---
title: "Orations 1–64: Oration 19 (To Theodosius on the Riot)"
title_greek: "Λόγοι 1–64, Πρὸς Θεοδόσιον τὸν Βασιλέα περὶ τῆς Στάσεως"
author: Libanius of Antioch
eul_wid: swk-db
eul_aid: swk
canonical: "https://eulogikon.org/works/libanius-antioch-orations-oration-19-swk-db"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:63bb987013115ff1066ddc084b0f99602e16161072148b8db2806a50729ce045"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Orations 1–64: Oration 19 (To Theodosius on the Riot)

*Λόγοι 1–64, Πρὸς Θεοδόσιον τὸν Βασιλέα περὶ τῆς Στάσεως*

**Author:** Libanius of Antioch

**eul_wid:** `swk-db` · [HTML page](https://eulogikon.org/works/libanius-antioch-orations-oration-19-swk-db)

## Text

Part of [Orations 1–64](/works/libanius-antioch-orations-swk-aj)

`19`

ΠΡΟΣ ΘΕΟΔΟΣΙΟΝ ΤΟΝ ΒΑΣΙΛΕΑ ΠΕΡΙ ΤΗΣ ΣΤΑΣΕΩΣ.

`19.1–19.4`

Ἠτύχηκε μὲν ἡμῖν ἡ πόλις, ὦ βασιλεῦ, τοιούτων ἐν αὐτῇ πρὸς τὸν ἐραστὴν τὸν ἑαυτῆς γεγενημένων, αἰσχύνεται δὲ ὡς ἠδικηκυῖα καὶ τούτῳ κεκώλυται πέμψαι πρὸς σὲ πρεσβείαν τὴν ὑπὲρ τῶν συμβάντων καὶ λόγῳ χρησομένην καὶ ἔργῳ δεησομένην. ἐγὼ δὲ ἐμαυτὸν χειροτονήσας ἥκω μέγα μὲν ποιούμενος, εἰ ὁπόσον εὔχομαι, δυνηθείην, οὐ μικρὸν δὲ καὶ αὐτὸν τὸν ὑπὲρ τῆς οἰκείας πόνον, κἂν ἀτυχῆσαι τοῦ τέλους γένηται. κριθήσεσθαι γὰρ ἡγοῦμαι τῇ γνώμῃ μᾶλλον ἢ τοῖς οὐχ ὑπάρξασι τοῦ δοῦναι κυρίοις. τὸ μὲν οὖν γῆρας οἴκοι μοι παρῄνει καθῆσθαι καὶ πολλοὶ τῶν τε οἰκείων καὶ τῶν ἐπιτηδείων, ὧν ἦν ἀκούειν, ὡς οὐκ ἀσφαλὲς εἴη λέγειν ὑπὲρ τοιούτων πρὸς ὠργισμένον βασιλέα, ἐγὼ δὲ τὸ μὲν μηδὲν ἐκ τῶν λεγομένων ἔσεσθαί μοι δυσχερὲς ἀπὸ τῆς σῆς φύσεως εἶχον καὶ τρόπου, γῆρας δὲ θεῶν βουλομένων καὶ πρὸς δὶς τοσαύτης ὁδοῦ μῆκος ἀρκέσειν ἐπεπείσμην, καὶ ὡς ὀρθῶς, αὐτὸ τὸ πρᾶγμα δηλοῖ. ὁ γὰρ οὐκ ἂν τὸν πρῶτον σταθμὸν ἐλπισθεὶς διαβῆναι διά τε πολλῶν οὕτως ἀφῖγμαι καὶ διέβην Βόσπορον ἔν τε τοῖς βασιλείοις εἰμὶ καὶ τοῖς περὶ τῆς πόλεως λόγοις. ὧν οὖν συλλαμβανόντων ἐνήνοχα τὴν ὁδὸν καὶ οὐκ ἀπεῖπον, τούτους καὶ πρὸς τὴν ὅλην σπουδὴν ἕξειν ἡγοῦμαι συμμάχους.

`19.5–19.7`

Ἤδη μὲν οὖν τινος ἤκουσα ζηλοῦντος τὴν ἡμετέραν πόλιν ὑδάτων τε εἵνεκα καὶ πνευμάτων καὶ μεγέθους καὶ κάλλους καὶ τῶν ἐνοικούντων καὶ τοῦ λόγους ἐν αὐτῇ καὶ δίδοσθαι καὶ λαμβάνεσθαι καὶ εἶναι τούς τε παιδεύεσθαι βουλομένους τούς τε παιδεύειν δυναμένους. ἐγὼ δὲ οὐκ εἰς εὐδαίμονας αὐτὴν μᾶλλον ἂν θείην ἢ τοὐναντίον λογιζόμενος σεισμούς τε καὶ τὰ ἀπʼ αὐτῶν πτώματα καὶ Περσῶν ἐπιστρατείας καὶ πορθήσεις καὶ κατασκαφὰς καὶ πῦρ καὶ τά, ὡς ἐγὼ φαίην ἄν, δυστυχίας μείζονος, θυμόν τε κατʼ ἀρχόντων ἄδικον καὶ ἐν ἕλξεσι ταῖς ἀπὸ τῶν ποδῶν θανάτους, ἃ παρʼ ἄλλων ἐν ὀνείδεσιν ἀκηκόαμεν πολλάκις· ἃ γὰρ ἠτύχηκε, καὶ ἐγκέκληται. καίτοι ποῦ δίκαιον τοῦτό γε; τοῦ αὐτοῦ δὴ καὶ τὸ νῦν εἶναι χρὴ νομίζειν δαίμονος προσλαβόντος καὶ τὴν ὑβρισμένην Νέμεσιν. ἡ δʼ ὕβρις μηκέτʼ εἶναι τὸ ἕδος. καὶ τοῦτʼ ἀπεδείχθη τοῖς ἐξ ἱεροῦ Νεμέσεως ἑτέρου γεγενημένοις.

`19.8–19.13`

Καὶ ὡς μὲν οὐ δεινὰ τὰ περὶ τὰς ὑμετέρας εἰκόνας, τίς ἂν ἀντείποι; τίς δʼ οὐκ ἂν σκοτεινὴν ἐκείνην προσείποι τὴν ἡμέραν; ἦν δέ, ὦ βασιλεῦ, μαινομένης πόλεως, τὸ δʼ ἐκβάλλον τοῦ φρονεῖν ἦν τι ἰσχυρότερον, ὥστʼ εἰ καὶ συγχωρῆσαι δεῖ τῆς πόλεως ἁπάσης εἶναι τὸ ἀδίκημα, τὴν ἀπολογίαν ἐκ τοῦ κινοῦντος ἔχει. ἃ γὰρ οὐκ ἂν ἔδρασε φρονοῦσα, ταῦτα ἐτόλμα παραφρονοῦσα. τὸν δὲ τοῦτο πεπονθότα ἄνθρωπον οὐ κολάζειν νόμος, ἀλλʼ ἐλεεῖν καὶ πειρᾶσθαι τέχνῃ τῇ τῶν ἰατρῶν ἐπανορθοῦν. οὐδεὶς δὲ τύπτει τὸν μαινόμενον οὐδὲ ἔγκλημα νόσου ποιούμενος τὴν νόσον κακηγορεῖ. νοσοῦσι καὶ πόλεις, ὦ βασιλεῦ, τὰ δὲ νοσήματα τούτων ταραχαί, θόρυβος, ὀργῆς ἡττηθῆναι, τὰ τῶν ἡττημένων ἁμαρτεῖν, τὰ νόμῳ κεκωλυμένα πρᾶξαι. τουτὶ γὰρ αἱ στάσεις, ἐν αἷς ἄλλα τε πολλὰ δεινὰ καὶ σφαγαὶ οὐ πολιτῶν μόνον, ἀλλʼ ἤδη καὶ συγγενῶν τῆς ἐκ τοῦ θυμοῦ βίας νικώσης τὰ παρὰ τῆς φύσεως. καὶ τουτὶ τὸ κακὸν ἔλθοι μὲν ἄν ποτε καὶ ἐπὶ σμικρὰν πόλιν, αἷς δέ ἐστι μεγέθη, πολὺ τοῦτο ἐν ταύταις. κἂν ἐξετάζῃς τῆς Ῥωμαίων βασιλείας τὸν χρόνον, καὶ στάσεις ἐν ταῖς τηλικαύταις εὑρήσεις· ἃς οἱ μὲν ἄμεινον τῶν βασιλέων φρονοῦντες συγγνώμης ἠξίωσαν, παρʼ ἐνίων δὲ οὐκ εὖ βεβουλευμένων ἦλθον ἐπʼ αὐτὰς ζημίαι ζημιοῦσαι καὶ αὐτοὺς τοὺς ζημιοῦντας. πρὸς γὰρ τῷ τὰ αὑτῶν ἀσθενέστερα ποιεῖν οὐδʼ εἰδέναι θεοῖς ἀκολουθεῖν ὡμολόγουν. τίνα γὰρ δὴ τὰ τῶν θεῶν; συγγνώμη τοῖς καθʼ ἡμέραν ῥήματα ἐπʼ αὐτοὺς ἀφιεῖσιν, ὅταν τι παρὰ τῶν πραγμάτων λυπῶνται. καίτοι πολλάκις αὐτοὶ σφᾶς αὐτοὺς ἀπολλύουσιν, ἀλλʼ ὅμως συκοφαντοῦσιν, οἱ δὲ ἀνέχονται. καὶ διὰ τοῦτο πολὺ τὸ τῶν ἀνθρώπων γένος, εἰ δʼ εἵποντο πᾶσιν ἁμαρτήμασι δίκαι, σφόδρα ἂν ὀλίγον ἦν τὸ σωζόμενον. ὅστις οὖν ἐοικέναι βούλεται θεοῖς, ἀφιεὶς τιμωρίας χαιρέτω μᾶλλον ἢ λαμβάνων. ᾧ μεγίστῳ καὶ τοὺς Ἕλληνας εὑρίσκω τῶν βαρβάρων διαφέροντας. οἱ μέν γε ἐγγύς εἰσι τῶν θηρίων ἀτιμάζοντες ἔλεον, οἱ δὲ ὀξεῖς τε ἐλεεῖν καὶ ὀργῆς περιόντες. οὕτω Λακεδαιμόνιοι μὲν ἐξὸν Ἀθήνας ἀνελεῖν ἐφείσαντο, οἱ δὲ πρὸς τὸν Μῆδον τῶν Ἑλλήνων πολεμήσαντες τῶν μετʼ ἐκείνου στάντων καὶ ταῦτα ἀνάγκην οὐ μικρὰν εἰς τὴν δίκην ἔχοντες τὰ δεδογμένα περὶ αὐτῶν. ἦν δʼ ἂν καὶ Ἀλέξανδρος ὁ Μακεδὼν βελτίων οὐ κατασκάψας Θήβας. οὐ γὰρ ἂν ἀπήντα τοῦτο τοῖς ὑπὲρ αὐτοῦ λόγοις, ἀλλʼ ἦν ἂν πρῶτον ἐν τοῖς ὑπὲρ αὐτοῦ λόγοις.

`19.14–19.17`

Δεινὰ τὰ γενόμενα. τὰ δʼ ἐν Ἀλεξανδρείᾳ μέτρια τὰ πολλὰ καὶ πυκνά; οἷς τὸ θέατρον τοῦ πρὸς τοὺς ἄρχοντας αὐτῶν πολέμου χωρίον. ἐν δʼ αὖ τοῖς πρὸς ἐκείνους πολέμοις καὶ ὑμῖν τοῖς τὰ σκῆπτρα ἔχουσι πολεμοῦσι ῥῆμα οὐδὲν ὀκνοῦντες, οἳ καὶ τοὺς τῶν βασιλέων τῶν περὶ τὴν ἑσπέραν φονέας καὶ τὰ ἐκείνων ἔχοντας πάντων ἀκουόντων ἐκάλουν ἐπὶ τὴν Αἴγυπτον. ἀλλʼ ὅμως ἔστι τε ἡ πόλις καὶ μένει. καὶ δέδοται τῇ φύσει τῶν πόλεων τὰ τοιαῦτα πλημμελεῖν καὶ οὐ τὸ ἁμαρτάνειν θαυμάζομεν, ἀλλὰ τὸ μή. οὕτως εἰ καὶ μὴ γράμμασιν, ἀλλʼ ἔργῳ τοῦτον τεθείκατε τὸν νόμον, συγγνώμην ἔχειν πόλεων ἀνοίᾳ. τοῦτο δὲ ἄρα εἶδε καλῶς καὶ τοῖν ἀδελφοῖν τοῖν Παιόνοιν ὁ νεώτερος. τὴν γὰρ αὖ μεγάλην πόλιν ἡδέως ὑποδεξαμένην τυράννου θράσος καὶ τὰ μὲν εἰποῦσαν, τὰ δὲ καὶ πράξασαν, ἐν οἷς ἀμφοτέροις ταῖς εἰς ἐκεῖνον ὕβρεσιν ἐχαρίζετο τῷ τυράννῳ, τοῦτον τοίνυν ἐκεῖνος καθελὼν ἥξειν τε ἐλπιζόμενος ἐπί τε τὸ σῶμα καὶ τὸ πλήρωμα τῆς πόλεως τοῦτο μὲν οὐδὲ ἐνενόησεν, ἐκάθητο δὲ ἀναμένων, ὅστις αὐτὴν ἐξαιτήσεται, καὶ φανέντος τὸν μὲν ἐπῄνεσε, τὴν δὲ οὐκ ἐκόλασε. λεγέσθω δή τι καὶ περὶ σοῦ τοιοῦτον, ἄλλως θʼ ὅτε σοι καὶ δόξα πλείων ἐντεῦθεν ἢ παρὰ τῶν ἐν ὅπλοις κατωρθωμένων, ἅ σε δεσπότην καὶ Σκυθῶν ἐποίησε δούλων εὔνων. τὸ δὲ ἐκείνους οὕτως ἔχειν ἐκ τῶν σῶν εἰς ἐκείνους. ἀντὶ γὰρ τοῦ κακοῦν, ῥᾴδιον δέ, οἶμαι, παντί, τοὺς ἀρχομένους ὅπως ἀδεεῖς ἔσονται, ποιεῖς. ἐντεῦθεν ἔστιν ἀκούειν ὁριζόντων τῶν μέν, ὡς πολεμικώτερος εἴης μᾶλλον ἢ φιλανθρωπότερος, τῶν δέ, ὡς φιλανθρωπότερος μᾶλλον ἢ πολεμικώτερος. ὁ δὲ ἔπαινος πολλῷ λαμπρότερος ὁ τὴν φιλανθρωπίαν ἔχων, αὐτοῦ γάρ τινός ἐστι καθαρῶς, βασιλέως δὲ πολεμίων κεκρατηκότος τὸ μέν τι γίγνεται τοῦ στρατηγοῦ, τὸ δὲ τῶν στρατιωτῶν, τὸ δὲ τῶν ὅπλων, τὸ δὲ τῶν ἵππων, τὸ δὲ τῶν ἱππέων, τὸ δὲ τῶν νεῶν, εἰ δὴ διὰ τούτων μάχοιντο.

`19.18–19.19`

Μὴ τοίνυν, ὦ βασιλεῦ, δόξαν οὕτω καλὴν ἀνέλῃς, ἀλλʼ ἐνθυμοῦ μέν, ὡς ἐοικέναι δεῖ πατρὶ τὸν βασιλέα, πατέρων δʼ ἐστὶ τὸ πρᾴως φέρειν προπετείας υἱέων. πολλὰ μὲν οὖν ἔστιν ἐγκώμια κατὰ σοῦ λέγειν, πλεῖστον δʼ ἀληθείας ἐν τῷ τῆς ἡμερότητος ἔνεστιν. ὥστʼ εἰ καὶ πάντες ἦσαν ἀπηνεῖς καὶ χαλεποί, σὲ τοῦτο φυλάττειν ἐχρῆν. νῦν δʼ ὁρᾶν ἔξεστι καὶ τὸν Ἰουλιανὸν ἐντεῦθεν εὐδοκιμεῖν ἐσπουδακότα τόν τε ἀντιθέντα τῇ Ῥωμαίων πόλει τὴν νέαν ὁμώνυμον ἔστιν οὗ τοῦτο ἐπιδεδειγμένον. τοῦ Ῥωμαίων γάρ ποτε δήμου βοαῖς αὐτὸν ἀσελγεστέραις βεβληκότος τί χρὴ ποιεῖν, ἐρόμενος τοὺς ἀδελφοὺς καὶ τοῦ μὲν εἰπόντος δεῖν πέμπειν ἐπʼ αὐτοὺς δύναμιν καὶ κατακόπτειν, ἡγήσεσθαι δὲ αὐτός, τοῦ δέ, ὅτι βασιλικὸν εἴη τὸ μηδὲ εἰδέναι τά γε τοιαῦτα, τὸν μὲν ἃ δεῖ παραινεῖν, τὸν δὲ πικρὸν ἐκεῖνον ἥκιστα βασιλεῖ συμφέρειν εἰπών, τοὺς δὲ κρατοῦντας πρέπειν ἀνέχεσθαι τῶν τοιούτων σκιρτημάτων, τὸν μὲν ἐποίησε μέγαν τῇ δόξῃ, τὸν δὲ συστείλας ἀπέπεμψεν, εὔνουν δʼ ἑαυτῷ τὴν Ῥώμην ἐποίησε νομοθετήσας γέλωτος ἀφορμὴν τοὺς βασιλέας τὰ τοιαῦτα ποιεῖσθαι.

`19.20–19.22`

Ἀλλʼ ὅμως σοί γε οὐκ ἴσος ἐκεῖνος εἰς φιλανθρωπίας λόγον, ὃς πρὸς μὲν τὰ τοιαῦτα πρᾴως εἶχε, χαλεπώτατος δὲ ἦν τοῖς ὀρεγομένοις βασιλείας καὶ τὰ τοιαῦτα ἐπιβουλεύουσι καὶ οὐ τούτοις δὲ μόνοις, ἀλλὰ καὶ ὅσοι μάντεσιν ὑπὲρ τοῦ ποῖ χωρήσει τὰ ἐκείνου διελέγοντο, καὶ οὐδεμία τέχνη τόν γε τοιοῦτον ἐξείλετʼ ἂν τοῦ πυρός. σὺ δέ γε ποῖός τις ἐν τοιούτοις, τίς μὲν Ῥωμαίων, τίς δὲ βαρβάρων οὐκ οἶδεν; ὑπὸ μὲν γὰρ ὁμοίων ἐγκλημάτων ᾔεσάν τινες ἀποθανούμενοι καὶ ἡ ψῆφος εἶχε θάνατον, ἡ δὲ λύουσα φωνὴ τὴν ψῆφον λαβοῦσα τὴν ἀρχὴν ἐκ τῶν βασιλείων ἐχώρει διὰ τῆς πόλεως ἀπάγουσα τῶν αὐχένων τὰ ξίφη, καὶ νῦν ζῶσιν ἐν χωρίοις παρέχουσιν ἡδονὰς ἐπʼ ἐλέγχοις ἀπαιτοῦσι θάνατον. ἀπολέλαυκέ σου τῆς φιλανθρωπίας, ὦ βασιλεῦ, καὶ ἡ πολλαῖς καθʼ ἑκάστην ἡμέραν τιμωμένη δαπάναις, διʼ ὧν ἀεὶ μείζων τε καὶ καλλίων γίγνεται. οἱ τοίνυν Σκύθην τινὰ στρατιώτην αἰτιαθέντα τι ἐπὶ μὲν δικαστήριον οὐκ ἀγαγόντες, ἐπὶ δὲ τὴν θάλατταν μετὰ τὴν ἐν τῇ γῇ σφαγὴν προσαποστεροῦντες καὶ ταφῆς ἐλύπησαν μὲν οἷς ἐτόλμησαν κινοῦντες τὸ Σκυθικόν, ἔδεισαν δὲ τὴν ὀργὴν καὶ οὐδὲ ὅλην ἡμέραν, ἀλλʼ ἐλπίσαντες πεινήσειν ἦσαν ἐν ἄρτῳ πάλιν παρὰ τῶν διαλλαγῶν.

`19.23`

Ἢ οὖν ἕτερόν σε δεῖ γενέσθαι σήμερον καὶ ἄνω ποταμῶν πορευθῆναι τὸ πρᾶγμα ἢ ἕως ἂν ἐκεῖνος ᾖς, μηδὲ νῦν ἐπὶ δίκην ἐλθεῖν. τί γὰρ δὴ καὶ νεανικὸν πόλιν ὑπήκοον ποιῆσαι κακῶς; οὐδὲ γὰρ τοῖς ποιμέσι θύειν ὁπόσα βούλοιντο τῶν προβάτων, οὐδὲ τοῖς βουκόλοις τῶν βοῶν οὐδὲ τοῖς αἰπόλοις τῶν αἰγῶν, ἀλλὰ τὸ μὲν ὑπὲρ αὐτῶν μάχεσθαι τοῖς ἐπιοῦσι τῶν θηρίων καὶ κρατεῖν καὶ ἀπωθεῖν μέγα καὶ λαμπρόν, τὸ δὲ κατεσθίειν ἅ τις νέμει, θαυμαστὸν οὐδέν.

`19.24`

Οὕτω μέν, ὦ βασιλεῦ, καὶ κοινῇ τῆς πόλεως ἡμαρτηκυίας τῇ γε σῇ φύσει προνοητέον ἂν ἦν, νῦν δʼ ἄκουσον ἕκαστα διηγουμένου· γένοιο γὰρ ἂν οὕτω δικαιότερος κριτὴς καὶ διαιτήσαις ἀπʼ αὐτῶν τῶν πεπραγμένων τοὺς οἰκοῦντας τὴν πόλιν.

`19.25–19.30`

Ἧκε τὰ περὶ τοῦ χρυσίου γράμματα, πρᾶγμα πάλαι φοβερόν. πιστευομένου δὲ τοῦ τέως ἀπιστουμένου καὶ τῆς γῆς οὐ φερούσης τὸ ἄχθος κατηνέχθησαν οἱ τῆς ἐπιστολῆς ἀκηκοότες εἰς γῆν ἐξετάζοντες οἱ πολλοὶ τὴν πολλὴν αὑτῶν ἀδυναμίαν καὶ ὡς εἰ ἃ μὴ δύνανται μέν, οὐδʼ εἰ πάνυ βούλοιντο, δυνήσονται, τὰ σώματα δέ σφισιν ἐν ταῖς ἐσχάταις ἀνάγκαις ἔσται. καταφεύγουσι τοίνυν ἐπὶ τὴν παρὰ τοῦ θεοῦ συμμαχίαν αὐτὸν ἐκεῖνον καλοῦντες οἷόν τε ὄντα πεῖσαί σε τοῦ πλήθους ἀφελεῖν. μεστοῦ δὲ ὄντος ἀνδρῶν τοῦ δικαστηρίου, ὧν οἱ μὲν ἐν ἀρχαῖς ἐγεγόνεσαν, οἱ δὲ ἐπολιτεύοντο, οἱ δὲ τὴν ἀπὸ τοῦ συνδικεῖν εἶχον πρόσοδον, τοῖς δʼ ὁ χρόνος λελύκει τοὺς στρατιωτικοὺς πόνους, τούτων τοίνυν τῶν ἠριθμημένων οἱ μέν, ὅπερ ἔφην, ἱκέτευον δάκρυσιν, οἱ δʼ ἄνευ φωνῆς ἐδάκρυον, οὓς καὶ αὐτοὺς ἐν τοῖς ἱκετεύουσι δήπου θετέον. ὁ δʼ ἄρχων οὐκ εἶχεν ἐπιτιμᾶν· τίνα γὰρ ἂν καὶ μέμψιν ἱκετεία δέχοιτο; οὐκοῦν μέχρι μὲν τούτων οὐδὲν ὑπʼ οὐδενὸς ἠδίκησαι, βασιλεῦ· ποῖον γὰρ ἀδίκημα παρʼ οὗ καὶ αὐτὸς αἰτεῖς τὰ ἀγαθὰ καθʼ ἑκάστην ἡμέραν, τοῦτόν τινα ἀνθρώπων βοηθὸν αὑτῷ γενέσθαι βούλεσθαι; ἤδη δὲ ὄντων ἔξω καὶ ληγόντων τῶν τοιούτων ῥημάτων ἄνθρωποί τινες σεσιγηκότων ἐκείνων εἰσῆγον τὴν ταραχήν. καὶ προελθόντες οὗ Φλαβιανὸν εὑρήσειν ἔμελλον, οὐχ εὑρόντες εἶτα ἀνέστρεφον, ὅθεν πρῶτον ἐκινήθησαν, ἁπτόμενοι μὲν ῥημάτων οὐ καλῶν, μέλλοντες δὲ καὶ ἔργων, τουτὶ δὲ οὐκ ᾤοντο οἵ γε ἐπιεικέστεροι. τίνες οὖν ἦσαν ἐκεῖνοι; οἱ καὶ ἡλίου καὶ σελήνης καὶ νεφῶν αὐτῶν τοὺς ὀρχουμένους προτιθέντες. ὧν ἤδη τις καὶ τῶν ἐν Βηρυτῷ συμφορῶν αἴτιος ἐγεγόνει· τουτὶ γὰρ ὕστερον ἔγνωμεν. τοιούτοις οὖν ὑπηρέταις ὁ κακὸς χρώμενος δαίμων ἔπραξεν ἃ σιωπᾶν μὲν ἐβουλόμην, ὁ ἀληθείας δὲ νόμος οὐκ ἐᾷ μὴ λέγειν. ἃς γὰρ μετʼ αἰδοῦς ἑωρῶμεν ὑμετέρας εἰκόνας, ταύτας οὐχ οὕτως εἶδον οἱ τολμηρότατοι. τοῦ δὲ σὺν δαίμονι πονηρῷ τὰ τοιαῦτα ποιεῖν τεκμήριον ἐναργὲς τὸ ῥᾳδίως ἅπαν τοῦτο πεπρᾶχθαι παιδαρίων πολὺ πρὸ ἥβης ἐπὶ πάντα πετομένων, ὀξέως ἀναβαινόντων, καταβαινόντων, ἀπʼ ἄλλων ἐπʼ ἄλλα διαπηδώντων μετὰ ἰσχύος πλείονος τῆς ἐν ἀκμάζουσιν ἐνούσης. λέγεται δὲ καὶ γέροντα μείζονα ἢ κατὰ γέροντα δυνηθέντα περὶ τὸν ἵππον, εὖ γε, ὦ γέρον ἀκούσαντα ἀμεῖψαι πολλῶν ὁρώντων πρότερον μὲν εἰς νεανίσκον ἑαυτόν, ἔπειτα δὲ εἰς παῖδα, εἶτα ἀφανισθῆναι καὶ φρίκην οὐ μικρὰν ἐπελθεῖν αὐτοὺς ταύτας ἰδόντας τὰς μεταβολάς.

`19.31`

Ἐγὼ μὲν οὖν ἦν ἐν ταῖς βοαῖς χρυσὸς πολλῶν ἦν ὅτε δρόμος αἰτεῖ, ὑπὲρ τούτων φωναί. τοῦ πράγματος δʼ ἐπὶ τὰς εἰκόνας προελθόντος οἱ μὲν ἠδίκουν, οἱ δὲ ἐθεώρουν ὄντες πολλῷ πλείους τῶν τὰ δεινὰ ταῦτα ποιούντων. πῶς οὖν οὐκ ἐκώλυον; τὸν αὐτὸν ἐρῶ πάλιν λόγον, ὅτι τὸ κωλύον ἦν ἰσχυρότερον. ἦν γάρ τι δαιμόνιον ἐνταῦθα, ἦν ἔνδον, ὃ τὸ καθʼ ἕκαστον κατηνάγκαζε βλέπειν, αὐτὸν δὲ οὐκ εἴα ῥῆξαι φωνήν.

`19.32–19.33`

ἀρχῆς δὲ μὴ φαινομένης ἠρεμεῖν ἦν ἀνάγκη καὶ πλῆθος ὄντας. οἱ πολιτευόμενοι δὲ πόρρω τοῦ ταῦτα ἦσαν καὶ πράττειν καὶ ὁρᾶν καὶ καταδύντες ὅπῃ τύχοιεν ἑαυτοὺς διέσωζον δεδιότες, μὴ φανέντες ἕλκοιντο. πολὺ δὲ δεινοτέρων ὄντων τῶν πεπραγμένων ἐκεῖθεν εἶχον εὔλογον τὸν ἐπὶ τοῖς ἐλάττοσι φόβον. τοὺς γὰρ ἐκείνων οὐκ ἀπεσχημένους τίνας ἔδει νομίζειν ἐν τοῖς ἄλλοις ἔσεσθαι καὶ ταῦτα ἤδη πυρὸς εἴς τινος τῶν λαμπροτέρων οἰκίαν ἐμβεβλημένου; ἦν δὲ αὐτοῖς πολὺ πλείων τῶν ψυχῶν ἢ τῶν οἰκιῶν λόγος. διεσπαρμένοι τοίνυν κατὰ τὸν ἐμπεπτωκότα φόβον καὶ οὐκ ἔχοντες ἰδεῖν ἀλλήλους οὐδʼ εἰπεῖν οὐδʼ ἀκοῦσαι περὶ τῶν παρόντων καὶ ἅμα τῶν ἀγγελλομένων πλείους ποιούντων τοὺς ταῖς εἰκόσιν ἐπιθεμένους ἔκειντο εὐχόμενοι μὲν λαβεῖν τὰ παρόντα λύσιν, προβῆναι δὲ εἰς ἔργον οὐκ ἔχοντες.

`19.34–19.37`

Ἴδοι δʼ ἄν τις κἀκεῖθεν, ὡς οὐκ ἄνευ δαιμονίας ἦν τινος ταῦτα ἀνάγκης. ὃν γὰρ καὶ ἄκλητον ἔδει τὰ τοιαῦτα κωλύειν τοξόταις ἐνταῦθα ἐφεστηκότα τρεφομένοις ὑπὲρ καιρῶν ἀπαιτούντων βέλη, καλούμενος οὗτος μυρίαις φωναῖς ματαίους λέγων προφάσεις ἐκάθητο. καίτοι καὶ μηδενὸς καλοῦντος εἰκότως ἂν καὶ ἀναστὰς καὶ δραμὼν ὅδʼ ἔμπειρος ὢν πολέμου καὶ τἄλλʼ οὐ κακὸς καὶ εἰδώς, ὡς οὐδὲ τὴν ὄψιν οἱ θορυβοῦντες οἴσουσι τῶν τόξων, ἐν μὲν τοῖς ὑπὲρ ὑμῶν οὐκ ἐκινεῖτο, ἀλλʼ ἦν εὐλαβὴς καὶ ἔμελλεν, οἰκίᾳ δὲ ἐβοήθει προθύμως καὶ πολλὴν ἐλπιζομένην φλόγα δύο βέλεσιν ἐν προοιμίοις ἔσβεσεν, ὥστʼ αὐτὸν αὑτοῦ κατηγορεῖν οὐκ ἐπὶ τῶν σεμνοτέρων ταὐτὸν πεποιηκότος. ὁ δὲ ἄρχων τῶν ἐθνῶν ὡς ἤκουσε τοξότας ἥκοντας ἐπὶ τοὺς τὸ πῦρ προσάγοντας, ἧκέ τε αὐτὸς καὶ τὰ ἀπὸ τῶν λόχων εἰσήνεγκε δῆλον τούτῳ ποιήσας, ὡς μετὰ τῆς αὐτῆς χειρὸς αὐτὸς ἂν ἦν κἀν τοῖς προτέροις. τοὺς μὲν οὖν κᾴοντας παρέδωκε τῷ δικαστηρίῳ τὰ διὰ τῶν κεραμίδων τραύματα, τοὺς δὲ ἠσεβηκότας πολλαὶ πρὸς τὴν θήραν ὁδοί, κατήγοροι δὲ ἀλλήλων οἱ συνασεβήσαντες ἀλλήλους τε καὶ τὰ ἀλλήλων εἰδότες. καὶ ταχύς τε καὶ σαφὴς καὶ ῥᾷστος ὁ ἔλεγχος. ἔδει δὴ χωρίζειν τοὺς εἰλημμένους κατὰ τὸ τῶν ἀδικημάτων μέτρον. τοῦτʼ οὖν ἐγίγνετο. ἔδει χωρεῖν εὐθὺς ἐπὶ τὴν τῶν πονηροτέρων τιμωρίαν. καὶ τοῦτο τοίνυν ἐπράττετο τῶν μὲν ξίφει πεσόντων, τῶν δὲ πυρὶ τὰς ψυχὰς ἀφιέντων, τῶν δὲ στόμασι θηρίων δαπανηθέντων, ἔσωζε δὲ οὐδὲ τοὺς κομιδῆ παῖδας τοῦτο αὐτό, ἀλλʼ ἦν αὐτοῖς ἀνωφελής, ὡς ἐν τηλικούτοις, ὁ τῶν ἐτῶν ἀριθμός. ὁ δὲ μὴ δοὺς δίκην οὐδὲ ἠδικήκει πανταχοῦ τοῦ δικάζοντος ἰόντος τοῖς λογισμοῖς τὴν ἀκρίβειαν ἑκάστῳ προσάγοντος, ὡς μηδαμοῦ τἀληθὲς ἡττηθῆναι μηδενός.

`19.38–19.40`

Σκέψαι δή, βασιλεῦ, τί ποιῶν ἐπὶ τούτοις τοὺς ἐπαινοῦντας ἕξεις. ἐμοὶ μὲν γὰρ δοκεῖς ἀρκεῖν ἡγούμενος τὸ μηκέτʼ εἶναι μηδένα τῶν ταῦτʼ ἠδικηκότων. εἰ μὲν γὰρ ἦν πολλοὺς θανάτους ἀποθανεῖν ἄνθρωπον, τοῦθʼ ἡμᾶς ἔδει ποιεῖν· τούτου δὲ οὐκέτʼ ὄντος ὥρα παύσασθαι τῆς ὀργῆς. μὴ γὰρ δὴ τῶν θρυλουμένων μηδὲν εἰς ἔργον ἔλθοι. τίνα δὴ ταῦτʼ ἔστιν; οἱ μὲν εἰς ἁρπαγὴν τῶν ὄντων ἑκάστοις χρημάτων φασὶν ἐπαφήσειν σε στρατιώτας, οἱ δʼ ἐπὶ σφαγὰς τῶν ἐχόντων τὴν πόλιν, οἱ δὲ διὰ μεγέθους καταδίκης ἀμυνεῖσθαι τὴν ὕβριν, οἱ δὲ αἵματι τῶν ἐν τῇ βουλῇ γνωριμωτέρων. ἐγὼ δὲ πρὸς ταύτας ἐμαχόμην τὰς δόξας οὐκ εἰδέναι σὲ λέγων τοὺς τὰ τοιαῦτα οἰομένους. ὅτι μὲν γὰρ οὐχ ἁπάσης τὸ ἔργον τῆς πόλεως, ἤκουσας διηγουμένου. πάντας οὖν ἀποθνήσκειν ποῦ δίκαιον τούς τε, ὅτε ταῦτα ἡμαρτάνετο, μηδὲ ἐπιδημοῦντας τούς τε νόσῳ πεπεδημένους τούς τε, εἰ μή τις αὐτοὺς ἀποκτείνοι, τοῖς θεοῖς εἰδότας χάριν;

`19.41–19.44`

Ἀλλὰ μὴν καὶ γυναιξὶν ἔστιν ἔπιπλα. γυναῖκας δʼ οὐδʼ ἂν εἷς φαίη μετεσχηκέναι τοῦ τολμήματος. αἵ γε σιδηρᾶς ἂν αὑταῖς ηὔξαντο εἶναι τὰς θύρας. οὕτω περὶ αὑταῖς ἔδεισαν. οὐκοῦν καὶ τὰ τούτων τῶν γυναικῶν αἷς οὔτε ἀνὴρ οὔτε παῖδες οὔτε ἀδελφοί, τῶν εἰς ἁρπαγὴν ἐξουσίαν λαβόντων ἔσται; ἐὰν οὖν εἴπωσι προσελθοῦσαι ὅτι, ὦ βασιλεῦ, ἀλλʼ ἡμεῖς γε ταῦτα οὔτε ἐβουλήθημεν οὔτε ἐζητήσαμεν οὔθʼ ὅπως ἔσται προὐτρέψαμεν οὔτε τολμηθέντων ἥσθημεν οὔτε ἐν δίκῃ νῦν προσαιτεῖν ἠναγκάσμεθα καὶ ταῦτα οὐκ ὄντος τοῦ διδόντος τῷ κοινὴν ἐν τῇ πόλει γενέσθαι τὴν πενίαν, τί πρὸς ταῦτα ἐρεῖς, ὦ βασιλεῦ; τί δαί, εἰ πρὸς σὲ μὲν οὐδὲν τοιοῦτον, πρὸς δὲ τὸν Ἥλιον λέγοιτο; ἢ καὶ τοῦ θρήνου ληψόμεθα παρὰ τῶν ὀδυρομένων δίκην; οὐ τοίνυν οὐδὲ τῇ καταδίκῃ χώραν ἐνοῦσαν ὁρῶ. πῶς γὰρ οὓς οὐκ ἔστιν ἐλέγξαι πεπονηρευμένους, τούτους ἔνι ζημιῶσαι χρήμασι; καὶ μὴν εἰ μὲν κατὰ πάντων τοῦθʼ ἥξει, καὶ οὓς ὡς φίλους τῷ θεῷ τιμᾶν ἀξιοῖς, ζημιῶν ὀφθήσῃ· εἰ δʼ ἔσται τὸ χωρὶς κεισόμενον καὶ οὐ πεπληξόμενον τῇ καταδίκῃ, δεινὰ φήσουσι πάσχειν οἱ καθαροὶ μὲν αἰτίας, ὥσπερ ἐκεῖνοι, μὴ τῶν ἴσων δὲ ἐκείνοις τετυχηκότες. καὶ μὴν εἰ μὲν τῶν τὰς εἰκόνας κεκινηκότων εἰσὶν οἱ τοῦτο πεισόμενοι, θάνατον ὀφείλουσι τὴν δίκην, ἀλλʼ οὐ τὴν εἰς χρήματα· εἰ δʼ οὐδεὶς ἂν τοῦτο φήσαι, τίνος ἀπαιτοῦνται δίκην; λείπεται δὴ τὸ τῶν πολιτευομένων καὶ τῶν ἐκείνων κεφαλῶν. οὓς εἴ τις ἀποκτείνοι μηδενὸς ἔχων αἰτιάσασθαι χεῖρας, πολιτείας ἀντʼ ἀδικήματος εἰληφὼς ἔσται τιμωρίαν, καὶ τὸ πρᾶγμα φυγῆς ἄξιον καὶ νῦν εἶναι δοκοῦν ἔτʼ ἔσται φοβερώτερον.

`19.45–19.47`

Τί οὖν ἐξ ἁπάντων δείκνυται τούτων; ὅτι σοι τῆς ὀργῆς παυστέον. ὁ δὲ Διοκλέα λέγων σοι καὶ τὸν ἠναγκασμένον Εὐγένιον καὶ τὴν ἐκ Σελευκείας δεῦρο μετὰ μέθης εἴσοδον καὶ τὸν ἐμὸν πάππον καὶ τὸν Βρασίδαν καὶ ὡς ἀπέθανον οὗτοί τε καί τινες ἕτεροι κρίσεως μὲν οὐ τυχόντες οὐδὲ ἀπολογίας, κατʼ αὐτὸ δὲ τὸ πολιτεύεσθαι μόνον, οἱ ταῦτά σοι λέγοντες οὐχ ἃ μιμεῖσθαι προσήκει λέγουσιν. οὐ γὰρ ἴσον, οὐκ ἴσον Θεοδόσιος καὶ Διοκλῆς. ἐλυσιτέλει δέ, οἶμαι, κἀκείνῳ μὴ τὸ ξίφος ἀκονᾶν, νῦν δὲ πολλῷ τούτῳ χρησάμενος ὢν οὐκ ἐν ὀλίγοις θαυμαστὸς διέβαλε τὰ καλὰ τοῖς χείροσιν, ὥστε καὶ τοὔνομα συνάγειν τοῖς ἀκούουσιν ἀηδίαν καὶ ποιεῖν ἀποπηδᾶν. μᾶλλον οὖν μεμνήσθω τις Κωνσταντίου τοῦ πρὸς τὰς τῶν πόλεων ἁμαρτίας ἡμέρου. ὃς ὕπαρχον ἐνταῦθα πέμπων Στρατήγιον ἐπὶ τῷ Θεοφίλου θανάτῳ, ὃν οὐκ ἄξιον ἐκεῖνος τῶν τρόπων ἐδέξατο χρηστὸς ἄρχων ὑπὸ χαλκέων πέντε κατενεχθεὶς ἐν ἁμίλλαις ἁρμάτων, τότʼ οὖν ἤλγησε μὲν τὴν καρδίαν ὁ Κωνστάντιος, τιμωρίας δὲ πρὸς αὐτὸν μνημονεύων, ὅπως μετριώτατα χρήσεται τῷ πράγματι, πολλάκις εἶπε, κἀκεῖνος οὐκ ἠτίμασε τὰς ἐντολάς, οὐδὲ πλείους ἢ προσῆκε μητέρες ἐθρήνησαν.

`19.48–19.50`

Ἀλλὰ Θεόφιλος ἔθνησκεν, ἐρεῖ τις, τότε, τὸ δὲ νῦν ὕβρις εἰς βασιλέων εἰκόνας. ἐγὼ δέ, ὡς κἀκεῖνο μὲν ὕβρις εἰς βασιλέα, παρήσω νῦν, ἐπιδείξω δέ, ὡς ἐν ὁμοίοις αὐτὸς ἐκεῖνος ἐγένετο. Ἔδεσσα γὰρ ἡ πόλις, μεμψάμενοί τι τῶν πρὸς αὐτοὺς χαλκῆν εἰκόνα αὐτοῦ καθελόντες, εἶτα ἄραντες πρηνῆ κατὰ τὸν ἐπὶ τοὺς παῖδας τοὺς ἐν τοῖς διδασκαλείοις νόμον ἔτυπτον ἱμάντι τά τε νῶτα καὶ τὰ μετὰ τοῦτο κάτω προστιθέντες, ὡς ὅτῳ πληγαὶ τοιαῦται προσήκουσι, πλεῖστον ἀπέχοι βασιλείας. ταῦτα μαθὼν ὁ Κωνστάντιος οὐκ ἔπεσεν εἰς ὀργήν, οὐκ ἐζήτησε δίκην, οὐδενὶ χείρω κατέστησε τὴν πόλιν, ἀλλʼ ὥσπερ οὐκ ἂν ἐκόλασε γεράνους διὰ τὴν κλαγγήν, οὕτως οὐδὲ ἐκείνους. ταῦτα καὶ τὰ τοιαῦτα οὕτως εἶναι ἐδόκει καλά τε καὶ ἐπαίνων ἄξια, ὥστε τοῖς ἐκ τῆς ἐπιεικείας ἡ κατὰ τοὺς πολέμους ἐκρύπτετο ῥᾳθυμία, καὶ Περσῶν καθʼ ἕκαστον ἔτος ἀεί τι παρασπωμένων καὶ τὰ αὑτῶν μείζω ποιούντων τοῖς ἡμετέροις χωρίοις ὅμως εἶχε τοὺς συνευχομένους αὐτῷ καὶ ζῆν βουλομένους ὑπὸ τῇ ἐκείνου περὶ τὰς πόλεις πρᾳότητι. ἅπαντα μὲν γὰρ ἄνθρωπον τοῦτο κοσμεῖν δύναται, διαφερόντως δὲ τοὺς ἐν ταῖς ἐξουσίαις. τὸ γὰρ πάντα ποιεῖν ἐπιτρεπούσης τῆς τύχης εἶναι τὸ ἐπισχῆσον καὶ διακωλύσον μέγα μέρος εἰς εὐφημίαν τε καὶ δόξαν. εἶτʼ ἀκούειν περὶ ἑτέρου ταῦτα μᾶλλον ἐθελήσεις ἢ παρέχειν τοῖς ἀνθρώποις περὶ σεαυτοῦ λέγειν; μηδαμῶς, ὦ γενναῖε, μηδενὶ τῆς ἐνταῦθα παραχώρει νίκης.

`19.51–19.55`

Ἀλλὰ πρὸς τοῖς εἰρημένοις καὶ περὶ ποίας πόλεως ὁ λόγος ἐστί, σκόπει. μάλιστα μὲν γὰρ οὐδεμίαν περιοπτέον οὐδὲ τὴν σμικροτάτην οὐδὲ τὴν ἐν σκοπέλῳ κειμένην. ἁπάσης γὰρ δὴ μέλει θεοῖς καί εἰσιν ἐκείνων κτήματα. εἴποι δʼ ἂν ἴσως τις, ὡς οὐ μεγάλη τὰ τοιαῦτα ζημία, ὥσπερ ἐν χορῷ τοῦ φαυλοτάτου χορευτοῦ σιωπῶντος. ἀλλʼ οὐ περὶ τῆς ἡμετέρας ἔνι γέ τι τοιοῦτον εἰπεῖν οὔτε ἐνθυμηθῆναι, ἣ πρὸς τοσοῦτον μὲν ἐκτέταται μῆκος, ὡς μὴ εἶναι ῥᾴδιον ἐκ πυλῶν εἰς πύλας ἐλθεῖν, τοιαύτην δὲ καὶ οὕτω πολλὴν περίκειται γῆν, ὥστε πάντα μὲν φέρειν, αὐτῇ δὲ ἀποχρῆν. πηγαὶ δὲ οὐ μικραὶ μὲν αἱ εἴσω τειχῶν οὐδὲ ὀλίγαι, ταῖς δὲ ἀπὸ τῆς Δάφνης ἐπὶ τὸ ἄστυ θεούσαις οὐ πολλὰς ἀντιθήσεις. καὶ μὴν χειμών τε πρᾷος καὶ θέρος ἀνέμοις ἥδιστον ἀγορά τε ἡ καθʼ ἡμέραν ἀνθεῖ παρέχουσα τοῖς ὁρῶσιν ὠνῆς ἐπιθυμίαν, πολὺ δὲ τὸ πανταχόθεν εἰς αὐτὴν μετοικιζόμενον, ἡ δὲ δέχεταί τε ἀσμένη καὶ θεραπεύει καὶ οὐκ ἐᾷ μέμψασθαι τὰ βεβουλευμένα. τὴν ἰσχὺν δὲ τὴν διὰ πάντων τῆς πόλεως πολλοὶ μὲν πόλεμοι πρὸς τὴν Περσῶν ἀρχὴν πολεμηθέντες ἐπέδειξαν, οὐχ ἥκιστα δὲ ᾧ πέρας Ἰουλιανὸς ἐκεῖνος ἐπέθηκε διδάξας διώκειν τοὺς φεύγειν μεμαθηκότας διὰ χρόνου Ῥωμαίοις ἔργον αὐτῶν ἀποδούς. μὴ οὖν ἄλλο τι νομίσῃς νῦν ἢ περὶ τῶν ὅλων εἶναι τὴν βουλήν, εἴπερ ὑπὲρ πόλεώς ἐστιν, ἣν ὁ Μῆδος ἢ μὴ εἶναι βούλοιτʼ ἂν ἢ πράττειν κακῶς, ὡς τὰ αὑτοῦ βέλτιον παρὰ τοῦτο ἕξοντα. μὴ τοίνυν συναγωνίσῃ ταῖς τῶν βαρβάρων ἐπιθυμίαις. μηδὲ τὴν ἀρετὴν τὴν Κέλσου περιυβρίσῃς. εἰ γὰρ σὺ ζητήσεις τι πλέον, ἐκείνῳ τὸ μέτρον ἠμέληται, καὶ τιμῶν ἀνὴρ ἄξιος.

`19.56–19.61`

Ἀλλὰ μικρὸν οἱ τεθνηκότες πρὸς τὴν σὴν ἀθυμίαν. σὺ δὲ μηδὲ τὴν ἐπὶ τούτῳ τιμωρίαν ἀγνόει, τὴν φυγήν, ὦ βασιλεῦ, τὴν πολλὴν ἀνδρῶν, γυναικῶν, παίδων, γεγηρακότων, ὧν ἀφʼ ἑκάστου πολλὰ δάκρυα κατὰ τῶν ὄνων, κατὰ τῶν ὀρέων, κατὰ τῶν καμήλων. ὧν ὁ μισθὸς διπλάσιος τῇ χρείᾳ τῶν μισθουμένων, ὁ δὲ τήμερον ἐγκαλῶν τῷ μεμισθωμένῳ τῶν ταὐτὸ ποιούντων τῆς ἐπιούσης ἐστίν. ἐπείγονται δὲ οἱ μὲν εἰς ἑτέρας πόλεις, οἱ δὲ εἰς ἀγρούς, καὶ κενὴ μὲν ὡς εἰπεῖν ἡ πόλις, αἱ δὲ πρὶν τὰ ἀπὸ τῶν ἀγρῶν δεῦρο ἄγουσαι καθʼ ἑκάστην πύλην ὁδοὶ τἀκ τῆς πόλεως πολλαχῇ μερίζουσιν. οἴονται γὰρ μένοντες μὲν ἀπολεῖσθαι ξιφῶν ἐπελθόντων, διασπαρέντες δὲ ᾗ δύναιτο ἕκαστος, τυχεῖν ἂν ἴσως ἀσφαλείας. καιρὸς δὲ τοῖς λῃσταῖς οἷος οὐχ ἕτερος, χρημάτων μὲν κομιζομένων, ῥᾳστώνης δὲ οὔσης εἰς σφαγήν. φέρει δὲ ὁ ποταμὸς νεκροὺς ἐς τὴν θάλασσαν, οὓς ἐμβαλλόντων τῶν πεφονευκότων δέχεται. καὶ στενοχωρία μὲν ἐν ἀγροῖς, ὀλιγανθρωπία δὲ ἐν τῇ πόλει, ὥστʼ εἶναι βραχὺ τοῖς σιτοποιοῖς τὸ ἔργον. δακρύουσι δὲ οἱ μὲν οὔπω τὴν πόλιν ἀφέντες τῷ μήπω, οἱ δʼ ἀπελθόντες τῷ πόθῳ. νοσήματα δὲ ἰατρῶν σπάνει νικᾷ. ὁ δʼ ἀποθανὼν πατρῴων ἐστέρηται μνημάτων. λιμὸς δὲ ἐν οὐ λιμῷ διὰ τὸ πλῆθος τῶν ἑκασταχοῦ καθημένων. ἄρχοντες δὲ ἄχθονται μὲν ταῖς μεταναστάσεσι, κωλύσαι δὲ οὐκ ἔχουσι τῇ τοῦ μέλλοντος ἀγνοίᾳ· πρὸς γὰρ τὸν τρέμοντα τὸ μηδὲν ἔσεσθαι λυπηρὸν οὐκ ἂν ἐγγυήσασθαι δύναιντο. ἔστι δʼ οὖν οὐδέτερος ἔξω φόβου, οὔτε ὁ μένων οὔτε ὁ πορευόμενος. καὶ γὰρ οὗτος τὸ μεμενηκέναι δέδοικε. τὸ οὖν χρόνον τοσοῦτον τοσούτῳ συνεζηκέναι φόβῳ πόσην ἔχει τὴν δίκην. ἐλπὶς γὰρ θανάτου καὶ τοῦ μὴ γενησομένου τῆς ἄνευ προσδοκίας πληγῆς ἀλγεινότερον. πολλοῖς ἀπόλωλε χρήματα, βασιλεῦ, πολλοῖς θεράπαιναι ἐν οὐ φορητοῖς καμάτοις, πολλαῖς μητράσιν ἐκ τῶν γονάτων ἐξέπεσε τὰ παιδία, πολλοὺς ἄνδρας ἥρπασε λῃστῶν κύματα, πολλοὶ ταῖς ψυχαῖς καὶ ταφὴν προσαφῃρέθησαν. ἑτέρα γέγονεν ἡμῖν ἡ πόλις ἢ τό γε ἀληθέστερον, οὐδὲ πόλις. κέκλειται μὲν θέατρον ἐκεῖνο, κέκλειται δὲ ἱππόδρομος. οὐ κόρην ἄγεται νυμφίος, οὐ δᾷδες ἅπτονται γάμοις, οὐχ ὑμέναιος ᾄδεται. ἐξῆλθον αὐλοὶ πάντες, ἐξῆλθον σύριγγες, ἐξῆλθον ᾄσματα. οὐ σκῶμμα, οὐκ ἀστεῖον, οὐ συμπόσιον. οὐδὲν ἁπλῶς τῶν ἡδονὴν φερόντων καὶ χάριν ἴδοι τις ἂν ἐν αὐτῇ. καταλέλυνται μὲν αἱ περὶ τοὺς λόγους διατριβαί, καταλέλυνται δὲ αἱ περὶ τὰ γράμματα διδασκαλίαι. διδάσκει δὲ οὐδεὶς οὐδὲ μανθάνει. νοσούντων μὲν ἡ χρόα, οὐκ ἐρρωμένων δὲ ἡ φωνή, πεπλανημένων δὲ ἡ γνώμη, καί τις ἐπʼ ἄλλον ὁρμήσας λόγον ἐπʼ ἄλλον ἀπηνέχθη.

`19.62`

Οἶμαι δὲ καὶ τὸν θεὸν βοηθοῦντά μου τοῖς λόγοις ἄγειν ἐπὶ τὴν Ῥωμαίων γῆν Περσικὴν πρεσβείαν. οὐ γὰρ ἂν ἔχοι καλῶς ἰδεῖν ἐκείνους πόλιν τὴν τῶν πρὸς ἕω μεγίστην ἐν μίσει τε τῷ παρὰ σοῦ καὶ κολάσεσιν αἰσχύνην ἐχούσαις τῷ τρόπῳ τῆς πόλεως. νομίσας οὖν μηδὲ ταῦτα ἀθεεὶ γεγενῆσθαι γίγνου πρᾷος καὶ μὴ στερήσῃς τὴν ἡμετέραν ὧν Παφλαγόνων τισὶ μεταδέδωκας ὀλίγοις ὀλίγην οἰκοῦσι πόλιν, ἣ καὶ φυλῆς μιᾶς τῶν ὀκτωκαίδεκα τῶν παρʼ ἡμῖν λείπεται.

`19.63`

Καλόν, καλόν, ὦ βασιλεῦ, καὶ σὲ τούτοις σεμνύνεσθαι καὶ παῖδας σοὺς καὶ ταῦτα φιλοτιμίαν τε καὶ διδαχὴν αὐτοῖς εἶναι τοῦ πῶς δεῖ καιροῖς ὁμοίοις προσφέρεσθαι. φέρων μὲν γὰρ δυσκολίας ὁ χρόνος οὐ παύσεται, μέγα δὲ ἐκείνοις οἶμαι μὴ τὸν συμβουλεύσοντα ζητεῖν οἴκοθεν καὶ παρὰ τοῦ φύσαντος ἔχουσι τὴν παραίνεσιν.

`19.64–19.65`

Λύε δὴ τὴν πολλὴν συμφοράν, ὦ βασιλεῦ, καὶ ταῖς φυγαῖς καὶ τοῖς ὀδυρμοῖς ἐξίσωσον τὴν τῆς καθόδου φαιδρότητα. κομισάσθω τις τὸν παρθενῶνα, κομισάσθω τὸ δωμάτιον, φιλησάτω τὰς πρώτας θύρας, τὰς δευτέρας, τὰς ἐπʼ ἐκείναις, ἀπολαυσάτω τῆς νυκτὸς εἰς ὕπνον ἐν τοῖς αὑτοῦ κατακείμενος. πολλῶν μὲν ἀκήκοας ἐγκωμίων τῶν μὲν σθένει ῥητόρων, τῶν δὲ καὶ μανίᾳ ποιητῶν εἰργασμένων, ἐν οἷς πατρῷαί τε ἀρεταὶ καὶ σαὶ καὶ ὅπλα καὶ στρατηγίαι καὶ μάχαι καὶ νῖκαι καὶ τὸ παρὸν δὲ σχῆμα τοῦτο, καθʼ ὃ τοῖς ἄλλοις ἐφέστηκας ἑκόντων ὑπὸ σὲ τῶν βαρβάρων ἰόντων. ποίησον δὴ καλλίους τοὺς μετὰ ταῦτα λόγους τῷ καλλίω τοῖς παροῦσι δὴ τούτοις ποιῆσαι τὴν ὑπόθεσιν. ὄντων γὰρ ἐκείνων μεγάλων ἔνι τι πλέον ἐν τούτοις ὑπὲρ ὧν ὁ νυνὶ λόγος.

`19.66`

Νεῦσον τοίνυν, ὦ θεία κεφαλή, καὶ ποιήσας μοι τὸ γῆρας εὔδαιμον τῷ περὶ ὧν ἀφῖγμαι κατωρθωκέναι χρηστὴν ἀγγελίαν φέροντα τοῖς ἐμαυτοῦ πολίταις ἀπόπεμψον.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: swk-db`.
