---
title: "On the Eternity of the World: Argument 7"
title_greek: "Περὶ τῆς τοῦ κόσμου ἀϊδιότητος, Ζʹ"
author: John Philoponus of Alexandria
eul_wid: uxc-bk
eul_aid: uxc
canonical: "https://eulogikon.org/works/john-philoponus-alexandria-eternity-world-argument-7-uxc-bk"
lang: grc
period: Late Antique
dialect: Koine
content_hash: "sha256:ab702af6d64d5c44dd99e932f248bcfc5ec88be848544feefc3c6d80319cae62"
content_modified_at: "2026-11-15"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# On the Eternity of the World: Argument 7

*Περὶ τῆς τοῦ κόσμου ἀϊδιότητος, Ζʹ*

**Author:** John Philoponus of Alexandria

**eul_wid:** `uxc-bk` · [HTML page](https://eulogikon.org/works/john-philoponus-alexandria-eternity-world-argument-7-uxc-bk)

## Text

Part of [On the Eternity of the World](/works/john-philoponus-alexandria-eternity-world-uxc-an)

`243`

Πρόκλου διαδόχου λόγος ἕβδομος.

«Ἕβδομος· εἰ ἡ ψυχὴ τοῦ παντὸς ἀγένητός ἐστιν καὶ ἄφθαρτος, καὶ ὁ κόσμος ἀγένητος καὶ ἄφθαρτος. λόγος γὰρ αὐτῆς ὡς καὶ πάσης ψυχῆς τὸ αὐτὸ αὑτὸ κινοῦν· τὸ δὲ αὐτὸ αὑτὸ κινοῦν πᾶν πηγὴ καὶ ἀρχὴ κινήσεώς ἐστιν· εἰ ἄρα ἀΐδιός ἐστιν ἡ τοῦ παντὸς ψυχή, δεῖ τὸ πᾶν ἀεὶ εἶναι κινούμενον ὑπʼ αὐτῆς· τῇ γὰρ κινήσει τοῦ παντὸς ἢ πρότερον οὐκ ὄντος ἢ ὕστερον αὐτὴ ἀεὶ οὖσα κινήσεως ἀρχὴ καὶ οὐ δυναμένη κινήσεως μὴ εἶναι ἀρχὴ κατʼ οὐσίαν αὐτοκίνητος οὖσα καὶ διὰ τοῦτο ἀρχὴ κινήσεως. ἀλλὰ μὴν ἀγένητος ἡ ψυχὴ καὶ ἄφθαρτός ἐστιν διʼ αὐτὸ τοῦτο τὸ αὐτοκίνητον· ἔστιν ἄρα καὶ τὸ πᾶν ἀγένητον καὶ ἄφθαρτον. ἐκ δὴ τούτου φανερόν, ὅτι καὶ πᾶσα ψυχὴ σώματι πρῶτον ἐπιβέβηκεν ἀϊδίῳ καὶ τοῦτʼ ἀεὶ κινεῖ, κἂν φθαρτοῖς ἐνῇ σώμασιν, ἐκεῖνα κινεῖ διὰ τῶν ἀεὶ ὑπʼ αὐτῆς κινουμένων.»

Κεφάλαια τῆς λύσεως τοῦ ζʹ λόγου.

αʹ. Ἔκθεσις τῆς ἐφόδου τοῦ ἑβδόμου ἐπιχειρήματος.

βʹ. Ὅτι οὐ πραγματειῶδες τὸ προκείμενον ἐπιχείρημα, ἀλλʼ ἐκ Πλατωνικῆς συνέστηκεν ὑποθέσεως ἀναποδείκτου.

γʹ. Ὅτι, εἰ ἐν τούτῳ οὐσίωται ἡ ψυχὴ ἐν τῷ κινήσεως εἶναι ἀρχή, ἀδύνατον χωρὶς σώματος τὴν οὐσίαν αὐτῆς ὑποστῆναι.

`244`

δʹ. Ὅτι, εἴπερ χωριστὴ παντὸς σώματος εἶναι ἡ οὐσία τῆς ψυχῆς ὡμολόγηται, ἀδύνατον ἐν τούτῳ αὐτὴν οὐσιῶσθαι ἐν τῷ κινήσεως εἶναι ἀρχήν. καὶ ὅτι καὶ αὐτὸς ὁ Πρόκλος οἶδεν, ὡς κατʼ ἄλλο μὲν ἔχει τὸ εἶναι ἡ ψυχὴ καὶ τὴν οὐσίαν, κατʼ ἄλλο δὲ τὸ κινήσεως εἶναι ἀρχή.

εʹ. Ὅτι ἀδύνατον ἀϊδίους εἶναι τὰς τῆς ψυχῆς ἐνεργείας τὰς κινητικὰς τοῦ σώματος καὶ διὰ τοῦτο οὔτε ἀϊδίως ταύτην κινεῖν τὸ σῶμα ἐνδέχεται οὔτε ἀΐδιόν τι σῶμα αὐτῆς ἐξῆφθαι ἀεί.

ϛʹ. Ὅτι οὐδεμία σώματος κίνησις οὐδὲ μεταβολὴ ἀγένητός ἐστιν καὶ ἄφθαρτος καὶ διὰ τοῦτο οὐδὲ σῶμά τί ἐστιν ἀϊδίως ὑπὸ ψυχῆς κινούμενον, κἂν ἀγένητος εἴη ἡ ψυχή, ὡς Πλάτωνι δοκεῖ.

ζʹ. Ὅτι οὐ τῆς κύκλῳ κινήσεως ἀρχὴν εἶναί φησιν ὁ Πλάτων τὸ αὐτοκίνητον. ἐν ᾧ, ὅτι οὐδὲν τῶν ὑπὸ σελήνην ζῴων φύσει κυκλοφορούμενον κινεῖ σῶμα καὶ ὅτι οὐκ ἀπροαιρέτως ἀλλὰ καθʼ ὁρμὴν τῶν ψυχῶν ἡ κατὰ τόπον τῶν ἐμψύχων σωμάτων γίνεται κίνησις.

ηʹ. Ὅτι, κἂν συγχωρηθῇ ἀγένητος εἶναι ἡ ψυχὴ κατὰ Πλάτωνα καὶ πάσης κινήσεως ἀρχή, οὐδεμία ἀνάγκη ἅμα τῷ εἶναι τὴν ψυχὴν συνυπάρχειν αὐτῇ σῶμα ἀΐδιον.

`245`

θʹ. Ὅτι, εἰ καί, καθὸ ζωοποιεῖ τὰ σώματα ἡ ψυχή, κατὰ τοῦτο κινήσεως εἶναι ἀρχὴ ὑπὸ Πλάτωνος λέγοιτο, οὐδὲ οὕτως ἕπεται τῷ τὴν ψυχὴν ἀγένητον εἶναι λέγοντι τὸ καὶ τὸν κόσμον ἀγένητον ὑποτίθεσθαι. ἐν ᾧ, ὅτι ἡ καθʼ ἕξιν τῶν σωμάτων ζωὴ ἠρεμία μᾶλλόν ἐστιν καὶ οὐ κίνησις.

ιʹ. Ὅτι οὐχ ἡ λογικὴ ψυχὴ ἀλλʼ ἡ ἄλογος τῆς σωματικῆς πάσης ζωῆς τε καὶ κινήσεώς ἐστιν αἰτία, ἡ δὲ λογικὴ τάττει μόνον καὶ ῥυθμίζει τὴν τῶν παθῶν ἄλογον κίνησιν· ὅθεν οὐκ ἀνάγκη ἅμα τῷ εἶναι τὴν ἀρχὴν καὶ αἰτίαν τῆς τοιαύτης κινήσεως — λέγω δὴ τῆς κατὰ λόγον — εὐθὺς καὶ τὸ κινούμενον εἶναι.

αιʹ. Ὅτι οὐ τῇ θέσει τῆς ψυχῆς ἡ τοῦ κινουμένου ὑπʼ αὐτῆς σώματος συνεισάγεται θέσις, ἀλλὰ τῇ ἀναιρέσει αὐτῆς συναναιρεῖται τὸ ἔμψυχον σῶμα ὡς ἔμψυχον κατὰ τὰς λογικὰς μεθόδους καὶ κατὰ τὰ Πλάτωνι δοκοῦντα.

βιʹ. Ὅτι, κἂν αὐτῷ τῷ εἶναι ἀπροαιρέτως ζωῆς καὶ κινήσεως αἰτία εἴη τοῖς σώμασιν ἡ ψυχή, οὐδʼ οὕτως ἅμα τῷ εἶναι τὴν ψυχὴν καὶ τὸ κινούμενον ὑφʼ ἑαυτῆς σῶμα εἶναι ἀνάγκη.

γιʹ. Ὅτι καὶ ἐν αὐτῷ τῷ Φαίδρῳ ὥσπερ καὶ ἐν Τιμαίῳ σαφῶς παῦλαν ἔχειν φησὶν καὶ κινήσεως καὶ ζωῆς πᾶν σῶμα ὁ Πλάτων, οὐδὲν δὲ τῶν φθαρτῶν ἀγένητον.

διʹ. Ὅτι μῦθός ἐστιν ἀπίθανος ἡ περὶ τοῦ ἀϊδίου σώματος Ἑλλήνων ὑπόθεσις, ὃ καὶ αὐγοειδὲς καλοῦσιν, ᾧ πρώτῳ φασὶν τὰς λογικὰς ψυχὰς ἐπιβεβηκέναι καὶ πρὸς τὸ αὐτὸ κινεῖν καὶ διʼ αὐτοῦ τὰ φθαρτὰ κινεῖν σώματα. ἐν ᾧ, ὅτι ἀδύνατον κινητὸν μένον κατὰ τόπον τὸ ἀΐδιον σῶμα φυσικῇ τινι δυνάμει κινεῖν τὸ φθαρτὸν σῶμα, ὡς ἡ μαγνῆτις τὸν σίδηρον.

`246`

ειʹ. Ὅτι ἀδύνατον κύκλῳ κινούμενον τὸ ἀΐδιον σῶμα οὕτως κατʼ εὐθεῖαν κινεῖν τὸ φθαρτόν.

ϛιʹ. Ὅτι, εἰ κατʼ εὐθεῖαν ἐκεῖνο κινούμενον οὕτως κινεῖ τὰ φθαρτὰ σώματα, ἢ κατὰ φύσιν κινεῖται ἐπʼ εὐθείας ἢ παρὰ φύσιν διʼ ἑκατέρου τε γενητὸν ἔσται καὶ φθαρτόν, οὐκ ἀΐδιον.

ζιʹ. Ὅτι, ὅπως ἄν τις κινεῖσθαι ὑπόθοιτο τὸ παρʼ αὐτῶν ἀναπεπλασμένον ἀΐδιον σῶμα, οὐ δυνήσεται κινεῖν τὸ φθαρτὸν οὔτε ἔξωθεν αὐτοῦ ὂν οὔτε ἔσωθεν οὔτε ἐν ὅλῳ οὔτε ἐν μέρει. ἐν ᾧ, ὅτι οὐδὲν σῶμα διὰ σώματος χωρεῖν ἐνδέχεται οὔτε τῶν οὐρανίων οὔτε τῶν ὑπὸ σελήνην οὔτε θάτερα ἐν θατέροις.

ηιʹ. Ὅτι οὐκ ἐνδέχεται ἕτερον εἶναι τῶν τε εὐθυφορουμένων καὶ τῶν κυκλοφορουμένων σωμάτων τὸ θρυλλούμενον παρʼ αὐτῶν ἀϊδίως ἐξῆφθαι τῆς ψυχῆς σῶμα.

θιʹ. Ὅτι οὐδὲ τῶν εὐθυφορουμένων σωμάτων εἶναι αὐτὸ δυνατόν, εἴπερ ἐστὶν ἀΐδιον.

κʹ. Ὅτι οὐδὲ τῶν κυκλοφορουμένων, τουτέστιν τῶν οὐρανίων, οἷόν τε αὐτὸ εἶναι.

καʹ. Ὅτι οὐδὲ μικτὸν εἶναι ἐνδέχεται ἐκεῖνο τὸ σῶμα ἔκ τε τῶν κατʼ εὐθεῖαν καὶ ἐκ τῶν κυκλικῶς κινουμένων συγκείμενον οὐδὲ ἑλικοειδῶς κινεῖσθαι κατὰ φύσιν, ὥς φασίν τινες. καὶ ὅτι οὐκ ἔστιν ὅλως σῶμα κατὰ φύσιν ἑλικοειδῆ κινούμενον κίνησιν.

Λύσις τοῦ ζʹ λόγου.

`247–248`

αʹ. Τοῦ Πλάτωνος ἀγένητον εἶναι τὴν ψυχὴν καὶ ἄφθαρτον ἐν τῷ Φαίδρῳ λέγοντος καὶ οὐσίαν αὐτῆς εἶναι τὸ αὐτοκίνητον ὁριζομένου ἀρχήν τε εἶναι κινήσεως τιθεμένου τὸ αὐτοκίνητον, ἐντεῦθεν πάλιν ὁ φιλόσοφος ἐπιχειρεῖ συλλογίζεσθαι, ὡς, εἴπερ ταῦτα οὕτως ἔχει, καὶ τὸν κόσμον ἀγένητον εἶναι καὶ ἄφθαρτον ἀνάγκη ἤ, εἴπερ μὴ ἀγένητός ἐστιν καὶ ἄφθαρτος ὁ κόσμος, μηδὲ τὴν ψυχὴν τοῦ παντὸς ἀγένητον εἶναι καὶ ἄφθαρτον ὡς ἐξ ἀνάγκης συνυπαρχόντων ἀλλήλοις καὶ συμφθειρομένων τῆς τε ψυχῆς καὶ τοῦ κινουμένου ὑπʼ αὐτῆς σώματος. ἐπειδὴ γάρ, φησίν, αὐτῷ τῷ εἶναι καὶ οὐ προαιρετικῶς αὐτοκίνητός ἐστιν ἡ ψυχὴ καὶ ἀρχὴ κινήσεως, ἔστιν δὲ ἀΐδιος, δεῖ καὶ τὸ πᾶν ἀϊδίως ὑπʼ αὐτῆς κινεῖσθαι ἤ, εἰ μὴ τὸ πᾶν ἀϊδίως ὑπʼ αὐτῆς κινοῖτο διὰ τὸ μὴ εἶναι τὸν κόσμον ἀΐδιον, οὐδʼ ἂν αὐτὴ εἴη ἀΐδιος· αὐτῷ γὰρ τῷ εἶναι κινήσεώς ἐστιν ἀρχή. ὥστε, εἰ μὴ ἀϊδίως κινήσεως εἴη ἀρχή, οὐδʼ ἂν εἴη ἀΐδιος· εἰ δὲ ἀϊδίως ἐστὶν κινήσεως ἀρχή, ἀνάγκη εἶναι καὶ τὸ ἀϊδίως ὑπʼ αὐτῆς κινούμενον σῶμα. ὥστε, φησίν, εἰ ἀγένητος ἡ ψυχὴ τοῦ παντὸς καὶ ἄφθαρτος κατὰ Πλάτωνα, καὶ τὸν κόσμον ἀγένητον εἶναι κατʼ αὐτὸν καὶ ἄφθαρτον ἀνάγκη. εἶτα ἐπειδὴ καὶ αἱ ἡμέτεραι ψυχαὶ αὐτοκίνητοι μέν εἰσιν κατὰ Πλάτωνα καὶ περὶ τούτων μάλιστα ἐν Φαίδρῳ τῷ Πλάτωνι ὁ λόγος, ὡς αὐτοκίνητοί τέ εἰσιν καὶ τὸ αὐτοκίνητον ἀρχὴ κινήσεως, γενητὰ δὲ ἐναργῶς καὶ φθαρτά ἐστιν τὰ ὑπʼ αὐτῶν κινούμενα σώματα — λέγω δὴ τὰ ἡμέτερα —, διεκδῦναι τὸν ἐκ τῶν πραγμάτων ὁ Πρόκλος πειρώμενος ἔλεγχον οὐ λίνον λίνῳ κατὰ τὴν παροιμίαν μύθῳ δὲ ἐπισυνάπτει μῦθον· διὰ γὰρ τὸ δεῖν κατʼ αὐτὸν ἀΐδιον οὖσαν τὴν λογικὴν ψυχὴν ἀϊδίως τι κινεῖν σῶμα, πᾶσαν ψυχήν φησιν ἀϊδίῳ πρῶτον ἐπιβεβηκέναι σώματι καὶ τοῦτο ἀεὶ κινεῖν, κἂν ἐν φθαρτοῖς ὑπάρχῃ σώμασιν, διὰ τοῦ ἀϊδίου καὶ τὰ φθαρτὰ κινεῖν. ἡ μὲν οὖν ἔφοδος τοῦ προκειμένου συλλογισμοῦ μᾶλλον δὲ παραλογισμοῦ τοιαύτη.

`249`

βʹ. Καὶ οἶμαι μὲν παντὶ δῆλον εἶναι, ὡς οὐ πραγματειώδης ἡ προκειμένη ἐστὶν ἐπιχείρησις οὐδὲ ἐκ κοινῶν ὁμολογημάτων ἐν τούτοις ἡ κατασκευὴ τῆς τοῦ κόσμου ἀϊδιότητος ἀλλʼ, εἴπερ ἄρα, ἐκ τῶν δοκούντων τῷ Πλάτωνι. καὶ διὰ τοῦτο ἴσως ἡμᾶς ἔδει μὴ πάνυ πως συγχωρεῖν ἀνεχομένους ταῖς ἀναποδείκτοις τοῦ Πλάτωνος ἀποφάνσεσιν — ἀμφοῖν γὰρ ὄντοιν φίλοιν, ᾗ φησιν ὁ τοῦ Πλάτωνος μαθητής, ὅσιον πανταχοῦ προτιμᾶν τὴν ἀλήθειαν —, εἰ καὶ τῷ ὄντι ταῖς περὶ ψυχῆς δόξαις Πλάτωνος τὸ ἀγένητον εἶναι τὸν κόσμον καὶ ἄφθαρτον εἵπετο, μὴ πολὺν τούτου ποιεῖσθαι λόγον, μέχρις ἂν διʼ ἐναργῶν ἀποδείξεων τὰ ἡγούμενά τις κατασκευάσειεν· οὐδέποτε γὰρ ἂν ἔγωγε θείην οὐσίαν καὶ ὁρισμὸν εἶναι ψυχῆς τὸ αὐτοκίνητον· καὶ εἰ μή γε τὸν προκείμενον σκοπὸν παρεκβαίνειν ἤμελλον, αὐτὰ παραθεὶς τὰ πρὸς συνηγορίαν εἰρημένα τῷ Πρόκλῳ ἐν τοῖς εἰς Φαῖδρον ὑπομνηματικοῖς συντάγμασιν ὑπὲρ τοῦ τὸ αὐτοκίνητον οὐσίαν ψυχῆς εἶναι ἐναργῶς ἂν οἶμαι παρέστησα μηδὲν ὑγιὲς μηδὲ ἀναγκαῖον τὸν λόγον ἔχοντα. ἀλλὰ τοῦτο μὲν παρείσθω τὰ νῦν. συγχωρήσαντες δὲ τῷ Πλάτωνος δόγματι τῷ ὅρον εἶναι καὶ οὐσίαν ψυχῆς τὸ αὐτοκίνητον τιθεμένῳ καὶ τῷ τὸ αὐτοκίνητον ἀρχὴν εἶναι κινήσεως ἴδωμεν, εἴ τις ἐκ τούτων ἀνάγκη ἕπεται Πλάτωνι τὴν ψυχὴν ἀγένητόν τε εἶναι καὶ ἄφθαρτον λέγοντι καὶ τὸν κόσμον ἀγένητον εἶναι καὶ ἄφθαρτον τίθεσθαι. καὶ ἐπειδὴ ἡ πᾶσα τοῦ παραλογισμοῦ ἡ σύστασις ἐκ τοῦ κινήσεως ἀρχὴν εἶναι τὸ αὐτοκίνητον ὑπὸ Πλάτωνος λέγεσθαι τὴν ἀρχὴν εἴληφεν, αὐτὸ δὴ τοῦτο ὅπως λέγεται ἐπισκέψασθαι ἄξιον καὶ εἰ ἀνάγκη τῇ ὑποθέσει ταύτῃ τὴν τοῦ κόσμου ἀϊδιότητα ἕπεσθαι· εἰ γὰρ δειχθῇ, ὡς οὐδεμία ἐστὶν ἀνάγκη τῷ προτέρῳ τὸ δεύτερον ἕπεσθαι, οὐδὲν κωλύσει δηλονότι Πλάτωνα ἀγένητον μὲν εἶναι τὴν ψυχὴν ὑποτίθεσθαι καὶ ἀρχὴν εἶναι κινήσεως τὸ αὐτοκίνητον, γενητὸν δὲ τὸν κόσμον.

`250–252`

γʹ. Τὸ τοίνυν ἀρχὴν εἶναι κινήσεως τὴν ψυχὴν ἢ ταὐτόν ἐστιν τῷ εἶναι αὐτῆς καὶ τῇ οὐσίᾳ ὡς ἐν τούτῳ τῆς ψυχῆς οὐσιωμένης ἐν τῷ ἀρχὴ εἶναι κινήσεως ἢ κατʼ ἄλλο μέν ἐστιν αὐτῇ τὸ εἶναι καὶ ἡ οὐσία, εἴτε τὸ αὐτοκίνητον εἴη οὐσία τῆς ψυχῆς ἢ ὁτιοῦν ἄλλο, κατʼ ἄλλο δὲ αὐτῇ ὑπάρχει τὸ ἀρχὴν εἶναι κινήσεως, ὥσπερ καὶ τῷ οἰκοδόμῳ κατʼ ἄλλο μὲν ὑπάρχει τὸ εἶναι καὶ ἡ οὐσία, κατʼ ἄλλο δὲ τὸ ἀρχῇ εἶναι καὶ αἰτίῳ οἰκοδομίας, καὶ τῷ διδασκάλῳ κατʼ ἄλλο μέν ἐστιν τὸ εἶναι, κατʼ ἄλλο δὲ τὸ κινητικῷ τοῦ μαθητοῦ εἶναι. εἰ μὲν οὖν ταὐτόν ἐστιν τῇ ψυχῇ τὸ εἶναι ψυχῇ καὶ τὸ κινήσεως εἶναι ἀρχῇ καὶ διὰ τοῦτο ἅμα τῷ εἶναι τὴν ψυχὴν ἀνάγκη πάντως καὶ τὸ κινούμενον ὑπʼ αὐτῆς εἶναι σῶμα, οὗπερ τῆς κινήσεως ἀρχή ἐστιν — ἡ γὰρ ἀρχὴ τινὸς ἀρχή —, ἐπειδὴ μηδὲ τὸ ὑπὸ τῆς ψυχῆς κινούμενον σῶμα, καθὸ κινούμενον ὑπὸ ψυχῆς ἐστιν, ἄνευ τῆς κινούσης ψυχῆς εἶναι ἐνδέχεται — πᾶν γὰρ τὸ κινούμενον ὑπὸ κινοῦντος κινεῖται, ὡς ἐν τοῖς περὶ κινήσεως Ἀριστοτέλης ἀπέδειξεν —, ἅμα ἄρα ἥ τε ψυχὴ καὶ τὸ ὑπὸ ψυχῆς κινούμενον σῶμα, καθὸ κινεῖται ὑπʼ αὐτῆς, ἢ εἰσὶν ἢ οὔκ εἰσιν. οὐκ ἄρα ἐνδέχεται τὴν ψυχὴν ἄνευ τοῦ κινουμένου σώματος εἶναι· εἰ γὰρ τούτου μέν ἐστιν ἀρχὴ κινήσεως, τὸ δὲ εἶναι ἀρχὴ κινήσεως οὐσία ἐστὶν ψυχῆς, ἡ δὲ οὐσία τῆς ψυχῆς, ἔστʼ ἂν ᾖ, ἐνεργείᾳ ἐστὶν τοῦτο, ὅπερ ἐστίν, καὶ οὐ δυνάμει, ἀρχὴ ἄρα κινήσεώς ἐστιν ἡ ψυχὴ ἐνεργείᾳ καὶ οὐ δυνάμει. ἀρχὴν δὲ κινήσεως κατʼ ἐνέργειαν εἶναι ἄνευ τοῦ κινουμένου ἀδύνατον. τὴν ἄρα ψυχὴν ἄνευ τοῦ κινουμένου ὑπʼ αὐτῆς σώματος εἶναι ἀδύνατον. ὥστε τὸ εἶναι τῇ ψυχῇ ἐν τῇ σχέσει τῇ πρὸς τὸ σῶμα συμβέβηκεν· εἰ γάρ τις καὶ σώματος χωρὶς αὐτὴν καθʼ αὑτὴν ὑφίστασθαι τὴν ψυχὴν ἐνδέχεσθαι λέγοι ἀρχὴν οὖσαν κινήσεως, δηλονότι ψυχὴν μὲν εἶναι κατʼ ἐνέργειαν συγχωρήσει, δυνάμει δὲ αὐτὴν ἀρχὴν εἶναι κινήσεως ὑποτίθεται. εἰ δὲ τοῦτο, κατʼ ἄλλο μὲν ἕξει τὸ εἶναι ἡ ψυχὴ καὶ τὴν οὐσίαν, κατʼ ἄλλο δὲ τὸ κινήσεως εἶναι ἀρχήν· εἰ γὰρ ταὐτὸν ἦν ψυχῇ τε εἶναι καὶ κινήσεως ἀρχῇ, θατέρου ἐνεργείᾳ ὄντος καὶ τὸ λοιπὸν ἐνεργείᾳ ἦν ἐξ ἀνάγκης. εἰ δὲ μὴ ἐν τούτῳ ἔχει τὸ εἶναι ἡ ψυχὴ ἐν τῷ κινήσεως εἶναι ἀρχή, οὐδεμία ἔσται ἀνάγκη τῷ ἀΐδιον εἶναι λέγοντι τὴν ψυχὴν εὐθὺς καὶ τὸν κόσμον ἀΐδιον ὑποτίθεσθαι. εἰ ἄρα ἐν τούτῳ οὐσίωται ἡ ψυχὴ ἐν τῷ κινήσεως εἶναι ἀρχή, οὐκ ἄν ποτε ὑποσταίη καθʼ αὑτὴν χωρὶς τοῦ κινουμένου σώματος· ὥσπερ γὰρ τὴν ἔνυλον τῶν σωμάτων ζωὴν χωρὶς σώματος ὑποστῆναι ἀδύνατον διὰ τὸ ἐν τούτῳ ἔχειν τὸ εἶναι ἐν τῷ σώματος εἶναι ζωὴν καὶ ὅλως τὴν ἄλογον ψυχὴν αὐτοκίνητον καὶ αὐτὴν οὖσαν καὶ ἀρχὴν κινήσεως κατὰ Πλάτωνα — ᾧ καὶ Πρόκλος ἐν τοῖς εἰς Φαῖδρον συγκατατίθεται ὑπομνήμασιν — χωρὶς σώματος ὑποστῆναι ἀδύνατον διὰ τὸ ἐν τούτῳ οὐσιῶσθαι ἐν τῷ σώματος εἶναι ζωτικήν τε καὶ κινητικήν, οὕτως δήπου καὶ τὴν τοῦ κόσμου ψυχήν, εἴπερ ἐν τούτῳ οὐσίωται ἐν τῷ κινήσεως εἶναι σώματος ἀρχήν, ἀδύνατον ἢ ὑποστῆναι χωρὶς σώματος ἢ ἐνέργειάν τινα χωριστὴν ἐνεργεῖν σώματος· εἰ γὰρ ἡ οὐσία οὐκ ἂν ὑποσταίη χωρὶς σώματος, πολλῷ δήπου μᾶλλον τὰς ἐνεργείας αὐτῆς χωρὶς σώματος ὑποστῆναι ἀδυνατώτερον· τοῦτο γὰρ Ἀριστοτέλει καλῶς ἐν τοῖς περὶ ψυχῆς ἀποδέδεικται καὶ πᾶσιν δοκεῖ, ὡς, εἴτε οὐσία τις εἴη χωριστὴ σώματος, πάντως καὶ ἐνέργειαν ἕξει χωριστὴν σώματος — χωρισθεῖσα γὰρ ἡ οὐσία μάτην ἔσται ἐνεργείας ἁπάσης ἐστερημένη —, εἴτε ἐνέργειά τις εἴη χωριστὴ σώματος, πάντως καὶ ἡ οὐσία, ἐξ ἧς ἡ τοιαύτη πρόεισιν ἐνέργεια, χωριστὴ ἔσται σώματος· οὐ γὰρ οἷόν τε τὴν ἐνέργειαν τῆς οὐσίας εἶναι κρείττονα· ἔσται δὲ κρείττων, εἴπερ χωριστὴ εἴη σώματος τῆς οὐσίας οὔσης ἀχωρίστου· κρείττονα δὲ εἶναι τῶν ἀχωρίστων τὰ χωριστὴν σωμάτων τὴν ὕπαρξιν ἔχοντα ὡμολόγηται· εἴπερ οὖν αἴτιον μὲν ἡ οὐσία, αἰτιατὸν δὲ ἡ ἐνέργεια, ἀδύνατον δὲ τοῦ αἰτίου τὸ αἰτιατὸν εἶναι κρεῖττον καὶ τοῦ παράγοντος εἰς τὸ εἶναι τὸ παραγόμενον, ἀδύνατον ἄρα τῆς ἐνεργείας χωριστῆς οὔσης σώματος μὴ καὶ τὴν οὐσίαν χωριστὴν πάντως εἶναι σώματος. ἀνάγκη ἄρα πᾶσα, εἴπερ ἡ οὐσία τῆς ψυχῆς ἀχώριστός ἐστιν σώματος, καὶ πᾶσαν ψυχῆς ἐνέργειαν ἀχώριστον εἶναι σώματος· ὅπερ ἐναργῶς ἐστιν ψεῦδος.

`253–254`

δʹ. Φαίνονται γὰρ ἔτι ἐν τῷ σώματι οὖσαι αἱ ψυχαί, ἐπειδὰν τῆς πρὸς αὐτὸ σχέσεως καὶ προσπαθείας ἑαυτὰς ἀπαλλάξωσιν, χωριστὰς καὶ ἀσχέτους παντὸς σώματος τὰς νοερὰς ἐνεργείας ποιούμεναι· «ποῖον γὰρ μόριον», φησὶν Ἀριστοτέλης, «ἢ πῶς ὁ νοῦς συνέξει, χαλεπὸν καὶ πλάσαι». οὐκοῦν ἀνάγκη πᾶσα καὶ τὴν οὐσίαν τῆς ψυχῆς, ἐξ ἧς ἡ τοιαύτη ἐνέργεια πρόεισιν, χωριστὴν καὶ ἄσχετον εἶναι παντὸς σώματος, ὥσπερ οὖν καὶ Πλάτωνι καὶ τοῖς ἀρίστοις ἅπασιν τῶν φιλοσόφων ἔδοξεν· ἐντεῦθεν γὰρ αὐτῆς καὶ τὴν ἀθανασίαν ὁ Πλωτῖνος συνελογίσατο δείξας ἐκ τῶν χωριστῶν αὐτῆς ἐνεργειῶν, ὡς καὶ τὴν οὐσίαν αὐτῆς χωριστὴν εἶναι ἀνάγκη καὶ διὰ τοῦτο ἀθάνατον. εἰ δὲ χωριστὴ καὶ ἄσχετος παντὸς σώματος ἡ τῆς ψυχῆς ἐστιν οὐσία, οὐδʼ ἄρα ἐν τούτῳ οὐσίωται ἐν τῷ ἀρχὴν εἶναι κινήσεως· τοῦτο γὰρ οὐδὲν ἕτερόν ἐστιν ἢ ἐν τῇ πρὸς τὸ σῶμα σχέσει τὸ εἶναι καὶ τὴν ὕπαρξιν ἔχειν τὴν ψυχήν, ὡς ἐδείξαμεν· καὶ γὰρ ἄλλως ἄτοπον τὸ μὲν σῶμα, ᾗ σῶμά ἐστιν, ἐν μηδεμιᾷ σχέσει τῇ πρὸς τὴν ψυχὴν τὸ εἶναι ἔχειν, εἴ γε καὶ τοῖς ἐμψύχοις σώμασιν κατʼ ἄλλο μέν ἐστιν τὸ εἶναι σώμασιν κατʼ ἄλλο δὲ τὸ ἐμψύχοις εἶναι καὶ οὐδὲν εἰς τὸ εἶναι σώματα τῆς πρὸς τὴν ψυχὴν δέονται σχέσεως, τὴν δὲ ἀσώματον ψυχὴν καὶ νοερὰν καὶ ἀθάνατον μὴ δύνασθαι χωρὶς σώματος ὑφίστασθαι λέγειν, εἴπερ ἐν τῷ εἶναι ἀρχὴ κινήσεως τὴν ὕπαρξιν ἔχει· τοῦτο γὰρ οὐδὲν ἄλλο ἐστὶν ἢ καὶ σωμάτων χείρονα τὴν νοερὰν τῆς ψυχῆς οὐσίαν ποιεῖν. ὅτι δὲ καὶ αὐτὸς οἶδεν ὁ Πρόκλος, ὡς κατʼ ἄλλο μέν ἐστιν τῇ ψυχῇ τὸ εἶναι καὶ ἡ οὐσία, κατʼ ἄλλο δὲ τὸ ἀρχῇ κινήσεως εἶναι, καὶ ὅτι, εἴτε θεωρεῖ εἴτε ζωοποιεῖ τὸ σῶμα εἴτε ἄλλην τινὰ κίνησιν αὐτὸ κινεῖ, ταῦτα πάντα ἐνέργεια ψυχῆς ἐστιν καὶ οὐκ οὐσία, ἦν μὲν ἐκ πολλῶν αὐτοῦ καὶ ἄλλων συγγραμμάτων πιστώσασθαι, ἀρκέσει δὲ καὶ μίαν ἐκ τῶν εἰς τὸν Φαῖδρον ὑπομνημάτων περικοπὴν παραθέσθαι· τὸν γὰρ προκείμενον περὶ ψυχῆς λόγον τὸν Πλάτωνος ἐξηγούμενος ταῦτά φησιν ἐπὶ λέξεως «εἰδέναι δεῖ, ὅτι ἐν μὲν τῷ Φαίδωνι διὰ τῆς ἀναμνήσεως κατεσκεύαζεν, ὅτι ἀθάνατος ἡ ψυχή, καὶ διὰ τῆς πρὸς τὰ θεῖα ὁμοιώσεως καὶ διὰ τοῦ ἑτέροις ζωὴν χορηγεῖν· ταῦτα δὲ πάντα ἐνέργειαί εἰσιν τῆς ψυχῆς· ὥστε ἐν Φαίδωνι ἐκ τῶν ἐνεργειῶν τῆς ψυχῆς προήγετο ἡ ἀπόδειξις. ἐνταῦθα δὲ τὴν ἀπόδειξιν ἐκ τῆς οὐσίας λαμβάνει τῆς ψυχῆς· ὅσῳ οὖν ἡ οὐσία τῆς ψυχῆς τελειοτέρα καὶ κρείττων τῆς ἐνεργείας αὐτῆς, τοσούτῳ καὶ ἡ ἐνταῦθα περὶ τῆς ἀθανασίας τῆς ψυχῆς ἀπόδειξις κρείττων καὶ ἀκριβεστέρα τῆς ἐν Φαίδωνι· ἀπὸ γὰρ τῆς οὐσίας τῆς ψυχῆς δείκνυται, ὅπερ ἐστὶν τῆς αὐτοκινησίας». εἰ τοίνυν τὸ ζωὴν χορηγεῖν ἑτέροις, τουτέστιν τοῖς σώμασιν, ἐξ ἧς ζωῆς πᾶσα ἐνέργεια καὶ πᾶσα κίνησις τοῖς ἐμψύχοις σώμασιν γίνεται, ἐνέργειαν εἶναί φησιν τῆς ψυχῆς ὁ Πρόκλος, οὐκ οὐσίαν, οὐσίαν δὲ τὴν αὐτοκινησίαν, οὐκ ἄρα ταὐτὸν οὐσία ψυχῆς καὶ τὸ κινήσεως αὐτὴν εἶναι αἰτίαν καὶ ἀρχήν, ἀλλʼ ἡ μὲν αὐτοκινησία κατὰ Πλάτωνα οὐσία ἐστὶν ψυχῆς, τὸ δὲ εἶναι κινήσεως ἀρχὴν δύναμίς τίς ἐστιν τῆς ψυχῆς, ἐξ ἧς ἡ ζωτική τε καὶ κινητικὴ τῶν σωμάτων ἐνέργεια πρόεισιν. δέδεικται ἄρα ἐκ τῶν εἰρημένων, ὡς οὐκ ἐνδέχεται ἐν τούτῳ οὐσιῶσθαι τὴν ψυχὴν λέγειν ἐν τῷ ἀρχὴν εἶναι κινήσεως. ὥστε οὐδὲ τῷ ἀγένητον εἶναι καὶ ἄφθαρτον τὴν οὐσίαν τῆς ψυχῆς λέγοντι τὸ καὶ τὸν κόσμον ἀγένητον εἶναι καὶ ἄφθαρτον ὑποτίθεσθαι συνεισάγεται.

`255–256`

εʹ. Εἰ δὲ κατʼ ἄλλο μέν ἐστιν τῇ ψυχῇ τὸ εἶναι καὶ ἡ οὐσία, κατʼ ἄλλο δὲ τὸ ἀρχῇ κινήσεως εἶναι, ἐνέργεια πάντως ἢ δύναμίς ἐστιν τῆς ψυχῆς, καθʼ ἣν κινήσεώς ἐστιν ἀρχή, ὥσπερ καὶ ὁ διδάσκαλος ἀρχὴ κινήσεως ὢν τοῦ μαθητοῦ οὐ καθὸ ἄνθρωπός ἐστιν ἀρχὴ κινήσεως τοιαύτης — οὕτω γὰρ ἂν πᾶς ἄνθρωπος ἅμα τῷ εἶναι ἄνθρωπος εὐθὺς καὶ διδάσκαλος ἦν — ἀλλὰ κατά τινα τῶν περὶ τὴν οὐσίαν αὐτοῦ δύναμιν ἢ ἐνέργειαν. τούτου οὖν οὕτως ἔχοντος καὶ ἀποδεδειγμένου τοῦ δύναμιν εἶναι ψυχῆς ἢ ἐνέργειαν, καθʼ ἣν κινήσεως ἀρχὴ γίνεται, εἰ μὲν ἔχει τις δεικνύειν πᾶσαν δύναμιν ψυχῆς εὐθὺς συνεπομένην ἔχουσαν τὴν ἐνέργειαν ἤγουν πάσας τὰς τῆς ψυχῆς ἐνεργείας ἀϊδίους οὔσας, συγχωρήσομεν καὶ καθὸ κινήσεώς ἐστιν ἀρχὴ ἡ ψυχὴ ἀϊδίως αὐτὴν ἐνεργεῖν, τουτέστιν σῶμά τι κινεῖν ἀϊδίως, εἰ δὲ μὴ ἀΐδιοι αἱ τῆς ψυχῆς ἐνέργειαι μήτε αἱ γνωστικαὶ μήτε αἱ πρακτικαί, ἀλλʼ ἐξ ἀγνοίας τε εἰς γνῶσιν μεταβάλλει καὶ ἔμπαλιν ἀπὸ γνώσεως ἐπὶ λήθην καὶ ἄγνοιαν ἔκ τε κακίας εἰς ἀρετὴν καὶ ἐξ ἀρετῆς αὖ πάλιν εἰς κακίαν, ποία ἔτι ἀνάγκη φαίνεται τὴν κινητικὴν τῶν σωμάτων τῆς ψυχῆς δύναμιν ἀϊδίως ἐνεργεῖν; ἔσται οὖν ποτε δυνάμει κινήσεως ἀρχὴ καὶ οὐκ ἐνεργείᾳ, ὡς καὶ δυνάμει ἐπιστήμων καὶ οὐκ ἐνεργείᾳ ἔστιν ποτέ. ἄλλως τε παντὶ δῆλόν ἐστιν, ὅτι αἱ ἐπιστρεπτικαὶ πρὸς αὐτὴν τῆς ψυχῆς ἐνέργειαι καὶ ἔτι αἱ νοερώτεραι καὶ πρὸς τὸ θεῖον ἀναγωγοὶ ἀσυγκρίτως ὑπερέχουσιν τῶν περὶ τὸ σῶμα αὐτῆς ἐνεργειῶν καὶ τοσοῦτον ἴσως, ὅσον καὶ ψυχὴ σώματος ὑπερέχει, μᾶλλον δὲ ὅσον τὰ νοητὰ καὶ νοῦς ἵνα μὴ λέγω καὶ ὁ θεὸς αὐτὸς ἀσυγκρίτῳ ὑπεροχῇ τῆς τῶν σωμάτων ὑπεραναβέβηκε φύσεως, εἴπερ αἱ μὲν νοεραὶ τῆς ψυχῆς ἐνέργειαι θεῷ συνάπτουσιν αὐτήν, αἱ δὲ ἕτεραι σώμασιν. εἰ τοίνυν αἱ κρείττους τῆς ψυχῆς ἐνέργειαι, αἱ νοεραί φημι καὶ ἀναγωγοί, οὐκ ἀΐδιοι, πολλῷ δήπου μᾶλλον αἱ χείρονες καὶ καταγωγοὶ οὐκ ἂν εἶεν ἀΐδιοι· εἰ γὰρ τῷ κρείττονι τὸ κρεῖττον ἀνάγκη προσεῖναι καὶ οὐκ ἔμπαλιν τῷ χείρονι τὸ κρεῖττον, τὸ δὲ ἀΐδιον τοῦ φθαρτοῦ κρεῖττον, δῆλον, ὡς, εἰ μὴ ταῖς νοεραῖς ἐνεργείαις τὸ ἀΐδιον πρόσεστιν, πολλῷ δήπου μᾶλλον ταῖς τοῦ σώματος κινητικαῖς τῆς ψυχῆς ἐνεργείαις χείροσιν οὔσαις ἐκείνων οὐκ ἂν προσείη τὸ ἀΐδιον. καὶ ἄλλως· αἱ νοεραὶ τῆς ψυχῆς ἐνέργειαι καὶ κατὰ φύσιν αὐτῆς εἶναι παρὰ πᾶσιν ὡμολόγηνται, εἴπερ νοητή τέ ἐστιν καὶ νοῦς, αἱ δὲ τῶν σωμάτων κινητικαὶ παρὰ φύσιν τῷ λόγῳ καὶ οὐ συμπληρωτικαὶ τῆς οὐσιώδους αὐτοῦ τυγχάνουσιν τελειότητος· οὐ γὰρ ἐκ τοῦ κινεῖν τὰ σώματα ἡ οὐσιώδης τοῦ λόγου ἰδιότης χαρακτηρίζεται· φύσεως γὰρ μᾶλλον καὶ ἀλόγου δυνάμεως τοῦτο ἴδιον, οὐ λογικῆς τε καὶ νοερᾶς οὐσίας. εἰ τοίνυν αἱ λογικαί τε καὶ τελειωτικαὶ τῆς ἡμετέρας ψυχῆς ἐνέργειαι οὐκ ἀΐδιοι, πολλῷ δήπου μᾶλλον αἱ σωματικαὶ καὶ οἷον παρὰ φύσιν τε καὶ ἀλλότριαι οὐκ ἂν εἶεν ἀΐδιοι. εἰ δὲ μὴ ἀΐδιοι αἱ περὶ τὸ σῶμα τῆς ψυχῆς ἐνέργειαι, οὐδὲ σῶμα ἄρα ἀΐδιον ἐξῆφθαι τῆς ψυχῆς ἐνδέχεται.

`257–259`

ϛʹ. Ἔστιν δὲ καὶ οὕτως ἐπιχειρεῖν εἰς τὸ προκείμενον. αἱ σωματικαὶ πᾶσαι κινήσεις ἢ ἁπλῶς μεταβολαὶ τέσσαρές εἰσιν κατὰ γένος, ἐν μὲν οὐσίᾳ γένεσις καὶ φθορά, ἐν δὲ ποσῷ αὔξησις καὶ μείωσις, ἐν ποιῷ ἀλλοίωσις, ἐν τόπῳ φορά· ταύτης δὲ ἡ μέν ἐστιν κατʼ εὐθείαν ὥσπερ ἡ τῶν στοιχείων — τούτων γὰρ τὰ μὲν κάτωθεν ἄνω, τὰ δὲ ἄνωθεν κινεῖται κάτω —, ἡ δὲ περιφορὰ ὥσπερ ἡ τῶν οὐρανίων. εἰ τοίνυν ἀρχὴ καὶ αἰτία τῆς τῶν σωμάτων κινήσεώς ἐστιν ἡ ψυχὴ καὶ διὰ τοῦτο ἀπροαιρέτως καὶ αὐτῷ τῷ εἶναι ἀϊδίως κινεῖ τὰ σώματα, ὡς τῷ Πρόκλῳ δοκεῖ, ἀνάγκη πάντως κατὰ μίαν τούτων τῶν κινήσεων ἢ πάσας ἢ πλείονας καὶ ἀϊδίως κινεῖν τὸ σῶμα τὴν ψυχήν. οὐκοῦν, εἰ τὸ κινοῦν ἀϊδίως κινεῖ, καὶ τὸ κινούμενον ἀϊδίως κινεῖται καὶ ἡ κίνησις ἀΐδιος ἔσται οὔτε ἀρχὴν τοῦ εἶναι οὔτε τέλος ἔχουσα. σκοπητέον οὖν, εἴ τις τῶν ἀπηριθμημένων κινήσεων ἀΐδιός ἐστιν· εἰ γὰρ μηδεμία εἴη ἀΐδιος, οὐδὲ τὸ κινούμενον ἀϊδίως κινηθήσεται οὔτε ἡ κινοῦσα ψυχὴ ἀϊδίως κινήσει. ὅτι μὲν οὖν οὔτε γένεσις οὔτε φθορὰ οὐδεμία ἄναρχός ἐστιν καὶ ἀτελεύτητος, παντὶ δῆλον· τὸ γὰρ γινόμενον εἴς τι πέρας τὸ εἶδος παύεται, οἷον ἡ τῆς οἰκίας γένεσις ἀρχὴν μὲν ἔχει τὴν τῶν θεμελίων, πέρας δὲ τὸ τῆς οἰκίας σχῆμα· ὁμοίως καὶ ἐπὶ τῶν φύσει γινομένων ἀρχὴ μὲν γενέσεως ἡ τοῦ σπέρματός ἐστιν καταβολή, πέρας δὲ ἡ τοῦ φυσικοῦ εἴδους τελείωσις, οἷον εἰ τύχοι τοῦ ἀνθρωπείου· ὁμοίως δὲ καὶ τὸ φθειρόμενον εἰς πέρας τὴν στέρησιν καὶ τὸ μὴ ὂν καταλήγει. καὶ ἵνα συντόμως εἴπω, εἰ ἡ γένεσις ὁδός ἐστιν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὂν καὶ ἡ φθορὰ ὁδὸς ἐκ τοῦ ὄντος εἰς τὸ μὴ ὄν, ἀδύνατόν ἐστιν γένεσιν ἢ φθορὰν ἄναρχον εἶναι καὶ ἀτελεύτητον περατουμένας ὑπό τε τοῦ ὄντος καὶ ὑπὸ τοῦ μὴ ὄντος. ἀλλὰ μὴν οὐδὲ ἀλλοιοῦσθαί τι ἀϊδίως ἐνδέχεται· ἔστιν γὰρ καὶ στάσις καὶ ὅρος ἐν τοῖς πράγμασιν καὶ οὐ καθʼ Ἡράκλειτον ἐν κινήσει τὰ πάντα ἐστίν· πάλιν γὰρ καὶ ἡ ἀλλοίωσις κίνησις οὖσα ὑπὸ δύο εἰδῶν περιέχεται τοῦ τε ἐξ οὗ καὶ τοῦ εἰς ὅ· οἷον ἡ λεύκανσις ὁδός ἐστιν ἐκ μέλανος ἐπὶ τὸ λευκόν, ἐφʼ ὃ γενόμενον τὸ ἀλλοιούμενον καὶ λευκανθὲν ἵσταται λοιπὸν ἐν τούτῳ. ἀλλὰ δὴ καὶ κατʼ ἐνέργειαν αἴσθησις ἀλλοίωσίς τις οὖσα τῶν αἰσθήσεων ὅτι γίνεσθαι καὶ φθείρεσθαι πέφυκε, προφανές· οὔτε γὰρ ὁρῶμεν κατὰ συνέχειαν οὔτε ἀκούομεν οὔτε κατʼ ἄλλην τινὰ αἴσθησιν αἰσθανόμεθα ὅ τε ὕπνος οὐδὲν ἕτερόν ἐστιν ἢ ἠρεμία αἰσθήσεων. τὰ αὐτὰ καὶ περὶ αὐξήσεως καὶ φθίσεώς φαμεν· οὐ γὰρ ἐπʼ ἄπειρον αὔξεται τὰ σώματα, ἀλλʼ εἰς τὸ κατὰ φύσιν φθάσαντα μέτρον ἠρεμεῖ· ὥστε καὶ ἡ ἐναντία τῇ αὐξήσει φθίσις πεπέρασται. λείπεται οὖν περὶ τῶν κατὰ τόπον κινήσεων σκοπεῖν, εἴ τις τούτων ἐστὶν ἀΐδιος. ὅτι μὲν οὖν τὰ κατʼ εὐθεῖαν κινούμενα καὶ ἀρχὴν καὶ πέρας ἔχει τῆς κινήσεως καὶ ὑπὸ ἠρεμίας ἑκατέρωθεν — πρό τε τῆς ἀρχῆς φημι καὶ μετὰ τὸ τέλος — περιέχεται, ἱκανῶς Ἀριστοτέλει δέδεικται· εἰ γὰρ ἡ μὲν κίνησις ἐν μεγέθει, μέγεθος δὲ ἄπειρον οὐκ ἔστιν, οὐδʼ ἂν κίνησις κατʼ εὐθεῖαν ἄπειρος εἴη. ἀλλʼ οὐδὲ ἀνακάμψαι κατὰ συνέχειαν ἄνευ ἠρεμίας ἐνδέχεται κατʼ εὐθεῖαν κινούμενα· οἷον τὸ ἄνωθεν κάτω κινηθὲν εἰ ἀνακάμψοι καὶ αὖθις κάτωθεν ἄνω κινηθείη, πάντως ἠρεμία μεταξὺ τῶν ἐναντίων ἔσται κινήσεων· καὶ τοῦτο γὰρ Ἀριστοτέλης ἀπέδειξεν. περὶ δὲ τῆς κατὰ κύκλον κινήσεως, ἣν τὰ οὐράνια κινεῖται σώματα, ὅτι μὲν οὔτε αὕτη ἐστὶν ἀΐδιος, ἐντελέστερον μὲν ἐν ταῖς πρὸς Ἀριστοτέλην περὶ τῆς τοῦ κόσμου ἀϊδιότητος ἀντιρρήσεσιν θεοῦ διδόντος ἀποδειχθήσεται· πλειόνων γὰρ ἡμῖν πρὸς τοῦτο δεήσει λόγων· εἰ δὲ ἱκανῶς ἡμῖν ἐν τῷ πρώτῳ δέδεικται λόγῳ, ὡς ἀδύνατον ἀΐδιον εἶναι τὴν τοῦ κόσμου γένεσιν — ὥσπερ οὖν καὶ ἐντελέστερον ἰδίᾳ δειχθήσεται, ἐπειδὰν τὴν ἐκ πασῶν τῶν ἀποριῶν ὄχλησιν ἀποσκευασώμεθα —, δῆλον, ὅτι οὐδὲ τὴν κύκλῳ κίνησιν ἀΐδιον ἐνδέχεται εἶναι. εἰ οὖν μηδεμία σώματος κίνησις ἀΐδιος, οὐδὲ σῶμα ἔσται ἀϊδίως κινούμενον οὐδὲ ἡ ψυχὴ ἀΐδιον κινεῖ σῶμα. ἐνδέχεται ἄρα τὴν μὲν ψυχὴν τοῦ κόσμου εἶναι ἀΐδιον κατὰ Πλάτωνα, τὸν δὲ κόσμον μὴ εἶναι ἀΐδιον.

`260–261`

ζʹ. Οὐδὲ πάνυ δὲ νῦν ἡμᾶς ὁ περὶ τῆς κύκλῳ κινήσεως κατεπείγει λόγος· περὶ γὰρ τῶν ἡμετέρων ψυχῶν ἐν Φαίδρῳ τὸν λόγον ὁ Πλάτων ποιούμενος καὶ τούτων τὴν ἀθανασίαν ἀποδεῖξαι βουλόμενος ὡρίσατο ψυχῆς οὐσίαν εἶναι τὸ αὐτοκίνητον, τὸ δὲ αὐτοκίνητον ἀρχὴν εἶναι τῆς τῶν σωμάτων κινήσεως. δῆλον δέ που παντί, ὡς οὐδὲν φαίνεται σῶμα ἐν ἡμῖν κυκλικὴν κινούμενον κίνησιν· πᾶν μὲν γὰρ ζῷον ὅλον ἐξ ὅλου τὸν τόπον μετέρχεται, οὐδὲν δὲ τῶν κυκλοφορουμένων σωμάτων ὅλον ἐξ ὅλου τόπον ἀμείβει, πάντα δὲ περὶ τὰ ἴδια κέντρα ἀκίνητα μένοντα περιπολεῖ· οὐδὲν ἄρα ζῷον ἔχει τι σῶμα τὴν κύκλῳ κινούμενον κίνησιν. οὐκ ἄρα κινήσεως ἀρχὴν εἶναι λέγων ὁ Πλάτων τὸ αὐτοκίνητον τῆς κατὰ κύκλον κινήσεως ἀρχὴν αὐτὸ εἶναί φησιν· πάσης μὲν γὰρ ψυχῆς ὅρον εἶναί φησιν τὸ αὐτοκίνητον· οὐ πᾶσα δὲ ψυχὴ κυκλοφορούμενον κινεῖ σῶμα — οὐδὲν γὰρ τῶν ὑπὸ σελήνην φύσει κυκλικὴν κινεῖται κίνησιν· οὐκ ἄρα τῆς κύκλῳ κινήσεως ἀρχὴν εἶναί φησιν ὁ Πλάτων τὸ αὐτοκίνητον. ἄλλως τε ὁ μὲν Πρόκλος ἀπροαιρέτως φησὶν καὶ αὐτῷ τῷ εἶναι κινήσεως ἀρχὴν καὶ αἰτίαν εἶναι τὴν ψυχήν, τὴν δὲ κατὰ τόπον κίνησιν οὐκ ἀπροαιρέτως καὶ αὐτῷ μόνῳ τῷ εἶναι κινοῦσα ἡ ψυχὴ τὰ σώματα φαίνεται, ἀλλὰ κατʼ ὄρεξιν καὶ προαίρεσιν· εἰ γὰρ αὐτῷ τῷ εἶναι ἐκίνει τοπικῶς τὰ σώματα ἡ ψυχή, συνεχὴς ἂν ἦν ἡ κίνησις καὶ οὐδέποτʼ ἂν ἐν τῷ αὐτῷ τόπῳ τὰ τῶν ζῴων ἠρέμει σώματα, εἴπερ ἀεὶ μὲν τὴν κινητικὴν ἔχει δύναμιν ἡ ψυχή, ἀπροαιρέτῳ δὲ φύσεως δυνάμει κινοίη· νῦν δὲ πᾶσα ἡ κατʼ εὐθεῖαν κίνησις ἐξ ἠρεμίας τε ἄρχεται καὶ εἰς ἠρεμίαν καταλήγει· οὐκ ἄρα ἀπροαιρέτως καὶ αὐτῷ τῷ εἶναι τὴν κατʼ εὐθεῖαν κίνησιν κινεῖ τὰ σώματα ἡ ψυχή. εἰ δὲ ἡ κατʼ εὐθεῖαν κίνησις κατὰ τόπον οὖσα κίνησις κατʼ ὄρεξιν τῆς ψυχῆς καὶ προαίρεσιν γίνεται καὶ οὐκ αὐτῷ τῷ εἶναι ἀβουλήτως, ἀκόλουθον ἂν εἴη, καὶ εἴ τις κύκλῳ κίνησις ὑπὸ τῆς ψυχῆς γίνοιτο, καὶ αὐτὴν καθʼ ὁρμὴν τῆς ψυχῆς καὶ προαίρεσιν, ἐπεὶ καὶ ἡ κατὰ κύκλον κίνησις κατὰ τόπον ἐστὶν κίνησις. πῶς δὲ οὐχὶ καὶ ἄλογον ἑκάστην μὲν τῶν κατὰ μέρος ψυχῶν καθʼ ὁρμὴν καὶ προαίρεσιν κινεῖν τοπικῶς τὸ ὑποκείμενον αὐτῇ σῶμα, μόνην δὲ τὴν τοῦ παντὸς ψυχὴν τὸν τῆς ἀλόγου φύσεως τρόπον ἀπροαιρέτως ἀρχὴν καὶ αἰτίαν εἶναι τῆς τοῦ κόσμου κινήσεως; εἰ δὲ κατὰ προαίρεσιν τῆς ψυχῆς ἡ τοπικὴ γίνεται κίνησις, ὁ δὲ Πρόκλος φησίν, ὅτι οὐ προαιρετικῶς ἀλλʼ αὐτῷ τῷ εἶναι αὐτοκίνητός ἐστιν καὶ ἀρχὴ κινήσεως ἡ ψυχή, οὐκ ἄρα τῆς κατὰ τόπον κινήσεως ἀρχὴν εἶναί φησιν τὴν ψυχὴν ὁ Πλάτων· ἡ δὲ κύκλῳ κίνησις κατὰ τόπον ἐστὶν κίνησις· καὶ ἐξ αὐτῶν ἄρα τῶν ὑπὸ τοῦ Πρόκλου λεγομένων δέδεικται, ὡς οὐ τῆς κύκλῳ κινήσεως ἀρχὴν εἶναί φησιν ὁ Πλάτων τὸ αὐτοκίνητον. οὐδεμία δὲ τῶν ἄλλων κινήσεων ἀΐδιος εἶναι παρὰ πᾶσιν ὡμολόγηται· οὐκ ἄρα κινήσεως ἀϊδίου ἀρχὴν εἶναί φησιν ὁ Πλάτων τὸ αὐτοκίνητον. ὥστε οὐδὲ εἰ τῇ τοῦ παντὸς ψυχῇ ὁ τῶν ἡμετέρων ψυχῶν ἐφαρμόζοι ὁρισμός, ἤδη διὰ τοῦτο ἀνάγκη τῷ ἀγένητον καὶ ἄφθαρτον λέγεσθαι τὴν ψυχὴν παρὰ τοῦ Πλάτωνος καὶ τὸν κινούμενον ὑπʼ αὐτῆς κόσμον ἀγένητον εἶναι καὶ ἄφθαρτον.

`262–263`

ηʹ. Ἀλλὰ δὴ κἂν πάσης κινήσεως καὶ αὐτῆς τῆς κατὰ τόπον ἀρχὴν εἶναι θῶμεν τὸ αὐτοκίνητον, οὐδʼ οὕτως οὐδεμία φαίνεται ἀνάγκη ἅμα τῇ ψυχῇ καὶ τὸ κινούμενον ὑπʼ αὐτῆς εἶναι σῶμα. ἀρχὴν μὲν γὰρ οὖσαν κινήσεως τὴν ψυχὴν ἀγένητον εἶναί φησιν ὁ Πλάτων — τὴν γὰρ ἀρχὴν εἶναι ἀγένητον — οὐ καλῶς λέγων, ὡς ἔμοιγε φαίνεται· ἐπεὶ καὶ αἱ ἄλογοι ψυχαὶ ἀρχαὶ τῆς τῶν ἀλόγων σωμάτων εἰσὶν κινήσεως αὐτοκίνητοι καὶ αὐταὶ κατὰ Πλάτωνα οὖσαι καὶ διὰ τοῦτο ἑκάστη κινήσεως οὖσα ἀρχή, ἀλλʼ ὅμως οὐκ ἀγένητοι· καὶ τῆς ἐν τῷ λίθῳ δὲ κατὰ φύσιν ἐπὶ τὸ κάτω κινήσεως ἡ ἐν αὐτῷ φύσις ἐστὶν αἰτία καὶ ἀρχὴ καὶ ἡ ἐν τῷ πυρὶ τῆς ἐπὶ τὸ ἄνω, καὶ οὐδεὶς ἂν εἰπεῖν τολμήσειεν, ὡς ἡ ἐν τοῖς μερικοῖς σώμασιν φύσις ἐστὶν ἀγένητος. πλὴν κἂν συγχωρηθείη κατὰ Πλάτωνα ἀγένητος εἶναι ἡ ψυχὴ καὶ ἀρχὴ κινήσεως, οὐδεμία ἀνάγκη φαίνεται ἅμα τῇ ἀρχῇ καὶ τὰ ὧν ἐστιν ἀρχὴ εἶναι, ἐπεὶ μὴ ἐν τούτῳ οὐσίωται ἡ ψυχὴ ἐν τῷ εἶναι κινήσεως σώματος ἀρχή, ὡς δέδεικται· καὶ γὰρ ὁ οἰκοδόμος τῆς κατὰ τὴν οἰκοδομίαν κινήσεως αἴτιός ἐστιν καὶ ἀρχὴ καὶ ὁ διδάσκαλος τῆς κατὰ τὸ μανθάνειν τοῦ μαθητοῦ κινήσεως, ἀλλʼ οὐχ ἅμα τῷ εἶναι τὸν οἰκοδόμον ἢ τὸν διδάσκαλον εὐθὺς καὶ τὸ οἰκοδομούμενον ἔστιν ἢ διδασκόμενον, ἐπεὶ μὴ ἐν τούτῳ τὸ εἶναι ἔχουσιν ὅ τε οἰκοδόμος καὶ ὁ διδάσκαλος ἐν τῷ εἶναι ἀρχὴ κινήσεως· καὶ ὁ θεὸς δὲ πρωτίστη ἐστὶν αἰτία καὶ ἀρχὴ πάντων τῶν ὄντων καὶ ἐσομένων, ἀλλʼ οὐχ ἅμα τῷ θεῷ τὰ πάντα συνυφέστηκεν, εἴπερ ἔστιν ἐν τῷ παντὶ καὶ γενητὰ καὶ φθαρτά. καὶ τὸ δὴ μεῖζον· ἀνάγκη που πάντως καὶ αὐτῆς τῆς τῶν γενητῶν καὶ φθαρτῶν σωμάτων κινήσεως ἀρχὴν εἶναι τὴν ψυχὴν καὶ αἰτίαν· ἀπὸ ψυχῆς γὰρ ἡ τῶν ζῴων γίνεται κίνησις· εἰ τοίνυν καὶ τῆς τοῦ γενητοῦ καὶ φθαρτοῦ σώματος κινήσεως ἀρχή ἐστιν ἡ ψυχή, ἀγένητος δὲ ἡ ψυχὴ κατὰ Πλάτωνα, τὸ δὲ σῶμα τοῦτο οὐκ ἀγένητον, οὐκ ἄρα ἐξ ἀνάγκης ἅμα τῷ εἶναι τὴν ἀρχὴν καὶ αἰτίαν τῆς τοῦ σώματος κινήσεως καὶ τὸ κινούμενον σῶμα εἶναι ἀνάγκη. εἰ γὰρ καὶ συγχωρηθείη μὴ ἀμέσως τὸ φθαρτὸν σῶμα ὑπὸ τῆς ψυχῆς κινεῖσθαι ἀλλὰ διὰ τοῦ ἀϊδίου μέσου, ὥς φησιν ὁ Πρόκλος, ἀνάγκη πᾶσα ἢ αὐτὴν τὴν ψυχὴν καὶ τῆς τοῦ φθαρτοῦ σώματος κινήσεως ἀρχὴν εἶναι αὐτοὺς ὑποτίθεσθαι ἢ τὸ ἀΐδιον σῶμα ἢ ἀμφότερα· ὁποῖον δʼ ἄν τις ὑπόθοιτο, συγχωρήσει ἐξ ἀνάγκης τὴν μὲν ἀρχὴν καὶ αἰτίαν τῆς τοῦ φθαρτοῦ σώματος κινήσεως ἀΐδιον εἶναι κατʼ αὐτούς, αὐτὸ δὲ τὸ κινούμενον γενητὸν εἶναι καὶ φθαρτόν. οὐδεμία ἄρα ἀνάγκη, εἰ ἡ τινὸς ἀρχὴ ἀγένητος εἴη, καὶ αὐτὸ εἶναι ἀγένητον.

`264`

θʹ. Εἰ δέ, καθὸ ζωοποιεῖ τὰ σώματα ἡ ψυχή, κατὰ τοῦτο κινήσεως αὐτὴν ἀρχὴν παρὰ Πλάτωνος λέγεσθαι φήσουσιν, ὅθεν ἀπροαιρέτως αὐτῷ μόνον τῷ παρεῖναι ζωοποιεῖν τὸ σῶμα καὶ διὰ τοῦτο δεῖν εἶναι πάντως τὸ ἀϊδίως ὑπʼ αὐτῆς ζωοποιούμενον, πρῶτον μὲν ἐπισκέψεως ἄξιον, τίς ποτέ ἐστιν ἡ ζωή, ἣν τοῖς σώμασιν ἡ ψυχὴ ἐπιφέρει, ἔπειτα δέ, εἰ ἐνδέχεται τὴν τοιαύτην ζωὴν εἶναι ἀΐδιον. ἀνάγκη δήπου πᾶσα, καθὸ διαφέρει τὰ ζῶντα σώματα τῶν ἀμοιρούντων ζωῆς, τοῦτο εἶναι τὴν ζωὴν τὴν παρὰ τῆς ψυχῆς ἐπιφερομένην τοῖς σώμασιν· διαφέρει δὲ τῶν μὴ ζώντων τὰ ζῶντα σώματα τῷ αἰσθάνεσθαί τε καὶ τρέφεσθαι καὶ αὔξεσθαι καὶ γεννᾶν ὅμοια ἑαυτοῖς καὶ προσέτι ὀρέξει τε καὶ τῇ καθʼ ὁρμὴν τῆς ψυχῆς τοπικῇ κινήσει· ὥστε πᾶσα ἡ σωματικὴ ζωὴ ἐν τούτοις περιείληπται. τούτων δὲ ἕκαστον ἢ δυνάμει θεωρεῖται ἐν τοῖς ζῶσιν σώμασιν ἢ ἐνεργείᾳ — δυνάμει δὲ τῇ καθʼ ἕξιν δηλονότι. ὅτι μὲν οὖν οὐδεμία τῶν τοιούτων ἐνεργειῶν τῆς ψυχῆς ἀΐδιός ἐστιν — οὔτε αἴσθησίς φημι οὔτε ἡ κατὰ τόπον κίνησις οὐκ αὔξησις οὐ μείωσις οὐδὲ ἄλλο τῶν ἀπηριθμημένων οὐδέν —, ἐξ αὐτῆς τῆς ἐναργείας μικρῷ πρόσθεν ἡμῖν ἀποδέδεικται· ὥστε οὐκ ἔστιν αὐτῷ τῷ εἶναι τῆς κατʼ ἐνέργειαν τῶν σωμάτων ζωῆς ἀρχὴ καὶ αἰτία ἡ ψυχή. εἰ δὲ τῆς καθʼ ἕξιν ζωῆς ἀρχὴν καὶ αἰτίαν ἐξ ἀϊδίου φησὶν τὴν ψυχὴν καὶ ταύτην ἅμα τῷ εἶναι ἐπιφέρειν τοῖς σώμασιν, πρῶτον μὲν οὐδεμία ἕξις οὐδʼ ὅλως δύναμις κίνησίς ἐστιν· εἰ γὰρ ἡ κατʼ ἐνέργειαν αἴσθησις καὶ αὔξησις κίνησις, δηλονότι ἡ καθʼ ἕξιν καὶ ὅλως ἡ κατὰ δύναμιν ἠρεμία ἂν εἴη αἰσθήσεως καὶ αὐξήσεως· οὐ γὰρ ἐκ κινήσεως εἰς κίνησιν ἡ μεταβολὴ γίνεται ἐπὶ τῶν κατʼ εὐθεῖαν κινουμένων ἀλλʼ ἐξ ἠρεμίας εἰς κίνησιν, ὥσπερ οὖν καὶ ἐκ κινήσεως εἰς ἠρεμίαν· καὶ τῶν λοιπῶν ὁ αὐτὸς λόγος· οὐκ ἄρα ἡ κατὰ δύναμιν τῶν σωμάτων ζωὴ κίνησίς ἐστιν, ἠρεμία δὲ μᾶλλον. ὥστε κινήσεως ἀρχὴν εἶναι λέγων τὸ αὐτοκίνητον ὁ Πλάτων οὐκ ἂν εἴη τὴν κατὰ δύναμιν τῶν σωμάτων ζωὴν κίνησιν λέγων. οὐκοῦν οὐκ ἀναγκασθήσεται ἄρα Πλάτων ἐκ τοῦ λέγειν κινήσεως ἀρχὴν εἶναι τὸ αὐτοκίνητον, τὸ δʼ αὐτοκίνητον ἀγένητον εἶναι καὶ ἄφθαρτον καὶ τὸν κόσμον ἀγένητον εἶναι λέγειν καὶ ἄφθαρτον, εἰ μήτε ἡ καθʼ ἕξιν τῶν σωμάτων ζωὴ κίνησίς ἐστιν μήτε αἱ κατʼ ἐνέργειαν ζωτικαὶ αὐτῶν κινήσεις ἀίδιοί εἰσιν. ὥστε, καθὸ δύναταί ποτε κινεῖν τὸ σῶμα ἡ ψυχή, ἀρχὴν εἶναι κινήσεώς φησιν αὐτὴν καὶ οὐ, καθὸ ἀϊδίως κινεῖ· ἄλλως γὰρ συμφωνεῖν ἡ Πλάτωνος ὑπόθεσις τῇ φύσει τῶν πραγμάτων οὐ δύναται, ὡς ἀπεδείξαμεν. ὥστε, εἰ δεῖ τὸν Πλάτωνα μήτʼ ἀσυλλόγιστα συλλογίζεσθαι, ἀεὶ μὲν δυνάμει ἀρχὴν εἶναι κινήσεως λέγειν τὸ αὐτοκίνητον, οὐκ ἀεὶ δὲ ἐνεργείᾳ.

`265–267`

ιʹ. Εἰ δέ τις καὶ κίνησιν τὴν καθʼ ἕξιν τῶν σωμάτων ζωὴν συγχωρήσειεν ἢ εἶναι ἢ λέγεσθαι, ὡς τῷ Πρόκλῳ δοκεῖ, ἔστιν τὸν λόγον ἄνωθεν ἀναλαβόντας ἁπλῶς εἰπεῖν, ὡς οὐδʼ ὅλως τῆς τοιαύτης τῶν σωμάτων ζωῆς οὔτε τῆς καθʼ ἕξιν οὔτε τῆς κατʼ ἐνέργειαν ἡ λογικὴ ψυχὴ τοῖς σώμασιν αἰτία οὖσα φαίνεται· εἰ γὰρ ἐξ αὐτῆς ἐφοίτα τοῖς σώμασιν ἡ αἴσθησις ἢ ἡ κίνησις ἢ ἄλλη τις τῶν ἐν τοῖς σώμασιν ἐνθεωρουμένων ζωτικῶν δυνάμεων ἢ ἐνεργειῶν, καθʼ ἃς τὰ σώματα ζῆν λέγεται, οὐδὲν ἂν ἔζη λογικῆς μὴ μετέχον οὐσίας· νῦν δὲ καὶ τὰ ἄλογα τῶν ζῴων λογικῆς ἀμοιροῦντα ψυχῆς πασῶν τῶν εἰρημένων ζῴων καὶ καθʼ ἕξιν καὶ κατʼ ἐνέργειαν μετέχοντα φαίνεται, πολλὰ δὲ καὶ τρανέστερόν τε καὶ ἀκριβέστερον αἰσθάνεταί τε καὶ τῶν ἄλλων τῆς ψυχῆς μετέχει δυνάμεων. δῆλον οὖν, ὅτι οὐ παρὰ τῆς λογικῆς τῶν ψυχῶν οὐσίας ἡ τοιαύτη ζωὴ τοῖς σώμασιν ἐπιγίνεται. τοσοῦτον δὲ μόνον παρὰ τῆς λογικῆς ψυχῆς ἐφήκει τοῖς αὐτῆς μετέχουσι τὸ τὴν ἄλογον ὑπʼ αὐτῆς ζωὴν ῥυθμίζεσθαί τε καὶ τάττεσθαι καὶ τοῦτό ἐστιν ζωὴ λογικὴ ἡ τῶν παθητικῶν δυνάμεων τῆς ἀλόγου ψυχῆς κατὰ λόγον εὔτακτος κίνησις· καὶ ὥσπερ ἐπὶ ξυνωρίδος ἵππων, ἣν δὴ καὶ Πλάτων εἰκόνα τῆς ἡμετέρας ψυχῆς παρέλαβεν, τοῦ μὲν ἁπλῶς τὸ σῶμα κινεῖσθαι οἱ ἵπποι εἰσὶν αἴτιοι, τῆς δὲ τεχνικῆς καὶ εὐρύθμου κινήσεως ὁ ἐφεστηκὼς ἡνίοχος, οὕτω δήπου καὶ ἐφʼ ἡμῶν τοῦ μὲν ἁπλῶς ζῆν τὰ ἡμέτερα σώματα ἡ ἄλογος ψυχὴ αἰτία καθέστηκεν, τῆς μέντοι τάξεως καὶ ἐμμελείας τῆς κατὰ τὴν κίνησιν τῶν παθητικῶν δυνάμεων ὁ λόγος αἴτιος. εἰ δὲ ἐπὶ τῶν καθʼ ἕκαστον ζῴων οὐκ ἀμέσως ἡ λογικὴ ψυχὴ προσπελάζει τῷ σώματι οἱονεὶ συνδέσμου τῆς ἀλόγου χρείᾳ δυνάμεως, διʼ ἧς τὸ σῶμα ζωοποιούμενον ἐπιτήδειον εἰς ὑποδοχὴν τῆς λογικῆς ψυχῆς γίνεται, ἀνάγκη δήπου πᾶσα, καὶ εἴ τις τῷ οὐρανίῳ σώματι λογικὴ ψυχὴ ἐφέστηκεν, πολλῷ μᾶλλον μηδʼ αὐτὴν ἀμέσως τῷ οὐρανίῳ προσπελάζειν σώματι, μεσότητι δὲ τῇ ἀλόγῳ χρῆσθαι δυνάμει, διʼ ἧς τῷ οὐρανίῳ σώματι ἡ παρὰ τῆς λογικῆς ψυχῆς ἔλλαμψις γίνεται· οὐ γὰρ δύναται τὰ σώματα αὐτὰ καθʼ αὑτὰ ζωῆς καὶ αἰσθήσεως ἀμοιροῦντα ἀμέσως ὑπὸ λογικῆς ψυχῆς καταλάμπεσθαι, ὥσπερ οὐδὲ τὸ ἡμέτερον ὄμμα ἄνευ τοῦ μεταξὺ διαφανοῦς τὰς ἡλιακὰς ἀκτῖνας εἰσδέχεσθαι. ταῦτα δὲ καὶ αὐτοῖς τοῖς Ἑλλήνων σοφοῖς ἀρέσκοντα λέγομεν. εἰ τοίνυν ἡ ἄλογος ψυχὴ τῆς ζωῆς ἐστιν αἰτία τοῖς σώμασιν, δῆλον ὅτι, εἰ καὶ ἀρχὴ εἴη κινήσεως τὸ αὐτοκίνητον, τουτέστιν ἡ λογικὴ ψυχή, οὐ πάσης κινήσεώς ἐστιν ἀρχή, μόνης δὲ τῆς τεταγμένης τε καὶ μετὰ λόγου· ἐπεὶ καὶ ἐν τοῖς ἀψύχοις ἡ φύσις τῆς ἐν αὐτοῖς κινήσεώς ἐστιν ἀρχή, εἴπερ ἡ φύσις, ὡς Ἀριστοτέλει δοκεῖ, ἀρχὴ κινήσεώς ἐστιν καὶ ἠρεμίας· ἡ γὰρ ἐν τῷ πυρὶ φύσις ἀρχή ἐστιν καὶ αἰτία τῆς ἐπὶ τὸ ἄνω τοῦ πυρὸς κινήσεως καὶ ἡ ἐν τῷ ὕδατι τῆς ἐπὶ τὸ κάτω· καὶ παντί που δῆλον, ὡς οὐχ ὑπὸ λογικῆς ψυχῆς τὰ ἄψυχα κινεῖται, εἴπερ μηδὲ τῶν ζῴων τὰ ἄλογα. ὥσπερ οὖν ἀρχὴ μέν ἐστιν τῆς τεχνικῆς τοῦ ἅρματος κινήσεως ὁ ἡνίοχος, ὁμοίως δὲ καὶ τοῦ πλοίου ὁ κυβερνήτης, ἁπλῶς δὲ τῆς τούτων κινήσεως οὐδέτερος αἴτιος, οὔτε μὴν ἅμα τῷ εἶναι τὸν ἡνίοχον ἢ τὸν κυβερνήτην τὸ ἅρμα ἢ τὸ πλοῖον εἶναι ἀνάγκη — ἐνδέχεται γὰρ τοῦ καθʼ ἕξιν κυβερνήτου καὶ ἡνιόχου ὄντος μήτε τὸ πλοῖον εἶναι μήτε τὸ ἅρμα —, οὕτω δὴ καὶ τὴν λογικὴν ψυχὴν ἀρχὴν οὖσαν κινήσεως οὐ πάσης ἀλλὰ τῆς τῷ λόγῳ πρεπούσης οὐδεμία ἔσται ἀνάγκη ἅμα τῷ εἶναι ψυχὴν λογικὴν καὶ τὸ ὑπʼ αὐτῆς κινούμενον σῶμα.

`268`

αιʹ. Ἔμπαλιν γὰρ ἔχει τὸ ἀναγκαῖον· τῇ γὰρ ἀναιρέσει τῆς ψυχῆς καὶ τὰ ὑπʼ αὐτῆς κινούμενα συναναιρεῖται σώματα, ἐπειδὴ καὶ τῶν ἐμψύχων ὑπαρχόντων σωμάτων καὶ τὴν ψυχὴν εἶναι ἀνάγκη, οὐ τῇ ψυχῇ πάντως καὶ τὸ ἔμψυχον ἕπεται· ἀθανάτου γὰρ εἶναι τῆς ψυχῆς πεπιστευμένης τὰ ἔμψυχα γινόμενα φαίνεται καὶ φθειρόμενα. οὕτω γοῦν καὶ ὁ Πλάτων ἐν τῷ Φαίδρῳ οὐ τῇ ὑπάρξει τῆς ψυχῆς συνυπάρχειν ἐξ ἀνάγκης καὶ τὸν οὐρανὸν ἀπεφήνατο, ἀλλʼ ἅμα τῇ ἀναιρέσει αὐτῆς εὐθὺς καὶ τὴν ἐξ αὐτῆς τῷ παντὶ τάξιν ἐφήκουσαν εἰς σύγχυσιν ἄγεσθαι· λέγει γοῦν ἐπὶ λέξεως ἐν τῷ εἰρημένῳ διαλόγῳ ταῦτα «οὕτω δὴ κινήσεως μὲν τὸ αὑτὸ κινοῦν. τοῦτο δὲ οὔτε ἀπόλλυσθαι οὔτε γίνεσθαι δυνατόν, ἢ πάντα τε οὐρανὸν πᾶσάν τε γῆν εἰς ἓν ξυμπεσοῦσαν στῆναι καὶ μήποτε αὖθις ἔχειν, ὅθεν κινηθέντα γένηται». ἐπιστῆσαι γὰρ χρή, ὡς μήτε ἀπόλλυσθαι μήτε γίνεσθαι δυνατὸν εἶναι εἰπὼν τὸ αὐτοκίνητον οὐ τὰ τῇ γενέσει τοῦ αὐτοκινήτου ἑπόμενα ἀλλὰ τὰ τῇ ἀπωλείᾳ ἐπήγαγεν· συμβήσεται γάρ, φησίν, πάντα οὐρανὸν καὶ πᾶσαν γῆν εἰς ἓν ξυμπεσοῦσαν στῆναι καὶ μήποτε αὖθις ἔχειν, ὅθεν κινηθέντα γενήσεται· τοῦτο γὰρ οὐ τῇ γενέσει τοῦ αὐτοκινήτου ἕπεται — γινόμενον γὰρ τὸ αὐτοκίνητον καὶ ἀρχὴν κινήσεως δίδωσιν πάλιν τοῖς κινουμένοις, ὅθεν κινηθέντα γένηται —, εἰ μέντοι ἀπόλοιτο τὸ αὐτοκίνητον, ἅτε δὴ τῆς ἀρχῆς ἀπολλυμένης οὔτε τι ἕξει, ὅθεν ὑπάρξει τὰ ἐξ αὐτῆς ὑφιστάμενα. τοῦτο δὲ οὐ μόνον ἐκ τῆς Πλατωνικῆς ἀποφάνσεως ἀλλὰ καὶ ἐκ τῆς λογικῆς ἀκολουθίας καὶ ἐξ αὐτῆς τῆς τῶν πραγμάτων φύσεως δῆλον καθέστηκεν· τῆς γὰρ ψυχῆς ἀθανάτου πεπιστευμένης εἶναι, ὡς εἴρηται, οὐκ ἀνάγκη καὶ τὰ ἡμέτερα σώματα εἶναι ἀθάνατα. ὥστε οὐ πάντως τῇ ὑπάρξει τῆς ψυχῆς συνυπάρχειν καὶ τὸ ὑπʼ αὐτῆς κινούμενον σῶμα ἀνάγκη. καὶ εἰ ἕπεται ἐξ ἀνάγκης τῇ ὑπάρξει τοῦ ἐμψύχου σώματος ἡ ψυχή, ἀκολουθήσει πάντως κατὰ τὰς λογικὰς μεθόδους τῇ σὺν ἀντιθέσει ἀντιστροφῇ οὐ τῇ ὑπάρξει τῆς ψυχῆς ἡ τοῦ σώματος ὕπαρξις ἀλλὰ τῇ ἀνυπαρξίᾳ τῆς ψυχῆς ἡ ἀνυπαρξία τοῦ σώματος. οὐδεμία ἄρα ἀνάγκη τῷ ἀγένητον εἶναι λέγοντι τὴν ψυχὴν καὶ τὸν κόσμον λέγειν ἀγένητον.

`269–271`

βιʹ. Ἐπειδὴ δὲ ὥσπερ τινὰ ἀνάγκην ὁ Πρόκλος ἐπιθεῖναι τῷ λόγῳ βουλόμενος αὐτῷ τῷ εἶναί φησιν τὴν ψυχὴν ἀπροαιρέτως ἀρχὴν καὶ αἰτίαν εἶναι τῆς τῶν σωμάτων ζωῆς καὶ κινήσεως, φέρε δὴ καὶ τοῦτο ἐπισκεψώμεθα. καὶ συγκεχωρήσθω παρʼ ἡμῶν, κἂν μὴ τοῦτο λέγῃ Πλάτων, αὐτῷ τῷ εἶναι τὰς λογικὰς ψυχὰς ἀπροαιρέτως ἀρχὰς εἶναι τῆς τῶν σωμάτων ζωῆς καὶ κινήσεως· λέγω δὴ αὐτῷ τῷ εἶναι οὐχ, ὅτι ἐν τούτῳ τὸ εἶναι καὶ τὴν οὐσίαν ἔχουσιν αἱ ψυχαὶ ἐν τῷ ἀρχαὶ εἶναι κινήσεως — αὕτη γὰρ ἤδη ἐλήλεγκται ἡ ὑπόθεσις· ὑπόκειται δὲ νῦν ἡμῖν κατʼ ἄλλο μὲν τὸ εἶναι ἔχειν τὴν ψυχήν, κατʼ ἄλλο δὲ τὸ ἀρχὴν εἶναι κινήσεως —, ἀλλʼ ὅτι, ὡς ὁ ἥλιος ἀπροαιρέτως ἅμα τῷ φανῆναι φωτίζει καὶ τὸ πῦρ ἅμα τῷ παρεῖναι θερμαίνει — εἰ παρῇ δηλονότι τὰ θερμαίνεσθαί τε καὶ φωτίζεσθαι δυνάμενα· οὐ γὰρ ἐν τούτῳ οὐσίωται τὸ πῦρ ἐν τῷ θερμαίνειν οὐδὲ ὁ ἥλιος ἐν τῷ φωτίζειν, παρόντων δὲ τῶν δεκτικῶν ἀπροαιρέτως φωτίζει τε καὶ θερμαίνει τό τε πῦρ καὶ ὁ ἥλιος —, κατὰ τὸν αὐτὸν δὴ τρόπον ὑποκείσθω καὶ οἷς ἂν ἡ λογικὴ ψυχὴ παραγένηται αὐτῷ τῷ εἶναι ἀβουλήτως ζωὴν ἐπιφέρειν καὶ κίνησιν. τούτου δὲ οὕτως ἔχοντος ποία ἀνάγκη, εἰ ἀγένητος εἴη ἡ ψυχή, ἀγένητον εἶναι καὶ τὸ κινούμενον ὑπʼ αὐτῆς σῶμα; καὶ γὰρ τὸ φῶς ἅμα τῷ παρεῖναι κινητικόν ἐστιν τοῦ δυνάμει διαφανοῦς, καὶ οὐ πάντως ἅμα τῷ εἶναι τὸ φῶς πᾶν τὸ δυνάμει διαφανὲς καταλάμπεται, ἀλλὰ δηλονότι τὸ ἐν ὑπάρξει ὂν καὶ τοῦτο οὐ πᾶν, ἀλλὰ τὸ τὴν πρὸς τὸ φωτίζον σχέσιν ἀναδεχόμενον· ὑπὲρ γῆν γὰρ ὄντος τοῦ ἡλίου πᾶς ὁ ὑπὸ γῆν ἀὴρ καὶ τὸ ὕδωρ ἐπιπροσθούμενα ὑπὸ τῆς γῆς καὶ τὴν πρὸς τὸ φωτίζον οὐκ ἀναδεχόμενα σχέσιν οὐδεμίαν ἐκ τοῦ φωτὸς ἴσχει κίνησιν οὐδὲ τὸ δυνάμει αὐτῶν διαφανὲς εἰς ἐνέργειαν ἄγεται. ἀλλὰ δὴ καὶ τὰ χρώματα αὐτῷ τῷ εἶναι ἀπροαιρέτως κινητικά ἐστιν τῆς ὄψεως καὶ οἱ ψόφοι τῆς ἀκοῆς καὶ τῶν ἄλλων αἰσθητῶν ἕκαστον αἰσθήσεώς τινός ἐστιν αὐτῷ τῷ εἶναι κινητικόν, ἀλλʼ οὐχ ἅμα τῷ εἶναι χρῶμα εὐθὺς καὶ ὄψιν τινὰ ὑπʼ αὐτοῦ κινεῖσθαι ἀνάγκη οὐδʼ ἅμα τῷ εἶναι ψόφον ἀνάγκη ἀκοήν τινα ὑπὸ τοῦ ψόφου κινεῖσθαι καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως· τὰ γὰρ ἐν βυθῷ ἢ ὑπὸ γῆν κρυπτόμενα χρώματα, ὁμοίως δὲ καὶ τὰ ἐν σκότῳ περιεχόμενα κινητικὰ μέν ἐστιν κατὰ φύσιν τῶν ὄψεων καὶ αὐτῷ τῷ εἶναι καὶ οὐ προαιρέσει κινεῖ τὰς ὄψεις, ἀλλʼ ὅμως οὐδεμία ὄψις ὑπʼ αὐτῶν κινεῖται· οὐ γὰρ ἐν τούτῳ ἔχει τὸ εἶναι τὰ χρώματα ἐν τῷ κινητικὰ εἶναι τῆς ὄψεως, ἀλλʼ ὑφέστηκε μὲν καὶ τὸ εἶναι ἔχει, καθὸ χρώματά ἐστιν — ὅθεν, κἂν μηδέποτε ὁραθῇ, οὐδὲν ἧττόν ἐστιν χρώματα —, συμβέβηκε δʼ αὐτοῖς καθʼ αὑτὸ τὸ κινητικὰ εἶναι τῆς ὄψεως προσβαλλούσης αὐτοῖς δηλονότι καὶ σχέσιν πρὸς αὐτὰ ἀναδεχομένης, ἣν τὸ πάσχον πρὸς τὸ ποιοῦν ἀναδέχεται· ὥσπερ οὖν τὸ ποιοῦν, πρὶν παρῇ τὸ πάσχον, δυνάμει ἐστὶν ποιητικόν — δυνάμει δέ φημι τῇ καθʼ ἕξιν —, οὕτω καὶ τὰ χρώματα μὴ παρούσης ὄψεως δυνάμει ἐστὶν ταύτης κινητικά. καὶ οἱ ψόφοι δὲ ἀπροαιρέτως τῆς ἀκοῆς ὄντες κινητικοί, εἰ ἐν ἐρήμῳ γίνοιντο, ἔνθα μὴ πάρεστίν τι αἰσθήσεως μετέχον, δυνάμει εἰσὶν κινητικοὶ τῆς ἀκοῆς. καὶ τὸ ὀρεκτὸν δὲ αὐτῷ τῷ εἶναι κινητικόν ἐστιν τῆς ὀρέξεως — οἷον φέρε τὸ κάλλος τοῦ ἐραστοῦ —, ἀλλʼ οὐχ ἅμα τῷ εἶναι τὸ ὀρεκτὸν πάντως κινεῖται ὑπʼ αὐτοῦ ἡ ὄρεξις, ἀλλʼ ὅταν αὐτῷ προσβάλῃ καὶ σχέσιν πρὸς αὐτὸ ἀναδέξηται. εἰ τοίνυν μὴ παντὶ τῷ κινητικῷ τινος, κἂν ἀπροαιρέτως καὶ αὐτῷ τῷ εἶναι κινῇ, σύνεστι πάντως καὶ τὸ πεφυκὸς ὑπʼ αὐτοῦ κινεῖσθαι, κακῶς ἄρα ὁ Πρόκλος λαβών, ὅτι ἀγένητόν ἐστιν καὶ ἄφθαρτον τὸ αὐτοκίνητον καὶ τῆς τῶν σωμάτων κινήσεως ἀρχὴ καὶ ὅτι αὐτῷ τῷ εἶναι καὶ οὐ προαιρέσει κινητικόν ἐστιν τῶν σωμάτων, τούτοις φησὶν ἕπεσθαι τὸ καὶ τὸν κόσμον ἀγένητον εἶναι καὶ ἄφθαρτον ὡς ἐξ ἀνάγκης ἅμα τῷ εἶναι τὸ κινητικὸν αἴτιον συνόντος αὐτῷ καὶ τοῦ κινεῖσθαι ὑπʼ αὐτοῦ πεφυκότος· ὅπερ ὡς οὐκ ἔστιν ἀληθές, ἐξ αὐτῶν τῶν πραγμάτων ἀπεδείξαμεν.

`272`

γιʹ. Καὶ αὐτὸς δὲ ἐν τῷ Φαίδρῳ ὁ Πλάτων μόνῳ μὲν τῷ αὐτοκινήτῳ ἕπεσθαι ἔφησεν τὸ ἀγένητόν τε καὶ ἄφθαρτον, τὸ δὲ ἑτεροκίνητον ἅπαν παῦλαν κινήσεώς τε καὶ ζωῆς ἔχειν ἀπεφήνατο· ἔχει δὲ ἡ λέξις οὕτως «ψυχὴ πᾶσα ἀθάνατος· τὸ γὰρ ἀεικίνητον ἀθάνατον· τὸ δὲ ἄλλο κινοῦν καὶ ὑπʼ ἄλλου κινούμενον παῦλαν ἔχον κινήσεως παῦλαν ἔχει ζωῆς· μόνον δὲ τὸ αὑτὸ κινοῦν ἅτε οὐκ ἀπολεῖπον ἑαυτὸ οὐδέποτε λήγει κινούμενον, ἀλλὰ καὶ τοῖς ἄλλοις, ἃ κινεῖται, καὶ τοῦτο πηγὴ καὶ ἀρχὴ κινήσεως». εἰ τοίνυν μόνον ὄντως τὸ αὑτὸ κινοῦν ἅτε δὴ αὐτὸ ἑαυτοῦ μὴ δυνάμενον ἀπολείπεσθαι οὐδέποτε λήγει κινούμενον καὶ διὰ τοῦτό ἐστιν ἀθάνατον, πάλιν δʼ αὖ πᾶν τὸ ὑφʼ ἑτέρου κινούμενον παῦλαν κινήσεως ἔχει καὶ ζωῆς, οὐδὲν δὲ σῶμα αὐτοκίνητόν ἐστιν, ὡς Ἀριστοτέλης μὲν ἔδειξεν, Πλάτων δὲ προαπεφήνατο, ἀλλὰ πᾶν ὑφʼ ἑτέρου κινεῖται, σῶμα δὲ ὁ οὐρανὸς καὶ ὁ κόσμος οὐκ αὐτοκίνητος ὢν ἀλλʼ ὑπὸ ψυχῆς τῆς αὐτοκινήτου κινούμενος καὶ τῷ κινεῖσθαι ὑπʼ αὐτῆς κινῶν ἕτερα, καὶ ὁ κόσμος ἄρα κατὰ Πλάτωνα παῦλαν ἕξει κινήσεώς τε καὶ ζωῆς. καὶ ταῦτα δὴ σύμφωνα τοῖς ἐν Τιμαίῳ εἰρημένοις ὡς «ἐπείπερ ἐγένεσθε, ἄλυτοι μὲν οὐκ ἐστὲ οὐδὲ ἀθάνατοι τὸ πάμπαν». τὸ δὲ παῦλαν ἔχον ζωῆς ἀγένητον εἶναι ἀδύνατον· οὐδὲν γὰρ τῶν φθαρτῶν ἀγένητον — κἂν μὴ φθείρηται κρείττονι τῆς αὐτοῦ φύσεως δυνάμει κρατούμενον —, ἐπεὶ μηδὲ τὸ ἀγένητον φθαρτὸν εἶναι ἐνδέχεται· εἰ γὰρ εἴη τι φθαρτὸν ἀγένητον, καὶ ἀγένητόν τι φθαρτὸν ἔσται ἐξ ἀνάγκης, ὅπερ ἐστὶν ἀδύνατον. οὐκ ἄρα ἀγένητος κατὰ Πλάτωνα ὁ οὐρανός, ἐπεὶ μηδὲ ἄφθαρτος κατὰ φύσιν· οὐκ ἄφθαρτος δέ, ἐπειδὴ παῦλαν ἔχων κινήσεως παῦλαν ἔχει ζωῆς· ζωῆς δὲ καὶ κινήσεως παῦλαν ἔχει διὰ τὸ μὴ εἶναι αὐτοκίνητος ἀλλὰ κινεῖσθαι μὲν ὑπʼ ἄλλου τῆς ψυχῆς, κινεῖν δὲ ἄλλο τὰ ἐντὸς πάντα· ὅθεν, ἵνα μένῃ ἀθάνατός τε καὶ ἀδιάλυτος, ἐπισκευαστὴν αὐτῷ παρὰ τοῦ δημιουργοῦ τὴν ἀθανασίαν ἐπιγενέσθαι φησὶν διὰ τὸ μὴ ἐκ τῆς οἰκείας ἔχειν φύσεως τὸ ἀθάνατον, ὡς διὰ πλειόνων ἐν τῷ ἕκτῳ ἀποδέδεικται.

`273–276`

διʹ. Ἀλλʼ ἐπειδή, ὅπερ ἐν ἀρχῇ ἔλεγον, ἕπεσθαι μὲν τῷ εἶναι τὴν ψυχὴν αὐτοκίνητον ὁ Πρόκλος ἔφησεν τὸ συναΐδιον εἶναι αὐτῇ τὸ κινούμενον ὑπʼ αὐτῆς σῶμα, ἐκ δὲ τῶν πραγμάτων καρτερὸν ἔχων τὸν ἔλεγχον τῷ πάντα γενητὰ φαίνεσθαι καὶ φθαρτὰ τὰ ὑπὸ τῶν ψυχῶν κινούμενα σώματα δέον ἐκ τῶν ὡμολογημένων κατασκευάζειν τὰ ἀγνοούμενα — λέγω δὴ ἐκ τοῦ πάντα ὁρᾶσθαι γινόμενα καὶ φθειρόμενα τὰ ὑπὸ τῶν ψυχῶν κινούμενα σώματα συλλογίζεσθαι ἐντεῦθεν, ὡς οὐδὲ τὸ τοῦ κόσμου σῶμα ἀγένητον εἴη ἂν καὶ ἄφθαρτον — αὐτὸς τὴν φύσιν τῆς ἀποδείξεως παρατρέπων ἐκ τῶν ἀδήλων τὰ ἄδηλα συλλογίζεται — λαβὼν γὰρ ἀναποδείκτως τὸ δεῖν ἅμα τῷ εἶναι τὴν ψυχὴν εἶναι πάντως καὶ τὸ κινούμενον ὑπʼ αὐτῆς σῶμα, ὅπερ οὔτε ἐκ τῆς ἐναργείας οὔτε ἐκ τοῦ λόγου τὸ πιστὸν ἔχει, ἐκ τούτου φησὶν εἶναι δῆλον, ὡς πᾶσα ψυχὴ ἀϊδίῳ πρῶτον ἐπιβέβηκε σώματι καὶ τοῦτο κινεῖ ἀϊδίως, κἂν ἐν φθαρτοῖς γένηται σώμασιν, διὰ τοῦ ἀϊδίου καὶ τὰ φθαρτὰ κινεῖ —, ἴσως μὲν παντὶ δῆλον ὑπάρχει, ὡς ἐληλεγμένου τοῦ ἡγουμένου καὶ τὸ ἑπόμενον συναπελήλεγκται — εἰ γὰρ ἐδείξαμεν, ὡς οὐδεμία ἀνάγκη ἅμα τῷ εἶναι τὴν ψυχὴν εἶναι καὶ τὸ κινούμενον ὑπʼ αὐτῆς σῶμα, δηλονότι οὐδεὶς ἔτι λόγος ἀναγκάσει ἀϊδίῳ πρῶτον τὰς ψυχὰς ἐπιβεβηκέναι σώματι —, οὐδὲν δὲ ἴσως χεῖρον καὶ αὐτὴν καθʼ αὑτὴν τὴν ὑπόθεσιν ταύτην ἐξετάσαι, εἴ που φυσικῆς τινος καὶ ἀναγκαίας ἀκολουθίας ἔχεται τὸ δεῖν πάντως ἀΐδιόν τι σῶμα τῶν ψυχῶν ἐξηρτῆσθαι παντὶ τῷ εἶναι αὐτῶν συμπαρατεινόμενον καὶ τούτῳ πρῶτον ἐπιβεβηκέναι τὰς ψυχὰς καὶ διʼ αὐτοῦ καὶ τὰ φθαρτὰ κινεῖν σώματα. ἀρχὴ δὲ ἡμῖν ἔστω τῆς σκέψεως ἥδε. διττὴ τῶν σωμάτων ἡ κατὰ τόπον ἐστὶν κίνησις ἡ μὲν κατὰ κύκλον ἡ δὲ κατʼ εὐθεῖαν — ἡ γὰρ μικτὴ κίνησις, ἣν καλοῦσιν ἕλικα, οὐ φυσική· οὐδὲν γὰρ ἔστιν σῶμα ὑπὸ φύσεως ἑλικοειδῆ κινούμενον κίνησιν, ὡς προϊόντων ἐναργὲς ὂν ὅμως δειχθήσεται. τὰ μὲν οὖν κατʼ εὐθεῖαν κινούμενα σώματα γενητὰ εἶναι καὶ φθαρτὰ μετὰ τῆς ἐναργείας καὶ οἱ τῶν Ἑλλήνων ἅπαντες σοφοὶ ἀπεφήναντο· οὐδὲν γὰρ ἔστιν ἰδεῖν σῶμα εὐθυφορούμενον, ὃ μὴ γενέσει πάντως καὶ φθορᾷ ὑποπέπτωκεν. εἴ τι ἄρα ἔστιν σῶμα ἀγένητον καὶ ἄφθαρτον, ἢ πάντῃ ἀκίνητον ἔσται ἤ, εἴπερ ἄρα, τὴν κύκλῳ κινήσεται κίνησιν· συγκεχωρήσθω γὰρ τοῦτο τέως εἶναι ἀμφισβητήσιμον, εἰ τὰ κυκλοφορούμενα τῶν σωμάτων ἀγένητά ἐστιν καὶ ἄφθαρτα. τούτων οὖν οὕτως ἐχόντων εἴπερ ἔστιν σῶμα ἕτερον ὥς φασιν ἀΐδιον, ᾧ πρώτῳ ἡ ψυχὴ ἐπιβέβηκεν, διʼ οὗ τὰ φθαρτὰ κινεῖ σώματα, κινούμενον καὶ αὐτὸ κατὰ τόπον οὕτως κινεῖ τὸ φθαρτὸν σῶμα, ὥσπερ ἡμίονος κινουμένη κινεῖ τὴν ἅμαξαν καὶ ἡ χεὶρ κινουμένη κινεῖ ἄλλο τι, ἢ μένον ἀκίνητον αὐτὸ κατὰ τόπον φυσικῇ δυνάμει κινεῖ τὰ φθαρτὰ σώματα, ὥσπερ ἡ μαγνῆτις λίθος ἠρεμοῦσα κατὰ τόπον κινεῖ τὸν σίδηρον καὶ τὸ ἤλεκτρον τὰ κάρφη. εἰ μὲν οὖν ἀκίνητον ὂν φυσικῇ δυνάμει κινεῖ, οὐ ποτὲ μὲν κινήσει ποτὲ δὲ οὐ κινήσει, ἀλλʼ ἀεὶ κινήσει, ἕως ἂν παρῇ καὶ σχέσιν ἔχει πρὸς αὐτὸ τὸ κινούμενον ὑπʼ αὐτοῦ σῶμα· τοιαῦται γὰρ αἱ ἐν τοῖς σώμασιν φυσικαὶ δυνάμεις δραστήριοι· καὶ γὰρ ἡ μαγνῆτις λίθος ἀεὶ τὸν παρακείμενον ἕλκει σίδηρον, ἕως ἂν ἡ ἐν αὐτῇ φυσικὴ δύναμις μὴ ἐξασθενῇ ἀλλὰ σῴζηται, καὶ τὸ ἤλεκτρον ὁμοίως τὰ κάρφη καὶ τὸ θερμὸν ἀεὶ τοῦ ὑγροῦ ἐστιν ἑλκτικὸν καὶ τὸ ψυχρὸν ἀεὶ πυκνοῖ τὰ πλησιάζοντα. εἰ δὲ ἐκεῖνο ἀεὶ κινεῖ, καὶ τὰ φθαρτὰ σώματα ἀεὶ κινηθήσεται· ὡς γὰρ κινεῖ τὸ κινοῦν, οὕτως καὶ τὸ κινούμενον κινεῖσθαι ἀνάγκη. ἀλλʼ οὐκ ἀεὶ τὰ φθαρτὰ κινεῖται σώματα. εἰ οὖν μὴ ἀεὶ κινητά ἐστιν τὰ φθαρτὰ σώματα, ἀλλὰ ποτὲ μὲν κινεῖται ποτὲ δὲ ἠρεμεῖ, δηλονότι οὐδὲ ἐκεῖνο ἀεὶ κινεῖ. εἰ δὲ μὴ ἀεὶ κινῇ, οὐδὲ φυσικῇ δυνάμει· καὶ γὰρ ἄλλως οὐκέτʼ ἂν ἡ ψυχὴ διʼ ἐκείνου τοῦ σώματος ἐκίνει, εἴπερ φυσικῇ δυνάμει μένον ἀκίνητον ἐκίνει τὰ φθαρτὰ σώματα, ἀλλʼ αὐτόθεν ἐκεῖνο ἦν τὸ πρῶτον αἴτιον τῆς τῶν φθαρτῶν σωμάτων κινήσεως, ὡς ἡ μαγνῆτις πρώτως αἰτία ἐστὶ τῆς τοῦ σιδήρου κινήσεως καὶ οὐχ ὑπὸ ψυχῆς κινουμένη κινεῖται. εἰ δὲ μὴ φυσικῇ δυνάμει κινεῖ, λείπεται κινούμενον αὐτὸ ὑπὸ ψυχῆς κατὰ τόπον οὕτως κινεῖν τὸ φθαρτὸν σῶμα, ὥσπερ ἡμίονος κινουμένη ὑπὸ ψυχῆς κινεῖ τὴν ἅμαξαν ἢ ἕτερόν τι. εἰ δὲ κινούμενον κινεῖ, ἢ ἐπʼ εὐθείας κινούμενον ὑπὸ ψυχῆς οὕτω κινεῖ ἢ κύκλῳ. κύκλῳ μὲν οὖν κινεῖσθαι ἐκεῖνο τὸ σῶμα καὶ οὕτω κινεῖν ἐπʼ εὐθείας τὸ φθαρτὸν ἀδύνατον· εἰ γὰρ τῷ κινεῖσθαι κινεῖ, ὤσει δηλονότι κινεῖ καὶ βίᾳ· κύκλῳ δὲ κινούμενον περὶ τὸ ἑαυτοῦ κέντρον μένον ἀκίνητον κινεῖται, ὥστε οὐ μεταβάλλει ὅλον ἐξ ὅλου τὸν τόπον. πῶς οὖν κινοῦν μεθίστησι κατʼ εὐθεῖαν ἀπὸ τόπου εἰς τόπον ὅλον καθʼ ὅλον αὐτὸ τὸ φθαρτὸν σῶμα; τὸ γὰρ τῇ ἑαυτοῦ κινήσει ἄλλο κινοῦν καὶ ἀπὸ ἑτέρου εἰς ἕτερον μετάγον τόπον τῷ αὐτὸ μεταβαίνειν τόπον ἐκ τόπου οὕτω κἀκεῖνο αὐτὸ ἑαυτῷ συμμεταβάλλει· μεθιστάμενοι γοῦν κατὰ τόπον οἱ ἵπποι συμμεθιστῶσιν τὸ ἅρμα καὶ τὸν ἡνίοχον. ἀλλὰ δὴ καὶ ἣν κινεῖται τὸ κινοῦν κατʼ εἶδος κίνησιν, τὴν αὐτὴν κινεῖ τὸ κινούμενον· ὁ γοῦν οὐρανὸς τῇ ἰδίᾳ κινήσει συμπεριάγων τὸν ὑποκείμενον αἰθέρα κύκλῳ καὶ αὐτὸν συμπεριάγει· τὴν γὰρ κίνησιν τοῖς τῇδε τὴν κατʼ ἀλλοίωσίν τε καὶ γένεσιν δυνάμει μᾶλλον καὶ τῇ τοιᾷδε τῶν κατʼ οὐρανὸν σχέσει καὶ οὐχ ἁπλῶς τῇ περιδινήσει ψιλῇ παρέχεται· τῷ γὰρ πλησιάσαι τισὶν θερμαίνει ταῦτα ὁ ἥλιος καὶ ψύχει πάλιν ἀφιστάμενος· νῦν δʼ ἡμῖν περὶ μόνης ἐστὶν τῆς κατὰ τόπον ὁ λόγος κινήσεως. ἀλλὰ δὴ καὶ τὸ πνεῦμα κατʼ εὐθεῖαν κινούμενον τὴν αὐτὴν κινεῖ τὴν ναῦν καὶ ἡμίονος ὁμοίως τὴν ἅμαξαν· τὸ γὰρ εἶδος τὸ αὐτὸ τῆς κινήσεως, εἰ καὶ τρόπος διάφορος· λέγω δὲ τρόπον κινήσεως, ὅτι ἡ μὲν ἡμίονος διὰ σκελῶν κινεῖται, διὰ τροχῶν δὲ ἡ ἅμαξα.

`277–278`

ειʹ. Ἀλλʼ οὐδὲ ἡ τῶν τροχῶν, ὡς ἄν τις οἰηθείη, κίνησις διάφορός ἐστιν κατʼ εἶδος· κύλισις γάρ, οὐ κυκλοφορία ἡ τῶν τροχῶν ἐστιν κίνησις, ἡ δὲ κύλισις τρόπον τινὰ εὐθυφορία ἐστὶν καὶ αὐτή, ὡς εἴ τις περιφερῆ λίθον ἐπί τι κάταντες φερόμενον ἐπινοήσειεν· τὸ σχῆμα γὰρ τοῦ διαφόρου τρόπου τῆς κινήσεως αἴτιον, οὐ τὸ εἶδος διάφορον τῆς κινήσεως· εἰ γοῦν τις τῶν τροχῶν μεταβάλοι τὸ σχῆμα, καὶ ὁ τρόπος τῆς εὐθυφορίας συμμεταβάλλεται. δηλοῖ δὲ καὶ τὸ μέγεθος, ἐφʼ οὗ ἡ κύλισις γίνεται, ἐπʼ εὐθείας τεταμένον ὑπάρχον· ὥστε κατʼ εὐθεῖαν τὰ κυλιόμενα κινεῖται· ὥστε καὶ ἡ κύλισις εὐθυφορία ἐστὶν τῷ τρόπῳ μόνον τῆς κινήσεως διαφέρουσα, ὥσπερ καὶ τὰ διὰ σκελῶν βαδίζοντα τῷ τρόπῳ μόνον διαφέρει τῶν ἑρπόντων ἢ συρομένων· ἀμέλει γοῦν οὐδὲν τῶν κατὰ φύσιν κυκλοφορουμένων κυλίεται. ὥστε, εἰ τὸ φθαρτὸν σῶμα κατʼ εὐθεῖαν κινεῖται, τῇ δὲ τοῦ ἀγενήτου καὶ ἀφθάρτου σώματος ὥς φασι κινήσει τὸ φθαρτὸν κινεῖται, ἀδύνατον ἄρα κύκλῳ κινούμενον ἐκεῖνο οὕτως κατʼ εὐθεῖαν κινεῖν τὸ φθαρτὸν σῶμα· οὐ γὰρ ὅλον μεταβαίνει τὸν τόπον τὸ κύκλῳ κινούμενον. καὶ ἐπειδὴ οὐ μόνον καθʼ ὅλον αὐτὸ τὸ φθαρτὸν κινεῖται σῶμα ἀλλὰ καὶ κατὰ μέρη, ὡς ὅταν χεῖρά τις κινῇ μόνην ἢ δάκτυλον μόνον ἢ πόδα ἢ κεφαλήν, λεγέτωσαν οἱ σοφοί, τίς ὁ τρόπος τῆς τοῦ μέρους κινήσεως· εἰ γὰρ κύκλῳ κινούμενον τὸ ἀΐδιον σῶμα τῇ ἑαυτοῦ κινήσει ὅλον κινεῖ τὸ φθαρτὸν σῶμα, τίς ὁ λόγος τῆς τοῦ μέρους κινήσεως; οὐ γὰρ κατὰ τὴν αὐτὴν αἰτίαν τό τε ὅλον κινεῖται καὶ τὸ μέρος· εὔλογον δὲ φαίνεται καὶ ἀναγκαῖον, ὥσπερ ἡ τοῦ ὅλου κυκλοφορία τὸ ὅλον κινεῖ, οὕτω δήπου μέρος τι τοῦ ἀϊδίου κινούμενον μέρος τι τοῦ φθαρτοῦ κινεῖν· ἀλλʼ ἀδύνατον μέρος τι καθʼ αὑτὸ τῶν κύκλῳ κινουμένων χωρὶς τοῦ ὅλου κινεῖσθαι· πόθεν οὖν τὰ μέρη τοῦ φθαρτοῦ κινεῖται σώματος; οὐ γὰρ οἷόν τε τῇ τοῦ ὅλου κινήσει τὸ μέρος τοῦ φθαρτοῦ κινεῖσθαι· εἰ γὰρ τῇ τοῦ ἀϊδίου ὅλου κινήσει οἱονεὶ ὠθούμενον τὸ φθαρτὸν σῶμα κινεῖται, συνεχὲς δέ ἐστιν αὐτὸ ἑαυτῷ τὸ φθαρτόν, ἀνάγκη πᾶσα ἅμα τῇ ἐκείνου κινήσει ὠθούμενον τὸ φθαρτὸν ὅλον καθʼ ὅλον αὐτὸ κινεῖσθαι. πῶς οὖν τὸ μέρος τοῦ φθαρτοῦ κινεῖται σώματος τοῦ ὅλου ἀκινήτου μένοντος, λέγειν οὐχ ἕξουσιν. εἰ οὖν ἀνάγκη μέν, ὥσπερ τὸ ὅλον τῷ ὅλῳ, οὕτως καὶ τὸ μέρος τῷ μέρει κινεῖσθαι, τὸ δὲ μέρος ὑπὸ τοῦ μέρους κινεῖσθαι ἀδύνατον, ἐπεὶ μὴ ἐνδέχεται τῶν κύκλῳ κινουμένων μέρος τι καθʼ αὑτὸ τοῦ ὅλου ἠρεμοῦντος κύκλῳ φέρεσθαι, οὐδʼ ἄρα ἡ τοῦ ὅλου κυκλοφορία τὸ φθαρτὸν ὅλον κινεῖ. ὥστε ἀδύνατόν ἐστιν κύκλῳ κινούμενον ἐκεῖνο τὸ σῶμα κινεῖν τὸ φθαρτὸν κατʼ εὐθεῖαν.

`279–280`

ϛιʹ. Λείπεται ἄρα, εἴπερ ὅλως ἔστιν ἐκεῖνο τὸ σῶμα, κατʼ εὐθεῖαν κἀκεῖνο κινεῖσθαι. εἰ δὲ κατʼ εὐθεῖαν κἀκεῖνο κινεῖται, ἢ κατὰ φύσιν αὐτῷ ἡ κατʼ εὐθεῖαν ὑπάρξει κίνησις ἢ οὐ κατὰ φύσιν. εἰ μὲν οὖν κατὰ φύσιν ἐστὶν αὐτῷ ἡ κατʼ εὐθεῖαν κίνησις, ἐπειδὴ οὐδὲν εὐθυφορούμενον σῶμα ἀγένητόν ἐστιν καὶ ἄφθαρτον, οὐδὲ ἐκεῖνο ἀγένητον ἔσται καὶ ἄφθαρτον. εἰ δὲ μὴ κατὰ φύσιν ἐπʼ εὐθείας κινεῖται, ἢ ὑπὲρ τὴν ἑαυτοῦ φύσιν ἐπʼ εὐθείας κινεῖται ἢ παρὰ φύσιν καὶ βίᾳ. ὑπὲρ φύσιν μὲν οὖν ἀδύνατον· τὰ γὰρ ὑπὲρ φύσιν ὑπάρχοντά τισιν τοῖς κρείττοσιν αὐτῶν κατὰ φύσιν ὑπάρχει, ὥσπερ ἡ κύκλῳ κίνησις ὑπὲρ φύσιν τῷ αἰθερίῳ ὑπάρχουσα σώματι κατὰ φύσιν τῷ κρείττονι, λέγω δὴ τῷ οὐρανίῳ, ὑπάρχει· διὰ τοῦτο γὰρ ὑπὲρ φύσιν τὰ τοιαῦτα λέγεται ὑπάρχειν τισὶν διὰ τὸ ταῖς ὑπερεχούσαις αὐτῶν οὐσίαις κατὰ φύσιν ὑπάρχειν. διὰ τοῦτο καὶ τὰς ἐνθουσιώσας τῶν ψυχῶν καὶ τὴν τοῦ μέλλοντος εἰσδεχομένας πρόγνωσιν ἤ τινων ἄλλων ἀπορρήτων ἐν θεωρίᾳ γινομένας ὑπὲρ φύσιν ἐνεργεῖν φαμεν διὰ τὸ κρειττόνων εἶναι ἢ κατὰ ἄνθρωπον φύσεων τὴν τοιαύτην ἐνέργειαν. εἰ οὖν ἡ κατʼ εὐθεῖαν κίνησις τοῖς φθαρτοῖς σώμασιν κατὰ φύσιν ὑπάρχει, οὐκ ἂν ὑπὲρ φύσιν ἐκείνῳ συνυπάρχειν τῷ σώματι, ᾧ πρώτως τὴν ψυχὴν ἐπιβεβηκέναι φασίν, εἴπερ κρεῖττον ἐκεῖνο τούτου· ἐπεὶ καὶ τὸ ἀΐδιον τοῦ φθαρτοῦ κρεῖττον εἶναι, ἀΐδιον δὲ ἐκεῖνό φασιν. εἰ οὖν μήτε κατὰ φύσιν μήτε ὑπὲρ φύσιν, ἀνάγκη πάντως παρὰ φύσιν καὶ βίᾳ τὴν ἐπʼ εὐθείας ἐκεῖνο κινεῖσθαι κίνησιν. οὐδὲν δὲ σῶμα τὸ παρὰ φύσιν καὶ βίᾳ κινούμενον ἀγένητόν ἐστιν καὶ ἄφθαρτον· πάντα γὰρ τά τε ἐπʼ εὐθείας κινούμενα σώματα — τουτέστιν τὰ μερικά· φημὶ δὲ τόδε τὸ πῦρ καὶ τόδε τὸ ὕδωρ καὶ τῶν ἄλλων ἕκαστον — καὶ ὅσα παρὰ φύσιν κινεῖται — ὥσπερ πάλιν τὰ μερικά· φέρεται μὲν γὰρ τὸ μὲν πῦρ κάτω βίᾳ καὶ παρὰ φύσιν, ἡ δὲ βῶλος ἢ τὸ ὕδωρ τυχὸν ἄνω — καὶ πάντα ἁπλῶς τὰ δεκτικὰ τῆς παρὰ φύσιν κινήσεως γινόμενα ὁρῶνται καὶ φθειρόμενα καὶ οὐδὲν τῶν τοιούτων ἀγένητον ὑπάρχει ἢ ἄφθαρτον. ὥστε οὐδὲ ἐκεῖνο τὸ σῶμα παρὰ φύσιν ἐπʼ εὐθείας κινούμενον ἀγένητον ἔσται καὶ ἄφθαρτον· αὐτὴ γὰρ ἡ εἰς τὸ παρὰ φύσιν ὁδὸς φθορᾶς ἐστιν τοῖς σώμασιν αἰτία καὶ ἀρχή, ἔτι δὲ καὶ τὸ τῆς παρὰ φύσιν κινήσεως αἴτιον. εἰ οὖν ἄλλο, ἢ πάλιν ζητήσωσιν σῶμα ἀγένητον, ὅπερ καὶ τοῦτο κινήσει, καὶ πάλιν περὶ ἐκείνου τὰ αὐτὰ ἀπορήσομεν καὶ οὕτως ἐπὶ τὸ ἄπειρον βαδιεῖται ὁ λόγος, ἢ συγχωρήσουσιν ἐξ ἀνάγκης ἀμέσως τῷ φθαρτῷ τὴν ψυχὴν ἐπιβεβηκέναι σώματι καὶ τοῦτο προσεχῶς κινεῖν· λέγω δὲ ἀμέσως μηδενὸς ἄλλου μεσιτεύοντος ἀϊδίου σώματος· μεσιτεύειν γὰρ τῇ λογικῇ ψυχῇ καὶ τῷ σώματι τήν τε φύσιν καὶ τὰς ἀλόγους δυνάμεις γενητὰς οὔσας καὶ αὐτὰς καὶ φθαρτὰς καὶ ἡμεῖς συγχωροῦμεν.

`281–285`

ζιʹ. Καὶ ἄλλως. εἰ τὸ ἀγένητον ἐκεῖνο σῶμα καὶ ἄφθαρτον κινούμενον ὑπὸ ψυχῆς, ὡς ἡ ὑπόθεσις, εἴτε κατʼ εὐθεῖάν τις βούλοιτο εἴτε κατὰ κύκλον, οὕτω κινεῖ τὰ φθαρτὰ σώματα, πᾶν δὲ σῶμα τῇ ἰδίᾳ κινήσει κινοῦν ἕτερον σῶμα θιγγάνον αὐτοῦ καὶ ἁπτόμενον κινεῖ, καὶ τὸ ἀΐδιον ἄρα ἐκεῖνο θιγγάνον τοῦ φθαρτοῦ καὶ ἁπτόμενον κινεῖ αὐτό. ἀνάγκη οὖν πᾶσα ἢ ἔξωθεν τὸ ἀΐδιον τοῦ φθαρτοῦ θιγγάνειν ἢ ἔσωθεν. ἀλλʼ εἰ μὲν ἔξωθεν αὐτὸ θιγγάνον ἐκίνει, ἔξωθεν ἂν καὶ τὸ αἴτιον ἐφαίνετο τῆς κινήσεως· νῦν δὲ οὐδενὸς ἔξωθεν κινοῦντος αἰσθανόμεθα, τοὐναντίον δὲ τὰ κινητικὰ νεῦρα τοῦ σώματος ἐντὸς εἶναι ὡμολόγηται. ἀλλʼ οὐδὲ συνεχὴς ἂν ἔξωθεν ἦν ἀὴρ πανταχόθεν τῷ ἡμετέρῳ σώματι, εἴπερ ἔξωθέν τι ἦν σῶμα ἕτερον τὸ ἁπτόμενον τοῦ θνητοῦ σώματος καὶ κινοῦν αὐτό. ἀλλὰ δὴ καὶ ἔξωθεν πανταχόθεν τινὸς ἡμῶν συναπτομένου σώματος—ἐνδέχεται γὰρ τοῦτο γενέσθαι, ὡς εἰ νήχοιτό τις ὅλος ὑποβρύχιος ὤν—ἐκεχώριστο ἂν ἐκεῖνο ἡμῶν καὶ οὐκ ἐκίνει ἅτε δὴ μὴ θιγγάνον ἡμῶν ἔξωθεν· οὐ γὰρ ἐνδέχεται ἅμα καὶ τὸ ὕδωρ πανταχόθεν ἡμῶν ἅπτεσθαι καὶ ἕτερόν τι σῶμα· σῶμα γὰρ ἂν ἐχώρει διὰ σώματος, ὅπερ ἀδύνατόν τε εἶναι ὡμολόγηται καὶ ἡμεῖς ἀποδείξομεν ὅσον οὐδέπω. ἀνάγκη οὖν ἢ νηχομένους ὑπὸ ψυχῆς ἀμέσως κινεῖσθαι καὶ οὐχ ὑπʼ ἐκείνου τοῦ σώματος ἔξωθεν ἡμῶν ἁπτομένου καὶ κινοῦντος. ταύτην μὲν οὖν τὴν ὑπόθεσιν ὡς εὐφώρατον παριτέον. εἰ δὲ ἔσωθεν ὂν τοῦ γενητοῦ σώματος τὸ ἀΐδιον συνάπτεται αὐτοῦ, ἀνάγκη πᾶσα ἢ ὅλον διʼ ὅλου κεχωρηκέναι τὸ ἀΐδιον διὰ τοῦ φθαρτοῦ ἢ κατὰ μέρος ἀλλήλων ἅπτεσθαι, μᾶλλον δὲ κατὰ τὰ πέρατα τῶν ἁπτομένων μερῶν, ὥσπερ πάντα τὰ ἁπτόμενα σώματα ἀλλήλων ἅπτεσθαι πέφυκεν. ὅλον μὲν οὖν διʼ ὅλου χωρῆσαι ἀδύνατον· σῶμα γὰρ διὰ σώματος χωρῆσαι τῶν ἀδυνάτων εἶναι τοῖς φυσικοῖς ἀποδέδεικται· οὕτω γὰρ ἂν ἐν κυάθῳ χωρηθείη ἂν ἡ θάλασσα· εἰ γὰρ δυνατὸν δύο ἴσα κυάθια ἐν τῷ αὐτῷ χωρῆσαι, τί κωλύει καὶ τρία καὶ ἄπειρα; καταμετρουμένου γὰρ τοῦ μείζονος ὑπὸ τοῦ ἐλάττονος διὰ τὸ πᾶν πεπερασμένον καταμετρεῖσθαι ὑπὸ παντὸς πεπερασμένου τὴν πᾶσαν θάλατταν ἐνδέχοιτο ἂν ἐν κυάθῳ χωρῆσαι. εἰ οὖν τοῦτο ἄτοπον καὶ ἀδύνατον, ἀδύνατον ἄρα σῶμα διὰ σώματος χωρῆσαι. καὶ οὐχὶ τόδε μᾶλλον τὸ σῶμα διὰ τοῦδε τοῦ σώματος χωρῆσαι ἀδύνατον, ἄλλα δὲ διʼ ἄλλου δυνατόν, ἀλλʼ οὐδὲν διʼ οὐδενὸς οἷόν τε χωρεῖν, εἰ μηδὲ τὰ οὐράνια σώματα χωροῦντα διʼ ἀλλήλων φαίνεται, ἁπτόμενα δὲ μόνον ἀλλήλων· ὅθεν καὶ ἐπιπροσθεῖ τὰ ἄστρα ἀλλήλοις ὡς μὴ μόνων τῶν σωμάτων χωρεῖν διʼ ἀλλήλων ἀδυνατούντων ἀλλὰ μηδὲ τοῦ φωτὸς τῶν ἀνωτέρων διὰ τῶν ὑποκειμένων ἄστρων χωρῆσαι δυναμένου διὰ τὸ μὴ εἶναι διαφανῆ τῶν ἄστρων τὰ σώματα· εἰ γὰρ χωρεῖν αὐτῶν διʼ ἀλλήλων ἐπεφύκει τὰ σώματα, οὐκ ἂν ἐπεπρόσθει ἀλλήλοις ἅμα τοῖς σώμασιν καὶ τοῦ φωτὸς τοῦ ἐν αὐτοῖς τὸ βάθος ὅλον καταλάμποντος· εἰ οὖν τὸ φῶς χωρεῖν διʼ αὐτῶν ἀδύνατον, καὶ τὰ σώματα ἄρα αὐτῶν χωρεῖν διʼ ἀλλήλων ἀδυνατώτερον· ἐπεὶ καὶ τὸ τῆς σελήνης ἡμισφαίριον ἀεὶ ἐκ τῶν τοῦ ἡλίου αὐγῶν φωτίζεσθαι ἀποδεδειγμένου τὸ ἐν τῷ ἡμισφαιρίῳ αὐτῆς γινόμενον φῶς οὐκ ἐξισχύει διὰ τοῦ βάθους αὐτῆς χωρῆσαν καὶ τὸ λοιπὸν αὐτῆς ἡμισφαίριον καταλάμψαι· πεμπταία γοῦν φέρε ἢ ἑβδομαία οὖσα καὶ μέρους αὐτῆς τοῦ πρὸς τὸν ἥλιον νενευκότος πεφωτισμένου, οὗτινος θιγεῖν αἱ ἀκτῖνες αἱ ἡλιακαὶ δύνανται, καὶ τοῦ φωτισθέντος αὐτῆς μέρους πᾶν τὸ ἐπιβάλλον διαφανὲς καταλάμποντος τὸ λοιπὸν αὐτῆς σῶμα φωτίσαι ἀδυνατεῖ ὡς μηδὲ τοῦ ἐπὶ μέρους αὐτῆς φωτὸς διὰ τοῦ βάθους αὐτῆς χωρῆσαι δυναμένου. εἰ οὖν μηδὲ τὸ ὀξύτατόν τε καὶ διιτικὸν φῶς διὰ τῶν σωμάτων τῶν ἄστρων χωρεῖν δύναται, ἐκ πολλοῦ γε τοῦ περιόντος ἀποδέδεικται, ὡς οὐδὲ τὰ σώματα αὐτῶν χωρεῖν διʼ ἀλλήλων δυνήσεται· εἰ γὰρ χωρεῖν διʼ ἀλλήλων ἐπεφύκει τὰ σώματα αὐτῶν, καὶ τὸ ἐν αὐτοῖς φῶς χωρεῖν διὰ τῶν σωμάτων αὐτῶν ἠδύνατο ἄν, εἴ γε ἐν ὑποκειμένοις αὐτοῖς τὸ φῶς ὑφέστηκεν καί, οὗ ἂν ᾖ τὸ ὑποκείμενον, κἀκεῖνο εἶναι ἀνάγκη. εἰ δὲ τὸ φῶς ἀδύνατον διʼ αὐτῶν χωρῆσαι, πολλῷ μᾶλλον τὰ σώματα· ὁ γὰρ προειρημένος ἐπὶ πάντων ἁρμόσει λόγος. ἐνδέχεται γὰρ ἐν τῷ σμικροτάτῳ καὶ ὅ φασιν ἐν κέγχρου ὄγκῳ τὸ τοῦ οὐρανίου συσταλῆναι μέγεθος. ὥστε, εἰ μὴ ἐνδέχεται τὸν τοῦ οὐρανοῦ ὄγκον ἐν ἐλάττονι γενέσθαι, οἷον ἐν τῷ τοῦ ἡλίου ὄγκῳ, οὐδὲ τὰ οὐράνια ἄρα σώματα χωρεῖν διʼ ἀλλήλων ἐνδέχεται. ἥκιστά γε οὖν μάλιστα διά τινος τῶν ὑπὸ σελήνην σωμάτων χωρήσειεν ἂν τὰ οὐράνια, ἐπεὶ μηδὲν τῶν ὑπὸ σελήνην χωρητικόν ἐστιν ἑτέρου σώματος, ὅσῳ καὶ παχύτερά εἰσιν καὶ γεωδέστερα. ὥστε οὐδὲ τὸ ἀγένητον ἐκεῖνο σῶμα χωρεῖν ὅλον διʼ ὅλου τοῦ φθαρτοῦ δυνήσεται σώματος. κατακερματίζεσθαι οὖν ἄμφω ἀνάγκη καὶ τέμνειν ἄλληλα ἐν ἀλλήλοις γινόμενα, ὥσπερ τὰ μιγνύμενα τῶν ὑγρῶν. οὐδέτερον ἄρα συνεχὲς ἔσται οὔτε τὸ ἀΐδιον αὐτὸ ἑαυτῷ οὔτε τὸ φθαρτόν. εἰ οὖν τοῦτο ψεῦδός τε καὶ ἄτοπον καὶ συνεχές ἐστιν αὐτὸ ἑαυτῷ ὅλον τὸ φθαρτὸν σῶμα, εἴπερ καθʼ Ἱπποκράτην «σύμπνοια μία, σύρροια μία, πάντα συμπαθέα», οὐκ ἄρα οὕτως εἶναι ἐνδέχεται ἐν ὅλῳ τῷ φθαρτῷ τὸ ἄφθαρτον σῶμα, ὡς κατακερματίζεσθαι ἄμφω ὑπʼ ἀλλήλων, ὥσπερ τὰ μιγνύμενα τῶν ὑγρῶν σωμάτων. ἔστω δʼ, εἰ βούληταί τις καὶ δυνατὸν εἶναι, ὅλον διʼ ὅλου χωρεῖν τὸ ἀΐδιον διὰ τοῦ φθαρτοῦ σώματος, ὅπερ ἀδύνατον δέδεικται. ἀνάγκη δὴ οὖν καὶ συσχηματίζεσθαι τῷ φθαρτῷ τὸ ἀΐδιον, ὥσπερ τὰ ἐν ἀγγείῳ γινόμενα ὑγρὰ τοῖς δεξαμένοις αὐτὰ συσχηματίζεται. ὥστε τὴν αὐτὴν διοργάνωσιν τῷ φθαρτῷ τὸ ἀΐδιον ἕξει. εἰς τί οὖν ἐν ἑτέροις τοῖς τε παιδουργοῖς μορίοις καὶ τοῖς λοιποῖς χρήσεται τὸ ἀΐδιον; καὶ τοῦ οἰκείου οὖν καὶ κατὰ φύσιν ἐκπεσεῖται σχήματος. ἀλλʼ οἶμαι πάντα λῆρον ὑπερεκπίπτειν τὴν τοιαύτην ὑπόθεσιν· τὸ γὰρ ἀγένητόν τε καὶ ἄφθαρτον ἀνεπίδεκτον εἶναι τῆς ἐπὶ τὸ παρὰ φύσιν τροπῆς ἀνάγκη· πῶς οὖν ἀΐδιον εἶναι δύναιτʼ ἂν τοῦτο τὸ τοῦ κατὰ φύσιν ἐξιστάμενον σχήματος, ἐπὶ τὸ παρὰ φύσιν δὲ μεθιστάμενον; ὥστε καὶ εἰ τῶν ἐνδεχομένων ἦν σῶμα διὰ σώματος χωρεῖν, ἀδύνατον δέδεικται τὸ ἐν τῇ ὑποθέσει ἀΐδιον σῶμα ὅλον διʼ ὅλου χωρεῖν τοῦ φθαρτοῦ. εἰ δὲ μὴ ὅλον διʼ ὅλου τὸ ἀΐδιον τοῦ φθαρτοῦ κεχώρηκεν ἀλλʼ ἔν τινι αὐτοῦ μορίῳ ἵδρυται, πρῶτον μὲν λεγέτωσαν, ἐν τίνι τούτῳ· οὐδὲ γὰρ πλάσαι τις τοῦτο ῥᾳδίως δυνήσεται. ἔστω δʼ εἰ βούλει ἐν μορίῳ τινὶ φέρε εἰπεῖν τῷ ἐγκεφάλῳ ἱδρῦσθαι τὸ ἀΐδιον σῶμα. πῶς οὖν καὶ ἐν τούτῳ ἐστίν; πότερον ἅπτεται αὐτοῦ παρακείμενον ἢ διʼ ὅλου κεχώρηκεν; τὰ αὐτὰ δὲ καὶ περὶ τοῦ μέρους ἁρμόσει ἀπορεῖν, ἅπερ καὶ περὶ τοῦ παντὸς ἠπορήσαμεν. πῶς δὲ καὶ τῶν ἄλλων μερῶν αὐτῶν καθʼ αὑτὸ ποιεῖται τὴν κίνησιν; κινεῖ γὰρ καὶ τοῦ ὅλου ἠρεμοῦντος τὰ μέρη, ὡς εἴρηται. πῶς οὖν ἐν τῷ ἐγκεφάλῳ ὂν κινεῖ τὸν τοῦ ποδὸς δάκτυλον; ἢ γὰρ τὸ ὅλον τῇ τοῦ μέρους ὤσει κινήσει διὰ τὴν συνέχειαν καὶ οὐκ ἔσται τοῦ μέρους ἰδία κίνησις, ἢ ἐκεῖνο μόνον τὸ μέρος κινήσει, οὗ καὶ ἅπτεται, καὶ εἰ τὸ ὅλον οὐ κινηθήσεται οὐδὲ τῶν λοιπῶν μορίων οὐδέν.

`286`

ηιʹ. Πρὸς δὲ τούτοις ἀνάγκη που πᾶσα ἢ τῆς τῶν εὐθυφορουμένων σωμάτων οὐσίας εἶναι ἐκεῖνο τὸ σῶμα ἢ τῆς τῶν κυκλοφορουμένων ἢ ἑτέρας τινὸς παρὰ ταύτας. εἰ μὲν οὖν ἑτέρας εἴη, ἀναπέφηνεν ἡμῖν μετὰ τὴν πέμπτην καὶ ἑτέρα τις ἕκτη σώματος φύσις. καὶ εἰ μὲν ὁμοούσιά εἰσιν ἀλλήλοις ἅπαντα τὰ τῶν λογικῶν ψυχῶν ἀϊδίως ἐξηρτημένα σώματα, δεικνύτωσαν, τίς ἡ τούτων ὁλότης· ἕκαστον γὰρ τῶν μερικῶν καὶ ἁπλῶν σωμάτων ἀπό τινός ἐστιν ἀπεσπασμένον ὁλότητος, οἷον ἥδε ἡ βῶλος ἀπὸ τῆς γῆς καὶ τόδε τὸ ὕδωρ ἀπὸ τῆς τοῦ ὕδατος ὁλότητος· ἀλλʼ οὐχ ἕξουσιν δεικνύειν ἑτέραν τινὰ σώματος ὁλότητα παρὰ τὰ συνεγνωσμένα ἡμῖν τέσσαρα στοιχεῖα καὶ τὸ οὐράνιον. εἰ δὲ μή εἰσιν ἀλλήλοις ὁμοούσια, πολλὰς σωμάτων φύσεις τῷ παντὶ μυθωδέστερον ἐπεισάξουσιν· τίνες οὖν αἱ τούτων διαφοραί; καίτοι εἰ πᾶν σῶμα φυσικὸν αἰσθήσει κρίνεται, ἢ πάσαις ἢ τισὶ ἢ πάντως γοῦν μιᾷ τῇ ἁφῇ—καὶ ὁ οὐρανὸς γοῦν, ὃν ἀγένητον εἶναί φασιν καὶ ἄφθαρτον, ὁρατός τέ ἐστιν, ὥς φησιν ὁ Πλάτων, ἁπτός τε—, εἰ οὖν πᾶν σῶμα αἰσθήσει κρίνεται, οὐδεμίαν δὲ τῶν σωμάτων ἐκείνων διʼ αἰσθήσεως ἀντίληψιν ἔχομεν, τίνι κρίνειν ἔχουσιν τῆς φύσεως αὐτῶν τὴν ἰδιότητα ἢ τὴν πρὸς τὰ λοιπὰ διαφοράν; εἰ γὰρ καὶ ὁ νοῦς ἐστιν τῆς οὐσίας τῶν σωμάτων κριτικός, ἀλλʼ οὐ χωρὶς αἰσθήσεως. ὅθεν ἐν τοῖς περὶ ἀποδείξεως Ἀριστοτέλης ἀπέδειξεν, ὡς ἐκλειπούσης αἰσθήσεως καὶ ἐπιστήμην ἐκλείπειν ἀνάγκη· ὁ γοῦν ἐκ γενετῆς τοῦ ἀκουστικοῦ κριτηρίου ἐστερημένος οὗτος καὶ τῆς κατὰ τὰς ἁρμονίας ἐπιστήμης ἐστέρηται· ὁμοίως ὁ τῶν ὄψεων ἀπὸ γενέσεως ἐστερημένος οὗτος καὶ τῆς ἐν τοῖς χρώμασιν ἐπιστήμης ἐκπέπτωκεν. εἰ τοίνυν μηδεμία πώποτε διʼ αἰσθήσεως τῶν σωμάτων ἐκείνων ἀντίληψις γέγονεν οὐ κεχωρισμένων ὄντων ἀλλʼ ἐν τοῖς θνητοῖς σώμασιν συμπεπλεγμένων, ὥς φασιν, καὶ θιγγανόντων αὐτῶν, ἀνάγκη πᾶσα μηδὲ ἐπιστήμην αὐτῶν εἶναι. πόθεν οὖν δεικνύειν ἔχει τις, ὡς ἔστιν τοιαύτη τις σωμάτων φύσις ἑτέρα παρὰ τὰ συνεγνωσμένα ἡμῖν σώματα, εἰ μήτε διʼ αἰσθήσεως τὴν γνῶσιν αὐτῶν ἔσχον μήτε διʼ ἐπιστήμης, ἐπεὶ μηδὲ διʼ αἰσθήσεως; οὐ γὰρ ἄνευ αἰσθήσεως ἡ τῶν σωμάτων ἐπιστήμη γίνεται. οὐκ ἄρα ἑτέρας εἶναι φύσεως ἐνδέχεται ἐκεῖνα τὰ σώματα παρὰ τὰ συνεγνωσμένα ἡμῖν δʹ καὶ τὸ οὐράνιον.

θιʹ. Εἰ δὲ μὴ ἄλλης εἰσὶν φύσεως, ἢ τῆς αὐτῆς εἰσιν τοῖς τέτρασι πάντως ἢ τῆς τῶν οὐρανίων. ἀλλʼ εἰ μὲν ἢ ἐξ ἑνός εἰσιν τῶν τεσσάρων ἢ καὶ σύνθετα ἐκ τούτων, φθαρτὰ πάντως εἰσὶν ἐξ ἀνάγκης· πᾶν γὰρ σῶμα τῆς τῶν δʹ ὁλότητος ἀπεσπασμένον, εἴτε ἁπλοῦν εἴη εἴτε σύνθετον, φθαρτόν ἐστιν πάντως· οὐδὲν γὰρ τῶν μερικῶν ἀΐδιον· ὥστε κἀκεῖνα γενητὰ ἔσται καὶ φθαρτὰ ἐξ ἀνάγκης. οὐκ ἄρα οὐδὲ ἀϊδίως αὐτὰ τῶν ψυχῶν ἐξηρτῆσθαι ἐνδέχεται. εἴπερ ἄρα ἀΐδιά εἰσιν ἐκεῖνα τὰ σώματα, ἀδύνατον αὐτὰ τῆς τῶν στοιχείων εἶναι φύσεως.

`287–290`

κʹ. Εἰ δὲ τῆς αὐτῆς τοῖς οὐρανίοις εἰσὶν οὐσίας, καὶ οὕτως φθαρτὰ ἔσται διὰ τὸ αὐτὰ ἀπεσπάσθαι τῆς οἰκείας ὁλότητος· ἐπεὶ καὶ τὰς τῶν στοιχείων ὁλότητας ἀϊδίους εἶναι Ἑλλήνων ὑποτίθενται παῖδες, ἀλλʼ ὅμως τὰ τούτων ἀποσπώμενα μέρη καὶ γενέσεως καὶ φθορᾶς ἐν χρόνῳ τετύχηκεν· ὥστε, εἰ καὶ ὁ οὐρανὸς ἀΐδιος ἦν, τὰ τούτου ἀπεσπασμένα μόρια οὐκ ἂν εἶεν ἀΐδια. ἄλλως τε εἰ τῆς αὐτῆς εἴη τοῖς οὐρανίοις οὐσίας ἐκεῖνα τὰ σώματα, δηλονότι κυκλοφορητικὰ ἂν εἴη· τοιαῦτα γὰρ τὰ οὐράνια πάντα σώματα. εἰ δὲ τοῦτο, σφαιροειδῆ κατὰ φύσιν ἔσται ἐξ ἀνάγκης· οὐ γὰρ οἷόν τέ ἐστιν τὰ μὴ σφαιρικὰ κύκλῳ κινεῖσθαι κατὰ φύσιν. εἰ δὲ σφαιρικά ἐστιν, ἐν τοῖς φθαρτοῖς γινόμενα σώμασιν ἢ φυλάττει τὸ φυσικὸν σχῆμα πάντως ἢ οὐ φυλάττει. εἰ μὲν οὖν μὴ φυλάττῃ, εἰς τὸ παρὰ φύσιν σχῆμα πάντως ἐξέπεσεν· πῶς οὖν ἔτι ἀΐδια; οὐδὲν γὰρ τῶν νομιζομένων ἀϊδίων εἶναι σωμάτων, λέγω δὴ τῶν οὐρανίων, ἕως ἂν ᾖ, τὸ κατὰ φύσιν μεταβάλλει σχῆμα. εἰ δὲ φυλάττει, ἐπειδὴ δέδεικται, ὡς ἀδύνατον σῶμα χωρεῖν διὰ σώματος, ἀνάγκη πάντως κενήν τινα χώραν ἐν τῷ φθαρτῷ σώματι σφαιροειδῆ ἀναπλάττεσθαι τὴν ὑποδεχομένην ἐκεῖνο τὸ ἀΐδιον σῶμα· ἀλλʼ οὐδεμία ἔστιν ἐν ἡμῖν κενὴ χώρα φθαρτοῦ σώματος σφαιρικὸν τόπον ἔχουσα, ἀλλʼ οὐδʼ ὅλως ἔστιν τις ἐν ἡμῖν κενὴ χώρα στερεοῦ σώματος, σαρκῶν εἰ τύχοι ἢ ὀστέων ἢ αἵματος, ἥτις οὐκ ἀέρος πάντως ἢ πνεύματος πεπλήρωται· ὥστε πάλιν ἀνάγκη σῶμα χωρεῖν διὰ σώματος. καὶ περὶ τῆς κύκλῳ δὲ κινήσεως ὁ αὐτὸς λόγος· εἰ γὰρ τῶν κυκλοφορουμένων ἐστὶν ἐκεῖνα σωμάτων, συνεχῆ πάντως καὶ ἀδιάκοπον ἕξει τὴν κύκλῳ κίνησιν· πάντα γὰρ τὰ κύκλῳ κινούμενα τοιαῦτά ἐστιν. δεικνύτωσαν οὖν, εἰ ἔστιν τις ἐν ἡμῖν κατὰ κύκλον γινομένη κίνησις· πᾶσα μὲν γὰρ ἐν τοῖς ζῴοις κίνησις αἰσθητὴ κατʼ εὐθεῖαν γίνεται, οἷον ἡ τῆς καρδίας ἢ τῶν ἀρτηριῶν· συστολὴ γὰρ καὶ διαστολὴ εὐθυφορία ἐστίν· καὶ τὸ ψυχικὸν δὲ πνεῦμα διὰ τῶν οἰκείων νεύρων φερόμενον τετρημένων ἐπʼ εὐθείας καὶ αὐτὸ τὴν κατʼ εὐθεῖαν κινεῖται· πόθεν οὖν δεικνύειν ἔχουσιν, εἰ ἔστιν τι σῶμα ἐν ἡμῖν κατὰ κύκλον κινούμενον; εἰ δὲ ἐν τῷ φθαρτῷ γινόμενον τὸ ἀΐδιον πέπαυται τῆς κύκλῳ κινήσεως, τοῦ κατὰ φύσιν πάντως ἐκπέπτωκεν· πῶς οὖν ἀΐδιον; τὸ γὰρ παῦλαν ἔχον κινήσεως παῦλαν ἔχει τῆς ζωῆς, ὡς ἐν τῷ Φαίδρῳ λέγοντος ἠκούσαμεν Πλάτωνος· ὥστε, εἰ τῆς κατὰ φύσιν κινήσεως πέπαυται τὸ αὐγοειδὲς ἐν τῷ φθαρτῷ γινόμενον, καὶ ζωῆς καὶ τοῦ εἶναι πέπαυται. καὶ εἰ πάντα τὰ κύκλῳ κινούμενα σώματα καὶ καθʼ ὅλα καὶ κατὰ μέρη συνεχῆ καὶ ἀδιάκοπον τὴν κύκλῳ κινεῖται κίνησιν, οὐχ οὕτω δὲ ἔχει τὸ πεπλασμένον ὑπʼ αὐτῶν σῶμα, εἴπερ πέπαυται κύκλῳ κινούμενον, οὐκ ἄρα τῶν κυκλοφορουμένων ὑπάρχει σωμάτων· ὥστε οὐδὲ ἀΐδιον. σκοπεῖν δὲ καὶ τοῦτο πρὸς τοῖς εἰρημένοις ἄξιον. ἑκάστῳ σώματι ἴδιόν τινα τόπον ἡ φύσις ἀφώρισεν. τὴν μὲν οὖν γῆν ἐν τῷ μέσῳ τοῦ παντὸς ἀφιδρύσατο, τὸ δʼ ὕδωρ ἐπὶ ταύτῃ, εἶτα τὸν ἀέρα, μετʼ ἐκεῖνον τὸ πῦρ, ἔξω δὲ πάντων τὸ κυκλοφορούμενον σῶμα, λέγω δὴ τὸ οὐράνιον, περιέβαλεν. ὁ αὐτὸς δέ ἐστιν κατὰ φύσιν τόπος τῷ τε παντὶ καὶ τῷ μέρει· ὁ γὰρ τῆς ὅλης γῆς κατὰ φύσιν τόπος οὗτος καὶ τῆς βώλου ἐστὶν κατὰ φύσιν, λέγω δὴ τὸ κέντρον, καὶ ὁ τοῦ παντὸς οὐρανοῦ οἰκεῖος τόπος οὗτος καὶ τοῦ μέρους κατὰ φύσιν, καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως. εἰ οὖν τῆς τῶν κυκλοφορουμένων ἐστὶν οὐσίας, τουτέστιν τῆς τῶν οὐρανίων, τὸ ὥς φασιν ἀΐδιον σῶμα, ᾧ πᾶσαν ψυχὴν ἐπιβεβηκέναι πρώτῳ φησὶν ὁ Πρόκλος, ἀνάγκῃ δήπου καὶ τόπος αὐτῷ κατὰ φύσιν ἔσται, ὅσπερ καὶ παντὶ τῷ οὐρανίῳ ἐστίν, τουτέστιν ὁ πέριξ. οὐκοῦν ἐν τοῖς περὶ γῆν τόποις νῦν τῆς ψυχῆς διαιτωμένης καὶ τὸ φθαρτὸν ἐνταῦθα διοικούσης σῶμα ἀνάγκη καὶ τὸ ἀΐδιον ἐκεῖνο σῶμα τὴν πρὸς τὸ φθαρτὸν ἀναδεξάμενον σχέσιν παρὰ φύσιν νῦν ἐν τοῖς περὶ γῆν ἐνδιαιτᾶσθαι τόποις. ἆρʼ οὖν ἐπανήξουσίν ποτε ἐκεῖνα τὰ σώματα ἐπὶ τὴν οἰκείαν ὁλότητα καὶ τοῦ κατὰ φύσιν τεύξονται τόπου ἢ οὔ; εἰ μὲν οὖν μηδέποτε τῇ οἰκείᾳ ἑνοῦται ὁλότητι μήτε τοῦ κατὰ φύσιν τυγχάνουσιν τόπου, ἐν τῷ παρὰ φύσιν ἔσονται τὸν ἄπειρον χρόνον. ἀλλʼ ἀδύνατον ἐν τῷ παρὰ φύσιν εἶναί τι τὸν ἄπειρον χρόνον· κρεῖττον γὰρ τὸ μὴ εἶναι τοῦ ἀεὶ ἐν τῷ παρὰ φύσιν εἶναι. οὐκοῦν τεύξονται ἐκείνης ποτὲ τῆς θέσεως καὶ τὴν αὐτὴν τοῖς οὐρανίοις χώραν ἐφέξουσιν. ὥστε καὶ πρὶν ἐνταῦθα τὴν ψυχὴν γεγονέναι καὶ τὴν πρὸς τὸ φθαρτὸν σῶμα σχέσιν ἀναδέξασθαι καὶ ἦν πάντως τὸ ἀΐδιον ἐκεῖνο σῶμα. καὶ ἁπλῶς εἰπεῖν εἰ πρὸς τὸν ἑαυτῶν αἱ ψυχαὶ βίον λήξεως τυγχάνουσιν διαφόρου καί, ὥσπερ αἱ φαύλως βεβιωκυῖαι εἰς τοὺς ὑπὸ γῆν καταπέμπονται τόπους, οὕτως αἱ καθάρσεως τυχοῦσαι τῶν περιγείων τόπων ἀποδιδράσκουσιν — τινὲς γοῦν τῶν παρʼ αὐτοῖς θεολόγων καὶ τὸν γαλαξίαν καλούμενον κύκλον λῆξιν εἶναι καὶ χώραν ψυχῶν λογικῶν ἀπεφήναντο —, εἰ οὖν ταῦτα παισὶν Ἑλλήνων δοκεῖ, ἀϊδίῳ δέ τινι σώματι πρώτως ἡ ψυχὴ ἐπιβέβηκεν καὶ τοῦτο αὐτῆς ἀϊδίως ἐξήρτηται, ἀνάγκη πᾶσα κατιούσης αὐτῆς ἐνταῦθα, ὁπηνίκα καὶ τὸ θνητὸν ἀμπέχεσθαι μέλλῃ σῶμα, ἄνωθεν μέχρι γῆς τὴν κατʼ εὐθεῖαν κινεῖσθαι κίνησιν ἐκεῖνο τὸ ἀΐδιον σῶμα· αὐτὴ μὲν γὰρ ἡ ψυχὴ σώματος οὖσα χωρὶς καὶ τόπου καὶ κινήσεως ἐξῄρηται· οὐδὲν δὲ σῶμα, κἂν ἀθάνατον ᾖ, τόπον ἐκ τόπου ἀμείβειν δύναται ἄνευ κινήσεως· ἡ δὲ ἄνωθεν κάτω κίνησις εὐθυφορία ἐστίν· ὥστε καὶ ἄνευ τῆς πρὸς τὸ παχὺ τοῦτο σῶμα σχέσεως αὐτὸ καθʼ αὑτὸ κατʼ εὐθεῖαν ἐκεῖνο κινηθήσεται· οὐδὲν δὲ τῶν κατʼ εὐθεῖαν κινουμένων ἀΐδιον, ὡς καὶ πρότερον δέδεικται.

`291–293`

καʹ. Τοῦτον δέ τινες τὸν λόγον λίαν εὐήθως λύειν ἐπιχειροῦντες ὥς φασιν ἑλικοειδῶς αὐτὸ τὴν ἄνωθεν κάτω κινεῖσθαι κίνησιν, ἵνʼ ὡς οἷόν τε καὶ τῆς τῶν κυκλοφορουμένων οὐσίας αὐτὸ καὶ τῆς τῶν στοιχείων ἐξέλωσιν. εἰ δʼ οὕτω τοῦτο ἔχει, ἐπειδὴ κατʼ αὐτοὺς τὰ μὲν κυκλοφορούμενα σώματα ἀΐδιά ἐστιν, τὰ δὲ κατʼ εὐθεῖαν κινούμενα φθαρτά, ἡ δὲ ἑλικοειδὴς κίνησις μικτή τίς ἐστιν ἐξ εὐθείας καὶ κύκλου, ἀνάγκη πᾶσα, εἴπερ κατὰ φύσιν ἐκείνῳ ὑπάρχει τῷ σώματι τὸ ἑλικοειδῶς κινεῖσθαι, σύνθετον εἶναι αὐτὸ ἐξ ἀϊδίου τε καὶ φθαρτοῦ σώματος· μικτὴ γὰρ ἡ ἑλικοειδὴς κίνησις ἐξ εὐθείας εἶναι καὶ κύκλου ὡμολόγηται. εἰ δὲ τοῦτο, ἢ μεταξύ πως ὂν ἑκατέρου οὔτε ἀΐδιον ἔσται οὔτε φθαρτόν, ταὐτὸν δʼ εἰπεῖν οὔτε φθαρτὸν οὔτε οὐ φθαρτὸν οὔτε ἀΐδιον οὔτε οὐκ ἀΐδιον, καὶ συναληθεύσει ἡ ἀντίφασις, ἢ τὸ μὲν αὐτοῦ ἔσται φθαρτόν, τὸ δὲ ἄφθαρτον, καὶ οὕτως πάλιν τὸ ὅλον οὐκ ἀΐδιον τοῦ ἑνὸς τῶν συνθέτων φθαρέντος καὶ τοῦ ὅλου τὴν συνέχειαν λύσαντος. ἀλλὰ ταῦτα λῆρος ἂν εἴη μακρὸς καὶ φαντασίας ἀνάπλασμα μυθῶδες· οὐδὲν γὰρ ἔστιν σῶμα ὑπὸ φύσεως ἑλικοειδῆ κινούμενον κίνησιν· τὰ μὲν γὰρ ὑπὸ σελήνην πάντα βαρέα ὄντα ἢ κοῦφα τὰ μὲν ἄνωθεν κάτω τὰ βαρέα, τὰ δὲ κάτωθεν ἄνω τὰ κοῦφα φέρεται, τὰ δὲ οὐράνια πάντα καὶ καθʼ ὅλα καὶ κατὰ μέρη — λέγω δὲ μέρη ἥλιον καὶ σελήνην καὶ τὰ λοιπά — ἀκριβῆ κύκλον ἐκπεριέρχεται. τί οὖν παρὰ ταῦτα σῶμα δεικνύειν ἔχουσιν ἑλικοειδῶς κατὰ φύσιν κινούμενον; εἰ γὰρ καὶ λέγεται ἡ τοῦ ἡλίου κίνησις ἕλικα γράφειν ἢ ἕτερός τις τῶν πλανωμένων, ἀλλὰ παντὶ δῆλόν ἐστιν τῷ τὰ τοιαῦτα ἐπεσκεμμένῳ, ὡς ἡ ἡμετέρα ἐπίνοια τὰς διαφόρους τῶν οὐρανίων συντιθεῖσα κινήσεις τὸ τοιοῦτον ἀναπλάττει σχῆμα· διττῆς γὰρ οὔσης τῆς τῶν πλανωμένων κινήσεως καὶ πάντων μὲν τῇ ἀπλανεῖ σφαίρᾳ συμπεριαγομένων κατὰ τὸν ἰσημερινὸν κινουμένῃ κύκλον, ἑκάστου δὲ ἰδίαν περιαγομένου κίνησιν κατὰ τὸν λοξόν τε καὶ ζῳδιακὸν καλούμενον κύκλον, ἀμφοτέρας τὰς κινήσεις ἡ ἡμετέρα ἐπίνοια μίξασα — τήν τε καθʼ ἡμέραν φημὶ τοῦ ἡλίου μετὰ τοῦ παντὸς περίοδον καὶ ἔτι τὴν κατὰ βραχὺ τοῦ αὐτοῦ τούτου ἐπὶ τὰ βόρεια ἢ ἐπὶ τὰ νότια τοῦ ἰσημερινοῦ λόξωσιν — τὴν ἕλικα ἐν τῇ φαντασίᾳ ἀνέπλασεν, ἑκάστου δηλονότι τῶν οὐρανίων αὐτοῦ καθʼ αὑτὸ ἀπηκριβωμένον ἐκπεριερχομένου κύκλον. κἂν εἴ τι δὲ τῶν ὑπὸ σελήνην σωμάτων ἢ διὰ τὸ σχῆμα τοῦ μεγέθους, ἐφʼ οὗ ἡ κίνησις γίνεται, ἑλικοειδῶς κινεῖται, ὥσπερ ἐπὶ τῶν κοχλιοειδῶν καλουμένων κλιμάκων συμβαίνει, ἢ καὶ ἄλλως καθʼ ὁρμὴν οἰκείαν οὕτω κινηθείη, οὐδεὶς ἂν τολμήσειε φυσικὴν τῶν σωμάτων τούτων τὴν τοιαύτην εἰπεῖν κίνησιν· καὶ γὰρ καὶ τὰ κηρύκια καὶ αἱ πορφύραι καὶ εἴ τι τοιοῦτο ἄλλο εἴη οὐχ ὁρμῇ φυσικῇ σώματος ἑλικοειδῆ ποιεῖται τὴν κίνησιν ἀλλὰ ψυχικῇ δυνάμει διὰ τὸ σχῆμα τοῦ ὀστράκου τοῦ περιέχοντος· ὥσπερ γὰρ οὐδέ, εἰ ἐπὶ σφαίρας κινοῖτο μύρμηξ, κατὰ φύσιν κυκλοφορεῖσθαί τις αὐτὸν φήσειεν, ἀλλʼ οὐδὲ τὴν ἐπὶ τὰ πλάγια τῶν ζῴων κίνησιν φυσικὴν εἶναι τῶν σωμάτων φαμέν — ἡ γὰρ φύσις ἐπὶ τὸ κάτω τὰ βαρέα κινεῖ —, τὸ δὲ σχῆμα ἢ ἡ τῆς ψυχῆς ὁρμὴ τῆς τοιαύτης ἐστὶν αἰτία κινήσεως, οὕτω δὴ κατὰ τὸ ἀκόλουθον οὐδέ, εἰ τὸ σχῆμα τοῦ μεγέθους, ἐφʼ οὗ ἡ κίνησις, ἢ ἡ τῆς ψυχῆς ὁρμὴ τῆς ἑλικοειδοῦς τισιν αἰτία κινήσεως γένηται, φυσικήν φαμεν τῶν σωμάτων τὴν τοιαύτην εἶναι κίνησιν· ὥστε οὐδὲν σῶμα κατὰ φύσιν ἑλικοειδῆ κινεῖται κίνησιν. οὐδὲ ἐκεῖνο ἄρα τὸ σῶμα δυνατὸν ἄνωθεν κάτω φερόμενον ἕλικα κινεῖσθαι κατὰ φύσιν. μυρία μὲν οὖν ἦν εἰπεῖν καὶ ἄλλα εἰς ἀνασκευὴν τοῦ μυθώδους τούτου σώματος· ἱκανῶν δὲ καὶ τῶν εἰρημένων ὄντων καὶ ἀδυνάτου ἀποδεδειγμένου τοῦ ἀΐδιόν τι σῶμα τῆς ψυχῆς ἐξηρτῆσθαι, εἴπερ μήτε τῶν εὐθυφορουμένων σωμάτων εἶναι δύναται μήτε τῶν κυκλοφορουμένων μήτε μικτὸν ἐκ τούτων μήτε ἑτέρας φύσεως παρὰ ταῦτα, ἀλλὰ μηδὲ Πλάτωνος μηδαμοῦ τὴν περὶ τῶν τοιούτων σωμάτων εἰσηγησαμένου δόξαν, οὐδεμία ἄρα λείπεται ἀνάγκη, εἰ καὶ ἀγένητος εἴη καὶ ἄφθαρτος τοῦ κόσμου ἡ ψυχὴ κατὰ Πλάτωνα, ἤδη διὰ τοῦτο καὶ τὸν κόσμον ἀγένητον εἶναι καὶ ἄφθαρτον· ἐπεὶ καὶ τὰς ἡμετέρας ψυχὰς ἀγενήτους εἶναι καὶ ἀφθάρτους βούλεται τῶν κινουμένων ὑπʼ αὐτῶν σωμάτων ἀρχὴν τοῦ εἶναι καὶ τέλος ἐχόντων.

Τέλος λύσεως τοῦ ζʹ λόγου.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: uxc-bk`.
