_greek: "Λόγοι 1–64, Πρὸς τοὺς Βαρὺν αὐτὸν καλέσαντας"
author: Libanius of Antioch
eul_wid: swk-ck
eul_aid: swk
canonical: "https://eulogikon.org/works/libanius-antioch-orations-oration-2-swk-ck"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:0437d046098285a2c01dc40211b62be16a976db1309b7aa1ee183932a9c16a31"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Orations 1–64: Oration 2 (To Those Who Called Him Burdensome)

*Λόγοι 1–64, Πρὸς τοὺς Βαρὺν αὐτὸν καλέσαντας*

**Author:** Libanius of Antioch

**eul_wid:** `swk-ck` · [HTML page](https://eulogikon.org/works/libanius-antioch-orations-oration-2-swk-ck)

## Text

Part of [Orations 1–64](/works/libanius-antioch-orations-swk-aj)

`2`

ΠΡΟΣ ΤΟΥΣ ΒΑΡΥΝ ΑΥΤΟΝ ΚΑΛΕΣΑΝΤΑΣ.

`2.1`

Ὡς δὲ βαρύς, ὡς δὲ ἐπαχθής, εἴρηταί τισι περὶ ἡμῶν. ὁ δʼ ἀπαγγέλλων Ἀνδρόμαχος ἦν ὀμνύς, ἐπιστεύετο δʼ ἂν καὶ οὐκ ὀμνύων καλός τε ὢν κἀγαθὸς καὶ ἡμῖν ἑταῖρος καὶ οὐχ ἡδέως τὰ τοιαῦτα ἀκούσας· οὕτω πλεῖστον ἀπεῖχε τοῦ τὰ οὐκ εἰρημένα πλάσαι ἄν ποτε κατʼ ἐμοῦ. προκαλοῦμαι τοίνυν αὐτοὺς εἰς ἔλεγχον καὶ ἀξιῶ δεῖξαι τοῖς εἰρημένοις ἀληθείας τι μετόν· ἀλλʼ οὐχ ἕξουσι.

`2.2–2.5`

Καὶ πρῶτον μὲν ἐκεῖνο θαυμάσαι τις ἂν δικαίως, πῶς εἰς τὸν παρελθόντα χρόνον οὕτως ὄντα μακρὸν οὐκ ἦλθε ταυτὶ τὰ ἐγκλήματα. ἕτερα μὲν γὰρ εἴρηται πολλὰ ψευδῆ μὲν καὶ αὐτὰ καὶ παρὰ ἀνθρώπων ἐχθρῶν, οἷς αἰσχύνεσθαί τε ὕστερον συνέβη καὶ μόνον οὐκ εἰς γόνυ κατενεχθεῖσιν ἱκετεύειν συγγνώμην ἔχειν αὐτοῖς μωράνασι, καὶ ἔσχον, τουτὶ δὲ νῦν εἰσῆλθεν ἀναμεῖναν ἕβδομον καὶ ἑξηκοστὸν ἔτος. οὐ γὰρ δὴ ἔστιν εἰπεῖν, ὡς λεγόμενον ἐλάνθανεν, ὥσπερ οὐδὲ τἄλλα. τῆς τε γὰρ τῶν λεγόντων ἀσελγείας ἦν μὴ κρύπτειν, εὖνοί τε ἡμῖν πολλοί, παρʼ ὧν ἂν ἐπυνθανόμην. τί οὖν; χρὴ νομίζειν, ὅτι νεώτερος μὲν ὢν ἠπιστάμην σωφρονεῖν, προϊούσης δὲ τῆς ἡλικίας διεφθάρην; ἀλλὰ τοὐναντίον εἰκὸς ἦν, λῆξαί με νῦν, εἰ καὶ πρότερον ἐπαχθὴς ἦν. δεινὸς γὰρ παιδεύειν καὶ ἐπανορθοῦν ὁ χρόνος. ἀλλʼ, οἶμαι, τοιοῦτόν ἐστιν· ἅπαντα τἄλλα διεξεληλυθότες, καθʼ ἕκαστον αὐτῶν ἐρυθριάσαντες, ἐπειδὴ σιγᾶν οὐ δύνανται, φροντίσαντες οὐδέν, εἰ μηδὲν ἐροῦσι πιθανόν, ἐπὶ τοῦτο ἐξηνέχθησαν, ὅπως αὐτοῖς φεύγουσι τὰς ἐμὰς συνουσίας εἴη λόγος.

`2.6–2.9`

Βαρὺς ἐγώ; τί οὖν ἔστιν ἀκούειν τῶν ἐπὶ τῶν ἐργαστηρίων, ὁπότε παρίοιμι, λεγόντων; οὐχ ὁ μέτριος; οὐχ ὁ κοινός; οὐχ ὁ καὶ τὰς τῶν πενεστάτων προσρήσεις ἀμειβόμενος τοῖς ἴσοις; ἔστιν οὖν ὅστις ἂν ἐκείνοις αὑτὸν ἴσον ἐν οἷς ἔξεστι ποιῶν τῶν ἐν τέλει καὶ δυνατῶν κρείττων ἂν ἀξιώσειεν εἶναι; οἳ φιλοῦσι μέν μου καὶ ὀφθαλμοὺς καὶ κεφαλὴν καὶ χεῖρας, εἰ καὶ μὴ σφόδρα φιλοῦσιν αὐτόν, ἔχοντες δʼ οὐδὲν ἔλαττον ἀπέρχονται. ποῦ τοίνυν ὁ βαρύς; ἐν τοῖς πρὸς τοὺς ἄρχοντας; ἀλλʼ ἴσασιν ἅπαντες, οἷ τε εἰσιὼν καθιζάνω παρὸν ἔς τι κάλλιον, καὶ μεθʼ ὧν ἀπαντῶ καὶ προπέμπω, καὶ τίνων ἀποσχιζόμενος, ὧν ἑλκόντων με παρʼ ἑαυτοὺς πολλάκις οὐδὲν μᾶλλον ὑπακούσας φαίνομαι. καὶ τί ταῦτα λέγω, λέγειν ἔχων τὸ γραμματεῖον ἐκεῖνο, ὃ διεωσάμην, ὅπως μὴ σεμνότερος γεγενῆσθαι δόξαιμι; καίτοι γε ὑπῆρχε λαβόντι δεινὰ πάσχειν λέγειν οὐχὶ βαδιζόντων παρʼ ἐμὲ τῶν τὰς ἀρχὰς ἐχόντων καὶ θορύβου γε ἐμπιπλάναι τὰς τῶν ἀρχόντων καταγωγάς, ὁπότε παρʼ αὐτοὺς ἐρχοίμην. ἀλλʼ οὐδέτερον ἐβουλήθην οὐδέ γε ἡγησάμην μέγα οὐδὲ ταῖς διὰ τὸν τρόπον μου τιμαῖς ἠξίωσα προσθεῖναι τὰς ἀπʼ ἐκείνων τῶν γραμμάτων. ἠθέλησεν Ἀρχέλαος ὁ γέρων ἐλθεῖν ὡς ἐμέ, διεκώλυσα· Δομνίκος μετʼ ἐκεῖνον, καὶ τοῦτο ἐκώλυσα προαισθόμενος. ἦλθεν Ἀρχέλαος ὁ ἀδελφιδοῦς Ἀρχελάου λαθών γε καὶ ἐλύπησεν ἐλθὼν καὶ τοῦτʼ ἤκουσεν αὐτὸ καὶ εἶξε. Σαπῶραι δὲ καὶ Ἰούλιοι καὶ Βίκτωρες ἀρρωστοῦντος οὐκ ἔχοντος φυγεῖν ἧκον, ἐγὼ δὲ εἰς γῆν ὑπʼ αἰσχύνης ἔβλεπον, ἔργῳ δῆλον ποιῶν, ὅτι τῇ τιμῇ βαρυνοίμην.

`2.10–2.11`

Ἀλλὰ βαρύς εἰμι τοῦ γένους μεμνημένος. ἐμοὶ δὲ ὑπῆρχε μὲν πλὴν ὀλίγων κομιδῆ λέγειν πρὸς ἅπαντας, ὡς ἕνεκα γένους οὐδʼ ἀντιβλέπειν ἔχοιεν ἂν πρὸς ἐμέ, εἶπον δὲ οὐδεπώποτε οὐδὲ ἐπήρθην ταῖς εἰκόσιν αὐτῶν οὐδὲ ταῖς λειτουργίαις, ἀλλʼ ἀρκεῖν ἡγησάμην τὸ ταῦτα ἡμῖν συνειδέναι τὴν πόλιν, τοῖς δʼ ἄλλοις ὡς οὐδὲν φαυλοτέροις εἰς γένους λόγον ὁμιλῶν διατελῶ. πάππου δὲ καὶ ἐπιπάππου μνησθῆναι μὲν ὁμολογῶ καὶ πολλάκις, μνησθῆναι δὲ οὐκ ἐπὶ τούτοις, ἀλλʼ ὅτι τῷ μὲν καὶ μαντικὴ γένοιτο τέχνη πρὸς ἑτέροις ἀγαθοῖς, παρʼ ἧς προμάθοι τὸ βιαίως αὐτῷ τοὺς υἱεῖς ἀποθανεῖσθαι τοὺς καλούς, θατέρου δὲ τὴν περὶ τοὺς παῖδας ἐπιμέλειαν πολλάκις διηγούμην· διʼ ἣν ἦλθε μὲν εἰς Ἀπάμειαν αὐτός, ἤγαγε δὲ πείσας πολλοῖς χρήμασι σοφιστοῦ σθένος, ἀπέφηνε δὲ θαυμαστοὺς οὓς ἐγέννησε, τοὺς τῆς ἐμῆς μητρὸς ἀδελφούς. καὶ ταῦτα διεξῄειν οὐ ψιλῆς χάριν εὐφημίας, ἀλλʼ ὅπως πατήρ τις ἀκούσας ζηλώσειεν.

`2.12–2.13`

Ἐν τοίνυν τῇ νεότητι διεφύγομεν ἃ μὴ πάνυ ῥᾴδιον, καὶ τούτου μάρτυρες πρὸς τοῖς πάντα ἐπισταμένοις θεοῖς εἰσί μοι τῶν ἡλικιωτῶν οἱ ζῶντες ἔτι, νῦν μὲν σαπροί, τότε δὲ ἠνθοῦμεν. ἠνώχλησα οὖν ἐγὼ τῇ μνήμῃ τῆς σωφροσύνης; εἶπον ἄξιος εἶναι διὰ τοῦτο τιμῶν; ἢ οὓς ἐξῆν μάρτυρας καλεῖν, ἐκάλεσα; εἰ δὲ μὴ τοῦτο, τῶν περὶ τοὺς λόγους ἐμνημόνευσα πόνων ἢ τῶν ἐνταῦθα ἢ τῶν ἑτέρωθι; ἢ ὡς ἀγόμενος Ἀθήνησιν ὑπὸ τῆς ἀρχῆς ἐπὶ τὸν θρόνον ἔφυγον; τούτων οὐκ οὔσης ἀνάγκης ἐμνημόνευσα, λαμπρύνων ἄλλως ἐμαυτόν; οὐκ ἔστι, παρακλήσεως δὲ εἵνεκα τοῖς νέοις πολλάκις· ᾧ τοὔνομα τοῦτο ὁ βαρὺς ἥκιστα ἂν προσήκοι.

`2.14–2.16`

Ἀλλὰ τοὺς παρʼ ἑτέρων λόγους ὄντας ἢ σπουδαίους ἢ οὐ τοιούτους ἐκβάλλω ταῖς εἰς ἐμαυτὸν εὐφημίαις· ἐγὼ τὸν δεῖνα σοφιστὴν ἐνίκησα καὶ τὸν δεῖνα ἐπεστόμισα καὶ τὸν δεῖνα κατέβαλον καὶ τὸν δεῖνα κατεπάλαισα καὶ τὸν δεῖνα φεύγειν ἠνάγκασα καὶ τοὺς ἐν Αἰγύπτῳ τοὺς πολλοὺς καὶ τοὺς Ἀθήνησι τοὺς τρεῖς εἰς φόβον κατέστησα, καλούμενος ὑπὸ τῆς ἐν ἑκατέρᾳ βουλῆς; οὐχ ἑτέρων ταῦτα ἀπαγγελλόντων μεμαθήκατε; εἰ δʼ οὐκ ἀπήγγελλον, ἠγνοεῖτʼ ἂν ἕνεκά γʼ ἐμοῦ τὰς νίκας. ἐπεὶ καὶ περὶ τῶν εἰκόνων καὶ ὧν ὑπὲρ αὐτῶν ἔγνωσαν οὐ μικραί τινες οὐδὲ ὀλίγαι πόλεις, οὔπω μὲν ἀκηκόατε, πεύσεσθε δʼ ἴσως, οὐ μὴν ἐμοῦ γε λέγοντος. καίτοι τοιούτου γε οἷόνπερ οἵδε φασὶν ἀνθρώπου τί ποτʼ ἦν; πάντα τόπον καὶ καιρὸν ἐμπιπλάναι τῶν τοιούτων ῥημάτων καὶ ἡμέρας γε ἑκάστης, τοτὲ πρὸ μεσημβρίας, τοτὲ μετʼ ἐκείνην.

`2.17`

Καὶ μὴν καὶ ὅστις γε εὖ ποιήσας πολλάκις μνημονεύει τῆς χάριτος, βαρύς, εἴπερ ἐγγὺς μὲν τοῦτο τοῦ ὀνειδίζειν, λυπηρὸν δὲ ἐκεῖνο. σκοπῶμεν τοίνυν, εἰ μὴ εὖ πεποίηκα τὴν ἐμαυτοῦ, δεσμὸν μὲν ἰσχυρὸν ἀπορρήξας, ᾧ με κατέδησε βασιλέως ψῆφος οὗ πάντες ἴστε, δραμὼν δὲ ὡς ὑμᾶς οὐκ ἀκίνδυνον δρόμον, ἐναντίον τῇ τοῦ βασιλέως ἐπιθυμίᾳ, ἐπίδοσιν δὲ λαμπρὰν τοῖς λόγοις ἐνεργασάμενος. ταύτην οὖν προφέρων τῇ πόλει τὴν εὐεργεσίαν οὐδοτιοῦν ἀνῆκα; καὶ τίς οὕτως ἀναιδής, ὅστις εἰπεῖν τολμήσειεν ἄν;

`2.18–2.20`

Ἀλλʼ ἡ βάδισις φορτική. ποία, πλὴν εἰ τὴν παρὰ τοῦ νοσήματος λέγοι τις; ἀλλὰ τὸ βλέμμα, ἀλλʼ αἱ ὀφρύες, ἀλλʼ ἡ φωνή. οὐ τὸν ἐπίχαρίν με καλεῖν εἰώθατε; ταῦτʼ οὖν οἷόν τε τὰ ὀνόματα συνελθεῖν, ὥστε τὸν αὐτὸν τοῦτό τε καὶ βαρὺν ἐν δίκῃ καλεῖσθαι; εἰσὶ τοίνυν τινές, οἳ τῷ τὸν γέλωτα καθάπαξ φυγεῖν ταύτην ἠνέγκαντο τὴν προσηγορίαν. πότʼ οὖν ἢ διεκώλυσα γελῶντας ἢ νέφος ἐπήγαγον εὐφροσύνῃ; ποσάκις δὲ αὐτὸς ἡγεμὼν ἐγενόμην γέλωτος ἐν οἷς ἐξῆν; ἐπεὶ σπουδῆς γε καὶ προνοίας πραγμάτων ἐπιστρεφούσης πρὸς ἑαυτὴν πονηρὸν ἂν ἦν γελᾶν τε αὐτὸν καὶ γελᾶν ἑτέρους ποιεῖν. τοσοῦτον δὲ ἀπέχω ταύτης τῆς αἰτίας, ὥστʼ οὐδὲ πρὸς τοὺς φοιτῶντας τοιοῦτος γεγένημαι, ἀλλʼ ἡδονήν τινα τὴν ἀπὸ τῆς ἡμερότητος καταμιγνύω τῷ πράγματι, διʼ ἣν οὐδὲν δέομαι πληγῶν ἑκόντων ἅπαντα ποιούντων, ἑτέρους δὲ ἴσμεν μυρίας ῥάβδους ἀνηλωκότας, οἳ οὔτε τοσοῦτον ἐδυνήθησαν οὔτʼ ἐκλήθησαν ὃ νῦν ἐγώ.

`2.21–2.22`

Τί δʼ; ἐν ταῖς ἀρρωστίαις ἔστιν εἰπεῖν, ὡς τοὺς μὲν ἄλλους διʼ ἑκάστης ἡμέρας ἠξίουν παρʼ ἐμὲ βαδίζειν, τοὺς δὲ καὶ νυκτός, ἐνίους δὲ μηδʼ ἀπαλλάττεσθαι τῆς κλίνης, αὐτὸς δὲ ταύτην ἐλλείπων τὴν φορὰν εἰκός τι ποιεῖν ἐνόμιζον; τοῖς μὲν γὰρ πρέπειν τὴν λειτουργίαν, ἐμαυτῷ δὲ τὴν περὶ ταῦτα ἀτέλειαν. καὶ μὴν πάλαι μὲν ἑωρώμην θέων ἐπὶ τὰς θύρας τῶν ἀσθενούντων καὶ κλίμακας, νῦν δὲ φερόμενος, τὰ μὲν ἵππῳ, τὰ δὲ χερσὶν οἰκετῶν. καίτοι τίς οὐκ ἂν ἱκανὴν ἔχειν ἀπολογίαν ἡγησάμενος τό τʼ ἐν τοῖς ποσὶ κακὸν τό τε γῆρας ταύτης αὑτὸν ἀφῆκε τῆς ταλαιπωρίας; ἀλλʼ οὔτε τοῖς οὐκ ἐπισκεψαμένοις με κάμνοντα τοῦτο πώποτε ἐμεμψάμην αὐτός τε καὶ παρὰ δύναμιν πολλάκις ἧκον ἐπισκεψόμενος.

`2.23–2.24`

Τί λοιπόν; ἐν ταῖς ἐπιδείξεσιν εἰμὶ βαρύς, τὸν μὲν ἀεὶ γιγνόμενον κρότον, κἂν ᾖ πολύς, ὡς ἐλάττω τοῦ δέοντος αἰτιώμενος, ταῖς δʼ εἰωθυίαις φωναῖς προστιθέναι καινὰς ἀξιῶν, τὰς δὲ εὐφημίας, ὥσπερ λίθινος, δεχόμενος καὶ οὔτε ὀφθαλμοῖς οὔτε χειρὶ τοὺς ἐπαινέτας οὔτε μειδιάματι τιμῶν; ἐγὼ δὲ αὐτοὺς οἶδα καὶ ῥήμασιν ἐπισχών, δεόμενος μὴ οὕτω λίαν κόπτειν αὑτοὺς μηδʼ ἐν οἷς ἐμὲ κοσμοῦσι ταλαιπωρεῖν. ἃ δʼ ἠγανάκτησα πολλάκις ὑπὲρ Πλάτωνος καὶ Δημοσθένους, ὁπότε ἀδικοῖντο ὑπὸ τοῦ θεάτρου, τὰ πολὺ διεστηκότα συναγόντων ταῖς βοαῖς, οἶμαι πάντας εἰδέναι, καὶ γὰρ δὴ καὶ προλόγῳ ταῦτα ἔπαυσα, μᾶλλον δὲ ἐβουλήθην μέν, ἔτι δὲ ταὐτὸν ἔστιν οὗ τολμᾶται.

`2.25`

Αὐτὸ τοίνυν τὸ πλῆθος τῶν ἐπιδείξεων, ἐπειδή τινας ᾐσθόμην δυσχεραίνοντας, ᾤμην δέ γε αὐτοῖς ὁ ἠλίθιος χαρίζεσθαι τῇ πυκνότητι, κατέλυσα καὶ ἃ πρότερον ἐν πλείοσι, ταῦτʼ ἐν τοῖς φοιτῶσι δεικνύω. οὕτω πάνυ δέδοικα καὶ τὸ δοκεῖν εἶναι βαρύς.

`2.26–2.32`

Νὴ Δίʼ, ἀλλὰ τούτων μὲν οὐδὲν οὐδεὶς αἰτιᾶται, ἐκεῖνο δὲ τὸ τὰ πάλαι μὲν ὄντα ποθεῖν τε καὶ ἐπαινεῖν, τῶν παρόντων δὲ κατηγορεῖν, καὶ τότε μὲν φάσκειν εὐδαίμονας εἶναι τὰς πόλεις, νυνὶ δὲ δυστυχεῖν, καὶ τοῦτον ἀεί τε καὶ πανταχοῦ καὶ καθʼ ἡμέραν λέγεσθαί μοι τὸν λόγον. εἰσὶ δὲ οἱ ταῦτα μεμφόμενοι καὶ οἱ τοῖς λόγοις ἀνιώμενοι τούτοις, οἷς τὰ παρόντα συνήνεγκεν· οἷς δʼ ἐλυμήνατο, τῶν ἐπαινούντων. γεγόνασι δὲ οὗτοι μὲν ἐξ ἐνδόξων ἄδοξοι καὶ ἐξ εὐπόρων ἄποροι, ἐκεῖνοι δὲ τοὐναντίον ἐν δόξῃ καὶ πλούτῳ καὶ δυνάμει, ὧν τοσοῦτον ἀπεῖχον ταῖς ἐλπίσιν, ὅσονπερ τοῦ πτήσεσθαι. οὐκοῦν τοῖς μὲν εὖ πράττουσι παρὰ τὴν ἀξίαν ἀηδής εἰμι καὶ βαρὺς ταῦτα λέγων, τοῖς δʼ ἐξ εὐδαιμόνων κατενεχθεῖσι κεχαρισμένος, οἷα δὴ συναχθόμενός τε καὶ πεπληγμένος ταῖς ἐκείνων συμφοραῖς. διὰ τί οὖν, ὅταν με βαρὺν καλῶσιν, οὐ προσδιορίζουσι μικρόν τι προστιθέντες τὸ σφίσιν· οὐ γὰρ ἅπασί γε ἐγὼ βαρύς, ἀλλʼ οἷς τὰ κακὰ τῶν πολλῶν ἀγαθά. πᾶσι μὲν οὖν ὢν βαρὺς ᾐσχυνόμην ἂν τοῖς λεγομένοις, εἰ δὲ τοῖς οὕτως εὐτυχηκόσι, σεμνύνομαι· οὓς ἡδέως ἂν ἐροίμην, πότερά με ψεύδεσθαί φασι τοῖς ἐπαίνοις τουτοισὶ καὶ τοῖς ψόγοις ἢ οὔ. εἰ μὲν γὰρ ψεύδεσθαι, δειξάτωσαν, ὡς οὐκ ἀμείνω ταῖς πόλεσι τὰ πρόσθεν· εἰ δʼ ἀληθεύειν, τί χαλεπαίνουσι; τί δʼ οὐχὶ τὴν ἀλήθειαν βαρεῖαν καλοῦσιν, ἀλλὰ τὸν ἑπόμενον ἐκείνῃ βαρύν; οὐ γὰρ ὁ ἐμὸς λόγος τὰ πράγματα πεποίηκεν, ἀλλʼ ὑπὸ τῶν πραγμάτων οἱ λόγοι τοιοῦτοι γεγένηνται. εἶπον, ὅτι πάλαι πολλαὶ θυσίαι καὶ μεστὰ τῶν θυόντων τὰ ἱερὰ καὶ θαλίαι καὶ αὐλοὶ καὶ ᾠδαὶ καὶ στέφανοι καὶ πλοῦτος ἐν ἑκάστῳ κοινή τις οὗτος τοῖς δεομένοις ἐπικουρία. τί οὖν ἐψευσάμην; καὶ νῦν τοὺς νεὼς ἴδοι τις ἂν τοιούτους; μᾶλλον δέ, ἴδοι τις ἂν πενίαν ἑτέρωθι τοσαύτην; εἰσὶ μὲν οἳ ὡς ἥδιστʼ ἂν θεοὺς ἀναθήμασι τιμήσαιεν, ἴσασι δʼ, ὡς εἰ κομίσαιεν ἐκεῖσε, ταῦτα ἑτέρων ἐστίν, ὅπου γε καὶ τὴν πολλὴν ἑκάστου τῶν θεῶν γῆν ἕτεροι γεωργοῦσι καὶ τῆς προσόδου μέτεστι τοῖς βωμοῖς οὐδοτιοῦν. εἶπον, ὅτι τοῖς περὶ τὴν γῆν πονοῦσιν ἦν καὶ κιβώτια πάλαι καὶ ἐσθὴς καὶ στατῆρες καὶ μετὰ προικὸς οἱ γάμοι. νῦν δὲ διὰ πολλῶν μὲν ἐρήμων ἥξεις ἀγρῶν, οὓς τὸ πιέζεσθαι ταῖς εἰσπράξεσιν ἐκένωσε προστεθέντος ἑτέρου κακοῦ μείζονος, τῶν τὰ ἄντρα σφῶν αὐτῶν ἐμπεπληκότων, τῶν μέχρι τῶν ἱματίων σωφρόνων. ὅσοι δὲ καὶ μένουσιν ἐν ἀγροῖς, οὐδὲν δέονται κλείειν θύρας· οὐδεὶς γὰρ φόβος ἀπὸ λῃστῶν τῷ γε οὐδὲν ἔχοντι.

`2.33–2.36`

Ἀλλὰ τὰς βουλὰς ἐρεῖς. ἀλλʼ εἰ καὶ μηδὲν ἄλλο διέκειτο κακῶς, τοῦτό γʼ ἂν ἔπειθε μόνον λέγειν οἷάπερ λέγω. ἀντὶ μὲν ἑξακοσίων τῶν τότε οὐδὲ ἑξήκοντα νῦν. ἑξήκοντα εἶπον; οὐδὲ μὲν οὖν ἓξ παρʼ ἐνίοις. ἀλλʼ εἰσὶ τῶν πόλεων, ἐν αἷς ὁ αὐτὸς εἰσπράττει, λούει καὶ πάλιν λούει. τί τοῦτό ἐστι τὸ αἴνιγμα; λούει τε τῇ χορηγίᾳ τῶν ξύλων καὶ τὸν ἀμφορίσκον λαβὼν βαλανεὺς ὁ λειτουργῶν γίγνεται. εἶθʼ ὁ μὲν θερμόν, ὁ δὲ ψυχρὸν ὕδωρ ἐζήτησε, τῷ δέ, οὐκ ἔνι γὰρ μερισθῆναι, τὴν θατέρου φέρειν ὀργὴν ἀνάγκη. ἀλλʼ οὐ παρʼ ἡμῖν ταῦτα. μηδέ γε, ὦ Ζεῦ, γένοιτο, ἀλλʼ οὐ τοῦτο δεῖ σκοπεῖν, οὗ ταῦτα οὐκ ἔστιν, ἀλλʼ ὅτι, οὗ ταῦτα ἔστιν, ἔνι. καὶ μὴν αἷς μὲν τῶν βουλῶν ἡ γῆ πονηρά, τῷ μεγέθει τῶν φορτίων ἀπολώλασιν οὐδενὸς τῆς τοιαύτης ἐρῶντος γῆς οὐδὲ ὠνουμένου, παρʼ οἷς δὲ βελτίων, ἀντὶ τῶν κεκληρονομηκότων ἔχουσι τοὺς πρίασθαι δυναμένους δεσπότας. εἶθʼ οἱ μὲν πολιτευόμενοι ταπεινοὶ καὶ ὀλίγοι καὶ οὐ πένητες μόνον, ἀλλʼ ἤδη καὶ πτωχοί, οἱ δʼ οὐκ οἶδʼ ὁπόθεν εἰσπεσόντες, θέντες τιμήν, τὸ γὰρ ἀληθὲς εἰρήσεται, τρυφῶσιν ἐν τοῖς ἐκείνων, οἱ μὲν οἰκίας, οἱ δὲ ἀγρούς, οἱ δὲ ἀμφότερα κεκτημένοι. καὶ τὸ μὲν τῆς βουλῆς ἀξίωμα οὐδαμοῦ, σοβοῦσι δὲ οἱ ξένοι καὶ γαμοῦσιν, ἡμεῖς δὲ ὁρῶμεν καὶ συνδειπνοῦμεν καὶ συνευχόμεθα γῆρας, βουλεύοντι δὲ οὐδεὶς ἂν δοίη κόρην· οὐχ οὕτω μισεῖ τὴν ἑαυτοῦ. μηνὸς ἂν δέοι τῷ γε διʼ ἀκριβείας εἰπεῖν βουλομένῳ τὰς τῶν ἐν ταῖς βουλαῖς συμφοράς.

`2.37–2.42`

Οἶδα καὶ ὑπὲρ τῶν στρατιωτῶν, ὥσπερ ὑπὲρ τῶν βουλευόντων, στενάξας οὐδὲ τούτων ἴσως ἀδίκως, πεινώντων καὶ ῥιγούντων καὶ οὐδʼ ὀβολὸν ἐχόντων διὰ τὴν τῶν λοχαγῶν καὶ στρατηγῶν δικαιοσύνην, οἳ τοὺς μὲν ἀθλιωτάτους ποιοῦσιν, αὑτοὺς δὲ πλουσιωτάτους. πεινῶσι δὲ καὶ οἱ τῶν ἱππέων ἵπποι, ὁ δὲ λιμὸς οὗτος χρυσὸς ἐκείνοις πρὸς τῷ παρὰ τοῦ βασιλέως, ὃς διὰ τῶν χειρῶν τῶν στρατιωτῶν εἰς τὰς ἐκείνων ἔρχεται. καὶ καλὸν μὲν ἐμέσαι καὶ μεθυσθῆναι καὶ συνάψαι τούτοις εὐθὺς ἐδωδὴν ἑτέραν καὶ πόσιν, αἰσχρὸν δὲ αἱ μελέται καὶ τὸ ἐν τῷ πεδίῳ πρέπουσι πόνοις αὑτὸν γυμνάσαι. τοιγαροῦν ἐν ταῖς μάχαις ἀρκεῖ βοῆσαι τοῖς πολεμίοις, καὶ οἱ μὲν ᾤχοντο ἀπιόντες, ὁ δὲ μένων πεισόμενος ἔμεινε. καὶ περιδεεῖς μὲν αὐτοῖς αἱ ψυχαί, σκιῶν δὲ οὐ πολὺ διαφέροντα τὰ σώματα. πικρὰ δὲ καὶ ἡ γῆ τοῖς ποσὶν ὑποδημάτων ἀπορίᾳ· δεῖ γὰρ δὴ καὶ εἰς γύναιον ἀναλίσκειν καὶ παῖδας, ἔστι δὲ ἑκάτερον ἑκάστῳ καὶ οὔτε τοὺς γάμους κωλύουσιν οὔθʼ ἥ τις ἂν γένοιτο τροφὴ καὶ ταῖς τικτούσαις καὶ τοῖς τικτομένοις, σκοποῦσι. τεμνομένου τοίνυν εἰς τοσαύτας τομὰς τοῦ σίτου τῷ στρατιώτῃ πόθεν ἐκείνῳ κόρος; ἡ δὲ ἀπὸ τούτου βλάβη ζημία τῷ πολέμῳ καθίσταται. ἀλλʼ οὐκ ἐν ἐκείνοις τοῖς καιροῖς οὓς ἐπαινῶ, ταῦτα ἦν, ἀλλʼ εὐδοξίας μὲν ἀντὶ χρημάτων ἤρων οἱ ἡγούμενοι, τὰ δὲ τῶν στρατιωτῶν οὐδεὶς ἦν ὁ ἀφαιρησόμενος. οἱ δʼ αὐτοὶ καὶ ἰσχυροὶ καὶ ἀνδρεῖοι καὶ τεχνῖται πολέμων καὶ οὐκ ἐγάμουν, ἀλλʼ ὅπως μηδὲ δεήσονται γάμων, εὕρητο. οἱ δέ γε ἵπποι φέροντες τοὺς ἱππέας ἥδιστον μὲν τοῖς οἰκείοις θέαμα, φοβερὸν δὲ τοῖς ἀντιπάλοις, καὶ ἦν εἰρήνη παραινούντων ἑαυτοῖς τῶν βαρβάρων τὴν ἡσυχίαν ἄγειν. εἰ δὲ δεῖ καὶ περὶ τῶν τὰ ἔθνη διοικούντων ἀρχόντων εἰπεῖν, ἦρχον μὲν οἱ βέλτιστοι κριθέντες, τούτων δὲ οἱ μὲν ἐμμείναντες τῷ τρόπῳ κατεγήρων ἐν τοῖς θρόνοις, οἱ δὲ ἐκπεσόντες ἑαυτῶν ἀπέθνησκον, καὶ οὐκ ἦν παραίτησις. τοῦτʼ οὖν ἐποίει τοὺς νόμους κρατεῖν. ἀλλὰ νῦν τρέχει μὲν ἐπὶ τὴν ἀρχὴν ὁ πρίασθαι δυνηθείς, μεταστρέφεται δὲ περισκοπῶν, μὴ οὐ πολλοὺς ἀπέχει σταδίους ὁ διαδεξόμενος. ὁμολογεῖ δὲ εὐθύς, ὡς ἧκε ληψόμενος, καὶ τοῦτο τῆς ἀρχῆς τὸ προοίμιον, ἐν δὲ τοῖς ἁπάντων ὀφθαλμοῖς τὰ πρότερον ἐν σκότει γιγνόμενα τολμᾶται, κἂν ἐξέλθῃ τῆς ἀρχῆς, μικρόν τι τοῦ παντὸς ἐξεμέσας τὸ πλέον κατέπεψε. βαρὺς οὖν ὁ τὰ μὲν μισῶν, τὰ δὲ θαυμάζων;

`2.43–2.46`

Εἶεν· εἰ δὲ δὴ καὶ τἄλλα με πάντα φίλον ἐποίει τοῖς παροῦσιν, οὐκ ἄν με καὶ μόνα τὰ περὶ τοὺς λόγους εἰκότως ἐξεπολέμωσεν; οἳ πάλαι μὲν ἤστραπτον, νῦν δʼ εἰσὶ σκοτεινοί, καὶ πάλαι μὲν εἷλκον τὴν πανταχόθεν νεότητα, νῦν δʼ οὐδὲν εἶναι κέκρινται. ἀλλʼ οἱ μὲν ἐοικέναι δοκοῦσι πέτραις, εἰς ἃς ὁ σπείρων μαίνεται προσαπολλὺς τὴν σποράν. καρποὶ δʼ ἑτέρωθεν ἀπὸ τῆς Ἰταλῶν φωνῆς, ὦ δέσποινα Ἀθηνᾶ, καὶ τῶν νόμων. οὓς ἔδει πρότερον φέροντας τοὺς ἐπισταμένους ἑστάναι πρὸς τὸν ῥήτορα βλέποντας, ἀναμένοντας τό· ὦ οὗτος ἀναγίνωσκε. ἤδη δὲ καὶ ὑπογραφεῖς ἐν ταῖς μεγίσταις ἀρχαῖς, ὁ δὲ τὸ λέγειν ἀντʼ ἐκείνου μαθὼν ὑπʼ ἐκείνων τε καταγελᾶται καὶ αὐτὸς ὀδύρεται. πολλοὶ δὲ πολλοῖς οὐσίας ἐκ συνηγοριῶν σεσωκότες ἐκπηδήσαντες ἐκ τῶν δικαστηρίων ὁπλῖται γεγένηνται, οὐ τῆς ἐκ τῶν χειρῶν δόξης ἐπιθυμοῦντες, ἀλλʼ εἰδότες, ὅτι δόρυ ἑλοῦσιν εὐθὺς ὑπάρξει γαμεῖν καὶ τὰ τῆς γυναικὸς ἐσθίειν, πολεμίου δὲ ἐπελθόντος ἐν ἀκμῇ μάχης ῥᾷστον ἀντὶ τῶν χειρῶν χρήσασθαι τοῖς ποσίν, ὡς οὐκ ἐσομένων εὐθυνῶν. τῶν τοίνυν καλουμένων σημείων τρεψαμένων μὲν τὸν Ἑρμῆν, τρεψαμένων δὲ τὰς Μούσας, τὴν δʼ οὖσαν τοῖς περὶ ἐκείνας εὐδαιμονίαν εἰς αὑτὰ μεταθέντων, καὶ τῶν μὲν τεταπεινωμένων, τῶν δὲ τὰς γνάθους φυσώντων ἀγανακτεῖ τις, εἰ τῆς τέχνης ἀχρήστου μοι γεγενημένης ἀλγῶ;

`2.47–2.53`

Ἀλλʼ οὐχ ὑπὲρ ταύτης, φησί, μόνον ἀλγεῖς, ἀλλʼ ὅλως ἐπιλαμβάνῃ μὲν τῶν νῦν, ὑμνεῖς δὲ τὰ πρότερα καὶ περιεργάζῃ. τίνα, ὦ βέλτιστοι, παραβαίνων νόμον, τίνας ὑπερπηδῶν ὅρους τῇ περὶ ταῦτα λύπῃ; πῶς ἀδίκημα γίγνεται τὸ τοῖς πράττουσι κακῶς συνάχθεσθαι; ἐγὼ μὲν γὰρ χρηστότητος εἶναι νομίζω τὸ μὴ μόνον ὑπὲρ τῶν οἰκείων ἀνιᾶσθαι κακῶν, ἀλλὰ κἀν τοῖς ἑτέρῳ συμβαίνουσι ταὐτὸ ποιεῖν. καὶ οἶδα πολλοὺς οὐ μόνον τοὺς καθʼ αὑτούς, εἰ ἀτυχοῖεν, ἐλεοῦντας, ἀλλὰ κἀν ταῖς τῶν τραγῳδιῶν ἀναγνώσεσι δάκρυα κατὰ τῶν βιβλίων ἀφιέντας. πῶς οὖν οὐχὶ καὶ τούτους κακίζετε; ῥᾴδιόν γέ τοι πρὸς αὐτοὺς λέγειν· τί δὲ ὑμῖν μέλει τῶν Νιόβης τέκνων, ἢ εἴ τις Κάδμου θυγάτηρ τὸν αὑτῆς ἀπέκτεινε; Λάϊος δὲ ὑμῖν πατήρ; Οἰδίπους δὲ ἀδελφός; Ἑκάβη δὲ μήτηρ; Κρέων δὲ ὁ Κορίνθιος θεῖος; Γλαύκη δὲ ἀνεψιά; πρῴην Ἱππόλυτον τὸν Εὐριπίδου θρήνων οὐκ ἠξίωσα τοσούτων, ὅσωνπερ ἄν, εἰ παρῆν καὶ ἑώρων τὸ πάθος; τί οὖν οὐκ ἐγκαλοῦμαι ταῖς πρὸ τῶν Τρωικῶν συμφοραῖς πληττόμενος; ὑμεῖς δέ, ὦ πρὸς Διός, νέων ἐκφερομένων καὶ πατέρων ἀκολουθούντων συνεκφέροντες οὐ θρηνεῖτε, καὶ ταῦτα οὐδεμιᾶς ἀναγκαζούσης συγγενείας; τοὺς ἐπιτιμῶντας οὖν εἰκότως ἂν ἔχοιτε. καὶ μὴν ἐν εὐεργέταις οἷς ταῦτα εἰσενηνόχατε γονεῦσιν ἠρίθμησθε. εἰ δʼ οὐδὲν δεινὸν τὸν οὐ προσήκοντα ἀποθανόντα δακρύειν, πῶς δεινὸν τοὺς ζῶντας ἐν ὀδύναις, ὃ πολὺ τοῦ θανάτου πικρότερον; εἰ δʼ ἄξιον ἀθυμεῖν κακῶς φερομένης πόλεως, διὰ τί μὴ καὶ ἔθνους; εἰ δὲ ἑνός, διὰ τί μὴ καὶ πλειόνων; ἀλλʼ ἐμοὶ μὲν τοὺς συναχθομένους, εἰ καὶ πλεῖστον ἀπέχοιεν τῶν περὶ λόγους, φιλῶ, τοὺς δʼ ἐν ἑτέροις ζῶντας εἰ μὴ τῶν αὐτῶν ἀξιοίην, οὐκ ἀδικήσω; οὐκ ἐσμὲν Κύπριοι οὐδέ, σὺν Ἀδραστείᾳ δὲ εἰρήσεται, τῷ σεισμῷ κατενεχθεῖσαν ἐπείδομεν τὴν πόλιν, ἀλλʼ ὅμως οἰμωγαὶ καὶ ὀδυρμοί, καὶ ὦ πόλεις, ποῦ ποτε ἄρʼ ἐστέ; πολλῶν ἦν ἀκούειν λεγόντων, καὶ οὐδεὶς ἐπέπληξεν, εἰ τοσαύτῃ τῆς νήσου διειργόμενοι τῇ θαλάσσῃ μετέχειν τῆς συμφορᾶς ἐνομίζομεν. τί οὖν αὐτοῖς ἡ περιεργία βούλεται; οὐκ εἰμὶ μὲν τῶν δυνάμεων ἡγεμὼν οὐδὲ ἐκοινώνησα τῶν ἐν Θρᾴκῃ παρατάξεων οὔτε ὡς στρατηγὸς οὔτε ὡς στρατιώτης, ἀλλʼ οὐδʼ ἂν ἀπὸ δένδρου ποθὲν ὑψηλοῦ τὴν θέαν ἤνεγκα ἂν τῆς μεγάλης ἐκείνης μάχης, ἀλλʼ ὅμως ἀκούσας τῆς συμβολῆς τὸ πέρας τό τε μέτωπον ἔπληξα καὶ τῶν τριχῶν ἔτιλα καὶ τὰς αἰτίας πρὸς ἐμαυτὸν ἐξήτασα τῶν κακῶν, ὧν τῆς ὑστεραίας καὶ πρὸς ἄλλους ἐμνήσθην. ἡμάρτανον οὖν τούτοις; καὶ τίς ὁ τοῦτο φήσων;

`2.54–2.57`

Οὐ βουλεύω μέν, ἀλλʼ ἀφεῖμαι ταῖς περὶ τοὺς λόγους φροντίσιν, ἄχθεσθαι δὲ ἔξεστί μοι καὶ τῇ τῶν βουλευόντων πενίᾳ καὶ τῷ τῶν τοῖς ἄρχουσιν ὑπηρετούντων πλούτῳ, ὧν ἔνιοι πέρυσι κρέα πωλοῦντες, οἱ δὲ ἄρτους, οἱ δὲ λάχανα ταῖς ἐκείνων οὐσίαις μεγάλοι γεγένηνται περὶ τιμῆς οὐδὲν διενεχθέντες· τοσοῦτος αὐτοῖς ἐστιν ὁ χρυσός. οἱ δὲ καὶ τῷ μεγέθει τῶν οἰκιῶν λυποῦσι τοὺς γείτονας οὐκ ἐῶντες τῆς ἡμέρας ἀπολαύειν καθαρῶς. εἶτʼ ἐκεῖνοι μὲν οὐδὲν ἀδικεῖν σοι δοκοῦσι τῇ μεταβολῇ καὶ ταῖς τῶν πραγμάτων διορυχαῖς, εἰ δέ τις ἐπὶ τούτοις οὐ δύναται σιωπᾶν, φορτικὸς οὗτός ἐστι καὶ βαρύς; ἀλλὰ σὺ μέν, εἴ σοί τις τῶν συγγενῶν ἴσος γένοιτο κατὰ πλοῦτον, ἀποπνίγῃ, καὶ τὸ πρᾶγμα οὐκ ἀνεκτὸν καὶ ἥδιστʼ ἂν δίκην ἔλαχες τῇ Τύχῃ, ἐμὲ δὲ αὐτὴν ὡς δίκαια ποιοῦσαν ἐπαινεῖν ἠξίους, οὕτω πολλῇ περὶ τοὺς ἀνθρώπους ἀδικίᾳ κεχρημένην καθʼ ἑκάτερον, καθελοῦσαν μὲν οὓς εὖ ποιεῖν ἐχρῆν, δοῦσαν δὲ τὰ παρʼ αὑτῆς τοῖς καθάρμασιν. ἢ καὶ τὸν τῶν ἡνιόχων πλοῦτον ἐπαινεῖν με προσήκει καὶ ὅς ἐστιν ἑτέροις τισὶν ἐπί τινι γέλωτι καὶ τὸ πρόχειρον εἶναι ζώνης τυχεῖν καὶ τὸ τοὺς νεανίσκους ἀναισχυντεῖν, καὶ τὸ τοὺς πατέρας ταῦτα ὁρῶντας ἀνέχεσθαι, καὶ τὸ τῆς μὲν ἡμέρας τὸ πλέον καθεύδειν, τῆς δὲ νυκτὸς ἐν τῷ μέλλειν λοῦσθαι δαπανᾶν; ἐν ᾧ δὲ μέλλουσιν, ὅ τι καὶ ὅπου δρῶσιν, οὐ λέγω.

`2.58–2.59`

Τέτταρες ἦσαν ὑπογραφεῖς ἐκείνῳ, περὶ οὗ λέγων τι καλὸν οἶδα λυπῶν, καὶ τὰς ἀγγελίας οἱ φέροντες ἑπτακαίδεκα, καὶ ὁ τούτοις ἐφεστηκὼς ἆθλον εἶχε πολλῶν ἐτῶν τὴν περὶ τὸν χαλκὸν ἀρχήν, οἱ δʼ ἄλλοι τὰς πόλεις ἐποίουν λαμπράς. τὰ δὲ νῦν, οἱ μέν εἰσιν εἴκοσι καὶ πεντακόσιοι, οἱ δὲ τῶν μυρίων πλείους, ᾧ δὲ μέλει τούτων, ὁπότʼ αὐτῷ δόξειεν, ὕπαρχος ἀνεφάνη. τούτοις κεντοῦμαι τὴν ψυχήν, περὶ τούτων οὐ δύναμαι μὴ τὰ δίκαια λέγειν καὶ ἔχω γε τοὺς ἀποδεχομένους, ὥσπερ ὑμεῖς ἀλλήλους ἐν τοῖς καλοῖς συμποσίοις, ἐν οἷς πολλὴ μὲν ἡ χιών, πολλὴ δὲ ὕβρις, αἰσχραὶ δὲ ἅμιλλαι, πονηραὶ δὲ νῖκαι, ὑμνοῦνται δὲ ἀντὶ τῶν θεῶν οἱ τῶν κακῶν τῶν παρόντων αἴτιοι.

`2.60–2.64`

Τῷ πολλάκις γάρ, φησί, τοῦτο ποιεῖν βαρὺς εἶ. τὸ πολλάκις δὲ λέγειν ἃ καλῶς ἔχει λέγειν, τῷ λέγοντι μέμψιν ἐνεγκεῖν δίκαιον; καὶ πῶς; ἢ γὰρ οὐ λεκτέα, ἃ μὴ χρῆν, ἢ καὶ πολλάκις, ἃ προσῆκεν. ὁρᾷς, ὡς τοῖς αὐτοῖς κατὰ τὴν ἡμέραν ἑκάστην ἀλλήλους προσαγορεύομεν καὶ οὐκ ἐσμὲν βαρεῖς οὐδὲ λυποῦμεν τοῖς ῥήμασιν, ἀλλʼ ἡδίους ποιοῦμεν, ὁ δʼ οὐ προσειπὼν ἠτίμασεν. οἱ δὲ περὶ τὰς τραπέζας ὑμῖν ᾄδοντες νέοι καὶ ὑφʼ ὧν τοῖς ᾄσμασι πίνετε, οὐ τοῖς αὐτοῖς ὑμῖν παραπέμπουσι τὰς κύλικας καί εἰσιν ἡδίους αὐτοῦ τοῦ πόματος; πῶς οὖν ἐκεῖνο μὲν οὐ βαρύ, τοῦτο δέ; εἰ γὰρ ἐκεῖνο τοῖς πότοις πρέπει, καὶ τοῦτο ταῖς συμφοραῖς. οἶδα δὲ ἔγωγε πολλοὺς ἐπὶ δεινοῖς τισιν ἐν θρήνοις ἀποθανόντας, ὧν οὐδεὶς κατηγόρησεν, ὅτι μὴ προεπαύσαντο, ἀλλὰ καὶ καλῶς ἔδοξαν ᾐσθῆσθαι τῶν κακῶν αὐτῷ τῷ συνεκβεβιωκέναι τῇ λύπῃ. στῆσον τὴν λύμην τὴν περὶ ἕκαστον καὶ στήσεις μοι τοὺς περὶ αὐτῆς λόγους. εἰ δὲ ἐκείνη χωρεῖ, τί μοι τὴν γλῶτταν ἀποφράττεις; αὐτὰ γάρ με κινεῖ τὰ πράγματα πρὸς τὰ ῥήματα· σὺ δʼ ὅμοιόν τι ποιεῖς, ὥσπερ ἂν εἴ τις ἰατρὸς οὐκ ἔχων ἕλκος ἰάσασθαι τὸν ὀδυνώμενον ἐκέλευε μὴ στένειν. ἀπόδος τὴν παλαιὰν ἰσχύν τε καὶ ὥραν ταῖς πόλεσι, καὶ τῆς παλινῳδίας ἀκούσῃ. κατάστησον εἰς τὴν ἔμπροσθεν τάξιν τοὺς λόγους, καὶ τότʼ αὐτοὺς ἀπαίτει τοῦ καιροῦ τὴν εὐλογίαν. εἰ δὲ ἡ νόσος βαδίζει καὶ τὸ κακὸν ἀεὶ μεῖζον γίγνεται καὶ μικρὰ τὰ πρὸ τοῦ πρὸς τὰ νῦν καὶ τιμιώτερα τὰ φαυλότερα καὶ ἀτιμότερα τὰ κρείττω, τί με τὴν φθορὰν ἀναγκάζεις ἐγκωμιάζειν;

`2.65–2.69`

Μάλιστα μὲν οὖν τὰ τῆς οἰκουμένης ἁπάσης ἐμαυτοῦ νενόμικα, βελτίω τε καὶ χείρω, καὶ γίγνομαι τοιοῦτος, οἷον ἄν με ποιῶσιν αἱ ἐκείνης τύχαι, μισεῖσθαι δὲ ὁ φιλῶν τὴν οἰκουμένην οὐκ ἄξιος. εἰ δʼ οὖν καὶ κατακλείοι μέ τις εἰς τὴν ὑπὲρ τῆς ἐνεγκούσης πρόνοιαν, ἀτυχεῖν μοι δοκεῖ ταῖς μετοικίαις αὕτη πολλῶν τινῶν, οἳ τὰς αὑτῶν καταλιπόντες πόλεις καὶ οἴκους, εἰ δὴ καὶ οἴκους, καὶ οὐδʼ ἂν ὄναρ ἡδέως ἰδόντες οὗπερ ἔφυσαν, ξένοι πολιτῶν κρατεῖν οἴονται δεῖν, τρέμοντες, μὴ νόμον θῇ βασιλεὺς εἶναι τῶν παραδόξων πλούτων εὐθύνας. οἷς οὐκ ἐξαρκεῖ τὰ ἡμέτερα ἔχειν, ἀλλὰ κἂν αἰτιάσηταί τις τὴν Τύχην, θυμοῦνται, καὶ βαρὺς ὁ μεμψάμενος· τὸ γὰρ εἰς τοῦθʼ ὑμᾶς ἥκειν παρρησίας, ὄντας οἷοίπερ ἐστέ, πῶς οὐ πάνδεινον; εἰ δὲ γεωργὸς ὢν ἀεὶ σπείρων οὐδὲν κομιζόμενος κατεβόων τῶν ἐτῶν τῶν τὸ μὲν λαβόντων, τὸ δὲ οὐ δεδωκότων, ὀχληρὸς ἂν ἦν τοῖς ταῦτα καθʼ ἕκαστον ἔτος ἀκούουσι; καὶ πῶς ἐνῆν μὴ θρηνεῖν ἐν αὐχμοῖς καὶ ἐπομβρίαις καὶ νοσήμασιν ἄλλοις καὶ τῇ περὶ τὴν σπορὰν αὐτὴν ζημίᾳ; ἀλλὰ μητρὸς μὲν τηκομένης μήκεσι νόσων ἔδει κλάειν, πατρίδος δέ, ἣ καὶ πρὸ τῆς μητρὸς ἂν εἴη, κακῶς διακειμένης ἑορτάζειν ἐχρῆν; ᾔδειν ἀρέσκοντα ποιῶν τοῖς λαχοῦσιν αὐτὴν δαίμοσι, τοῦτο δὲ ἠπιστάμην δίκαιον ὄν. δίκαια τοίνυν ποιῶν οὐκ ἠδίκουν.

`2.70–2.73`

Ἓν μὲν τοῦτο τοσοῦτον ἔπειθε λέγειν, ἕτερον δὲ οὐκ ἔλαττον· ἤλπιζον δράσειν τι τὸν λόγον καὶ ἰάσεσθαι καὶ ἐπανορθώσειν ἑτέρων πρὸς ἑτέρους αὐτὸν φερόντων, ἕως εἰς ὦτα τοῖς βασιλεῦσιν ἀφίκοιτο. δεδυστύχηται δέ μοι καὶ τοῦτο τὸ μάτην με ταῦτα ἐλπίσαι. περὶ παντὸς γὰρ μᾶλλον διαλέγονται τοῖς βασιλεῦσιν οἷς τούτου μέτεστιν ἢ τῶν τηλικούτων, καὶ τὰ συμφέροντα ὑπερβάντες ἀφʼ ὧν χαριοῦνται λέγουσι. καὶ τί δεῖ τοῖς ἄλλοις ἐπιτιμᾶν; οὐδʼ αὐτὸν ἐκίνησα τὸν ὕπαρχον εἰς φροντίδα τῶν βουλῶν εἰπών, — ὃ τίνα οὐκ ἂν ἐπεσπάσατο; — ὅτι τὸ γένος τοῦτο ἐκλείψει παίδων βουλευταῖς οὐκ ἐσομένων, γάμων αὐτοῖς οὐ γιγνομένων, τοῦ βουλεύειν κακῶν εἶναι δοκοῦντος ἐσχάτου. ὁ δʼ ἐλέγχειν μὲν οὐκ εἶχέ μοι τὸν λόγον, εἰπὼν δὲ κακῶς τρεῖς ἢ τέτταρας τῶν πολιτευομένων σὺν ὀργῇ μεγάλῃ πᾶν ὃ προσῆκεν ᾤετο πεπληρωκέναι καὶ τῷ τρυφᾶν πάλιν αὑτὸν ἔδωκε.

`2.74`

Τί οὖν λοιπόν; εὔχεσθαι τοῖς θεοῖς χεῖρα ὀρέξαι καὶ τοῖς ἱεροῖς καὶ τοῖς γεωργοῖς καὶ ταῖς βουλαῖς καὶ τῇ τῶν Ἑλλήνων φωνῇ καὶ τὰ μὲν οὐ δικαίως ηὐξημένα μικρὰ ποιῆσαι, τὰ δὲ ἀδίκως καταφρονούμενα τὰ αὑτῶν κομίσασθαι δοῦναί τε ἀφορμὰς ἐμοὶ χαρᾶς ἀντὶ τῆς νῦν ἀνίας.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: swk-ck`.
