---
title: Short Poems and Fragments
title_greek: Ἐπιγράμματα καὶ Ἀποσπάσματα
author: Julian the Apostate
eul_wid: sno-ai
eul_aid: sno
canonical: "https://eulogikon.org/works/julian-apostate-short-poems-sno-ai"
period: Late Antique
dialect: Atticizing
domain: Philosophy
format: Treatise
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Short Poems and Fragments

*Ἐπιγράμματα καὶ Ἀποσπάσματα*

**Author:** Julian the Apostate

**eul_wid:** `sno-ai` · [HTML page](https://eulogikon.org/works/julian-apostate-short-poems-sno-ai)

## Text

### 161

Ἡμεῖς δὲ Ἐμπεδοτίμῳ καὶ Πυθαγόρᾳ πιστεύοντες οἷς τε ἐκεῖθεν λαβὼν Ἡρακλείδης ὁ Ποντικὸς ἔφη καὶ μικρῷ πρότερον καὶ ὁ κλεινὸς ἡμῖν ἔδειξε [καὶ] ἱεροφάντωρ Ἰάμβλιχος ...

### 165

Τὸ μὴ προϊδέσθαι τό τε δυνατὸν καὶ τὸ ἀδύνατον ἐν πράγμασι τῆς ἐσχάτης ἀπονοίας ἐστὶ σημεῖον.

### 166.(t1)

Ἰουλιανοῦ Καίσαρος τοῦ παραβάτου εἰς ὄργανον μουσικόν.

### 166.(t1)

Ἀλλοίην ὁρόω δονάκων φύσιν· ἦ που ἀπ’ ἄλλης χαλκείης τάχα μᾶλλον ἀνεβλάστησαν ἀρούρης ἄγριοι· οὐδ’ ἀνέμοισιν ὑπ’ ἠερίοισι δονεῦνται, ἀλλ’ ἀπὸ ταυρείης προθορὼν σπήλυγγος ἀήτης νέρθεν ἐυτρήτων καλάμων ὑπὸ ῥίζαν ὁδεύει. Καί τις ἀνὴρ ἀγέρωχος, ἔχων θοὰ δάκτυλα χειρῶν, ἵσταται ἀμφαφόων κανόνας συμφράδμονας αὐλῶν, οἱ δ’ ἁπαλὸν σκιρτεῦντες ἀποθλίβουσιν ἀοιδήν.

### 167

Τὴν πυρὸς ἠερίων τ’ ἀνέμων γαίης τε καὶ ἅλμης κοίρανον οὐχ ὁσίαις παλάμαις κόσμησε 〈τύραννοσ〉. Νῦν δέ με φὼς ὅσιος, βασιλεὺς φίλος ἀθανάτοισιν, ἐς νηὸν προέηκεν ἔχων νίκης τόδε σῆμα.

### 167

*** ἀντιβίων ἀνέμων παλάμας τμήξασα κεραυνῷ.

### 168.(t1)

Ἰουλιανοῦ Καίσαρος τοῦ παραβάτου εἰς οἶνον ἀπὸ κριθῆς.

### 168.(t1)

Τίς πόθεν εἶς, Διόνυσε; μὰ γὰρ τὸν ἀληθέα Βάκχον οὔ ς’ ἐπιγιγνώσκω· τὸν Διὸς οἶδα μόνον. Κεῖνος νέκταρ ὄδωδε, σὺ δὲ τράγου· ἦ ῥά [νύ] σε Κελτοὶ τῇ πενίῃ βοτρύων τεῦξαν ἀπ’ ἀσταχύων.

### 168.(t1)

Τῷ σε χρὴ καλέειν Δημήτριον, οὐ Διόνυσον, πυρογενῆ μᾶλλον καὶ βρόμον, οὐ Βρόμιον.

### 169.(t1)

Ἰουλιανοῦ τοῦ παραβάτου εἰς τὸν παρόντα Ὁμηρικὸν στίχον (α 329, λ 446 etc.) ἓξ πόδας ἔχοντα, ὧν οἱ τρεῖς εἰσι δάκτυλοι.

### 169.(t1)

«Κούρη Ἰκαρίοιο περίφρων Πηνελόπεια» ἓξ ποσὶν ἐμβεβαυῖα τριδάκτυλος ἐξεφαάνθη.

### 170.(t)

Ἰουλιανοῦ τοῦ παραβάτου.

### 170.(t)

Ὡς ἐθέλει τὸ φέρον σε φέρειν, φέρου· ἢν δ’ ἀπιθήσῃς, καὶ σαυτὸν βλάψεις, καὶ τὸ φέρον σε φέρει.

### 170b.(t)

Ἄλλοι τοῦ αὐτοῦ.

### 170b.(t)

Ζεῦ βασιλεῦ, τὰ μὲν ἐσθλὰ καὶ εὐχομένοις καὶ ἀνεύκτοις ἄμμι δίδου· τὰ δὲ λυγρὰ καὶ εὐχομένων ἀπερύκοις.

### 176.(t)

Ἰουλιανὸς πρὸς δῆμον εὐφημήσαντα ἐν τῷ Τυχαίῳ.

### 176.(t)

Εἰ μὲν εἰς τὸ θέατρον λαθὼν εἰσῆλθον, εὐφημεῖτε· εἰ δὲ εἰς τὰ ἱερά, τὴν ἡσυχίαν ἄγετε καὶ μετενέγκατε ὑμῶν τὰς εὐφημίας εἰς τοὺς θεούς· μᾶλλον δὲ οἱ θεοὶ τῶν εὐφημιῶν οὐ χρῄζουσιν.

### 177.(t)

Πρὸς ζωγράφον.

### 177.(t)

Εἰ μὲν μὴ εἶχον καὶ ἐχαρίσω μοι, συγγνώμης ἦσθα ἄξιος· εἰ δὲ εἶχον μέν, οὐκ ἐχρησάμην δέ, τοὺς θεοὺς ἔφερον, μᾶλλον δὲ ὑπὸ τῶν θεῶν ἐφερόμην. Σύ μοι ἀλλότριον σχῆμα πῶς ἐδίδους, ἑταῖρε; οἷόν με εἶδες, τοιοῦτον καὶ γράψον.

### 178.(t)

Πρὸς τριβοῦνον Εὐθυμέλην.

### 178.(t)

Ἡδονὴ βασιλεῖ πόλεμος.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: sno-ai`.
