---
title: "Declamations 1–51: Declamation 13"
title_greek: "Μελέται Αʹ–ΝΑʹ, ΙΓʹ"
author: Libanius of Antioch
eul_wid: swk-fh
eul_aid: swk
canonical: "https://eulogikon.org/works/libanius-antioch-declamations-declamation-13-swk-fh"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:485e4025e7eb5a1d72eae84584df867627f36c832b5a4a5388f23a3f8859574e"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Declamations 1–51: Declamation 13

*Μελέται Αʹ–ΝΑʹ, ΙΓʹ*

**Author:** Libanius of Antioch

**eul_wid:** `swk-fh` · [HTML page](https://eulogikon.org/works/libanius-antioch-declamations-declamation-13-swk-fh)

## Text

Part of [Declamations 1–51](/works/libanius-antioch-declamations-swk-ag)

`13.1`

Οἱ Ποτιδαιᾶται ἀλλήλων ἐγεύσαντο πολιορκούμενοι ὑπὸ τῶν Ἀθηναίων. καὶ κρίνονται Ἀθηναῖοι ὑπὸ τῶν Κορινθίων ἀσεβείας.

Κορινθίων λόγος.

`13.1.1–13.1.2`

Πολλὰ ἐβουλευσάμεθα, ὦ ἄνδρες Ἕλληνες, περὶ τῶν ἐν Ποτιδαίᾳ κακῶν εἴτʼ ἐπεξελθεῖν δεῖ τοῖς αἰτίοις αὐτῶν εἴτε καὶ καρτερήσαντας τὴν ἡσυχίαν ἄγειν. τοῦτο δʼ ἀπορεῖν ἡμῖν ἐπῆλθεν οὐχ ὡς ἐπὶ μικροῖς καὶ φαύλοις τοῖς πεπραγμένοις, οὐδὲ γὰρ ἐφικέσθαι τῷ λόγῳ δυνατὸν ὧν οἱ ταλαίπωροι Ποτιδαιᾶται πεπόνθασι, τηλικαῦτά ἐστι τὸ μέγεθος, ἀλλʼ ὅτι πρῶτον μὲν ἑωρῶμεν οὐδὲν φροντίζοντας τοὺς Ἀθηναίους οὔτε ἡμῶν οὔτε τῶν ἄλλων Ἑλλήνων πεπεικότας ἑαυτοὺς ὡς οὐδὲν δεῖ τῶν δικαίων οἷς ἂν ἐξῇ βιάζεσθαι. ἔπειτα δʼ οὐδʼ ὅσιον ἡμῖν ἐφαίνετο οὕτως ἀπίστου καὶ ἀθέσμου πολιορκίας μνημονεύειν. ὧν γὰρ οὗτοι τὰ ἔργα ὑπέστησαν, τούτων οὐδὲ τοὺς λόγους ἡμεῖς ἐφέρομεν. ταῦτα μέν ἐστι διʼ ἅπερ ὠκνοῦμεν, ἐτολμήσαμεν δʼ ἐπεξελθεῖν μάλιστα μὲν δὴ διὰ τοὺς θεούς, ὧν οὗτοι τὰς χάριτας συνέχεαν, ἔπειτα δὲ καὶ διʼ αὐτὴν τὴν ὑποψίαν αὐτῶν, μὴ τῆς εἰς Ποτίδαιαν ἀσεβείας παροφθείσης τὴν βίαν ἐπὶ πᾶσαν ἀγάγωσι τὴν Ἑλλάδα.

`13.1.3`

Τὰ μὲν οὖν πεπραγμένα τοῖς Ἀθηναίοις, ὦ ἄνδρες Ἕλληνες, τοιαῦτά ἐστιν ὡς καὶ πάντας ἀνθρώπους ἐπὶ τὴν κατηγορίαν καλεῖν καὶ μηδένα ἀπολείπεσθαι δεῖν τοῦ παρόντος ἀγῶνος μήτε τῶν Ἑλλήνων μήτε τῶν βαρβάρων, τὰ γὰρ εἰς τὴν κοινὴν φύσιν παρανομηθέντα κοινῆς, οἶμαι, δεῖται καὶ τῆς βοηθείας καὶ τῆς κατηγορίας, ἡμεῖς δὲ οὐχ ὡς ἀναδεξάμενοι τὸν ὑπὲρ πάντων λόγον οὐδʼ ὡς δεινοὶ λέγειν ὄντες ἐπέστημεν τῇ συγγραφῇ, συγγενεῖς δʼ ὄντες καὶ πατέρες τῶν ἐν ἀλλήλοις ἀπολωλότων ἀλγοῦντές τε, ὡς εἰκός, μᾶλλον ἑτέρων ἐφʼ οὕτως ἀσεβεῖ καὶ ἀπίστῳ πάθει. ὅθεν ἡμῶν μὲν τὴν προθυμίαν ἀποδέχεσθε, αὐτοὶ δὲ ὡς πᾶσιν ἀνθρώποις δείξοντες οὕτω διανοεῖσθε. καὶ γάρ, εἰ μία πόλις ἡ πεπονθυῖα ταῦτα, κοινὸν γοῦν πάντων τὸ ἀτύχημα ἀνθρώπους τινὰς ὄντας οὕτω τραφῆναι.

`13.1.4–13.1.5`

Ποτιδαιάταις μὲν οὖν ὅσοι γε ὑπολείπονται, τὸ γὰρ πλεῖον αὐτῶν ἐξανάλωται, οὔθʼ ὅσιον εἰς ὑμᾶς παρελθεῖν οὔτε κατηγορῆσαι, ἀλλὰ πρὸς τοῖς ἄλλοις κακοῖς καὶ τοῦτο ἐκεῖνοι δυστυχοῦσι τὸ μηδʼ ὑπὲρ ὧν πεπόνθασι φωνὴν ἀφιέναι δύνασθαι, τίς γὰρ ἂν ἀνθρώπων μεμιασμένων ἢ ὁρωμένων ἢ λεγόντων ἀνάσχοιτο; Ἀθηναίων δʼ ἄξιον θαυμάσαι πῶς μὲν εἰς τὴν ἀμφικτυονίαν παρεληλύθασι, πῶς δὲ καθαρεύειν αὑτοὺς νομίζουσι μετὰ τοιαύτην πολιορκίαν. εἰ γὰρ τοῖς παθοῦσιν οὐδʼ εἰπεῖν θέμις ὑπὲρ ὧν ἔπαθον, πῶς εὐσεβοῦσιν οἱ τούτων αἴτιοι παριόντες; τὸ μὲν οὖν ἐφʼ ἡμῖν τοῖς Κορινθίοις, οὔτε Ποτίδαια ἀπόλωλεν οὔτε ἡ τῶν Ἀθηναίων πόλις ἠσέβηκεν, ἡ γὰρ ἐκπεμφθεῖσα δύναμις ἐκ Κορίνθου μετὰ Ἀριστέως τοῖς μὲν εἰς τὴν σωτηρίαν, τούτοις δὲ εἰς τὸ μὴ παρανομῆσαι συνεμάχει· ἐπεὶ δὲ ἀσθενέστεροι κωλύσαι τὰ δεινὰ ἐφάνημεν, τὸ τιμωρήσασθαι τῶν πεπραγμένων τοὺς αἰτίους ὑπολείπεται.

`13.1.6–13.1.8`

Ἐπιτρέψατε δʼ ἡμῖν πρὸ τῆς Ἀθηναίων κατηγορίας ὀλίγα πρὸς ὑμᾶς αὐτοὺς παρρησιάσασθαι. καὶ γὰρ οὐδὲ ἄλλα ἐστὶ τὰ λυμήναντα τοῖς πράγμασιν ἢ ταῦθʼ ἅπερ νῦν ἐροῦμεν. καὶ οὔτε Ποτίδαια οὕτως ἂν ἐτράφη, πόλις συγγενής, οὔτε τοσοῦτοι τῶν Ἑλλήνων οἱ μὲν ἄρδην ἀνῄρηντο, οἱ δʼ ἐδούλευον οὔτʼ ἂν ὅλως ἐν τοῖς Ἕλλησιν ἦν τύραννος πόλις, εἰ μὴ διʼ ὑμᾶς, ὦ ἄνδρες Ἕλληνες, καὶ τὴν ὑμετέραν ὀλιγωρίαν, οἳ πολλάκις ἡμῶν ἠκούετε λεγόντων καὶ βοώντων ὡς ἐπιβουλεύεσθε, ὡς περιστοιχίζεσθε, ὡς λήσει τὸ κακὸν τοῦτο πορρωτέρω προελθὸν καὶ δύναμις ἐπιστήσεται ταῖς πόλεσι πρὸς ἣν οὐδʼ ἀντισχεῖν δυνησόμεθα, εἰ μή τις ὁ κωλύσων φανεῖται. ὑμεῖς δʼ οὐδέποτε ἐπεστράφητε οὐδʼ ἐπιστεύσατε, ἀλλὰ καὶ ἔχθρᾳ τινὲς ἰδίᾳ ταῦτα ἐνόμιζον ὑφʼ ἡμῶν λέγεσθαι. τοιγαροῦν ἐπὶ πολλῆς ἐρημίας καὶ σχολῆς πᾶσαν μικροῦ τὴν Ἑλλάδα καὶ ὥσπερ τὴν Μυσῶν λείαν ἔχουσι τοὺς Ἴωνας, τοὺς νησιώτας, τὸν Ἑλλήσποντον, τὰ ἐπὶ τῆς Θρᾴκης, Δωριέας, Αἰολέας, ὧν ἔνιοι καὶ συγγενεῖς εἰσιν ἡμέτεροι. ταῦτα μὲν ἔξω, πρὸς δὲ τὴν Πελοπόννησον τίνα; Κέρκυραν, Κεφαλληνίαν, Ἀκαρνᾶνας, ἐν αὐτῇ τῇ Πελοποννήσῳ τοὺς πλείστους Ἀχαιῶν. ἐπιλείψει ἡμᾶς ἡ ἡμέρα λέγοντας τῶν δουλευόντων τὰ ὀνόματα. καὶ οὐ τοῦτό πω δεινὸν καίπερ ὂν δεινόν, εἰ τῶν Ἑλλήνων τινὲς τὴν ἐλευθερίαν ἀπολωλέκασιν ὑπὲρ ἧς καὶ πρὸς τὸν Μῆδον ἐκινδυνεύσαμεν, ἀλλʼ οὕτως ὠμὴν καὶ πικρὰν κατεστήσαντο τὴν ἀρχὴν ὡς σφόδρα εἶναι τὰ τῶν βαρβάρων φιλάνθρωπα. τί γὰρ αὐτοῖς τῶν ἀνηκέστων τε καὶ δεινῶν πρὸς τοὺς ὑπηκόους οὐ πέπρακται; οὐ φόρους ἐπέβαλον; οὐ ναῦς παρείλοντο; οὐ τὰς ἐν ταῖς πόλεσι δίκας εἰς αὑτοὺς μετέθεσαν; ὢ πόσους ἀπολωλέκασι τοῖς μὲν ἔνδειαν φόρων, τοῖς δʼ ἔκλειψιν στρατιᾶς, τοῖς δʼ ἄλλοις ἄλλα ἐγκαλοῦντες. τὰς κληρουχίας ἀφίημι, τὰ τῶν στρατηγῶν ἴδια κέρδη οἷς ἄλλοι δίδονται φόροι.

`13.1.9–13.1.10`

Τὰ μὲν δὴ πρῶτα τῶν χρηστῶν τούτων ἀδικήματα ταῦτά ἐστι, μᾶλλον δὲ ἀσεβήματα, τὸ γὰρ εἰς πόλεις Ἑλληνίδας καὶ θεοὺς Ἑλληνίους παρανομῆσαι τίνος ἔλαττον ἀσέβημα ἡγεῖσθε; ἀλλʼ ἐπειδὴ ταῦτα αὐτοῖς συγκεχώρηται, θεάσασθε οἷα ἐπενεανιεύσαντο. ἀλλὰ Ποτίδαιαν ἡμεῖς ἀπῳκίσαμεν ἐπὶ τοῖς ἴσοις καὶ ὁμοίοις τά τε αὑτῶν νόμιμα δόντες καὶ καθʼ ἕκαστον ἔτος τοὺς ἐπιδημιουργοὺς ἐκ Κορίνθου πέμποντες. καὶ γάρ, εἰ τῷ τόπῳ διήλλαττον, ἀλλʼ ἓν ἦσαν γένος. καίτοι καὶ τὸ χωρίον ἀτεχνῶς ἀπείκαστο πρὸς τὴν Κόρινθον. ὥσπερ γὰρ ἡμεῖς τῆς Πελοποννήσου τὸν ἰσθμὸν ἔχομεν, οὕτω τῆς Παλλήνης ἐκεῖνοι. ἐπὶ τούτοις μὲν ἐξεπέμψαμεν Ποτίδαιαν, οὗτοι δὲ βίᾳ λαβόντες κατέσχον. ἦν τοῦτο οὐ μικρὸν ἀδίκημα πόλιν συγγενῆ καὶ φίλην δουλεύειν Ἀθηναίοις φρουράν τε παρὰ τούτων δέχεσθαι. καὶ τὸ πρᾶγμα οὐδὲν διέφερεν ἢ εἰ παρʼ ἡμῶν αὐτῶν τῶν Κορινθίων φόρους ἐπράττοντο. ἡ γὰρ εἰς τοὺς ἀποίκους ὕβρις ἐπὶ τοὺς ἐκπέμψαντας εἶχε τὴν ἀναφοράν. ἀλλʼ ὅμως οἱ τοιαῦτα ὑβριζόμενοι καὶ προπηλακιζόμενοι τὴν ἡσυχίαν ἤγομεν, ἦγον δὲ καὶ οἱ Ποτιδαιᾶται παρὰ τὴν αὑτῶν ἀξίαν δεδουλωμένοι. τοὺς φόρους ἀπέφερον, ἐκρίνοντο παρὰ τούτοις, τὰς ἐπιβαλλομένας στρατείας ἐστρατεύοντο. ἀλλʼ ἵνα μὴ καθʼ ἕκαστον λέγω, προθύμως ἠτύχουν.

`13.1.11–13.1.16`

Πόθεν οὖν ἀφόρητοι καὶ ἡμῖν τοῖς Κορινθίοις καὶ τοῖς Ποτιδαιάταις ἐγένοντο οὗτοι; καὶ τί τοὺς ἀνθρώπους αὐτῶν ἀπέστησε; τὸ μηκέτι μηδʼ ὡς τοῖς ἄλλοις ὑπηκόοις ἐθέλειν αὐτοῖς χρῆσθαι, περιττότερα δʼ ἐξευρίσκειν ἐπιτάγματα. ταῦτα δʼ ἦν τίνα; τοὺς ἐπιδημιουργοὺς μὴ δέχεσθαι, τὰ τείχη καθαιρεῖν, ὅλως ἀνῃρῆσθαι. πῶς γὰρ ἂν οἰκοῖτο πόλις ἡ μήτε ἄρχουσι, τοῖς ἑρμηνεῦσι τῶν νόμων, χρωμένη γυμνή τε οὖσα τειχῶν καὶ ταῦτα ἐν Θρᾴκῃ; καθʼ ἑκάστην γὰρ δήπουθεν ἡμέραν ἐξῆν ἂν τοῖς Θρᾳξὶ βαδίζειν ἐπὶ τὴν πόλιν. καὶ ταῦτα ἐπέταττον ὅλως ἔγκλημα μὲν οὐδὲν φανερὸν ἐπάγειν ἔχοντες, εἴγε μὴ ἔγκλημά ἐστιν ἐλευθερίας ἐπιθυμεῖν τοὺς ἐξ ἀρχῆς ἐλευθέρους, ὑποψίας δέ τινας καὶ ὑπονοίας λέγοντες. ἀφʼ ὧν γὰρ περὶ Κέρκυραν ἀδικήσασιν αὑτοῖς συνῄδεσαν, οὐδὲ τὴν Ποτίδαιαν ἀσφαλῶς ἔχειν ἡγοῦντο. ἐβούλοντο δὲ καὶ ἡμᾶς τοὺς Κορινθίους λυπεῖν, ὅτι Κερκυραίων ἡμᾶς ἀπεστερήκεσαν, ἄλλων ἀποίκων. τοῦτο γὰρ δὴ καὶ τὸ καινότατόν ἐστιν· ὧν ἠδίκουν αὐτοὶ δίκας ἀπῄτουν ὡς ἀδικούμενοι. διὰ μὲν δὴ ταῦτα ἀδίκως καὶ βιαίως τοῖς Ποτιδαιάταις προσεφέροντο, οἱ δὲ τὰ μὲν πρῶτα ἱκέτευον καὶ ἐδέοντο μηδὲν νεωτερίζειν περὶ τὴν πόλιν, ἐᾶν δὲ τὸν ἐνόντα κόσμον τῆς πολιτείας. ὡς δʼ οὐδὲν εὑρέσθαι χρηστὸν οἷοί τʼ ἦσαν, ἀλλʼ ἔπλεον ἐξ Ἀθηνῶν τριήρεις καὶ οἱ τὰς ἀρχὰς καὶ τὰ τείχη καταλύσοντες καὶ ἠπειλοῦντο ἀπειλὰς τὰς φρικωδεστάτας, ὅτι δὴ μὴ παραχρῆμα μηδʼ εὐθὺς ἐπείσθησαν αὐτοῖς κελεύουσιν, ὁ δὲ κίνδυνος ἦν αὐτοῖς περὶ ἀνδραποδισμοῦ καὶ ἀναστάσεως τῆς πατρίδος, τότε δὴ προσβιασθέντες οἱ δυστυχεῖς ἐφʼ ἡμᾶς τοὺς πατέρας κατέφυγον, ἐπὶ τὴν ἐκπέμψασαν αὐτοὺς πόλιν, ὡς μόνην ταύτην σωτηρίαν ἕξοντες. καὶ ἡμεῖς ἐδεξάμεθα, ὁμολογοῦμεν. ἢ τί πράττειν ἐχρῆν; παῖδας ἱκέτας μὴ δέχεσθαι; βίαν δʼ οὕτως ὠμὴν ἐᾶν; πολιορκίαν δʼ ἄπορον καὶ τροφὰς ἀπανθρώπους οὐ προσεδοκῶμεν ἔσεσθαι. ἀλλʼ οὐκ εἰς μακρὰν ταῦτα πάντα ἧκεν ἀθρόως τὰ δεινά. καὶ οὕτως ἠγανάκτησαν οἱ χρηστοὶ ὡς οὐδʼ ὅτε ἡ πόλις αὐτοῖς ὑπὸ τῶν βαρβάρων ἐνεπρήσθη. οὔκουν ἔχουσί τινα εἰπεῖν τότε τοιαύτην πολιορκίαν. ἀλλὰ καθαρὰ μὲν ἡ βασιλέως γῆ τοιούτων μυσῶν, ἐμπέπλησται δὲ ἡ Ἑλλὰς κακῶν καὶ μεμίανται. ἐπειδὴ γὰρ ἐπύθοντο βουλομένους σώζεσθαι τοὺς ἀνθρώπους, εὐθὺς ἐπέστησαν καὶ καθεῖρξαν περιστάντες ἐκ γῆς, ἐκ θαλάττης, ὁ ναυτικὸς ὄχλος, οἱ πεζοί, οὐδὲ στῆναι πρὸς ὀλίγον οὐδὲ ἀναπνεῦσαι τοῖς ταλαιπώροις παρέσχον, ἀλλʼ ὥσπερ θηρία, οὐκ ἀνθρώπους ἀπολαβόντες οὕτως ἀκριβῶς παρεφύλαττον τὰς ἀφορμάς, τὰς κατάρσεις, μηδὲν ἐκπλεῦσαι, μηδὲν εἰσπλεῦσαι, ἕως αὐτῶν τὰς τροφὰς ὁ χρόνος ἐξανάλωσε καὶ ἦν ὑπόλοιπον οὐδὲν ἄλλο ἢ οἱ τῶν τροφῶν δεόμενοι. τότε τοίνυν ἐλεῆσαι δέον, ἐξαγαγεῖν τοὺς ἀνθρώπους, ἀλλήλων ἐξαρπάσαι, οὐδὲν γὰρ τῶν ἔνδον νεωτεριζομένων ἠγνόουν οἱ προσκαθήμενοι καὶ προσεδρεύοντες καὶ ὀδυρομένων τὴν χρείαν ἀκούοντες, οἱ δὲ τοὺς ἀνθρώπους ἐπαφῆκαν ἀλλήλοις καὶ τὸ ἐν τοῖς μύθοις δεῖπνον ἀνέμειναν γενέσθαι καὶ ἀναλωθῆναι περὶ αὑτὴν τὴν πόλιν καὶ ἐμπλησθῆναι Ποτιδαιάτας κακῶν.

`13.1.17–13.1.18`

Ἀπὸ τοιούτων ὑμῖν ἔργων ὁ τῶν Ἀθηναίων δῆμος παρέστηκεν ἐρήμην μὲν ἀνδρῶν ποιήσας τὴν Ποτίδαιαν πόλιν, πλήρη δὲ ἀσεβείας, καὶ τοὺς μὲν ταῖς τραπέζαις παραδούς, τὸ πλέον μέρος, ὀλίγους δὲ ἀνθρώπους ἐξελάσας δυστυχεστέρους τῶν ἀναλωθέντων καὶ μᾶλλον οἰκτροὺς τὰ δεινὰ ἐν ἑαυτοῖς φέροντας, πολιορκουμένους ἐπὶ ταῖς συμφοραῖς. καθαροί γε. οὐ γὰρ οὗτοι φέρουσιν ἢ τὰ σώματα οἷς προσήδρευσαν ἢ τὰς ψυχὰς αἷς περὶ τῆς πολιορκίας διενοήθησαν; ἀλλʼ οὐκ ἐναγεῖς; οὐκ ἀκάθαρτοι; οὐ τῇ κοινῇ φύσει πολέμιοι; οὐ πᾶν ὅ τι ἂν εἴποι τις; ἀλλʼ ἂν μὲν εἷς ἄνθρωπος ὁ τυχὼν τῶν πρὸς τὴν εὐσέβειαν κατολιγωρήσῃ ἢ θυσίαν τινὰ οὐ καθαρὰν θύσας ἢ βωμὸν μιάνας ἢ μιαρὸς ὢν αὐτὸς εἰς τὰ εἴσω τῶν περιρραντηρίων βιάσηται, οὐδὲ φωνὴν ἀνέξεσθε οὐδʼ ἔσται τις οὕτως ὀλίγωρος οὔτε γέρων οὔτε νεώτερος ὃς οὐκ ἐπέξεισιν εὐθὺς αὐτῷ καὶ τιμωρεῖ τοῖς θεοῖς· πόλιν δὲ τὴν ἀξιοῦσαν προεστάναι τῆς Ἑλλάδος καὶ τὰ δίκαια τοῖς ἄλλοις βραβεύειν τοιαῦτα ἱερεῖα ἐν Ποτιδαίᾳ κατασκευάσασαν καὶ μιάνασαν ἅπαντας μὲν τοὺς ἐκεῖ βωμούς, ἅπαντα δὲ τὰ ἕδη τῶν θεῶν, ἄβατον δὲ τὸν τόπον ποιήσασαν πᾶσι, διʼ ἣν οὔτε οἰκίαι καθαραὶ οὔτε ἀγοραὶ καὶ στενωποί, πάντα δʼ ἀκάθαρτα καὶ μύσους μεστά, ὅ τε χῶρος ἐν ᾧ ταῦτα ἐγίγνετο ὅ τε τὴν πόλιν περιέχων ἀήρ, οἱ τρέφοντες, οἱ τρεφόμενοι, ὁ σίδηρος, τὸ πῦρ, αἱ τράπεζαι, τὴν δὴ τοιαύτην, εἰπέ μοι, πόλιν περιόψεταί τις Ἑλληνίοις προσιοῦσαν θεοῖς καὶ κοινωνοῦσαν ἡμῖν σπονδῶν, πανηγύρεων; τὸν δὲ αὐτὸν κρατῆρα στησόμεθα ἡμεῖς τε καὶ οὗτοι; στέγην δὲ τὴν αὐτὴν ἢ θέατρον Ἑλληνικὸν τίς ἂν τολμήσειεν εἰσελθεῖν, περιαγγεῖλαι δὲ Ὀλυμπικὰς ἢ Πυθικὰς ἐκεχειρίας; ἐμοὶ μὲν γὰρ οὐδʼ ὁ πρὸς αὐτοὺς πόλεμος καθαρὸς εἶναι δοκεῖ, ἀλλὰ καὶ τοῦτο μίασμά ἐστι τούτοις εἰς χεῖρας ἰέναι. τοσαύτης ἀρᾶς εἰσι καὶ ποινῆς μεστοί.

`13.1.19–13.1.20`

Εἶτα εὐσεβείας οὗτοι μνημονεύουσι, καὶ ποῦ θέμις; θυσιῶν τε καὶ μυστηρίων. οἴχεται ταῦθʼ ὑμῖν καὶ ἀνατέτραπται. ἐπειδὴ δὲ μυστηρίων ἐμνημόνευσα, βούλομαί τι τῶν ἐκεῖθεν εἰπεῖν, ἔστι δʼ οὐ τῶν ἀρρήτων ὃ μέλλω λέγειν. οὗτοι γὰρ τά τʼ ἄλλα καθαροῖς εἶναι τοῖς μύσταις ἐν κοινῷ προαγορεύουσιν, οἷον τὰς χεῖρας, τὴν ψυχήν, τὴν φωνὴν Ἕλληνας εἶναι, καὶ ἰδίᾳ πάλιν τὸ εἰ τοῦ καὶ τοῦ σίτου ἐγεύσω, οὐ καθαρὸς πάρει. καὶ πολλὴ τούτων παρὰ τοῖς μυσταγωγοῖς ἐπιμέλεια. εἶτα, ὦ πάντων εὐσεβέστατοι, τὰ μὲν ἐπὶ τῷ σιτεῖσθαι φύντα καὶ νομισθέντα ἐξ ἀρχῆς οὐ πάντα δίδοτε οὐδὲ συγχωρεῖτε, ἀλλὰ καὶ τούτων ἐξέτασις καὶ κρίσις γίγνεται ὧν ἥ τε γῆ καὶ θάλαττα τοῖς ἀνθρώποις δίδωσιν, ἃ δὲ μήτε ἡ φύσις μήτε ὁ κοινὸς νόμος ὑπέδειξε, ταῦτα Ποτιδαιάταις σιτηθῆναι παραθέντες, ἀνθρώποις μυηθεῖσι καὶ ἁγνεύσασι μέχρι πρὸς ἐκείνας τὰς τροφάς, ὡς εὐσεβεῖς ἡμῖν διαλέγεσθε, ὅμοιον ὡς ἂν εἰ μηδὲ τοὺς γευσαμένους τις αὐτῶν τῶν ἀθέσμων τροφῶν μεμιάνθαι λέγοι; ἀλλʼ οὔτʼ ἐκείνοις ἔστιν εἰπεῖν οὔθʼ ὑμῖν ὡς καθαροί. πόθεν; οὐδέποτε ἐκνίψεσθε τὰ ἐκεῖ. τοσοῦτον γὰρ πλεονεκτεῖτε τοῦ μιάσματος τοὺς γευσαμένους, ὅσον τὴν γνώμην ἀφελόντες τὴν ἀνάγκην ἔχουσιν αἰτιάσασθαι, ὑμεῖς δʼ ἐβιάσασθε.

`13.1.21`

Πολεμοῦντες, ἴσως ἐροῦσι, καὶ μετὰ τῶν ὅπλων, ὥσπερ ἡμῶν οὐκ αὐτὸ τοῦτο αἰτιωμένων πρῶτον ὅτι τὴν Ἑλλάδα καλῶς ἡσυχάζουσαν ἐπὶ πολλῆς τε εἰρήνης οἰκεῖσθαι καὶ πολιτεύεσθαι δυναμένην, εἰ τὰ δίκαια πράττειν οὗτοι ἐβούλοντο καὶ μὴ λωποδυτεῖν μηδὲ λῃστεύειν τὰς πόλεις, οἱ δὲ ἀφʼ ὧν ἐργάζονται καὶ περιεργάζονται περικόπτοντες ἐν κύκλῳ πάντας καὶ τῶν μὲν ἤδη δεσπόζοντες, τοὺς δʼ εἰς εὐλάβειαν ὑπὲρ τῶν αὐτῶν καθιστάντες τὴν μὲν εἰρήνην ἀνῃρήκασι, πόλεμον δὲ καινὸν ἐξάψαντες πάντα ἄνω καὶ κάτω ποιοῦσιν ἐπιπλέοντες ταῖς ναυσί, δυνάμεις ἄλλας ἐπʼ ἄλλαις ἐπιπέμποντες.

`13.1.22`

Ταῦθʼ ὑμῶν τὰ πρῶτα ἀσεβήματα, πλεονεξία, τὸ τῶν ἴσων ἄρχειν ἐθέλειν, αἱ περιτειχίσεις, αἱ πολιορκίαι, ἐπὶ δὲ τούτοις πᾶσιν ἄθεσμοι τροφαὶ καὶ βρώσεις ἀλλήλων. καὶ ἃ νῦν δὴ πέπρακται, πρὸς θεῶν, τί ταῦτʼ ἂν εἴποι τις; ἔτι συνήθη πόλεμον καὶ φιλοτιμίαν Ἑλληνικὴν ἢ φύσεως ἀνθρωπίνης ἀνατροπὴν καὶ γνώμης ἀγριότητα καὶ πρὸς θεοὺς ὑπεροψίαν; ἐμοὶ μὲν γὰρ ταῦτα δοκεῖ καὶ πολλῷ τούτων δεινότερα, ἐπεὶ πολεμεῖν γε οὗτοι βουλόμενοι συνήθως καὶ κατὰ τὸν Ἑλλήνων τρόπον οὐχ ὅπως ἂν Ποτιδαιάτας οὕτως ἔθρεψαν, ἀλλʼ οὐδὲ τἄλλʼ ἂν ἦσαν ὠμοὶ καὶ βίαιοι.

`13.1.23–13.1.25`

Παράδειγμα δὲ τούτων ἔξεστιν ὑμῖν ἐναργὲς ποιήσασθαι καὶ ὃ πάντες ἴστε. ὁρᾶτε τοὺς Λακεδαιμονίους οὔτε ἀρχομένους πολέμου οὔτε σπεύδοντας, ἀλλʼ ἐπὶ πλεῖστον βουλευομένους τε καὶ σκεπτομένους, ἐφʼ ὅσον νῦν ἐμέλλησαν. κρατήσαντες γὰρ ἐν ἴσῳ τοῖς φεύγουσιν ἀνεχώρουν τὸ μὲν τρέψασθαι νίκην νουίσαντες, τὸ δʼ ἐπακολουθεῖν ἀπανθρωπίαν. τοῦτον εἶναι τοῖς Ἕλλησι τῶν πολέμων ὅρον, τοῦτον κανόνα δεῖ τὰς πρὸς ἀλλήλους διαφορὰς μετρίως καὶ δημοτικῶς τίθεσθαι, εἰσβάλλειν, τοὺς προσμίξαντας κρατῆσαι, κατασημήνασθαι τὴν νίκην τροπαίῳ. ταῦτʼ ἔστιν ἀνθρώπων Ἑλλήνων τοῦ γένους αἰσθανομένων, πολλὰ ἐχόντων ἀντιθεῖναι τῷ πολέμῳ, πανηγύρεις κοινάς, ἆθλα Ἀμφικτυονικά, τὸν Δία, τὸν Ποσειδῶ, τὰς θυσίας, τὰ μυστήρια. ὧν δεῖ πλείονα ποιεῖσθαι λόγον τούς γε εὐσεβοῦντας τῆς εἰς τὸ παρὸν φιλονεικίας. τὰ μὲν γάρ, ἀφʼ οὗ τὴν Ἑλλάδα οἰκοῦμεν, ἔστι τε καὶ ἔσται καὶ καλῶς γίγνεται, πόλεμος δέ, κἂν ἐπὶ πλεῖστον προχωρήσῃ, καταλύεται. οὐ δεῖ δὴ τὴν ἑνὸς καιροῦ διαφορὰν μακρᾶς συγγενείας καὶ φιλίας προκρίνειν, ἀλλʼ οὕτω πολεμεῖν ὡς, εἰ τύχοι ποτέ, καὶ φίλους ἐσομένους. ὡς ἔστι δεινὸν τὸν μὲν ἐκ Σούσων καὶ Ἐκβατάνων ἐπὶ τοὺς Ἕλληνας στρατεύσαντα, τὸν αἰτήσαντα ἡμᾶς γῆν καὶ ὕδωρ, τὸν ἀνασπάστους οὐκ ἄνδρας μόνον, ἀλλὰ καὶ πόλεις ποιήσαντα μήτε, ὁπηνίκα ἦλθε πολεμήσων, τοιαύτῃ συμφορᾷ περιπεσεῖν νῦν τʼ ἔνσπονδον ἤδη γεγονέναι, Ποτίδαιαν δέ, Ποτίδαιαν, οἴμοι, τὴν Δωριέων ἄποικον, τὴν ἐκ Κορίνθου, παντάπασιν ἐκτετρίφθαι καὶ ὑπὸ Ἀττικοῦ πολέμου δεδαπανῆσθαι.

`13.1.26–13.1.28`

Πολιορκία μὲν ἦν, ἀλλʼ Ἕλληνες οἱ κατακεκλεισμένοι, εἰ δὲ μηδὲ τοῦτο βούλεσθε, ἄνθρωποι. ὅταν δὲ τοῦτο εἴπω, ἔλεον λέγω, φιλανθρωπίαν λέγω. τὸ δὲ δεινῶς τραφῆναι ἀνθρώπους ἐῶ τοὺς πολιορκουμένους, ἀλλʼ ὑμεῖς εἰ μὲν Σκυθῶν στρατόπεδον ἦτε καὶ νομάδων βαρβάρων, Ταῦροί τινες ἢ Μελάγχλαινοι, δίκην θηρίων φερόμενοι καὶ μήτε θεσμοὺς ἀνθρωπίνους εἰδότες μήθʼ ὁμονοοῦντες τῇ φύσει, συζῶντες δʼ ἀγρίῳ τρόπῳ καὶ βιαίῳ, εἰ μὲν ὄντες τοιοῦτοι περιέστητε τὴν Ποτίδαιαν, οὐδὲν ἂν ἀνήκεστον πέπρακτο. ἐσώθησαν μὲν ἤδη καὶ παρὰ Σκυθῶν Ἕλληνες ξένοι καὶ Σκύθαις μὲν αὐτοῖς τοιαῦτα ἐμαρτύρουν δεῖπνα, αὐτοὶ δʼ Ἑλληνικὴν παρέθεντο καὶ παρʼ ἐκείνοις τράπεζαν. ἀλλʼ ὅμως οὐ ζητῶ τὴν Ποτίδαιαν, ἀφίημι πολυπραγμονεῖν τὰς τροφάς, ἔστω ὅμοια πάντα τοῖς περιεστηκόσι, ξένα σιτία, τροφαὶ ἐναγεῖς, παραιτεῖται τὴν συμφορὰν τὸ βαρβάρους εἶναι τοὺς ταῦτα βιαζομένους, οἷς οὐδʼ ἄλλο τι τῶν καλῶν γνώριμον. εἰ δὲ ἡ τῶν Ἀθηναίων πόλις ταῦτα εἴργασται ἀεὶ σεμνυνομένη πρεσβείᾳ γένους, νόμων θέσει, θεῶν εὐσεβείᾳ, αὐταῖς ταῖς τροφαῖς, πῶς ἐστι ταῦτα ἢ τοῖς παθοῦσιν ἢ τοῖς ἄλλοις ἡμῖν ἀνεκτά; ποῦ δʼ ἐγχωρεῖ τὸν πόλεμον προβάλλεσθαι φιλανθρωπίας μὲν Ἑλληνικῆς ἀναιρουμένης, ἀντεισαγομένων δὲ τοιούτων κακῶν; οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἀσεβοῦντας οὐδὲ βιαζομένους τὴν φύσιν ἀντιτιθέναι τῷ πολέμῳ τὸν αὑτῶν τρόπον οὐδὲ τοῖς ἐχθρῶν νόμῳ πραττομένοις τὴν εἰς τοὺς θεοὺς εὐσέβειαν παραγράφεσθαι. τὸ γὰρ πρᾶγμα τοιοῦτόν ἐστι. πάντες οἱ πολεμοῦντες πρὸς μὲν ἀλλήλους ἐγκλήματα ἔχουσι καὶ διαφοράς, οἱ μὲν ἐπὶ μικροτέροις, οἱ δʼ ἐπὶ μείζοσι, τοὺς δὲ θεοὺς οὐδὲν οὔτε μικρὸν οὔτε μεῖζον ἔχουσιν αἰτιάσασθαι. πρὸς τί δὲ τοῦτο εἶπον; ὅτι δεῖ τοὺς πολεμοῦντας μηδαμῶς τὴν ἀνθρωπίνην ἔχθραν ὑπερβαίνειν, ἀλλʼ ἐπὶ μὲν τοὺς ἀντιπάλους καὶ στρατιώτας τρέφειν καὶ τριήρεις πληροῦν, ὅπου δὲ ἤδη τὸ πραττόμενον τοῖς θεοῖς διαφέρει, μηκέτι τῷ πολέμῳ καταχρήσασθαι, ἀλλὰ κἂν ἔλαττόν τι μέλλωσιν ἕξειν, ἐνδιδόναι. πολλῷ γὰρ βέλτιον φείσασθαι τῶν ἐχθρῶν ἐπὶ τῇ προφάσει τῶν θεῶν ἢ διὰ τοὺς ἐχθροὺς εἰς τοὺς θεοὺς ἀσεβῆσαι.

`13.1.29`

Οὕτω μὲν τοίνυν ἡ τοῦ πολέμου πρόφασις τούτοις τοῖς λογισμοῖς ἀνῄρηται, καὶ γὰρ οὐχ ὑπὲρ Ποτιδαιατῶν, ἀλλʼ ὑπὲρ εὐσεβείας ἡ γραφὴ γέγονε, σκεπτέον δʼ ἡμῖν τὸ ἐντεῦθεν, εἰ μὴ λόγος ἐστὶν ἄλλως ἡ κατηγορία, δεινὰ δʼ οὐχ ἧττον πρὸς τοὺς θεοὺς ἢ πρὸς ἀνθρώπους τὰ πεπραγμένα. λέγω τοίνυν ἄντικρυς μηδένα εἶναι τῶν θεῶν ὃς οὐκ ἠσέβηται καὶ πεπαρῴνηται τῇ τοιαύτῃ πολιορκίᾳ.

`13.1.30`

Καὶ πρώτην γε ἁπάντων τὴν Φύσιν, πρεσβυτάτην καὶ ἰσχυροτάτην δαίμονα, σκεψώμεθα. ἡμᾶς γὰρ τοὺς ἀνθρώπους ἐδημιούργησεν ἐπὶ τοῖς καλλίστοις καὶ ἡμερωτάτοις καὶ φιλανθρωποτάτοις ἔργοις, τὰ δʼ ἄλλα ζῶα καὶ θηρία τὰ μὲν δηλητήρια ἀνέστειλε καὶ ἀπῴκισε πόρρω που πρὸς τὰς ἐρημίας ἀπαγαγοῦσα, τὰ δὲ χρήσιμα ἡμῖν ὑπέβαλε τὰ μὲν συνεργὰ ἔχειν, τὰ δὲ σιτεῖσθαι καὶ ἀποθανόντα ἐσθίεσθαι, ἄνθρωπον δʼ ἀνθρώπου συνεργάτην μὲν εἶναι καὶ βίου κοινωνὸν ἀπέδειξε, τροφὴν δʼ οὔ. ταῦτα μὲν ἡ Φύσις, Ἀθηναῖοι δὲ τί; συγκεχύσθαι τὸν νόμον τοῦτον παρεσκεύασαν, τοὺς αὐτοὺς εἶναι τοὺς τρέφοντας, τοὺς τρεφομένους, τὰ σιτία, τοὺς σιτουμένους, πάντα αὐτὸν τὸν ἄνθρωπον.

`13.1.31`

Καὶ αὕτη μέν ἐστιν ἡ πρώτη θεὸς ἣν μετὰ Ποτιδαιατῶν ἐξεῖλον ἐκ Ποτιδαίας, ἐξέβαλον ἄντικρυς καὶ ὡς πολεμίαν ἐξεπολιόρκησαν. δευτέρα δὲ ἡ Γῆ, ἐφʼ ἧς εἱστήκεσαν οἱ μιαροί, μήτηρ καὶ αὕτη τοῦ τῶν ἀνθρώπων γένους καὶ οὖσα καὶ νομιζομένη. αὕτη μέντοι καὶ δέχεται πρώτη γινομένους ἡμᾶς καὶ τελευτήσαντας κρύπτει τὴν ἀκοσμίαν τοῦ θανάτου καλύπτουσα εὐσχημόνως. ἀλλʼ οἴχεται διὰ τούτους καὶ ἡ τῆς Γῆς χάρις. ἐν τοῖς σώμασι κατέθεντο τὰ σώματα καὶ κενὴ μὲν ἡ Γῆ, μεστοὶ δʼ οἱ ζῶντες τῶν ἀποθανόντων.

`13.1.32`

Τὰς δὲ Δήμητρος χάριτας καὶ Κόρης εἰ λέγοιμι, τί πρὸς ταῦτα φήσουσιν οἱ τῆς Δήμητρος ξένοι; ποῦ δὲ ὁ Κελεὸς ὑμῖν; ποῦ δὲ ὁ Τριπτόλεμος; ἀντιθῶμεν τὰς παρʼ ὑμῖν ἐκείνων ταῖς παρʼ ὑμῶν τροφαῖς. τί οὖν ἔτι βωμοὶ τῶν θεῶν τούτων; τί δὲ ἑκατόμβαι καὶ τελεταί; οὐ ταῦτα πάντα ἀνῄρηται νῦν ἐν Ποτιδαίᾳ; ὧν γὰρ οὐκ ἐτήρησαν τὰς χάριτας ἐφʼ αἷς αἱ τιμαί, τούτων οὐδὲ τὰς τιμὰς αὐτάς.

`13.1.33–13.1.35`

Ἀλλά, νὴ Δία, οὗτοι τῶν θεῶν ἠσέβηνται. τί δὲ οἱ λοιποὶ θεοὶ καὶ οἱ δαίμονες οἱ γεωργίᾳ καὶ γεωργοῖς φίλοι; ὁ δὲ ταῦτα ἐπιδὼν Ἥλιος, ἡ δὲ λαμπροτάτη τῶν θεῶν Ἡμέρα καὶ Νὺξ μετὰ ταύτην καὶ Καιρὸς ὁμιλίαν ἔχων δαιμόνων καὶ θεῶν, ὁ δὲ Ἀπόλλων οὗ χρήσαντος τὴν ἀποικίαν ἀπεστείλαμεν; Ἑστίας δὲ τὰς Ποτιδαιατῶν ἀφίημι καὶ θεοὺς παρʼ ἐκείνοις πατρῴους καὶ γενεθλίους παρʼ οἷς τις καὶ τοῦ γένους ἥψατο. ποῖα μὲν ἀγάλματα ὑμῖν ἐστιν ἃ μὴ μεμίανται, τίνες δὲ ἄχραντοι βωμοὶ τῶν ἐκεῖ; οὐδʼ ὁ παρʼ ὑμῖν ἔτι βωμὸς ἔστιν ὃν Ἐλέου καλεῖτε. τὸ γὰρ ἔργον ἀπόλωλεν. ἀνθʼ ὧν νῦν ἱδρύεσθε βωμοὺς Ἀπανθρωπίας, Ὠμότητος, Ἀσεβείας, τῶν δεινοτάτων ἁπάντων. ὡς τά γε ἐπὶ τοῖς χρηστοῖς καὶ φιλανθρώποις ὑπομνήματα ἀνατέτραπται καὶ παντάπασιν ἐξαλήλιπται. πολλὰ δʼ ἔχων ἔτι περὶ τῆς ἀσεβείας λέγειν παραλείπω, τοὺς χθονίους δαίμονας, οἷς οὐδὲν τῶν νομιζομένων ἐγένετο, τὰς ψυχὰς τῶν ἀποθανόντων μηδενὸς ὧν δεῖ τυχούσας, τοὺς ἐν ἁπάσαις ταῖς πόλεσι θεούς, οἷς οὗτοι μετὰ ταῦτα προσίασιν ἐναγεῖς γεγονότες, ἣν πλέουσι θάλατταν, ἥτις οὐδέποτʼ ἂν αὐτοὺς ἐκκαθάρειεν, αὐτὸν τὸν Ποσειδῶ οὗ τὴν λῆξιν μιαίνουσιν.

`13.1.36–13.1.37`

Ἀλλʼ ὡς μὲν οὐκ ἀσεβῆ καὶ δεινὰ ταῦτα, εἰ καὶ σφόδρα εἰσὶ δεινοὶ λέγειν, οὐκ ἂν ἀντείποιεν. ἴσως δʼ αὐτοὺς τοὺς ταλαιπώρους Ποτιδαιάτας αἰτιάσονται καὶ παρʼ ἐκείνους φήσουσιν εἶναι τὰ μιάσματα τοὺς ἁψαμένους αὑτῶν. τοῦτο γὰρ λοιπὸν τὸ πρὸς οἷς πεπόνθασι καὶ τὴν αἰτίαν αὐτῶν ἐνέγκασθαι. ἐγὼ δʼ ὡς μὲν οὐχὶ κἀκεῖνοι γεγόνασι καὶ εἰσὶν ἐναγεῖς μετὰ τοιαύτας τροφάς, οὐκ ἀντιλέγω. λέγω μέντοι τοῦτο αὐτὸ μείζονα ἔλεγχον εἶναι τῆς Ἀθηναίων ἀσεβείας. εἰ γὰρ μηδὲ οἱ βιασθέντες εἰσὶ καθαροί, πῶς οἱ καταναγκάσαντες; καὶ εἰ τοὺς ἐλεηθέντας ἂν δικαίως ὑπὸ πάντων ἐφʼ οἷς ἠτύχησαν ἀναγκαῖον μισεῖν, πῶς οὐ τούτους πλέον οἳ κἀκείνους εἰς τὸ μίασμα προσήγαγον; ὥσπερ δέ, οἶμαι, τοῖς μανεῖσι, κἂν τὰ μέγιστα ἐξαμαρτεῖν προαχθῶσιν, οὐκ αὐτοῖς, ἀλλὰ τῇ μανίᾳ τὰς ἁμαρτίας προφέρομεν, οὕτω μηδὲ Ποτιδαιάταις, ἀλλὰ τοῖς αἰτίοις τὴν ἀσέβειαν λογιζώμεθα. παρὰ τούτων γὰρ καὶ διὰ τούτους παρελθοῦσα εἰς τὴν πόλιν ἡ μανία ἀγνοῆσαί τε ἀλλήλους ἐποίησε καὶ τὰ δεινὰ ταῦτα ἐξεργάσασθαι. ἢ πῶς ἐδύναντο ἐκεῖνοι σωφρονῆσαι, τίνα δʼ ἀποστροφὴν εὑρεῖν τῶν κακῶν φρουρούμενοι μὲν οὕτως ἀκριβῶς, ὁρῶντες δʼ ὑμᾶς περιεστηκότας φιλοπόνως, τὰς ναῦς ἐφορμούσας, ἄλλους ἐπʼ ἄλλοις στρατηγοὺς πλέοντας, οὐδὲν τῶν εἰς σωτηρίαν φερόντων, τὰ ἔνδον πάντα ἐξανηλωμένα; πόθεν οὖν εἶχον τραφῆναι; ἐκ τοῦ οὐρανοῦ; γέλως ταῦτα καὶ χλεύη πρὸς οἷς ἠτυχήκασιν.

`13.1.38–13.1.40`

Ἀλλʼ ἐξῆν, φησι, παραδοῦναι τὴν πόλιν. καὶ γὰρ τοῦτο ἐροῦσι σφόδρα γε λόγον λέγοντες φιλάνθρωπον ἢ μέτριον. οὑτωσὶ δὲ σκοπεῖτε. Ποτιδαιᾶται μάλιστα μὲν εἰ τῆς ἐλευθερίας ἐπεθύμουν πεμφθέντες εἰς Θρᾴκην οὐδὲν θαυμαστὸν ἦν, ἀλλὰ συγγνώμη πολλή. ἐκεῖνοί τε γὰρ ἀήθεις ἑτέρων ὑπακούειν οὗτοί τε ὑβρισταί. πάντες δʼ οἱ παρὰ τὴν ἀξίαν δουλεύοντες κἂν ἀποστῶσι νεωτερίζουσι κἂν δουλεύοντες ἀνέχωνται. καὶ ὅτι γε πρᾶγμα εἰκὸς ἐποίουν εἰς τὴν ἐξ ἀρχῆς τάξιν αὑτοὺς ἐπανάγοντες, ἡ τοῦ πολέμου πρόφασις μαρτυρεῖ. διὰ τί γὰρ οἱ Λακεδαιμόνιοι πολεμοῦσιν ἢ μετʼ ἐκείνων ἡμεῖς; οὐχ ἵνα οἱ νῦν δεδουλωμένοι τὴν ἐλευθερίαν ἀπολάβωσι; πάντας ἂν οἶμαι τοῦθʼ ὁμολογῆσαι. μὴ τοίνυν νομίζετε τοὺς μὲν ἔξω τῆς συμφορᾶς ὄντας καὶ πολεμεῖν καὶ πᾶν ὁτιοῦν ὑπομένειν, ἵνα οἱ δουλεύοντες τῶν δικαίων τυγχάνωσιν, αὐτοὺς δὲ τοὺς δουλεύοντας οὕτως ἀναισθήτους ὑπάρχειν ὡς μηδέποτε ἀπαλλαγῆναι βούλεσθαι τῶν κρατούντων, μηδὲ τὰ μὲν ἀργυρώνητα ταῦτα ἀνδράποδα ὧν τὰ πολλὰ ἐκ Καρίας καὶ Φρυγίας τὴν τιμὴν καταθέντες ἄγομεν, τοὺς Καρίωνας καὶ Ξανθίας, οὕτως εἶναι μεγαλοψύχους ὥστε ἀεὶ τὴν ἐλευθερίαν ὀνειροπολεῖν καὶ εὔχεσθαι, τοὺς δʼ ἐκ μέσης τῆς Ἑλλάδος, τοὺς Κορινθίων παῖδας, τὸ τῶν Βακχιαδῶν γένος, τὸ τῶν Ἡρακλειδῶν, οὕτω ταπεινῶς πράττειν ὥστε δουλεύοντας ἀνέχεσθαι. καὶ τίνα ταῦτα λόγον ἔχει; οὔκουν ἐχρῆν οὕτως ἀγνώμονας καὶ πικροὺς τοὺς ἄρχοντας εἶναι ὥστʼ ἐπὶ πᾶν ἐξελθεῖν, εἴ τις ἐπεθύμησεν ὧν ἐξ ἀρχῆς εἶχεν ἀγαθῶν. τὸ γὰρ ἔγκλημα ἦν οὐ καταστροφὴ τῆς Ἑλλάδος οὐδʼ ἐπιβουλὴ τοῖς μικροτέροις οὐδʼ ὅλως ὕβρις καὶ βία οὐδʼ ἃ νῦν Ἀθηναῖοι πράττουσιν, ἀλλʼ ἐλευθερίας ἐπιθυμία καὶ τοῦ τῶν ἴσων μετέχειν, ὑπὲρ ὧν καὶ τοῖς βαρβάροις ἐπολεμοῦμεν. δεῖ δέ, οἶμαι, καὶ τοὺς ἡγεμόνας, ἄν γε ὦσι μέτριοι, οὐ τῷ βιάζεσθαι προσάγεσθαι τοὺς συμμάχους, ἀλλὰ πείθοντας. καὶ πολλῷ βέλτιον μὴ φρουραῖς φυλάττειν, ἀλλὰ τῷ ταὐτὰ συμφέρειν ἀμφοτέροις. βία μὲν γὰρ ἀπιστίαν, εὔνοια δὲ πίστιν ἐργάζεται.

`13.1.41–13.1.46`

Ταῦτα μὲν ἦν, ὦ Ἕλληνες, καὶ πολλῷ πλείω τούτων λέγειν, εἰ τῆς ἐλευθερίας ἡττηθέντες καὶ καλὴν ἐλπίδα ἐλπίσαντες καθʼ αὑτοὺς ἐπεχείρησαν γενέσθαι. οὐ μὴν ὑπὲρ ταύτης γʼ ἐφιλονείκουν, ἀλλʼ ἑώρων αὑτοῖς τὸν ἀγῶνα ὑπὲρ ἀνδραποδισμοῦ καὶ ἀναστάσεως καὶ πάντων τῶν δεινοτάτων ὑπάρχοντα καὶ μηδὲν τούτους μέτριον καὶ φιλάνθρωπον μήτε διανοουμένους μήτε πράξοντας. τοὺς γὰρ καὶ πρὶν ἀποστῆναι τοιαῦτα ἐπιτάττοντας, οἷον τὰ τείχη κατασκάπτειν καὶ μεταβάλλειν τὴν πολιτείαν, τί προσδοκᾶν ἔδει πράξειν ἀποστάντων; οὐκ ἐξανδραποδιεῖν τὴν πόλιν; οὐκ ἀναστήσειν παῖδας καὶ γυναῖκας; οὐκ αὐτοὺς τὴν χώραν καθέξειν; καὶ ὅτι ταῦτʼ εὐλόγως ἐφοβοῦντο, αὐτὰ μαρτυρεῖ τὰ πραχθέντα. οὐ γὰρ ἔφθησαν παραδοῦναι τὴν πόλιν καὶ παραχρῆμα ἐξηλαύνοντο ἄποροι, γυμνοί, πάντων ἀποστερηθέντες, πολιτείας, πατρίδος, κτημάτων, οἰκτρὸν τοῖς ἐντυχοῦσι θέαμα, πλανώμενοι μετὰ τῶν ὑπολοίπων παίδων καὶ γυναικῶν. οὐδʼ ἂν εἷς ἐφίκοιτο τῷ λόγῳ τῶν ἐκείνοις κακῶν πολλῶν ὄντων. καίτοι γε οἱ μηδὲ δυστυχήσαντας αὐτοὺς οὕτως ἐν τῇ πολιορκίᾳ ἐλεήσαντες τί οὐκ ἂν διέθεσαν, εἴ γʼ εὐτυχοῦντας παρέλαβον; πῶς δʼ ἂν ἐφείσαντο τῶν σωμάτων τότε οἱ μηδʼ ὅτε ἐτράφησαν οὕτως; οὐκ ἦν ἱκανὸν ἐξανηλῶσθαι τοσούτους καὶ τὸ πλεῖστον τοῦ δήμου μέρος ἐν τῷ δήμῳ δεδαπανῆσθαι; οὐκ ἦν ἱκανὸν θηρίων δίκην τοὺς ἀνθρώπους σεσιτῆσθαι; ἀλλʼ ἔδει τούτους πρὸς τούτοις τοῖς καλοῖς καὶ ἄλλα προσνεανιεύσασθαι, φυγήν, ἀπορίαν, πάντα ἃ νῦν ὑπομένουσιν· ἆρα ὁρᾶτε καὶ λογίζεσθε, ὑπὲρ ὅσων καὶ οἵων ἀντεῖχον οἱ δυστυχεῖς; μεῖζόν τι σημεῖον τῆς τούτων ἀπανθρωπίας; ἀνεκτοτέραν τῆς Ἀθηναίων τυραννίδος τὴν πολιορκίαν ἐπῄνεσαν. ἀλλήλων ἐγεύσαντο. ἐμπλῆσαι γὰρ τὴν τούτων ὠμότητα ἁλόντες οὐκ ἐδύναντο. ἐδήλωσε δὲ ταῦτα ὁ χρηστὸς δῆμος. οὐ γὰρ ὅπως ἢ τοὺς παθόντας ὧν ἔπαθον ᾤκτειρεν ἢ τοὺς ταῦτα βιασαμένους στρατηγοὺς κατεμέμψατο. πόθεν; ὅς γε τοὐναντίον ὡς φιλανθρώπων κατέγνωκεν. αἰτίαν ἔσχον Ἑστιόδωρος καὶ Φανόμαχος καὶ Ξενοφῶν οὐκ ἐπὶ τοῖς δείπνοις οὐδʼ ἐπὶ ταῖς τραπέζαις, ἀλλʼ ὅτι τοὺς λοιποὺς ὑποσπόνδους ἀφῆκαν ἐξελθεῖν. διόπερ οὐδʼ ἄγνοιαν ἔστιν αὐτοῖς προφασίσασθαι τῶν πραχθέντων. ἡ γὰρ μετὰ ταῦτα ἀπανθρωπία τὸ κἀκεῖνα εἰδέναι μαρτυρεῖ. τί οὖν ἐβούλεσθε; τί δὲ ἔδει χρήσασθαι τοῖς περιττοῖς; ἀναγκάζομαι γὰρ καὶ ὑπὲρ τῶν στρατηγῶν λέγειν, ἀποκρίνασθε, ὦ φιλάνθρωποι, πάλιν εἰς Ποτίδαιαν καθεῖρξαι καθάπερ θηρία καὶ τοὺς ὑπολειπομένους ἀλλήλοις προβαλεῖν καὶ ὅσον ἦν λείψανον τοῦ γένους ἐν αὑτῷ δαπανῆσαι, μηδένα δʼ ἐξελθεῖν Ποτιδαίας μηδὲ τῆς συμφορᾶς ἄγγελον, ἀλλὰ διανείμασθαι πάντας ἑαυτούς, ἕως ἂν ὑπολειφθῇ τὰ οἰκοδομήματα, ἢ τοῦτο μὲν οὐχί, διασπασθέντας δʼ ὑφʼ ὑμῶν αὐτῶν καὶ τῶν ὑμετέρων χειρῶν ἀπολέσθαι; ἐμοὶ μὲν γὰρ δοκεῖτε κἂν αὐτοὶ γεύσασθαι τῶν σωμάτων ἡδέως. καὶ τοῦτο ἂν ἴσως ἐνέπλησεν ὑμᾶς μόνον, ὡς τά γε νῦν ταῦτα μικρὰ ἦν, δῆμος ἐν ἑαυτῷ τρεφόμενος καὶ πάντα αὐτὸς αὑτῷ, οἱ σιτούμενοι, τὰ σιτούμενα, οἱ πεινῶντες, αἱ ἑστιάσεις, πρὸς ταῖς τραπέζαις τὰ σιτία, ἕκαστος πρὸς ταῖς τραπέζαις τροφὴν αἰτῶν καὶ διδόμενος, νεῖμον κἀμοί, λέγων, ὧν ἡ νομή. τοιαῦτα γὰρ τῶν ἐν Ποτιδαίᾳ δείπνων τὰ αἰνίγματα. ἑαυτοὺς οἱ δυστυχεῖς διεδέχοντο καὶ ὥσπερ ἐν ταῖς τῶν ἐράνων εἰσφοραῖς ἔρανον ἐποιοῦντο τῶν σωμάτων κόπτοντες αὐτὰ καὶ διαιροῦντες, ὁ παρατυχὼν τρέφων τὸν φθάσαντα, εἶτʼ ἄλλον ὁ τραφείς, εἶτʼ ἐκεῖνος ἕτερον, ἐγκύκλιόν τινα ταύτην εὐωχίαν περιάγοντες, ἕως οἱ πλείους ὑπεδέξαντο ἀλλήλους.

`13.1.47–13.1.53`

Οἱ δὲ τὰ δεῖπνα ταῦτα σκευάσαντες καὶ παραθέντες εἰσὶν οὗτοι καὶ τὸ τούτων στρατόπεδον. οἱ γὰρ τὰς ἔξωθεν τροφὰς ἐμποδίζοντες τοῖς ἔνδον εἰσιέναι οὗτοι καὶ διʼ ἀλλήλων ἠνάγκαζον χρήσασθαι ταῖς τροφαῖς. τοιούτων ἔτυχεν ἑστιατόρων Ποτίδαια. ἡμεῖς δʼ ἠλεοῦμεν κατακληρουχηθεῖσαν Εὔβοιαν καὶ τὴν Σαμίων φυγὴν καὶ τῶν νήσων τὰς βεβιασμένας. οὗτοι δὲ λοιπὸν ἤδη διαιροῦσι καὶ διανέμουσι τὰ σώματα καὶ τὰς μὲν ἀνθρώπων τροφὰς ἐκ τῶν πόλεων ἐξορίζουσιν, ἀντεισάγουσι δὲ δεῖπνα ἐναγῆ καὶ τοὺς Ἕλληνας ἀνηλῶσθαι περὶ αὑτοὺς βιάζονται. ἐτράφη πόλις, ὦ Δήμητερ, ἄνευ τροφῶν καὶ σιτία ἄνευ σιτίων εὑρέθη καὶ ἱερεῖα ἐτύθη ἱερείων μὴ παρεστηκότων. ποία γὰρ ἦν ἔνδον ἀγέλη; τίς προβατεία; μόνους εἶχον ἀλλήλους οἱ δυστυχεῖς. ὡς βελτίους ἂν ἦτε κενὴν τῶν ἀνδρῶν πρότερον ἢ τῶν τροφῶν τὴν πόλιν ποιήσαντες. νῦν δὲ αἱ μὲν οὐκ ἦσαν, οἱ δὲ ἀλλήλοις περιέπιπτον καὶ ζητοῦντες σωτηρίαν ἀπώλλυντο. τὸ γὰρ ἴαμα τοῦ λιμοῦ τοιοῦτον ἦν, ἡ συμφορά. καὶ ταῦτα ἔπασχον ἐγγὺς ὄντων Ἀθηναίων καὶ τρυφώντων. πόσαι μὲν εἰσέπλεον τούτοις τροφῶν ὁλκάδες, πόσα δʼ ἱερεῖα ἐκ τῆς Θρᾴκης συνηλαύνετο. αὐτὴν τὴν ἐκείνων Παλλήνην καὶ γῆν ἐκαρποῦντο, οἱ δʼ ἔνδον ἀπέθνησκον οὐδενὶ κόσμῳ δαπανώμενοι μερίζοντες καὶ μεριζόμενοι, θεούς, οἶμαι, καλοῦντες, Δήμητραν αὐτὴν καὶ Κόρην, Ἐλευσῖνα καὶ Κελεόν, Ἴακχον καὶ μυστήρια. ἀλλʼ οὐκ ἠλέουν οἱ μυσταγωγοί. εἶθʼ ὑμεῖς ἔτι πυρῶν καὶ κριθῶν μνημονεύετε καὶ τὴν προηροσίαν ὑπὲρ τῆς Ἑλλάδος θύετε γεωργίαν ἀνθρώπων ἀνελόντες καὶ τὴν γῆν, ὡς ἂν εἴποι τις, ἐκτρίψαντες αὐτήν. ἰδοὺ γάρ, παραβάλωμεν τῇ Δήμητρι τὴν Ποτίδαιαν, τῷ Τριπτολέμῳ τὴν πολιορκίαν. οὐκ αὖθις ἡμῖν ἄκαρπος ἡ γῆ δοκεῖ γεγονέναι, οὐ πάλιν ὁ πρὸ Δήμητρος εἶναι βίος; καίτοι καὶ πρὸ Δήμητρος αἱ γεωργίαι μὲν οὐκ ἦσαν οὐδὲ ἄροτοι, αὐτόφυτοι δὲ βοτάναι καὶ πόαι, καὶ πολλὰ εἶχεν εἰς σωτηρίαν ἀνθρώπων αὐτοσχέδια ἄνθη ἡ Γῆ ὠδίνουσα καὶ κύουσα πρὸ τῶν ἡμέρων τὰ ἄγρια. ἐπλανῶντο μέν, ἀλλʼ οὐκ ἐπʼ ἀλλήλους. ἄλση καὶ ὄρη περιῄεσαν ζητοῦντες αὐτόματον τροφήν. καὶ τὴν ἐρημίαν οὐκ εἶχον αἰτιάσασθαι οὐδʼ ἐνομοθέτησέ τι τοιοῦτον αὐτοῖς ἐκείνη, ἀλλὰ τὰ ἄγρια φύουσα ἥμερον ζῶον τὸν ἄνθρωπον εἶχε καὶ ἀμίαντός τε ἦν αὐτὴ κἀκείνους καθαροὺς ὄντας ἔτρεφε. ταῦτα μέν, ὅτε οὔτε πόλεις ἦσαν οὔθʼ ἡ παροῦσα αὕτη διακόσμησις καὶ οἰκονομία τοῦ βίου· νῦν δʼ ὅτε ἤδη πάντα διατέτακται καὶ μεστὴ μὲν ὥρας ποικίλης ἡ γῆ, φυτεῖαι δὲ καὶ ἄροτοι πεδίων τε καὶ ὀρέων, γεωργοῦσι δʼ οὐκ ἄνθρωποι μόνον, ἀλλὰ καὶ ζῶα ὅσα ἐζευξάμεθα εἰς κοινωνίαν τῶν πόνων, ὥστε μηδʼ ἡ πολλὴ τῆς ἀλόγου φύσεως ἄγριος καὶ θηριώδης, τότε ἡμῖν αὐτοῖς θηριώδη βίον Ἀθηναῖοι νομοθετοῦσι. καὶ τὰ μὲν τρόφιμα τῆς ἐρημίας τῶν ὁμοφύλων συνίησι καὶ ἀσφαλῶς λέοντες μὲν λέουσι, λύκοι δὲ λύκοις συναγελάζονται, οἱ δὲ Ποτίδαιαν οἰκοῦντες ἄνθρωποι ταύτῃ οὐκ ἔσχον ὁμοίαν τὴν ἀσφάλειαν, ἀλλὰ διέσπων καὶ διεσπάραττον ἀλλήλους προτιθέντων αὐτοῖς τὴν δίαιταν ταύτην Εὐμολπιδῶν καὶ Κηρύκων τῶν ἀπὸ τῆς Ἐλευσῖνος οἱ καθαροῖς ἥκειν τὰς χεῖρας τοῖς μύσταις προαγορεύοντες. αὐτοῖς ἤδη τὸ κήρυγμα τοῦτο κήρυττε· ὅστις τὰς χεῖρας μὴ καθαρός. Ἀθηναίων λέγε. ὅστις Ἑλλήνων φωνῆς ἀξύνετος. τίνες αὐτῶν μᾶλλον βάρβαροι; μή μοι τοὺς μυησομένους δοκίμαζε, ἀλλὰ τοὺς μυήσοντας, εἴ γε καὶ μυήσουσιν ἐπὶ ταῖς τοιαύταις τροφαῖς. ἀναγνώτω τις τὸ κατὰ Μεγαρέων πινάκιον· εἰργέσθωσαν Μεγαρεῖς λιμένων Ἀττικῶν καὶ γῆς. εἶτα ἡ αἰτία προσγέγραπται, ὅτι τῆς ἱερᾶς χώρας ὀλίγον μέρος ἐπεξῆλθον καὶ ἐπειργάσαντο. εἶτα, ὦ πρὸς αὐτῆς τῆς Ἐλευσῖνος, οὐ πάσης οὗτοι τῆς γῆς καὶ θαλάττης ὑπερορισθῆναι δίκαιοι; οὐχ ὅπου μήτε πόλεις μήτε ἄνθρωποι; οὐ γῆν ἱεράν, ἀλλὰ φύσιν ἀνθρωπίνην ὑπερβάντες καὶ τοῦτο δὴ τὸ δεινότατον ἔργον ἐξειργασμένοι ᾐτιᾶσθε τοὺς Μεγαρέας ὡς οὐκ εὐσεβῶς ἐκ τῆς Ἐλευσῖνος τρεφομένους. πῶς οὖν ὑμεῖς Ποτίδαιαν ἐθρέψατε; εὐσεβῶς; ὁσίως; εἶτα οὐκ εἰρωνεύεσθαι μετὰ τῶν ἄλλων καὶ τὰ πρὸς τοὺς θεοὺς ὑμῖν δοκοῦσιν;

`13.1.54`

Ἀλλὰ καὶ κλαῦσαί ποτε Μίλητον οὗτοι λέγουσι καὶ τὴν ἐπὶ τῇ πολιορκίᾳ τραγῳδίαν ἐκβαλεῖν. τί τοιοῦτον ἢ Δαρεῖος ἐτόλμησεν ἢ Φρύνιχος ἐδίδαξεν; ἅλωσις ἦν Μιλήτου καὶ ὁ πόλεμος καὶ τὸ δρᾶμα, καθαροὶ δὲ ἑάλωσαν ἐκεῖνοι ἔχοντες ἀποδεῖξαι τοὺς τῶν ἀποθανόντων τάφους. νῦν δʼ ἔδει κλαῦσαι, νῦν ἐλεῆσαι Ποτίδαιαν, τοῦτο μὴ ποιῆσαι τὸ δρᾶμα.

`13.1.55–13.1.60`

Οἰκτρὸν ἦν καὶ τὸ εἰς Σοῦσα καὶ Βάκτρα τὰς νήσους ἀναστῆναι, ἀλλὰ κἀκείνους ὡς ἀνθρώπους οἱ σαγηνεύσαντες ἀπήγαγον, καὶ νέμονται μὲν τὴν βάρβαρον, ἀλλὰ γῆν. οἱ δʼ ἐν Ποτιδαίᾳ ἔτι τὴν πατρίδα ἔχοντες ἔνδον ὄντες ἐπενείμαντο ἑαυτοὺς οἱ ταλαίπωροι. ποῖος πόλεμος ἄλλος ταῦτα ἤνεγκε; ποία πολιορκία βάρβαρος; μῦθος ἦν τὰ Κυκλώπων, τῶν ποιητῶν κόμπος τὰ Λαιστρυγόνων. οὐδὲ Καμβύσης εἰς τοσοῦτον ἧκεν, ἀλλʼ ἐκεῖνον ἐξ Αἰθιόπων ἐπανήγαγεν ἀρχόμενον τοιοῦτον κακόν. μίαν πιστεύω γενέσθαι τοιαύτην τράπεζαν, κἀκείνην ἐν Θρᾴκῃ κἀκείνην παρʼ ὑμῶν. καὶ τὸ ἔργον τὸ περὶ τὸν Ἴτυν αἱ γυναῖκες ἀληθῶς ἔδρασαν αἱ Ἀττικαί. καλῶς ἄρα οἱ τραγῳδοὶ ταῦτα ἐδίδασκον, τὸν Τηρέα, τὴν Πρόκνην, οὐχ ἵνα φυλάττοισθε, ἀλλʼ ἵνʼ ἔχοιτε μιμεῖσθαι. ἀλλʼ ὑμεῖς ἐπενεανιεύσασθε πόλιν ὅλην καὶ ταύτην Ἑλλήνων, ὡς τὸν Θρᾷκα ἐκεῖναι, δειπνίσαντες. πόσων δραμάτων ταῦτα ἱστορίαι; τίνες ἀρκέσουσι τραγῳδίαι τῷ πάθει; πόσαι σκηναὶ Ποτίδαια; καὶ ταῦθʼ ὑμεῖς εἰδότες οὐκ ἐξηρπάσατε τοὺς ἀνθρώπους, οὐκ ἀπεσπάσατε ἀλλήλων, ἀλλʼ ἄλλοι μὲν ἤδη καὶ κύνας καὶ ὄρνιθας νεκρῶν ἀπεσόβησαν ὁλόκληρα τὰ σώματα τοῖς τάφοις φυλάττοντες, ὑμεῖς δὲ τοῖς κειμένοις τοὺς ἀνθρώπους ἐπεβάλετε. οὐ γὰρ Ποτιδαιατῶν τὸ ἔργον οὐδὲ οἱ δασάμενοι τὰς τροφὰς ἐπενόησαν, ἀλλʼ ἡ τούτων ἀπόνοια καὶ ἡ τυραννὶς τοὺς ἀνθρώπους ἐπὶ τοῖς ἀνθρώποις ἔδειξεν. ἐγένοντο δὲ καὶ ἄλλαι τυραννίδες ὠμαὶ καὶ πικραί, Ἔχετοι καὶ Φαλάριδες, ἄνθρωποι περικόπτοντες καὶ ἀκρωτηριάζοντες, εἴ τινας ἄρα βούλοιντο κολάσαι. ἀλλʼ οὐδʼ ἐκεῖνοι τοιαύτας ἑστιάσεις εἱστίων οὐδὲ τὸν θεσμὸν τῶν τάφων ὑπερέβαινον, ἀλλὰ κύνες μὲν ἴσως ἐγεύοντο τῶν ἀκρωτηρίων, ἀνθρώπων δὲ οὐδεὶς οὐδὲ λόγῳ τὸ δεινὸν ἠπίστατο. κἀκεῖνοι μὲν ὀλίγοις κακούργοις ἴσως τὰς λύμας προσῆγον, Ἀθηναῖοι δʼ ὅλας πόλεις ἀκρωτηριάζουσιν οὐ μέρη σωμάτων περικόπτοντες οὐδὲ ζῶσιν ἔτι λυμαινόμενοι, ἀλλὰ καὶ μετὰ θάνατον, ὅτʼ ἤδη τῆς γῆς ἐστιν ὁ κείμενος, προσῆλθέ τις οὐχ ὡς πενθήσων οὐδʼ ὡς θάψων τὸν ἀποθανόντα, ἀλλʼ ἐβούλετο μὲν ταῦτα ὁ δυστυχής, ὁ λιμὸς δʼ ἄλλα ἐδίδασκε, μὴ κατορύττειν μηδʼ εἰς γῆν φέρειν, ἀλλʼ εἰς αὑτόν. καὶ τὰ μὲν σώματα ἠφανίζετο, τάφος δʼ οὐδεὶς ἐχώσθη, καὶ ἐδάκρυον μὲν ὡς ἐλεοῦντες, εὐωχία δʼ ἦν αὐτοῖς τὰ δάκρυα. οὐδὲν δʼ ἄλλων ἔδει περιδείπνων. πάντα γὰρ ἓν ἦν, ὁ τάφος, τὸ δεῖπνον. ἐν ταῖς τροφαῖς τὰ νομιζόμενα. ἀνέστραπτο δὲ ὁσία πᾶσα ἐν τῷ κακῷ. οἱ μὲν γὰρ ἄλλοι τοῖς ἀποθανοῦσιν ἀπαρχὰς τῶν ὡραίων ἐπιφέρουσιν ἐναγίζοντές τε ἀφʼ ὧν ἔχουσι καὶ ἱερὰ ἐπικατακαίουσιν, οἱ δὲ αὐτὰ τὰ σώματα ὥσπερ ὡραῖα εἶχον καὶ ἑαυτῶν ἱερεῖα. οὕτως ὁ ταλαίπωρος Ποτιδαιατῶν δῆμος κατατέθαπται. πόλεις δʼ ἄλλαι λέγονται αἱ μὲν κατακλυσμοῖς, αἱ δὲ βίαις θαλάττης ἀφανισθῆναι, καὶ ὄρη δὲ ποιηταὶ δήμοις ἐπαφῆκαν. ἀλλʼ οὗτοι πάντες εἰσὶ μῦθοι καθαροί, καὶ τὰ σώματα ὁσίως κέκρυπται. ὤφειλε τοιαύτης γενέσθαι καὶ ἡ Ποτίδαια συμφορᾶς. νῦν δʼ οὐδὲν μέρος ἔχει τοὺς ἀποθανόντας, οὐ θάλαττα, οὐ γῆ, ἀλλά, τοῦτο δὴ τὸ δεινότατον, ἐπὶ γῆς πεσόντες οὐκ εἰσὶν ἐν γῇ, οὐδʼ ἡ δεξαμένη πόλις τὰ σώματα κατέσχεν, ἀλλὰ πάντα ἀναμέμικται, οἱ ζῶντες, οἱ τελευτήσαντες.

`13.1.61–13.1.66`

Τίνας ἂν οὖν ἀθλιωτέρους εἴποι τις, τοὺς ἀναλωθέντας ἢ τοὺς ἀναλώσαντας; ποίους τῶν παίδων ὀδυρώμεθα, τοὺς τραφέντας ἢ τὰς τροφάς; τῶν μὲν τὴν ἀπώλειαν ἐλεοῦμεν, τῶν δὲ τὴν σωτηρίαν. οἱ μὲν οὔκ εἰσιν οὐδαμοῦ, οἱ δὲ οὐδαμοῦ στῆναι δύνανται. τίς γὰρ ἂν ὑποδέξαιτο ἰδιώτης ἢ πόλις τοὺς τοιούτων μιασμάτων μεστούς; τίς δʼ ἂν ἁλῶν καὶ τραπέζης κοινωνήσειε μετὰ τὰς Ἀθηναίων τραπέζας; ἐμοὶ μὲν γὰρ οὐδʼ ἂν θάψαι τις δοκεῖ μηδένα εἰδὼς ἐν Ποτιδαίᾳ τραφέντα. καὶ ταῦτα πάσχουσιν οἱ δυστυχεῖς ἀδικήσαντες μὲν οὐδέν, τὰς δὲ τούτων παρανομίας καὶ βίας ὑπομένοντες. ἐπεὶ πόσα πρὸ ταύτης τῆς συμφορᾶς αὐτοὺς μηχανήσασθαι πυνθανόμεθα; πόσα δὲ τῶν εἰς σωτηρίαν εὑρεῖν ἂν ἐρήμους βιαίως παρατηροῦντας εἴ πως ἄρα ἐκπλεῦσαι λάθοιεν, ναυαγίαν γὰρ μᾶλλον ἢ πολιορκίαν ἐβούλοντο, τὰ σιτία οὐ μέχρι τῆς χρείας, ἀλλʼ ὥστε ἀποζῆν διαμετροῦντας, διερευνωμένους τοὺς πολλοὺς τὰς τῶν δυνατωτέρων οἰκίας, εἴ τῴ τι πλέον ἦν, ἰσομοιρίαν τούτου ποιοῦντας; τὰ γὰρ ἴδια ἑκάστου συμφερόντως οὕτω διῃροῦντο. τοτὲ μὲν οὖν καλῶς ἔτρεφον ἀλλήλους, ἐπειδὴ δὲ ἅπαντα ἤδη ἐδήδεστο, τὰ ἴδια, τὰ δημόσια, καὶ ἦν οὐ σῖτος, οὐχ ἱερεῖα, ἀλλὰ σαφῶς ἐξανήλωτο οὐ τὰ θύσιμα μόνον, ἀλλὰ καὶ ὅσα ἄθυτα, πᾶν γὰρ τὸ ἔμψυχον ἐκτείνετο, καὶ ὅ τι ζῶον παραφανείη, τοῦτο ἦν αὐτοῖς ἀποστροφὴ τοῦ κακοῦ, καὶ ἔλεον μέν τινα καὶ ταῦτα εἶχε καὶ πολλοὶ τῶν γευσαμένων ὡς ἐπʼ ἀνθρώποις ὠλοφύροντο, ἐτολμήθη γοῦν ταῦτα πρῶτον, ἀλλʼ ἐπεὶ πάντων ἐπίλειψις ἦν καὶ ὁ λιμὸς εἶχεν αὐτοὺς μόνος, σωτηρία δʼ οὐκ ἦν οὔτε παρὰ τούτων οὔτε ἔνδον, ἀλλʼ οἱ μὲν προσήδρευον, οἱ δὲ ἠπόρουν, πολλοὶ δʼ ἀποψύχοντες εἰς γῆν ἔπιπτον, τότε δὴ καὶ ταύταις ταῖς τροφαῖς ἐπετίθεντο, οἱ μὲν ἐπὶ τοὺς κειμένους ὡς ἑτοίμους τρεπόμενοι, οἱ δʼ ὅπως δύναιντο λοιπὸν ἐπιχειροῦντες ἀλλήλοις, οἱ μᾶλλόν τι δυνάμεως ἔχοντες τοῖς ἀσθενεστέροις. καὶ ὅντινα πρῶτον ὁ λιμὸς παροξύνειεν, οὗτος ἐτόλμα τὴν τροφήν. καὶ ὁ προλαβὼν τὸν μέλλοντα εἶχεν. αὐτοκράτωρ γὰρ οὖσα ἡ συμφορὰ πρὸς τὴν ἀπόνοιαν ἤγειρε. καὶ οὐκ ἦν ἅλις τοῦ κακοῦ οὐδʼ ἐπέλειπον ἀλλήλους. πᾶν γὰρ τὸ σωζόμενον καὶ διαφεῦγον τῷ αὐτῷ κατελείπετο, καὶ οἱ τραφέντες ἐπὶ τῷ θρέψαι προελάμβανον τὴν χάριν, καὶ σιτούμενός τις αὑτὸν ὠδύρετο. διάγνωσις δʼ οὐκ ἦν οὐκ ἀλλοτρίων οὐδὲ φίλων, ἀλλʼ ὅστις οἰκειότητι προσέλθοι τῷ πλησίον, ἐγγύθεν μᾶλλον ἡλίσκετο, ὁ πατὴρ τῷ παιδί, παῖς τῷ πατρί, καὶ ἀδελφοὶ δʼ ἀλλήλων ἐνέμοντο φαγόντες τῶν μητέρων, οἷα ἔθρεψαν καὶ οἷα ἐτράφησαν. πόσαι μὲν ὀλοφύρσεις ἐγένοντο, πόσα δʼ ἐπιφημίσματα τῶν Ἀνάγκην ποτνιωμένων, προτεινομένων, πενθούντων τὰ δεῖπνα. ὧν ἤκουον οὗτοι παρακαθήμενοι τῷ πάθει, καὶ ὁ καπνὸς ὑπὲρ τὰ τείχη φερόμενος Ἀθηναίοις ἐνετύγχανε, πλησίον δὲ αἱ τούτων τράπεζαι τῶν ἔνδον τραπεζῶν. τὸ δʼ ἐντεῦθεν ὁμωρόφιοι τοῖς ὑπολειφθεῖσιν ἐγένοντο. παρῆλθον εἰς Ποτίδαιαν μετὰ τὰ δεῖπνα, μᾶλλον δʼ ἔτι σιτουμένους κατέλαβον. περιῆλθον ἐν κύκλῳ τὴν πόλιν ἀκριβῶς ἀναπυνθανόμενοι· πόσοι μὲν οἱ δαπανήσαντες, πόσοι δʼ οἱ δαπανηθέντες ἦσαν; μὴ φαύλους μηδʼ ὀλίγους εἱστίασαν; εἶτα ἐπὶ τούτοις αἱ σπονδαί, ἐπὶ καλοῖς γε τοῖς ἱερείοις. καὶ οἱ μὲν ἐξεπέμποντο, οἱ δʼ ἔνδον ἦσαν θύοντες ὡς ἐπὶ νίκῃ, εὐωχούμενοι μετὰ τὰς ἐκείνων εὐωχίας, παρατιθέμενοι τὰς αὐτὰς τραπέζας. καὶ νῦν οἱ μὲν ἐξελήλανται καὶ πλανῶνται ἄλλος ἀλλαχοῦ διεσπαρμένοι, οὗτοι δʼ ἐποίκους πέμπειν διανοοῦνται καὶ ἔχειν διʼ ἑαυτῶν τὴν πόλιν τοῦτο μὲν ὀρθῶς ποιοῦντες. ἀξία γὰρ Ἀθηναίων ἡ νῦν Ποτίδαια.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: swk-fh`.
