---
title: "On the Eternity of the World: Argument 6"
title_greek: "Περὶ τῆς τοῦ κόσμου ἀϊδιότητος, Ϛʹ"
author: John Philoponus of Alexandria
eul_wid: uxc-bj
eul_aid: uxc
canonical: "https://eulogikon.org/works/john-philoponus-alexandria-eternity-world-argument-6-uxc-bj"
lang: grc
period: Late Antique
dialect: Koine
content_hash: "sha256:08d16b613069f961dfd18c4f03e53950b19768510c1aeeb4d7217d0e3f868413"
content_modified_at: "2026-11-15"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# On the Eternity of the World: Argument 6

*Περὶ τῆς τοῦ κόσμου ἀϊδιότητος, Ϛʹ*

**Author:** John Philoponus of Alexandria

**eul_wid:** `uxc-bj` · [HTML page](https://eulogikon.org/works/john-philoponus-alexandria-eternity-world-argument-6-uxc-bj)

## Text

Part of [On the Eternity of the World](/works/john-philoponus-alexandria-eternity-world-uxc-an)

`119`

Πρόκλου διαδόχου λόγος ἕκτος.

`120`

«Ἕκτος· εἰ ὁ δημιουργὸς μόνος συνέδησεν, μόνος ἂν λύσοι τὸν κόσμον· ἄλυτος γάρ ἐστιν πάντῃ, φησίν, πλὴν τοῦ συνδήσαντος· καὶ γὰρ πανταχοῦ τοῦ τὸν δεσμὸν εἰδότος ἐστὶν εἰδέναι καὶ τὴν λύσιν οὗ συνέδησεν· τοῦ δὲ εἰδότος τὴν λύσιν τὸ λύειν. ὁ δὲ δημιουργὸς οὐκ ἂν λύσοι τὸν κόσμον· αὐτὸς γάρ ἐστιν ὁ λέγων ὅτι “τὸ καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ λύειν ἐθέλειν κακοῦ”. κακὸν δὲ ἀμήχανον γενέσθαι τὸν ὄντως ἀγαθόν· ἀδύνατον λυθῆναι τὸν κόσμον· οὔτε γὰρ ὑπʼ ἄλλου τινός, διότι μόνῳ τῷ δημιουργῷ λῦσαι δυνατὸν αὐτόν, οὔτε τῷ δημιουργήσαντι, διότι τὸ καλῶς ἁρμοσθὲν λύειν ἐθέλειν κακοῦ. ἢ οὖν οὐ καλῶς ἥρμοσεν καὶ οὐκ ἔστιν ἄριστος δημιουργὸς ἢ καλῶς ἥρμοσεν καὶ οὐ λύσει μὴ κακυνθείς, ὅπερ ἀδύνατον. ὥστʼ ἄλυτον τὸ πᾶν· ὥστʼ ἄφθαρτον· εἰ δὲ ἄφθαρτον, ἀγένητον· “παντὶ γενομένῳ φθορά ἐστιν” φησὶν ὁ Σωκράτης εἶπεν τῇ προτεραίᾳ τῶν Τιμαίου λόγων, οὐκ αὐτὸς λέγων ἀλλὰ τὰς μούσας, λέγειν εἰπών· καὶ οὐ δήπου παρὰ πόδας ὁ Τίμαιος τὸ τῶν μουσῶν δόγμα περιττὸν ὑπέλαβεν καὶ ἔθετο τὶ γεγονὸς ἄφθαρτον. εἰ οὖν τοῦτο ἀληθές, ᾧ μὴ ἔστιν φθορά, τοῦτο ἀγένητον. τῷ δὲ κόσμῳ φθορὰ οὐκ ἔστιν· ὥστε ἀγένητος· ὥστε ἀΐδιος, εἰ ἀγένητός ἐστιν καὶ ἄφθαρτος, ὁ κόσμος.»

Κεφάλαια τῆς λύσεως τοῦ ἕκτου λόγου.

αʹ. Ὅτι κακουργοῦσιν ἐν τοῖς λόγοις τὰ σαφῶς εἰρημένα Πλάτωνι περὶ τῆς τοῦ κόσμου γενέσεως πρὸς τὸ αὑτοῖς δοκοῦν ἐκβιαζόμενοι.

βʹ. Ἔκθεσις τῆς ἐφόδου τοῦ ἕκτου ἐπιχειρήματος. ὅτι, εἰ καὶ ἀναγκαῖον ἦν, οὐδὲν τὴν ἀλήθειαν ἔβλαπτεν οὐκ ἐκ τῆς τῶν πραγμάτων φύσεως ἀλλʼ ἐκ Πλατωνικῶν ὡρμημένον ὑποθέσεων.

γʹ. Προαναφώνησις τῆς τοῦ λόγου τάξεώς τε καὶ οἰκονομίας.

`121`

δʹ. Ὅτι ψευδὴς καὶ ἄτοπος ὁ Πλάτωνος λόγος ὁ λέγων «τὸ καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ λύειν ἐθέλειν κακοῦ». καὶ ὅτι, ὥσπερ αἰτία τῆς τοῦ κόσμου συστάσεως ἡ ἀγαθότης ἐστὶν τοῦ θεοῦ, οὕτως καὶ τῆς λύσεως ἡ αὐτή ἐστιν αἰτία.

εʹ. Ὅτι, εἴπερ δύναμιν ἔχει τῆς τοῦ κόσμου λύσεως ὁ θεός, ὡς καὶ αὐτοῖς δοκεῖ, καὶ λύσει πάντως αὐτόν, εἰ δὲ μὴ λύσῃ, ἢ οὐδὲ δύναμιν ἔχει τῆς τοῦ κόσμου λύσεως, διʼ αὐτὸ δὲ τοῦτο οὐδὲ τῆς συνδέσεως, ἢ ἀτελὴς ἔσται κατὰ τὰς αὐτῶν ἐπιχειρήσεις τὴν δύναμιν μόνην ἔχων τῆς λύσεως ἄνευ τῆς ἐνεργείας.

ϛʹ. Ὅτι, εἴπερ τὸ καλῶς ἁρμοσθὲν λύειν ἐθέλειν κακοῦ, ἔχει δὲ τοῦ λύειν τὸν κόσμον δύναμιν ὁ θεός, τοῦ κακὰ ποιεῖν τε καὶ κακύνειν δύναμιν ἕξει.

ζʹ. Ἔκθεσις Πλατωνικῶν ῥητῶν, ὅτι κατὰ χρόνον γενητὸν εἶναι τὸν κόσμον βούλεται, καὶ σύντομος τῆς διανοίας αὐτῶν ὑπόμνησις.

ηʹ. Ποσαχῶς τὸ γενητόν φασι λέγεσθαι οἱ Πλάτωνος ἐξηγηταὶ Ταῦρος, Πορφύριος, Πρόκλος, καὶ κατὰ ποῖον σημαινόμενον ἕκαστος αὐτῶν λέγεσθαι τὸν κόσμον παρὰ Πλάτωνος ὑπέθετο.

θʹ. Ἔλεγχος τοῦ προτέρου τῶν τοῦ γενητοῦ σημαινομένων, ὅτι δυνατὸν οὕτω λέγεσθαι γενητὸν τὸν κόσμον ὡς ἐν τῷ γένει τῶν γενητῶν ὄντα, εἰ καὶ μὴ γέγονεν.

`122`

ιʹ. Ὅτι γενητὸν λέγεσθαι ὑπὸ Πλάτωνος τὸν κόσμον φησὶν ὁ Πορφύριος ὡς ἐπινοίᾳ σύνθετον, εἰ καὶ μὴ συνετέθη κατὰ χρόνον, καὶ τίσι λόγοις τοῦτο συλλογίζεται.

αιʹ. Ὅτι ἀσύνηθες καὶ τοῖς Ἕλλησι καὶ τῇ κοινῇ χρήσει τὸ προκείμενον τοῦ γενητοῦ σημαινόμενον. καὶ ὅτι μέγιστον ἔγκλημα τῷ Πλάτωνι περιάπτουσιν τὸ φωναῖς ὁμωνύμοις κεχρῆσθαι. καὶ ὅτι, κἂν οὕτω λέγῃ γενητὸν τὸν κόσμον, οὐδὲν ἧττον ἀρχὴν αὐτῷ τοῦ εἶναι δίδωσιν.

βιʹ. Ὅτι τὸ ἀπʼ ἀρχῆς τινος ἄρξασθαι τὸν κόσμον εἰρημένον τῷ Πλάτωνι ἀδύνατον κατὰ μίαν τῶν ἓξ ἀρχῶν ἀκούειν, λέγω δὴ ὕλην, εἶδος, ὄργανον, ποιητικὸν αἴτιον, παραδειγματικόν, τελικόν.

γιʹ. Ὅτι χρονικὴν τὴν ἀρχὴν ἐν τούτοις ὁ Πλάτων εἴρηκεν.

διʹ. Ὅτι οὐκ ἦν τῆς Πλάτωνος ἀγχινοίας τὸ ζητεῖν, εἰ σύνθετός ἐστιν ὁ κόσμος ἐξ ὕλης καὶ εἴδους ἢ ἁπλοῦς. καὶ ὅτι αὐτὸς ὁ Πορφύριος ἐκ τῶν Πλάτωνος λέξεων συνελαυνόμενος τὴν ἰδίαν τοῦ γενητοῦ ὑπόθεσιν ἤλεγξεν.

ειʹ. Ὅτι ὁ Πρόκλος γενητὸν λέγει τὸν κόσμον ὑπὸ Πλάτωνος λέγεσθαι ὡς ἐν τῷ γενέσθαι τὸ εἶναι ἔχοντα καὶ ὡς κατʼ αἰτίαν γενητόν.

ϛιʹ. Ὅτι Πλάτων ἐν τῷ γενέσθαι μὲν τὸ εἶναι ἔχειν τὸν κόσμον ὑποτίθεται, ἀρχὴν δὲ τῇ γενέσει ταύτῃ δίδωσιν. καὶ ὅτι πάλιν ἀρχὴν τὴν κατὰ χρόνον φησὶ καὶ οὐκ ἄλλην.

`123`

ζιʹ. Ὅτι καὶ ὁ Πορφύριος οὐ μόνον ὡς σύνθετον γενητὸν εἶναι τὸν κόσμον φησὶν ὑπὸ Πλάτωνος λέγεσθαι ἀλλὰ καὶ ὡς παρὰ θεοῦ γεγονότα. καὶ ὅτι τὸ ἀπʼ ἄλλων ἐπὶ ἄλλα σημαινόμενα τοῦ γενητοῦ μεταβαίνειν τεκμήριόν ἐστιν τοῦ βιάζεσθαι αὐτοὺς τὴν Πλάτωνος διάνοιαν.

ηιʹ. Ὅτι ἀδύνατον περὶ τοῦ εἰ κατʼ αἰτίαν γενητός ἐστιν ὁ κόσμος ζητεῖν τὸν Πλάτωνα, ἐν οἷς φησιν «πότερον ἦν ἀεὶ γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν» καὶ τοῖς παραπλησίοις.

θιʹ. Ὅτι ἀδύνατον γενητὸν μὲν ἀκούειν Πλάτωνος λέγοντος τὸ κατʼ αἰτίαν γενητόν, ἀγένητον δὲ τὸ κατὰ χρόνον καὶ οὐ κατʼ αἰτίαν ἀγένητον.

κʹ. Ὅτι αὐτὸς ὁ Πλάτων σαφῶς διέστειλεν τήν τε περὶ τῆς κατὰ χρόνον τοῦ κόσμου γενέσεως διδασκαλίαν καὶ τὴν περὶ τῆς κατʼ αἰτίαν.

καʹ. Ὅτι οὐ καθʼ ὑπόθεσιν, ὥς φασιν, εὐσεβείας ἢ διδασκαλίας χάριν ὡς γινόμενον τὸν κόσμον ὁ Πλάτων εἰσηγεῖται, καὶ ὅτι, διʼ ὧν ταῦτα λέγουσιν, ἀνασκευάζουσι τὰ πρότερα τοῦ γενητοῦ σημαινόμενα.

κβʹ. Ὅτι κακῶς ὁ Ταῦρος ἐν τῷ «ἡμᾶς τοὺς περὶ τοῦ παντὸς λόγους ποιεῖσθαί πῃ μέλλοντας, εἰ γέγονεν ἢ καὶ ἀγενές ἐστιν» τὸν ἤ διαζευκτικὸν ἢ διαπορητικὸν σύνδεσμον εἰς τὸν εἴ μετέθηκεν «εἰ καὶ ἀγενές ἐστιν» λέγων, καὶ ὅτι οὐδὲ «ἀειγενές ἐστιν» γράφειν ἐνδέχεται.

κγʹ. Ὅτι οὐδὲ καθὸ ἐν κινήσει συνεχεῖ ἐστιν τὰ οὐράνια, γενητὸν εἶναι λέγει τὸν κόσμον ὁ Πλάτων.

`124`

κδʹ. Ὅτι οὐ τῆς οὐσίας τῆς ψυχῆς τὴν γένεσιν ἐν Τιμαίῳ Πλάτων κατηγόρησεν ἀλλὰ τὴν πρὸς ἄλληλα σχέσιν καὶ τὴν ποιὰν κίνησιν, ἣν ἀπὸ τῆς ἐνούσης ψυχῆς ἔχουσι τὰ οὐράνια σώματα, διὰ τῆς ψυχογονίας ἐδίδαξεν. ἐν ᾧ ἱστορία σύντομος τῆς Πλάτωνος ψυχογονίας.

κεʹ. Ὅτι ἀναγκαίως ὁ Πλάτων ἐκ τοῦ ὁρατὸν εἶναι καὶ ἁπτὸν τὸν κόσμον ἢ ἁπλῶς αἰσθητὸν τὸ καὶ κατὰ χρόνον γενητὸν αὐτὸν εἶναι συνελογίσατο. ἐν ᾧ, ὅτι καὶ κατὰ τὰ μέρη καὶ καθʼ ὅλα αὐτὰ τὰ στοιχεῖα γενητά ἐστιν καὶ φθαρτὰ καὶ ὁ ἐξ αὐτῶν συγκείμενος κόσμος.

κϛʹ. Ὅτι Πλάτων τὰ ἀεὶ ὄντα γένεσιν μὴ ἔχειν λέγων οὐδεμίαν αὐτῶν ἀποφάσκει γένεσιν ἢ μόνην τὴν κατὰ χρόνον.

κζʹ. Μαρτυρίαι φιλοσόφων, ὅτι Πλάτων γενητὸν εἶναι κατὰ χρόνον τὸν κόσμον βούλεται καὶ οὔτε ὡς ἐν ὑποθέσει γεγονέναι λέγει οὔτε ὡς ἐν γενέσει τὸ εἶναι ἔχοντα.

κηʹ. Ὅτι φύσει λυτὸν καὶ θνητὸν ὁ Πλάτων εἶναι λέγων τὸν κόσμον ἀκολούθως καὶ γεγονέναι αὐτὸν ἀπεφήνατο. καὶ ὅτι τῷ κατὰ τὸν λόγον τῆς ἰδίας φύσεως ἀθανάτῳ καὶ οὐκ ἐπίκτητον ἐξ ἑτέρου καὶ ἐπισκευαστὸν τῷ τὴν ἀθανασίαν ἔχοντι ἕπεται τὸ κατὰ Πλάτωνα ἀγένητον.

`125`

κθʹ. Ὅτι, διʼ ὧν ἄνοσόν τε καὶ ἀγήρω εἶναι λέγει τὸν κόσμον ὁ Πλάτων, διʼ αὐτῶν τούτων σαφῶς δείκνυται, ὡς οὐ κατὰ φύσιν τοιοῦτον αὐτὸν εἶναι οἴεται. καὶ ὅτι, κἂν μηδὲν ᾖ ἔξωθεν τοῦ κόσμου τῶν δυναμένων αὐτὸν φθείρειν, οὐδὲν ἧττον φθαρτός ἐστιν διὰ τὸ πεπερασμένον τῆς ἰδίας δυνάμεως. καὶ ὅτι αὐτὰ ταῦτα καὶ ὁ Πρόκλος ἐν ἑτέροις διαρρήδην ὡμολόγηκεν.

Λύσις τοῦ ἕκτου λόγου.

`126`

αʹ. Οὐδαμοῦ τοῦ Πλάτωνος κατʼ οὐδένα τρόπον ἀγένητον εἶναι τὸν κόσμον ἀποφηναμένου, τοὐναντίον δὲ πανταχοῦ λαμπρᾷ τῇ φωνῇ γεγονέναι τε καὶ γενητὸν εἶναι βοῶντος, οὐ κατὰ τὶ μὲν γεγονέναι κατὰ τὶ δὲ οὐ γεγονέναι ἀλλʼ ἁπλῶς καὶ ἄνευ τινὸς προσδιορισμοῦ γεγονέναι κατασκευάζοντος, τὸν οἴκοθεν οὐ φέροντες ἔλεγχον οἱ τὸ πιθανὸν ἀεὶ τῆς ἀληθείας προκρίνοντες καὶ ἐρωτικῶς ἄγαν τῆς τοῦ κόσμου ἀϊδιότητος ἔχοντες πάντα ἄνω καὶ κάτω κυκῶσι πρὸς τὸ ἑαυτοῖς δοκοῦν τὰ τοῦ Πλάτωνος ἕλκοντες. καίτοι διʼ αὐτῆς εὐθὺς τῆς τῶν λόγων κομψείας τε καὶ ποικιλίας κατάφωροι τοῖς νοῦν ἔχουσιν γίνονται, ὡς ἐκβιάζονται τὰ τοῦ Πλάτωνος·

  
«ἁπλοῦς γὰρ ὁ μῦθος τῆς ἀληθείας ἔφυ  
  
κοὐ ποικίλων δεῖται διάνδιχʼ ἑρμηνευμάτων·  
  
ἔχει γὰρ αὐτὰ καιρόν· ὁ δʼ ἄδικος λόγος  
  
νοσῶν ἐν αὑτῷ φαρμάκων δεῖται σοφῶν».  
εἰ γὰρ κατʼ ἀλήθειαν ἐδόκει τῷ Πλάτωνι ἀγένητον εἶναι κατὰ χρόνον τὸν κόσμον, τουτέστιν μηδεμίαν ἀρχὴν ὑπάρξεως εἰληφέναι, ἔδει αὐτοὺς μίαν γοῦν μαρτυρίαν ἐκ τῶν αὐτοῦ συγγραμμάτων κομίσαι τοῦτο σαφῶς διαγορεύουσαν· νῦν δὲ τοῦτο μὲν ποιεῖν οὐκ ἔχουσιν, τῇ δὲ πολλῇ περὶ τὸ λέγειν ἐντρυφῶντες δεινότητι πείθειν ἡμᾶς ἐπιχειροῦσιν, ὡς γεγονέναι τὸν κόσμον ἀκούοντας παρὰ Πλάτωνος μὴ γεγονέναι νοεῖν καὶ ἀρχὴν εἰληφέναι γενέσεως τὸν οὐρανὸν λέγοντος τοῦ ἀνδρὸς πρὶν γενέσθαι οὐκ ὄντα μήτε ἀρχὴν ἔχειν γενέσεως ἀκούειν μήτε ποτὲ μὴ εἶναι ἀλλὰ συναΐδιον τῷ δημιουργήσαντι τὴν ὕπαρξιν ἔχειν.

`127`

βʹ. Ἐκ ταύτης τοίνυν τῆς ἐννοίας καὶ τὸ ἕκτον τῶν ἐπιχειρημάτων τῷ Πρόκλῳ συντέθειται, μᾶλλον δὲ πάλιν ἡμῖν κἀν τούτῳ τὰ Πορφυρίου μεταγεγράφηκεν· σαφῶς γὰρ ἐκεῖνος ἐν τοῖς εἰς τὸν Τίμαιον ὑπομνήμασιν εἰς κατασκευὴν τοῦ καὶ Πλάτωνι δοκεῖν τὸν κόσμον εἶναι ἀΐδιον καὶ τούτῳ τῷ ἐπιχειρήματι χρησάμενος φαίνεται· λαβὼν γάρ, ὅτι ἄφθαρτος κατὰ Πλάτωνα ὁ κόσμος, συνάγει, ὡς ὅτι καὶ ἀγένητος· εἰ γὰρ παντὶ γενομένῳ φθορὰ ἕπεται ἐξ ἀνάγκης, ὡς αὐτὸς ἐν τῷ Φαίδρῳ φησὶν ὁ Πλάτων, ἀκόλουθόν που πάντως κατὰ τὴν σὺν ἀντιθέσει ἀντιστροφήν, εἴ τι μὴ φθείροιτο, τοῦτο μηδὲ γεγονέναι. εἰ οὖν σαφῶς ἄφθαρτον τὸν κόσμον φησὶν εἶναι ὁ Πλάτων, δῆλόν που πάντως, ὅτι καὶ ἀγένητον. οὕτως οὖν τοῦ προκειμένου λόγου ἐκ τῶν ὑστέρων τὰ πρῶτα κατασκευάζοντος, ἐκ τοῦ ἄφθαρτον εἶναι κατὰ Πλάτωνα τὸν κόσμον συνάγοντος, ὅτι καὶ ἀγένητος κατʼ αὐτόν, ἔδει μὲν μηδὲν ἴσως ἔχειν ἐκ τούτου πρᾶγμα τὸ σεσοφισμένον τῆς ἐπιχειρήσεως ἀπελέγχοντας· εἰ γὰρ καὶ ταῦτα οὕτως ἔχει καὶ τῷ Πλάτωνι, ὥς φασιν, ἐδόκει τὸ εἶναι τὸν κόσμον ἀγένητον, οὐδὲν παρὰ τοῦτο ὁ τῆς ἀληθείας ἐβλάπτετο λόγος· οὐ γὰρ ἐκ τῶν πραγμάτων ὁ ἔλεγχος οὐδὲ ταῖς Πλάτωνος ὑπονοίαις ἀνάγκη καὶ τὰ πράγματα ἕπεσθαι· ἀλλʼ ἐπειδὴ πανταχοῦ βοηθεῖν ἀδικουμένῃ τῇ ἀληθείᾳ καλόν, δίκαιον οἶμαι, καθὼς ἂν ᾖ δύναμις, ἀπελέγξαι συκοφαντούμενον Πλάτωνα.

γʹ. Εὔλογον δʼ οἶμαι πρότερον τοὺς λόγους ἐξετάσαι, διʼ ὧν μὴ φθαρήσεσθαι τὸν κόσμον Πλάτων κατεσκεύασεν, εἴτε ἔχουσί τι ἀναγκαῖον εἴτε μή· τοῦτο γὰρ μόνον ἐστὶν ἐν τῷ προκειμένῳ πραγματειῶδες ἐπιχείρημα, λέγω δὴ τὸ μὴ ἀγαθὸν ὄντα τὸν δημιουργὸν λῦσαι τὸν εὖ ἡρμοσμένον κόσμον, εἴπερ τὸ καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ λύειν ἐθέλειν κακοῦ, κακὸν δὲ τὸν δημιουργὸν γενέσθαι ἀδύνατον. δεύτερον δὲ ἀκόλουθον ἂν εἴη τὴν Πλάτωνος ἐξετάσαι διάνοιαν, εἴτε ἄναρχον τὴν ὑπόστασιν τοῦ κόσμου εἶναι βούλεται εἴτε ἀρχὴν ἔχειν αὐτὸν τοῦ εἶναι συγχωρεῖ πρὶν γενέσθαι οὐκ ὄντα. καὶ τρίτον ἐπὶ τούτοις ἀποδεῖξαι, ὅτι γεγονέναι καὶ ἄφθαρτον εἶναι τὸν κόσμον ὁ Πλάτων ὑποτιθέμενος κατʼ οὐδὲν μαχομένας ἑαυταῖς ὑποθέσεις ὑπέθετο καὶ ὅτι οὐ τὸ μὴ φθαρήσεσθαι τὸν κόσμον, καθʼ ὃν τρόπον ὁ Πλάτων φησίν, δεικτικόν ἐστιν τοῦ καὶ ἀγένητον αὐτὸν εἶναι ὑπολαμβάνειν τὸν Πλάτωνα, ὅπερ ἐν τούτοις ὁ Πρόκλος συνήγαγεν. τὸ οὖν πρῶτον τῶν προτεθέντων ἐξετάζοντας τὴν Πλάτωνος λέξιν προεκθέσθαι ἀναγκαῖον ἂν εἴη ἔχουσαν οὕτως.

`128–131`

δʹ. «Θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργὸς πατήρ τε ἔργων, ἃ διʼ ἐμοῦ γενόμενα ἄλυτα ἐμοῦ γε θέλοντος. τὸ μὲν οὖν δὴ δεθὲν πᾶν λυτόν, τό γε μὴν καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ λύειν ἐθέλειν κακοῦ». ταῦτα μὲν Πλάτων. «εἰ οὖν», φησὶν ὁ Πρόκλος, «κακὸν ἀμήχανον γενέσθαι τὸν ὄντως ἀγαθόν, ἀδύνατον λυθῆναι τὸν κόσμον· οὔτε γὰρ ὑπʼ ἄλλου τινός, διότι μόνῳ τῷ δημιουργῷ λῦσαι δυνατόν, οὔτε τῷ δημιουργήσαντι, διότι τὸ καλῶς ἁρμοσθὲν λύειν ἐθέλειν κακοῦ. ἢ οὖν οὐ καλῶς ἥρμοσεν καὶ οὐκ ἔστιν ἄριστος ὁ δημιουργὸς ἢ καλῶς ἥρμοσεν καὶ οὐ λύσει μὴ κακυνθείς, ὅπερ ἀδύνατον. ὥστε ἄλυτον τὸ πᾶν· ὥστε ἄφθαρτον». ὅτι μὲν οὖν καλῶς τὸ πᾶν ἥρμοσται, αὐτὴ τῶν εἰρημένων μαρτυρήσει ἡ αἴσθησις, ἀλλὰ δὴ καὶ τὸ θεῖον λόγιον «καὶ εἶδεν» λέγον «ὁ θεὸς πάντα, ὅσα ἐποίησεν, καὶ ἰδοὺ πάντα καλὰ λίαν». ὅτι δὲ καὶ ὁ τῶν εὖ ἡρμοσμένων δημιουργὸς ἄριστος καὶ τὸν ὄντως ἀγαθὸν ἀμήχανον κακυνθῆναι, αἱ σύμφυτοι πᾶσιν περὶ θεοῦ βοῶσιν ἔννοιαι. τούτων δὲ οὕτως ἐχόντων οὐχ ὁρῶ τὴν ἀνάγκην τοῦ λόγου, διʼ ἣν τὸ καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ λύειν ἐθέλειν κακοῦ· τὰ γοῦν ἡμέτερα σώματα καὶ πάντων τῶν ζῴων τε καὶ φυτῶν καλῶς ἡρμόσθαι πᾶς ἄν τις ὁμολογήσειεν μηδὲν μήτε ἐλλεῖπον ἐχούσης μήτε περιττὸν τῆς ποικίλης τῶν ζῴων τε καὶ φυτῶν διοργανώσεως ἀλλʼ ἑκάστου μορίου τὴν οἰκείαν αὐτάρκως ἐκπληροῦντος χρείαν καὶ πάντων εἰς τὴν τοῦ ὅλου συννενευκότων σωτηρίαν. ἀλλὰ δὴ καὶ τὸ θέλειν τὸν δημιουργὸν τῶν μερικῶν ἕκαστον λύεσθαι καὶ μὴ ἀΐδιον ἔχειν τὴν ὕπαρξιν καὶ πρότερον ἡμῖν ἐν τῷ τετάρτῳ δέδεικται λόγῳ· εἰ γὰρ ἠβούλετο τῶν μερικῶν ἕκαστον εἶναι ἀΐδιον, ἦν ἂν πάντως ἀΐδια· ἀνάγκη γὰρ πάντως ἢ βούλεσθαι τὸν δημιουργὸν φθαρτὰ εἶναι τὰ μερικὰ ζῷα ἢ μὴ βούλεσθαι· εἰ οὖν τὸ μὴ βούλεσθαι ψεῦδος — μὴ βουλομένου γὰρ αὐτὰ φθαρτὰ εἶναι πάντως ἂν ἔμενεν ἀδιάλυτα —, τὸ ἄρα βούλεσθαι αὐτὰ τὸν δημιουργὸν φθαρτὰ εἶναι ἀληθές· εἰ δὲ φθαρτὰ εἶναι βούλεται τὰ μερικὰ ὁ θεός, καλῶς δὲ ἥρμοσται, βούλεται ἄρα τὰ καλῶς ἁρμοσθέντα πάλιν λύεσθαι. οὐκοῦν, ὡς τοῖς σοφοῖς δοκεῖ, ἢ οὐ καλῶς ἥρμοσται, ὅπερ ἄτοπον, ἤ, εἰ καλῶς ἥρμοσται, καὶ κακύνεσθαι τὸν δημιουργὸν αὐτῶν ἀνάγκη λύεσθαι τὰ καλῶς ἁρμοσθέντα βουλόμενον, εἴπερ, ὥς φασιν, τὸ καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ λύειν ἐθέλειν κακοῦ. οὐδὲν δὲ ἧττον ἡ αὐτὴ ἀτοπία δεικνύοιτο ἄν, καὶ εἰ μὴ ἐπὶ τοῦ πρώτου δημιουργοῦ κατʼ αὐτοὺς ἀλλʼ ἐπὶ τῶν κατʼ οὐρανὸν θεῶν γυμνάζοι τις τὸν λόγον, οἷς ὁ πρῶτος προσέταξε δημιουργὸς τρέπεσθαι ἐπὶ τὴν τῶν θνητῶν ζῴων δημιουργίαν· ἀνάγκη γὰρ πᾶσα κἀκείνους τὴν γένεσιν καὶ τὴν φθορὰν ἐργαζομένους ἢ μὴ καλῶς ἁρμόζειν ἢ κακύνεσθαι τὰ καλῶς ἁρμοσθέντα λύοντας· οὐ γὰρ τὸ ὑφειμένως καλὸν κακόν ἐστιν· οὕτω γὰρ ἂν οὐδὲ ὁ κόσμος ὁ αἰσθητὸς καλὸς ἂν εἴη, τοῦ νοητοῦ κατὰ πολὺ ὑφειμένος· τοῦτο δὲ εἶπον, ἵνα μή τις διὰ τὸ ὑφεῖσθαι τὸ ἐν τοῖς μερικοῖς ζῴοις καλὸν παρὰ τὸ τοῦ παντὸς κόσμου μηδὲ καλῶς ἡρμόσθαι αὐτὰ λέγοι. ὅτι δέ, εἰ καὶ διὰ μέσων αἰτίων τῶν οὐρανίων τυχὸν ἢ ἑτέρων τινῶν ἡ τῶν θνητῶν ζῴων γένεσις καὶ φθορὰ γίνεται, ἀλλʼ οὖν ὁ πρῶτος δημιουργὸς μᾶλλόν ἐστιν αὐτῶν αἴτιος ἤπερ τὰ προσεχῆ ποιητικὰ αἴτια, καὶ πρότερον ἐν τῷ τρισκαιδεκάτῳ κεφαλαίῳ τοῦ τετάρτου λόγου ἀπεδείξαμεν· αὐτὸς γάρ ἐστιν ὁ καὶ τοῖς ἐφεξῆς αἰτίοις τὴν δύναμιν τοῦ εἶναι αἰτίοις παρασχών. οὐκοῦν αἰτιώτατος ἂν εἴη ὁ πρῶτος δημιουργὸς τῆς τῶν φθαρτῶν γενέσεώς τε καὶ φθορᾶς καὶ ἢ τῶν οὐ καλῶς ἡρμοσμένων ἔσται δημιουργὸς ἤ, εἴπερ καλῶς ἥρμοσται καὶ τὰ μερικὰ ζῷα, ὡς αὐτὴ ἡ τοῦ ζῴου δείκνυσιν διακόσμησις, κακύνεσθαι τὸν θεὸν ἀνάγκη τῆς φθορᾶς αὐτῶν ὄντα πρῶτον καὶ κυριώτατον αἴτιον. ὡς οὖν καὶ καλῶς ἥρμοσται τὰ μερικὰ πάντα καὶ ἐθέλει ταῦτα ὁ θεὸς λύεσθαι καὶ τὸν ἀγαθὸν κακυνθῆναι ἀμήχανον, κατὰ τὸν αὐτὸν δήπου λόγον, εἰ καὶ τὸν σύμπαντα κόσμον καλῶς ἁρμοσθέντα λύειν ὁ θεὸς ἐθελήσειεν, οὐχὶ διὰ τοῦτο καὶ κακύνεσθαι τὸν ἀγαθὸν ἀνάγκη· διʼ ἣν γὰρ ἀγαθότητα τὴν ἀρχὴν τὸ πᾶν συνήρμοσεν, διὰ τὴν αὐτὴν δήπου καὶ λύσει πάντως αὐτόν, εἰ βούλοιτο· ἐπεὶ καὶ λύραν καλῶς ἁρμοσθεῖσαν, ἐπειδὰν εἰς ἣν ἥρμοστο χρείαν ἐξυπηρετήσειε τῷ ἁρμόσαντι ταύτην, πάλιν ὁ ἁρμόσας διέλυσεν καὶ οὐκ ἄν τις ἐρεῖ νοῦν ἔχων, ὡς τὴν καλῶς ἁρμοσθεῖσαν λύραν λύειν ἐθέλειν κακοῦ καὶ κακυνθεὶς πρότερον ὁ μουσικὸς οὕτω τὴν εὖ ἔχουσαν ἁρμονίαν διέλυσεν, ἀλλʼ οἶμαι παντὶ δῆλον, καὶ ὡς πρότερον καλῶς ἥρμοσεν καὶ τὸ ἁρμοσθὲν πάλιν καλῶς διέλυσεν. πολλῷ οὖν δὴ μᾶλλον ὁ ὄντως ἀγαθὸς καὶ τὴν ἀρχὴν διʼ ἀγαθότητα τὸν κόσμον συνέστησε, καὶ τὸν αὐτὸν πάλιν εἰ βουληθείη, αἰτίαν πάλιν ἕξει τῆς λύσεως τὴν ἀγαθότητα, κἂν ἡμῖν ὁ λόγος ἀγνοεῖται τῆς λύσεως· οὐδὲ γὰρ ὧν τὰς αἰτίας ἀγνοοῦμεν — πολλῶν γάρ, τάχα δὲ πάντων ἡμᾶς οἱ λόγοι διαπεφεύγασιν —, ταῦτα πάντως οἰητέον ἢ μάτην ἢ ἐπὶ κακῷ γίνεσθαι· μειρακίων γὰρ οἶμαι καὶ πρὸς τὰ αἰσθητὰ κεχηνότων, εἰ τὸ ὁρώμενον λυθείη κάλλος, κακὸν ἤδη διὰ τοῦτο τὸν λύοντα οἴεσθαι· τοῦτο γὰρ εἶπεν ἂν ἴσως καὶ ὁ τοῦ τῆς Ἑλένης διʼ ἔρωτα κάλλους ἡττημένος καὶ τὴν ἀρίστην ἐκπλαγεὶς τῶν μερῶν αὐτῆς συμμετρίαν καὶ εὔχροιαν τοῖς περὶ ψυχὴν οὐκ ἐμφιλοσοφήσας μαθήμασιν οὐδὲ τῶν ἐπʼ αὐτῇ τῆς προνοίας λόγων ἁψάμενος· οἷα πάσχειν οἶμαι καὶ τοὺς μόνῳ τῷ φαινομένῳ τοῦ παντὸς κάλλει προσέχοντας, διακύψαι δὲ ἐπὶ τοὺς ἀρίστους τῆς προνοίας λόγους ἀδυνατήσαντας, οὓς ἐπὶ σωτηρίᾳ καὶ τελειώσει τῶν ἐν τῷ παντὶ λογικῶν οὐσιῶν ὁ θεὸς μεμηχάνηται.

`132`

εʹ. Μετιτέον δὲ καὶ ἄλλως ἡμῖν τὸ προκείμενον. «ἄλυτος γὰρ ὑπὸ τῶν ἄλλων», φησίν, «πλὴν τοῦ συνδήσαντος», καὶ τούτῳ Πρόκλος συγκατατίθεται· «πανταχοῦ» γάρ, φησίν, «τοῦ τὸν δεσμὸν εἰδότος ἐστὶν εἰδέναι καὶ τὴν λύσιν οὗ συνέδησεν· τοῦ δὲ εἰδότος τὴν λύσιν τὸ λύειν». εἰ οὖν ταῦτα δοκεῖ Πλάτωνί τε καὶ Πρόκλῳ καὶ μόνος ὁ δημιουργὸς λῦσαι δύναται τὸν κόσμον, οὐ λύσει δέ, ἀεὶ ἄρα τὸ δύνασθαι λύειν ἐν αὐτῷ μόνῳ τῷ δύνασθαι ἕξει καὶ οὐ κατʼ ἐνέργειαν· ὥστε καὶ ἀτελής, εἴ γε πᾶν τὸ δυνάμει, ὡς δοκεῖ τοῖς σοφοῖς, ἀτελές· προσθείην δʼ ἄν, ὅτι καὶ μάτην ἕξει τοῦ λύειν τὴν δύναμιν, εἴπερ ἔχει μὲν αὐτήν, ὥς φασιν, τὸν ἄπειρον χρόνον, οὐδέποτε δὲ αὐτὴν εἰς ἐνέργειαν ἄξει. καίτοι οὐδέν ἐστιν ἐν τοῖς ἀϊδίοις, ᾗ φησιν Ἀριστοτέλης, μόνως δυνάμει· μάτην γὰρ ἔσται μηδέποτε εἰς ἐνέργειαν προαγόμενον. ἢ οὖν οὐδὲ ὁ δημιουργὸς λῦσαι τὸν κόσμον δύναται καὶ οὕτως οὐδὲ τῷ δημιουργῷ λυτὸς ἔσται ὁ κόσμος οὐδὲ τὴν λύσιν αὐτοῦ εἰδείη ἂν ὁ δημιουργός — οὐ γὰρ οἷόν τε εἰδέναι μὲν τὴν λύσιν, ἀδυνατεῖν δὲ λῦσαι· ἀγνοῶν δὲ τὴν λύσιν καὶ λῦσαι ἀδυνατῶν οὔτε τὸν δεσμὸν εἴσεται οὔτε τοῦ συνδεῖν τὸ πᾶν δύναμιν ἕξει· ἀληθὲς γὰρ τὸ τοῦ αὐτοῦ τόν τε δεσμὸν εἰδέναι καὶ τὴν λύσιν, καὶ τὸν δυνάμενον δῆσαι πολλῷ δήπου ῥᾷον καὶ λῦσαι δύνασθαι —, ἤ, εἰ δύναται λῦσαι τὸν κόσμον, ἐπεὶ καὶ συνέδησεν, οὐδέποτε δὲ λύσει, ἀεὶ κατὰ τοῦτο ἀτελὴς ἔσται καὶ μάτην μόνην ἔχων τοῦ λύειν τὴν δύναμιν χωρὶς τῆς ἐνεργείας, ἤ, εἴπερ ταῦτα κατὰ τὰς αὐτῶν μεθόδους ἄτοπα, δύναται δὲ λῦσαι τὸν κόσμον ὁ θεός, καὶ λύσει πάντως.

`133–135`

ϛʹ. Ἴθι δή γε εἰ βούλει καὶ ἐπὶ τὸν κολοφῶνα τῆς ἀτοπίας, εἰς ὃν ἡμᾶς ὁ σεμνὸς οὗτος ἐμβιβάζει λόγος τὸ καλῶς ἁρμοσθὲν λύειν ἐθέλειν κακοῦ λέγων. εἰ γὰρ δύναται μὲν τὸν κόσμον ὁ δημιουργὸς λῦσαι, οὐκ ἂν δὲ λύσει μὴ κακυνθείς, κακὸν ἄρα τὸ λῦσαι τὸν κόσμον· εἰ γὰρ μὴ κακὸν τὸ λῦσαι, οὐκ ἂν κακυνθείη λύων. εἰ δὲ τὸ λῦσαι κακόν, ἔχει δὲ δύναμιν τοῦ λῦσαι τὸν κόσμον ὁ θεός, ἔχει ἄρα τοῦ κακύνεσθαι δύναμιν ὁ θεός, ἐπεὶ καὶ τοῦ κακοποιεῖν. εἴπερ ἄρα κακὸν τὸ λῦσαι, ἔχει δὲ τοῦ λῦσαι δύναμιν, ἔχει ἄρα καὶ τοῦ κακοποιεῖν καὶ τοῦ κακύνεσθαι δύναμιν ὁ θεός. καὶ τί τῆς ἀσεβοῦς ταύτης ἐννοίας χεῖρον γένοιτʼ ἄν; εἰ οὖν ἀδύνατον κακυνθῆναι τὴν ἀγαθότητα, εἰ μὲν κακὸν ἡ τοῦ κόσμου λύσις, οὐδὲ δύναμιν ἕξει τοῦ λῦσαι τὸν κόσμον ὁ θεός, εἰ δὲ μὴ ἔχῃ τοῦ λύειν δύναμιν, οὐδὲ τοῦ συνδεῖν ἕξει δύναμιν οὐδὲ συνέδησεν τὸν κόσμον· καλῶς γὰρ καὶ αὐτοῖς δοκεῖ πανταχοῦ τοῦ τὸν δεσμὸν εἰδότος εἰδέναι καὶ τὴν λύσιν οὗ συνέδησεν. εἰ οὖν ὁ τὸν δεσμὸν εἰδὼς οἶδεν καὶ τὴν λύσιν, ὁ ἄρα τὴν λύσιν ἀγνοῶν οὐδὲ τὸν δεσμὸν εἴσεται. εἰ οὖν συνέδησε τὸ πᾶν ὁ θεὸς καὶ οἶδεν τὸν δεσμὸν οὗ συνέδησεν, καὶ τὴν λύσιν ἄρα αὐτοῦ εἴσεται καὶ λύειν τὸ πᾶν δυνήσεται. εἰ δὲ δύναται λῦσαι τὸν κόσμον ὁ θεός, ἐπεὶ καὶ συνέδησεν, τοῦ δὲ εἰδότος τὴν λύσιν τὸ λύειν, οὐκ ἄρα κακὸν ἡ τοῦ κόσμου λύσις· οὐδεμία γὰρ ἐν τῷ θεῷ τοῦ κακοῦ δύναμις· ὁ γὰρ τοῦ κακοῦ δύναμιν ἔχων καὶ κακὸς γενέσθαι δύναιτο ἂν ἀλλʼ οὔτε τὸ φῶς σκότος γένοιτο ἂν οὔτε ἡ ἀγαθότης ἂν κακυνθείη. εἰ δὲ μὴ κακὸν ἡ τοῦ κόσμου λύσις, εὖ δὲ ἥρμοσται ὁ κόσμος, οὐκ ἄρα τὸ καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ ὅσον ἐπὶ τῇ ἁρμονίᾳ λύειν ἐθέλειν κακοῦ οὐδʼ ἂν κακυνθείη λύων τὸν κόσμον ὁ θεός. σκοπεῖν οὖν ἄξιον, τίς μᾶλλον ἀκόλουθα ταῖς κοιναῖς περὶ θεοῦ ἐννοίαις περὶ κόσμου πεφυσιολόγηκεν, ἡμεῖς οἱ καὶ συνηρμόσθαι τὸν κόσμον καὶ λύεσθαι πάλιν διὰ τὴν ἀγαθότητα τοῦ θεοῦ ὑποτιθέμενοι, ἢ οἱ δύνασθαι μὲν τὸν θεὸν λῦσαι τὸν κόσμον ὑπὸ τῶν κοινῶν ἐννοιῶν λέγειν συνελαυνόμενοι, οὐκ ἂν δὲ λῦσαι προστιθέντες μὴ κακυνθέντα· ὅπερ οὐδὲν ἕτερον δέδεικται ἢ τὸ κακοποιεῖν τε καὶ κακύνεσθαι λέγειν δύνασθαι τὸν θεόν, ἐπέκεινα δὲ τοῦτο πάσης εἶναι ἀθεότητος πᾶς ἄν τις ὁμολογήσειεν. τὰς δὲ τῆς τοῦ κόσμου λύσεως φυσικωτάτας αἰτίας ἐν ἑτέροις θεοῦ διδόντος ἐκθήσομαι· νῦν γὰρ λῦσαι μόνον τὰς τοῦ Πρόκλου ἀπορίας προὐθέμεθα. μέχρι μὲν οὖν τούτων ἡμῖν αἱ πραγματειώδεις ἐνστάσεις αἱ πρὸς τὸ ἕκτον κεφάλαιον τοῦ Πρόκλου πέρας ἐχέτωσαν. τοὐντεῦθεν δὲ λοιπὸν ἐπὶ τὸ δεύτερον τῶν ἐξ ἀρχῆς τοῦ προκειμένου λόγου προτεθέντων μεταβάς, ὡς ἔφθην ἐπαγγειλάμενος, ἀποδεῖξαι πειράσομαι, ὡς ἄντικρυς συκοφαντοῦσι τὸν Πλάτωνα, ὅσοι αὐτῷ τὴν περὶ τοῦ ἀΐδιον εἶναι τὸν κόσμον περιτιθέασι δόξαν, καὶ μακροτέρους γε τείνειν λόγους ἀναγκασθήσομαι αὐτός τε τὴν Πλάτωνος διάνοιαν ἐκ τῶν αὐτοῦ λόγων παραστῆσαι σπουδάζων καὶ τοὺς παρεξηγησαμένους αὐτὸν ἀπελέγχειν πειρώμενος. εἰ μὲν οὖν μέλει τῶν ἐντυγχανόντων τινὶ καὶ τῆς τούτων ἀκριβοῦς γνώσεως, ἐφεξῆς διεξίτω τὸν λόγον, εἰ δέ τῳ μὴ πολύς ἐστιν λόγος περὶ τῆς εἰς τὸ προκείμενον πρόβλημα δόξης τοῦ Πλάτωνος, μόναις δὲ ταῖς ἐκ τῶν πραγμάτων ἀποδείξεσι προσανέχειν ἐσπούδακεν, ἐπὶ τὰ ἑξῆς μετίτω κεφάλαια.

`136–144`

ζʹ. Πλεῖστοι μὲν καὶ τῶν τὰ Πλάτωνος δοξασάντων καὶ οἱ τῆς Ἀριστοτέλους ἐρασταὶ γενόμενοι φιλοσοφίας αὐτός τε πρῶτος Ἀριστοτέλης τοῦτο κοινῶς ἀπεφήναντο, ὡς Πλάτων γενητὸν εἶναί φησιν κατὰ χρόνον τὸν κόσμον, τουτέστιν ἀρχὴν τῆς ὑποστάσεως εἰληφέναι πρότερον οὐκ ὄντα· ἀλλὰ πρὶν τὰς τῶν ἄλλων παραθέσθαι μαρτυρίας σαφῶς ἡμῖν δηλούσας τὰ Πλάτωνι περὶ τῆς τοῦ κόσμου δοκοῦντα γενέσεως αὐτὰς πρότερον τὰς Πλάτωνος λέξεις παραθέσθαι ἄξιον, διʼ ὧν τὸν κόσμον γενητόν τε εἶναι καὶ ἀρχὴν ἔχειν ἀποφαίνεται, εἶτα καὶ τοὺς λόγους ἐπισκέψασθαι οἵτινες πειρῶνται τὰ οὕτως ἐναργῶς ἀναπεφωνημένα Πλάτωνι πρὸς τὸ δοκοῦν ἑαυτοῖς ἐκβιάζεσθαι. ἐν τοίνυν τῷ Τιμαίῳ ἔστιν μὲν ὁ πᾶς τῷ Πλάτωνι σκοπὸς περὶ τῆς τοῦ κόσμου γενέσεώς τε καὶ φύσεως διδάξαι· ἄκουε δʼ, ὅπως αὐτὸς τὸν προκείμενον αὐτῷ σκοπὸν ἐν ἐκείνοις ἀφορίζεται· φησὶν γὰρ οὕτως «σκόπει δὴ τὴν τῶν ξενίων σοι διάθεσιν, ὦ Σώκρατες, ᾗ διέθεμεν· ἔδοξε γὰρ ἡμῖν Τίμαιον μὲν ἅτε ὄντα ἀστρονομικώτατον ἡμῶν καὶ περὶ φύσεως τοῦ παντὸς εἰδέναι μάλιστα ἔργον πεποιημένον πρῶτον λέγειν ἀρχόμενον ἀπὸ τῆς τοῦ κόσμου γενέσεως, τελευταῖον δʼ εἰς ἀνθρώπου φύσιν»· καὶ πάλιν μετὰ βραχέα ἐπιφέρει ταῦτα «ἀλλʼ, ὦ Σώκρατες, τοῦτό γε δὴ πάντες, ὅσοι κατὰ βραχὺ σωφροσύνης μετέχουσιν, ἐπὶ παντὸς ὁρμῇ καὶ σμικροῦ πράγματος θεὸν ἀεί που καλοῦσιν· ἡμᾶς δὲ τοὺς περὶ τοῦ παντὸς λόγους ποιεῖσθαί πῃ μέλλοντας, εἰ γέγονεν ἢ καὶ ἀγενές ἐστιν, εἰ μὴ παντάπασιν παραλλάττομεν, ἀνάγκη θεούς τε καὶ θεὰς ἐπικαλουμένους εὔχεσθαι πάντα κατὰ νοῦν ἐκείνοις μὲν μάλιστα, ἑπομένως δʼ ἡμῖν εἰπεῖν». τίς μὲν οὖν ὁ σκοπὸς ἐν τούτοις τῷ Πλάτωνι, σαφῶς αὐτὸς εἶπεν, ὅτι περὶ τῆς τοῦ κόσμου λέγειν γενέσεως· εἶτα ἵνα μή τις αὐτὸν προχείρως καὶ ἄνευ ἀποδείξεως τὸ γεγονέναι τὸν κόσμον εἰληφέναι δόξῃ, ἐπαναλαβὼν τὸν λόγον πρόβλημα τοῦτον ποιεῖται καὶ φησὶν αὐτῷ προκεῖσθαι περὶ τοῦ παντὸς διδάξαι, τουτέστιν περὶ τοῦ κόσμου, πότερον γέγονεν ἢ ἀγένητός ἐστιν, διαίρεσιν τῶν ὄντων ποιησάμενος· τούτων γὰρ τὰ μὲν εἶναί φησιν ἀεὶ ὄντα καὶ ἀγένητα, τὰ δὲ γενητά τε καὶ γινόμενα· συνοίσει γὰρ αὐτῷ τοῦτο προληφθὲν εἰς τὴν τοῦ ζητουμένου κατάληψιν. ἔχει δὲ ἡ λέξις ἐφεξῆς οἷς προεκτεθείμεθα ῥήμασιν οὕτως «καὶ τὰ μὲν περὶ θεῶν ταύτῃ παρακεκλήσθω. τὸ δὲ ἡμέτερον παρακλητέον, ᾗ ῥᾷστʼ ἂν ὑμεῖς μὲν μάθοιτε, ἐγὼ δὲ ᾗ διανοοῦμαι μάλιστʼ ἂν περὶ τῶν προκειμένων ἐνδειξαίμην. ἔστιν οὖν δὴ κατὰ τὴν ἐμὴν δόξαν πρῶτον διαιρετέον τάδε· τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γιγνόμενον μέν, ὂν δὲ οὐδέποτε. τὸ μὲν δὴ νοήσει μετὰ λόγου περιληπτὸν ἀεὶ κατὰ τὰ αὐτὰ ὄν, τὸ δὲ αὖ δόξῃ μετʼ αἰσθήσεως ἀλόγου δοξαστὸν γιγνόμενον καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν· πᾶν δὲ αὖ τὸ γιγνόμενον ὑπʼ αἰτίου τινὸς ἐξ ἀνάγκης γίνεσθαι· παντὶ γὰρ ἀδύνατον χωρὶς αἰτίου γένεσιν σχεῖν». σκοπεῖν δὲ ἐκ τῶν εἰρημένων προσήκει, ὅπως ὁ Πλάτων πᾶν μὲν τὸ νοήσει περιληπτὸν τοῦτο ἀγένητον εἶναί φησιν ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον, πᾶν δὲ τὸ δοξαστόν τε καὶ αἰσθητὸν — τοιαῦτα δέ ἐστιν πάντα τὰ σώματα καὶ τὰ ἐν σώμασι τὸ εἶναι ἔχοντα· ταῦτα γὰρ μόνα αἰσθήσει ὑποπέπτωκε — γίνεσθαι καὶ ἀπόλλυσθαί φησιν, ὄντως δὲ μηδέποτε εἶναι· πᾶσα γὰρ σωματικὴ φύσις ἐν τροπῇ καὶ ἀλλοιώσει θεωρεῖται οὐδέποτε ἐν τῷ αὐτῷ μένουσα ἀλλʼ οἱονεὶ διηνεκῶς ἐπισκευαζομένη διὰ τῆς τοῦ λείποντος ἀναπληρώσεως. δῆλος οὖν ἐστιν ὁ Πλάτων ἐξ αὐτῆς εὐθὺς τῆς τῶν ὄντων διαιρέσεως καὶ πρίν τι περὶ τοῦ κόσμου εἰπεῖν τῶν γενητῶν εἶναι τὸν κόσμον οἰόμενος· εἰς δύο γὰρ ταῦτα διεῖλεν τὰ ὄντα, εἴς τε τὰ ἀγένητα καὶ τὰ γενητά, ὧν τὰ μὲν ἀγένητα νοητὰ εἶναί φησιν, τὰ δὲ γινόμενα δοξαστά τε καὶ αἰσθητά. εἰ τοίνυν τὸ σωματοειδὲς ἅπαν τοῦ κόσμου αἰσθητόν ἐστιν, δῆλον, ὡς οὐ τῶν ἀγενήτων αὐτὸν εἶναι ὁ Πλάτων βούλεται ἀλλὰ τῶν γινομένων καὶ ἀπολλυμένων ὄντως δὲ μηδέποτε ὄντων· ὡς γὰρ τῶν μερικῶν ἕκαστον οἷον τόδε τὸ ζῷον ἢ τόδε τὸ φυτὸν διὰ τὸ διηνεκὲς ὡς εἰπεῖν τῆς ἀλλοιώσεως ὑπὸ τῆς προσεχῶς διοικούσης αὐτὰ φύσεως ἐπισκευαζόμενα ἀνυφαίνεται, οὕτω καὶ τὸν οὐρανὸν καὶ πάντα τὸν κόσμον ὁ Πλάτων ἐκ τῶν αὐτῶν στοιχείων, ἐξ ὧν καὶ τὰ μερικὰ συνέστηκεν, τὴν σύμπηξιν ἔχειν οἰόμενος, εἰ καὶ ἀθάνατον αὐτὸν εἶναι ὑποτίθεται, ἀλλʼ ἐπισκευαστὴν αὐτῷ τὴν ἀθανασίαν φησὶν προσγίνεσθαι τῆς τοῦ δημιουργοῦ δυνάμεως κατὰ τὸ συνεχὲς αὐτὸν ἀνυφαινούσης διὰ τὸ πᾶσαν τὴν σωματικὴν φύσιν ἐν μεταβολῇ καὶ ἀλλοιώσει πάντως ὑφίστασθαι. ταῦτα μὲν οὖν μικρὸν ὕστερον δειχθήσεται. ἀλλʼ ἴσως οὔπω ἡμῖν ἐκ τῶν εἰρημένων δῆλον γεγένηται, εἴτε ἀρχὴν τοῦ εἶναι δίδωσιν τῷ κόσμῳ ὁ Πλάτων εἴτε μή. αὐτὸς γὰρ ὁ Πρόκλος ἐν τῷ λόγῳ, ὃν ἐπέγραψεν «ἐπίσκεψις τῶν πρὸς τὸν Πλάτωνος Τίμαιον ὑπὸ Ἀριστοτέλους ἀντειρημένων», τὸ προεκκείμενον χωρίον τοῦ Πλάτωνος ἐξηγούμενος τὸ μὲν ὄν φησιν μοναχῶς λέγεσθαι κατὰ Πλάτωνα — τὸ γὰρ αἰώνιον καὶ ὑπέρχρονον σημαίνειν —, τὸ δὲ γινόμενον διχῶς λέγεσθαι· ἢ γὰρ τὸ ἀεὶ γινόμενον ἢ τὸ ποτέ, καὶ ποτὲ μὲν γινόμενον εἶναι τὸ καθʼ ἕκαστόν τε καὶ τὸ μερικόν, ἀεὶ δὲ γινόμενον τῶν ὁλικῶν ἕκαστον καὶ τὸν σύμπαντα κόσμον· τὰ μὲν γὰρ νοητὰ ἀεὶ εἶναι, τὸν δὲ κόσμον ἀεὶ γίνεσθαι. εἴτε οὖν Πλάτωνι δοκεῖ ἐν ἀϊδίῳ γενέσει εἶναι τὸν κόσμον ἀρχὴν τοῦ γίνεσθαι καὶ τῆς ὑπάρξεως μηδεμίαν εἰληφότα, ὥς φησιν ὁ Πρόκλος, εἴτε ἀρχὴν αὐτῷ τοῦ εἶναι καὶ τῆς γενέσεως δίδωσιν, ἄξιον ἐπισκέψασθαι αὐτὰς τὰς Πλάτωνος περὶ τοῦ κόσμου ῥήσεις ἐκθεμένους· εἰπὼν γὰρ τοὺς περὶ τοῦ παντὸς λόγους ποιεῖσθαι μέλλειν, εἰ γέγονεν ἢ καὶ ἀγενές ἐστιν, καὶ καλῶς ἔχειν κρίνας πρότερον διδάξαι, τίνα μὲν τῶν ὄντων ἔστιν ἀεὶ γενέσεως ἀμοιροῦντα, τίνα δὲ γίνεται μὲν ἐστέρηται δὲ τοῦ ὄντος, ὡς τούτου συνοίσοντος εἰς τὸ καὶ περὶ τοῦ κόσμου συνιδεῖν, τῆς ποίας ἂν εἴη τῶν εἰρημένων φύσεως, ταῦτα εἰπὼν ἀκολούθως μετῆλθεν ἐπὶ τὴν περὶ τοῦ κόσμου σκέψιν, πότερον γέγονεν ἢ ἀγένητός ἐστιν, ὅπερ καὶ ἐξ ἀρχῆς ζητῆσαι προὔθετο· φησὶν δὲ ταῦτα «ὁ δὴ πᾶς οὐρανὸς ἢ κόσμος καὶ ἄλλο, ὅτι ποτὲ ὀνομαζόμενος μάλιστα ἂν δέχοιτο, τοῦτο ἡμῖν ὀνομαζέσθω. σκεπτέον δʼ οὖν περὶ αὐτοῦ πρῶτον, ὅπερ ὑπόκειται περὶ παντὸς ἐν ἀρχῇ δεῖν σκοπεῖν, πότερον ἦν ἀεὶ γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν, ἢ γέγονεν ἀπʼ ἀρχῆς τινος ἀρξάμενος. γέγονεν· ὁρατός τε γὰρ ἁπτός τέ ἐστιν καὶ σῶμα ἔχων· πάντα δὲ τὰ τοιαῦτα αἰσθητὰ δόξῃ περιληπτὰ μετʼ αἰσθήσεως γινόμενα καὶ γενητὰ ἐφάνη· τῷ δὲ αὖ γενομένῳ φαμὲν ὑπʼ αἰτίου τινὸς ἀνάγκην εἶναι γίνεσθαι. τὸν μὲν οὖν ποιητὴν καὶ πατέρα τοῦδε τοῦ παντὸς εὑρεῖν τε ἔργον καὶ εὑρόντα εἰς ἅπαντας ἀδύνατον λέγειν». ὁ μὲν οὖν Πλάτων οὕτω λαμπρᾷ τῇ φωνῇ τοῦτο πρῶτον δεῖν περὶ τοῦ κόσμου ζητῆσαι φήσας, ὅπερ καὶ περὶ παντὸς ἐν ἀρχῇ δεῖ σκοπεῖν, εἴτε ἀεί ἐστιν γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν, εἴτε γέγονεν ἀπό τινος ἀρχῆς τοῦ εἶναι ἀρξάμενος, τὸ γεγονέναι τε αὐτὸν καὶ ἀπʼ ἀρχῆς τινος ἄρξασθαι ἐπέκρινεν· εἰ γὰρ ὁρατός ἐστιν, φησίν, καὶ ἁπτὸς καὶ σῶμα ἔχων, τὰ δὲ τοιαῦτα πάντα γινόμενα καὶ γενητὰ ἐφάνη, ἀνάγκη ἄρα καὶ αὐτὸν γενητὸν ὄντα ἀπʼ ἀρχῆς τινος ἀρξάμενον γεγονέναι. ὥστε καὶ ὅτε ἔλεγεν «τί δὲ τὸ γενόμενον μὲν ὂν δὲ οὐδέποτε», οὐκ ἄναρχον γένεσιν τοῦ αἰσθητοῦ κατηγόρει. εἰ οὖν καὶ γέγονεν ὁ κόσμος καὶ τοῦ εἶναι ἤρξατο, δῆλον, ὡς οὔτε ἀγένητος ἂν εἴη οὔτε ἄναρχος κατὰ Πλάτωνα πάλιν· ὁ γοῦν Πλάτων αὐτὸς μετʼ ὀλίγα φησὶν «ἡμέρας γὰρ καὶ νύκτας καὶ μῆνας καὶ ἐνιαυτοὺς οὐκ ὄντας πρὶν οὐρανὸν γενέσθαι τότε ἅμα ἐκείνῳ συνισταμένῳ τὴν γένεσιν αὐτῶν μηχανᾶται. ταῦτα δὲ πάντα μέρη χρόνου, καὶ τό τε ἦν καὶ ἔσται χρόνου γεγονότα εἴδη, ἃ δὴ φέροντες λανθάνομεν ἐπὶ τὴν ἀΐδιον οὐσίαν οὐκ ὀρθῶς· λέγομεν γὰρ δή, ὡς ἦν ἔστιν τε καὶ ἔσται, τῇ δὲ τὸ ἔστιν μόνον κατὰ τὸν ἀληθῆ λόγον προσήκει, τὸ δὲ ἦν τό τε ἔσται περὶ τὴν ἐν χρόνῳ γένεσιν ἰοῦσαν πρέπει λέγεσθαι· κίνησις γάρ ἐστιν, τὸ δὲ ἀεὶ κατὰ τὰ αὐτὰ ἔχον ἀκινήτως οὔτε πρεσβύτερον οὔτε νεώτερον προσήκει γίνεσθαι»· καὶ μετὰ βραχέα «περὶ μὲν οὖν τούτων τάχα ἂν οὐκ εἴη καιρὸς πρέπων ἐν τῷ παρόντι διακριβολογεῖσθαι. χρόνος δʼ οὖν μετʼ οὐρανοῦ γέγονεν, ἵνʼ ἅμα γεννηθέντες ἅμα καὶ λυθῶσιν, ἄν ποτε λύσις τις γένηται, καὶ κατὰ τὸ παράδειγμα τῆς διαιωνίας φύσεως, ἵνʼ ὡς ὁμοιότατος αὐτῷ κατὰ δύναμιν ᾖ· τὸ μὲν γὰρ παράδειγμα πάντα αἰῶνα ἔσται, ὁ δʼ αὖ τὸν ἅπαντα χρόνον διὰ τέλους γεγονώς τε καὶ ὢν καὶ ἐσόμενος. ἐξ οὖν λόγου καὶ διανοίας θεοῦ τοιαύτης πρὸς χρόνου γένεσιν, ἵνα γενηθῇ χρόνος, ἥλιος καὶ σελήνη καὶ πέντε ἄλλα ἄστρα ἐπίκλησιν ἔχοντα πλάνητες, εἰς διορισμὸν καὶ φυλακὴν ἀριθμῶν χρόνου γέγονεν». ταῦτα μὲν ὁ Πλάτων· καὶ ἔγωγε οἶμαι μηδένα λόγον οὕτως ἐναργῶς τὴν Πλάτωνος ἐξηγούμενον παραστῆσαι διάνοιαν, ὡς αὐτὸς ἑαυτὸν δῆλον πεποίηκεν· ἡμέρας γάρ φησιν καὶ νύκτας καὶ μῆνας καὶ ἐνιαυτούς, ἅπερ ἐστὶν χρόνου μέρη, οὐκ εἶναι πρὶν οὐρανὸν γενέσθαι, εἰκότως· μέτρον γάρ ἐστιν τῆς τοῦ οὐρανοῦ κινήσεως ὁ χρόνος. εἰ δὲ προϋπάρχει τὸ πρὶν τῆς τοῦ οὐρανοῦ συστάσεως, πῶς ἂν εἶεν ἄναρχα οὐρανός τε καὶ χρόνος; πάλιν δʼ αὖ τὸ λέγειν ἅμα τῇ τοῦ οὐρανοῦ συστάσει τὴν γένεσιν τοῦ χρόνου καὶ τῶν τούτου μερῶν τὸν θεὸν μεμηχανῆσθαι ἀρχῆς τινός ἐστιν καὶ πρώτης ὑπάρξεως αὐτῶν δηλωτικόν· πῶς γὰρ τὸ ἐξ αἰῶνος ὑποστὰν καὶ ἀεὶ ὑφιστάμενον τότε πρὸς τοῦ δημιουργοῦ ἅμα οὐρανῷ συνισταμένῳ μεμηχανῆσθαι λέγοιτο ἂν πρὶν γενέσθαι οὐκ ὄν; τὸ γὰρ πρὶν γενέσθαι οὐκ ὂν πρότερον ἔχει τῆς ἰδίας ὑπάρξεως τὴν ἀνυπαρξίαν. καίτοι γε τὴν τούτων ἀκριβολογίαν ἐπιστάμενος ὁ Πλάτων, ἐφʼ ὧν δεῖ τῷ πρίν καὶ τῷ τότε καὶ τοῖς τοιούτοις χρονικοῖς προσρήμασιν κεχρῆσθαι, εὐθὺς ἐπιπλήττει τοῖς ἐπὶ τῆς θείας φύσεως τὰ χρονικὰ ταῦτα προσρήματα φέρουσιν, τὸ ἦν φημι ἢ ἔσται καὶ τὰ παραπλήσια, οἷς συγγενὲς τὸ πρίν καὶ τὸ τότε· μόνως γὰρ τὸ ἔστιν, φησίν, ἐπὶ θεοῦ λεκτέον, τὸ Μωσαϊκὸν ἐκεῖνο διαρρήδην λέγων· «ἐγὼ γάρ εἰμι ὁ ὤν» πρὸς τὸν προφήτην χρηματίζων ὁ θεὸς ἀπεφήνατο. εἰ τοίνυν ἐξ ἀϊδίου παράγεσθαι παρὰ τοῦ θεοῦ ὁ Πλάτων ᾤετο ἀρχὴν τοῦ εἶναι μὴ ἔχοντα, πῶς ἂν αὐτὸς ἅμα τῷ τοῖς ἄλλοις ἐπιπλήττειν τὸ ἦν ἢ ἔσται ἐπὶ θεοῦ φέρουσιν τῷ οἰκείῳ ἐγκλήματι περιέπιπτεν; εἰ γὰρ ἐξ ἀϊδίου παράγει ὁ θεὸς τόν τε οὐρανὸν καὶ τὸν χρόνον, καὶ ὁ οὐρανὸς δήπου καὶ ὁ χρόνος ἐξ ἀϊδίου παράγονται· εἰ δὲ τοῦτο, οὐκ ἦν ὅτε οὐ παρήγοντο. πῶς οὖν φησιν πρὶν δὲ οὐρανὸν γενέσθαι μὴ εἶναι τὸν χρόνον; εἰ δὲ τὸ πρὶν γενέσθαι ἁρμόζει ἐπὶ τοῦ οὐρανοῦ, καὶ τὸ πρὶν ποιῆσαι ἁρμόζει ἂν ἐπὶ τοῦ θεοῦ· ὅτε γὰρ ποιεῖ τὸ ποιοῦν, τότε γίγνεται τὸ γιγνόμενον, ὡς αὐτός φησιν ὁ Πρόκλος. τὸ αὐτὸ καὶ ἐπὶ τοῦ ὅτε. εἰ τοίνυν καὶ ἀεὶ ἦν ὁ χρόνος καὶ τὴν τῶν χρονικῶν προσρημάτων ἀκριβῆ χρῆσιν ὁ Πλάτων ἐπίσταται καὶ ἅμα νῦν περὶ τῆς τούτων ἀκριβοῦς χρήσεως ἐδίδαξεν, οὐκ ἄν ποτε τὸ «πρὶν οὐρανὸν γενέσθαι» εἰπεῖν ἐτόλμησεν οὐδὲ μὴν τὸ «τότε ἅμα οὐρανῷ συνισταμένῳ τὴν γένεσιν αὐτῶν τὸν θεὸν μεμηχανῆσθαι», εἰ ἄναρχον εἶναι τοῦ κόσμου τὴν ὑπόστασιν ᾤετο· τὸ γὰρ τότε πρώτως τὸν κόσμον παράγον πρὸ τούτου δήπουθεν οὐ παρῆγεν. καὶ εἰ πρὶν γενέσθαι οὐκ ἦν οὐρανὸς καὶ ὁ χρόνος καὶ ὁ ποιήσας πρὶν γενέσθαι τὰ γενόμενα οὐκ ἐποίει αὐτά, οὐκ ἂν οὖν, ὅπερ εἶπον, ταῦτα ἔλεγεν ὁ Πλάτων, εἴπερ ἐξ ἀϊδίου παράγειν αὐτὰ τὸν θεὸν ᾤετο· ὡς γὰρ τὸ εἶναι τοῦ θεοῦ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον τὸ ἦν ἢ ἔσται οὐκ ἐπιδέχεται ἀλλὰ τὸ ἔστιν μόνον, οὕτως καὶ ἡ ἀΐδιος τοῦ κόσμου παραγωγὴ τὸ πρίν ἢ τότε οὐκ ἐπιδέχεται. ἀλλὰ μὴν ταῦτα οὕτως περὶ τῆς τοῦ κόσμου γενέσεως ὁ Πλάτων εἴρηκεν· οὐκ ἄρα ἐξ ἀϊδίου αὐτὸν παράγεσθαι ᾤετο. εἰ δέ τις εἴποι, ὡς αὐτὸ τὸ λέγειν πρότερον μὴ παράγειν τὸν θεὸν ὕστερον δὲ παράγειν μεταβολήν ἐστιν τοῦ θεοῦ κατηγορεῖν καὶ κίνησιν — ὅπερ οὔτε ἀληθές ἐστιν οὔτε Πλάτωνι δοκοῦν —, ἀνατρεχέτω εἰς τὰ εἰρημένα ἡμῖν ἐν τῷ τετάρτῳ λόγῳ· ἐν ἐκείνῳ γὰρ ἡ τοιαύτη ἀπορία τῆς δεούσης τετύχηκεν λύσεως. ἀλλὰ μὴν καὶ τὸ «χρόνος δὲ μετʼ οὐρανοῦ γέγονεν, ἵνα ἅμα γενηθέντες ἅμα καὶ λυθῶσιν, ἄν ποτε λύσις τις αὐτῶν γίγνηται» τίνα οὐκ ἂν ἐντρέψειεν τῶν μὴ πάντῃ φιλονείκων; οὐ γὰρ εἶπεν «χρόνος δʼ οὖν ἅμα οὐρανῷ γίνεται» ἀλλὰ «μετʼ οὐρανοῦ γέγονεν», ἵνα τὴν πρώτην τῆς συστάσεως αὐτῶν ἀρχὴν ἐνδείξηται. καὶ ὅτι τοῦτο σημᾶναι βούλεται, ἔδειξεν διʼ ὧν ἐπήγαγεν «ἅμα γενόμενοι ἅμα καὶ λυθῶσιν»· τῷ γὰρ γενομένῳ καὶ ἀρχὴν τοῦ εἶναι ἐσχηκότι ἕπεται πάντως ὅσον ἐπὶ τῇ οἰκείᾳ φύσει τὸ φθείρεσθαι· «παντὶ γὰρ γενομένῳ φθορά ἐστιν ἐξ ἀνάγκης» ἐν τῷ Φαίδρῳ αὐτὸς εἴρηκεν Πλάτων. ὥσπερ οὖν καὶ τῷ μηδεμίαν ἀρχὴν τῆς ὑποστάσεως εἰληφότι ἕπεται πάντως κατʼ αὐτὸν τὸ ἀτελεύτητον — τὸ γὰρ μὴ ἀρξάμενον τοῦ εἶναι οὐδʼ ἂν παύσοιτο —, ὁ δὲ κόσμος ἤρξατο κατὰ Πλάτωνα, καὶ παύσεται πάντως, ὅσον ἐπὶ τῷ λόγῳ τῆς φύσεως. ἐπεὶ οὖν ἀρχὴν τοῦ εἶναι τῷ κόσμῳ δέδωκεν ὁ Πλάτων, εὐλόγως καὶ τῷ κατὰ τὸν φυσικὸν λόγον ἑπομένῳ συνεχώρησεν, εἰ καὶ κρείττονι τῆς αὐτοῦ φύσεως δεσμῷ τῇ τοῦ θεοῦ βουλήσει ἀδιάλυτον αὐτὸν μένειν ὑπέθετο.

`145–149`

ηʹ. Ἀλλʼ οἱ πάντα μεμελετηκότες πρὸς τὸ ἑαυτοῖς δοκοῦν ἐκβιάζεσθαι καὶ μὴ τῇ ἀληθείᾳ τὴν ἑαυτῶν διάνοιαν παιδαγωγήσαντες ἕπεσθαι, δέον, εἰ μὴ καλῶς αὐτοῖς ἔχειν κατά γε τοῦτο Πλάτων ἐδόκει, συγγνώμην αὐτὸν αἰτήσαντας ἐκεῖνο δὴ τὸ πολυθρύλητον ἑαυτοῖς προσᾴδειν, ὡς φίλος μὲν Πλάτων, φιλτέρα δὲ ἡ ἀλήθεια, ὃ δὴ καὶ αὐτὸς ὁ τοῦ Πλάτωνος μαθητὴς Ἀριστοτέλης καὶ ἕτεροι πεποιήκασιν, οἱ δὲ μικρὰ τοῦ οἰκείου συνειδότος καὶ τῆς ἀληθείας φροντίσαντες πάντα κάλων τὸ δὴ λεγόμενον κινοῦσιν συνήγορον τῆς ἰδίας ἀπάτης τὴν τοῦ ἀνδρὸς ἀξιοπιστίαν ἐπιθυμήσαντες ἔχειν. τῶν γὰρ τὸν Πλάτωνα προϋπομνηματισαμένων τινές, ὧν ἐστιν καὶ ὁ Πλατωνικὸς Ταῦρος καὶ ὁ Φοίνιξ Πορφύριος, οἷς καὶ ὁ Πρόκλος κατηκολούθησεν, οὗτοι γενητὸν μὲν εἶναι τὸν κόσμον ὁμολογοῦσιν ὑπὸ Πλάτωνος λέγεσθαι, οὐχ οὕτω δὲ γενητὸν ὡς ἀπό τινος ἀρχῆς τοῦ εἶναι ἀρξάμενον, ἀλλὰ καθʼ ἕτερον τρόπον γενέσεως· πολλαχῶς γὰρ τὸ γενητὸν λέγεσθαί φασιν. ἵνα δὲ μὴ αὐτοὶ τὰ ἐκείνων λέγωμεν μηδέ τι τῶν σημαινομένων τοῦ γενητοῦ παραλείπωμεν, αὐτὰ τὰ τοῦ Πλατωνικοῦ Ταύρου παραθήσομαι ῥήματα· πλεῖστα γὰρ οὗτος ὁ ἀνὴρ τοῦ γενητοῦ ἐπινενόηκε σημαινόμενα· λέγει γοῦν ἐν τοῖς εἰς τὸν Τίμαιον ὑπομνήμασιν ἐπὶ λέξεως ταῦτα «ζητουμένου δέ, εἰ κατὰ Πλάτωνα ἀγένητός ἐστιν ὁ κόσμος, διαφόρως περὶ τούτου οἱ φιλόσοφοι ἠνέχθησαν. Ἀριστοτέλης μὲν οὖν φησιν λέγειν τὸν Τίμαιον γενητὸν εἶναι τὸν κόσμον, τοῦ Τιμαίου λέγοντος γεγονέναι· καὶ γὰρ φέρεται αὐτοῦ σύγγραμμα περὶ τοῦ παντὸς ὡς γενητοῦ. ἴσως δὲ τοιοῦτόν τι λέγων ὁ Πλάτωνος Τίμαιος γενητόν φησιν τὸν κόσμον. καὶ Θεόφραστος μέντοι ἐν τῷ περὶ τῶν φυσικῶν δοξῶν κατὰ Πλάτωνά φησιν γενητὸν τὸν κόσμον καὶ οὕτως ποιεῖται τὰς ἐνστάσεις, παρεμφαίνει δέ, ὅτι ἴσως σαφηνείας χάριν γενητὸν αὐτὸν ὑποτίθεται. καὶ ἄλλοι δέ τινες οὕτως ἠνέχθησαν, ὅτι κατὰ Πλάτωνα γενητός, οἱ δέ, ὅτι ἀγένητος. ἐπεὶ δὲ οἱ φάσκοντες, ὅτι γενητός ἐστιν, ἄλλων τε πολλῶν ἐφάπτονται καὶ τῆς λέξεως, ἐν ᾗ φησιν “γέγονεν· ὁρατὸς γὰρ ἁπτός τέ ἐστιν”, διασταλτέον τὸ γενητὸν ποσαχῶς ἀκούεται· καὶ οὕτως εἰσόμεθα, ὅτι Πλάτων φησὶν γενητὸν οὐ κατὰ τοῦτο τὸ σημαινόμενον, καθʼ ὅ φαμεν γενητὰ τὰ ἀπό τινος ἀρχῆς χρόνου συστάντα· τοῦτο γάρ ἐστιν τὸ ἐξαπατῆσαν τοὺς πολλούς, ὅταν ἡ γενητόν φωνὴ λέγηται, ἐπὶ τοῦτο τὸ σημαινόμενον καταφέρεσθαι. λέγεται τοίνυν τὸ γενητὸν καὶ τὸ μὴ γενόμενον μέν, ἐν δὲ τῷ αὐτῷ ὂν γένει τοῖς γενητοῖς. οὕτως λέγομεν ὁρατὸν τὸ μὴ ὁραθὲν μήτε ὁρώμενον μήτε ὁραθησόμενον, ἐν δὲ τῷ αὐτῷ γένει ὂν τοῖς ὁρατοῖς, ὡς εἴ τι εἴη σῶμα περὶ τὸ κέντρον τῆς γῆς. λέγεται γενητὸν καὶ τὸ ἐπινοίᾳ σύνθετον, καὶ εἰ μὴ συντεθῇ. οὕτως σύνθετος ἡ μέση ἐκ νήτης καὶ ὑπάτης· καὶ γὰρ εἰ μὴ συντεθῇ, ἐνορᾶται αὐτῇ δύναμις ἡ τῆς ἑτέρας πρὸς τὴν ἑτέραν. τὸ δʼ ὅμοιον ἐπὶ ἀνθῶν καὶ ζῴων. καὶ τῷ κόσμῳ τοίνυν ἐνορᾶται σύνθεσις καὶ κρᾶσις, καθὸ καὶ δυνάμεθα ἀφελόντες αὐτοῦ καὶ χωρίσαντες τὰς ποιότητας ἀναλῦσαι αὐτὸν εἰς τὸ πρῶτον ὑποκείμενον. λέγεται γενητὸς ὁ κόσμος, καθὸ ἀεὶ ἐν τῷ γίνεσθαί ἐστιν ὡς ὁ Πρωτεὺς μεταβάλλων εἰς παντοδαπὰς μορφάς. καὶ τοῦ κόσμου τοίνυν ἡ μὲν γῆ καὶ τὰ μέχρι σελήνης ἐνδελεχῶς μεταβάλλει εἰς ἄλληλα, τὰ δʼ ὑπὲρ τὴν σελήνην τῷ μὲν ὑποκειμένῳ σχεδὸν ταὐτά ἐστιν βραχείας γενομένης τῆς μεταβολῆς, μεταβάλλει δὲ κατʼ εἶδος, ὡς ὀρχηστὴς κατὰ τὸ ὑποκείμενον εἷς ὢν μεταβάλλει εἰς πολλὰ εἴδη κατὰ ποιὰν χειρονομίαν. καὶ τὰ οὐράνια τοίνυν μεταβάλλει καὶ γίγνονται σχέσεις αὐτῶν διάφοροι παρὰ τὰς κινήσεις τῶν πλανητῶν πρὸς τὰ ἀπλανῆ κἀκείνων πρὸς τὰ πλανητά. λέγοιτο δὲ γενητός, ὅτι καὶ τὸ εἶναι αὐτῷ ἀλλαχόθεν ἐστὶν καὶ παρὰ τοῦ θεοῦ, πρὸς ὃν κεκόσμηται. οὕτως καὶ καθʼ οὓς ὁ κόσμος ἄντικρυς ἀΐδιος, ἡ σελήνη γενητὸν ἔσχε τὸ φῶς ἐκ τοῦ ἡλίου· καίτοι οὐδέποτε ἦν, ὅτε οὐ πεφώτισται ὑπʼ αὐτοῦ. κατὰ μὲν οὖν ταῦτα τὰ σημαινόμενα εἴ τις βούληται κατὰ Πλάτωνα λέγειν γενητὸν τὸν κόσμον, λεγέτω, καθὸ δὲ σημαίνεται χρόνος τις καὶ ὅτι πρότερον οὐκ ὢν ὕστερον ἐγένετο, οὐκέτι. ἐμφαίνει δὲ καὶ αὐτός, πῶς δεῖ ἑαυτοῦ ἀκούειν, ὅταν λέγῃ “ἀρχὴν ἔχων οὐδεμίαν ἢ γέγονεν ἀπʼ ἀρχῆς τινος”· τὸ γὰρ οὐδεμίαν καὶ τὸ τινός δηλωτικά ἐστιν, ὅτι οὐ βούλεται ἀρχὴν λαμβάνεσθαι τὴν κατὰ χρόνον, ὥς φαμεν Ἔφορον ἀρχὴν εἰληφέναι τῆς ἱστορίας ἀπὸ τῆς Ἡρακλειδῶν καθόδου. οἱ δὲ ἄλλην ἀρχήν φασιν τὴν κατὰ τὸ δημιουργοῦν· ἔστιν γὰρ ἀρχὴ καὶ ὁ δημιουργὸς καὶ τὸ παράδειγμα καὶ ἡ ὕλη· ἀλλʼ αὕτη οὐκέτʼ ἂν κυρίως λέγοιτʼ ἂν ἀρχή. πάλιν οὐκ εἶπεν “καὶ σῶμά ἐστιν” ἀλλὰ “καὶ σῶμα ἔχων”, ἐμφαίνων, ὅτι κατὰ τὸ τοιαύτης εἶναι φύσεως τῆς σωματικῆς, ἧς τὸ εἶναι ἐν τῷ γίνεσθαί ἐστιν, λέγοιτο ἂν γενητός». ταῦτα μὲν οὖν ὁ εἰρημένος ἀνήρ. τῷ τρίτῳ δὲ καὶ τῷ τετάρτῳ σημαινομένῳ καὶ Πρόκλος συγκατατίθεται· οὕτως γὰρ καὶ αὐτός φησιν τὸν Πλάτωνα γενητὸν λέγειν τὸν κόσμον οὐχ ὡς ἀρχὴν τοῦ εἶναι εἰληφότα, ἀλλʼ ὡς ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχοντα, καὶ ἔτι γενητὸν ὡς ὑπὸ θεοῦ γενόμενον καὶ οὐκ αὐτὸν ἑαυτῷ τοῦ εἶναι αἴτιον ὄντα, ὅπερ ἐστὶν τὸ κατʼ αἰτίαν γενητὸν εἶναι. καὶ ὁ Πορφύριος δὲ πρὸς τοῖς ὑπὸ τοῦ Ταύρου κατηριθμημένοις καὶ ἕτερα προστίθησιν τοῦ γενητοῦ σημαινόμενα· φησὶν γὰρ γενητὸν λέγεσθαι καὶ τὸ λόγον ἔχον γενέσεως, κἂν μηδέποτε γεγονὸς ᾖ, ὡς τὰ ὀνόματα καὶ αἱ συλλαβαὶ τῷ ἀναλύεσθαι εἰς στοιχεῖα καὶ συντίθεσθαι ἐκ στοιχείων καὶ ὡς τὰ διαγράμματα οἷον τὰ εὐθύγραμμα τῶν σχημάτων εἰς τρίγωνά τε διαιρεῖται τῷ λόγῳ καὶ ἐκ τριγώνων σύγκειται. δῆλον δήπου, ὅτι εἰς ταὐτὸν συντρέχει τοῦτο τῷ ἐξ ὕλης καὶ εἴδους συνθέτῳ· τὸ γὰρ οὕτω γενητὸν ὡς οὐκ ὂν ἁπλοῦν ἀλλὰ συγκείμενον ἐξ ὕλης καὶ εἴδους κατὰ τὸν αὐτὸν λόγον τοῖς διαγράμμασιν γενητὸν λέγεται· τῷ γὰρ προεπινοεῖσθαι ἀμφοτέρων τινὰ ἁπλούστερα, ἐξ ὧν ἡ σύνθεσις αὐτῶν θεωρεῖται καὶ εἰς ἃ ἡ ἀνάλυσις, ταύτῃ γενητὰ λέγεται πρὸς ἀντέμφασιν τῶν πάντῃ ἁπλῶν καὶ μηδεμίαν ἐπίνοιαν ἐχόντων συνθέσεως. ὥστε ὡς ἓν ἄμφω ληπτέον. καὶ ταύτῃ ἴσως οὐδὲ μνήμην τούτου τοῦ σημαινομένου ὁ ἕτερος τῶν ὑπομνηματιστῶν πεποίηται. ἔτι φησὶν ὁ Πορφύριος γενητὸν λέγεσθαι καὶ τὸ διὰ γενέσεως καὶ τοῦ γίνεσθαι τὸ εἶναι λαβόν, ὡς οἰκία καὶ πλοῖον καὶ φυτὸν καὶ ζῷον, καθὸ τὴν ἀστραπὴν καὶ τὸν κρότον καὶ ὅσα ἐξαίφνης ὑφίσταται καὶ παύεται οὐ λέγομεν εἶναι γενητά· πάντα γὰρ τὰ τοιαῦτα, ὡς καὶ Ἀριστοτέλης φησίν, ἄνευ γενέσεως εἰς τὸ εἶναι παραγίγνεται καὶ χωρὶς φθορᾶς εἰς τὸ μὴ εἶναι μεταβάλλει· καὶ δῆλον, ὅτι οὐδεὶς ἂν κατὰ τοῦτο γενητὸν εἶναι τὸν κόσμον ὑπόθοιτο ὡς διὰ γενέσεως εἰς τὸ εἶναι παραγενόμενον· ἅμα γὰρ νοήματι εἰς οὐσίωσιν ὁ θεὸς τὰ πάντα παρήγαγεν. ὥστε οὐδὲν τούτου τοῦ σημαινομένου εἰς ἐξέτασιν τῆς Πλάτωνος διανοίας δεησόμεθα. ἐπὶ πᾶσιν γενητὸν λέγεσθαί φησιν ὁ Πορφύριος καὶ τὸ πᾶσιν γνώριμόν τε καὶ καθωμιλημένον τὸ ἀπὸ χρόνου ἀρχὴν τοῦ εἶναι λαβὸν πρότερον οὐκ ὄν, καθό φησιν μὴ λέγεσθαι ὑπὸ Πλάτωνος γενητὸν τὸν κόσμον. ὥστε λείπεται τὰ λοιπὰ τέσσαρα σημαινόμενα, λέγω δὴ τό τε ἐν τῷ γένει τῶν γενητῶν ὄν, εἰ καὶ μὴ γέγονεν, καὶ τὸ ὡς σύνθετον ἐξ ὕλης καὶ εἴδους γενητόν, ᾧ μάλιστα ὁ Πορφύριος τίθεται, καὶ τὸ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχον καὶ τὸ κατʼ αἰτίαν γενητόν. δίκαιον οὖν οἶμαι ἓν ἕκαστον τούτων προχειρισάμενον ἐξετάσαι, εἰ οἷόν τέ ἐστιν τῇ Πλάτωνος διανοίᾳ σύμφωνον φαίνεσθαι· τούτων γὰρ ἁπάντων ἐληλεγμένων λείπεται κατὰ χρόνον γενητὸν εἶναι τὸν κόσμον ὑπὸ τοῦ Πλάτωνος λέγεσθαι, κἂν αὐτοὶ μὴ βούλωνται.

`150–153`

θʹ. Ἡ μὲν οὖν πρώτη τοῦ γενητοῦ ὑπόθεσις — λέγω δὴ τὸ ἐν τῷ γένει τοῦ γενητοῦ ὑπάρχειν, εἰ καὶ μὴ γέγονεν — τοιαύτη τις εἶναί μοι φαίνεται, ὥσπερ ἂν εἴ τις ἔλεγεν ἐν τῷ γένει τῶν σωμάτων εἶναί τι, εἰ καὶ μὴ σῶμά ἐστιν, καὶ ἐν τῷ γένει τῆς οὐσίας εἶναί τι, εἰ καὶ μὴ οὐσία ἐστίν· οὗ τί ἂν γένοιτο καταγελαστότερον; τὰ γὰρ γένη συνωνύμως τῶν ὑπʼ αὐτὰ κατηγορεῖται. ὡς οὖν ὁ ἄνθρωπος ἐν τῷ γένει τῶν ζῴων ὑπάρχων ζῷόν ἐστιν καὶ ὁ λίθος ἐν τῷ γένει τῶν σωμάτων σῶμα, οὕτως ἀνάγκη καὶ τὸ ἐν τῷ γένει τῶν ὁρατῶν ὑπάρχον ὁρατὸν εἶναι καὶ τὸ ἐν τῷ γένει τῶν γενητῶν γενητόν. εἰ δʼ ὅλως ἐνδέχεταί τι μὴ γινόμενον μὲν ὂν δὲ κατʼ ἐνέργειαν ἐν τῷ γένει τῶν γενητῶν εἶναι, ὥς φασιν τὸν κόσμον, ἐνδέχεται ἄρα κατὰ τὴν σὺν ἀντιθέσει ἀντιστροφὴν καὶ μὴ ὄν τι ἐν τῷ γένει τῶν γενητῶν γεγονέναι. ἀλλὰ τὸ μὴ ὂν ἐν τῷ γένει τῶν γενητῶν ἀγένητόν που πάντως ἐστίν. ἔσται ἄρα τι ἀγένητον γενόμενον. εἰ οὖν ταῦτα ἀδύνατα — ἅμα γὰρ τὸ αὐτὸ κατὰ τὸ αὐτὸ τὰ ἀντικείμενα ἔσται —, ἀδύνατον ἄρα καὶ τὸ εἶναί τι ἐν τῷ γένει τῶν γενητῶν μὴ γενόμενον· τούτῳ γὰρ ἐκεῖνο ἠκολούθησεν. καὶ ἄλλως δὲ εἰς τὸ αὐτὸ ἄτοπον ἔστιν ἀπάγειν τὸν λόγον· εἰ γὰρ τὸ γενητὸν τῷ ἀγενήτῳ ὁ Πλάτων ἀντιδιέστειλεν ζητῶν, εἴτε τῶν γενητῶν ἐστιν ὁ κόσμος εἴτε τῶν ἀγενήτων, καὶ συγχωρήσας, ὅτι γενητός, οὕτως φησὶν γενητὸν εἶναι, ὡς δοκεῖ τοῖς φιλοσόφοις, ὡς ἐν τῷ γένει τῶν γενητῶν ὄντα, εἰ καὶ μὴ γέγονεν, καὶ τὸ ἀγένητον ἄρα δηλοῖ αὐτῷ τὸ ἐν τῷ γένει τῶν ἀγενήτων ὄν, εἰ καὶ μὴ ἀγένητόν ἐστιν. τὸ αὐτὸ ἄρα καὶ ἀγένητον ἔσται διὰ τὸ ἐν τῷ γένει τῶν ἀγενήτων εἶναι καὶ οὐκ ἀγένητον πάλιν διὰ τὸ γεγονέναι· ἡ ἀντίφασις ἄρα ἐπὶ τοῦ αὐτοῦ κατὰ τὸ αὐτὸ ἅμα συναληθεύσει. ἀλλʼ οἶμαι ταῦτα γέλωτος μᾶλλον ἢ ἀντιλογίας εἶναι ἄξια· καὶ γὰρ τὸ ὑπὸ τὸ κέντρον σῶμα ἐν τῷ γένει τῶν ὁρατῶν ὂν ὁρατόν που πάντως κατὰ φύσιν ἔσται· κἂν γὰρ μηδέποτε ὁραθῇ, οὐ διὰ τὸ μὴ πεφυκέναι ὁρᾶσθαι οὐχ ὁρᾶται ἀλλὰ διὰ τὰ ἐπιπροσθοῦντα στερεὰ σώματα· διαδῦναι γὰρ διὰ τῶν μὴ διαφανῶν ἡ ἡμετέρα ὄψις οὐ δύναται, ἐπεί τοί γε, εἰ τὰ ἐπιπροσθοῦντα ἀφαιρεθείη, ὁμοίως τοῖς λοιποῖς ἅπασιν ὁραθείη ἂν καί, εἴ γέ τις κατὰ τὸν μῦθον τοὺς Λυγκέως ὀφθαλμοὺς ἐκτήσατο ὡς «ῥηιδίως καὶ νέρθε κατὰ χθονὸς αὐγάζεσθαι», εἶδεν ἂν καὶ τὰ ὑπὸ τὸ κέντρον τῆς γῆς περιεχόμενα σώματα. ὥστε, εἰ καὶ ὁ κόσμος καὶ ἔστιν κατʼ ἐνέργειαν καὶ ἐν τῷ γένει τῶν γενητῶν ἐστιν, ἀνάγκη πάντως αὐτὸν καὶ γεγονέναι, εἰ καὶ ἡμῖν ἡ ἀρχὴ τῆς αὐτοῦ γενέσεως μὴ καταλέλειπται οὐ διὰ τὸ φύσει εἶναι αὐτὸν ἀγένητον — οὕτω γὰρ ἂν ἐν τῷ γένει τῶν ἀγενήτων καὶ οὐ τῶν γενητῶν ὑπῆρχεν — ἀλλὰ διὰ τὸ μόνον τῶν παρόντων τὴν ἡμετέραν γνῶσιν ἀντιλαμβάνεσθαι. καὶ ἄλλως· τὸ μὲν ὁρατὸν οὐκ ἐν τούτῳ ἔχει τὸ ὁρατὸν εἶναι ἐν τῷ ὁρᾶσθαι ἀλλʼ ἐν τῷ πεφυκέναι ὁρᾶσθαι· τὸ γὰρ ὁρᾶσθαι ἐν τῇ σχέσει αὐτῷ τῇ πρὸς τὰ ὁρῶντα συμβέβηκεν. ταύτῃ τοι κἂν μὴ τύχοι ποτὲ ὁραθῆναί τι τῶν ὁρατῶν διὰ τὸ ὑπὸ τὸ κέντρον τοῦ παντὸς περιέχεσθαι, οὐδὲν ἧττον ἕξει τὸ ὁρατὸν εἶναι· οὐ γὰρ διὰ τὸ μὴ πεφυκέναι ὁρᾶσθαι οὐχ ὁρᾶται ἀλλὰ διὰ τὰ ἐπιπροσθοῦντα· ὅθεν ὁραθείη ἂν εὐθύς, εἰ τὰ κωλύοντα ὑφαιρεθείη καὶ τὸ ὁρῶν παρῇ. ὥστε ὁρατὸν μέν τι εἶναι ἐνδέχεται, μηδέποτε δὲ ὁρώμενον· οὐ γὰρ ταὐτὸν τὸ ὁρατῷ τε εἶναι καὶ τὸ ὁρᾶσθαι. γενητὸν δὲ εἶναί τι τὸ μηδέποτε γενόμενον μήτε γενησόμενον ἀδύνατον· οὐ γὰρ ἐν τῷ πεφυκέναι γίνεσθαι μόνον τὸ γενητὸν ἔχει τὸ εἶναι γενητὸν ἀλλʼ ἐν τῷ πάντως ἢ γεγονέναι ἢ γενήσεσθαι· ὁδὸς γὰρ αὐτῷ εἰς τὸ εἶναι ἡ γένεσις. ἀδύνατον δέ ἐστιν τὸ μήτε γενόμενον πώποτε μήτε νῦν γιγνόμενον μήτε φύσιν ἔχον τοῦ γενήσεσθαί ποτε ἢ εἶναι γενητὸν ἢ λέγεσθαι. ἀνάγκη οὖν πᾶσα, καθʼ ὃ ἂν σημαινόμενον γενητὸς εἶναι λέγοιτο ὁ κόσμος, κατὰ τοῦτο πάντως καὶ γεγονέναι αὐτόν· οὐ γὰρ οἷόν τέ ἐστιν γενητὸν μὲν εἶναι, καθὸ δὲ γενητός ἐστιν, μήτε γεγονέναι μήτε γίνεσθαι μήτε γενήσεσθαι· ἐπεὶ οὐδʼ ἂν γενητὸς ὅλως εἴη. εἰ οὖν καθὸ γενητός ἐστιν ὁ κόσμος μὴ γέγονεν, ἀνάγκη πάντως μήτε νῦν γίνεσθαι μήτε γενήσεσθαι· οὐ γὰρ νῦν μὲν οὕτως ἄλλοτε δʼ ἄλλως εἶχεν ὁ κόσμος. ὥστε, εἰ μὴ γέγονεν καθὸ γενητός, οὐδʼ ὅλως γενήσεται. εἰ δὲ μήτε γέγονεν μήτε γενήσεται, οὐδὲ γενητός ἐστιν. ὥστε ἀδύνατον γενητὸν εἶναί τι μὴ γενόμενον, καθὸ γενητόν ἐστιν. ἐπὶ πᾶσιν δὲ τοῖς εἰρημένοις κἀκεῖνο συνιδεῖν ἄξιον, ὅτι οὐδὲ γενητὸν ἁπλῶς εἶναι τὸν κόσμον ὁ Πλάτων ἔφησεν, ἀλλὰ πανταχοῦ τὸ γεγονέναι αὐτοῦ κατηγόρησεν πῂ μὲν λέγων «ἡμᾶς δὲ τοὺς περὶ τοῦ παντὸς λόγους ποιεῖσθαί πῃ μέλλοντας, εἰ γέγονεν ἢ καὶ ἀγενές ἐστιν» καὶ πάλιν «πότερον ἦν ἀεὶ γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν ἢ γέγονεν ἀπʼ ἀρχῆς τινος ἀρξάμενος. γέγονεν· ὁρατός τε γὰρ ἁπτός τέ ἐστιν καὶ σῶμα ἔχων» καὶ πάλιν «χρόνος δʼ οὖν μετʼ οὐρανοῦ γέγονεν, ἵνʼ ἅμα γενόμενοι ἅμα καὶ λυθῶσιν» καὶ πανταχοῦ οὕτως. εἰ δὲ γεγονέναι αὐτὸν διαρρήδην ὁ Πλάτων φησὶν καὶ οὐχ ἁπλῶς γενητὸν εἶναι μόνον, πῶς οὐκ ἄντικρυς ἀντιφθέγγονται τῷ ἀνδρὶ οἱ λέγοντες γενητὸν μὲν αὐτὸν εἶναι διὰ τὸ ἐν τῷ γένει τῶν γενητῶν εἶναι, μὴ γεγονέναι δὲ πώποτε, πρὸς τῷ καὶ εἰς ἄτοπον τὴν ὑπόθεσιν ἐξάγεσθαι ταύτην, ὡς ἐδείξαμεν. τὸ μὲν οὖν πρότερον τῶν τοῦ γενητοῦ σημαινομένων οὕτως ἡμῖν ἀπεληλέγχθω.

`154–155`

ιʹ. Δεύτερον δὲ ἦν τὸ ἐπινοίᾳ σύνθετον, εἰ καὶ μὴ συνετέθη κατὰ χρόνον. πάντα γὰρ τὰ σώματα σύνθετα ὄντα ἐξ ὕλης καὶ εἴδους οὐ κατὰ χρόνον συνελθούσης τῆς ὕλης τῷ εἴδει συνετέθη· οὐδέποτε γὰρ γυμνὴν εἰδῶν ἔστιν ἰδεῖν ἢ εὑρέσθαι τὴν ὕλην οὐδὲ μὴν τὰ ἔνυλα εἴδη καθʼ αὑτὰ χωρὶς ὕλης ὑφεστῶτα ἀλλʼ ἐπινοίᾳ μόνῃ τὰ ἁπλᾶ γνωρίζεσθαι· ταύτῃ γὰρ μόνῃ εἰς τὸ ὑποκείμενον καὶ τὸ εἶδος τὰ σώματα ἀναλύεται καὶ πάλιν ἐκ τούτων συντίθεται. οὕτως οὖν καὶ τὸν κόσμον γενητὸν εἶναί φασιν λέγεσθαι, καθὸ δυνάμεθα τῇ ἐπινοίᾳ ἀναλῦσαι αὐτὸν εἰς τά, ἐξ ὧν σύγκειται, λέγω δὴ τό τε πρῶτον ὑποκείμενον καὶ τὰς ἐπικειμένας τούτῳ ποιότητας. καὶ τούτῳ γε μάλιστα τῷ σημαινομένῳ τοῦ γενητοῦ καὶ ὁ Πορφύριος συγκατατίθεται· λέγει γοῦν ἐν τῷ δευτέρῳ τῶν εἰς τὸν Τίμαιον ὑπομνημάτων ἐπὶ λέξεως ταῦτα «οἱ δὴ λέγοντες ἀγένητον μὲν κατὰ χρόνον εἶναι τὸν κόσμον ἑτέρως δὲ λέγειν γενητὸν εἶναι ἀναγκαίως τὰ σημαινόμενα τοῦ γενητοῦ καταριθμήσαντες, ἣν ἐπάγει κατασκευὴν τοῦ γεγονέναι, τίνι τῶν σημαινομένων ἐφαρμόττει, ἀξιοῦσι καθορᾶν. εἰ μὲν γὰρ μὴ ἀπεδείκνυεν, ὅτι γέγονεν, ἄδηλον ἦν, πῶς τὸ γεγονέναι τοῦ κόσμου κατηγόρησεν· εἰ δὲ ἐπάγει τούτου τὴν ἀπόδειξιν, ᾧπερ ἂν τῶν σημαινομένων τοῦ γενητοῦ ἐφαρμόζῃ ἡ ἀπόδειξις, δῆλον, ὡς κατʼ ἐκεῖνο γενητὸν ἂν λέγοι τὸν κόσμον, ᾧ δὲ μὴ ἐφαρμόζῃ, πρόδηλον, ὡς ἐκεῖνο παραιτεῖται· μὴ γὰρ δὴ τοσοῦτον τῶν φρενῶν ἐξεστηκέναι ὡς ἀσυλλόγιστα καὶ μηδαμῶς κατασκευαστικὰ τοῦ συμπεράσματος λαμβάνειν τὸν Πλάτωνα». ταῦτα εἰπὼν ὁ Πορφύριος καὶ τὰ προεκκείμενα τοῦ γενητοῦ σημαινόμενα καταριθμησάμενός φησιν τὸν κόσμον γενητὸν ὑπὸ Πλάτωνος λέγεσθαι, καθὸ ἐξ ὕλης καὶ εἴδους σύγκειται· ἔχει δὲ ἡ λέξις ὧδε «φημὶ τοίνυν, ὅτι κατὰ τὸ κυρίως ὑφʼ ἡμῶν δειχθὲν γενητὸν προσαγορευόμενον, τουτέστιν τὸ σύνθετον ἐξ ὕλης καὶ εἴδους, πρὸς οὗπερ τὴν ἀπόδειξιν καὶ τὰ προληφθέντα ἀξιώματα οἰκείως αὐτὸν δείξομεν προειληφότα, πρότερον ὡς τῷ τοιούτῳ ἐφαρμόζει σημαινομένῳ ἡ ἀπόδειξις ἐκδιδάξαντες· εἰ γάρ τι ὁρατὸν καὶ ἁπτόν ἐστιν καὶ σῶμα ἔχον, τοῦτο τριχῇ διαστατὸν μετὰ ἀντιτυπίας καὶ ὠγκωμένον οὐκ ἔστιν ἁπλοῦν ἀλλὰ σύνθετον ἐξ ὕλης καὶ εἴδους». ταῦτα καὶ ὁ Πορφύριος.

`156–158`

αιʹ. Ἔστιν δὲ πρὸς ἅπαντας αὐτοὺς εἰπεῖν, ὡς πρῶτον μὲν τὸ ἑτέρων σημαινομένων ὀνόματα καθʼ ἑτέρων ἐπιτιθέναι σημαινομένων τὰς συνήθεις παρωσαμένους προσηγορίας πολλῆς ἐστιν αὐτονομίας καὶ ἐξουσίας· ἔδει γὰρ αὐτούς, εἴπερ τοῦτο ἦν ἀληθές, δεῖξαί που τῶν διαλόγων τὸν Πλάτωνα τὸ γενητὸν σαφῶς ἀντὶ τοῦ συνθέτου μεταλαμβάνοντα. ἀλλʼ οὐδὲ ἡ κοινὴ τῶν ἀνθρώπων χρῆσις σύνθετόν τι εἰπεῖν βουλομένη ἀντὶ συνθέτου τὸ γενητὸν μετέλαβεν πώποτε· οἶδεν γὰρ καὶ ἡ συνήθεια, ὡς ἄλλο μὲν τὸ γενητὸν σημαίνει, ἄλλο δὲ τὸ σύνθετον. ἀλλʼ οὐδὲ ἔκ τινος ἄλλου τῶν ἀρχαιοτέρων, ὅσον ἐμέ γε εἰδέναι, ἤ τινος λογογράφου δύναται τούτου ἡμῖν τὴν πίστιν κομίζειν, εἴ που ἐναργῶς τὸ σύνθετον εἰς τὸ γενητὸν μετέλαβέν τις· ὁ γὰρ Ἀριστοτέλης ἐν τῷ πρώτῳ τῆς περὶ οὐρανοῦ τὰ τοῦ γενητοῦ καὶ ἀγενήτου καταριθμούμενος σημαινόμενα οὐδαμοῦ τὸ ἐξ ὕλης καὶ εἴδους σύνθετον γενητὸν εἶναι λέγεσθαι διωρίσατο ἢ ἀγένητον τὸ ἁπλοῦν καὶ ἀσύνθετον, ὡς ἐν ἑτέροις τὰ τοῦ ἀνδρὸς ἐξετάζοντες δείξομεν. πῶς οὖν οὐκ ἄτοπον ῥᾳδίως οὕτω μεταφέρειν τὴν συνήθη τῶν ὀνομάτων χρῆσιν ἐπὶ τὸ ἀτριβὲς καὶ ἀσύνηθες καὶ αὐτῷ Πλάτωνι καὶ πᾶσιν ἀνθρώποις; ἄλλως τε καὶ μέγιστον κατηγόρημα προσάπτουσιν Πλάτωνι τὸ μὴ διελέσθαι πρότερον τὰ τοῦ γενητοῦ σημαινόμενα, εἶτα ἀφορίσαι, περὶ ποίου σημαινομένου τοὺς λόγους ποιεῖται, εἴπερ μὴ τὸ καθωμιλημένον τοῖς πολλοῖς τοῦ γενητοῦ σημαινόμενον ἀλλά τι ξένον καὶ ἀσύνηθες παρελάμβανεν· σοφιστικὸν γὰρ λίαν εἶναι τὸ τοιοῦτο καὶ πρότερον ἀπεδείξαμεν. πλὴν εἰ καὶ ταῦτά τις ἅπαντα παριδὼν συγχωρήσειεν αὐτοῖς τὸ γενητὸν σημαίνειν μετὰ τῶν ἄλλων σημαινομένων καὶ τὸ σύνθετον εἶναι ἐξ ὕλης καὶ εἴδους, δῆλον δήπου πάντως, ὅτι καὶ ἐν οἷς κατʼ ἀρχὴν ἀφοριζόμενος τὸ προκείμενον αὐτῷ πρόβλημα, ὅτε ἔλεγεν περὶ τοῦ παντὸς σκοπεῖσθαι μέλλειν, εἰ γέγονεν ἢ καὶ ἀγενές ἐστιν, οὐδὲν ἕτερον ἔλεγεν ἢ μέλλειν ζητεῖν, πότερον ἁπλοῦς ἐστιν ὁ κόσμος ἢ σύνθετος ἐξ ὕλης καὶ εἴδους — εἰ γὰρ τὸ γενητὸν ἐν τούτοις τὸ σύνθετον δηλοῖ παρὰ Πλάτωνι, καὶ τὸ ἀγένητον πάντως τὸ ἀσύνθετον δηλώσει —, καὶ ὅτε ἄρα λοιπὸν αὐτὸ τὸ πρόβλημα προὔτεινεν, πότερον ἦν ἀεὶ ὁ κόσμος γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν ἢ γέγονεν ἀπʼ ἀρχῆς τινος ἀρξάμενος, τοῦτο δήπουθεν ἐζήτει, ὅπερ καὶ τὴν ἀρχὴν ἀφωρίσατο, πότερον ἁπλοῦς ἐστιν ὁ κόσμος ἢ σύνθετος ἐξ ὕλης καὶ εἴδους. ὥστε καὶ τὸ «ἦν ἀεί» ἀντὶ τοῦ ἁπλοῦ μεταληφθήσεται διὰ τὴν πολλὴν ἐξουσίαν τῆς τῶν ὀνομάτων μεταθέσεως· ὅπερ γὰρ ἐν ἀρχῇ εἶπεν προκεῖσθαι αὐτῷ εἰς ζήτησιν, εἰ γέγονεν ὁ κόσμος ἢ καὶ ἀγένητός ἐστιν, τοῦτο γὰρ προϊὼν ἐζήτησε φήσας «πότερον ἦν ἀεὶ ἢ γέγονεν» ἀντὶ τοῦ ἀγενήτου τὸ ἀεὶ εἶναι μεταλαμβάνων. εἰ οὖν τὸ μὲν γενητὸν τὸ σύνθετον δηλοῖ καὶ διὰ τοῦτο καὶ τὸ ἀγένητον ἀνάγκη δηλοῦν τὸ ἀσύνθετον καὶ ἁπλοῦν, ἀντὶ δὲ τοῦ ἀγενήτου μετέλαβεν ὁ Πλάτων τὸ ἀεὶ εἶναι, καὶ τὸ ἀεὶ ἄρα εἶναι τὸ ἀσύνθετον παρʼ αὐτῷ σημαίνει. καὶ τίς ἡ ἀνάγκη τῆς τοσαύτης τῶν ὀνομάτων ἀκυρολογίας τῷ Πλάτωνι, δέον συντόμως τε καὶ κυρίαις λέξεσιν τὴν οἰκείαν ἑρμηνεύοντα διάνοιαν εἰπεῖν «πότερον ἁπλοῦς ἐστιν ὁ κόσμος ἢ σύνθετος ἐξ ὕλης καὶ εἴδους»; τίς γάρ ποτε ἀνθρώπων τὸ ἀεὶ ὂν ἀντὶ τοῦ ἁπλοῦ καὶ ἀσυνθέτου μετείληφεν; ἀλλὰ δὴ καὶ τοῦτο συγκεχωρήσθω· μεταλαμβανόντων ἡμῶν τό τε ἀεὶ ὂν εἰς τὸ ἀσύνθετον καὶ ἁπλοῦν καὶ τὸ γίνεσθαι εἰς τὸ συγκεῖσθαι, καθὼς ἔδοξεν τοῖς νέοις τῶν ὀνομάτων νομοθέταις, ἔσται τὸ συμφραζόμενον πᾶν τοιοῦτο «πότερον ἁπλοῦς ἐστιν ὁ κόσμος συνθέσεως ἀρχὴν ἔχων οὐδεμίαν ἢ σύγκειται ἐξ ἀρχῆς τινος ἀρξάμενος». ἀλλʼ οὐδὲ οὕτω πάλιν ἐπικρύψαι τὴν ἀλήθειαν δεδύνηνται· εἰ γὰρ περὶ μόνου τοῦ «εἴτε ἁπλοῦς ἐστιν ὁ κόσμος εἴτε σύνθετος» ἡ ζήτησις ἦν τῷ Πλάτωνι, τί βούλεται αὐτῷ προσκείμενον τὸ «γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν»; καὶ πάλιν τῷ «γέγονεν» τί προσῆψεν τὸ «ἀπʼ ἀρχῆς τινος ἀρξάμενος»; ἤρκει γὰρ μόνον εἰπεῖν «πότερον ἦν ἀεὶ ἢ γέγονεν». διʼ ὧν οὖν ζητεῖ, εἴτε ἀεὶ ὢν — τουτέστιν ἁπλοῦς ὤν — οὐδεμίαν ἀρχὴν ἔχει γενέσεως — τουτέστιν κατʼ αὐτοὺς συνθέσεως — εἴτε γέγονεν — τουτέστιν συντέθειται — ἀπʼ ἀρχῆς τινος ἀρξάμενος, καὶ ἐπικρίνει τὸ γεγονέναι — «γέγονεν» γάρ φησιν —, δηλονότι ἀπό τινος ἀρχῆς ἀρξάμενον συντεθεῖσθαί φησιν τὸν κόσμον· τὸ γὰρ ὅλον τοῦτο ἐζήτησεν, εἰ γέγονεν ἀπʼ ἀρχῆς τινος ἀρξάμενος, καὶ ἐπέκρινεν, ὅτι γέγονεν ἀπʼ ἀρχῆς τινος ἀρξάμενος. ὥστε ἄρξασθαι τὴν τοῦ κόσμου σύνθεσιν ὡμολόγησε Πλάτων, ὅπερ ἐστὶν πάλιν τὸ εἶναι αὐτοῦ καὶ τὴν ὕπαρξιν. εἴρηται γάρ, ὡς ἐπὶ τῶν ἐξ ὕλης καὶ εἴδους συγκειμένων ἐπινοίᾳ μόνῃ προεπινοεῖται τῶν συνθέτων τὰ ἁπλᾶ· οὐ γὰρ πρότερον ὑποστήσας ὁ δημιουργὸς ὕλην ἀνὰ μέρος καὶ εἶδος ὕστερον ταῦτα συντέθεικεν, ἀλλʼ ἅμα τοῖς ἁπλοῖς καὶ τὸ ἐξ αὐτῶν συγκείμενον εἰς τὸ εἶναι παρήγαγεν· τῶν πρός τι γὰρ ἡ ὕλη καὶ τὸ εἶδος καὶ τὸ ἕτερον χωρὶς θατέρου εἶναι οὐ δύναται. εἰ οὖν ἄρξασθαί φησιν τὴν τοῦ κόσμου σύνθεσιν, ἅμα δὲ τῇ συνθέσει τά τε ἁπλᾶ καὶ τὰ ἐκ τούτων σύνθετα εἰς τὸ εἶναι ὁ θεὸς παρήγαγεν, ἀρχὴν ἄρα τῇ συνθέσει τοῦ κόσμου διδοὺς ὁ Πλάτων ἀρχὴν καὶ τῷ εἶναι παρέχει· οὐ γὰρ ἄλλο τὸ εἶναι τοῦ κόσμου καὶ ἡ σύνθεσις, ἀλλʼ ἅμα ἔστιν τε καὶ σύνθετός ἐστιν.

`159–162`

βιʹ. Εἰ δέ τις τὴν ἀρχὴν ἐνταῦθα καὶ τὸ ἄρξασθαι μὴ χρονικῶς ἀκούῃ — χρονικὴν δὲ λέγω ἀρχήν, ὡς πολλάκις εἴρηται, οὐ τὴν ἐν μέρει χρόνου γενομένην προϋφεστῶτος τοῦ χρόνου, ἀλλὰ τὸ σὺν χρόνῳ ἀρχὴν τοῦ εἶναι λαβεῖν πρότερον οὐκ ὄντα —, ἀνάγκη δήπου πάντως αἰτιώδη τὴν ἀρχὴν ἀκούειν· εἰ γὰρ καὶ ἄλλο τι εἴη σημαινόμενον τῆς ἀρχῆς, οὐδὲν ἡμῖν πρὸς τὴν παροῦσαν λυσιτελήσει σκέψιν· ὥστε καὶ τὸ πολυπραγμονεῖν περίεργον. ἓξ δὲ ὄντων παντὸς γινομένου τῶν αἰτίων κατὰ Πλάτωνα, ὑλικοῦ, εἰδικοῦ, ποιητικοῦ, παραδειγματικοῦ, ὀργανικοῦ, τελικοῦ — τῆς γὰρ οἰκίας ποιητικὸν μὲν αἴτιον ὁ οἰκοδόμος, παράδειγμα δὲ ὁ λόγος ὁ ἐν αὐτῷ, καθʼ ὃν ποιεῖ τὴν οἰκίαν, ὕλη δὲ λίθοι καὶ ξύλα, εἶδος αὐτὸ τὸ σχῆμα, ὄργανον δὲ κανὼν καὶ στάθμη καὶ σμίλη καὶ τὰ λοιπά, τέλος δὲ ἡ χρεία, διʼ ἣν γέγονεν, ὥστε σκέπειν ἡμᾶς ἀπὸ ὄμβρων καὶ καυμάτων —, κατʼ οὐδὲν οἶμαι τούτων δυνατὸν εἶναι τὴν ἀρχὴν ἐν τούτοις ἐξακούεσθαι· «πότερον» γάρ φησιν «ἦν ἀεὶ γενέσεως ἀρχὴν ἔχων οὐδὲ μίαν»· ὡς γὰρ ἑπομένου τῷ ἀεὶ ὄντι τοῦ μηδεμίαν ἔχειν γενέσεως ἀρχὴν εἰπὼν «ἦν ἀεί» ἐπήγαγεν τὸ «γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν». τῆς οὖν γενέσεως εἰς τὸ συνθέσεως μεταλαμβανομένης καὶ τοῦ ἀεὶ εἶναι εἰς τὸ ἁπλοῦν καὶ ἀσύνθετον εἶναι καὶ τῆς ἀρχῆς μὴ χρονικῶς ἀκουομένης ἀλλʼ ἢ κατὰ τὸ ποιητικὸν αἴτιον ἢ κατὰ τὸ εἶδος ἢ κατά τι τῶν λοιπῶν συμβήσεται πᾶν ἁπλοῦν καὶ ἀσύνθετον μηδεμίαν ἔχειν τῶν τοῦ συνθέτου ἀρχῶν· ἀρχαὶ δὲ τοῦ συνθέτου αἱ ἓξ αἱ εἰρημέναι· οὐδὲν ἄρα ἁπλοῦν οὔτε εἶδος ἕξει οὔτε παράδειγμα οὔτε τελικὸν οὔτε ποιητικὸν αἴτιον· μόνον ἄρα τῶν αἰσθητῶν ἐστιν ποιητὴς ὁ θεὸς καὶ ἐν μόνοις τούτοις τὰ εἴδη θεωρεῖται· οὐδεμία ἄρα λογικὴ ψυχὴ οὔτε εἶδός ἐστιν οὔτε παράδειγμα ἕξει οὔτε ποιητικὸν οὔτε τελικὸν αἴτιον οὐδὲ τῶν λοιπῶν νοητῶν οὐδέν. πάλιν δʼ αὖ εἰ ἡ ἀρχὴ σημαίνει αὐτῷ τῶν εἰρημένων τινά, τί βούλεται δηλοῦν ἐν οἷς φησιν «ἢ γέγονεν ἀπʼ ἀρχῆς τινος ἀρξάμενος»; διὰ τί γὰρ ἑνικῶς εἶπεν «ἀπʼ ἀρχῆς τινος»; εἰ γὰρ τὰ αἴτια τοῦ συνθέτου διὰ τῆς ἀρχῆς δηλοῦν ἐβούλετο, ταῦτα δὲ πλείονά ἐστιν καὶ ἐπί γε τοῦ κόσμου καὶ κατʼ αὐτὸν Πλάτωνα τὰ ἀπηριθμημένα χωρὶς τοῦ ὀργανικοῦ — ὀργάνου γὰρ εἰς οὐσίωσίν τινος ὁ θεὸς οὐ δεῖται τῶν ὄντων —, τί δήποτε ἐπὶ τοῦ ἀεὶ ὄντος πληθυντικῶς τῇ ἀναιρέσει τῆς ἀρχῆς χρησάμενος οὐδεμίαν εἰπὼν τὸ ἀεὶ ὂν ἔχειν γενέσεως ἀρχὴν ἐπὶ τοῦ γινομένου ἑνικῶς τὴν ἀρχὴν κατέφησεν καὶ ταύτην μετὰ τοῦ ἀορίστου μορίου τοῦ τίς «ἢ γέγονε» φήσας «ἀπʼ ἀρχῆς τινος ἀρξάμενος», δέον πληθυντικῶς «ἀπʼ ἀρχῶν τινων» εἰπεῖν «ἀρξάμενος», εἴ γε πλείονες, ὡς καὶ Πλάτωνι δοκεῖ, τῶν συνθέτων αἱ αἰτιώδεις ἀρχαί, ἃς καὶ εἰρήκαμεν; ὁπότε καὶ γελοῖόν ἐστιν τὸ γεγονέναι ἀντὶ τοῦ σύνθετον εἶναι λαμβάνοντα ζητεῖν, εἰ τὸ σύνθετον ἀπό τινων ἁπλῶν σύγκειται· ὅμοιον γάρ, ὡς εἴ τις ζητοίη, εἰ τὸ σύνθετον μὴ ἁπλοῦν ἐστιν ἀλλὰ σύνθετον. τί δʼ αὖ πάλιν καὶ τὸ ἄρξασθαι δηλοῖ; εἰ γὰρ μὴ χρονικὸν ἐν τούτοις τὸ ἄρξασθαι, λείπεται καὶ αὐτὸ εἰς τὸ συνθέσθαι μεταλαμβάνειν, ἵνʼ ᾖ τὸ συμφραζόμενον ὑπὸ Πλάτωνος τοιοῦτον «ἢ σύνθετός ἐστιν ἀπό τινος ἀρχῆς συγκείμενος»· πάντα γὰρ μᾶλλον, ἐμοὶ δοκεῖ, λέγειν αἱρήσονται ἢ τὴν ἁπλῆν καὶ ἀληθῆ τοῦ Πλάτωνος διάνοιαν καταδέξασθαι. ἀλλʼ οὐδὲν σύνθετον ἐκ τινὸς σύγκειται ἀλλʼ ἐκ τινῶν· πῶς οὖν φησιν «ἀπʼ ἀρχῆς τινος ἀρξάμενος», τουτέστιν συγκείμενος; εἰ δέ τις ἀρχὴν ἐνταῦθα μόνην τὴν ποιητικὴν ἀκούειν βούλοιτο, δηλονότι καί, ὅτε ἔλεγεν «ἦν ἀεὶ γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν», ἀρχὴν πάλιν τὴν ποιητικὴν ἀκουσόμεθα. πάλιν ὡς ἑπόμενον ὁ Πλάτων λαμβάνων τοῖς ἀεὶ οὖσιν τὸ μηδεμίαν ἔχειν ποιητικὴν ἀρχὴν μόνα τὰ αἰσθητά φησιν ὑπὸ ποιητικῆς αἰτίας γεγονέναι, τῶν νοητῶν δὲ οὐδέν. ὥστε μόνων τῶν αἰσθητῶν ἐστιν δημιουργὸς ὁ θεός, ἄναρχα δὲ κατʼ αἰτίαν τὰ νοητὰ πάντα, ὧν καὶ ἡ ἡμετέρα ὑπάρχει ψυχή. εἰ τοίνυν ταῦτα ἄτοπα, οὐκ ἄρα τὸ «ἀπʼ ἀρχῆς τινος ἀρξάμενος» κατά τι τῶν ἓξ αἰτίων ἔλαβεν. ὥστε ἀπὸ χρόνου τὸν κόσμον τοῦ εἶναι ἄρξασθαι ὁ Πλάτων βούλεται· εἰ γάρ, ὡς τῷ Πορφυρίῳ καλῶς ἔδοξεν, μηδεὶς τοσοῦτον τῶν φρενῶν ἐξέστηκεν, ὡς λέγειν ἀσυλλογίστοις λήμμασιν κεχρῆσθαι τὸν Πλάτωνα, πολλῷ δήπου μᾶλλον κενὸς ἂν εἴη φρενῶν ὁ τοιαύτας ὑποθέσεις λαμβάνειν οἰόμενος Πλάτωνα, ὡς μυρία αὐταῖς πῂ μὲν γέλωτος ἄξια ἕπεσθαι πῂ δὲ ἀτοπώτερα πάσης ἀτοπίας, ἀκύροις τε λέξεσιν λέγων κεχρῆσθαι καὶ ὁμωνύμοις ἄνευ τῆς τούτων εἰς τὰ σημαινόμενα τὰ οἰκεῖα διαιρέσεως καὶ τῆς μὲν συνήθους σημασίας τῶν λέξεων ἀμελεῖν, κατʼ ἄλλων δὲ σημαινομένων φέρειν τὰς λέξεις μὴ ἐγνωσμένων τοῖς Ἕλλησιν· εἰς ταῦτα γὰρ ἀπήγαγον αἱ θαυμασταὶ αὗται ὑποθέσεις τὸν Πλάτωνα. οὔτε ἄρα τὸ γενητὸν τὸ ἐξ ὕλης καὶ εἴδους συγκείμενον δηλοῖ τῷ Πλάτωνι οὔτε ἀρχὴν γενέσεως ἐν τούτοις ἄλλην τινὰ ἢ τὴν κατὰ χρόνον νοεῖν ἐνδέχεται.

`163`

γιʹ. Ὅτι δὲ τὸ τῆς ἀρχῆς ὄνομα τὴν κατὰ χρόνον ἀρχὴν ἐν τούτοις σημαίνει τῷ Πλάτωνι, μάθοις ἂν καὶ ἐκ τῶν ἀλλαχοῦ περὶ τῆς τοῦ κόσμου συστάσεως ἀπορητικῶς αὐτῷ εἰρημένων· ἐν γοῦν τῷ ἕκτῳ τῶν νόμων ἐπὶ λέξεώς φησιν ταῦτα «εὖ γὰρ δὴ τό γε τοσοῦτον χρὴ πάντα ἄνδρα ξυννοεῖν, ὡς ἡ τῶν ἀνθρώπων γένεσις ἢ τὸ παράπαν ἀρχὴν οὐδεμίαν εἴληχεν οὐδʼ ἕξει ποτὲ τελευτὴν ἀλλʼ ἦν τε ἀεὶ καὶ ἔστιν πάντως καὶ ἔσται ἢ μῆκός τι τῆς ἀρχῆς, ἀφʼ οὗ γέγονεν, ἀμήχανον ἂν χρόνον ὅσον γεγονὸς εἴη»· καὶ ἐν τῇ ἐπινομίδι δὲ ὁ αὐτὸς περὶ τῶν κατʼ οὐρανὸν ἁπάντων ταῦτά φησιν «νομίσαι δὲ δεῖ πάντα τὰ κατʼ οὐρανὸν ζῴων γένη, ὃ δὴ πάνυ χρὴ φάναι θεῖον γένος ἄστρων γεγονέναι, σώματος μὲν τυχὸν καλλίστου ψυχῆς τε εὐδαιμονεστάτης τε καὶ ἀρίστης. δυοῖν δὲ αὐτῆς μοιρῶν τὴν ἑτέραν χρὴ δόξῃ μεταδιδόναι σχεδόν· ἢ γὰρ ἀνώλεθρόν τε καὶ ἀθάνατον ἕκαστον αὐτῶν εἶναι καὶ θεῖον τὸ παράπαν ἐξ ἁπάσης ἀνάγκης ἤ τινα μακραίωνα βίον ἔχειν ἱκανὸν ἑκάστῳ ζωῆς, ἧς οὐδὲν ἔτι πλείονος ἂν προσδεῖσθαι». εἰ οὖν ἐν τούτοις μὲν ὡς ἀπορῶν φησιν «δύο μοιρῶν τὴν ἑτέραν χρὴ δοξάζειν περὶ τῆς τῶν ἀνθρώπων γενέσεως καὶ τῶν κατʼ οὐρανὸν ἁπάντων, ὡς ἢ τὸ παράπαν οὐδεμίαν ἀρχὴν εἰλήφοι γενέσεως καὶ διὰ τοῦτο οὐδʼ ἕξει τελευτὴν ἀλλʼ ἦν τε ἀεὶ καὶ ἔσται, ἢ μῆκός τι τῆς ἀρχῆς εἶναι, ἀφʼ οὗ γέγονεν, καὶ ἀμήχανον χρόνον ὅσον γεγονότα εἴη μακραίωνα βίον τῶν οὐρανίων ἐχόντων», ὅπερ δὲ ἐν τούτοις ὡς ἀπορῶν προθεὶς ἄλυτον εἴασε διὰ τὸ μηδὲ προκεῖσθαι αὐτῷ ἐν τοῖς νόμοις περὶ τῆς τοῦ κόσμου φυσιολογεῖν γενέσεως, τοῦτο αὐτὸ πάλιν εἰς ἐξέτασιν ἐν Τιμαίῳ προτείνας, εἴτε ἦν ἀεὶ ὁ κόσμος γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν εἴτε γέγονεν ἀπʼ ἀρχῆς τινος ἀρξάμενος, τὸ γεγονέναι τὸν κόσμον καὶ γενέσεως ἀρχὴν ἔχειν ἐπέκρινεν, πρόδηλον δήπου παντί, ὅτι, περὶ ἧς ἐν τοῖς νόμοις ἀρχῆς ἠπόρησεν, περὶ ταύτης καὶ ἐν τῷ Τιμαίῳ πάλιν ἀπορήσας ταύτην τὴν ἀρχὴν τὴν τοῦ παντὸς ἐκύρωσεν γένεσιν· εἰ δὲ ἐν τοῖς νόμοις σαφῶς, εἰ ἀρχὴν ἔχει χρονικὴν ἢ οὐ τά τε οὐράνια καὶ ἡ τῶν ἀνθρώπων ἠπόρησε γένεσις, καὶ ἐν Τιμαίῳ ἄρα ἀπʼ ἀρχῆς τινος χρονικῆς ἀρξάμενον γεγονέναι τὸν κόσμον ἀπεφήνατο. ὅτι δὲ ἀρχὴν ἔχειν χρονικὴν λέγων τὸν κόσμον ὁ Πλάτων οὐκ ἀσυλλόγιστα συλλογίζεται, ὡς τῷ Πορφυρίῳ δοκεῖ, μικρὸν ὕστερον δειχθήσεται.

`164–166`

διʹ. Πῶς δὲ καὶ τῆς ἀγχινοίας τοῦ Πλάτωνος εἴη θεώρημα οὕτως ἐναργὲς καὶ πᾶσιν ἀνθρώποις γνώριμον τοῖς ὁπωσοῦν φυσικῆς γευσαμένοις θεωρίας καὶ προσέτι τοῖς πρὸ αὐτοῦ φυσικοῖς ἅπασιν ὡμολογημένον, ὡς πᾶν σῶμα σύνθετόν ἐστιν ἐξ ὑποκειμένου καὶ εἴδους, εἰ καὶ περὶ τοῦ τί τούτων ἑκάτερόν ἐστιν διηνέχθησαν, ὥσπερ τι καινὸν ἡμῖν λύειν μέλλοντα πρόβλημα ἀγωνιᾶν καὶ θεοὺς ἐπικαλεῖσθαι καὶ θεὰς συνεργοὺς εἰς εὕρεσιν αὑτῷ γενέσθαι, εἴτε σύνθετόν τι χρῆμά ἐστιν ὁ κόσμος ἐξ ὕλης καὶ εἴδους συγκείμενος εἴτε καὶ μὴ ἀλλʼ ἁπλοῦν δηλονότι καὶ ἀσύνθετον; διὰ τί δὲ καὶ ὡς ἐπὶ τοῦ παντὸς τὴν ζήτησιν ποιεῖται; οὐ γὰρ ἴδιον τοῦτο τοῦ παντὸς πρόβλημα, καθὸ πᾶν ἐστιν, λέγω δὴ τοῦ κόσμου, εἰ ἐξ ὕλης καὶ εἴδους ἔχει τὴν σύστασιν, ἀλλὰ καὶ τοῦ τυχόντος καὶ μερικοῦ σώματος γενητοῦ τε καὶ φθαρτοῦ, οἷον τοῦδε τοῦ ὕδατος καὶ τῆσδε τῆς γῆς. ὅτι δὲ τοῦτό ἐστιν ἀληθές, μάρτυς καὶ αὐτὸς ὁ Πορφύριος· καίτοι γὰρ εἰπὼν γενητὸν λέγεσθαι τὸν κόσμον ὡς σύνθετον ἐξ ὕλης καὶ εἴδους προελθὼν καὶ ἐξηγούμενος τὸ «παραλαβὼν ὁ θεὸς ὅσον ἦν ὁρατὸν οὐχ ἡσυχίαν ἄγον ἀλλὰ πλημμελῶς καὶ ἀτάκτως κινούμενον» φησὶν ἐπὶ λέξεως ταῦτα «οὐκ ἔστιν ταὐτὸν κόσμου ποίησις καὶ σώματος ὑπόστασις οὐδὲ αἱ αὐταὶ ἀρχαὶ σώματός τε καὶ κόσμου, ἀλλʼ ἵνα μὲν κόσμος γένηται, δεῖ σώματα εἶναι καὶ θεὸν εἶναι, ἵνα δὲ σώματα, δεῖ ὕλην εἶναι καὶ θεὸν καὶ τὸ ἐπιγινόμενον ἄλλο μέν, ἵνα σωματωθῇ ὕλη, ἄλλο δέ, ἵνα τὰ σωματωθέντα ταχθῇ. ταῦτα δὲ ἀεὶ ἅμα γίνεται πάντα καὶ οὐ χρόνῳ διηρτημένα, ἀλλʼ ἥ γε διδασκαλία ἀναγκαίως διαιρεῖ, ἵνα διδάσκῃ ἀκριβῶς τὸ γιγνόμενον· σώματος μὲν γὰρ ἀρχαὶ θεὸς μὲν γεννῶν, ὕλη δὲ καὶ τὰ σχήματα, ἃ προϊὼν ἡμᾶς διδάξει, ὡς ἐξ ὧν συνέστηκεν τὰ σώματα γεννηθέντων ἀπὸ θεοῦ, κόσμου δὲ τὰ ἤδη ὑποστάντα σώματα ὑπὸ θεοῦ καὶ θεὸς ὁ ταῦτα τάσσων»· καὶ μετʼ ὀλίγα «τεκμήριον δὲ τοῦ τε μὴ ταὐτὸν εἶναι κατὰ Πλάτωνα σώματος σύστασιν καὶ κόσμου καὶ ὅτι νῦν μὴ τὴν ὕλην παραλαμβάνει ἀλλὰ τὰ ἐξ ὕλης ἀποτελεσθέντα σώματα ἐκεῖνο γινέσθω τὸ ὁρατὰ λέγειν εἶναι τὰ παραληφθέντα — τὰ δὲ ὁρατὰ τί ἂν εἴη ἢ σώματα; ἡ δὲ ὕλη ἀειδὴς καὶ ἄμορφος κατʼ αὐτὸν καὶ μόγις νόθῳ λογισμῷ λαμβανομένη — καὶ τὸ προελθόντα σωμάτων γένεσιν δεικνύναι καίτοι ἐνταῦθα κόσμου ἐπιδείξαντα σύστασιν· ἀλλʼ ἀπὸ τῆς τοῦ κόσμου γενέσεως ἀνατρέχει ἐπὶ τὴν τοῦ σώματος γένεσιν». εἰ τοίνυν ταῦτα καὶ ἀληθῶς καὶ τῷ Πλάτωνι δοκοῦντά φησιν ὁ Πορφύριος, πῶς οὐ συνεῖδεν ταῦτα πρότερον, ὅτε γενητὸν εἶναι ἔλεγεν τὸν κόσμον ὡς ἐξ ὕλης καὶ εἴδους συγκείμενον, ὅτι οὔκ εἰσιν ἀρχαὶ τῆς τοῦ κόσμου συνθέσεως ὕλη καὶ εἶδος ἀλλὰ τὰ ἤδη ἐξ ὕλης καὶ εἴδους συστάντα σώματα, ὧν ἡ σύνθεσίς τε καὶ τάξις τὸν κόσμον ἐποίησεν; εἰ δὲ μὴ ἀρχαὶ τοῦ κόσμου εἰσὶν ὕλη καὶ εἶδος, οὐκ ἄρα ζητῶν ὁ Πλάτων, εἰ γέγονεν ὁ κόσμος καὶ ἀρχὴν ἔχει τοῦ εἶναι, τοῦτο ἐζήτει, εἰ σύνθετος ἐξ ὕλης καὶ εἴδους συγκείμενος· σωμάτων γὰρ αὕτη καὶ οὐ κόσμου γένεσις, ὡς καὶ ὁ Πορφύριος εἴρηκεν· Πλάτων δὲ περὶ τῆς τοῦ κόσμου γενέσεως ζητῆσαι προὔθετο μέλλων ἐφεξῆς καὶ περὶ τῆς τῶν σωμάτων ζητῆσαι γενέσεως. αὐτὸς ἄρα ὁ Πορφύριος ἐκ τῶν Πλάτωνος ῥητῶν συνελαυνόμενος σύντομον ἔλεγχον ἡμῖν τῆς προκειμένης τοῦ γενητοῦ παραδέδωκεν ὑποθέσεως, ἀλλʼ οὐ συνεῖδεν ταῦτα συμβάλλειν ἀλλήλοις καὶ τὸ μαχόμενον ἐκφυγεῖν ἢ συνεῖδεν μὲν ἐνόμισεν δὲ λανθάνειν καὶ ταύτῃ κλέπτειν τοὺς ἐντυγχάνοντας. ἀλλʼ οὐδὲ ἐκεῖνο οἶμαι νοῦν ἔχοντά τινα εἰπεῖν, ὡς, εἰ καὶ μὴ οὕτως γενητὸν ὑπὸ Πλάτωνος λέγεσθαι τὸν κόσμον δυνατὸν ὡς ἐξ ὕλης καὶ εἴδους σύνθετον διὰ τὰ νῦν λεχθέντα, ἀλλʼ οὖν γε ὡς ἐκ πλειόνων σωμάτων συγκείμενον· οὐ γὰρ ἐχόντων ἐστὶν ὀφθαλμοὺς καὶ αἴσθησιν τὸ περὶ τούτου ζητεῖν, εἴτε ἕν τι σῶμα καὶ ἁπλοῦν ἐστιν ὁ κόσμος εἴτε ἐκ πλειόνων ἔχει τὴν σύστασιν· οὐδεὶς γὰρ ἀπορεῖ περὶ τούτων, ἅπερ ἐναργῶς ἑλεῖν τῇ αἰσθήσει πάρεστιν. ἠλίθιοι ἄρα παντελῶς καὶ κενοὶ τῷ ὄντι φρενῶν, ὅσοι εἰς τὰς ἠλιθίους ταύτας ὑποθέσεις ἐξήγαγον Πλάτωνα. ἀλλὰ γὰρ καὶ ταύτην ἱκανῶς ἀπελέγξαντες τὴν ὑπόθεσιν ἐπὶ τὴν τῶν λοιπῶν ἐπίσκεψιν μεταβησόμεθα.

`167–168`

ειʹ. Τρίτον ἦν τοῦ γενητοῦ σημαινόμενον, καθʼ ὃ ἐν τῷ γίνεσθαί ἐστιν ὁ κόσμος, ὅπερ μάλιστα καὶ ὁ Πρόκλος ἐν τοῖς εἰς τὰ προκείμενα χωρία ἐξηγητικοῖς ὑπομνήμασιν ἀποδέχεται· ἐν γοῦν τῷ προειρημένῳ λόγῳ, ὃς ἐπιγέγραπται «ἐπίσκεψις τῶν πρὸς τὸν Πλάτωνος Τίμαιον ὑπʼ Ἀριστοτέλους ἀντειρημένων», ἀντιλέγων πρὸς Ἀριστοτέλην αὐτὸν μὲν ἀΐδιον εἶναι τὸν κόσμον ὑποτιθέμενον ἐγκαλοῦντα δὲ Πλάτωνι ὡς ἀπὸ χρόνου γενητὸν αὐτὸν ποιοῦντι — εἴπωμεν δέ, πῶς τὸ ἀπὸ χρόνου ἐπὶ τοῦ κόσμου λέγεται — τὸν μὲν περὶ τῆς ἀϊδιότητος τοῦ κόσμου λέγον τοῦ Ἀριστοτέλους ἀποδέχεται, οὐ δίκαια δέ φησιν ἐγκαλεῖν αὐτὸν Πλάτωνι· οὐδὲ γὰρ τὸ γεγονέναι παρʼ αὐτῷ σημαίνειν τὸ ἀρχὴν ἔχειν τοῦ εἶναι ἀλλὰ τὸ ἀεὶ γίγνεσθαι· τὰ μὲν γὰρ ὑπέρχρονά τε καὶ αἰώνια ὅλην ἅμα ἔχειν παροῦσαν τήν τε οὐσίαν ἑαυτῶν καὶ τὴν δύναμιν καὶ τὴν τελειότητα τῆς ἐνεργείας, πᾶν δὲ τὸ ἐν χρόνῳ ὂν οὐκ ἔχειν ἀθρόαν ἅμα τὴν οἰκείαν ζωὴν παροῦσαν· «εἴ τι γὰρ ἐν χρόνῳ ἐστίν», φησίν, «κἂν εἰς τὸν ἄπειρον ἐκτείνηται χρόνον, ἔστιν μὲν ποτέ — ὅσον γὰρ ἔστιν αὐτοῦ, τοῦτο ἔν τινι χρόνῳ ἐστίν· οὐ γάρ ἐστιν ἅμα ὁ χρόνος —, γίνεται δʼ ἐπʼ ἄπειρον ἀλλʼ οὐ ποτέ». οὕτως οὖν γενητὸν τὸ πᾶν φησιν ὡς οὐκ ὂν οἷον τὸ ἀεὶ ὄν, ἀλλʼ ὡς ἀνὰ πάντα μὲν τὸν χρόνον γιγνόμενον, ὑφιστάμενον δὲ ἀεὶ ποτὲ κατὰ τὸ ἐνεστηκὸς τοῦ χρόνου μέρος· καὶ οὕτω δὲ πάλιν γενητόν φησιν τὸ πᾶν ὡς οὐχ ἑαυτῷ τοῦ εἶναι αἴτιον, ἀλλʼ ὑφʼ ἑτέρου ὑφιστάμενον, ὅπερ ἐστὶν τὸ τέταρτον τοῦ γενητοῦ σημαινόμενον, λέγω δὴ τὸ κατʼ αἰτίαν γενητόν. οὕτως μὲν οὖν καὶ ὁ Πρόκλος κατὰ δύο τὰ ὕστερα τοῦ γενητοῦ σημαινόμενα τὸν Πλάτωνά φησιν γενητὸν εἶναι λέγειν τὸν κόσμον.

`169–171`

ϛιʹ. Ἀλλʼ ὅτι μὲν πάντα τὰ αἰσθητὰ ἐν τῷ γίνεσθαι τὴν ὑπόστασιν ἔχειν ὁ Πλάτων τίθεται, καὶ αὐτὸς ὁμολογῶ· λέγει γοῦν περὶ τῶν αἰσθητῶν ἁπάντων «τὸ δʼ αὖ δόξῃ μετʼ αἰσθήσεως ἀλόγου δοξαστὸν γινόμενον καὶ ἀπολλύμενον, ὄντως δὲ μηδέποτε ὄν». ἀλλὰ ταύτην τὴν γένεσιν οὐκ ἄναρχον εἶναι ἀλλʼ ἀρχὴν εἰληφέναι τοῦ εἶναι ὑποτίθεται πρότερον μὴ οὖσαν· πρὸς ὃ καὶ τὴν ἔνστασιν ὁ Ἀριστοτέλης πεποίηται· οὐδὲ γὰρ τὸ λέγειν ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχειν τὸν κόσμον ἤδη τοῦτό ἐστιν ἀπόδειξις τοῦ μὴ λέγειν τὸν Πλάτωνα τὴν γένεσιν ταύτην ἀπό τινος ἀρχῆς ἄρξασθαι, ἐπεὶ καὶ τὰ μερικὰ πάντα ἐν τῷ γίγνεσθαι τὸ εἶναι ἔχοντα ἀρχὴν ἕκαστον τοῦ εἶναι εἴληφεν· ὅτι γὰρ οὐκ ἄναρχον εἶναι τὴν τοῦ κόσμου γένεσιν οἴεται, αὐτὰ τὰ Πλάτωνος διδάξει ῥήματα· «πότερον» γάρ φησιν «ἦν ἀεὶ γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν ἢ γέγονεν ἀπʼ ἀρχῆς τινος ἀρξάμενος»· ὅρα γάρ, ὅτι τὸ πρόβλημά ἐστιν αὐτῷ, εἰ οὐδεμίαν ἔχει γενέσεως ἀρχὴν ἢ γέγονεν ἀπʼ ἀρχῆς τινος ἀρξάμενος. ὥστε ἀρχὴν ζητεῖ τῆς τοῦ κόσμου γενέσεως· εἰ γὰρ ἁπλῶς σημαίνειν ἐβούλετο διὰ τοῦ γέγονεν τὸ ἐν τῷ γίγνεσθαι ἔχειν τὸ εἶναι, ἤρκει οὕτως εἰπεῖν «πότερον ἦν ἀεὶ γενέσεως ἐκτὸς ἢ γέγονεν», μᾶλλον δὲ ἀκολουθότερον ἦν εἰπεῖν «ἢ γίνεται», νῦν δέ φησιν «γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν» καὶ πάλιν «ἢ γέγονεν ἀπʼ ἀρχῆς τινος ἀρξάμενος» ἀεὶ τῇ γενέσει τὴν ἀρχὴν προσάπτων· τὸ γὰρ ἀϊδίως γινόμενον γενέσεως οὐδεμίαν ἔχει ἀρχήν, νῦν δέ φησιν γεγονέναι τὸν κόσμον ἀπʼ ἀρχῆς τινος ἀρξάμενον· ἐπεὶ γὰρ τὸ γεγονέναι δηλωτικὸν ἴσως ἐδόκει τισὶν τοῦ ὑφεστάναι μὲν παρὰ τοῦ δημιουργοῦ τὸν κόσμον, ἐξ ἀϊδίου δὲ τὴν ὑπόστασιν εἰληφέναι — ὁποῖα τὰ αἰώνιά φησιν ὁ Πλάτων εἶναι παρὰ θεοῦ μὲν τὸ εἶναι εἰληφότα, οὐκ ἀπό τινος δʼ ἀρχῆς ἀλλʼ αἰωνίως ὄντα —, ταύτην δὴ περὶ τοῦ κόσμου τὴν ὑπόνοιαν ἀποκρουόμενος τῷ «γέγονεν» τὸ «ἀπʼ ἀρχῆς τινος ἀρξάμενος» προσέθηκεν. ὅρα γοῦν, πῶς σαφῶς ἑκάτερον ἡμᾶς ἐδίδαξεν, λέγω δὴ τό τε ἐν γενέσει τὸ εἶναι ἔχειν τὸν κόσμον καὶ τὸ τὴν γένεσιν ταύτην ἀρχὴν τοῦ εἶναι εἰληφέναι· διὰ μὲν γὰρ τοῦ «γέγονεν ἀπʼ ἀρχῆς τινος ἀρξάμενος» τὸ οὐκ ἀΐδιον τῆς γενέσεως ἀλλʼ ἠργμένον ἐδήλωσεν· πάλιν δʼ αὖ τῷ «γέγονεν» ἐπαγαγὼν «ὁρατός τε γὰρ ἁπτός τέ ἐστιν καὶ σῶμα ἔχων· πάντα δὲ τὰ τοιαῦτα δόξῃ περιληπτὰ μετʼ αἰσθήσεως γινόμενα καὶ γενητὰ ἐφάνη» τὸ διηνεκὲς τῆς τῶν αἰσθητῶν γενέσεως ἐδήλωσεν, ὅτι ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχουσιν· «γινόμενα» γάρ, φησίν, «καὶ γενητὰ ἐφάνη», κἀνταῦθα πάλιν τῷ «γινόμενα» προσθεὶς τὸ «γενητά» οὐ μάτην, ἀλλʼ ἵνα πάλιν δηλώσῃ, ὡς τὸ γίνεσθαι τοῦτο οὐ τῶν ἐξ ἀϊδίου ὄντων καὶ ἀνάρχως ἐστὶν ἀλλὰ τῶν ἀρχὴν τοῦ εἶναι ἐχόντων. ἀμφότερα οὖν, ὡς εἶπον, ὑποτιθέμενος καὶ τὸν προσήκοντα ἑκάστῳ χρόνον ἀποδέδωκεν, τῇ μὲν τοῦ εἶναι ἀρχῇ τὸ γεγονέναι — «γέγονεν» γάρ, φησίν, «ἀπʼ ἀρχῆς τινος ἀρξάμενος» —, τῇ δὲ ἐφεξῆς λοιπὸν διηνεκεῖ γενέσει καὶ μεταβολῇ τὸ γίνεσθαι — «γινόμενα» γάρ, φησίν, «καὶ γενητὰ ἐφάνη»· τὸ μὲν γὰρ γίνεσθαι ἐνεστώσης παρατάσεώς ἐστιν δηλωτικόν, ὅπερ ἁρμόζει τῇ συνεχεῖ τοῦ κόσμου γενέσει τε καὶ ἀλλοιώσει, τὸ γέγονεν δὲ παρῳχημένην συντέλειαν σημαίνει, ὅπερ συνᾴδει τῇ πρώτῃ ἀρχῇ καὶ ὑποστάσει τῆς τοῦ κόσμου γενέσεως. ὅτι δὲ Πλάτων εἴπερ τις ἄλλος τῆς τῶν ὀνομάτων ὀρθῆς χρήσεως ἐπιστήμων τε καὶ ἐργάτης ὑπῆρχεν καὶ οὐδὲν ἂν μάτην προσέρριψεν, τί δεῖ με παρεκβαίνειν τὰ ἐναργῆ καὶ πᾶσιν γνώριμα κατασκευάζοντα; εἰ δέ τις ἀδιαφορίαν τῆς χρήσεως τῶν ὀνομάτων ἐγκαλῶν Πλάτωνι τὸ γέγονεν ἀντὶ τοῦ γίνεται παραλήψεται, τί κωλύει καὶ ἡμᾶς τὴν αὐτόνομον αὐτῶν ἐξουσίαν μιμουμένους τὰ γινόμενα ἀντὶ τοῦ γεγονότα λαμβάνειν; πῶς δʼ ἂν καὶ συμφωνοίη τὸ «ἀπʼ ἀρχῆς τινος ἀρξάμενος»; τὸ γὰρ ἀεὶ γινόμενον οὐχ οἷόν τε ἀπʼ ἀρχῆς τινος τοῦ γίνεσθαι ἄρχεσθαι. τίνα δʼ ἂν καὶ ἀρχὴν λέγοι, ἀφʼ ἧς ἄρξασθαί φησιν τὴν τοῦ κόσμου γένεσιν, ἢ μόνην τὴν καθʼ ὕπαρξιν καὶ χρονικὴν ἀρχήν; οὔτε γὰρ ὕλην οὔτε εἶδος οὔτε ἄλλην τινὰ νοεῖν ἐν τούτοις ἀρχὴν ἐνδέχεται. ποίαν γὰρ ἔχει διάνοιαν τὸ λέγειν, ὅτι γέγονεν ὁ κόσμος — τουτέστιν ἐν τῷ γίγνεσθαι τὸ εἶναι ἔχει — ἀπὸ ὕλης ἀρξάμενος ἢ ἀπὸ εἴδους ἤ τινος τῶν ἄλλων; τί γάρ ἐστιν τὸ γινόμενον ἀεὶ τὸν κόσμον ἀπὸ ὕλης ἄρξασθαι λέγειν τῆς γενέσεως, εἰ μὴ πάλιν τὸ ἄρξασθαι μεταλάβωσιν; ἀλλʼ οὕτω πάλιν εἰ σύνθετός ἐστιν ὁ κόσμος ζητῶν ἂν εἴη καὶ οὐχὶ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχειν· τοῦτο δʼ ἡμῖν διελήλεγκται. ὅτι δὲ οὐδὲ τὸ ποιητικὸν αἴτιον νοεῖν ἐνταῦθα τὴν ἀρχὴν δυνατόν, δῆλον πάλιν ἐκ τῶν ἀεὶ ὄντων καὶ μὴ γινομένων· ταῦτα γάρ φησιν οὐδεμίαν ἔχειν γενέσεως ἀρχήν. ὥστε συμβήσεται μηδὲν τῶν νοητῶν ποιητικὴν αἰτίαν ἔχειν κατὰ Πλάτωνα, ὅπερ ἐστὶν ψεῦδος καὶ ἄλλως ἄτοπον· πολλὰς γὰρ οὕτως ἀρχὰς καὶ οὐ μίαν εἰσάγειν ἀνάγκη καὶ τοσαύτας, ὅσα καὶ τὰ νοητά· μίαν δὲ εἶναι τὴν πάντων ἀρχὴν ὡμολόγηται. διὰ τί δὲ πάλιν, εἴπερ τοῦτο ἐζήτει — λέγω δή, εἰ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει ὁ κόσμος —, «γέγονεν» εἶπεν καὶ μὴ «γίνεται»; καὶ πάλιν διὰ τί μὴ εἶπεν «ἀπʼ ἀρχῆς τινος ἀρχόμενος» ἀλλʼ «ἀρξάμενος»; τὸ γὰρ λέγειν «γιγνόμενον ἀεί» τὰς τοῦ γίνεσθαι ἀρχὰς παρούσας ἔχει καὶ ἀεὶ τὸ τοιοῦτο ἄρχεται γίνεσθαι, οὐ μὴν ἤρξατο. διὰ τί δὲ καὶ ἑνικῶς καὶ ἀδιορίστως εἶπεν πλειόνων οὐσῶν τῶν τοῦ γινομένου ἀρχῶν καὶ ὡρισμένων, ὡς εἴρηται; οὐδὲν ἄρα ἄλλο τὴν ἀρχὴν ἐν τούτοις νοεῖν ἐνδέχεται ἢ τὴν τοῦ εἶναι καὶ τῆς ὑπάρξεως. οὕτως οὖν ἡμῖν καὶ τὸ τρίτον σημαινόμενον ἀπεληλέγχθω.

`172–173`

ζιʹ. Λείπεται περὶ τοῦ τετάρτου τρόπου τοῦ γενητοῦ ἐπισκέψασθαι, ὅπερ ἐστὶν τὸ κατʼ αἰτίαν γενητόν, εἰ γεγονέναι λέγων τὸν κόσμον ὁ Πλάτων κατʼ αἰτίαν μόνον φησὶν γεγονέναι· καὶ ταύτῃ γάρ, ὡς εἶπον, τῇ δόξῃ ὁ Πρόκλος ἔθετο· οὕτως γάρ φησιν γενητὸν τὸ πᾶν λέγεσθαι παρὰ Πλάτωνος ὡς οὐκ ὂν οἷον τὸ ἀεὶ ὂν οὐδὲ μόνον ἑαυτῷ τοῦ εἶναι αἴτιον ἀλλʼ ἀφʼ ἑτέρου ὑφιστάμενον. ὥστε καὶ οὕτως τὸ γενητὸν λέγεσθαι παρὰ Πλάτωνος ἐκδέχεται, καθὸ οὐχ ἑαυτῷ ἐστιν ὁ κόσμος τοῦ εἶναι αἴτιος ἀλλὰ παρὰ θεοῦ τὴν αἰτίαν τῆς ὑποστάσεως εἴληφεν. καὶ ὁ Πορφύριος δὲ καὶ ταῦτα κυριώτατα καθὸ σύνθετός ἐστιν γενητὸν λέγεσθαι τὸν κόσμον ὑπὸ Πλάτωνος φήσας ὅμως προϊὼν κατʼ αἰτίαν γενητὸν αὐτὸν λέγεσθαί φησιν· ἐξηγούμενος γοῦν τὸ «ταύτην δὴ κυριωτάτην αἰτίαν παρὰ ἀνδρῶν φρονίμων καὶ τὰ ἑξῆς» ταῦτά φησιν «ἀλλʼ εἰ αὕτη κυριωτάτη κόσμου ἀρχὴ καὶ οὕτως ἤρξατο γίνεσθαι ὡς οὐκ ἐκ ταυτομάτου οὐδὲ αὐτοτελὴς ἑαυτῷ ἀλλʼ ἀπὸ θεοῦ παρελθὼν καὶ ἀπὸ τῆς οὐσίας γενόμενος, οὐσία δὲ θεοῦ ἡ ἀγαθότης, θεὸς αὐτοῦ κυρίως εἴη ἀρχή. καὶ δὴ καὶ ὅταν ἀποροίη, πότερον ἦν ἀεὶ γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν ἢ γέγονεν ἀπʼ ἀρχῆς τινος ἀρξάμενος, οὕτως ἀκούειν δεῖ ὡς διαποροῦντος, πότερον ἐκ ταυτομάτου οὕτως ὑπέστη οὐκ ἔχων αὑτοῦ ποιητὴν ἢ ἐγένετο παρʼ ἄλλου καὶ ὑπʼ ἄλλου ἔχει τοῦ εἶναι τὴν ἀρχήν». πρῶτον μὲν οὖν θαυμάζω, πῶς οἷόν τέ ἐστιν τὸν αὐτὸν Πλάτωνα περὶ τοῦ αὐτοῦ κόσμου κατὰ μίαν καὶ τὴν αὐτὴν διδασκαλίαν ζητοῦντα, εἴτε ἀεὶ ἦν γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν εἴτε γέγονεν ἀπʼ ἀρχῆς τινος ἀρξάμενος, ἅμα καὶ εἰ κατʼ αἰτίαν γέγονε ζητεῖν καὶ εἰ σύνθετός ἐστιν καὶ εἰ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει καὶ καθʼ ὅσα· ἄλλα τοῦ γενητοῦ σημαινόμενα προστιθέασιν. καὶ οἶμαί γε τὸ οὕτως ῥᾳδίως αὐτοὺς ἄλλοτε ἐπʼ ἄλλα σημαινόμενα μεταβαίνειν τεκμήριον μέγιστόν ἐστιν τοῦ βιαίως αὐτοὺς ἐκδέχεσθαι τὰ τοῦ Πλάτωνος· διόλου γὰρ Πλάτωνι συμφωνεῖν αὐτοὶ ἑαυτοῖς καθʼ ἓν τοῦ γενητοῦ σημαινόμενον μὴ δυνάμενοι τὸ λυσιτελοῦν αὑτοῖς καθʼ ἕκαστον τόπον λαμβάνουσιν. δεύτερον, εἰ τὸ γεγονέναι τὸν κόσμον οὐκ ἀρχὴν τοῦ εἶναι ἔχειν δηλοῖ ἀλλὰ τὸ ἐκ θεοῦ τὴν ὑπόστασιν ἔχειν καὶ μὴ αὐτὸν τῆς ὑποστάσεως αὑτοῦ εἶναι αἴτιον, ἔδει αὐτό γε τοῦτο διαρρήδην εἰπεῖν Πλάτωνα, πότερον ἐκ θεοῦ ὑπέστη ὁ κόσμος ἢ οὔ, τὸ πολύσημον τῆς τοῦ γενητοῦ φωνῆς διεκφεύγοντα, ἵνα μὴ ἀμφίβολον τὸν ἑαυτοῦ σκοπὸν καταλείπῃ· μέγιστον γὰρ ἔγκλημα διαλεκτικῷ ἀνδρὶ φωναῖς ὁμωνύμοις ἐν προβλήμασιν ἢ προτάσεσιν κεχρῆσθαι ἄνευ τινὸς προσδιορισμοῦ καὶ τῆς εἰς τὰ διάφορα σημαινόμενα τῶν φωνῶν διαιρέσεως.

`174–179`

ηιʹ. Ὅτι δʼ οὐδὲ ἐνδέχεται τὸ κατʼ αἰτίαν γεγονέναι μόνως ἀκούειν ἐν τῷ «πότερον ἦν ἀεὶ γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν ἢ γέγονεν», δῆλον ἐντεῦθεν. εἰ γὰρ τὸ γεγονέναι τὸν κόσμον σημαίνει τῷ Πλάτωνι τὸ ποιητικὴν ἔχειν τοῦ εἶναι αἰτίαν, τῷ δὲ γεγονέναι τὸ μὴ γεγονέναι ἀντέθηκεν — «ἡμᾶς» γάρ φησιν «τοὺς περὶ τοῦ παντὸς λόγους ποιεῖσθαί πῃ μέλλοντας, εἰ γέγονεν ἢ καὶ ἀγενές ἐστιν» καὶ πάλιν «πότερον ἦν ἀεὶ γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν ἢ γέγονεν» —, δῆλον, ὅτι καὶ τὸ μὴ γεγονέναι αὐτὸν ὡς ἐν προβλήματι λεγόμενον τὸ ἀντικείμενον τῷ γεγονέναι δηλοῖ, τουτέστιν τὸ μηδεμίαν ποιητικὴν αἰτίαν τοῦ εἶναι ἔχειν. μεταλαμβανόντων οὖν ἡμῶν τὸ μὲν μὴ γεγονέναι εἰς τὸ μὴ ἔχειν ποιητικὸν τοῦ εἶναι αἴτιον, τὸ δὲ γεγονέναι εἰς τοὐναντίον, εἴη ἂν τὸ λεγόμενον τοιοῦτον «ἡμᾶς δὲ τοὺς περὶ τοῦ παντὸς λόγους ποιεῖσθαι μέλλοντας, εἴτε ἀπό τινος ποιητικοῦ αἰτίου ὑπέστη εἴτε μή» καὶ πάλιν «πότερον ἦν ἀεὶ ὁ κόσμος μηδεμίαν δημιουργικὴν αἰτίαν τῆς ὑπάρξεως ἔχων ἢ ἀπό τινος ποιητικοῦ αἰτίου εἰς τὸ εἶναι παρῆκται». ἀλλʼ οὐκ οἶμαί γε τὸν Πλάτωνα ἀμφίβολον οὕτως οἴεσθαι τὴν περὶ τοῦ δημιουργοῦ ὑπόληψιν, ὡς μὴ μόνον περὶ τοῦ κόσμου ἀλλὰ καὶ περὶ παντὸς εὐθὺς ἐν ἀρχῇ δεῖν σκοπεῖν οἴεσθαι, εἴτε ὑπέστη ἐκ θεοῦ εἴτε μὴ ἀλλʼ αὐτόματον ἔχει τὴν ὕπαρξιν ἕκαστον — «σκεπτέον» γάρ, φησίν, «περὶ αὐτοῦ τόδε, ὅπερ καὶ περὶ παντὸς ἐν ἀρχῇ δεῖ σκοπεῖν»· τὰ γὰρ ἐναργῆ ἐν προβλήματος οὐ τίθεται μοίρᾳ· οὐ διαλεκτικὸν γὰρ εἶναι πρόβλημά φησιν ὁ Ἀριστοτέλης, εἰ θεοὺς τιμητέον· κολάσεως γὰρ μᾶλλον, οὐ λόγου τοὺς ταῦτα προτείναντας δεῖσθαι· οὔτι λέγω τὸ περὶ παντὸς καὶ τοῦ τυχόντος οἴεσθαι δεῖν ζητεῖν, εἴτε ἐκ τοῦ δημιουργοῦ ὑπέστη εἴτε ἐκ ταυτομάτου καὶ ποιητικῆς αἰτίας χωρίς· ἀρχαῖος γάρ τις λόγος καὶ πάτριός ἐστιν πᾶσιν ἀνθρώποις, ὥς φησιν Ἀριστοτέλης ἐν τῷ περὶ τοῦ κόσμου λόγῳ, ὡς ἐκ θεοῦ πάντα καὶ διὰ θεὸν ἡμῖν συνέστηκεν, καὶ οὐδεμία φύσις ἐστὶν αὐτὴ καθʼ ἑαυτὴν αὐτάρκης ἐρημωθεῖσα τῆς ἐκ τούτου σωτηρίας. πῶς ἂν οὖν τις καὶ τὸν τυχόντα νοῦν ἔχων οὐδὲ τὴν κοινὴν περὶ θεοῦ αἰδεσθεὶς ὑπόληψιν ἐν προβλήματος ἂν θείη μοίρᾳ, εἰ ἕκαστον τῶν ὄντων ἐκ θεοῦ δημιουργοῦ ὑπέστη ἢ αὐτὸ ἑαυτῷ τῆς ὑποστάσεώς ἐστιν αἴτιον; περὶ ὧν μέντοι μὴ προφανές ἐστιν, εἴτε ἤρξαντο τοῦ εἶναι εἴτε μή, ὥσπερ ἔχει ἐπί τε τῆς ἡμετέρας ψυχῆς καὶ ἐπὶ τοῦ κόσμου καὶ ἑτέρων τινῶν, εὔλογον οἴεται ὁ Πλάτων πρὸ πάντων τῶν περὶ αὐτῶν ζητουμένων τοῦτο δεῖν ζητεῖσθαι, εἴτε ἤρξαντο τοῦ εἶναι εἴτε μή· ὅτι γὰρ οἶδεν τοῦτο καὶ περὶ τῆς ἡμετέρας ψυχῆς παρὰ τοῖς πολλοῖς ἀμφιδοξούμενον, σαφῶς ἐν τῷ Τιμαίῳ φησὶν «τὴν δὲ ψυχὴν οὐχ, ὡς νῦν ὑστέραν ἐπιχειροῦμεν λέγειν, οὕτως ἐμηχανήσατο καὶ ὁ θεὸς νεωτέραν· οὐ γὰρ ἂν ἄρχεσθαι πρεσβύτερον ὑπὸ νεωτέρου συνέρξας εἴασεν· ἀλλά πως ἡμεῖς πολὺ μετέχοντες τοῦ προστυχόντος τε καὶ εἰκῇ ταύτῃ πῃ καὶ λέγομεν· ὧδε καὶ γενέσει καὶ ἀρετῇ προτέραν καὶ πρεσβυτέραν ψυχὴν σώματος ὡς δεσπότιν καὶ ἄρξουσαν ἀρξομένου συνεστήσατο ἐκ τῶνδέ γε καὶ τοιῷδε τρόπῳ». ὥστε οἶδεν τοὺς πολλοὺς ὑστέραν εἶναι τὴν ἡμετέραν ψυχὴν τῆς τοῦ σώματος κατασκευῆς οἰομένους. ἐφʼ ὧν οὖν ἀμφίβολόν ἐστιν, εἴτε ἤρξατο τοῦ εἶναι εἴτε μή, ἐπὶ τούτων πρὸ τῶν ἄλλων ἁπάντων προβλημάτων ἐν τῇ περὶ αὐτῶν θεωρίᾳ ζητεῖν ἀξιοῖ, εἴτε ἀεὶ ἦν γενέσεως ἀρχὴν καὶ τοῦ εἶναι μὴ ἔχοντα, εἴτε ἀρχὴν τοῦ εἶναι καὶ τῆς γενέσεως εἴληφεν πρότερον οὐκ ὄντα. καὶ ἐπεὶ οὖν καὶ τὸν κόσμον οἱ μὲν ἐξ ἀπείρου καὶ ἄναρχον εἶναι, οἱ δὲ ἀρχὴν εἰληφέναι οὐκ ὄντα πρότερον ὑπολαμβάνουσιν, εἰκότως τοῦτο πρὸ τῶν ἄλλων τῶν περὶ αὐτοῦ ζητουμένων ὁ Πλάτων ἐπισκέψασθαι προὔθετο. εἰ δὲ περὶ τοῦ παντὸς κόσμου ἀμφίβολον εἶναι οἴεται, εἴτε ἐκ θεοῦ ὑπέστη εἴτε μή, τῷ δὲ ὅλῳ καὶ τῶν μερικῶν ἕκαστον συνεπάγεται, πόσῳ δήπου μᾶλλον περὶ τῶν νοητῶν τοῦτο ἄν τις ὑπονοήσειεν; ὥστε εἴη ἂν ἐν τούτοις ζητῶν ὁ Πλάτων, εἰ ὅλως ἔστιν τι τῶν ὄντων ὑπὸ θεοῦ γενόμενον καὶ μὴ ἕκαστον αὐτὸ ἑαυτῷ τῆς ὑπάρξεώς ἐστιν αἴτιον· τοῦτο δὲ ἴσον ἐστὶν τῷ ζητεῖν, εἰ ὅλως δημιουργός ἐστιν ὁ θεὸς ἢ ἐστέρηται παντελῶς τῆς τοιαύτης δυνάμεως· ὁ γὰρ ἐπὶ πάντων τῶν ὄντων ζητήσεως εἶναι οἰόμενος ἄξιον, εἰ ἐκ θεοῦ ὑπέστη, ζητῶν ἂν εἴη ὁ τοιοῦτος καὶ ἀπορῶν, εἰ ὅλως δημιουργικὴν ἔχει δύναμιν ὁ θεός. εἰ τοίνυν μὴ τοσαύτην ἀμφιβολίαν τῆς τοῦ θεοῦ δημιουργίας ὁ Πλάτων κατεψηφίσατο κατὰ τὴν τῶν Ἐπικουρείων ἀθεότητα, ὡς περὶ ἑκάστου τῶν ὄντων ζητήσεως εἶναι ἄξιον οἴεσθαι, εἴτε θεὸν ἔχει τῆς ὑπάρξεως αἴτιον εἴτε μή, καὶ εἴτε ὅλως δημιουργός ἐστιν ὁ θεὸς εἴτε μή, οὐκ ἄρα τὸ «εἰ γέγονεν ἢ καὶ ἀγενές ἐστιν» ἐν προβλήματος κείμενον μοίρᾳ τὸ κατʼ αἰτίαν γεγονέναι ἢ μὴ γεγονέναι δηλοῖ. καὶ ἄλλως δέ· πῶς οὐκ ἂν εἴη ἄλογον θεὸν μὲν τῆς περὶ τοῦ κόσμου ζητήσεως συνεργὸν ἐπικαλεῖσθαι ὡς πάντων αἴτιον τῶν ἀγαθῶν καὶ τῶν σμικροτάτων ὄντα, ἀμφιβάλλειν δὲ καὶ ἀπορεῖν, εἰ ἐκ θεοῦ τὸ πᾶν τὴν ὑπόστασιν εἴληφεν; ἀρχόμενος γὰρ τῶν περὶ τοῦ κόσμου λόγων ὁ παρὰ Πλάτωνι Τίμαιος τοιαῦτα ἄττα φησὶν «ἀλλʼ ὦ Σώκρατες τοῦτό γε δὴ πάντες, ὅσοι κατὰ βραχὺ σωφροσύνης μετέχουσιν, ἐπὶ παντὸς ὁρμῇ καὶ σμικροῦ πράγματος θεὸν ἀεί που καλοῦσιν· ἡμᾶς δὲ τοὺς περὶ τοῦ παντὸς λόγους ποιεῖσθαί πῃ μέλλοντας, εἰ γέγονεν ἢ καὶ ἀγενές ἐστιν, εἰ μὴ παντάπασιν παραλλάττοιμεν, ἀνάγκη θεούς τε καὶ θεὰς ἐπικαλουμένους εὔχεσθαι πάντα κατὰ νοῦν ἐκείνοις μὲν μάλιστα, ἑπομένως δὲ ἡμῖν εἰπεῖν». εἰ οὖν τὸ ἐπὶ παντὸς ὁρμῇ καὶ τοῦ σμικροτάτου θεὸν ἐπικαλεῖσθαι παντός ἐστιν καὶ τοῦ κατὰ βραχὺ σωφροσύνης μετέχοντος, αὐτὸ δὲ δὴ τοῦτο τὸ ἐπὶ θεὸν ἀνατείνεσθαι καὶ ἐπὶ πᾶσιν τὴν ἐξ αὐτοῦ συμμαχίαν καλεῖν ὁμολογοῦντός ἐστιν τὴν πάντων ἐκείνου δεσποτείαν τε καὶ ἀρχὴν καὶ ὡς ἐκεῖθεν ἅπασιν τό τε εἶναι καὶ τὸ εὖ εἶναι ἐφήκει, πῶς οὐκ ἄλογον ἅμα καὶ κατὰ ταὐτὸν τοῖς ἐναντιωτάτοις περιπίπτειν τὸν Πλάτωνα ἐπικαλεῖσθαι θεὸν λέγοντα εἰς τὴν περὶ τοῦ παντὸς σκέψιν, εἴτε ἐκ θεοῦ τὴν ὑπόστασιν εἴληφεν εἴτε μὴ ἀλλʼ αὐτὸς αὑτῷ ὁ κόσμος τοῦ εἶναί ἐστιν αἴτιος; ὅμοιον γάρ, ὡς ἂν εἴ τις ἔλεγεν δεῖν τὸν αἴτιον τοῦ παντὸς ἐπικαλεῖσθαι εἰς τὴν περὶ τοῦ παντὸς σκέψιν, εἴτε αἴτιός ἐστιν τοῦ παντὸς εἴτε μή. οὐκ ἄρα τὸ «εἰ γέγονεν ἢ καὶ ἀγένητός ἐστιν ὁ κόσμος» τὸ κατʼ αἰτίαν γεγονέναι ἢ ἀγένητον εἶναι σημαίνει τῷ Πλάτωνι. σκόπει δὲ καὶ οὕτως τὸ ἀδύνατον· «ἔστιν» γάρ, φησὶν ὁ Πλάτων, «κατʼ ἐμὴν δόξαν πρῶτον διαιρετέον τάδε· τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γινόμενον μὲν ἀεί, ὂν δὲ οὐδέποτε. τὸ μὲν δὴ νοήσει μετὰ λόγου περιληπτόν, τὸ δʼ αὖ δόξῃ μετʼ αἰσθήσεως ἀλόγου δοξαστόν». ἐπεὶ οὖν ἀντιδιαιροῦνται ἀλλήλοις τὸ μὲν κατὰ χρόνον γενητὸν τῷ κατὰ χρόνον ἀγενήτῳ, τὸ δὲ κατʼ αἰτίαν γενητὸν τῷ κατʼ αἰτίαν ἀγενήτῳ, ἀντιδιεῖλε δʼ ὁ Πλάτων τῷ ἀγενήτῳ τὸ γενητὸν — «πρῶτον» γάρ, φησίν, «διαιρετέον τάδε· τί τὸ ὂν ἀεί, γένεσιν δʼ οὐκ ἔχον, καὶ τί τὸ γενόμενον μὲν ἀεί, ὂν δὲ οὐδέποτε» — καί φησιν τὸ μὲν αἰσθητὸν πᾶν γενητὸν εἶναι, τὸ δὲ νοητὸν ἅπαν ἀγένητον, ἀνάγκη πᾶσα, εἰ τὸ γινόμενον τὸ μόνως κατʼ αἰτίαν γινόμενόν φησιν, καὶ τὸ μὴ γινόμενον ἄρα τὸ κατʼ αἰτίαν ἀγένητον λέγειν. πᾶν δὲ τὸ νοητὸν ἀγένητον εἶναί φησιν· πᾶν ἄρα τὸ νοητὸν ἀγένητον εἶναι κατʼ αἰτίαν βούλεται· οὐδενὸς ἄρα τῶν νοητῶν ὁ Πλάτων αἴτιον εἶναι τὸν θεὸν κατʼ αὐτοὺς ὑποτίθεται· μόνων ἄρα τῶν αἰσθητῶν δημιουργὸς ὁ θεὸς ἔσται. οὕτως δὲ οὐκέτʼ ἂν εἴη μία ἡ τῶν πάντων ἀρχή, ἀλλʼ ἕκαστον τῶν νοητῶν αὐτὸ ἑαυτῷ τῆς ὑπάρξεως ἔσται αἴτιον καὶ τοσαῦται αἱ ἀρχαί, ὅσα καὶ τὰ νοητά. σκοπεῖν οὖν ἄξιον, εἰς οἵαν ἀτοπίαν ἐκ τῆς θαυμαστῆς αὐτῶν ὑποθέσεως τὸν φιλόσοφον ἄγουσιν. ἀλλʼ οὐ ταῦτα δοκεῖ τῷ Πλάτωνι· αὐτὸς γὰρ ἐν τῇ πρὸς Διονύσιον ἐπιστολῇ περὶ τοῦ πάντων αἰτίου φησὶν «περὶ τὸν πάντων βασιλέα πάντα ἐστὶν καὶ ἐκείνου ἕνεκα πάντα καὶ ἐκεῖνο αἴτιον πάντων καλῶν» καὶ ἐν τῷ τετάρτῳ τῶν νόμων πάλιν «ὁ μὲν δὴ θεός, ὥσπερ ὁ παλαιὸς λόγος, ἀρχήν τε καὶ τελευτὴν καὶ μέσα τῶν ὄντων ἁπάντων ἔχων εὐθεῖαν περαίνει κατὰ φύσιν περιπορευόμενος» ἀρχαῖον καλῶν λόγον εἴτε τὸν Ὀρφέως φησὶν γὰρ ἐκεῖνος

«Ζεὺς πρῶτος ἐγένετο, Ζεὺς ὕστατος ἀργικέραυνος,

Ζεὺς κεφαλή, Ζεὺς μέσα, Διὸς δʼ ἐκ πάντα τέτυκται» εἴτε τὴν κοινὴν ἁπάντων ἀνθρώπων περὶ τοῦ ἐπὶ πάντων θεοῦ ὑπόληψιν ὡς αἰτίου πάντων ὄντος. ὁ γοῦν Ἀριστοτέλης, ὡς καὶ μικρῷ πρόσθεν ἐμνήσθημεν, ἐν τῷ γεγραμμένῳ αὐτῷ περὶ τοῦ κόσμου βιβλίῳ ἀρχαῖόν τινα λόγον καὶ πάτριον εἶναί φησιν πᾶσιν ἀνθρώποις, ὡς ἐκ θεοῦ πάντα καὶ διὰ θεὸν ἡμῖν συνέστηκεν καὶ οὐδεμία φύσις ἐστὶν αὐτὴν καθʼ ἑαυτὴν αὐτάρκης ἐρημωθεῖσα τῆς ἐκ τούτου σωτηρίας· καὶ πάλιν ὁ αὐτὸς ἐν τῷ λάμδα στοιχείῳ τῆς μετὰ τὰ φυσικὰ πραγματείας μίαν εἶναι τὴν πάντων αἰτίαν καὶ ἀρχὴν ἀποδείξας Ὁμήρῳ συναπεφθέγξατο εἰπὼν

`180`

«οὐκ ἀγαθὸν πολυκοιρανίη, εἷς κοίρανος ἔστω». καὶ τί δεῖ ἐπιπλέον μαρτυρίας τούτων παρατιθέναι δήλου τούτου πᾶσιν ὑπάρχοντος; ὁπότε καὶ τῆς τοῦ κόσμου ψυχῆς νοητῆς οὔσης καὶ τῶν λογικῶν ἁπασῶν ψυχῶν δημιουργὸν ἐν Τιμαίῳ τὸν θεὸν εἰσήγαγεν. οὐκ ἄρα λέγων μὴ γεγονέναι τὰ νοητὰ ὁ Πλάτων κατʼ αἰτίαν φησὶν μὴ γεγονέναι ἀλλὰ κατὰ χρόνον, εἴ γε πάντων αἴτιον εἶναι τὸν θεὸν οἴεται, τῶν πρώτων, τῶν μέσων, τῶν ἐσχάτων. εἰ δὲ τὰ νοητὰ μὴ γεγονέναι, τούτοις δὲ τὰ αἰσθητὰ ἀντιτιθεὶς γεγονέναι ταῦτα ὡμολόγηκεν, ἀντέθηκεν δὲ ὥσπερ τῷ νοητῷ τὸ αἰσθητόν, οὕτως τῷ ἀγενήτῳ τὸ γενητόν, καὶ τὰ αἰσθητὰ ἄρα κατὰ χρόνον ἐνταῦθα καὶ οὐ κατʼ αἰτίαν γεγονέναι εἴρηκεν· βραχὺ γὰρ προελθὼν καὶ περὶ τῆς ποιητικῆς αὐτῶν αἰτίας διαλέξεται.

`181–182`

θιʹ. Εἰ δέ τις πρὸς ταῦτα ἀπολογούμενος εἴποι, ὡς γινόμενον μέν φησιν ὁ Πλάτων τὸ κατʼ αἰτίαν γινόμενον, μὴ γινόμενον δὲ οὐ τὸ κατʼ αἰτίαν ἀλλὰ τὸ κατὰ χρόνον ἀγένητον, μεγίστην ἄγνοιαν τῆς διαιρετικῆς μεθόδου διὰ τὴν ἑαυτοῦ ἀμαθίαν τοῦ φιλοσόφου κατηγόρησεν· ἐν γὰρ τῷ κατʼ αἰτίαν μόνῳ γενητῷ καὶ μὴ κατὰ χρόνον συμπεριέχεται καὶ τὸ κατὰ χρόνον ἀγένητον. ὁ γοῦν κόσμος κατʼ αὐτοὺς κατʼ αἰτίαν μόνον γενητὸς ὢν ἀγένητός ἐστιν κατὰ χρόνον· ὁμοίως καὶ αἱ λογικαὶ ψυχαί. οὐδεὶς δὲ τὸ περιέχον ἀντιδιαιρεῖ τῷ περιεχομένῳ· οὐ γὰρ τῷ ζῴῳ τὸ λογικὸν ἀντιδιαστέλλεται· τῆς γὰρ λογικῆς μετεχόντων ἕξεως τῶν ἐμψύχων τὰ μὲν ζῷα εἶναι φήσει τὰ δὲ λογικά· συμπεριείληπται γὰρ ἐν τῷ ζῴῳ τὸ λογικόν. οὐδὲ μὴν τῶν ὄντων τὰ μὲν οὐσίας εἶναι τὰ δὲ σώματα· πάλιν γὰρ ἐν τῇ οὐσίᾳ τὸ σῶμα συμπεριείληπται. φαμὲν δέ γε τῶν ζῴων τὰ μὲν χερσαῖα εἶναι τὰ δὲ ἔνυδρα — οὐδέτερον γὰρ ἐν οὐδετέρῳ περιέχεται — καὶ πάλιν τῶν ὄντων τὰ μὲν οὐσίας εἶναι τὰ δὲ συμβεβηκότα. οὐκ ἄρα οὐδὲ τῷ γενητῷ κατʼ αἰτίαν τὸ κατὰ χρόνον ἀγένητον ἀντιδιαιρεθήσεται, διότι, ὡς εἶπον, ἐν τῷ κατʼ αἰτίαν μόνον γενητῷ συμπεριέχεται τὸ κατὰ χρόνον ἀγένητον. ὅτι δὲ ἢ μόνος σχεδὸν ἢ πρῶτος ὁ Πλάτων τῇ ἀκριβείᾳ τῆς διαιρετικῆς μεθόδου ἐπέβλεψεν ἐξυμνεῖ τε αὐτὴν καὶ θριγκὸν ἀποκαλεῖ φιλοσοφίας μέμφεταί τε τοῖς κακῶν μαγείρων τρόπῳ μὴ κατʼ ἄρθρα τὴν τομὴν τῶν πραγμάτων ποιουμένοις, τί με δεῖ μηκύνειν τὰ προφανῆ δεικνύναι πειρώμενον; ὅτι δὲ ἀντιδιεῖλεν ἀλλήλοις τό τε νοητὸν καὶ τὸ αἰσθητὸν καὶ τὸ ὂν καὶ τὸ μὴ ὄν, ἐπʼ αὐτῆς τῆς λέξεως ὁ Πλάτων εἴρηκεν· «ἔστιν» γάρ, φησίν, «κατʼ ἐμὴν δόξαν πρῶτον διαιρετέον τάδε· τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γινόμενον ἀεί, ὂν δὲ οὐδέποτε. τὸ μὲν δὴ νοήσει μετὰ λόγου περιληπτόν, τὸ δʼ αὖ δόξῃ μετʼ αἰσθήσεως ἀλόγου δοξαστόν». ὥστε οὐκ ἂν περὶ τὴν ἀντιδιαίρεσιν τοῦ γενητοῦ τε καὶ ἀγενήτου διήμαρτεν ὁ Πλάτων ἀντιτιθεὶς τῷ κατʼ αἰτίαν μόνον καὶ οὐ κατὰ χρόνον γενητῷ τὸ κατὰ χρόνον καὶ οὐ κατʼ αἰτίαν ἀγένητον. ὅρα γοῦν, πῶς καὶ ἐν τούτοις τὴν ἀντίθεσιν ἐν μαχομένοις κατὰ πάντα πεποίηται· ἀντέθηκε γὰρ τῷ μὲν ὄντι τὸ μὴ ὄν, τῷ δὲ ἀεί τὸ οὐδέποτε· καὶ ἐπειδὴ τὸ ὂν οὐ τὸ ἀντιδιῃρημένον τῷ μηδαμῇ μηδαμῶς ὄντι φησίν — τῷ γὰρ οὕτω μὴ ὄντι τὸ ἁπλῶς ὁπωσοῦν ἐν ὑπάρξει ὂν ἀντίκειται —, ἀλλὰ τὸ οὕτως ὂν ὡς ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν καὶ μηδέποτε ἐν μεταβολῇ καὶ ἀλλοιώσει θεωρεῖσθαι, ἵνα πάλιν τῷ οὕτως ὄντι τὸ μαχόμενον ἀντιδιαστείλῃ, ἀντιτίθησιν αὐτῷ οὐ τὸ κατὰ τὴν ἀνυπαρξίαν μὴ ὄν, ἀλλὰ τὸ μηδέποτε κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον διὰ τὸ ἐν διηνεκεῖ ἀλλοιώσει θεωρεῖσθαι. ὥσπερ οὖν ἐν τούτοις τὴν ἀντιδιαστολὴν ἐν μαχομένοις κατὰ πάντα καὶ συνυπάρχειν μὴ δυναμένοις πεποίηται, οὕτω δήπου κατὰ τὸ ἀκόλουθον καὶ τῷ μὴ γενομένῳ τὸ γινόμενον ἀντιτιθεὶς ἀντιφατικὴν πεποίηται τὴν διαίρεσιν ἀσυνυπάρκτων ὄντων ἀλλήλοις τοῦ γινομένου καὶ τοῦ μὴ γινομένου. ὥστε, εἰ τὸ γένεσιν μὴ ἔχον οὐ τὸ μὴ γινόμενον κατʼ αἰτίαν φησὶν ἀλλὰ τὸ ἀρχὴν χρονικὴν τοῦ εἶναι μὴ ἔχον, ἀνάγκη πάντως καὶ τὸ γινόμενον τὸ τούτῳ ἀντικείμενον λέγειν, τουτέστιν τὸ χρονικὴν ἀρχὴν τοῦ εἶναι λαβόν, καὶ ἐκ τοῦ ἐναντίου, εἰ τὸ γινόμενον τὸ κατʼ αἰτίαν γινόμενόν φησιν, οὐχὶ δὲ κατὰ χρόνον, καὶ τὸ μὴ γενόμενον ἄρα τὸ κατʼ αἰτίαν μὴ γενόμενον λέγειν. τοῦτο δὲ πρὸς τῇ ἀσεβείᾳ καὶ ψεῦδος ἐδείξαμεν· ἓν γὰρ τὸ πάντων εἶναι αἴτιον πανταχοῦ πεφιλοσόφηκεν ὁ Πλάτων. εἰ οὖν τοῦτο ψεῦδος, ἀνάγκη ἄρα τὸ ἀεὶ ὂν γένεσιν δὲ μὴ ἔχον τὸ κατὰ χρόνον ἀγένητον λέγεσθαι· οὐκοῦν τὸ τούτῳ ἀντικείμενον γενητὸν τὸ κατὰ χρόνον φησὶν γενητόν.

`183–186`

κʹ. Ἀλλὰ τί δεῖ μακρῶν λόγων ἐξὸν σύντομον τὴν περὶ τούτων ἀπόδειξιν παραστῆσαι, ὡς ἐν τούτοις οὐδαμοῦ Πλάτων τὸ γίνεσθαι ἢ γεγονέναι ἐπὶ τῆς κατʼ αἰτίαν γενέσεως ἔθηκεν· ὡς γὰρ δὴ περὶ τῆς κατὰ χρόνον γενέσεώς τε καὶ ἀρχῆς διαλεχθείς, ἐν οἷς φησιν «γέγονεν· ὁρατός τε γὰρ ἁπτός τέ ἐστιν καὶ σῶμα ἔχων», ἐπειδὴ ᾔδει τινὰς τῶν πρὸ αὐτοῦ φυσικῶν γεγονέναι μὲν ἀπό τινος ἀρχῆς τὸν κόσμον οἰομένους καὶ οὐκ ἀΐδιον εἶναι, σχεδὸν δὲ πάντας πλὴν ἑνὸς τὴν ποιητικὴν αὐτοῦ ἀγνοοῦντας αἰτίαν, τὰ δὲ ὑλικὰ μόνον ἀποδιδόντας αἴτια ὥσπερ ἐκ ταυτομάτου τῆς εἰδοποιίας τε καὶ τάξεως γινομένης, μόνον δὲ Ἀναξαγόραν ὥσπερ ἐξ ὕπνου ἀναστάντα, καθὼς ὁ Πλάτων φησὶν αὐτός, νοῦν ἐπιστῆσαι τῷ παντὶ καὶ τούτῳ τὴν δημιουργικὴν αἰτίαν ἀναθεῖναι, διὰ τοῦτο αὐτὸς ὁ Πλάτων γεγονέναι τὸν κόσμον καὶ ἀρχὴν τοῦ εἶναι ἐσχηκέναι συλλογισάμενος εὐθὺς κατὰ συνέχειαν καὶ περὶ τῆς ποιητικῆς αὐτοῦ αἰτίας ἐδίδαξεν εἰπὼν «τῷ δʼ αὖ γενομένῳ φαμὲν ὑπʼ αἰτίου τινὸς ἀνάγκην εἶναι γίνεσθαι· παντὶ γὰρ ἀδύνατον χωρὶς αἰτίου γένεσιν ἔχειν», οὐχ ὡς ἐν προβλήματι τοῦτο προτείνων ἀλλʼ ὡς τοῖς προωμολογημένοις ἀκόλουθον συλλογιζόμενος· ἅμα γὰρ τῷ συγχωρηθῆναί τι γενητὸν εἶναι εὐθὺς ἐκ τῆς ἐναργείας συνεισάγεται τὸ εἶναι ποιητικόν τι τῆς γενέσεως ταύτης αἴτιον. ἢ φύσις οὖν πάντως ἢ τέχνη ποιητικόν ἐστιν ἑκάστου τῶν γενομένων αἴτιον· ὅπερ ἔδει καὶ τοὺς πρὸ αὐτοῦ φυσικοὺς συλλογισαμένους ἅπαξ τὸ γεγονέναι τὸν κόσμον συγχωρήσαντας εὐθὺς ἐπὶ τὴν ποιητικὴν αὐτοῦ αἰτίαν ἀναδραμεῖν· τοῦτο γὰρ αὐτοῖς καὶ ὁ Ἀριστοτέλης ἐπέπληξεν ἐν τῷ δευτέρῳ λόγῳ τῆς φυσικῆς ἀκροάσεως· θαυμάσαι γὰρ ἄξιόν φησιν, ὅτι ἐπί τε τῶν ζῴων καὶ τῶν φυτῶν μηδὲν ἀπὸ τύχης μήτʼ εἶναι μήτε γίνεσθαι λέγοντες ἀλλὰ τῶν ἐν τούτοις γινομένων πάντων ἢ φύσιν ἢ νοῦν αἰτιώμενοι τὸν οὐρανὸν καὶ τὰ θειότατα τῶν φαινομένων ἀπὸ ταυτομάτου γενέσθαι ἔφασαν, καὶ ταῦτα τῆς ἐν τῷ παντὶ τάξεως ἀπαραβάτου οὔσης καὶ μηδενὸς ἐν τῷ οὐρανῷ κατὰ τὸ ἐπιτυχὸν γενομένου. διὰ τοῦτο οὖν καὶ Πλάτων γενητὸν εἶναι τὸν κόσμον ἀποδείξας ἐκ τούτου καὶ τὴν ποιητικὴν αὐτοῦ αἰτίαν συνελογίσατο. εἰ δέ, ὡς δοκεῖ τοῖς σοφοῖς, φθάσας περὶ τῆς ποιητικῆς αἰτίας ἐδίδαξεν, ἐν οἷς εἶπεν γεγονέναι τὸν κόσμον ἀπʼ ἀρχῆς τινος ἀρξάμενον, πῶς πάλιν ὡς μηδὲν περὶ ταύτης εἰπὼν προσέθηκεν «τῷ δʼ αὖ γενομένῳ φαμὲν ὑπʼ αἰτίου τινὸς ἀνάγκην εἶναι γίνεσθαι· παντὶ γὰρ ἀδύνατον χωρὶς αἰτίου γένεσιν ἔχειν»; σκοπεῖν δὲ καὶ οὕτως ἄξιον. εἰ τὸ γεγονέναι ἀπʼ ἀρχῆς τινος ἀρξάμενον τὸ κατʼ αἰτίαν γεγονέναι ἐδήλου, τουτέστιν τὸ ἔχειν ποιητικόν τι τῆς αὐτοῦ ὑπάρξεως αἴτιον — εἰπὼν δέ, ὅτι γέγονεν, ἐπήγαγεν «τῷ δʼ αὖ γενομένῳ φαμὲν ὑπʼ αἰτίου τινὸς ἀνάγκην εἶναι γίνεσθαι» —, εἴη ἂν τὸ λεγόμενον τοιοῦτο «τῷ δʼ αὖ ἐξ αἰτίου τινὸς γενομένῳ φαμὲν ὑπʼ αἰτίου τινὸς ἀνάγκην εἶναι γίνεσθαι». τοῦτο δὲ ταὐτόν ἐστιν, ὥσπερ ἂν εἴ τις ἔλεγεν, ὅτι τὸ ὑπʼ αἰτίου γινόμενον ὑπʼ αἰτίου γίνεται· ὅπερ ἐστὶν γελοῖον. ἀλλὰ δὴ καὶ ἀνωτέρω, ἐν οἷς ἔλεγεν «τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γινόμενον μὲν ἀεί, ὂν δὲ οὐδέποτε», ὅτι πάλιν τὴν γένεσιν οὐ τὴν κατʼ αἰτίαν ἀλλὰ τὴν κατὰ χρόνον σημαίνειν βούλεται, μονονουχὶ λέγων, ὡς τῶν ὄντων τὰ μὲν ἀεί ἐστιν τὰ δὲ ἀπό τινος ἀρχῆς τοῦ εἶναι καὶ τοῦ γίνεσθαι ἤρξατο, δῆλον πάλιν αὐτὸς ὁ Πλάτων πεποίηκεν· μετὰ γὰρ τὸ ἀφορίσασθαι, τί μὲν τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γινόμενον μὲν ἀεί, ὂν δὲ οὐδέποτε, ὡς δὴ περὶ τῶν ἢ ἀεὶ ὄντων ἢ κατὰ χρόνον γινομένων διδάξας εὐθὺς πάλιν καὶ τὴν ποιητικὴν τῶν γινομένων αἰτίαν προσέθηκεν εἰπὼν «πᾶν δʼ αὖ τὸ γινόμενον ὑπʼ αἰτίου τινὸς ἐξ ἀνάγκης γίγνεσθαι· παντὶ γὰρ ἀδύνατον χωρὶς αἰτίου γένεσιν ἔχειν» πανταχοῦ ἰδίᾳ μὲν περὶ τῆς γενέσεως, ἰδίᾳ δὲ περὶ τοῦ ποιητικοῦ διαλεγόμενος αἰτίου, ὡς δηλονότι τοῦ γίνεσθαι μὴ τὴν ποιητικὴν αἰτίαν παρʼ αὐτῷ σημαίνοντος· ἐπεὶ παρεῖλκεν ἂν τὸ προσθεῖναι «πᾶν δʼ αὖ τὸ γινόμενον ὑπʼ αἰτίου τινὸς ἀνάγκη γίγνεσθαι». εἰ γὰρ εἰπὼν «γέγονεν· ὁρατός τε γάρ ἐστιν ἁπτός τε καὶ σῶμα ἔχων» τὸ γεγονέναι οὐ τὸ ἀρχὴν ἔχειν τοῦ εἶναι ἔλεγεν ἀλλὰ τὸ ὑπὸ ποιητικοῦ τινος γεγονέναι, τί ἔτι προσετίθει «πᾶν δʼ αὖ τὸ γινόμενον ὑπʼ αἰτίου τινὸς ἀνάγκη γίγνεσθαι»; ὅμοιον γὰρ πάλιν, ὡσανεὶ ἔλεγεν «πᾶν δὲ τὸ ὑπὸ ποιητικοῦ αἰτίου γινόμενον ὑπὸ ποιητικοῦ γίνεται αἰτίου»· ὅπερ ἐστὶν γελοῖον. οὐκ ἄρα τὸ γεγονέναι αὐτῷ τὸ κατʼ αἰτίαν γεγονέναι ἀλλὰ τὸ ἀρχὴν ἔχειν τοῦ εἶναι δηλοῖ.

`187–191`

καʹ. Ἀλλὰ γὰρ ἄξιον θαυμάσαι τῶν σοφῶν τοῦ Πλάτωνος ἐξηγητῶν, ὅπως πολλὰ κυκήσαντες καὶ μυρίας γενητοῦ σημασίας ἐπινοήσαντες, ἵνα μὴ τῷ κορυφαίῳ τῶν φιλοσόφων ἀντιφθέγγεσθαι δόξωσιν κατὰ χρόνον γενητὸν εἶναι τὸν κόσμον ὑποτιθεμένῳ, ὥσπερ ἀπειρηκότες πρὸς τὸν ἀπὸ τῆς ἀληθείας ἔλεγχον καὶ τῶν οἰκείων ἐπιλελησμένοι οὕτω μὲν γενητὸν ὑπὸ Πλάτωνος τὸν κόσμον λέγεσθαι ὁμολογοῦσιν ὡς ἀπό τινος ἀρχῆς γενόμενον πρότερον οὐκ ὄντα, ἀλλʼ ὡς ἐν ὑποθέσει ταῦτα παρὰ τοῦ φιλοσόφου λέγεσθαί φασι τοῦ σαφοῦς τῆς διδασκαλίας ἕνεκεν, οὐ μὴν ὡς οὕτως τῆς τῶν πραγμάτων ἐχούσης φύσεως. ὁ γοῦν εἰρημένος τοῦ Πλάτωνος ἐξηγητὴς Ταῦρος ἐν τοῖς εἰς τὸν Τίμαιον ὑπομνήμασιν τὸ «ἡμᾶς δὲ τοὺς περὶ τοῦ παντὸς λόγους ποιεῖσθαί πῃ μέλλοντας, εἰ γέγονεν ἢ καὶ ἀγενές ἐστιν» ἐξηγούμενος ταῦτά φησιν ἐπὶ λέξεως «“εἰ καὶ ἀγενές ἐστιν”. καὶ ὁ ποιητὴς “εἰ καὶ γένει ὕστερον εἶεν”. τεκμήριον δὲ τοῦ ἀγένητον εἶναι τὸν κόσμον· φησὶν γοῦν ποιήσεσθαι τοὺς λόγους, ὡς γεγένηται, εἰ καὶ ἀγενές ἐστιν· καὶ γὰρ περὶ τῶν ἀγενήτων ὡς γενητῶν γίνονται οἱ λόγοι διδασκαλίας χάριν». καὶ πάλιν ὁ αὐτὸς μετʼ ὀλίγον «τίνες οὖν αἰτίαι, διʼ ἃς ἀγένητον ὄντα τὸν κόσμον γενητὸν ὑποτίθεται; αὗται δύο ἀμφότεραι φιλόσοφοι· ἡ μὲν γὰρ πρὸς εὐσέβειαν παρακαλεῖ, ἡ δὲ σαφηνείας χάριν παρείληπται· εἰδὼς γάρ, ὅτι οἱ πολλοὶ μόνον ὑπειλήφασιν αἴτιον τὸ προτεροῦν χρόνῳ, ἄλλως δὲ οὐκ οἴονται εἶναι αἴτιον, ἐκ δὲ τούτου κίνδυνος ἐπιστῆσαι αὐτοὺς περὶ προνοίας, ὅτι ἐστίν, βουλόμενος δὲ τοῦτο τὸ δόγμα ἐμποιῆσαι, ὅτι προνοίᾳ ὁ κόσμος διοικεῖται, τοῖς μὲν δυναμένοις καὶ ἄλλως κατανοῆσαι τοῦτο ἠρέμα ὑποδηλοῖ, ὅτι ἀγένητος ὁ κόσμος κατὰ χρόνον, τοῖς δὲ μὴ χωροῦσιν ἐμφαίνει, ὅτι γενητός, καὶ εὔχεταί γε πιστεῦσαι αὐτούς, ἵνα ἅμα πεισθῶσιν καὶ περὶ τῆς προνοίας. ἡ δὲ δευτέρα αἰτία, ὅτι σαφέστερά ἐστιν τὰ λεγόμενα, ὅταν ὡς γινομένοις αὐτοῖς παρατυγχάνωμεν· οὕτως καὶ τὰ διαγράμματα οὐ συντεθέντα συντιθέασιν ὡς ἂν γινόμενα, καὶ τὸν μὲν κύκλον, ἐπειδὴ ἁπλούστερον ἦν, ὡρίσατο Εὐκλείδης “σχῆμα ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον, πρὸς ἣν πᾶσαι αἱ ἀφʼ ἑνὸς σημείου τῶν ἐντὸς προσπίπτουσαι εὐθεῖαι ἴσαι ἀλλήλαις εἰσίν”, τὴν δὲ σφαῖραν θέλων δεῖξαι ὡς ἂν γινομένην ὡρίσατο “ἡμικύκλιον διαμέτρου μενούσης περιφερόμενον, ἕως ἂν ἐπὶ τὰ αὐτὰ σημεῖα ἀποκαταστῇ”· εἰ δὲ τὴν ἤδη οὖσαν ἠβούλετο, ὡρίσατο ἂν “σχῆμα ὑπὸ μιᾶς ἐπιφανείας περιεχόμενον, πρὸς ἣν πᾶσαι αἱ ἀφʼ ἑνὸς σημείου τῶν ἐντὸς προσπίπτουσαι εὐθεῖαι ἴσαι ἀλλήλαις εἰσίν”. ἔθος δὲ Πλάτωνι διδασκαλίας χάριν γινόμενα παραδιδόναι· οὕτω κἀν τῇ πολιτείᾳ γινομένην εἰσάγει τὴν πόλιν, ἵνα ἐν τῇ κατασκευῇ αὐτῆς ἡ τῆς δικαιοσύνης γένεσις ἐκδηλοτέρα γένηται. ὁ δὲ Θεόφραστος εἰπὼν ὅτι “τάχα ἂν γενητὸν λέγοι σαφηνείας χάριν, ὡς καὶ τοῖς διαγράμμασιν παρακολουθοῦμεν γινομένοις” φησὶν “πλὴν ἴσως ἡ γένεσις οὐχ ὁμοίως ἔχει καὶ ἐπὶ τῶν διαγραμμάτων”. λέγει δὲ τὸ αὐτὸ Ἀριστοτέλης· φησὶν γὰρ κἀκεῖνος, ὅτι ἐν μὲν τοῖς διαγράμμασιν ἔστιν ὑποθέσθαι ἐν ἀρχῇ τὰ ἐναντία, ἐπὶ δὲ τῆς τοῦ κόσμου γενέσεως οὐκ ἔστιν, ὡς εἴ τις ὑπόθοιτο κίνησιν καὶ στάσιν καὶ τάξιν καὶ ἀταξίαν. μὴ δὴ πάντα ἀπαράλλακτα ζητείτωσαν τὰ παραδείγματα, ἀλλὰ δεικνύτωσαν, ὅτι οὐκ εὐσυνοπτότερος γινόμενος ὑποτεθεὶς ὁ κόσμος, ἢ εἰ ἀγένητον ἔλεγεν. πῶς δὲ καὶ ἐν τοῖς διαγράμμασιν ἔστιν ὑποθέσθαι τὰ ἐναντία; πῶς γὰρ δυνήσεταί τις ὑποθέσθαι τρίγωνον ἅμα ἑστὸς καὶ κινούμενον; ἀγένητος οὖν ὁ κόσμος κατʼ αὐτόν. καὶ μηδεὶς πράγματα ἐχέτω ἔκ τε ἀτλαντικοῦ καὶ πολιτικοῦ πειρώμενος δεικνύναι, ὅτι γενητός· οὐδὲν γὰρ τοιοῦτον ἕξει ἐν τοῖς ἄλλοις μαρτύρασθαι πρὸς τὸ γενητὸν εἶναι ἐν αὐτῷ Τιμαίῳ· καὶ οὐδὲν ἧττον ἀγένητος κατʼ αὐτοὺς ὁ κόσμος· πῶς δὲ ἀγένητος καὶ διὰ τίνας αἰτίας λέγει αὐτὸν γενητόν, εἴρηται. καθὸ μὲν οὖν γενητὸν αὐτὸν ὑποτίθεται, ἄφθαρτος ἔσται διὰ τὸν θεόν, καθὸ δὲ ἀγένητον οἶδεν, ἄφθαρτος ἔσται διὰ τὴν αὑτοῦ φύσιν, ὡς καὶ τἆλλα πάντα ἀγένητα ἄφθαρτά ἐστιν». ταῦτα μὲν οὗτος· καὶ ὁ Πορφύριος δὲ καὶ οἱ ἑξῆς πάντες μέχρι δεῦρο γενητόν φασιν κατὰ χρόνον ἐξ ὑποθέσεως παρὰ τοῦ Πλάτωνος λέγεσθαι τὸν κόσμον τοῦ σαφοῦς τῆς διδασκαλίας ἕνεκεν. μηδεὶς δὲ ἡμῖν ἀδολεσχίαν ἐγκαλείτω περὶ τοὺς ἐλέγχους τῶν τοιούτων ἐνδιατρίβουσιν· εἰ μὲν γάρ τινι πιθανὸς τῶν εἰρημένων τις λόγος εἶναι δόξειεν, ἀκόλουθος δήπου καὶ ὁ παρʼ ἡμῶν πάντως ἔλεγχος· εἰ δέ τις ἀπίθανον τὴν ὑπόθεσιν νομίσειεν, οὐχ ὁ τὸν στάχυν θερίζων ἀλλʼ ὁ σπείρας πάντως τοῦ θερίζειν ἐστὶν αἴτιος· καὶ τὸ ἄλλῳ δὲ ἀπίθανον εἶναι δόξαν ἑτέρου πολλάκις ὡς πιθανὸν τῆς διανοίας καθήψατο. δεῖ δὲ πάσης ὀχλήσεως ἐλευθέραν ἡμῖν ἀναδειχθῆναι τὴν ἀλήθειαν. εἰ τοίνυν ὡς ἐν ὑποθέσει κατὰ χρόνον γεγονέναι τὸν κόσμον ὁ Πλάτων φησὶν «εἰ καὶ ἀγένητός ἐστιν» διʼ ἁστινασοῦν αἰτίας τοῦτο ὑποτιθέμενος, τίς ἦν τῶν μακρῶν ἐκείνων λήρων αὐτοῖς τὰ πολλὰ τοῦ γενητοῦ σημαινόμενα καταριθμουμένοις; εἰ γὰρ εὐσεβείας ἢ διδασκαλίας χάριν ἀρχὴν τῆς τοῦ κόσμου γενέσεως ὁ Πλάτων ὑπέθετο, οὐκέτʼ ἂν ἀληθὲς εἴη τὸ κατά τι τῶν εἰρημένων σημαινομένων γενητὸν εἶναι τὸν κόσμον ὑπʼ αὐτοῦ λέγεσθαι· οὕτω γὰρ ὅ τε τῆς εὐσεβείας σκοπὸς καὶ ὁ τῆς διδασκαλίας τρόπος οἰχήσεται· ἅμα γὰρ ἀδύνατον καὶ ἐκείνως εἶναι γενητὸν λέγειν τὸν κόσμον καὶ ὡς ἀρχὴν τοῦ εἶναι ἔχοντα διὰ τὸ εὐσεβὲς ἢ διὰ τὸν διδασκαλικὸν τρόπον· εἰ γὰρ γενητὸν εἶναι λέγων τὸν κόσμον κατʼ αἰτίαν φησὶν γενητὸν εἶναι ἢ ὡς σύνθετον καὶ οὐ κατὰ χρόνον, πῶς πάλιν φασὶν ὡς γινόμενον αὐτὸν καὶ ἀρχὴν τοῦ εἶναι λαμβάνοντα ὑποτίθεσθαι εὐσεβείας ἢ διδασκαλίας χάριν; ἡ γὰρ πρώτη ὑπόθεσις ἀναιρετικὴ τῆς δευτέρας γίνεται. ἄλλως τε εἰ τοῦ σαφοῦς ἕνεκεν τῆς διδασκαλίας, ὥς φασιν, γενητὸν εἶναι κατὰ χρόνον τὸν κόσμον ὁ Πλάτων ὑποτίθεται, πάντως ἂν αὐτὸ τοῦτο ἐπεσημήνατο, ὡς κατὰ φύσιν μὲν ἀγένητός ἐστιν, ἡμεῖς δὲ τοῦ σαφοῦς ἕνεκεν ὡς γινόμενον αὐτὸν θεωρήσωμεν, ἵνα μὴ τὰ ἐν ὑποθέσει λεγόμενα ὡς ἀληθῶς λεγόμενά τις ἐκδέχηται. ἀλλὰ δὴ καὶ τὸ οἴεσθαι εὐσεβείας χάριν τὸν Πλάτωνα γενέσεως ἀρχὴν τῷ κόσμῳ διδόναι ἀγενήτῳ ὄντι, ἵνα ἡ περὶ αὐτὸν τοῦ θεοῦ πρόνοια πιστευθῇ, λίαν ἠλίθιον· πρῶτον μὲν γὰρ πανταχοῦ τοῦτο διδάσκει σαφῶς τῇ τοῦ κόσμου δημιουργίᾳ τὸν θεὸν ἐπιστήσας καὶ τὰς αἰτίας, διʼ ἃς ἕκαστον τοῖον ἢ τοῖον ὁ θεὸς ἐποίησεν, ἐξηγούμενος· τί οὖν ἔδει τῆς ψευδοῦς ὑποθέσεως εἰς τὸ διδάξαι τοῦτο, ὅπερ καὶ χωρὶς ταύτης ἐδίδαξεν; ἔπειτα δὲ συμβήσεται αὐτὸν κατὰ τὴν αὐτῶν ὑπόθεσιν εἰς τὴν ἐσχάτην ἀσέβειαν τοὺς ἀνθρώπους ἐνάγειν· εἰ γὰρ μὴ ὄντος τοῦ κόσμου ἀϊδίου ἀνάγκη κατʼ αὐτοὺς πρὶν ὑποστῆναι τὸν κόσμον μήτε τέλειον εἶναι τὸν θεὸν μήτε ἀγαθόν, ὑποτίθεται δέ, ὥς φασιν, ὁ Πλάτων ἀπʼ ἀρχῆς τινος γεγονέναι τὸν κόσμον καὶ εὔχεταί γε τοῦτο πιστεύεσθαι οὐδαμοῦ τὰς αἰτίας, διʼ ἃς τοῦτο πεποίηκεν, ἐνδειξάμενος, εἰς ἀσεβεῖς ἄρα ὑπολήψεις τοὺς πιστεύοντας αὐτῷ ἐνήγαγεν ἐν μηδενὶ τῶν διαλόγων ἀγένητον εἶναι τὸν κόσμον εἰπεῖν ἀνασχόμενος, τοὐναντίον δὲ πανταχοῦ τὴν γένεσιν αὐτοῦ λαμπρᾷ τῇ φωνῇ κηρύττων· καίτοι καὶ τὰς λογικὰς ψυχὰς ὑπὸ τῆς τοῦ θεοῦ προνοίας διοικεῖσθαι βουλόμενος σαφῶς ἀγενήτους αὐτὰς εἶναι κέκραγεν ἐν Φαίδρῳ οὐδὲν δείσας, μὴ κεναὶ ταύτης νομίζοιντο.

`192–193`

κβʹ. Λίαν δὲ τολμηρὸν καὶ τὸ οὕτω ῥᾳδίως μεταφέρειν τὰς λέξεις· τὸν γὰρ ἤ διαζευκτικὸν σύνδεσμον ἢ διαπορητικὸν εἰς τὸν εἴ συναπτικὸν μεταλαμβάνεσθαι ἀξιοῖ τοῦ Πλάτωνος ἐξηγητὴς ποιητικῷ τρόπῳ. προϊὼν οὖν παραθήσομαι καὶ τὸν Ἀριστοτέλους ἐξηγητὴν Ἀλέξανδρον τὴν τοιαύτην τοῦ συνδέσμου μετάληψιν ἀπελέγχοντα, καὶ αὐτόθεν δὲ προφανὲς οἶμαι τὸ ἄτοπον· πρῶτον μὲν γὰρ τὸ ποιητικὰς μεταλήψεις ἐπὶ Πλατωνικὰς κυριολογίας ἐκδέχεσθαι τῶν ἀτοπωτάτων ἐστὶν καὶ ταῦτα σπανίως ἢ καὶ ἅπαξ σχεδὸν τοῦ ποιητοῦ τῇ τοιαύτῃ τοῦ συνδέσμου μεταλήψει χρησαμένου, ὡς οἱ τὰ ἐκείνου ἐξετάσαντες ἐπεσημήναντο. ἄλλως τε εἰ καὶ ἐν τῇ προκειμένῃ ῥήσει χώραν ἔσχεν τὸ βίαιον τῆς τοῦ συνδέσμου μεταλήψεως, ἀλλʼ οὐκέτι καὶ ἐπὶ τῶν ἑξῆς τοῦτο ποιεῖν δυνατόν· ὥσπερ γὰρ ἐνταῦθα τὸν προκείμενον αὐτῷ σκοπὸν ὁ Πλάτων ἀφοριζόμενος ἀντέθηκε τῷ γενητῷ τὸ ἀγένητον σκοπεῖν περὶ τοῦ παντὸς μέλλειν φήσας, εἰ γέγονεν ἢ καὶ ἀγενές ἐστιν, οὕτως ἐφεξῆς ἤδη λοιπὸν πρόβλημα τοῦτο ποιούμενός φησιν «πότερον ἦν ἀεὶ γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν ἢ γέγονεν ἀπʼ ἀρχῆς τινος ἀρξάμενος». εἰ τοίνυν σαφῶς ἐνταῦθα σκοπεῖν φησιν περὶ τοῦ κόσμου, εἴτε ἀεί ἐστιν ἀρχὴν γενέσεως οὐκ ἔχων ἢ καὶ γέγονεν ἀπʼ ἀρχῆς τινος ἀρξάμενος, ἐν ἀπορίᾳ προτείνων ἑκάτερον καὶ οὐχὶ τῷ ἀγένητον εἶναι τὸν κόσμον συγκατατιθέμενος, πολλῷ δήπου ἄρα καὶ πρότερον, ἔνθα τὴν ἐν τούτοις σκέψιν προανεκήρυττεν, ὡς μέλλοι σκοπήσειν περὶ τοῦ παντός, εἰ γέγονεν ἢ καὶ ἀγενές ἐστιν, οὐχὶ τὸ «ἢ καὶ ἀγενές ἐστιν» ἀντὶ τοῦ «εἰ καὶ ἀγενές ἐστιν» μετελάμβανεν, ἀλλὰ κυρίως ὁ ἤ κεῖται σύνδεσμος ὡς ἐν ἀπορίᾳ διαζευγνὺς τοῦ γενητοῦ τὸ ἀγένητον, ὡς τὸ ἕτερον μόνον ἐπὶ τοῦ κόσμου ὑποτίθεσθαι καὶ μὴ ἀμφότερα, ὡς δοκεῖ τῷ Ταύρῳ. ἄλλως τε εἰ τὸ «γέγονέν» τις ἐκδέξοιτο κατά τι τῶν ἐκτεθέντων ὑπὸ τοῦ Ταύρου σημαινομένων, καὶ τὸ μὴ γεγονέναι δήπου κατὰ ἀπόφασιν τοῦ αὐτοῦ σημαινομένου ἐκδέχεσθαι ἀνάγκη — ὃ γὰρ τίθησιν ἡ κατάφασις, τοῦτο ἀναιρεῖ ἡ ἀπόφασις· μεταλαμβανόντων οὖν τὸ «γέγονεν» εἰς τὸ «κατʼ αἰτίαν γέγονεν», ἀνάγκη καὶ τὸ «μὴ γενόμενον» — ταὐτὸν γὰρ τὸ ἀγένητον τῷ μὴ γενομένῳ — εἰς τὸ «κατʼ αἰτίαν μὴ γενόμενον» ἐκλαμβάνειν. εἴη ἂν οὖν τὸ συμφραζόμενον τοιοῦτον «ἡμᾶς δὲ τοὺς περὶ τοῦ παντὸς λόγους ποιεῖσθαί πῃ μέλλοντας, εἰ γέγονεν κατʼ αἰτίαν ἢ καὶ ἀγένητόν ἐστιν κατʼ αἰτίαν», καὶ ἐπὶ τῶν ἄλλων σημαινομένων τὸ αὐτὸ «εἰ σύνθετόν ἐστιν ἢ καὶ μὴ σύνθετόν ἐστιν», «εἰ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει ἢ καὶ μὴ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει»· οὗ τί ἂν γένοιτο καταγελαστότερον; ἀπερισκέπτως ἅμα μετέθηκε τὴν λέξιν ὁ ἀνὴρ μὴ περιαθρήσας, εἰ διʼ ὅλων ἔσται σύμφωνος αὐτῷ ἡ ἀπόδοσις καὶ ἐν τοῖς ἑξῆς εἰρημένοις τῷ Πλάτωνι. εἰς τὴν αὐτὴν δὲ ἀτοπίαν ἐκφέρονται καὶ ὅσοι τὸ «ἢ καὶ ἀγενές ἐστιν» εἰς τὸ «ἢ καὶ ἀειγενές ἐστιν» μεταλαμβάνοντες· πάλιν γὰρ καὶ οὗτοι τὰ μὴ ὄντα προστιθέασι τὸ ἀγενὲς ἀειγενὲς ποιοῦντες· καὶ ἔλαθόν γε ἑαυτοὺς τῇ ἀληθείᾳ μᾶλλον διὰ τῆς τοιαύτης προσθήκης συνηγοροῦντες καὶ ὧν βούλονται τὰ ἐναντία κατασκευάζοντες· εἰ γὰρ τοῦτο προὔτεινε Πλάτων, πότερον γέγονε τὸ πᾶν ἢ καὶ ἀειγενές ἐστιν, ἀνάγκη πᾶσα τῷ γεγονέναι τὸ ἀειγενὲς ἀντιθεὶς διὰ τοῦ γεγονέναι τὸ ἀπὸ χρόνου γεγονέναι καὶ μὴ ἀεὶ εἶναι σημαίνειν. ἐπεὶ οὖν τὸ πρόβλημα τοῦτο ἐν τοῖς ἑπομένοις ἐξετάζων ὁ Πλάτων τὸ γεγονέναι τὸν κόσμον ἐπέκρινεν — «γέγονεν», γάρ φησιν, «ὁρατός τε γὰρ ἁπτός τέ ἐστιν καὶ τὰ ἑξῆς» —, δῆλον, ὅτι τὸ ἀειγενὲς τοῦ κόσμου ἀπέφησεν, καὶ ἐξ ὧν παρεγχειρεῖν τὴν λέξιν αὐτοῦ τετολμήκασιν.

`194–195`

κγʹ. Πρὸς δὲ τοῖς ἀπηριθμημένοις τοῦ γενητοῦ σημαινομένοις καὶ τοῦτό τινες προστιθέασιν· φασὶν γὰρ γενητὸν τὸ πᾶν ὑπὸ Πλάτωνος λέγεσθαι, καθὸ ἐν κινήσει ἀϊδίῳ ὑπάρχει· ὅθεν γινόμενον αὐτὸ εἶπε, φασίν, καὶ ἀπολλύμενον, ὄντως δὲ μηδέποτε ὄν· οὐδὲν γὰρ τῶν οὐρανίων οὐδέποτε ἐν ταὐτῷ μένει. πρὸς τοῦτο δὲ σύντομος ἡ ὑπάντησις· πρῶτον μὲν γὰρ περὶ τοῦ παντὸς κόσμου τῷ Πλάτωνι καὶ οὐ περὶ τῶν οὐρανίων μόνων ὁ λόγος· τὸ δὲ πᾶν, ἕως ἂν ᾖ, οὐ κινεῖται ὅλον ὡς ὅλον οὐδʼ ὅλως μεταβάλλει ἀλλʼ ἐν ταὐτῷ μένει. ὥστε οὐ τὸ γίνεσθαι ἀντὶ τοῦ κινεῖσθαι παρείληφεν ὁ Πλάτων. δεύτερον τὸ ἐν συνεχεῖ εἶναι κινήσει τὰ οὐράνια ὑπʼ αὐτῆς τῆς αἰσθήσεως ὡμολόγηται καὶ οὐδενὸς ἑτέρου δεῖ πλὴν ὀφθαλμῶν εἰς τὴν τούτου κατάληψιν. πῶς οὖν οὐ γελοῖον πρᾶγμα Πλάτων ὑπέμενεν ὡς περὶ τῶν ἀπορρήτων ἡμᾶς διδάσκειν μέλλων καὶ μηδενὶ τῶν πρὸ αὐτοῦ κατειλημμένων ἢ ἀποδεδειγμένων θεοὺς λέγων καὶ θεὰς ἐπικαλεῖσθαι δεῖν εἰς τὴν περὶ τοῦ παντὸς σκέψιν, εἴτε κινεῖται κατὰ τόπον τὰ οὐράνια εἴτε ἀκίνητά ἐστιν, μηδὲ τοσοῦτο συνεῖναι δυνηθείς, ὡς, ὅσα διὰ τῆς αἰσθητικῆς ἀντιλήψεως τὸ πιστὸν ἔχει κρεῖττον πάσης ἀποδείξεως ἐγνωσμένα, ἐν προβλήματος τίθεται μοίρᾳ; τίς γὰρ νοῦν ἔχων ζητήσειεν ἄν, εἰ τὸ πῦρ καίει καὶ εἰ τὸ ψιμύθιον λευκόν ἐστιν; ὥστε οὐδʼ οὕτως γενητὸν εἶναι τὸν κόσμον ὁ Πλάτων εἴρηκεν. ἐλεγχθεισῶν οὖν πασῶν τῶν τοῦ γενητοῦ ὑποθέσεων, μιᾶς δὲ ἔτι λειπομένης τῆς συνήθους τε καὶ πᾶσι καθωμιλημένης, λέγω δὴ τῆς κατὰ χρόνον γενέσεως, καὶ τοῦ Πλάτωνος διαρρήδην γενητὸν εἶναι καὶ γεγενῆσθαι τὸν κόσμον ἀποφηναμένου λείπεται ἐξ ἀνάγκης κατὰ χρόνον γενητὸν αὐτὸν ὑπὸ τοῦ Πλάτωνος λέγεσθαι, τουτέστιν ἀρχὴν τοῦ εἶναι εἰληφέναι· οὕτω γὰρ τὸ κατὰ χρόνον ἐπὶ τοῦ κόσμου νοεῖν πολλάκις εἰρήκαμεν.

`196–200`

κδʹ. Ἐπειδὴ δὲ ὡς ἰσχυρόν τι καὶ τοῦτο προτείνουσι εἰς πίστιν τοῦ μὴ κατὰ χρόνον γενητὸν εἶναι λέγεσθαι παρὰ Πλάτωνος τὸν κόσμον ἀλλʼ ὡς ἐν ὑποθέσει τὸ καὶ τὴν ψυχὴν ἐν μὲν τῷ Τιμαίῳ γινομένην ὑποθέσθαι, ἐν δὲ Φαίδρῳ σαφῶς ἀγένητον ἀποφαίνεσθαι, εὔλογον οἶμαι καὶ τοῦτο αὐτῶν τὸ κομψὸν διʼ ὀλίγων ἐπιλύσασθαι. παντὶ τοίνυν δῆλόν ἐστιν, ὡς ἡ λογικὴ ψυχὴ τῆς νοητῆς οὐσίας τυγχάνουσα καὶ χωριστὴν διὰ τοῦτο παντὸς σώματος τὴν οὐσίαν ἔχουσα, ὁπηνίκα μὲν τὴν πρὸς τὸ σῶμα ἀναδέχεται σχέσιν, δυνάμει μέν ἐστιν νοῦς, τὸ δὲ εἶναι καὶ λέγεσθαι ψυχῇ ἐκ τῆς σχέσεως αὐτῇ τῆς πρὸς τὸ σῶμα προσγίνεται — παρὰ γὰρ τὸ ψυχοῦν τε καὶ ζωοποιεῖν τὸ σῶμα ψυχὴ κέκληται —, ἐπειδὰν δὲ χωρισθεῖσα τοῦ σώματος ἢ καθʼ ἕξιν ἢ ἅμα καὶ τοῦ φυσικοῦ διαζευχθεῖσα συνδέσμου νοερῶς λοιπὸν ἐνεργήσῃ ἁπλῇ ἐπιβολῇ τῆς φύσεως τῶν πραγμάτων θιγγάνουσα, νοῦς ἤδη κατʼ ἐνέργειαν τὸ τηνικαῦτα καὶ ἔστιν καὶ λέγεται. ὥστε κατʼ ἄλλο μέν ἐστιν αὐτῇ τὸ ψυχῇ εἶναι, κατʼ ἄλλο δὲ τὸ νῷ, καὶ τὸ μὲν ἐν σχέσει τῇ πρὸς τὸ σῶμα, τὸ δὲ ἀσχέτως καὶ ἀπολελυμένως τοῦ σώματος αὐτῇ καθʼ αὑτὴν ὑπάρχει, ὥσπερ ἀμέλει ὁ αὐτὸς καὶ κυβερνήτης ἐστὶν καὶ ἄνθρωπος, ἀλλὰ τὸ μὲν καθʼ αὑτό, τὸ δὲ ἐν τῇ πρὸς τὸ πλοῖον ἔχει σχέσει. τούτων οὕτως ἐχόντων εἰ μέν, καθὸ νοῦς ἐστιν καὶ ἄσχετος πρὸς τὸ σῶμα ἡ ψυχή, γένεσιν αὐτῆς ὁ Τίμαιος παραδίδωσιν, συγχωρήσωμεν αὐτὸν ἐν ὑποθέσει αὐτὴν λέγειν γεγονέναι διὰ τὸ ἐν Φαίδρῳ ἀγένητον αὐτὴν εἶναι ἀποφαίνεσθαι· εἰ δέ, καθὸ ψυχή ἐστιν, ποιὰν αὐτῆς πρὸς τὸ σῶμα σχέσιν ἐν Τιμαίῳ διδάσκει, καθʼ ἣν τοίως ἢ τοίως κοσμεῖ τε καὶ κινεῖ τὰ οὐράνια σώματα, ποία ἔστιν ἔτι ἀνάγκη ὡς ἐν ὑποθέσει λέγειν αὐτὴν ἐν Τιμαίῳ γεγονέναι, εἴπερ καὶ τῷ κόσμῳ παντὶ ἀρχὴν τοῦ εἶναι δίδωσιν ὁ Πλάτων, ὡς ἐδείξαμεν; οὐκοῦν ὅτε τοῦ εἶναι τὸ σωματικὸν τοῦ κόσμου ἤρξατο, τότε καὶ ἡ ψυχὴ τὴν πρὸς αὐτὸ σχέσιν ἀνείληφεν· ἐπεὶ καὶ τὴν ἡμετέραν ψυχὴν ἐν σώματι γίνεσθαι λέγοντες οὐ δήπου τῆς οὐσίας αὐτῆς κατηγοροῦσι τὴν γένεσιν ἀλλὰ τῆς ἐν τῷ σώματι σχέσεως, ἥτις ἀπὸ χρόνου τὴν ἀρχὴν λαμβάνει. ὅτι δὲ τὰ περὶ τῆς ψυχογονίας ἐν Τιμαίῳ λεγόμενα οὐδὲν ἄλλο ἢ τὴν τῶν οὐρανίων κίνησιν καὶ τὴν πρὸς ἄλληλα σχέσιν αὐτῶν παραδίδωσιν, ἣν ἐκ τῆς ψυχῆς, εἴπερ ἔμψυχά εἰσιν, ὡς Πλάτωνι δοκεῖ, ἀνειλήφασιν, ἔξεστιν ἐξ αὐτῶν τῶν τοῦ Τιμαίου πιστώσασθαι λέξεων· ἔφη γὰρ ἐν ἐκείνοις ὁ Πλάτων, ὅτι λαβὼν ὁ θεὸς οὐσίαν μέσην τῆς ἀμερίστου καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχούσης καὶ τῆς περὶ τὰ σώματα μεριστῆς καὶ προσέτι ταυτότητα καὶ ἑτερότητα τὰ τρία ταῦτα κεράσας ἐξέτεινεν καὶ ἐποίησεν εὐθεῖαν, εἶτα ταύτην τὴν εὐθεῖαν κατὰ ἁρμονικοὺς λόγους κατατεμὼν ἔσχισεν δίχα κατὰ μῆκος, εἶτα χιοειδῶς ἀλλήλαις τὰς δύο συνάψας εὐθείας ἀνέκλασεν καὶ τὰ πέρατα αὐτῶν ἀλλήλαις συνάψας ἐποίησεν δύο κύκλους, τὸν μὲν ἐκτός, τὸν δὲ ἐντός, συναπτομένους ἀλλήλοις κατὰ δύο σημεῖα, εἶτα ἐκίνησεν τὸν μὲν ἔξω κύκλον ἐπὶ δεξιά, τὸν δὲ ἐντὸς ἐπʼ ἀριστερά, καὶ ἐκάλεσεν, φησίν, τὴν μὲν ἐκτὸς περιφορὰν ταὐτοῦ, τὴν δὲ ἐντὸς θατέρου καὶ τὸν μὲν ἐκτὸς κύκλον ἄσχιστον εἴασεν, τὸν δʼ ἐντὸς σχίσας ἑξαχῇ ἑπτὰ κύκλους ἀνίσους ἐποίησεν κατὰ τὴν τοῦ διπλασίου καὶ τριπλασίου διάστασιν ὑπερέχοντας ἀλλήλων καὶ τοὺς μὲν τρεῖς ἴσους τῷ τάχει τῆς κινήσεως κατεσκεύασεν, τοὺς δὲ τέτταρας ἀνίσους τῇ κινήσει ἀλλήλοις τε καὶ τοῖς τρισίν. τούτων οὕτως περὶ τῆς ψυχογονίας ὑπὸ Πλάτωνος ἐν Τιμαίῳ λεγομένων τίς τοσοῦτόν ἐστιν περὶ τὴν κρίσιν τῆς ἀληθείας ἀγνώμων, ὡς μὴ ἐξ αὐτῆς ψιλῆς τῆς λέξεως ὁμολογεῖν τὴν τῶν οὐρανίων σφαιρῶν κίνησίν τε καὶ πρὸς ἄλληλα σχέσιν ἐν τούτοις ὑπὸ τοῦ Πλάτωνος παραδίδοσθαι, ἣν ἐκ τῆς ἐπιβεβηκυίας αὐταῖς ψυχῆς γίνεσθαι οἴεται; ἐπεὶ καὶ ἐν τοῖς ἄλλοις ζῴοις ἥ τε κίνησις καὶ ἡ τῶν μερῶν τοῦ σώματος οἰκονομία τε καὶ πρὸς ἄλληλα σχέσις ἐκ τῆς ἐνούσης αὐτοῖς ψυχῆς ἐπιγίνεται. τὰ οὖν τῷ αἰτιατῷ ἐκ τοῦ αἰτίου συμβαίνοντα ἐπὶ τὸ αἴτιον τὸν Πυθαγορικὸν τῶν αἰνιγμάτων τρόπον ὁ Πλάτων ἀνήγαγεν, ὥσπερ ἀμέλει καὶ τὴν ψυχὴν πολλάκις πεινῆν φαμεν ἢ διψῆν τὴν τῆς ἐνδείας συναίσθησιν ἐκ τῆς ψυχῆς ἐγγινομένην τῷ σώματι ἐπʼ αὐτὴν τὴν ψυχὴν ἀναφέροντες. τὴν μὲν οὖν περὶ τούτων ἀκριβεστέραν ἐξέτασιν, ὅτῳ φίλον, καὶ παρὰ τῶν προϋπομνηματισαμένων, ὧνπερ καὶ πρόσθεν ἐμνήσθημεν, μαθεῖν ἔξεστιν· καὶ αὐτοὶ γὰρ καίπερ ἀΐδιον εἶναι τὸν κόσμον λέγοντες καὶ ἐν ὑποθέσει τὴν γένεσιν τῆς ψυχῆς παραδιδόναι τὸν Πλάτωνα ὅμως ἐν τούτοις τὸν μὲν ἐκτὸς τῶν κύκλων τὴν ἀπλανῆ ἐξειλήφασιν, τὸν δὲ ἐντὸς τὰς τῶν πλανωμένων, ὃν ἑξαχῇ σχίσας τοὺς ἑπτὰ τῶν πλανωμένων κύκλους ἐποίησεν. τινὲς δὲ τὸν μὲν ἐκτὸς τὸν ἰσημερινὸν ἤκουσαν κύκλον, τὸν δὲ ἐντὸς τὸν ζῳδιακόν, οἵτινες χιοειδῶς ἀλλήλους τέμνοντες κατὰ δύο σημεῖα, κριόν τε καὶ ζυγόν, ἀλλήλων ἅπτονται· καὶ γὰρ ἡ μὲν ἀπλανὴς ὑπὸ τὸν αὐτόν ἐστιν τῷ ἰσημερινῷ ἄξωνα καὶ περὶ τοὺς πόλους τούτου κινεῖται, αἱ δὲ πλανώμεναι περὶ τοὺς τοῦ ζῳδιακοῦ. τῶν δὲ κύκλων τούτων, φησὶν ὁ Πλάτων, τὸν μὲν ἐκτὸς ἐπὶ τὰ δεξιὰ ὁ θεὸς ἐκίνησε, τουτέστιν τὴν ἀπλανῆ, τὸν δὲ ἐντὸς ἐπʼ ἀριστερά, τὰς πλανωμένας δηλονότι, δεξιὰ μὲν τὰ ἀνατολικὰ προσαγορεύων Ὁμηρικῶς, ἀριστερὰ δὲ τὰ δυτικά· φησὶ γοῦν κἀκεῖνος

  
«εἴτʼ ἐπὶ δεξιὰ ἴωσι πρὸς ἠῶ τʼ ἠέλιόν τε  
  
εἴτʼ ἐπʼ ἀριστερά τοί γε ποτὶ ζόφον ἠερόεντα»·  
φέρεται γὰρ ἡ μὲν ἀπλανὴς ἀπʼ ἀνατολῶν ἐπὶ δυσμάς, τοὔμπαλιν δʼ αἱ πλανώμεναι. καλεῖ δὲ τὴν μὲν ἐκτὸς κίνησιν ταὐτοῦ διὰ τὴν ταυτότητα τῆς τῶν ἀπλανῶν κινήσεως· ἰσόχρονον γὰρ ἅπαντα τὰ ἀπλανῆ ποιεῖται τὴν κίνησιν καὶ τὸν αὐτὸν ἀεὶ ἐκπεριέρχεται κύκλον ἐκ τῶν αὐτῶν ἀεὶ σημείων τὰς ἀνατολὰς καὶ εἰς τὰ αὐτὰ τὰς δύσεις ποιούμενα. τὴν δὲ ἐντὸς κίνησιν, τουτέστιν τὴν τῶν πλανωμένων, θατέρου, φησίν, προσηγόρευσεν διὰ τὴν ἑτερότητα δηλονότι τῆς τῶν πλανωμένων κινήσεως· οὔτε γὰρ ἰσόχρονος ἡ τούτων κίνησις οὔτε ἑκάστου ἡ αὐτή· οὐδὲ γὰρ ἕνα καὶ τὸν αὐτὸν ἕκαστος ἐκπεριέρχεται κύκλον οὐδὲ ἐπὶ τῶν αὐτῶν ἀεὶ σημείων τάς τε ἀνατολὰς καὶ τὰς δύσεις οἱ αὐτοὶ ποιοῦνται. τῶν δὲ ἑπτὰ τῶν ἐντὸς κύκλων τρεῖς μὲν ἰσοταχεῖς εἶναι ἀλλήλοις, τόν τε τοῦ ἡλίου λέγων καὶ τὸν τοῦ ἑωσφόρου καὶ τὸν τοῦ Ἑρμοῦ καλούμενον — ἰσόδρομοι γὰρ τῶν πλανωμένων οὗτοι τυγχάνοντες διʼ ἐνιαυτοῦ τὸν πάντα κύκλον ἐκπεριέρχονται —, τοὺς δὲ λοιποὺς τέσσαρας ἀνίσους ἀλλήλοις τε καὶ τούτοις εἶναί φησιν, τουτέστιν τήν τε τοῦ Κρόνου καλουμένην σφαῖραν καὶ τοῦ Ἄρεως καὶ τοῦ Διὸς καὶ τὴν τῆς σελήνης — ἡ μὲν γὰρ τοῦ Κρόνου διὰ τριάκοντα ἐτῶν ἔγγιστα τὸν ἴδιον ἐκπεριπολεῖ κύκλον, ἡ δὲ τοῦ Διὸς ἐγγὺς διὰ δώδεκα, διὰ δύο δὲ πάλιν ἡ τοῦ Ἄρεως ἔγγιστα, ἡ δὲ τῆς σελήνης διὰ μηνός. μὴ τοίνυν μηδὲ ἐκ τῆς ψυχογονίας παρεχέτωσαν πράγματα Πλάτωνι πείθειν ἡμᾶς βιαζόμενοι, ὡς ἀγένητον εἶναι τὸν κόσμον οἴεται τὴν γένεσιν αὐτοῦ καθʼ ὑπόθεσιν ἡμῖν εἰσηγούμενος. καίτοι, εἰ τοῦτο ἦν ἀληθές, διὰ τί μή, ὥσπερ τὴν ψυχὴν διαρρήδην ἐν ἑτέροις ἀγένητον εἶναι ἀποφαίνεται, οὕτως καὶ τὸν κόσμον ἡμῖν ἔν τινι τῶν οἰκείων συγγραμμάτων ἀγένητον εἰπεῖν ἐτόλμησεν, τοὐναντίον δὲ πανταχοῦ γενητὸν εἶναι αὐτὸν καὶ γεγονέναι καὶ φύσει λυτὸν εἶναι κέκραγεν;

`201–204`

κεʹ. Ἀλλʼ ἐπειδή φησιν ὁ Πορφύριος τὰς περὶ τοῦ γεγονέναι τὸν κόσμον Πλάτωνος ἀποδείξεις μὴ εἶναι κατασκευαστικὰς τοῦ κατὰ χρόνον γεγονέναι τὸν κόσμον, ἐξ οὗ συλλογίζεται, ὡς οὐδὲ κατὰ χρόνον αὐτόν φησιν γεγονέναι Πλάτων, εὔλογον οἶμαι καὶ τοῦτο αὐτὸ ἐπισκέψασθαι παραθέντας πρότερον αὐτὴν τὴν Πορφυρίου λέξιν· ἔχει γὰρ οὕτως «ἴδωμεν τοίνυν, ποῖον σημαινόμενον τοῦ κόσμου ὁ Πλάτων κατηγόρησεν καὶ ποῖον ἠρώτησεν καὶ τίνι εἰκότως ἐφαρμόττει. καὶ μὴν ἔστω τὸ δηλοῦν τὴν ἀπὸ χρόνου γένεσιν παρειληφὼς καὶ σκεπτέσθω, πότερον ἦν ἀεὶ μηδέποτε ἀπὸ χρόνου γεγονὼς ἢ γέγονεν ἀπʼ ἀρχῆς τινος ἀρξάμενος, ἀποφαινέσθω δὲ ἀπό τινος ἀρχῆς χρονικῆς γεγονέναι, διʼ ἃς ἐπιφέρει ἀποδείξεις. τίνες οὖν αὗται; “ὁρατός τε γὰρ ἁπτός τέ ἐστιν”, φησίν, “καὶ σῶμα ἔχων· πάντα δὲ τὰ τοιαῦτα αἰσθητὰ δόξῃ περιληπτὰ μετʼ αἰσθήσεως γινόμενα καὶ γενητὰ ἐφάνη”. τούτων δὲ τί ἂν εἴη γελοιότερον; τίς γὰρ ἡ ἀνάγκη τῆς ἀκολουθίας, εἰ ὁρατὸς καὶ ἁπτὸς καὶ ἔχων σῶμα, ἀπʼ ἀρχῆς χρόνου γεγονέναι;» μεγίστη ἀνάγκη καὶ πάσης μείζων ἀποδείξεως ἡ ἐνάργεια· καὶ σὺ γάρ, ὦ θαυμάσιε, γενητὸν εἶναι τὸν κόσμον, καθὸ σύνθετός ἐστιν, ὑποτίθεσθαι Πλάτωνα λέγων καὶ τούτου ἀπόδειξιν παράγειν τὸ ὁρατὸν εἶναι ἁπτόν τε καὶ σῶμα ἔχειν ἀποφαινόμενος, πόθεν, εἰπέ μοι, τὴν ἀνάγκην τοῦ λόγου κατεσκεύασας; ποία γὰρ ἀνάγκη πᾶν ὁρατὸν εὐθὺς εἶναι καὶ σύνθετον; ἢ πάντως τὴν αἴσθησιν ἡμῖν πιστοτέραν οὖσαν παντὸς λόγου παράγεις μάρτυρα; ἀλλʼ ὅτι μὲν πᾶν ὁρατὸν σύνθετόν ἐστιν, καὶ αὐτοὶ συνομολογοῦμεν· ἀλλʼ οὐκ, ἐπειδὴ τῷ ὁρατῷ τὸ σύνθετον ἕπεται, ἔτι δὲ καὶ πᾶν ὁρατὸν γενητόν ἐστιν κατὰ Πλάτωνα, ἤδη διὰ τοῦτο ἀνάγκη ἀντὶ τοῦ συνθέτου τὸ γενητὸν παρειληφέναι τὸν Πλάτωνα· ἐπεὶ καὶ τὸ τριχῇ διαστατὸν ἐξ ἀνάγκης παντὶ ὁρατῷ καὶ ἁπτῷ καὶ σῶμα ἔχοντι ἕπεται καὶ τὸ πεπεράνθαι κατὰ μέγεθος καὶ τὸ ἐσχηματίσθαι πάντως ἢ τεταγμένῳ ἢ ἀτάκτῳ σχήματι καὶ τὸ συνεχὲς εἶναι καὶ οὐκ ἄν τις διὰ τοῦτο νομίσειεν Πλάτωνα τὸ γενητὸν ἀντὶ τούτων τινὸς μεταλαμβάνειν· τίς γὰρ ἀνάγκη τὸ γενητὸν εἰς τὸ σύνθετον μεταλαμβάνειν μᾶλλον ἢ εἰς τὸ πεπερασμένον συνεχὲς ἢ ἐσχηματισμένον ἢ εἰς ἄλλο τι, ὃ παντὶ σώματι ἐξ ἀνάγκης ὑπάρχει; ὁμοίως γὰρ τῷ αἰσθητῷ τό τε σύνθετον ἕπεται καὶ τῶν λοιπῶν ἕκαστον. ὅτι δὲ καὶ ἀδύνατον ὡς σύνθετον γενητὸν εἶναι τὸν κόσμον ὑπὸ Πλάτωνος λέγεσθαι, μικρῷ πρόσθεν ἐδείξαμεν. τοῦ δὲ τῷ ὁρατῷ ἢ ἁπλῶς αἰσθητῷ μὴ μόνον τὸ σύνθετον ἀλλὰ καὶ τὸ κατὰ χρόνον γενητὸν πάντως ἕπεσθαι καὶ ἡμεῖς φαμεν ἐξ αὐτῆς τῆς ἐναργείας τὴν πίστιν εἰληφέναι τὸν Πλάτωνα· ἐκ γὰρ τῶν τεσσάρων στοιχείων ἅπαντα τὸν κόσμον συνεστάναι διαρρήδην ὁ Πλάτων ἀποφαίνεται καὶ τούτῳ καὶ αὐτὸς ὁ Πορφύριος συγκατατίθεται, ὡς ἐν τῷ τρισκαιδεκάτῳ τοῦ Πρόκλου κεφαλαίῳ γινόμενοι δείξομεν. ὅτι δὲ πάντα τὰ στοιχεῖα κατὰ πάντα τὰ μέρη ἑαυτῶν γενητά τέ ἐστιν καὶ φθαρτά, ἐξ αὐτῆς τῆς αἰσθήσεως τοῖς ἔχουσιν ὀφθαλμοὺς ἡ ἀπόδειξις· πᾶν γάρ, ὃ ἄν τις λάβοι μέρος ὕδατος ἢ πυρὸς ἢ γῆς ἢ ἀέρος, τοῦτο πάντως ἔν τινι χρόνῳ γέγονεν καὶ ἀρχὴν τοῦ εἶναι ἔσχηκεν· εἰ δὲ πάντα τὰ μέρη τοῦ ὕδατος ἐν χρόνῳ γέγονεν, τὸ δὲ ὅλον οὐδὲν ἕτερόν ἐστιν ἢ πάντα τὰ μέρη, καὶ τὸ ὅλον ἄρα ἐν χρόνῳ τινὶ τὴν ὕπαρξιν εἴληφεν, ὡς ἄλλοτε ἄλλας εἶναι κατʼ ἀριθμὸν τὰς τῶν στοιχείων ὁλότητας· ἡ μὲν γὰρ εἰς ἄλληλα τῶν στοιχείων μεταβολὴ διὰ τὴν τοῦ κόσμου διαμονὴν γινομένη τῇ τοῦ λείποντος ἀναπληρώσει τὴν αὐτὴν ἀεὶ δοκεῖ φυλάττειν κατʼ ἀριθμὸν τῶν στοιχείων ὁλότητα· φθειρόμενον γὰρ τὸ ὕδωρ εἰς ἀέρα τυχὸν μεταβέβληκε, πάλιν δʼ αὖ φθαρεὶς ὁ ἀὴρ καὶ μεταβαλὼν εἰς ὕδωρ τὸ λεῖπον τοῦ ὕδατος ἀνεπλήρωσεν· καὶ ἐπὶ πάντων ὁ αὐτὸς λόγος. ἀλλʼ ὥσπερ τις ναυπηγὸς ἄλλοτε ἄλλην σανίδα νεὼς τὴν πεπονηκυῖαν ἀμείβων χρόνῳ πᾶσαν τὴν ναῦν ἤμειψεν καὶ ἄλλην ἐξ ἄλλης κατʼ ἀριθμὸν τὴν ὅλην ἐποίησεν, οὕτω δὴ καὶ ἐπὶ τῆς τῶν στοιχείων ὁλότητος συμβαίνει· μέρους γάρ τινος ἀεὶ φθειρομένου, ἑτέρου δὲ ἀντʼ αὐτοῦ γινομένου, τῷ μακρῷ χρόνῳ πᾶσαν συμβαίνει τὴν ὁλότητα τῶν στοιχείων μεταβάλλειν. εἰ οὖν μηδὲ αἱ ὁλότητες αἱ αὐταὶ κατʼ ἀριθμὸν τῶν στοιχείων διαμένουσιν, τὸ δὲ μὴ κατʼ ἀριθμὸν τὸ αὐτὸ μένον ἐν χρόνῳ καὶ ἤρξατο τοῦ εἶναι καὶ φθείρεται, δῆλον, ὡς ἅμα τοῖς μέρεσιν καὶ αὐταὶ κατὰ χρόνον εἰσὶν γενηταὶ καὶ φθαρταὶ τῶν στοιχείων αἱ ὁλότητες. εἰ δὲ μὴ τὴν ἀρχὴν τῆς τῶν στοιχείων συστάσεως ἔγνωμεν, οὐ διὰ τοῦτο μηδὲ ἀρχὴν αὐτὰ τοῦ εἶναι ἔχειν εὔλογον οἴεσθαι· ἡ γὰρ νῦν αὐτῶν κατὰ μέρη φθορά τε καὶ γένεσις καὶ τοῦ ἀρχὴν αὐτὰ λαμβάνειν ὑπάρξεως ἱκανωτάτην πίστιν παρέχεται. ἀλλὰ δὴ καὶ τὰ ἐκ τῶν στοιχείων συγκείμενα πάντα ἐν χρόνῳ γίνεταί τε καὶ φθείρεται, οἷα φυτὰ καὶ ζῷα καὶ μέταλλα καὶ τὰ λοιπὰ πάντα σώματα. οὐκοῦν, εἰ πᾶν μὲν σῶμα ὁρατόν τε καὶ ἁπτὸν ἢ ἁπλῶς αἰσθητὸν ἢ στοιχεῖόν ἐστιν ἢ ἐκ στοιχείων, ταῦτα δὲ γενητὰ κατὰ χρόνον δέδεικται, πᾶν ἄρα σῶμα αἰσθητὸν κατὰ χρόνον ἐστὶν γενητόν. εἰ οὖν ὁ οὐρανὸς ἐκ τῶν αὐτῶν στοιχείων συνεστὼς κατὰ Πλάτωνα σῶμά ἐστιν ὁρατόν τε καὶ ἁπτόν, καὶ ὁ οὐρανὸς ἄρα κατὰ χρόνον γενητὸς ἂν εἴη· ἐκ τῶν φανερῶν γὰρ τὰ ἀφανῆ δῆλα καθίσταται. διὰ τὴν αὐτὴν δὲ αἰτίαν καὶ φθαρτὸς ἔσται κατὰ Πλάτωνα, ὅσον ἐπὶ τῷ λόγῳ τῆς φύσεως. καὶ ἄλλως δέ· ἄλογον ἂν φανείη τῶν τοῦ παντὸς στοιχείων χρονικὴν ἀρχὴν ἀεὶ λαμβανόντων καὶ ἄλλοτε ἄλλων κατʼ ἀριθμὸν γινομένων τὸν ἐκ τούτων συνεστῶτα οὐρανὸν μήτε ἀρχήν ποτε τοῦ εἶναι ἐσχηκέναι μήτε τέλος ἕξειν μήτε μεταξὺ τροπήν τινα καὶ ἀλλοίωσιν κατʼ οὐσίαν ὑπομένειν. ἐκ ταύτης οὖν τῆς ἀνάγκης ὁ Πλάτων τῷ τε ὁρατῷ τὸ κατὰ χρόνον γενητὸν ἕπεσθαι ἔφησεν καὶ διὰ τοῦτο τὸν κόσμον ὁρατὸν ὄντα καὶ γενητὸν εἶναι συνελογίσατο. δύναιτο δʼ ἂν καὶ ἐξ ἐπαγωγῆς αὐτὸ τοῦτο πάλιν εἰληφέναι Πλάτων. εἰ γὰρ τόδε τὸ αἰσθητόν, οἷον ζῷον ἢ ὕδωρ ἢ πῦρ, γενητόν ἐστιν κατὰ χρόνον καὶ πάλιν ἄλλο καὶ ἄλλο καὶ πάντα τὰ μερικὰ στοιχεῖα τοιαῦτα καὶ αἱ τούτων ὁλότητες, καὶ πᾶν ἄρα ὁρατὸν γενητόν ἐστιν· ὁρατὸς δέ ἐστιν καὶ ὁ κόσμος· καὶ αὐτὸς ἄρα γενητὸς ἂν εἴη κατὰ χρόνον. καὶ ἄλλως· εἰ ἐδείξαμεν, ὅτι οὐδένα τῶν ἐπινενοημένων τοῦ γενητοῦ τρόπων ὁ Πλάτων παρείληφεν — γένεσιν γάρ φησιν τὴν κατὰ χρόνον —, τὸ δὲ μὴ γενόμενον ἅπαν — τουτέστιν τὸ μὴ κατὰ χρόνον γενόμενον — νοήσει μετὰ λόγου περιληπτὸν ὡρίσατο, ἕπεται ἄρα κατὰ τὴν σὺν ἀντιθέσει ἀντιστροφὴν τῷ μὴ νοητῷ ἅπαντι τὸ γένεσιν ἔχειν τὴν κατὰ χρόνον. πᾶν δὲ τὸ μὴ νοητὸν αἰσθητόν ἐστιν καὶ ἁπτόν· πᾶν ἄρα τὸ αἰσθητὸν καὶ ἁπτὸν κατὰ χρόνον ἐστὶν γενητόν. οὐκοῦν τῇ πρώτῃ ἑαυτοῦ ὑποθέσει ὁ Πλάτων τὰ ἐφεξῆς ἀκολούθως συνελογίσατο· πᾶν γὰρ τὸ μὴ γενόμενον κατὰ χρόνον νοητὸν εἶναι φήσας ἀκολούθως τὸ μὴ νοητὸν πᾶν ἀλλʼ αἰσθητὸν γενητὸν εἶναί φησιν κατὰ χρόνον. ἢ οὖν τὰ πρότερά τις ἐλεγχέτω — λέγω δή, ὅτι τοῦ ἀεὶ ὄντος οὐ τὴν κατὰ χρόνον ἀνεῖλεν γένεσιν ἀλλʼ ἄλλην τινά, ὅπερ διὰ πλειόνων ἡμεῖς ἐδείξαμεν — ἢ ἐκείνων ἀνελέγκτων μενόντων, εἰ τὸ κατὰ χρόνον ἀγένητον νοητὸν εἶναί φησιν, ἀκολουθήσει πάντως τὸ μὴ νοητὸν πᾶν ἀλλʼ αἰσθητὸν γενητὸν εἶναι κατὰ χρόνον. ἀναγκαίως ἄρα καὶ οὐκ ἀσυλλογίστως ἐκ τοῦ αἰσθητὸν εἶναι τὸν κόσμον καὶ τὸ χρονικὴν ἔχειν ἀρχὴν ὁ Πλάτων συνελογίσατο.

`205–211`

κϛʹ. Ὅτι δὲ τὸ ὂν ἀεὶ οὐκ ἔχειν γένεσιν λέγων ὁ Πλάτων οὐδεμίαν ἄλλην φησὶν γένεσιν μὴ ἔχειν ἢ τὴν κατὰ χρόνον, ἱκανῶς μὲν καὶ πρότερον δέδεικται, μάθοι δʼ ἄν τις οὐδὲν ἧττον καὶ ἐντεῦθεν. παντὶ δῆλον οἶμαι εἶναι, ὡς ὂν ἀεὶ ὁ Πλάτων καλεῖ τὸ παντάπασιν ἀμετάβλητον διὰ τὸ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν· τὸ γὰρ ἐν μεταβολῇ καὶ ἀλλοιώσει θεωρούμενον οὐδέποτε ὂν εἶναί φησιν· τὸ γὰρ μεταβάλλον οὔτε τοῦτό ἐστιν ἔτι, ἐξ οὗ μεταβάλλει, οὔτε ἐκεῖνό πω πάλιν, εἰς ὃ μεταβάλλει· εἴ τι οὖν ἐν συνεχεῖ μεταβολῇ θεωροῖτο ὑπάρχον, τοῦτο οὐδέποτε ὂν ἔσται, γινόμενον δὲ ἀεί. ὅτι δὲ τοῦτο σημαίνει παρὰ Πλάτωνι τὸ ὂν ἀεί, καὶ αὐτὸς μὲν διαρρήδην ὁριζόμενος αὐτὸ εἶπεν — «νοήσει» γάρ, φησίν, «μετὰ λόγου περιληπτὸν ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον» —, δῆλον δέ ἐστιν καὶ ἐξ ὧν τὸ γινόμενον οὐδέποτε ὂν εἶναί φησιν· «τί» γάρ, φησίν, «τὸ γινόμενον μὲν ὂν δὲ οὐδέποτε». εἰ οὖν τὸ γινόμενον — τουτέστιν τὸ ἐν μεταβολῇ ὄν — οὐδέποτε ὄν ἐστιν, τὸ ἄρα ὂν ἀεὶ τοῦτο πάντῃ ἐστὶν ἀμετάβλητον. ἐπεξήγησις οὖν ἐστιν τοῦ ἀεὶ ὄντος τὸ «γένεσιν δὲ οὐκ ἔχον», ὥσπερ καὶ τοῦ γινομένου τὸ «ὂν δὲ οὐδέποτε». τούτου οὖν οὕτως ἔχοντος ζητητέον, ποίαν γένεσιν ἀποφάσκει τοῦ ἀεὶ ὄντος ὁ Πλάτων. ἐγὼ μὲν οὖν φημι τὴν κατὰ χρόνον· τὸ γὰρ καθʼ ὁτιοῦν χρονικῆς ἐστερημένον ἀρχῆς τοῦτο πάντῃ ἐστὶν ἀμετάβλητον, καὶ ἔμπαλιν, εἴ τι χρονικὴν ἔσχεν ἀρχὴν καθʼ ὁτιοῦν τῶν περὶ αὐτὸ θεωρουμένων, τοῦτο οὐκ ἔστιν παντάπασιν ἀμετάβλητον· καθὸ γὰρ ἀρχὴν ἔσχεν, κατὰ τοῦτο μετέβαλεν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὄν. ὥστε ἄναρχον εἶναι δεῖ κατὰ χρόνον τὸ παντάπασιν ἀμετάβλητον· πᾶσα γὰρ μεταβολὴ καὶ ἐν χρόνῳ γίνεται καὶ ἀπὸ χρόνου τὴν ἀρχὴν λαμβάνει. ὥστε τὸ χρονικῆς ἀρχῆς ἐστερημένον καὶ μεταβολῆς πάσης ἐστέρηται. ἀντιστρέφει ἄρα ταῦτα ἀλλήλοις, καὶ εἴ τι πάντῃ ἐστὶν ἀμετάβλητον, τοῦτο καὶ πάσης ἀρχῆς χρονικῆς ἐστιν ὑπέρτερον καὶ χρονικῆς πάσης ἀρχῆς ἐστερημένον κατὰ πάντα ἐστὶν ἀμετάβλητον. εἰκότως ἄρα τὸ ἀεὶ ὂν — τουτέστιν τὸ πάντῃ ἀμετάβλητον — γένεσίν φησιν μὴ ἔχειν τὴν κατὰ χρόνον. εἰ δέ τις τὸ «γένεσιν δὲ οὐκ ἔχον» ἀντὶ τοῦ «σύνθεσιν οὐκ ἔχον» ἀκούοι, λεγέτω, τίνα λόγον ἔχει τὸν ἐρωτήσαντα, τί τὸ ὂν ἀεί — τουτέστιν τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον —, ἐπιφέρειν τὸ «σύνθεσιν δὲ οὐκ ἔχον»· εἰ γὰρ καὶ μυριάκις τις συγχωρήσοι τὸ ἀεὶ ὂν — τουτέστιν τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον — ἁπλοῦν εἶναι καὶ ἀσύνθετον, ἀλλʼ οὐ πᾶν ἁπλοῦν καὶ ἀσύνθετον ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἕξει· ἁπλᾶ γάρ ἐστιν τὰ πρῶτα τῶν σωμάτων στοιχεῖα — λέγω δὴ ὕλη καὶ εἶδος· οὐ γὰρ ἐπʼ ἄπειρον πρόεισιν ἡ τῶν συνθέτων ἀνάλυσις, ἀλλʼ εἰς τὰ ἁπλᾶ πάντως καταντᾶν ἀναλύοντας ἀνάγκη. καὶ οὐκ ἄν τις εἴποι τὰ ἁπλᾶ ταῦτα τῶν ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχόντων εἶναι· τὰ μὲν γὰρ εἴδη τὰ ἔνυλα καὶ εἰς τὸ μὴ ὂν ἀναλύεται καὶ ἐκ τοῦ μὴ ὄντος πάλιν ὑφίσταται, ὡς δείξομεν μικρὸν ὕστερον, ἡ δὲ ὕλη ἄλλοτε ἄλλα δέχεταί τε καὶ ἀποβάλλει εἴδη· οὐκ ἄρα τῶν ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχόντων εἰσὶν ὕλη καὶ εἶδος ἁπλᾶ ὄντα. εἰ δὲ καὶ ἀΐδια ἦν τὰ ἔνυλα εἴδη, ὅπερ ἀδύνατον, ἀλλʼ οὖν τῷ ἄλλοτε ἐν ἄλλῳ ὑποκειμένῳ γίνεσθαι, ὡς καὶ ἡ ὕλη ἄλλοτε ἄλλα εἴδη δέχεται, οὐχ ἕξει τὸ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν, ὥσπερ οὐδὲ ἡ ἡμετέρα ψυχή. ἀλλὰ δὴ καὶ τὰ χρώματα ἁπλᾶ μέν ἐστιν, οὐκ ἀεὶ δὲ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχει. εἰ οὖν ὡς ἰσοδυναμοῦν καὶ ταὐτὸν σημαῖνον ὁ Πλάτων παρείληφεν τό τε «ἀεὶ ὄν» καὶ τὸ «γένεσιν δὲ οὐκ ἔχον» — εἴ τι γὰρ πάντῃ γενέσεως ἐστέρηται, οὐκ ἰσοδυναμεῖ δὲ τῷ ἀεὶ ὄντι τὸ ἁπλοῦν τε καὶ ἀσύνθετον—οὐ γὰρ πᾶν ἁπλοῦν ἀεὶ ὄν ἐστιν—, οὐδὲ ἕπεται πάντως τῷ ἁπλῷ τὸ ἀεὶ εἶναι οὐδὲ ἀντιστρέφει πρὸς αὐτῷ ὥσπερ τῷ ἀγενήτῳ τὸ ἀεὶ εἶναι —, οὐκ ἄρα τὸ «γένεσιν δὲ οὐκ ἔχον» ἀντὶ τοῦ «σύνθεσιν δὲ οὐκ ἔχον» φησὶν ὁ Πλάτων. ὅτι δὲ οὐδὲ τὴν κατʼ αἰτίαν γένεσιν δηλοῖ, ἱκανῶς πρότερον ἐδείξαμεν· ἐπεὶ μὴ μόνον τῶν αἰσθητῶν ἀλλὰ καὶ τῶν νοητῶν ἁπάντων τὸ πρῶτον εἶναί φησιν ὁ Πλάτων αἴτιον· μία γὰρ ἡ τῶν ὄντων πάντων αἰτία καὶ ἀρχή· εἰ οὖν τὸ ἀεὶ ὂν μὴ ἔχοι γένεσιν τὴν κατʼ αἰτίαν, πάντα δὲ τὰ νοητὰ καὶ γενέσεως ἀπηλλαγμένα ἀεὶ ὄντα φησίν, οὐ πάντων ἔσται τὸ πρῶτον αἴτιον καὶ οὐ μία ἡ ἀρχὴ τῶν ὄντων ἀλλὰ πολλαί· ὅπερ ἄτοπον. οὐδʼ ἄρα τὴν κατʼ αἰτίαν γένεσιν ἀναιρεῖ τῶν ὄντων. ὅτι δὲ οὐδὲ τὸ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχειν σημαίνει διὰ τοῦ «γένεσιν δὲ οὐκ ἔχον», δῆλον ἐξ ὧν οὐκ εἶπεν «οὐ γινόμενον δέ» ἀλλὰ «γένεσιν δὲ οὐκ ἔχον»· τὰ γὰρ ἐν συνεχείᾳ γενέσεως καὶ μεταβολῆς ὄντα γινόμενα καλεῖ, οὐ γένεσιν ἔχοντα· «τί» γάρ, φησίν, «τὸ γινόμενον μὲν ὂν δὲ οὐδέποτε». καὶ ἄλλως· οὐκ εἴ τι ἀπὸ χρόνου τοῦ εἶναι ἤρξατο, τοῦτο πάντως ἐν τῷ γίνεσθαι καὶ ἐν συνεχεῖ μεταβολῇ τὸ εἶναι ἔχει, οἷον τὸ τῆς τεχνητῆς σφαίρας ἢ τὸ τοῦ τεχνητοῦ κύκλου κέντρον· τοῦτο γὰρ ἀρχὴν μὲν τοῦ εἶναι ἔσχεν, ἕως δʼ ἂν ᾖ κέντρον, πάντῃ ἐστὶν ἀκίνητόν τε καὶ ἀμετάβλητον, ᾗ τοιοῦτόν ἐστιν. πάλιν ἡ τοῦ τριγώνου ἐπιστήμη, ὅτι τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχει, ἀρχὴν μὲν ἐν τῇδε τῇ ψυχῇ τοῦ εἶναι λαμβάνει, οἷον ὡς ἐν τῇ Πλάτωνος ψυχῇ, λήθης αὐτῷ μὴ ἐγγενομένης ἀεὶ ὡσαύτως ἔχει κατʼ οὐδὲν εἶδος μεταβολῆς μεταβάλλουσα. καὶ αὐτὸ δὲ τὸ μερικὸν τρίγωνον, οἷον ξύλον ἢ τὸ ἐν τῷ ἀβακίῳ καταγεγραμμένον, τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχον ἀρχὴν μὲν τοῦ εἶναι τοιαύτην ἔσχεν, ἕως δʼ ἂν ᾖ, οὔτε ᾗ τρίγωνόν ἐστιν μεταβάλλει οὔτε καθὸ τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχει. ὥστε οὐκ ἐν τῷ γίνεσθαι τρίγωνον τὸ εἶναι ἔχει ἢ τὰς τρεῖς γωνίας δυσὶν ὁρᾶσθαι ἴσας. καὶ ἐπὶ ἄλλων πλειόνων τὸ αὐτὸ ἔστιν δεῖξαι. οὐκ ἄρα πᾶν τὸ ἀρχὴν τοῦ εἶναι ἔχον πάντως καὶ ἐν συνεχεῖ γενέσει καὶ μεταβολῇ τὸ εἶναι ἔχει. εἴ τι μέντοι καθάπαξ χρονικῆς ἀρχῆς ἐστέρηται, τοῦτο καὶ μεταβολῆς ἁπάσης ἐστὶν ὑπέρτερον, ὡς ἀρτίως ἐδείξαμεν. τούτων οὕτως ἐχόντων, εἰ τὸ ἀεὶ ὂν γένεσιν μὴ ἔχειν λέγων ὁ Πλάτων διὰ τοῦ τὴν γένεσιν ἀνελεῖν πᾶσαν ἀλλοίωσιν αὐτοῦ καὶ μεταβολὴν ἀνελεῖν βούλεται, ἐνδέχεται δέ τι μὴ ἔχειν μὲν ἐν τῷ γίγνεσθαι τὸ εἶναι μηδὲ ἐν συνεχεῖ ἀλλοιώσει εἶναι, ἀρχὴν μέντοι τοῦ εἶναι ἔχειν καὶ τέλος καὶ ταύτῃ μὴ εἶναι ἀναλλοίωτον, τὸ δὲ τοιοῦτον τῶν ἀεὶ ὄντων οὐκ ἔστιν οὐδὲ τῶν ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχόντων, οὐκ ἄρα τὴν τοιαύτην γένεσιν — λέγω δὴ τὸ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχειν — τῶν ἀεὶ ὄντων ὁ Πλάτων ἀπέφησεν. εἰ οὖν τὸ ἀεὶ ὂν μὴ ἔχειν γένεσιν λέγων ὁ Πλάτων οὐδὲν αὐτοῦ τῶν ἄλλων τῆς γενέσεως σημαινομένων ἀνεῖλεν, λείπεται ἄρα τὴν κατὰ χρόνον αὐτοῦ γένεσιν ἀποφάσκειν· ὅπερ δεῖξαι προὐθέμεθα. ἵνα γὰρ ἐκ τοῦ περιόντος πᾶσαν μεταβολῆς ἔννοιαν τῶν αἰωνίων ἀφέλοι, τὴν χρονικὴν ἀρχὴν αὐτῶν ἀφεῖλεν· ὁρῶμεν γὰρ πᾶσαν μεταβολὴν καὶ ἐν χρόνῳ γινομένην καὶ ἀπό τινος ἀρχομένην χρόνου. τὸ οὖν ἔξω ὂν πάσης χρονικῆς ἀρχῆς καὶ παντὸς χρόνου ἐστὶν ἔξω, τὸ δὲ ἔξω ὂν παντὸς χρόνου καὶ μεταβολῆς πάσης ἐστέρηται· πᾶσα γὰρ μεταβολὴ ἐν χρόνῳ. εἰ οὖν τὸ ἀεὶ ὂν νοητόν τε καὶ αἰώνιον γένεσιν οὐκ ἔχει, τὸ δὲ αἰσθητὸν καὶ μηδέποτε ὂν μηδὲ αἰώνιον γενητόν ἐστιν — ἀντίκειται δὲ ταῦτα ἀλλήλοις, τῷ αἰσθητῷ τὸ νοητὸν καὶ τῷ αἰωνίῳ τὸ μὴ αἰώνιον καὶ τῷ ἀεὶ ὄντι τὸ μηδέποτε ὂν καὶ τῷ τοιῶσδε γενητῷ τὸ τοιῶσδε ἀγένητον —, τὸ δὲ νοητὸν καὶ αἰώνιον γένεσιν οὐκ ἔχει τὴν κατὰ χρόνον, τὸ ἄρα αἰσθητὸν καὶ οὐκ αἰώνιον τὴν κατὰ χρόνον ἔχει γένεσιν· τοῖς γὰρ ἀντικειμένοις τὰ ἀντικείμενα ὑπάρχει, ᾗ τοιοῦτόν ἐστιν ἕκαστον, ὡς ἐν τοῖς τόποις δέδεικται, οἷον εἰ τῷ μέλανι τὸ συγκρίνειν, τῷ λευκῷ τὸ διακρίνειν, εἰ τῷ δεσπότῃ τὸ ἄρχειν, τῷ δούλῳ τὸ ἄρχεσθαι, εἰ τῇ ἕξει τῆς ὄψεως τὸ ὁρᾶν, τῇ στερήσει τὸ μὴ ὁρᾶν, εἰ τῷ ὑγιαίνειν τὸ κατὰ φύσιν ἀνεμποδίστως ἐνεργεῖν, τῷ μὴ ὑγιαίνειν τὸ μὴ ἀνεμποδίστως τὰς κατὰ φύσιν ἀποτελεῖν ἐνεργείας. εἶπον δὲ τὸ ᾗ τοιοῦτόν ἐστιν ἕκαστον, ἵνα τὰ ὡς ἀντικείμενα ὑπάρχοντα λάβωμεν· ἀντικείμενα γὰρ ὡς τὰ πρός τι δεσπότης καὶ δοῦλος, ἀλλὰ τούτων ἕκαστος καὶ ἀναπνεῖ καὶ ζῇ καὶ αἰσθάνεται οὐχ ᾗ δοῦλος οὐδʼ ᾗ δεσπότης ἀλλʼ ᾗ ἄνθρωποί εἰσιν· ᾗ δὲ δεσπότης ἐστίν, ὑπάρχει αὐτῷ τὸ ἄρχειν, ὁμοίως καὶ τῷ δούλῳ τὸ ἄρχεσθαι, ᾗ τοιοῦτός ἐστιν. καὶ τῷ λευκῷ δὲ καὶ τῷ μέλανι ὑπάρχει τὸ ποιότησιν εἶναι, τὸ χρώμασιν εἶναι, ἀλλʼ οὐχ ᾗ ἀντικείμενά εἰσιν· ᾗ δὲ ἀντικείμενά ἐστιν, τὸ διακρίνειν καὶ συγκρίνειν. ὁμοίως, εἰ τῷ πατρὶ τὸ φιλεῖν, τῷ υἱῷ τὸ φιλεῖσθαι· οὐ γὰρ ἐναντία πατὴρ καὶ υἱὸς ἀλλὰ τῶν πρός τι· ὥστε οὐ τὰ ἐναντία αὐτοῖς ἕψεται ἀλλὰ τὰ πρός τι· ἀντίκειται δὲ ὡς μὲν ἐναντία τὸ φιλεῖν καὶ μισεῖν, ὡς δὲ πρός τι τὸ φιλεῖν καὶ φιλεῖσθαι· ὥστε, εἰ τῷ πατρὶ τὸ φιλεῖν, τῷ υἱῷ τὸ φιλεῖσθαι ἕψεται. καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως. οὕτω δὴ οὖν, εἰ ἀντίκεινται τῷ ἀμεταβλήτῳ καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντι καὶ νοητῷ τὸ μεταβλητὸν καὶ μηδέποτε ὡσαύτως ἔχον καὶ αἰσθητόν, τὸ δὲ ἀμετάβλητον, ᾗ ἀμετάβλητόν ἐστιν, ἄναρχόν ἐστιν κατὰ χρόνον, τὸ ἄρα μεταβλητὸν οὐκ ἄναρχον ἔσται κατὰ χρόνον, ᾗ τοιοῦτόν ἐστιν.

`212`

κζʹ. Ἐπεὶ οὖν ὁ λόγος ἱκανῶς ἔδειξεν, ὡς κατὰ χρόνον γεγονέναι τὸν κόσμον ὁ Πλάτων βούλεται, τουτέστιν ἀρχὴν τοῦ εἶναι ἔχειν πρὶν γενέσθαι οὐκ ὄντα, καιρὸς ἂν εἴη λοιπὸν καὶ τὰς τῶν φιλοσόφων περὶ αὐτοῦ παραθέσθαι μαρτυρίας. τοὺς μὲν οὖν ἀμφὶ Πλούταρχον παρήσω καὶ Ἀττικὸν ὡμολογημένους παρὰ πᾶσιν ὄντας, ὡς διαρρήδην ἀποφαίνονται γενητὸν εἶναι κατὰ χρόνον τὸν κόσμον οἴεσθαι Πλάτωνα καὶ πρὸς τοὺς τἀναντία δοξάζοντας ἀντικαθίστανται· ἤδη δὲ καὶ μακρὰς τούτων περικοπὰς οἱ τοῦ καθʼ ἡμᾶς λόγου γενόμενοι διδάσκαλοι ἐν τοῖς οἰκείοις παρέθεντο συγγράμμασιν, ὧν ἐστιν καὶ ὁ τῆς Καισαρέων ἐκκλησίας ἡγησάμενος Εὐσέβιος. ὅθεν τούτους μὲν ἐγὼ νῦν παρήσω, τὸν δὲ τοῦ Πλάτωνος ἀκροατὴν τῷ λόγῳ παραστήσομαι μάρτυρα· τίς γὰρ ἀξιοπιστότερος μάρτυς τῆς Πλάτωνος δόξης γένοιτʼ ἂν Ἀριστοτέλους, ὃς εἴκοσι μέν που ἐνιαυτοὺς μεμαθητευκέναι λέγεται Πλάτωνι, ἀγχινοίᾳ δὲ τούς, ὅσοι πώποτε πρὸ αὐτοῦ παρʼ Ἕλλησι γεγόνασι, ὑπερηκόντισε καὶ ὑπὸ Πλάτωνος τοσοῦτον τῆς ἀγχινοίας ἠγάσθη, ὡς νοῦς τῆς διατριβῆς ὑπʼ αὐτοῦ προσαγορεύεσθαι. τὰς τούτου δὲ ῥήσεις παρατιθέμενος ἅμα καὶ τὰς ὑπομνηματικὰς αὐτῶν ἐξηγήσεις Ἀλεξάνδρου τοῦ Ἀφροδισιέως παραθήσομαι σαφῆ τε διὰ τούτου τὴν Ἀριστοτέλους ἔννοιαν καθιστῶν διὰ τὸ φύσει περὶ τὴν φράσιν τοῦ ἀνδρὸς ἀγκύλον καὶ ἅμα καὶ ἕτερον εἰς τὸ προκείμενον ἐφελκόμενος μάρτυρα.

Ἀριστοτέλους ἐκ τοῦ πρώτου τῆς περὶ οὐρανοῦ.

«Τούτων διωρισμένων λέγωμεν μετὰ ταῦτα, πότερον ἀγένητος ἢ γενητὸς καὶ ἄφθαρτος ἢ φθαρτός, διεξελθόντες πρότερον τὰς τῶν ἄλλων ὑπολήψεις». καὶ μετὰ βραχέα «γενόμενον μὲν οὖν ἅπαντες εἶναί φασιν, ἀλλὰ γενόμενον οἱ μὲν ἀΐδιον, οἱ δὲ φθαρτὸν ὥσπερ ὁτιοῦν ἄλλο τῶν φύσει συνισταμένων, οἱ δὲ ἐναλλὰξ ὁτὲ μὲν οὕτως ὁτὲ δὲ ἄλλως ἔχειν φθειρόμενον καὶ τοῦτʼ ἀεὶ διατελεῖν οὕτως, ὥσπερ Ἐμπεδοκλῆς ὁ Ἀκραγαντῖνος καὶ Ἡράκλειτος ὁ Ἐφέσιος.»

Ἀλεξάνδρου Ἀφροδισιέως ἐκ τῶν εἰς τὰ λεγόμενα ἐξηγητικῶν ὑπομνημάτων.

`213`

«Περὶ μὲν οὖν τοῦ γεγονέναι τὸν κόσμον πάντας φησὶν ἀλλήλοις ὁμογνωμονεῖν τούς τε θεολόγους καὶ τοὺς φυσικούς, ἐν δὲ τοῖς μετὰ ταῦτα εἶναι τὴν διαφωνίαν αὐτοῖς. τοὺς μὲν γὰρ τῶν γεγονέναι λεγόντων ἀΐδιον φάσκειν αὐτὸν εἶναι· Ὀρφεύς τε γὰρ καὶ Ἡσίοδος καὶ οἱ πλεῖστοι τῶν θεολόγων ἐπὶ ταύτης ἐγένοντο τῆς δόξης καὶ μετὰ τούτους Πλάτων. τινὲς δὲ τῶν γεγονέναι λεγόντων ὅτι καὶ φθαρτός ἐστιν συναποφαίνονται, ὥσπερ καὶ τῶν ἄλλων τινῶν ἕκαστον· πάντα γὰρ ὁρᾶται γιγνόμενα καὶ φθειρόμενα. οἱ δὲ ἐναλλὰξ γίνεσθαί φασιν τὸν αὐτὸν καὶ φθείρεσθαι καὶ διὰ περιόδων πάλιν τινῶν γίνεσθαι καὶ πάλιν φθείρεσθαι καὶ τοῦτο ἀΐδιον εἶναι καὶ εἰς ἀεί, ὥσπερ Ἐμπεδοκλῆς καὶ Ἡράκλειτος· ταύτης δέ φησιν τῆς δόξης καὶ τοὺς Στωικοὺς γεγονέναι». καὶ μετʼ ὀλίγα «οἱ δὲ γενητὸν λέγοντες αὐτὸν καὶ φθαρτὸν ὡς ὁτιοῦν ἄλλο τῶν συνισταμένων εἶεν ἂν οἱ περὶ Δημόκριτον· ὥσπερ γὰρ ἕκαστον τῶν ἄλλων γίνεται καὶ φθείρεται κατʼ αὐτούς, οὕτω δὴ καὶ τῶν κόσμων ἀπείρων ἕκαστος.»

Ἀριστοτέλους τὰ ἐφεξῆς τοῖς προκειμένοις.

«Τὸ μὲν οὖν γενέσθαι μὲν ἀΐδιον δʼ ὅμως εἶναι φάναι τῶν ἀδυνάτων· μόνα γὰρ ταῦτα θετέον εὐλόγως, ὅσα περὶ πολλῶν ἢ πάντων ὁρῶμεν ὑπάρχοντα, περὶ δὲ τούτου συμβαίνει τοὐναντίον· ἅπαντα γὰρ τὰ γινόμενα καὶ φθειρόμενα φαίνεται.»

Ἀλεξάνδρου ἐξήγησις.

`214–216`

«Ἐκθέμενος τὰς δόξας τὰς τῶν πρὸ αὑτοῦ, ἃς εἶχον περὶ τοῦ κόσμου, καὶ ζητῶν, τί καλῶς αὐτοῖς ἢ τί μὴ καλῶς εἴρηται, πρῶτον λέγει πρὸς τοὺς γενητὸν μὲν αὐτὸν ποιοῦντας ἄφθαρτον δέ, ὧν ἦσαν οἱ θεολόγοι, ὡς εἶπον, καὶ Πλάτων, ὧν καὶ πρῶτον τὴν δόξαν ἔθετο. ὅτι γὰρ καὶ Πλάτων τῆσδε τῆς δόξης καὶ οὐχ, ὡς τινές φασιν τῶν Πλατωνικῶν, ἀγένητον ὄντα τὸν κόσμον κατʼ αὐτὸν γενητὸν λέγεσθαι τῷ ἐν γενέσει τὸ εἶναι ἔχειν, ἐξ αὐτῶν τῶν ὑπὸ Πλάτωνος ἐν τῷ Τιμαίῳ λεγομένων γνωρίσαι τις ἄν· τὸ μὲν γὰρ οὕτως γενητόν, ὡς οὗτοι βούλονται τὸν κόσμον ὑπʼ αὐτοῦ λέγεσθαι, γινόμενόν ἐστιν καὶ ἀπολλύμενον, γεγονὸς δὲ οὐδέποτε· διαιρούμενος γοῦν τὰ ὄντα φησὶν “τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γινόμενον μέν, ὂν δὲ οὐδέποτε”· ἐπὶ δὲ τοῦ κόσμου οὐ τῷ γίνεσθαι χρῆται ἀλλὰ τῷ γεγονέναι καὶ τὴν ἀρχὴν προτίθεται ζητῆσαι οὐκ εἰ γινόμενος ἀλλʼ εἰ γεγονὼς ἢ ἀγένητος· λέγει γοῦν “ἡμᾶς δὲ τοὺς περὶ τοῦ παντὸς λόγους ποιεῖσθαι μέλλοντας, εἰ γέγονεν ἢ καὶ ἀγενές ἐστιν”· οὐ γὰρ προτίθεται ζητῆσαι, εἰ γίνεται, ἀλλʼ εἰ γέγονεν ἢ ἀγένητός ἐστιν. γελοῖοι γάρ εἰσιν οἱ πειρώμενοι τὸ ἤ εἰς τὸ εἴ μεταγράφειν καὶ ἀναγινώσκειν “εἰ γέγονεν, εἰ καὶ ἀγενές ἐστιν”· πρὸς γὰρ τῷ ἄτοπον εἶναι τὸ μεταγράφειν τὰ μὴ οὕτως ἔχοντα προσέτι καὶ ἀδιανόητόν ἐστιν καὶ οὐδαμῶς τοῖς ἐφεξῆς λεγομένοις συνᾴδει τὸ λεγόμενον ὑπʼ αὐτῶν· λέγει γὰρ ὀλίγον προελθὼν ἐπιδιορίζων πάλιν τὸ αὐτὸ πρόβλημα “πότερον ἦν ἀεὶ γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν ἢ γέγονεν ἀπʼ ἀρχῆς τινος ἀρξάμενος”· τὸ γὰρ “ἀπʼ ἀρχῆς τινος ἀρξάμενος” οὐκέτι χώραν δώσει τὸ “εἰ καὶ ἀγενές ἐστιν” μεταγράφουσιν· προθέμενος δὲ περὶ τούτου ζητεῖν ἐφεξῆς δείκνυσιν, ὅτι γέγονεν, δηλονότι ἀπʼ ἀρχῆς τινος ἀρξάμενος — τοῦτο γὰρ ἦν προκείμενον —, ἥτις οὐκ ἄλλη τις ἂν ἢ ἡ κατὰ χρόνον εἴη. καὶ γὰρ εἰ τὸ γινόμενον ἔτι οὔπω γέγονεν, τὸ γεγονὸς δῆλον ὡς οὐκέτι γίνεται· γεγονέναι δὲ τὸν κόσμον λέγει· οὐκ ἄρα γινόμενός ἐστιν κατʼ αὐτόν· ὡς γεγονὼς γὰρ ἀρξάμενος τοῦ γίγνεσθαι τέλος εἴληφεν ἤδη τῆς γενέσεως. καὶ γὰρ εἰ οὕτως ἔλεγεν γενητὸν τὸν κόσμον ὡς ἐν τῷ γίγνεσθαι τὸ εἶναι ἔχοντα, ἔδει αὐτὸν δέχεσθαι καὶ τὸ φθαρτὸν αὐτὸν εἶναι· τῷ γὰρ οὕτω γινομένῳ συγκεκλήρωται τὸ ὡς γίνεσθαι καὶ φθείρεσθαι· λέγων δὲ αὐτὸν γενητὸν οὐκέτι συγχωρεῖ τὸ καὶ ἄφθαρτον αὐτὸν εἶναι· πῶς γὰρ αὐτὸν ἄφθαρτον λέγεσθαί φασιν ὑπʼ αὐτοῦ; εἰ μὲν γὰρ οὕτως λέγοιεν ὡς μὴ ἐν τῷ φθείρεσθαι τὸ εἶναι ἔχοντα, ἴσως ἂν ὁ τοιοῦτος ἄφθαρτον αὐτὸν εἶναι λέγων ὡς ἀναιρεῖν τὸ ἐν τῷ φθείρεσθαι τὸ εἶναι ἔχειν οὐδʼ ἂν γίνεσθαι αὐτὸν ἐκεῖνος ἔτι λέγοι· συνέζευκται γὰρ ἡ τοιαύτη γένεσις τῇ τοιαύτῃ φθορᾷ. εἰ δὲ ἄφθαρτον αὐτὸν κατὰ χρόνον λέγοι, δῆλον ὡς καὶ τῷ γενητῷ ἂν εἴη κατὰ χρόνον χρώμενος· τῷ γὰρ οὕτως ἀφθάρτῳ τὸ οὕτως γενητὸν ἀντικεῖσθαι ἀνάγκη. ἔτι τὸ ἕπεσθαι δοκοῦν τῷ γενητῷ φθαρτὸν ἀναιρεῖν βουλόμενος ἄφθαρτον αὐτὸν λέγει· εἰ δὲ κατὰ χρόνον ἄφθαρτον αὐτὸν λέγει, τοῦτʼ ἂν ἑπόμενον λαμβάνοι τῷ γενητῷ· ἀλλὰ μὴν οὐ τῷ ἐν γενέσει τὸ εἶναι ἔχοντι γενητῷ ἕπεται, ἀλλὰ τῷ ἀπʼ ἀρχῆς χρόνου γεγονότι· δηλονότι γέγονεν οὗτος ὁ κόσμος κατʼ αὐτόν. ἀλλὰ καὶ τὸ αἰτίαν τινὰ ζητεῖν αὐτὸν τῆς ἀφθαρσίας, ὃ ποιεῖ Πλάτων, ὁμολογοῦντός ἐστιν τὸ ἀπʼ ἀρχῆς αὐτὸν χρόνου λέγειν γεγονέναι· εἰ γὰρ ἦν ἀγένητος, ἐν ἑαυτῷ τὴν αἰτίαν καὶ τὴν ἀρχὴν εἶχεν ἂν τῆς ἀφθαρσίας, εἴπερ ὁμολογεῖται ὑπʼ αὐτοῦ τὸ ἀγένητον τῇ αὑτοῦ φύσει ἄφθαρτον εἶναι· ὁ δʼ οὐχ ὡς ὄντος ἀφθάρτου τῇ αὑτοῦ φύσει τοῦ κόσμου τῇ τοῦ θεοῦ βουλήσει τὴν ἀφθαρσίαν ἀντιτίθησιν αὐτοῦ. ἀλλὰ καὶ τὸ κατηγορεῖν τοῦ κόσμου πολλάκις, ὅτι ἔστιν, σημεῖον τοῦ μὴ οὕτως αὐτὸν λέγειν γεγονέναι ὡς ἐν τῷ γίγνεσθαι τὸ εἶναι ἔχειν· εἰ γὰρ πρὸ τοῦ γεγονέναι οὐκ ἦν, γεγονὼς δὲ ἔστιν, τὸ γεγονέναι αὐτοῦ οὐχ ὡς ἐν γενέσει τὸ εἶναι ἔχοντος κατηγορεῖται. ἀλλʼ οὐδʼ ἐκεῖνο ἀκολούθως τῇ Πλάτωνος δόξῃ λέγεται τὸ σαφηνείας χάριν ὑποτίθεσθαι τὴν γένεσιν αὐτοῦ, ὡς μᾶλλον ὁποῖός τίς ἐστιν τὴν φύσιν εἰσομένων ἡμῶν διὰ τῆς πλαττομένης γενέσεως· οὔτε γὰρ ἂν εὐθὺς ἀρχόμενος ὡς προηγουμένως περὶ τούτου ζητήσων τὸ πρόβλημα τοῦτο προέτεινεν οὔτʼ ἂν παρείασεν τὸ δηλῶσαι, τίνος χάριν αὐτὸν γεγονέναι φησὶν ἀγένητον ὄντα, ἀλλʼ ὥσπερ ἐν τῇ πολιτείᾳ διὰ τὸ εἰς τὸν περὶ δικαιοσύνης λόγον συντελεῖν τι τὸν περὶ συστάσεως πόλεως καὶ πολιτείας λόγον λέγων περὶ τούτων προεῖπεν, οὗ χάριν λέγει, οὕτως ἂν ἐποίησεν καὶ περὶ τοῦ κόσμου.»

Ἀριστοτέλους ἐκ τοῦ αὐτοῦ μετʼ ὀλίγα τῶν προκειμένων.

`217`

«Ἣν δέ τινες βοήθειαν ἐπιχειροῦσιν φέρειν ἑαυτοῖς τῶν λεγόντων ἄφθαρτον μὲν εἶναι γενόμενον δέ, οὐκ ἔστιν ἀληθής· ὁμοίως γάρ φασιν τοῖς τὰ διαγράμματα γράφουσιν καὶ σφᾶς εἰρηκέναι περὶ τῆς γενέσεως, οὐχ ὡς γενομένου ποτέ, ἀλλὰ διδασκαλίας χάριν ὡς μᾶλλον γνωριζόντων, ὥσπερ τὸ διάγραμμα γινόμενον θεασαμένους. τοῦτο δέ ἐστιν, ὥσπερ λέγομεν, οὐ τὸ αὐτό· ἐν μὲν γὰρ τῇ ποιήσει τῶν διαγραμμάτων πάντων τεθέντων εἶναι ἅμα τὸ αὐτὸ συμβαίνει, ἐν δὲ ταῖς τούτων ἀποδείξεσιν οὐ ταὐτόν. ἀλλʼ ἀδύνατον· τὰ γὰρ λαμβανόμενα πρότερον καὶ ὕστερον ὑπεναντία ἐστίν· ἐξ ἀτάκτων γὰρ τεταγμένα γενέσθαι φασίν, ἅμα δὲ ἄτακτον εἶναι καὶ τεταγμένον ἀδύνατον, ἀλλʼ ἀνάγκη γένεσιν εἶναι τὴν χωρίζουσαν καὶ χρόνον· ἐν δὲ τοῖς διαγράμμασιν οὐδὲν τῷ χρόνῳ κεχώρισται.»

Ἀλεξάνδρου ἐξήγησις.

`218–221`

«Εἴη ἂν τοῦτο πρός τινας τῶν ἀπὸ Πλάτωνος λέγων, ὡς κἀκείνων τὸ ἄτοπον συνορώντων τὸ ἑπόμενον τῷ τὸν κόσμον γενητὸν λέγειν ἄφθαρτον δὲ καὶ διὰ τοῦτο βοήθειάν τινα τῷ λεγομένῳ ὑπὸ Πλάτωνος καὶ ὑφʼ αὑτῶν ποριζομένων καὶ μὴ φασκόντων οὕτω λέγειν αὐτὸν γεγονέναι τὸν κόσμον ὡς ἀπʼ ἀρχῆς χρόνου καὶ ποτὲ μὴ ὄντα ἀλλὰ διδασκαλίας χάριν τῶν μανθανόντων καὶ ἐνδείξεως τῆς οὐσίας τε καὶ φύσεως αὐτοῦ· ὥσπερ γὰρ ἀνάλυσιν αὐτόν φασι ποιεῖσθαι τῆς οὐσίας αὐτοῦ καὶ δεικνύναι, εἰ ἐγένετο, πῶς ἂν ἐγένετο, ὥσπερ ἐπὶ τῶν διαγραμμάτων οἱ μαθηματικοί· καὶ γὰρ ἐπʼ ἐκείνων φέρʼ εἰπεῖν τὴν σύστασιν ἔχειν λέγων ἐκ τετραγώνων ἓξ καὶ ἀναλύων καὶ δεικνύς, πῶς ἐκ τούτων ἡ σύστασις αὐτῷ, οὐχ ὅτι ποτὲ γέγονεν ἢ συνετέθη λέγει, ἀλλʼ ὅτι ἐκ τούτων αὐτῷ τὸ εἶναι δείκνυσιν τῇ τῆς γενέσεως ὑποθέσει, ὅτιπερ, εἰ ἦν γενόμενος, ἐκ τούτων ἂν οὕτως ἐγίνετο. τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ τοῦ κόσμου λέγεσθαί φασιν· οὐ γὰρ ὅτι γέγονεν, ἀλλʼ ὅτι ἐκ τούτων μὲν τὸ εἶναι αὐτῷ, εἰ δὲ ἐγένετο, οὕτως ἂν ἐξ αὐτῶν, ὡς αὐτοὶ λέγουσιν, ἦν γεγονώς. οὔ φησιν δὴ καλῶς τὸ εἰρημένον ἐξηγεῖσθαι αὐτοὺς οὐδὲ τοῖς ταῦτα λέγουσιν τὴν διὰ τοῦ παραδείγματος ἀποφυγὴν τῆς ἐσομένης ἀτοπίας τῷ λόγῳ προχωρεῖν· οὐ γὰρ ὁμοίως ἔχειν δύνασθαι· ὁ μὲν γὰρ μαθηματικὸς ὁ τὸν κύβον ἐκ τετραγώνων ἓξ συγκεῖσθαι λέγων καὶ τὴν γένεσιν ἔχειν, ἐξ ὧν αὐτὸς λέγει γεγονέναι, ἢ τὸ τρίγωνον ἐκ τριῶν εὐθειῶν ταῦτα λαμβάνει, ἃ συνυπάρχει τε τῷ λεγομένῳ γίνεσθαι ἐξ αὐτῶν καὶ ἔστιν ἐν αὐτῷ, ἀλλʼ οὐ κεχωρισμένα συνετέθη. καὶ τοῦτο δείκνυσιν ἡ ἀνάλυσις φανερῶς· εἰς γὰρ ἐνυπάρχοντα στοιχεῖα ἡ ἀνάλυσις ἀλλʼ οὐ κεχωρισμένα γίνεται οὐδὲ δεόμενα μεταβολῆς τινος πρὸς τὸ ἐξ αὐτῶν γίνεσθαι· πῶς γὰρ ἂν ἐγίνετο ἐκ τούτων τῶν ἐνυπαρχόντων αὐτῷ, εἰ ἐγένετο, λέγουσιν· πάντα γὰρ ἅμα ὄντα ὁ μαθηματικὸς λαβὼν θάτερα ἐκ τῶν ἑτέρων τῶν ἐνυπαρχόντων αὐτοῖς πειρᾶται συνεστῶτα δεικνύναι· οὐ γάρ ἐστιν ὁ κύβος ἀναιρετικὸς τῶν τετραγώνων κατὰ τὴν ἐκείνων γινόμενος μεταβολὴν — ἐνυπάρχει γοῦν αὐτῷ — καὶ οὐκ αὐτὰ τὰ τετράγωνα ἀναγκαῖον εἶναι πρὸ τῆς συστάσεως τοῦ κύβου — συνυπάρχει γοῦν καὶ ἐνυπάρχει ἐν αὐτῷ, ὡς ἔφαμεν· ὁ γὰρ πρὸς ὑπόθεσιν καὶ οὐ πρὸς ἀλήθειαν γένεσίν τινος λαμβάνων ἐκ τοιούτων λαμβάνει, ὧν οὐκ ἔστιν ἀναιρετικὸν τὸ λεγόμενον ἐξ αὐτῶν γεγονέναι. ἔνθα δέ τινα λαμβάνομεν εἰς γένεσίν τινος, ἀδύνατον ἀμετάβλητα καὶ σῳζόμενα ποιῆσαι τὸ ἐξ αὐτῶν, ἀλλὰ διὰ μεταβολῆς αὐτῶν γίνεται τὸ λεγόμενον ἐξ αὐτῶν εἶναι. γεγένηται δὲ ἐνταῦθα καὶ οὐκέτι ἐστὶν πρὸς ὑπόθεσιν ἡ τοιαύτη γένεσις λαμβανομένη· τοιαύτη γὰρ ἡ τῶν ἀληθῶς γινομένων γένεσις καὶ οὕτως γίνεται τὰ γινόμενα φύσει· οὐδὲ γὰρ ὁ μαθηματικὸς πρὸς ὑπόθεσιν ἔτι γίνεσθαι ἐλάμβανεν, εἰ ἐκ τοιούτων αὐτὰ γίγνεσθαι ὑπετίθετο, ἃ ἦν ἀνάγκη μεταβάλλοντα ἢ κατὰ ποιότητα ἢ κατὰ τάξιν ποιῆσαί τινα αὐτά· τὰ γὰρ πρὸς ὑπόθεσιν δεικνύμενα γίνεσθαι οὐ τά, ἐξ ὧν ἐγένετο, ἔχει ὑποτιθέμενα, δοκοῦντα δέ, ἀλλὰ ὄντων τούτων καὶ ἐνυπαρχόντων ἐν τοῖς δεικνυμένοις ἐξ αὐτῶν γεγονέναι τὴν κατὰ τὸν λόγον σύνθεσιν μόνην ἔχει προστιθεμένην· τοιοῦτον γὰρ καὶ διὰ τοιούτων ἡ ἀνάλυσις. ἐπὶ δὲ τῶν ἀληθῶς γινομένων οὐχ οὕτως ἔχει· οὐ γὰρ ἅμα ἔμμηνον καὶ ἔμβρυον οὐδʼ ἅμα ἀταξία πλίνθων καὶ λίθων καὶ ἡ ἐξ αὐτῶν οἰκία. ἐκ τοιούτων δὲ καὶ τὸν κόσμον γεννῶσιν· ὁ γὰρ τὸν κόσμον ἐκ τῆς μεταβολῆς τῆς ἀταξίας τῶν σωμάτων εἰς τὴν εὔτακτον κίνησιν γεννῶν ἐκ τούτου λέγει γεγονέναι αὐτόν, οὗ ὄντος ἀδύνατον τὸν κόσμον εἶναι· ἐναντία γὰρ ἡ ἀταξία τῇ τάξει, καὶ δεῖ τὴν ἀταξίαν ἀναιρεῖσθαι, εἰ μέλλοι τάξις ἔσεσθαι. μεταβολῆς οὖν καὶ γενέσεως ἀληθοῦς ἐστιν χρεία, εἰ θεῖτό τις ὅλως ἀταξίαν εἶναι· τὴν γὰρ ἀταξίαν εἰς τάξιν ἐλθεῖν ἀνάγκη διὰ γενέσεως καὶ μεταβολῆς, οὐχ οὕτω δὲ ἔχει ἐπὶ τῶν διαγραμμάτων, ἀλλʼ ἐνυπαρχόντων, ἐξ ὧν ὑποτίθενται τὴν γένεσιν αὐτῶν, οὐδὲν κινήσαντες τῶν ἐν αὐτοῖς δεικνύουσιν τὴν γένεσιν αὐτῶν. τεκμήριον δὴ τοῦ μὴ ὑγιῶς λέγειν αὐτοὺς μηδʼ, ὥς φασιν, ὁμοίως τοῖς μαθηματικοῖς ἀναλύσει χρῆσθαι ἀλλὰ γένεσιν ὑπογράφειν τό, ἐξ ὧν φασιν τὸν κόσμον γεγονέναι, ταῦτα μὴ οἷόν τε εἶναι ὄντος αὐτοῦ ἀλλὰ τῷ χρόνῳ προϋπάρχειν ὀφείλειν, ὡς ἐπὶ πάντων ἔχει τῶν γιγνομένων· τὰ γὰρ ἀλλήλων ἀναιρετικὰ καὶ συνυπάρχειν τῷ αὐτῷ ἀδύνατον πρὸς ὑπόθεσιν. ὥστε οἱ μὲν μαθηματικοὶ εἰκότα λέγουσιν φάσκοντες οὐ γένεσιν λέγειν τῶν διαγραμμάτων ἀλλʼ ὑποθέσει χρῆσθαι σαφηνείας καὶ διδασκαλίας χάριν· οὔτε γὰρ ἐξ ἐναντίων οὔτε ἐκ κεχωρισμένων ὅλως ἡ γένεσις αὐτοῖς· διὸ καὶ συνυπάρχει τοῖς τότε γίνεσθαί τε καὶ γεγονέναι λεγομένοις καὶ τά, ἐξ ὧν γέγονέν τε καὶ ἔστιν. διὸ καὶ εἰς ἀδύνατον λέγουσιν τὸ γένεσιν εἶναι σχημάτων· ἀλλʼ οὔτι γε καὶ πρὸς ὑπόθεσιν αὐτοῖς ἀδύνατον. τὸ δʼ ὑπὸ τῶν τὸν κόσμον γεννώντων λεγόμενον καὶ πρὸς ὑπόθεσίν ἐστιν ἀδύνατον· ἅμα γὰρ ἀταξίαν εἶναι καὶ τάξιν τῶν αὐτῶν ἀδύνατον. ὥστε προϋπάρχειν κατʼ αὐτοὺς ἀνάγκη ἀταξίαν τοῦ κόσμου, εἴ γε ἦν· ὅτε γὰρ ἦν αὐτή, κόσμον οὐκ ἦν δυνατὸν εἶναι. διὰ γενέσεως οὖν αὐτοῖς ἀληθῶς ὁ κόσμος τὸ εἶναι ἔσχεν καὶ ἀπʼ ἀρχῆς χρόνου καὶ μεταβολῆς τινος καὶ φθορᾶς· οὐ γὰρ ἐνυπάρχειν ταῦτα ἐν τῷ κόσμῳ οὐδὲ συνυπάρχειν αὐτῷ οἷά τε, ἐξ ὧν αὐτὸν γεγονέναι φασίν· ἦν γὰρ ἂν οὕτως τὸ γιγνόμενον ἀνάλυσις· ἐν τοιούτοις γὰρ ἡ ἀνάλυσις συνυπάρχειν δυναμένοις· ἀλλʼ ἀδύνατον συνυπάρχειν αὐτῷ συνυπάρχοντα καὶ μεταβάλλοντα τῆς τοῦ κόσμου γενέσεως καὶ οὐσίας αἴτια. εἰ δὲ μήτε ἐνυπάρχει τῷ κόσμῳ ἡ ἀταξία τῶν σωμάτων, ἐξ ἧς γεννῶσιν αὐτόν, μήτε συνυπάρχει ἀλλὰ προϋπῆρχεν καὶ κατὰ μεταβολὴν αὐτῶν ἡ γένεσις τοῦ κόσμου ἀλλʼ οὐχ οὕτως, ὡς ἐπὶ τῶν μαθηματικῶν, ἀληθὴς ἂν γένεσις εἴη λεγομένη ἀλλʼ οὐκ ἀνάλυσις, ὁποία ἐπὶ τῶν μαθηματικῶν· ὁ γὰρ ἐκ τοιούτων ὑποτιθέμενος γένεσιν γίνεσθαί τινος, ὧν μὴ μεταβαλλόντων τὸ ὑποτιθέμενον ἐξ αὐτῶν γίνεσθαι ἀδύνατον, οὗτος ἀληθῆ γένεσιν ἀλλʼ οὐ μέχρι λόγου λαμβάνει.»

Ἀριστοτέλους ἐκ τοῦ αὐτοῦ.

«Εἰσὶν γάρ τινες, οἷς ἐνδέχεσθαι δοκεῖ καὶ ἀγένητόν τι ὂν φθαρῆναι καὶ γενόμενον ἄφθαρτον διατελεῖν, ὥσπερ ἐν τῷ Τιμαίῳ· ἐκεῖ γάρ φησιν τὸν οὐρανὸν γενέσθαι μέν, οὐ μὴν ἀλλʼ ἔσεσθαι τὸν λοιπὸν ἀεὶ χρόνον.»

`222`

Ἀλεξάνδρου.

«Οὐχ ὡς ἀμφοτέρων ἐκεῖ γεγραμμένων τοῦ τε ἀγένητόν τι ὂν φθαρήσεσθαι καὶ τοῦ γενόμενον ἀΐδιον διαμένειν — τὸ γὰρ δεύτερον μόνον ἐκεῖ γέγραπται, ὡς καὶ αὐτὸς ἐπιφέρει τὸν κόσμον γεγονέναι μέν, ἀΐδιον δὲ εἶναι —, ἀλλʼ ὡς λεγομένου μὲν τούτου, ἑπομένου δὲ τῷ τοῦτο λέγοντι κἀκείνου· τῆς γὰρ αὐτῆς διανοίας τό τε γενόμενόν τι ἄφθαρτον λέγειν καὶ τὸ ἀγένητον φθαρτόν. ἄλλως τε καὶ ἀκολουθεῖ τῷ λέγοντι τὸν κόσμον γεγονέναι μὲν μὴ φθαρήσεσθαι δὲ τὸ καὶ ἀγένητόν τι ὂν φθείρειν· ἡ γὰρ ἀταξία, ἐξ ἧς ὁ κόσμος γέγονεν κατʼ αὐτούς, ἀγένητος οὖσα ἐφθάρη εἰς τὴν τάξιν καὶ τὸν κόσμον μεταβάλλουσα. ὅτι γὰρ τὸ ἕτερον μόνον εἴρηται ἐν τῷ Τιμαίῳ, αὐτὸς ἐδήλωσεν ἐπενεγκών, τί ποτέ ἐστιν τὸ εἰρημένον· “ἐκεῖ γάρ φησιν τὸν οὐρανὸν γενέσθαι μέν, οὐ μὴν ἀλλʼ ἔσεσθαί γε τὸν λοιπὸν χρόνον”.»

Ἀριστοτέλους ἐκ τοῦ ηʹ τῆς φυσικῆς ἀκροάσεως.

«Ἀλλὰ μὴν περὶ χρόνου ἐξ αἰῶνος ὁμονοητικῶς ἔχοντες φαίνονται πάντες· ἀγένητον γὰρ εἶναι λέγουσιν. καὶ διὰ τούτου γε Δημόκριτος δείκνυσιν, ὡς ἀδύνατον πάντα γεγονέναι· τὸν γὰρ χρόνον ἀγένητον εἶναι. Πλάτων δὲ γεννᾷ μόνος· ἅμα μὲν γὰρ αὐτὸν τῷ οὐρανῷ γεγονέναι, τὸν δὲ οὐρανὸν γεγονέναι φησίν».

`223–225`

Ταῦτα μὲν οὖν Ἀριστοτέλης καὶ ὁ τούτου μάλιστα τὴν διάνοιαν ἐν τοῖς εἰς αὐτὸν ὑπομνήμασιν ἀνιχνεύσας Ἀλέξανδρος. καὶ πρότερον δὲ ἐν αἷς παρεθέμεθα χρήσεσι τοῦ Πλατωνικοῦ Ταύρου ἐκ τῶν εἰς Τίμαιον ὑπομνημάτων δῆλον γέγονεν, ὡς πολλοὶ καὶ ἄλλοι τῶν φιλοσόφων ταύτην ἔσχον περὶ Πλάτωνος τὴν δόξαν, οὐ χεῖρον δʼ ἴσως καὶ αὖθις τὰ αὐτὰ παραθέσθαι· λέγει γὰρ ὁ Ταῦρος οὕτως «ζητουμένου δέ, εἰ κατὰ Πλάτωνα ἀγένητον ὁ κόσμος, διαφόρως περὶ τούτου οἱ φιλόσοφοι διηνέχθησαν. Ἀριστοτέλης μὲν οὖν φησιν λέγειν τὸν Τίμαιον γενητὸν εἶναι τὸν κόσμον, τοῦ Τιμαίου λέγοντος γεγονέναι· καὶ γὰρ φέρεται αὐτοῦ σύγγραμμα περὶ τοῦ παντὸς ὡς γενητοῦ. καὶ Θεόφραστος μέντοι ἐν τῷ περὶ τῶν φυσικῶν δοξῶν κατὰ Πλάτωνά φησιν γενητὸν τὸν κόσμον καὶ οὕτως ποιεῖται τὰς ἐνστάσεις, παρεμφαίνει δέ, ὅτι ἴσως σαφηνείας χάριν γενητὸν αὐτὸν ὑποτίθεται. καὶ ἄλλοι δέ τινες οὕτως ἠνέχθησαν, ὅτι κατὰ Πλάτωνα γενητός, οἱ δέ, ὅτι ἀγένητος». ἐμάθομεν οὖν καὶ ἐντεῦθεν, ὡς πολλοί τε ἄλλοι τῶν φιλοσόφων καὶ Θεόφραστος τὰ αὐτὰ περὶ Πλάτωνος ἀπεφήνατο. καίτοι γε Θεόφραστος, ὥς φησιν, ἐπειράθη ἀπολογήσασθαι, μήποτε σαφηνείας ἕνεκεν γενητὸν αὐτὸν ὁ Πλάτων ὑπέθετο. ἀλλʼ ἐφεξῆς πάλιν ὁ αὐτὸς Ταῦρος παρατίθεται τὸν Θεόφραστον ἀναιροῦντα τὴν τοιαύτην ὑπόθεσιν· λέγει γοῦν μετʼ ὀλίγα τῶν προεκκειμένων ταῦτα «ἔθος Πλάτωνι διδασκαλίας χάριν γινόμενα παραδιδόναι· κἀν τῇ πολιτείᾳ γινομένην εἰσάγει τὴν πόλιν, ἵνα ἐν τῇ κατασκευῇ αὐτῆς ἡ τῆς δικαιοσύνης γένεσις ἐκδηλοτέρα γένηται. ὅπερ ὁ Θεόφραστος εἰπὼν ὅτι “τάχα ἂν γενητὸν λέγοι σαφηνείας χάριν, ὡς καὶ τοῖς διαγράμμασιν παρακολουθοῦμεν γινομένοις” φησὶν “πλὴν ἴσως ἡ γένεσις οὐχ ὁμοίως ἔχει ἐπὶ τῶν διαγραμμάτων”. λέγει δὲ τὸ αὐτὸ Ἀριστοτέλει· φησὶν γὰρ κἀκεῖνος, ὅτι ἐν μὲν τοῖς διαγράμμασιν ἔστιν ὑποθέσθαι ἐν ἀρχῇ τὰ ἐναντία, ἐπὶ δὲ τῆς τοῦ κόσμου γενέσεως οὐκέτι, ὡς εἴ τις ὑπόθοιτο κίνησιν καὶ στάσιν καὶ τάξιν καὶ ἀταξίαν». ὅτι μὲν οὖν οὐκ ἄναρχον εἶναι τὴν τοῦ κόσμου ὑπόστασιν ὁ Πλάτων βούλεται, ἀλλʼ ἀρχὴν αὐτῷ τοῦ εἶναι δίδωσιν, ἱκανῶς οἶμαι καὶ ὁ λόγος ἀπέδειξεν καὶ αἱ τῶν φιλοσόφων περὶ τῆς Πλάτωνος δόξης μαρτυρίαι τοῖς μὴ πάντῃ φιλονείκοις καὶ δευτέραν τῆς ἰδίας ἐπιθυμίας τιθεμένοις τὴν ἀλήθειαν. ἅπερ δὲ ὁ Πρόκλος ἐν τῷ πολλάκις μνημονευθέντι ὑπὲρ τοῦ Τιμαίου πρὸς Ἀριστοτέλην λόγῳ ἐκ τῶν Πορφυρίου πάλιν μεταγραψάμενος τίθησιν ἐκ περιόδων δεικνύειν πειρώμενος, ὡς ἄναρχον εἶναι τὴν τοῦ κόσμου γένεσιν ὁ Πλάτων ᾤετο, διότι τε τὸ τοῦ κόσμου παράδειγμα αἰώνιον εἶναι λέγει καὶ διότι αἰτίαν εἶναί φησιν τῆς τοῦ κόσμου ὑπάρξεως τὴν τοῦ θεοῦ ἀγαθότητα — «ἀγαθὸς γὰρ ἦν», φησὶν ὁ Πλάτων, «ἀγαθῷ δʼ οὐδεὶς περὶ οὐδενὸς οὐδέποτε ἐγγίνεται φθόνος» —, ἐξ ὧν ὁ Πρόκλος συνάγει, ὅτι, εἰ τὸ τοῦ κόσμου παράδειγμα ἀεί ἐστιν, ἀνάγκη καὶ τὴν τοῦ παραδείγματος εἰκόνα τὸν κόσμον ἀεὶ εἶναι καὶ ὅτι, εἰ ἀεὶ ἄφθονος ὁ θεός, ἐπεὶ καὶ ἀεὶ ἀγαθός, ἀεὶ καὶ ὁ κόσμος ἔσται ἤ, εἰ μὴ ἀεί ἐστιν ὁ κόσμος, δυνάμει εἶναι καὶ τὸν τούτου δημιουργὸν καὶ διὰ τοῦτο ἀτελῆ καὶ χρόνου δεόμενον, ταῦτα οὖν καὶ τὰ τοιαῦτα ὡς ἤδη ἱκανῶς ἐν τοῖς ἔμπροσθεν ἐξητασμένα παρίημι νῦν· δῆλον γάρ, ὅτι τούτων ἐληλεγμένων οὐδὲ τὸν Πλάτωνα ἐκ τούτων ἀΐδιον εἶναι τὸν κόσμον δοξάζειν συναχθήσεται.

`226–230`

κηʹ. Ἑπόμενον δʼ ἂν εἴη τοῖς εἰρημένοις κατὰ τὰ ἐν ἀρχῇ τοῦ προκειμένου κεφαλαίου ἡμῖν ἐπηγγελμένα σκοπῆσαι λοιπόν, εἰ μὴ αὐτὸς ἑαυτῷ Πλάτων τὰ ἐναντία λέγων ἁλώσεται· εἰ γὰρ παντὶ μὲν γενομένῳ κατʼ αὐτὸν φθορά ἐστιν ἐξ ἀνάγκης, τούτῳ δὲ ἕπεται κατὰ τὴν σὺν ἀντιθέσει ἀντιστροφὴν τὸ πᾶν, ὃ μὴ φθείρεται, τοῦτο μηδὲ γεγονέναι, πῶς οἷόν τέ ἐστιν τὸν αὐτὸν καὶ ἄφθαρτον ἅμα καὶ γενητὸν εἶναι τὸν κόσμον ὑποτίθεσθαι; πρὸς τοῦτο δὲ σύντομος ἡ ἀπάντησις. εἰ γὰρ τὸ κατὰ χρόνον ἀγένητον καὶ ἄφθαρτόν ἐστιν κατὰ φύσιν, εἴ τι ἄρα μὴ κατὰ φύσιν ἐστὶν ἄφθαρτον, τοῦτο οὐ κατὰ χρόνον ἐστὶν ἀγένητον· οὐ κατὰ φύσιν δὲ τὸν κόσμον ἄφθαρτον εἶναι ὁ Πλάτων ὑπέθετο, τοὐναντίον δὲ φύσει φθαρτὸν εἶναι λέγει· τὸ γὰρ δεθὲν ἅπαν διαλυτὸν εἶναι· «ἐπείπερ γὰρ ἐγένεσθε», φησίν, «ἀθάνατοι μὲν οὐκ ἐστὲ οὐδὲ ἄλυτοι τὸ πάμπαν· οὔτι μὲν δὴ λυθήσεσθέ γε οὐδὲ τεύξεσθε θανάτου μοίρας, τῆς ἐμῆς βουλήσεως μείζονος ἔτι δεσμοῦ καὶ κυριωτέρου λαχόντες ἐκείνων, οἷς ὅτε ἐγίνεσθε ξυνεδεῖσθε». εἰ τοίνυν φύσει θνητὸς καὶ λυτὸς ὁ κόσμος ὑπάρχει κατὰ Πλάτωνα, τὸ δὲ ἄλυτον αὐτῷ διὰ τὴν βούλησιν τοῦ δημιουργοῦ — ἄλυτα γάρ φησιν οὐ φύσει ἀλλʼ «ἐμοῦ γε θέλοντος» —, δηλονότι καὶ γενητὸς ἂν εἴη κατὰ χρόνον. συμφωνότατος ἄρα ἑαυτῷ διὰ πάντων ὁ Πλάτων δέδεικται· εἰ μὲν γὰρ φύσει ᾤετο τὸν κόσμον ἀθάνατόν τε καὶ ἄλυτον ὑπὸ θεοῦ γεγονέναι, οἷα καὶ τὰ νοητὰ εἶναί φησιν, ἀκόλουθον ἦν καὶ ἀγένητον εἶναι αὐτὸν κατὰ χρόνον ὑποτίθεσθαι· εἰ δὲ φύσει λυτός, οὐδὲν δὲ τῶν κατὰ χρόνον ἀγενήτων φύσει λυτόν ἐστιν, οὐδʼ ἄρα κατὰ χρόνον ἐστὶν ἀγένητος· διʼ αὐτὸ γὰρ τοῦτό φησιν ὁ Πλάτων, διότι γενητός ἐστιν ὁ κόσμος, διὰ τοῦτο καὶ λυτὸν εἶναι. ὥστε ταῖς οἰκείαις ἀρχαῖς τὰ ἀκόλουθα συνεπέρανεν. τὸ «ἄλυτοι μὲν οὐκ ἐστὲ οὐδὲ ἀθάνατοι τὸ πάμπαν» οὐ τοῦτό φησιν, ὡς τινὲς μυθεύουσιν, ὅτι «οὐκ ἐστὲ ἁπλοῖ, ἀλλʼ ἐπινοίᾳ ἐνδέχεται ὑμᾶς εἰς τά, ἐξ ὧν σύγκεισθε, ἀναλύειν καὶ ταύτῃ ὑπάρχετε θνητοί», ἀλλʼ ὅτι «φύσεώς ἐστε δεκτικῆς θανάτου καὶ λύσεως», ὡς δῆλον ἐκ τοῦ ἀντικειμένου «οὔτι μὲν δὴ λυθήσεσθε», φησίν, «οὐδὲ τεύξεσθε θανάτου μοίρας, τῆς ἐμῆς βουλήσεως μείζονος ἔτι δεσμοῦ καὶ κυριωτέρου λαχόντες ἐκείνων, οἷς ὅτε ἐγίνεσθε ξυνεδεῖσθε». εἰ οὖν λύσιν καὶ θάνατον τὴν κατʼ ἐπίνοιαν σημαίνει καὶ ταύτῃ αὐτοὺς καὶ θνητοὺς εἶναί φησιν, καὶ τὸ μὴ λυθήσεσθαι ἄρα μήτε τεύξεσθαι θανάτου μοίρας τὸ μὴ κατʼ ἐπίνοιαν ταῦτα ὑπομένειν σημαίνοι ἄν· ὃ γὰρ τίθησιν ἡ κατάφασις, τοῦτο ἀναιρεῖ ἡ ἀπόφασις ἐξ ἀνάγκης· τὴν γὰρ λύσιν καὶ τὸν θάνατον, ἣν ἐκ τῆς αὐτῶν φύσεως εἶπεν αὐτοῖς ὑπάρχειν, ταύτην πάλιν διὰ τὴν τοῦ θεοῦ βούλησιν μὴ ἔσεσθαι αὐτοῖς ἀπεφήνατο. εἰ οὖν ἐκ τῆς φύσεως τὸ κατʼ ἐπίνοιαν εἶναι λυτοὶ καὶ θνητοὶ ἔχουσιν, καὶ ἐκ τῆς βουλήσεως ἄρα τοῦ θεοῦ κατʼ ἐπίνοιαν ἔσονται ἀθάνατοί τε καὶ ἄλυτοι. ἔσται οὖν τὸ συμφραζόμενον τοιοῦτον «οὐκ ἔσεσθε μὲν κατʼ ἐπίνοιαν ἄλυτοι οὐδὲ ἀθάνατοι οὐδὲ τεθνήξεσθε». τὸ αὐτὸ οὖν καὶ λυτὸν ἔσται κατʼ ἐπίνοιαν καὶ οὐ λυτὸν κατʼ ἐπίνοιαν καὶ ἡ ἀντίφασις συναληθεύσει. εἰ οὖν ἠλίθιον τοῦτο καὶ ἀδιανόητον τὸ αὐτὸ λέγειν καὶ ἀναλύεσθαι εἰς τὰ ἁπλᾶ κατʼ ἐπίνοιαν καὶ μὴ ἀναλύεσθαι κατʼ ἐπίνοιαν, δηλονότι λυτὰ καὶ θνητὰ οὐ κατʼ ἐπίνοιαν ἀλλὰ κατὰ φύσιν εἶναί φησιν τὰ οὐράνια. ἀλλʼ ἐπειδήπερ, εἰ καὶ τοιαύτης ἔλαχον φύσεως, ὅμως γοῦν δοκεῖ Πλάτωνι διαμένειν αὐτὰ εἰς τὸ διηνεκὲς ἀδιάλυτα καὶ ἀθάνατα οὐ τῷ φυσικῷ δεσμῷ ἀλλὰ τῇ βουλήσει τοῦ θεοῦ συνεχόμενα, διὰ τοῦτό φησιν μὴ πάμπαν εἶναι ἄλυτα καὶ ἀθάνατα ἀλλὰ θνητὰ μὲν καὶ λυτὰ ὅσον ἐπὶ τῇ φύσει τῇ ἑαυτῶν διὰ τὸ τὴν σωματικὴν φύσιν τοιαύτην εἶναι καὶ τὸ γενόμενον ἅπαν λυτὸν εἶναι καὶ θνητόν, διὰ δὲ τὴν τοῦ δημιουργοῦ βούλησιν ἰσχυροτέραν οὖσαν παντὸς φυσικοῦ δεσμοῦ τῆς ἀθανασίας αὐτὰ τεύξασθαι διηνεκῶς αὐτοῖς παρὰ τοῦ δημιουργήσαντος ἐπινοουμένης· ὥσπερ γὰρ εἴ τις οἰκίαν ἢ ναῦν διηνεκῶς ἐπισκευάζων καὶ τὰ πεπονηκότα τῶν μερῶν ἐπανορθούμενος ἐπὶ πλεῖστον διαρκῆ ταύτην φυλάξειεν, οὕτω δὴ καὶ τὸν θεόν φησιν ὁ Πλάτων ἐπισκευαστὴν τῷ κόσμῳ τὴν ἀθανασίαν χαρίζεσθαι· ἄκουε γοῦν, ὁποῖα περὶ τούτου πάλιν ἐν τῷ πολιτικῷ πεφιλοσόφηκεν· φησὶν γὰρ οὕτως «τὸ γὰρ πᾶν τόδε τοτὲ μὲν ὁ θεὸς αὐτὸς συμποδηγετεῖ πορευόμενον καὶ συγκυκλεῖ, τοτὲ δὲ ἀνῆκεν, ὅταν αἱ περίοδοι τοῦ προσήκοντος αὐτῷ μέτρον εἰλήφωσιν ἤδη χρόνου. τὸ δὲ πάλιν αὐτόματον εἰς τἀναντία περιάγεται ζῷον καὶ φρόνησιν εἰληφὸς ἐκ τοῦ συναρμόσαντος αὐτὸ κατʼ ἀρχάς. τοῦτο δὲ αὐτῷ τὸ πάλιν ἰέναι διὰ τόδε ἐξ ἀνάγκης σύμφυτον γέγονεν. Διὰ τὸ ποῖον δή; Τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν ἀεὶ καὶ ταὐτὸν εἶναι τοῖς πάντων θειοτάτοις προσήκει μόνοις, σώματος δὲ φύσις οὐ ταύτης τῆς τάξεως. ὃν δὴ οὐρανὸν ἢ κόσμον ἐπωνομάκαμεν, πολλῶν δὴ καὶ μακαρίων παρὰ τοῦ γεννήσαντος μετείληφεν. ἀτὰρ οὖν δὴ καὶ κεκοινώνηκέν γε καὶ σώματος. ὅθεν αὐτῷ μεταβολῆς ἀμοίρῳ γενέσθαι διὰ παντὸς ἀδύνατον». οὕτω μὲν οὖν καὶ ἐν τούτοις ὁ Πλάτων συμφώνως οἷς ἐκ τοῦ Τιμαίου παρεθέμεθα τὸ μὲν ἀναλλοίωτον καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν μόνῃ τῇ νοητῇ καὶ θείᾳ προσῆψεν οὐσίᾳ, πᾶσαν δὲ τὴν σωματικὴν φύσιν οὐ ταύτης εἶναί φησιν τῆς τάξεως. ὅθεν καὶ τὸ σωματοειδὲς τοῦ κόσμου μεταβολῆς ἄμοιρον εἶναι τὸ πάμπαν ἀδύνατον ἀπεφήνατο, ἀλλʼ ὅταν τὸ προσῆκον ἤδη χρόνου μέτρον αἱ περίοδοι λάβωσιν, τότε δὴ τροπὰς καὶ μεταβολὰς τὸ πᾶν ὑπομένειν, καὶ τοῦτο πάλιν ἐκ τῶν ἱερῶν γραμμάτων ἀναλεξάμενος, ὡς καλῶς τινες τῶν ἡμετέρων ἐπεσημήναντο· τὸ γὰρ συγκυκλεῖν μὲν τὸν οὐρανὸν καὶ πάλιν ἀνιέναι, ὅταν ἤδη τὸ προσῆκον αἱ περίοδοι χρόνου λάβωσι μέτρον, τί ἄλλο ἐστὶν ἢ τὸ ὡσεὶ περιβόλαιον εἱλίττεσθαι τοὺς οὐρανοὺς καὶ ἀλλάττεσθαι; ἀλλʼ ἐπειδὴ πάλιν ἀκηκοὼς ὁ Πλάτων τὸ «θάνατον γὰρ ὁ θεὸς οὐκ ἐποίησεν» καὶ τὸ «ἔκτισεν εἰς τὸ εἶναι τὰ πάντα» ἀθάνατον ᾤετο δεῖν τὸ πᾶν διαμένειν, ἄκουε, πῶς πάλιν ἐν τῷ αὐτῷ πολιτικῷ οὐ φύσει τὴν ἀθανασίαν τῷ κόσμῳ ἀλλʼ ἐπίκτητον παρὰ τοῦ δημιουργοῦ προσγίνεσθαι ἔφησεν· «ἐκ πάντων δὴ τούτων τὸν κόσμον μήτε αὐτὸν χρὴ φάναι στρέφειν ἑαυτὸν ἀεὶ μήτε ὅλον ὑπὸ θεοῦ στρέφεσθαι διττὰς καὶ ἐναντίας περιαγωγὰς μήτε αὖ τινε δύο θεὼ φρονοῦντε ἑαυτοῖς ἐναντία στρέφειν αὐτόν, ἀλλʼ ὅπερ ἄρτι τε ἐρρήθη καὶ μόνον λοιπόν, τὰ μὲν ὑπʼ ἄλλης συμποδηγεῖσθαι θείας αἰτίας τὸ ζῆν πάλιν ἐπικτώμενον καὶ λαμβάνοντα ἀθανασίαν ἐπισκευαστὴν παρὰ τοῦ δημιουργοῦ, τὰ δέ, ὅταν ἀνεθῇ, διὰ τοῦ αὐτοῦ ἰέναι κατὰ καιρὸν ἀφεθέντα τοιοῦτον, ὥστε ἀνάπαλιν πορεύεσθαι πολλὰς περιόδων μυριάδας». σαφῶς ἄρα διὰ τούτων ἅτε δὴ τὸ ἀθάνατον κατὰ φύσιν τοῦ οὐρανοῦ μὴ ἔχοντος διὰ τὸ ῥευστὸν πάσης τῆς σωματικῆς φύσεως, τὸ ζῆν αὐτὸν ἐπικτᾶσθαι πάλιν φησὶν καὶ ἐπισκευαστὴν αὐτῷ τὴν ἀθανασίαν παρὰ τοῦ δημιουργήσαντος ἐπιγίνεσθαι. εἰ οὖν ζῷον μὲν εἶναι τὸν οὐρανὸν ὁ Πλάτων οἴεται, παντὶ δὲ ζῴῳ τὸ εἶναι καὶ ἡ οὐσία κατὰ τὸ εἶδος τῆς ἐν αὐτῷ ζωῆς ὑφέστηκεν, καὶ ὁ οὐρανὸς ἄρα τὸ εἶναι καὶ τὴν οὐσίαν ἐν τῷ εἴδει τῆς οἰκείας ἕξει ζωῆς. ταύτην δὲ τὴν ζωὴν πάλιν καὶ πάλιν ἐπικτᾶσθαι τὸν οὐρανόν φησιν καὶ ἐπισκευαστὴν αὐτῷ παρὰ τοῦ δημιουργοῦ τὴν ἀθανασίαν ἐγγίνεσθαι. οὐκ ἄρα κατὰ φύσιν ἀδιάλυτόν τε καὶ ἀθάνατον τοῦ οὐρανοῦ τὴν οὐσίαν εἶναι ὁ Πλάτων ᾤετο. οὐκοῦν οὐδὲ ἄναρχον αὐτοῦ τὴν ὕπαρξιν ὑποτίθεται· πᾶν γὰρ ἄναρχον ἀνάγκη πᾶσα καὶ ἄφθαρτον εἶναι κατὰ φύσιν καὶ πᾶν φθαρτὸν φύσει καὶ γενητὸν ἐξ ἀνάγκης.

`231–238`

κθʹ. Εἰ δὲ ἐν ἑτέροις αὐτάρκη φησὶν τὸν κόσμον ὁ Πλάτων καὶ ἀπροσδεᾶ εἶναι ἄνοσόν τε καὶ ἀγήρων, ἀλλʼ οὐχ οὕτως ὡς αὐτὸν ἑαυτῷ πρὸς διαμονὴν ἀΐδιον ἐξαρκοῦντα τοιοῦτον εἶναί φησιν ἀλλʼ ὡς ὑπὸ μηδενὸς τῶν ἔξωθεν καθάπερ τὰ ἡμέτερα σώματα τῶν φθαρτικῶν τι ὑπομένοντα· οὐ γὰρ ἔστιν τοῦ κόσμου ἔξω σῶμα, ὑφʼ οὗ ἂν καὶ πάθοι τι τοιοῦτον, οἷον τὰ καθʼ ἕκαστον ἅπαντα ὑπὸ τοῦ περιέχοντος, οὐδʼ, ὥσπερ τὰ ἡμέτερα σώματα καὶ τῶν μερικῶν ἕκαστον διαφορεῖταί τε ὑπὸ τοῦ περιέχοντος καὶ τὴν τοῦ λείποντος ἀναπλήρωσιν διὰ τῶν ἔξωθεν ἐπεισιόντων εἰσδέχεται, οὕτω δὴ καὶ ὁ οὐρανός· οὐδὲν γὰρ ἔστιν ἔξωθεν οὔτε τὸ διαφορῆσον αὐτὸν οὔτε τὸ θρέψον· «αὐτὸ γὰρ αὑτῷ», φησὶν ὁ Πλάτων, «τροφὴν τὴν ἑαυτοῦ φθίσιν παρέχεται»· ἡ γὰρ ἄλλου φθίσις ἄλλου τροφὴ γίγνεται· ἡ γὰρ τοῦ ἀέρος εἰ τύχοι φθορὰ ἢ ὕδατος ἢ πυρὸς γίνεται γένεσις, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. ταύτῃ οὖν καὶ ἀπροσδεὴς εἶναι τῶν ἔξωθεν εἴρηται καὶ οὕτως ἄνοσός τε καὶ ἀγήρως ὡς μὴ ἔχειν ἔξωθεν, ὑφʼ οὗ πήσεται, οὐ μὴν διὰ τὸ κατὰ φύσιν αὐτάρκης τε εἶναι καὶ ἀθάνατος· μόνῃ γὰρ τῇ νοητῇ οὐσίᾳ τὸ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν ἔφη προσεῖναι, τὴν δὲ σωματικὴν φύσιν μὴ ταύτης εἶναι τῆς τάξεως, τῶν γινομένων δὲ πᾶσαν καὶ ἀπολλυμένων εἶναι, ὄντως δὲ μηδέποτε ὄντων. πῶς οὖν αὖ πάλιν καὶ αὐτάρκη καὶ ἀπροσδεᾶ τὴν αὐτὴν λέγοι ἄν, εἰ μὴ τὸν εἰρημένον τρόπον; ὅτι γὰρ ἀπὸ ταύτης τῆς ἐννοίας ταῦτα περὶ τοῦ κόσμου φησίν, οὐδὲν οἷον καὶ αὐτῶν ἐπακοῦσαι τῶν τοῦ φιλοσόφου ῥημάτων· φησὶν γὰρ ἐν Τιμαίῳ ταῦτα «ἔκ τε δὴ τούτων καὶ τοιούτων καὶ τὸν ἀριθμὸν τεττάρων τὸ τοῦ κόσμου σῶμα ἐγενήθη διʼ ἀναλογίας ὁμολογῆσαν φιλίαν τε ἔσχεν ἐκ τούτων, ὥστε εἰς τὸ αὐτὸ ξυνελθὸν ἄλυτον ὑπὸ τῶν ἄλλων πλὴν τοῦ ξυνδήσαντος γενέσθαι. τῶν δὲ δὴ τεττάρων ἓν ὅλον ἕκαστον εἴληφεν ἡ τοῦ κόσμου ξύστασις· ἐκ γὰρ πυρὸς παντὸς ὕδατός τε καὶ ἀέρος καὶ γῆς ξυνέστησεν αὐτὸν ὁ ξυνιστὰς μέρος οὐδὲν οὐδενὸς οὐδὲ δύναμιν ἔξωθεν ὑπολείπων τάδε διανοηθείς, πρῶτον μὲν ἵνα ὅλον ὅτι μάλιστα ζῷον τέλεον ἐκ τελέων τῶν μερῶν εἴη, πρὸς δὲ τούτοις ἕν, ἅτε οὐχ ὑπολελειμμένων, ἐξ ὧν ἄλλο τοιοῦτον γένοιτʼ ἄν, ἔτι δὲ ἵνα ἀγήρων καὶ ἄνοσον ᾖ, κατανοῶν, ὡς ξυστάτῳ σώματι θερμὰ καὶ ψυχρὰ καὶ πάντα, ὅσα δυνάμεις ἰσχυρὰς ἔχει, περιιστάμενα ἔξωθεν καὶ προσπίπτοντα ἀκαίρως λύει καὶ νόσους καὶ γῆρας ἐπάγοντα φθίνειν ποιεῖ. διὰ τὴν αἰτίαν καὶ τὸν λογισμὸν τόνδε ὅλον ἐξ ὅλων ἁπάντων τέλεον καὶ ἀγήρων καὶ ἄνοσον αὐτὸν ἐτεκτήνατο». τρεῖς ἐν τούτοις εἶπεν ὁ Πλάτων αἰτίας, διʼ ἃς οὐδὲν ἔξω τοῦ οὐρανοῦ τῶν στοιχείων ὁ δημιουργὸς ἀπολέλοιπεν οὔτε μέρος οὔτε δύναμιν — μέρος μὲν λέγων ἀντὶ τοῦ σώματος, οἷον μέρος τι τοῦ πυρὸς ἢ τοῦ ὕδατος ἢ τῶν λοιπῶν—τὰ γὰρ τῶν σωμάτων μέρη σώματά ἐστιν—, δύναμιν δὲ τὰς εἰδοποιοὺς τῶν στοιχείων ποιότητας, θερμότητά φημι καὶ ψύξιν ὑγρότητά τε καὶ ξηρότητα βάρος τε καὶ κουφότητα καὶ τὰς λοιπάς —, μίαν μὲν ἵνα τέλειος ᾖ ὁ κόσμος ὅλος ἐξ ὅλων καὶ τέλειος ἐκ τελείων τῶν στοιχείων γενόμενος, ἑτέραν δὲ ἵνα εἷς μόνος ὑπάρχῃ κόσμος καὶ μή, ὡς Δημοκρίτῳ καὶ ἑτέροις ἔδοξεν, πλείονες ἢ καὶ ἄπειροι εἶεν κόσμοι — εἰ γὰρ ὁ κόσμος ζῷόν ἐστιν κατὰ Πλάτωνα ἐκ τῶν τεσσάρων συνεστὸς στοιχείων, οὐδὲν δὲ ἔξωθεν τοῦ κόσμου ὑπελείφθη στοιχείου μέρος, οὐδʼ εἶναι ἄρα ἕτερον κόσμον ἐνδέχεται τῶν κοσμουργῶν στοιχείων ἐν τούτῳ πάντων περιειλημμένων —, τρίτην δὲ ἵνα ἄνοσος ᾖ καὶ ἀγήρως ὁ κόσμος μηδενὸς ἔξωθεν ὄντος, ὑφʼ ὅτου καὶ πήσεται· ὡς γὰρ τὰ ἡμέτερα σώματα ψυχόμενά τε ἀμέτρως ὑπὸ τοῦ περιέχοντος καὶ θερμαινόμενα ὑγραινόμενά τε καὶ ξηραινόμενα καὶ τὰ λοιπὰ πάθη ὑπομένοντα τῆς συμμέτρου τε κράσεως ἐξίσταται καὶ ταύτῃ γηράσκει τε καὶ φθίνει, οὕτω, φησίν, εἰ δʼ ἂν ἔξω τοῦ οὐρανοῦ μέρη τινὰ τῶν στοιχείων ἢ δυνάμεις ὑπελείποντο προσπίπτοντα ἔξωθεν τῷ οὐρανῷ, τὰ αὐτὰ ἂν αὐτῷ πάθη ἐνεποίησε διὰ τὸ δραστήριον τῆς οἰκείας δυνάμεως, ἅπερ καὶ τοῖς ἡμετέροις ὑπὸ τοῦ περιέχοντος συμβαίνει σώμασιν· ἵνα οὖν τούτων τῶν παθῶν ἀπαλλαγείη τὸ πᾶν, ἐντὸς ἅπασαν, φησίν, τὴν τῶν στοιχείων φύσιν ὁ δημιουργὸς περιέκλεισεν. καίτοι εἰ μὴ ἐπεφύκει γῆράς τε καὶ λύσιν ὁ οὐρανὸς ὑπομένειν, οὐδʼ ἄν, εἰ ἡ πᾶσα ἡ τῶν στοιχείων φύσις ἔξωθεν ὑπάρχουσα προσέβαλεν αὐτῷ, ἔπαθεν ἄν τί ποτε παρʼ αὐτῶν τοιοῦτον, οὗ μὴ δεκτικὴ ἡ φύσις αὐτοῦ ἐτύγχανεν· τί γὰρ ἂν καὶ πάθοιεν αἱ ἐν τῷ κόσμῳ λογικαὶ οὐσίαι ὑπὸ τῆς τῶν σωμάτων δραστηρίου δυνάμεως; οὐκ ἄρα τὸ ἀγήρων εἶναι τὸν οὐρανὸν καὶ ἄνοσον διὰ τὸ ἀναλλοίωτον καὶ τὴν κατὰ φύσιν αὐτοῦ ἀθανασίαν ὑποτίθεται· τοὐναντίον γάρ, ὅπερ εἶπον, ἐκ τῶν νῦν εἰρημένων δείκνυται, ὅτι, ἐπειδὴ φύσει λυτὸς ἦν καὶ θνητὸς ὁ κόσμος, ἐπεὶ καὶ γενητός, διότι καὶ σῶμα, βούλεται δὲ αὐτὸν εἰς ἀεὶ διαμένειν, ἵνα μή τι τῶν φθοροποιῶν παθῶν ὑπομείνῃ, οὐδὲν ἐκτὸς αὐτοῦ τῶν λύειν αὐτὸν πεφυκότων ὁ δημιουργὸς καταλέλοιπεν. τὸ δὲ φύσει ἄλυτον οὐκ ἔστιν ὑφʼ ὅτου ἂν πώποτε λυθείη. οὔκουν ἐπὶ τῆς τοῦ κόσμου ψυχῆς τοιοῦτό τι ὁ παρὰ τῷ Πλάτωνι δημιουργὸς ηὐλαβήθη, ἀλλὰ ταύτην ἐκ τοῦ μέσου πάντῃ πρὸς τὸν ἔσχατον οὐρανὸν διαπλέξας οὐδὲν τοιοῦτο ὑπώπτευσε, μήποτε διὰ τὴν συμπλοκὴν τὴν πρὸς τὰ θερμαίνοντά τε καὶ ψύχοντα μεταβολήν τινα καὶ ἀλλοίωσιν ὑπομείνῃ· τῆς γὰρ νοητῆς ὑπῆρχε φύσεως καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχούσης. καὶ τί λέγω περὶ τῆς τοῦ κόσμου ψυχῆς; οὐδὲ γὰρ τὰς ἡμετέρας ψυχὰς σώμασιν ἐνδήσας καὶ τῷ ἀθανάτῳ τὸ θνητὸν προσυφήνας τῶν φθαρτικῶν τι πήσεσθαι αὐτὰς ηὐλαβήθη, ἐπεὶ καὶ αὐτὰς τῆς ἀθανάτου φύσεως εἶναί φησιν. οὐδὲν οὖν οἷόν τε παθεῖν ὑπὸ τῶν στοιχείων τὸ φύσει ἀθάνατον· ταῦτα γὰρ ὑπʼ ἀλλήλων μόνα πάσχειν πέφυκεν, ὅσα τῆς αὐτῆς ὕλης ἀλλήλοις κεκοινώνηκεν καὶ ὁμοιοπαθοῦς τετύχηκε φύσεως. ὥστε καὶ ὁ οὐρανός, εἰ μὴ ὁμόυλος τοῖς στοιχείοις ὑπῆρχεν, μᾶλλον δὲ ἐξ αὐτῶν συνειστήκει κατὰ Πλάτωνα καὶ πᾶσα ἡ τῶν στοιχείων φύσις ἔξωθεν αὐτῷ προσέπιπτεν, οὐδὲν ἂν ὑπʼ αὐτῶν ὑπέμενεν· νῦν δὲ ἐπειδὴ πέφυκε ὑπὸ τούτων πάσχειν, ἐξ ὧν καὶ συνέστηκεν, ἵνα μὴ πάθοι, οὐδὲν ἔξωθεν αὐτοῦ φησιν τὸν δημιουργὸν ἀπολελοιπέναι. ἀλλʼ εἰ καὶ μηδέν ἐστιν ἔξωθεν, ὑφʼ οὗ παθεῖν τὸν κόσμον ἐνδέχεται, ἀλλʼ ἐπεὶ οἶδεν ὁ Πλάτων, ὡς πᾶν σῶμα ὑπὸ πεπερασμένης διοικεῖται δυνάμεως καὶ οὐδὲν σῶμα δύναμιν ἄπειρον ἔχει — ὡς ὁ τοῦ Πλάτωνος μαθητὴς Ἀριστοτέλης πρὸς τῷ τέλει τοῦ ὀγδόου λόγου τῆς φυσικῆς ἀκροάσεως ἔδειξεν —, πᾶν δὲ τὸ μὴ ἄπειρον ἔχον δύναμιν ἐξαρκεῖν εἰς τὸ διηνεκὲς ἀδύνατον καὶ διὰ τοῦτο καὶ τὸν οὐρανὸν καὶ τὸν πάντα κόσμον σῶμα ὄντα καὶ πεπερασμένην ἔχοντα δύναμιν μὴ ἂν αὐτὸν ἑαυτῷ εἰς διαμονὴν ἀΐδιον ἐξαρκέσαι, κἂν μηδὲν ᾖ τῶν ἔξωθεν αὐτὸν λυμαινόμενον — τὴν γὰρ πεπερασμένην δύναμιν διʼ αὐτὸ τὸ πεπεράνθαι ἀνάγκη ποτὲ ἐξασθενήσασαν οἴχεσθαι —, δοκεῖ δὲ αὐτῷ ἄλυτος διαμένειν ὁ κόσμος, τούτου χάριν αὐτὸν τὸν δημιουργὸν ἐφίστησιν αὐτῷ τὴν ζωὴν αὐτοῦ καὶ τὴν ἀθανασίαν ἐπισκευάζοντα, ἵνʼ οὕτως εἰς ἀεὶ διαμένειν δύνηται· εἰ γὰρ φύσει αὐτὸν ἀναλλοίωτόν τε καὶ ἀθάνατον ὁ Πλάτων εἶναι ᾤετο, οἵαν εἶναί φησιν τὴν τῶν νοητῶν φύσιν, πῶς πάλιν ἐπισκευαστὴν εἶναι τὴν ἀθανασίαν αὐτοῦ ὑποτίθεται; ἀσύμβατα γὰρ ταῦτα. ἢ πῶς οὐδὲν ἔξωθεν αὐτοῦ καταλιμπάνει, ἵνα μὴ πάσχων ὑπʼ αὐτοῦ γηράσκῃ τε καὶ φθίνῃ, ὅτῳ δὲ αὐτῷ καὶ τὸ ἀπροσδεὲς ὑπάρχειν φησὶν οὐ διὰ τὴν τῆς φύσεως αὐτάρκειαν ἀλλὰ διὰ τὸ μηδενὸς δεῖσθαι τῶν ἔξωθεν τοῦ τὸ ἐλλεῖπον αὐτοῦ τῇ προσθέσει ἀναπληροῦντος καὶ ἀνυφαίνοντος; ἄκουε γάρ, οἷα καὶ περὶ τούτου ἐν τῷ Τιμαίῳ φησίν· «λεῖον δὲ δὴ πᾶν ἔξωθεν αὐτὸν ἀπηκρίβου πολλῶν χάριν· ὀμμάτων τε γὰρ ἐπεδεῖτο οὐδὲν — ὁρατὸν γὰρ οὐδὲν ἔξωθεν ὑπελείπετο — οὐδὲ ἀκοῆς — οὐδὲ γὰρ ἀκουστόν — πνεῦμά τε οὐκ ἦν περιεστὸς δεόμενον ἀναπνοῆς, οὐδʼ αὖ τινος ἐπεδέησεν ὀργάνου ἔχειν, ᾧ τὴν μὲν εἰς αὑτὸ τροφὴν δέξοιτο, τὴν δὲ πρότερον ἐξικμασμένην ἀποπέμψοι πάλιν· ἀπῄει τε γὰρ οὐδὲν οὔτε προσῄει αὐτῷ ποθέν· οὐδὲ γὰρ ἦν· αὐτὸ γὰρ ἑαυτῷ τροφὴν τὴν ἑαυτοῦ φθίσιν παρέχον καὶ πάντα ἐν αὑτῷ καὶ ὑφʼ ἑαυτοῦ πάσχον καὶ δρῶν ἐκ τέχνης γέγονεν· ἡγήσατο γὰρ αὐτὸ ὁ ξυνθεὶς αὔταρκες ὂν ἄμεινον ἔσεσθαι μᾶλλον ἢ προσδεὲς ἄλλων». οὐκοῦν καὶ τὸ ἀνενδεὲς αὐτῷ ὑπάρχειν οὐ διὰ τὸ φύσει ἀνενδεές φησιν ἀλλὰ διὰ τὸ μηδενὸς τῶν ἔξωθεν προσδεῖσθαι· οὐ γάρ, ὥσπερ τὰ ἡμέτερα σώματα τὴν τοῦ λείποντος ἀναπλήρωσιν ἔξωθεν δέχεται, οὕτω καὶ ὁ σύμπας κόσμος, ἀλλʼ αὐτὸς ὑφʼ ἑαυτοῦ πάσχει καὶ αὐτὸς εἰς ἑαυτὸν δρᾷ, μέρους μὲν δηλονότι ποιοῦντος μέρους δὲ πάσχοντος, καὶ ἡ ἄλλου μέρους φθορὰ ἄλλου τροφὴ καὶ αὔξησις γίνεται. οὗ δὲ τὰ μέρη φθοραῖς καὶ ἀλλοιώσεσιν ὑποπέπτωκεν, τούτου καὶ τὸ ὅλον τοῖς αὐτοῖς ὑποκεῖσθαι ἀνάγκη, εἴπερ καὶ τὸ ὅλον οὐδὲν ἕτερόν ἐστιν ἢ πάντα τὰ μέρη· ὅθεν δεῖται τοῦ ἐπισκευάζοντος αὐτὸ καὶ ἀνυφαίνοντος. οὔκουν ἀπαθὴς καὶ ἀνενδεὴς ὁ κόσμος, ἀλλὰ τῶν ἔξωθεν ἀνενδεὴς καὶ ὑπὸ τῶν ἔξωθεν ἀπαθὴς διὰ τὸ μηδὲ εἶναί τι ἔξωθεν, αὐτὸς δὲ ὑφʼ ἑαυτοῦ πάσχει τε καὶ φθίνει. τὸ δὲ τοιοῦτον οὔτε ἀπαθὲς φύσει οὔτε ἀθάνατον· οὐδὲν γὰρ τῶν κατὰ φύσιν ἀθανάτων οἷον τὰ λογικὰ οὐδὲ κατὰ μέρη πάσχειν τι ἢ φθίνειν πέφυκεν, ἐπεὶ καὶ ἀμερίστου καὶ ἁπλῆς ὑπάρχει φύσεως πᾶν εἴ τί περ ἔστιν κατὰ φύσιν ἀθάνατον. οὐκοῦν, εἰ μὴ φύσει ἀθάνατος ὁ κόσμος, ἀλλʼ ἐπίκτητον καὶ ἐπισκευαστὴν ἔξωθεν τὴν ἀθανασίαν εἰσδέχεται, φύσει δήπου ἐστὶν θνητός· εἰ δὲ φύσει θνητὸς κατὰ Πλάτωνα, εὐλόγως ἀρχὴν αὐτῷ τοῦ εἶναι δίδωσιν. καὶ οὕτως οὐδὲν μαχόμενον ἑαυτῷ ἐν τούτοις ὁ Πλάτων ὑπέθετο καὶ γενητὸν εἶναι λέγων τὸν κόσμον καὶ φύσει θνητὸν καὶ τὴν ἀθανασίαν μεθεκτὴν αὐτῷ καὶ ὑπὲρ φύσιν παρὰ τοῦ δημιουργήσαντος αὐτὸν ἐπιγίνεσθαι. ὅτι δὲ οὐδὲ τὸν Πρόκλον ταῦτα ἔλαθεν, ἀλλʼ οἶδεν καὶ αὐτὸς ἀκριβῶς ὅσον ἐπὶ τῇ οἰκείᾳ φύσει τὸν κόσμον τὸ ἀεὶ εἶναι οὐκ ἔχοντα διὰ τὸ πᾶσαν τὴν σωματικὴν φύσιν ὑπὸ πεπερασμένης συνέχεσθαι δυνάμεως, τὸ δὲ ἀεὶ εἶναι αὐτῷ ἑτέρωθεν ἐπίκτητον προσγίνεσθαι, νῦν δὲ ἡμᾶς ἑκὼν παραλογίζεται τὸ μὴ φθείρεσθαι τὸν κόσμον ἁπλῶς κατὰ Πλάτωνα λαμβάνων καὶ μὴ προσδιοριζόμενος, πῶς τουτό φησιν ὁ Πλάτων, καὶ ἐκ τούτου συνάγων, ὅτι καὶ ἀγένητον τὸν κόσμον κατὰ χρόνον εἶναι οἴεται, δῆλον ἡμῖν ἔσται ἐκ πολλῶν ὀλίγας αὐτοῦ παραθεμένοις χρήσεις. διότι τὸ ἀεὶ ὂν τὸ νοητὸν μόνον εἶναί φησιν, πᾶν δὲ τὸ αἰσθητὸν γινόμενον εἶναι καὶ ἀπολλύμενον ὂν δὲ οὐδέποτε, ἀπολογούμενος ὑπὲρ Πλάτωνος ὁ Πρόκλος πρὸς ἄλλοις πλείοσι καὶ ταῦτα προστέθηκεν.

Πρόκλου ἐκ τοῦ λόγου, ὃς ἐπιγέγραπται «ἐπίσκεψις τῶν πρὸς Πλάτωνος Τίμαιον ὑπʼ Ἀριστοτέλους ἀντειρημένων».

`239–240`

«Τοῦτο τοίνυν μόνον δεῖ λαβεῖν, εἰ καὶ τὸ οὐράνιον σῶμα δεῖ γινόμενον ὀνομάζειν καὶ τὸν ὅλον κόσμον ὡσαύτως. πῶς δὲ οὐ δεῖ καὶ ἐξ ὧν αὐτὸς δίδωσιν ἡμῖν οὑτωσὶ λέγειν; οὐδὲν γάρ φησι σῶμα πεπερασμένον δύναμιν ἄπειρον ἔχειν, καὶ δέδειχεν ἐν ὀγδόῳ τοῦτο τῆς φυσικῆς ἀκροάσεως. εἰ οὖν ὁ κόσμος πεπέρασται — καὶ γὰρ τοῦτο δέδειχεν αὐτός —, ἀνάγκη μὴ ἔχειν αὐτὸν δύναμιν ἄπειρον. ἀλλὰ μὴν δεδείχαμεν, ὅτι ὁ αἰὼν ἄπειρός ἐστιν δύναμις, ἐν τοῖς ἔμπροσθεν λόγοις. οὐκ ἄρα ὁ κόσμος αἰώνιον ἔχει τὴν ὑπόστασιν μὴ ἔχων ἄπειρον δύναμιν. εἰ δὲ μὴ ἔχῃ τὴν ὑπόστασιν αἰώνιον — τὸ γὰρ τοιοῦτον αἰῶνος μετέχει, τὸ δὲ μετέχον αἰῶνος ἀπείρου δυνάμεως μετέχει —, ἀνάγκη μὴ εἶναι τὸν κόσμον ἀεί· τὸ γὰρ ἀεὶ εἶναι καὶ αὐτὸς ἴδιον εἶναί φησιν τοῦ αἰῶνος ἀπὸ τούτου λέγων καὶ τὴν ἐπωνυμίαν εἰληφέναι τὸν αἰῶνα.» οὕτω δείξας ὁ Πρόκλος, ὅτι κατὰ τὰ Ἀριστοτέλει δοκοῦντα οὐ τῶν ἀεὶ ὄντων ἐστὶν ὁ κόσμος, δείκνυσιν ἐφεξῆς, ὅτι τὸ ἀεὶ γίνεσθαι αὐτῷ ἑτέρωθεν καὶ οὐκ ἐκ τῆς οἰκείας ὑπάρχει φύσεως· φησὶν γὰρ οὕτως «οὐδὲ γάρ, ὅπερ ἐπὶ τοῦ ἀεὶ ὄντος ἀληθές, τοῦτο καὶ ἐπὶ τοῦ ἀεὶ γινομένου, τὸ ὑπάρχειν αὐτῷ δύναμιν ἄπειρον διὰ τὸ ἀεὶ γίνεσθαι, ὡς ἐκείνῳ διὰ τὸ ἀεὶ εἶναι· ἀλλὰ τῷ ποιοῦντι τοῦτο, διὸ καὶ τοῦτο ἀεὶ γίνεται προσκτώμενον τὸ ἀεὶ εἶναι διὰ τὸ καθʼ ὕπαρξιν ἀεὶ ὂν καὶ ὅσον ἐφʼ ἑαυτῷ τὸ ἀεί οὐκ ἔχον. ὥστε ὁ τοῦ γινομένου ὁρισμὸς ἐφαρμόζοι ἂν καὶ τῷ κόσμῳ»· καὶ μετʼ ὀλίγα «πᾶν ἄρα τὸ γινόμενον αὐτὸ μὲν καθʼ ἑαυτὸ πάντως καὶ ἀπολλύμενόν ἐστιν, δεθὲν δὲ ὑπὸ τοῦ ὄντος μένον ἐν τῷ γίνεσθαι τὸ ὅλον τοῦτο γινόμενόν ἐστιν διὰ τὸ εἶναι οὐκ ἀπολλύμενον, ὃ ἐκ τοῦ ὄντος παρεσπάσατο. τὸν δʼ οὖν ὁρισμὸν αὐτὸ καθʼ ἑαυτὸ τὸ γινόμενον ἀπολαβόντα καὶ ἀπολλύμενον αὐτὸ προσεῖπεν ὡς τῇ αὐτοῦ φύσει τοιοῦτον ὄν». ὁ αὐτὸς ἐν τοῖς ἑξῆς «ἐπειδὴ γὰρ τὸ μὲν πᾶν πεπερασμένον, τὸ δὲ πεπερασμένον οὐκ ἔχει δύναμιν ἄπειρον, ὡς ἔδειξεν, τὸ δὲ κινοῦν τὴν ἄπειρον κίνησιν ἀπείρῳ δυνάμει κινεῖ, δηλονότι τὸ ἀκίνητον αἴτιον τῆς ἀπείρου τῷ παντὶ κινήσεως αὐτὸ τὴν ἄπειρον ἔχει δύναμιν. ὥστʼ ἐὰν τῷ λόγῳ χωρίσῃς ἐκείνου τὸ πᾶν, οὐ κινήσεται εἰς ἄπειρον οὐκ ἔχον δύναμιν ἄπειρον, ἀλλʼ ἕξει τοῦ κινεῖσθαι παῦλαν· ἐὰν δὲ πάλιν συνάψῃς αὐτὸ ἐκείνῳ, διʼ ἐκεῖνο κινήσεται εἰς ἄπειρον. καὶ οὐδέν γε ἄτοπον διʼ ἐπινοίας τὰ συνημμένα χωρίζειν, ἵνα κατίδωμεν, τί ποτε ἐκ θατέρου θατέρῳ πάρεστιν, καὶ κατιδόντες νοήσωμεν, τί μὲν ἀπὸ τῆς ἑαυτοῦ φύσεως ἔχει τὸ χεῖρον, τί δὲ ἀπὸ τῆς πρὸς τὸ κρεῖττον συντάξεως». καὶ μετὰ βραχέα «ὅλως γὰρ ἐπειδὴ καὶ ἐν τοῖς τῇδε τὸ μὲν φθείρεσθαι διʼ ἀδυναμίαν τὸ δὲ σῴζεσθαι διὰ δύναμιν ὑπάρχει, πολλῷ μᾶλλον ἐν τοῖς ἀφθάρτοις ἡ ἀφθαρσία διὰ δύναμιν. ἡ δὲ δύναμις δηλονότι ἄπειρον· ἡ γὰρ πεπερασμένη φθείρεται πᾶσα».

`241–242`

Εἰ τοίνυν, ὡς καὶ αὐτῷ δοκεῖ τῷ Πρόκλῳ, διὰ τὸ μὴ ἔχειν τὸν κόσμον ἄπειρον δύναμιν ἀνάγκη μὴ εἶναι αὐτὸν ἀεί, ἀλλὰ τὸ ἀεὶ εἶναι μᾶλλον δὲ γίνεσθαι ἐπίκτητον ἔχει ἀπὸ τοῦ ἀεὶ ὄντος, ὅσον ἐφʼ ἑαυτῷ τὸ ἀεὶ εἶναι οὐκ ἔχων, ἀλλὰ γινόμενος ὢν καὶ ἀπολλύμενος, καὶ διὰ τοῦτο, εἴ τις χωρίσειεν αὐτοῦ τὸ τῆς ἀειγενεσίας καὶ τῆς ἀεικινησίας αὐτῷ αἴτιον, διὰ τὸ αὐτὸν μὴ ἔχειν ἄπειρον δύναμιν καὶ τοῦ κινεῖσθαι παῦλαν ἕξει καὶ διὰ τοῦτο καὶ τοῦ εἶναι διὰ τὸ πᾶσαν τὴν πεπερασμένην δύναμιν φθείρεσθαι, εἰ οὖν ταῦτα δοκοῦντα τῷ Πλάτωνι καὶ ὁ Πρόκλος ὡμολόγησεν, δηλονότι φθαρτὸν εἶναι φύσει τὸν κόσμον φησίν, τὴν δὲ ἀφθαρσίαν αὐτῷ ὑπὲρ φύσιν ὑπάρχειν ἀπό τινος κρείττονος χορηγουμένην δυνάμεως. εἰ δὲ φύσει φθαρτὸς ὁ κόσμος, ὡς ἐν τῷ εἰρημένῳ λόγῳ Πρόκλος ἔδειξεν, καὶ διὰ τοῦτο καὶ γενητὸς ἐξ ἀνάγκης, δῆλός ἐστιν ὁ φιλόσοφος, ὡς ἑκὼν ἡμᾶς ἐνταῦθα παραλογίζεται τόν τε τρόπον, καθʼ ὃν ἄφθαρτον εἶναί φησιν τὸν κόσμον ὁ Πλάτων, παραπεμπόμενος· οὐ γάρ, εἴ τι ὑπὲρ τὴν αὑτοῦ φύσιν ὑπάρξοι τινί, τοῦτο τῆς οἰκείας αὐτὸ μεθίστησι φύσεως καὶ ὁμοφυὲς ἐκείνῳ ποιεῖ, ἀφʼ οὗ ἡ τοιαύτη αὐτῷ πέφυκε δύναμις· ἐπεὶ καὶ ὁ ὑπὲρ τὰς κορυφὰς τῶν ὀρῶν διατεταμένος αἰθὴρ τῷ οὐρανίῳ συγκυκλούμενος σώματι καὶ ὑπὲρ τὴν οἰκείαν φύσιν τὴν κίνησιν ταύτην κινούμενος, ὡς Ἀριστοτέλει δοκεῖ, οὐδὲν ἧττον καὶ οὗτος τῶν εὐθυφορουμένων ἐστὶν σωμάτων οὐδὲ χαρακτηριστικὴν ἕξει τῆς οἰκείας οὐσίας τὴν κίνησιν, ὡς διὰ τοῦτο καὶ αὐτὸν ὁμοειδῆ τῷ οὐρανίῳ σώματι λέγεσθαι. ἀλλʼ οὐδὲ τὰς ἐνθουσιώσας τῶν ψυχῶν καὶ ὑπὲρ τὴν οἰκείαν φύσιν γινωσκούσας «τά τʼ ἐόντα τά τε ἐσόμενα πρό τʼ ἐόντα» ἑτέρας ἂν εἴποιμεν οὐσίας παρὰ τὰς λοιπὰς διὰ τὴν θεόθεν αὐταῖς ἐπιφοιτήσασαν δύναμιν. ἤδη δὲ καί τινες τῶν παρʼ Ἕλλησιν ὡς αὐτοὶ φαῖεν ἂν θεοφορήτων, ἐγὼ δὲ φήσαιμι ἂν κατόχων δαίμοσιν πονηροῖς ξίφεσιν ὡς λόγος τὰ οἰκεῖα διατέμνοντες σώματα καὶ διὰ πυρὸς ἰόντες οὐδὲν ὧν πέφυκεν πάσχειν ὑπὸ πυρός τε καὶ σιδήρου τὰ σώματα, ὥς φασιν, ὑπομένουσιν· καὶ οὐ δήπου διὰ τοῦτο ἑτέρας ἂν φήσαιεν καὶ οὐ τῆς τῶν σωμάτων εἶναι αὐτὰ φύσεως ἢ τὸ ἀπαθὲς αὐτοῖς διὰ τοῦτο προσεῖναι καὶ ἄφθαρτον. οὕτω δὴ οὖν καὶ εἰ τὸ πᾶν τόδε ἔκ τινος ὑπερτέρας δυνάμεως ἐπιχορηγεῖται κατὰ Πλάτωνα τὸ ἀδιάλυτον, οὐκ ἤδη διὰ τοῦτο καὶ τῆς τῶν ἀφθάρτων τε καὶ ἀεὶ ὄντων φύσεως ἔσται ἀλλʼ, ἐπεὶ φύσει φθαρτόν ἐστιν, καὶ γενητὸν ἐξ ἀνάγκης ἔσται. ἅπερ δὲ ἐν τῷ τρισκαιδεκάτῳ κεφαλαίῳ τοῦ εἰρημένου λόγου τίθησιν ὁ Πρόκλος πρὸς Ἀριστοτέλην ἐγκαλοῦντα, ὡς φύσει φθαρτὸν εἶναι λέγει τὸν κόσμον ὁ Πλάτων διὰ δὲ τὴν τοῦ θεοῦ βούλησιν ἄφθαρτον εἶναι, πείθειν ἡμᾶς ὁ Πρόκλος ἐπιχειρῶν, ὅτι καὶ ἐκ τῆς οἰκείας φύσεως ὁ κόσμος καὶ ἐκ τῆς τοῦ θεοῦ βουλήσεως ἔχει τὸ ἄφθαρτον, ὡς μηδὲν ἀναγκαῖον ἔχοντα καὶ αὐτὸν ἑαυτῷ καὶ Πλάτωνι καὶ τῇ ἀληθείᾳ δεικνύντα μαχόμενον παρίημι λέγειν, ἵνα μὴ περιττὸν ὄχλον ἐπεισάγω τῷ λόγῳ· οὔτε γὰρ ὅτι πᾶν σῶμα πεπερασμένην ἔχει δύναμιν οὔτε ὅτι τὴν πεπερασμένην φθαρτὴν εἶναι ἀνάγκη καὶ εἰς τὸ διηνεκὲς οὐκ ἐπαρκεῖν, οὐκ ἔστιν ὁ ἐλέγχων λόγος. τοιαύτης οὖν οὔσης τῆς τοῦ κόσμου δυνάμεως ἀνάγκη πᾶσα φθαρτὸν εἶναι τοῦτον, ὅσον ἐπὶ τῇ δυνάμει τῆς οἰκείας φύσεως· ὥστε καὶ γενητὸν ἐξ ἀνάγκης, εἴπερ πᾶν τὸ φθαρτὸν καὶ γενητὸν ἐξ ἀνάγκης. ἐνδέχεται ἄρα γενητὸν ὄντα κατὰ χρόνον τὸν κόσμον καὶ διὰ τοῦτο λυτόν τε καὶ θνητὸν ἀπό τινος ὑπερτέρας ἢ κατὰ τὴν αὐτοῦ φύσιν δυνάμεως ἐπίκτητον καὶ ἐπισκευαστὴν τὴν ἀθανασίαν πορίζεσθαι, καὶ οὐχὶ διὰ τὸ μὴ φθείρεσθαι διὰ τοῦτο καὶ ἀγένητος ἔσται, ἐπεὶ μὴ κατὰ τὸν λόγον τῆς οἰκείας φύσεως ἔχῃ τὸ ἄφθαρτον.

Τέλος λύσεως τοῦ ἕκτου λόγου.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: uxc-bj`.
