---
title: "Orations 1–64: Oration 17 (Monody on Julian)"
title_greek: "Λόγοι 1–64, Μονῳδία ἐπὶ Ἰουλιανῷ"
author: Libanius of Antioch
eul_wid: swk-cz
eul_aid: swk
canonical: "https://eulogikon.org/works/libanius-antioch-orations-oration-17-swk-cz"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:bc3a66eb9e82891ce0c6d683926a2e0406127087544ab2ec641aae79516be5e3"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Orations 1–64: Oration 17 (Monody on Julian)

*Λόγοι 1–64, Μονῳδία ἐπὶ Ἰουλιανῷ*

**Author:** Libanius of Antioch

**eul_wid:** `swk-cz` · [HTML page](https://eulogikon.org/works/libanius-antioch-orations-oration-17-swk-cz)

## Text

Part of [Orations 1–64](/works/libanius-antioch-orations-swk-aj)

`17`

ΜΟΝΩΙΔΙΑ ΕΠΙ ΙΟΥΛΙΑΝΩΙ.

`17.1–17.3`

  
Ὢ πόποι, ἦ μέγα πένθος οὐκ Ἀχαιίδα γῆν  
μόνον, ἀλλὰ καὶ πᾶσαν ὁπόσην ὁ Ῥωμαίων κοσμεῖ θεσμός, κατείληφε· μᾶλλον μὲν γὰρ ἴσως ἣν Ἕλληνες οἰκοῦσιν, ἅτε καὶ μᾶλλον αἰσθανομένην τοῦ κακοῦ, διήκει δʼ οὖν καὶ διὰ πάσης γῆς, ὡς ἔφην, ἡ πληγὴ τύπτουσά τε καὶ κατατέμνουσα τὰς ψυχάς, ὡς οὐκέτʼ ὂν βιωτὸν ἀνδρὶ βελτίστῳ τε καὶ ὅτῳ τοῦ εὖ ζῆν ἐπιθυμία. τιμαὶ μὲν οἴχονται τῶν ἀγαθῶν, ὑψηλαὶ δὲ τῶν πονηρῶν τε καὶ ἀκολάστων φατρίαι· νόμοι δὲ κωλυταὶ κακουργημάτων οἱ μὲν ἤδη λέλυνται, οἱ δὲ αὐτίκα τοῦτο πείσονται, τοῖς δὲ μένουσι γράμμασιν εἶναι περιέσται ἔργων ἀμοίροις. πέπονθέ τε τὸ ἀνθρώπειον γένος, οἷον αἱ πόλεις ὧν κατασείεται τείχη. καὶ γὰρ ἐκεῖ τοῦ περιφράττοντος ἀπολωλότος τῶν μᾶλλον ἰσχυόντων γίνεται τὰ τῶν δικαίως κεκτημένων, οἱ δὲ ἐπιπεσόντες ἁρπάζουσί τε καὶ κτείνουσι καὶ ὑβρίζουσιν εἰς γυναῖκας ἁλούσας καὶ παῖδας. καὶ νῦν ἀνέῳκται κατὰ τῶν ἐπιεικῶν τοῖς ἀνόσια δρῶσιν ὁδὸς εὐρεῖα καὶ κλισιάδες μεγάλαι, καὶ τετείχισται οὐδὲν ἔτι. τὸν μὲν οὖν Ἕκτορα τῆς Τροίας ἤδη τις ἐκάλεσεν ἀστραβῆ κίονα ὀρθῶς προσειπών. πεσόντος γὰρ ἐπὶ σαθροῦ τὸ Ἴλιον εἱστήκει καὶ αὐτίκα ἔμελλε κείσεσθαι μετὰ τοῦ Ἕκτορος. νυνὶ δὲ οὐ μιᾶς περὶ τὸν Ἑλλήσποντον πόλεως οὐδέ γε ἔθνους ἑνὸς ἀνατέτραπται κίων, ἀλλʼ ἡ ἀρχὴ τῶν ἀπογόνων Αἰνείου, τὸ δέ ἐστι γῆς ὅ τι κάλλιστον καὶ θαλάττης, ἐπʼ οὐδενὸς ἰσχυροῦ βέβηκεν. ἀλλʼ ἔστι καὶ τῶν οὐ σφόδρα βιαίων πνευμάτων κατασεῖσαι, τῶν μὲν ἔνδοθεν πονηρίᾳ λυμαινομένων, τῶν δὲ σὺν ὅπλοις ἔξωθεν ἐπιόντων τε καὶ ἐχόντων.

`17.4–17.12`

Τίνα μέντοι, τίνα θεῶν αἰτιατέον; ἢ πάντας ὁμοίως ἐκλιπόντας φρουρὰν ἣν ὤφειλον τῇ γενναίᾳ κεφαλῇ ἀντὶ πολλῶν μὲν ἱερείων, πολλῶν δὲ εὐχῶν, μυρίων δὲ ἀρωμάτων, πολλοῦ δὲ αἵματος τοῦ μὲν νυκτός, τοῦ δʼ ἐν ἡμέρᾳ χυθέντος; οὐ γὰρ τοὺς μὲν εὐώχει, τοὺς δὲ ὑπερέβαινεν, ὥσπερ ὁ Αἰτωλὸς ἐκεῖνος τὴν Ἄρτεμιν ἐν καρπῶν συλλογῇ, ἀλλʼ ὅσους οἱ ποιηταὶ παρέδοσαν, πατέρας τε καὶ παῖδας, θεούς τε καὶ θεάς, ἄρχοντάς τε καὶ ἀρχομένους, ἅπασιν ἔσπενδέ τε καὶ τοὺς ἁπάντων ἐνεπίμπλη βωμοὺς ἀρνῶν καὶ βοῶν. ὥστε ἔγωγε πολλάκις ἐνεθυμήθην, ὅτι οὐδὲν ἂν δέοι τῷδε τῷ ἀνδρὶ τάχους τε ἵππων καὶ τοξοτῶν τέχνης καὶ ὁπλιτῶν ἀλκῆς καὶ δέκα μυριάδων, ἀλλʼ ἔχων ἀμφʼ αὑτὸν τοὺς θεούς, ὀλίγην στρατιὰν μέγα δυναμένην, ὀφθεὶς τοῖς ἐναντίοις πείσει γενέσθαι γυμνούς. ἤλπιζον δὲ καὶ σκηπτοὺς καὶ πρηστῆρας καὶ τὰ ἄλλα βέλη τὰ τῶν κρειττόνων καταβήσεσθαι ἐπὶ Πέρσας, οἱ δὲ οὕτως ἄρα ἦσαν δίκαιοι, ὥστε πολλῇ μὲν ἑστιαθέντες κνίσσῃ, λαμπρὰ δὲ ὑποσχόμενοι καὶ τῶν γε πρώτων οὐ φθονήσαντες τελευτῶντες τά τε ἄλλα συνέχεαν καὶ αὐτοῦ προσαπεστέρησαν ἁλιέων μιμησάμενοι δέλεαρ καὶ διʼ Ἀσυρίων κεκρατημένων ἐπὶ θάνατον ἑλκύσαντες. ἀμείνων ἄρα ἦν ὁ λογισμὸς ὁ τέως καταγελώμενος, ὃς πόλεμον ὑμῖν ἀράμενος πολύν τε καὶ σφοδρὸν καὶ ἄπαυστον ἔσβεσε μὲν πῦρ ἱερόν, ἐπέσχε δὲ θυσιῶν ἡδονήν, βωμοὺς δὲ ἐφῆκε λακτίζουσιν ἀνατρέπειν, ἱερὰ δὲ καὶ νεὼς τοὺς μὲν ἔκλεισε, τοὺς δὲ κατέσκαψε, τοὺς δὲ βεβήλους ἀποφήνας πόρνοις ἐνοικεῖν ἔδωκε, ξύμπασαν δὲ τὴν περὶ ὑμᾶς διατριβὴν καταλύσας νεκροῦ τινος θήκην εἰς τὸν ὑμέτερον ἐγκατέστησε κλῆρον. ἀλλʼ ὅμως οὗτος ὁ Σαλμωνεὺς ἢ Λυκοῦργος καὶ πρός γε ἔτι Μελιτίδης, οὐδὲ γὰρ νοῦ μετεῖχεν οὐδὲ πολὺ βελτίων τῶν ἐν ταῖς γραφαῖς ἦν ἢ τῶν πηλίνων, τεσσαράκοντα ἔτη κατέσχεν ἣν ἐλωβᾶτο γῆν καὶ μόλις ποτὲ ἀπῆλθε νόσῳ. ὁ δέ γε ἱεροὺς ἀνανεωσάμενος νόμους καὶ τὰ καλὰ ἀντὶ τῶν κακῶν εἰς τάξιν ἀγαγών, ἐγείρας μὲν ὑμετέρους οἴκους, στήσας δὲ βωμούς, ἱερέων δὲ γένη συγκαλέσας ἐν σκότῳ κρυπτόμενα, λείψανα δὲ ἀγαλμάτων ἐπανορθώσας, θύσας δὲ ἀγέλας, θύσας δὲ ποίμνια, τὰ μὲν ἔξω, τὰ δὲ ἔνδον, τὰ μὲν ἐν νυξί, τὰ δὲ ὑφʼ ἡλίῳ, πάντα δὲ τὸν αὑτοῦ βίον ἐκ τῶν ὑμετέρων ἀρτήσας χειρῶν, μικρὸν μὲν χρόνον ἐν τῷ μικροτέρῳ σχήματι βασιλείας, πολὺ δὲ βραχύτερον ἐν τῷ μείζονι φανεὶς ᾤχετο γεύσας μὲν ἀγαθῶν τὴν οἰκουμένην, κορέσαι δὲ οὐκ ἀρκέσας. ἀλλὰ πεπόνθαμεν, οἷον εἰ τῷ φοίνικι τῷ ὄρνιθι παρέστη διὰ πάσης μὲν τῆς γῆς ἐκτεῖναι τὴν πτῆσιν, στῆναι δὲ μηδαμοῦ μήτε ἀγρῶν μήτε ἄστεων. ἀμυδρὰ γὰρ οὕτως ἂν ἐγένετο τοῖς ἀνθρώποις ἡ τοῦ ὄρνιθος ὄψις. καὶ νῦν ἣν οὗτος ἀπέδωκεν εὐδαιμονίαν ὥσπερ ὑπόπτερος διέδραμεν οὐκ ἀνασχομένη ῥιζωθῆναι τῆς, οἶμαι, κακίας ἀναμαχεσαμένης τὴν ἧτταν. ὡς πολύ γε ἦν κουφότερον ἐν τοῖς χείροσι μένειν ἀπείρους ὄντας ἁρμονίας βασιλικῆς ἢ μεταρρυέντας ἐπὶ τὰ ἀμείνω τοῦ βίου πάλιν ἐπὶ τὰ πρόσθεν ἀπενεχθῆναι, καθάπερ ναῦν ἀναχθεῖσαν μὲν ἐξ ἀλιμένων χωρίων, αὖθις δὲ ἐναντίῳ πνεύματι πεμφθεῖσαν ἐπὶ τὰς πέτρας, ὥστε καὶ περιρραγῆναι. τὸ δὲ μηδὲ διὰ χρόνου γενέσθαι τὴν ἐπάνοδον τῶν κακῶν, ἀλλʼ ὥσπερ παρακύψασαν τὴν ἀγαθὴν τύχην εὐθὺς οἴχεσθαι φεύγουσαν, Ἡράκλεις, ὡς πικρόν τε καὶ πικρῶν τινων δαιμόνων. λειμών τις οὗτος ἀνθήσας παραχρῆμα κατερρύη.

`17.13`

Καίτοι ἔγωγε τοὺς μὲν τικτομένους μακαρίους ἀπεκάλουν, ἐν οἵῳ δὴ χρόνῳ σπαρέντες ἦλθον εἰς φῶς, τοὺς δʼ αὖ γεγηρακότας ἠλέουν ἐν βορβόρῳ τε βεβιωκότας πλῆθός τε ἐτῶν ἐν ἀγνοίᾳ τῶν καλῶν ἀνηλωκότας, πλὴν ὅσον καὶ οἵδε σκιρτήσαντές τε ἐν γήρᾳ καὶ χορεύσαντες ἔμελλον ἀπέρχεσθαι. κακοδαίμονες δὲ ἄρα ὄντες ἐλάνθανον οἱ γεννώμενοι πρὸς τέλματά τε ἥξοντες καὶ νοσήσουσαν τὴν γῆν.

`17.14–17.18`

Ὢ γλυκείας ἀκοῆς, ἣν ἀπὸ τῆς ἑσπέρας ἡ φήμη φέρουσα τὰς πόλεις εὔφραινε, μάχας καὶ τρόπαια καὶ Ῥῆνον πλεόμενον καὶ φόνον Κελτῶν καὶ αἰχμαλώτους λαμβανομένους, τοὺς δὲ πρὶν Ῥωμαίων ἁλόντας ἀποδιδομένους καὶ φόρους ἐκ πολεμίων καὶ τὰ κείμενα ἀνιστάμενα καὶ δαίμονός τινος ἔργα καὶ ἀρετὴν ἀπαγγέλλουσα. ὢ τῶν δευτέρων θαυμασιωτέρων, ὁδοῦ τε ἐκείνης διὰ τῶν ἐσχάτων καὶ δρόμου λανθάνοντος καὶ ὁπλιτῶν ἓξ φοβούντων δισμυρίους καὶ πάντων μὲν ἐπʼ αὐτὸν ὁπλιζομένων, ἀμαχεὶ δὲ τοῦ πολέμου τεθέντος. ὢ τῶν λόγῳ δηλουμένων, ὢ τῶν πείρᾳ δεικνυμένων. βασιλεὺς ἐξέπληξε λόγου γραφῇ περὶ Βόσπορον ἄνδρα τὸν ὑπὸ ἀμαθίας φάσκοντα Διογένη μιμεῖσθαι τὸν ἐκ Σινώπης, ὄντα δὲ πλὴν ἀναιδείας οὐδέν. βασιλεὺς ἐπέσταλκε σὺν ἀμηχάνῳ κάλλει καὶ περιιστάμεθα τὰς ἐπιστολάς. χωρεῖ παρὰ τὴν μητέρα τῶν θεῶν εἰς Φρυγίαν. ἔπειτα ἐκεῖ τι παρʼ αὐτῆς ἀκούσας ἐπείγεται. εἶτα ἐκ Κιλικίας σχολῇ πορεύεται δοκοῦν καὶ τοῦτο τῷ Διί. ἧκεν εἰς τὴν μεγάλην τὴν Ἀντιόχου πόλιν ἢ εἰ βούλει γε, Ἀλεξάνδρου τοῦ φίλου τε αὐτῷ καὶ οὐκ ἐῶντος καθεύδειν, ὥσπερ δή τινα στρατηγὸν στρατηγὸς Ἀθηναῖος Ἀθηναῖον. οὗ δὴ μυρίαι μὲν δικαζόμεναι δίκαι, πολλῶν δὲ θέσεις νόμων, βιβλίων δὲ συγγραφαὶ βοηθούντων θεοῖς, δρόμοι δὲ εἰς τεμένη τὰ μὲν ἐν τῇ πόλει, τὰ δὲ πρὸ αὐτῆς ἐν γηλόφοις, τὰ δὲ ἐν ἄκροις ὄρεσι. καὶ οὐδὲν οὕτω χαλεπὸν οὐδὲ δύσβατον, ὃ μὴ λεῖον ἐδόκει νεὼν ἔχον ἢ πρότερόν γε ἐσχηκός. πυνθανόμενοι δὲ οἱ μέχρι τῶν τερμάτων Αἰγύπτου τε καὶ Λιβύης, ὡς ἐρρωμένως ἅπτοιτο τῶν ἱερῶν ὁ βασιλεύς, μικρὰ μὲν ἐχρῶντο ταῖς οἰκίαις, ἐν ἱεροῖς δὲ διῃτῶντο.

`17.19–17.21`

Ἔδει τότε, ὦ φίλτατε, μὴ ἀπώσασθαι τὴν Περσικὴν πρεσβείαν σπονδάς τε αἰτοῦσαν καὶ στέρξουσαν οἷς γνοίης. ἀλλά σου τὰ παθήματα τῆς πρὸς τῷ Τίγρητι γῆς ἀνθεῖλκε τὴν γνώμην δεδῃωμένης τε καὶ ἐρημωθείσης καὶ πολλὰς ἐμβολὰς ἀνασχομένης, ὧν ἑκάστη τὸν τῇδε πλοῦτον ἐκεῖσε μετήνεγκεν. ᾤου γὰρ ὡσπερεὶ προδοσίαν εἶναι μὴ λαβεῖν δίκας ἡσυχίας ἐπιθυμοῦντα. ἀλλʼ ἰδού, τὸ δαιμόνιον ἀντέκρουσε. μᾶλλον δὲ δίκας μὲν ἐπράξω παριούσας μεγέθει τὰ ἀδικήματα. γῆ ἦν Ἀσυρίων, τὸ κάλλιστον ὧν Μῆδοι κέκτηνται, φοίνιξι μεγάλοις δένδρων τε ἑτέρων παντοδαποῖς εἴδεσι σκιερά, χρυσόν τε καὶ ἄργυρον αὐτοῖς, ὡς ἂν ὀχυρωτάτη, φρουροῦσα, βασιλείων τε λαμπρῶν ἐνῳκοδομημένων κάπρων τε καὶ ἐλάφων καὶ ὁπόσα θήρα δίδωσιν, ἐν χώροις τετειχισμένοις πεφυλαγμένων φρουρίων τε κρειττόνων πολεμίας χειρὸς εἰς ἀέρα μέσον ἠρμένων ἀγρῶν τε παρισουμένων ἄστεσι τῆς τε ἄλλης εὐδαιμονίας διαφερόντως ἀνθούσης. τούτοις δὴ προσπεσὼν οὕτως ἐπέκλυσέ τε καὶ κατέσυρε γελῶν τε ἅμα καὶ παρέχων τοῖς στρατιώταις κωμάζειν, ὥστε ἀποικίας εἰς αὐτὴν δέοιντʼ ἂν Μῆδοι καὶ οὐδὲ ἀνδρὸς γενεὰ τὸ πτῶμα ἀνορθώσαι. καὶ μὴν ὄχθης τε ἀνάβασις ἀπιστουμένη νυκτομαχία τε ὄχλον ὅτι πλεῖστον κατενεγκοῦσα Περσῶν τρόμος τε ἐγκείμενος τοῖς μέλεσι καὶ τὸ πόρρωθεν ὁρᾶν φθειρομένην τὴν γῆν σὺν ἀτολμίᾳ, ταυτὶ μὲν τῆς δίκης ἣν ἐπετίθει.

`17.22`

Ἀπόδος δὴ ἡμῖν, ὦ θεῶν ὕπατε, τὸν ὁμώνυμον, ὃς πλεῖστα δή σε ἐκάλεσεν ἐν ἔτει ἀρχομένῳ. τοῦ δὲ ὁμόζυγος καὶ γέροντός περ ὄντος τὸν ἐνιαυτόν. ὁ δὲ ἐν μέσῳ κατέδυ. καὶ ὁ μὲν ἔκειτο, ἡμεῖς δὲ ἐν Δάφνῃ τὰς Νύμφας ἐθεραπεύομεν ὀρχήσει τε καὶ ταῖς ἄλλαις χάρισιν εἰδότες ὧν ἐπεπόνθειμεν οὐδέν.

`17.23–17.30`

Τίς ἄρα λόγχην ἐκείνην ἐχάλκευσε τοσοῦτον δυνησομένην; τίς ἐπήγαγε δαίμων τῷ βασιλεῖ θρασὺν ἱππέα; τίς κατηύθυνεν ἐπὶ τὰ πλευρὰ τὴν αἰχμήν; ἢ δαίμων μὲν οὐδείς, προθυμία δὲ σφοδρὰ καταναγκάζουσα περιτρέχειν τε καὶ ἐξοτρύνειν στρατιὰν ἀργὸν εἰωθυῖάν τε καθεύδειν καὶ τραυμάτων ἄπειρον τὴν πολλήν; ἀλλʼ ὁ μὲν οὕτως ἠμέλει τοῦ σώματος, Ἀφροδίτη δὲ ὅπως οὐκ ἐξήρπασεν οὐδὲ Ἀθηνᾶ, θαῦμα ἂν εἴη. καίτοι παλαιάς γε βοηθείας αὑτῶν ἐμιμοῦντο ἄν, ὧν ἡ μὲν Μενέλεων ἐξέσωσεν, ἡ δὲ Πάριν, ἄνδρα ἠδικηκότα καὶ προσηκόντως ἀγχόμενον. τίς ποτε ἄρα τότε ἦν ἐν οὐρανῷ λόγος; τίς Ἄρεος ἀνέστη κατήγορος, ὥσπερ πρότερον ὁ Ποσειδῶν, φερομένου μὲν ἐπὶ τῆς ἀσπίδος ἔτι ἔμπνου τοῦ βεβλημένου, τῆς στρατιᾶς δὲ οἰμωγῇ διαχρωμένης, τῶν ὅπλων δὲ αὐτοῖς τὰς χεῖρας ἐκφευγόντων, ὥσπερ ἐν τῷ Σικελικῷ πορθμῷ τὰς τῶν Ὀδυσσέως ἑταίρων αἱ κῶπαι; θρῆνος ἦν τότε Μουσῶν, θρῆνος ἦν ἐν Βοιωτίᾳ καὶ Θρᾴκῃ καὶ τοῖς φίλοις ὄρεσι θρηνουσῶν, οἶμαι, γῆν τε καὶ θάλατταν καὶ ἀέρα, εἰς οἵαν ἀνομίαν ἐμπεπτώκασι, τὰ ἄλλα δέ, ὡς ἂν ἐστερημένα τῆς τῶν βωμῶν θοίνης. ὀδυρόμεθα δὴ καὶ ἡμεῖς κατὰ συμμορίας, φιλόσοφοι μὲν τὸν τὰ τοῦ Πλάτωνος σφίσι συνδιερευνώμενον, ῥήτορες δὲ τὸν δεινόν τε εἰπεῖν καὶ εἰπόντος ἐξετάσαι, οἷς δὲ πρὸς ἀλλήλους διαφοραὶ ψήφου δικαίας δεόμεναι, τὸν ἀμείνω τοῦ Ῥαδαμάνθυος δικαστήν. ὦ γεωργοὶ κακοδαίμονες, ὡς βορά γε ὑμεῖς ἔσεσθε τῶν εἰσπράττειν τεταγμένων. ὦ βουλευτηρίων ἰσχὺς καταρρέουσά τε ἤδη καὶ εἰς εἴδωλον ἀφιξομένη ταχέως. ὦ πόλεων ἄρχοντες, ὡς ἀπολεῖταί γε ὑμῖν τὸ ἔργον τοῦ ὀνόματος, ὥσπερ ἐν ταῖς πομπαῖς καὶ ἔσται τὸ ἄρχον ὑπὸ τῷ ἀρχομένῳ, ὦ βοαὶ πενήτων ἀδικουμένων, ὡς μάτην γε πρὸς τὸν ἀέρα ῥιφήσεσθε. ὦ λόχοι στρατιωτῶν, οἷς ἀπόλωλε βασιλεὺς ταὐτὰ τοῖς πολλοῖς ἐπὶ στρατείας σιτούμενος. ὦ νόμοι δικαίως ἂν Ἀπόλλωνος δόξαντες εἶναι καταπατούμενοι. ὦ λόγοι δύναμίν τε καὶ σθένος ὁμοῦ κτησάμενοί τε καὶ ἀποβαλόντες. ὦ χεῖρες ὑπογραφέων τῇ τῆς γλώττης εὐμουσίᾳ κρατηθεῖσαι. ὦ πτῶμα τῆς οἰκουμένης κοινόν. κατακλυσμός τις οὗτος ἕτερος θέρους μέσου ἢ προσβολὴ πυρός, ὁποῖον ἐν τῇ Φαέθοντος ἡνιοχείᾳ λόγος ἁφθῆναι. μᾶλλον δὲ πολλῷ τουτὶ τὸ πάθος ἐλεεινότερον. τὸ μέν γε ἦν ἐρήμην εἶναι τὴν γῆν, τὸ δὲ νῦν πάσχειν κακῶς ὑπὸ τοῦ χείρονος τὸν ἀμείνω πόαν τε ὑπάρχειν ὥσπερ θρέμματι τῇ κακίᾳ τὰς πόλεις ἄφθονον, ἐξ ὧν ἂν ἔχοι τρέφεσθαι εἰς πιμελήν. ὥσπερ οὖν ἀνθρώπῳ νοσοῦντι τὴν ψυχὴν γέμοντί τε πονηρῶν ἐπιθυμιῶν κρεῖττον ἀπελθεῖν ἢ ζῆν τυραννουμένου τοῦ ἐν τῇ ψυχῇ βελτίονος ὑπὸ τοῦ φαυλοτέρου, οὕτω δὴ καὶ τῇ γῇ μᾶλλον ἂν ἐλυσιτέλει κρυφθῆναι συνεχέσιν ὄμβροις ἢ πεπολίσθαι τε καὶ τρέφειν γένος ἀνθρώπων, ἐν ᾧ κακία μὲν τίμιον, ἀρετὴ δὲ ἄτιμον. ἀναπνεύσατε, Κελτοί. χορεύσατε, Σκύθαι. παιανίσατε, Σαυρομάται. ὁ ζυγὸς ὑμῖν συντέτριπται καὶ οἱ αὐχένες ἐλεύθεροι. τοῦτο ἦν ἄρα νεὼς Ἀπόλλωνος πυρὶ δαπανώμενος, ἐξέλιπεν ὁ θεὸς τὴν γῆν μιαίνεσθαι μέλλουσαν, τοῦτο σεισμοὶ γῆν πᾶσαν δονοῦντες, μελλούσης ἄγγελοι ταραχῆς τε καὶ ἀκοσμίας.

`17.31–17.33`

Σὺ μέν, ὦ βασιλέων ἄριστε, μεγάλα ἐργαζόμενος ἐνενόεις τὸν ἐπαινέτην ἐμὲ καὶ λόγους τοὺς ἐσομένους τοῖς πράγμασιν, ἐγὼ δὲ ἤσκουν τὴν διάνοιαν, ὡς μὴ λειφθείην τῶν ἔργων, ὥσπερ τις παλαιστὴς ἐπιμελούμενος τοῦ σώματος πυνθανόμενος ἥξειν ἀντίπαλον ἰσχυρόν. ἐγὼ μὲν οὖν λέγω τε καὶ ἐρῶ καὶ οὐκ ἀδικήσω σιγῇ τὰ ἔργα, ἀκούσονται δὲ ἄλλοι μὲν τῶν ᾀσμάτων, αὐτὸς δὲ ὁ τὰς νίκας ἀνῃρημένος τέθαπται καλὰς καὶ γενναίας ἐλπίδας τῆς οἰκουμένης ἐκτεμών. ἐδέξατο πληγὴν Ἀγαμέμνων, ἀλλὰ Μυκήνης βασιλεύς, Κρεσφόντης, ἀλλὰ Μεσσήνης, Κόδρος, ἀλλὰ χρησμῷ πειθόμενος, Αἴας, ἀλλὰ μικρόψυχος στρατηγός, Ἀχιλλεύς, ἀλλʼ ἥττων ἀφροδισίων καὶ θυμοῦ καὶ ἄλλως ταραχώδης, Κῦρος, ἀλλʼ ὄντων υἱέων, Καμβύσης, ἀλλὰ μαινόμενος. Ἀλέξανδρος ἔθνησκεν, ἀλλʼ οὐκ ἐχθροῦ χειρί, καὶ ἅμα ἄνθρωπος δοὺς ἂν ἀφορμὴν κατηγόροις. ὁ δὲ ἐξ ἑσπέρας μέχρις ἀνίσχοντος ἡλίου κρατῶν, ψυχὴν δὲ ἔχων μεστὴν ἀρετῆς, νέος δὲ καὶ οὐκ ὢν πατὴρ ὑπʼ Ἀχαιμενίδου τινὸς κατενήνεκται. ἀκούσας ἀνέβλεπον εἰς οὐρανὸν ψεκάδας αἵματι συμμιγεῖς ἀναμένων, οἵας ἀφῆκεν ἐπὶ Σαρπηδόνι Ζεύς, οὐ μὴν εἶδον. ἴσως μέντοι ἀφῆκεν ἐπὶ τῷ νεκρῷ, τοὺς δὲ πολλοὺς ἔλαθεν, ἅτʼ ἐν μάχῃ καὶ κονιορτῷ καὶ αἵματι τῷ ἀπὸ τῶν φόνων.

`17.34–17.35`

Ὦ νεῲ καὶ ἱερὰ καὶ ἀγάλματα βασιλείων ἐξελαυνόμενα. ὁ μὲν ὑμᾶς ἱδρύσατο μάρτυρας ἐγγύθεν ἐσομένους τῶν αὐτῷ πραττομένων, ὑπὸ δὲ τῶν ἀτίμως ἐκβέβλησθε ἐπιλεγόντων, ὡς καθαίροιεν τὸν χῶρον. ὦ πολλὰ συγκινήσας ἐπὶ σαυτῷ δάκρυα οὐκ ἐπʼ ἤματι κατὰ τὸ ἔπος ὀλοφυρμοῦ τυχών, ἀλλʼ ἐν τῷ πένθει κατέχων ἀνθρώπους καὶ κατασχήσων γε, ὄφρʼ ἂν ὕδωρ τε νάῃ καὶ δένδρεα μακρὰ τεθήλῃ. σοῦ τις ἤδη τὴν τελευτὴν ἀγγείλας αὐτοῦ λίθοις κατεχώσθη, καθάπερ αὐτόχειρ γεγονὼς ἢ ὡς ἀδύνατά γε ἀγγέλλων, ὥσπερ ἂν εἰ ἔφασκε τῶν θεῶν τινα τεθνάναι. παιδὸς μὲν ἤδη τις τάφον ἀδακρυτὶ παρῆλθε, πρὸς δὲ σὴν ὅστις τείνειε τὸν ὀφθαλμὸν εἰκόνα, πηγαὶ δακρύων εὐθὺς τῶν μὲν παῖδα, τῶν δὲ πατέρα καλούντων, κοινῇ δὲ ἁπάντων φύλακα.

`17.36–17.38`

Ὢ τῆς ὀρφανίας, ἣ κατείληφε τὴν γῆν, ἣν κάμνουσαν ἀνορθώσας, ὥσπερ ἰατρὸς ἀγαθός, πάλιν ἐξέδωκας τῷ πυρετῷ καὶ τοῖς πρὶν ἀρρωστήμασιν. ὢ δυστυχοῦς ἐμῆς πολιᾶς, ὢ διπλοῦ πένθους ἐμοῦ, τοῦτο μὲν τὸν βασιλέα μετὰ τῶν ἄλλων θρηνοῦντος, τοῦτο δὲ τὸν ἑταῖρόν τε καὶ φίλον. σὺ μὲν ἠπείγου πρὸς ἐμὴν βοήθειαν ποιῶν μοι κληρονόμον τὸν νόθον, ἐγὼ δὲ ἀνεβαλλόμην τὴν σπουδήν, ὡς αὐτὸς μὲν προαπαλλαξόμενος, σοῦ δὲ εἰς τόδε ἀμυνοῦντος. Μοίραις δὲ ἄρα οὐ ταὐτὰ ἐψήφιστο. ἀλλʼ ἐγὼ μὲν ἐδημιούργουν λόγον διαλλαγῶν τῶν πρὸς τὴν πόλιν φάρμακον, σὺ δὲ ᾤχου, σεσίγηται δὲ τὸ φάρμακον. γέγονα δὲ καὶ ὅλως ἀμβλὺς εἰς λόγων τόκον, ὥσπερ ἔνιαι μητέρες ὑπὸ μεγάλων κακῶν ἐπηρώθησαν τὰς γαστέρας. καὶ μὴν καὶ ὅλως ἐξέπεσον τῶν φρενῶν καὶ οὐκ ἄνευ πόνου πάλιν ἐπανῆκον εἰς νοῦν. ἦν δὲ ἄρα βέλτιον ἐν ἀγνοίᾳ πάντων ὁμοίως κεῖσθαι μανίαν ἀντὶ λύπης περιφέροντα, ἐπειδή γε οὐδεὶς ἔτι δαιμόνων ποιεῖ πενθοῦντα ἄνθρωπον οὐ λίθον, οὐ δένδρον, οὐκ ὄρνιν.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: swk-cz`.
