---
title: "On the Eternity of the World: Argument 4"
title_greek: "Περὶ τῆς τοῦ κόσμου ἀϊδιότητος, Δʹ"
author: John Philoponus of Alexandria
eul_wid: uxc-bh
eul_aid: uxc
canonical: "https://eulogikon.org/works/john-philoponus-alexandria-eternity-world-argument-4-uxc-bh"
lang: grc
period: Late Antique
dialect: Koine
content_hash: "sha256:b0186803e752a011caf7d08dbf35a064e1d4f6fb373dfd1f788216d98015a091"
content_modified_at: "2026-11-15"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# On the Eternity of the World: Argument 4

*Περὶ τῆς τοῦ κόσμου ἀϊδιότητος, Δʹ*

**Author:** John Philoponus of Alexandria

**eul_wid:** `uxc-bh` · [HTML page](https://eulogikon.org/works/john-philoponus-alexandria-eternity-world-argument-4-uxc-bh)

## Text

Part of [On the Eternity of the World](/works/john-philoponus-alexandria-eternity-world-uxc-an)

`55`

Πρόκλου διαδόχου λόγος τέταρτος.

`56`

«Τέταρτος· πᾶν τὸ ἐξ ἀκινήτου γινόμενον αἰτίου κατὰ τὴν ὕπαρξιν ἀκίνητόν ἐστιν· εἰ γὰρ τὸ ποιοῦν ἀκίνητον, ἀμετάβλητόν ἐστιν, εἰ δὲ ἀμετάβλητον, αὐτῷ τῷ εἶναι ποιεῖ μὴ μεταβαῖνον ἐκ τοῦ ποιεῖν εἰς τὸ μὴ ποιεῖν μηδὲ ἐκ τοῦ μὴ ποιεῖν εἰς τὸ ποιεῖν· μεταβαῖνον γὰρ ἕξει μεταβολὴν αὐτὴν τὴν ἐκ θατέρου μετάβασιν εἰς θάτερον, εἰ δὲ ἕξει μεταβολήν, οὐκ ἂν εἴη ἀκίνητον. εἴ τι ἄρα ἀκίνητόν ἐστιν, ἢ οὐδέποτε ποιήσει ἢ ἀεί, ἵνα μὴ διὰ τὸ ποτὲ ποιεῖν κινῆται. ὥστʼ, εἴ τι ἀκίνητον αἴτιόν ἐστίν τινος, οὔτε οὐδέποτε αἴτιον ὂν οὔτε ποτέ, εἴη ἂν ἀεὶ αἴτιον, εἰ δὲ τοῦτο, ἀϊδίου ἐστὶν αἴτιον. εἰ τοίνυν τὸ αἴτιον τοῦ παντὸς ἀκίνητόν ἐστιν, ἵνα μὴ κινούμενον ἀτελὲς ᾖ πρότερον ὕστερον δὲ τέλειον — πᾶσα γὰρ κίνησις ἐνέργειά ἐστιν ἀτελής — καὶ ἵνα μὴ κινούμενον χρόνου δέηται χρόνον παράγον, ἀνάγκη τὸ πᾶν ἀΐδιον εἶναι ἀπὸ αἰτίου ἀκινήτου γιγνόμενον. ὥστε, εἴ τις εὐσεβεῖν οἰόμενος εἰς τὸν αἴτιον τοῦ παντὸς ἐκεῖνον λέγοι μόνον ἀΐδιον τὸν δὲ κόσμον οὐκ ἀΐδιον, τοῦτον λέγων οὐκ ἀΐδιον ἐκεῖνον ἀποφαίνει κινούμενον ἀλλʼ οὐκ ἀκίνητον· κινούμενον δὲ λέγων καὶ οὐκ ἀκίνητον οὐκ ἀεὶ λέγει τέλειον ἀλλὰ ποτὲ καὶ ἀτελῆ διὰ τὸ πᾶσαν εἶναι κίνησιν ἐνέργειαν ἀτελῆ καὶ ἐνδεᾶ τοῦ χείρονος — λέγω δὴ τοῦ χρόνου — διʼ αὐτὸ τὸ κινεῖσθαι, ποτὲ δὲ ἀτελῆ λέγων καὶ οὐκ ἀεὶ τέλειον καὶ ἐνδεᾶ τοῦ χείρονος ἀσεβεῖ διαφερόντως· εἴ τις ἄρα εὐσεβεῖν οἰόμενος εἰς τὸν αἴτιον τοῦ παντὸς ἐκεῖνον λέγοι μόνον ἀΐδιον, ἀσεβεῖ διαφερόντως.»

`57`

Κεφάλαια τῆς λύσεως τοῦ τετάρτου λόγου.

αʹ. Ἔκθεσις τῶν ἐν τῷ τετάρτῳ ἐπιχειρήματι δύο συλλογισμῶν. καὶ ὅτι παρὰ τὴν ἐλάττονα πρότασιν κοινὴν οὖσαν ἐν ἀμφοτέροις τὸν παραλογισμὸν ὁ Πρόκλος συνέπλεξεν.

βʹ. Ὅτι πολλάκις καὶ παρὰ τὰ δοκοῦντα αὐτοῖς εἰς ἀνατροπὴν τῆς καθʼ ἡμᾶς ἀληθείας τοὺς παραλογισμοὺς ῥάπτουσιν.

γʹ. Ὅτι τὸ μὴ ποιοῦν πρότερον εἶτʼ αὖθις ποιοῦν καὶ ὅλως τὸ ἐκ τῆς ἕξεως τὴν ἐνέργειαν προχειριζόμενον οὐ κινεῖται οὐδʼ ὅλως μεταβάλλει.

δʹ. Ὅτι οὐκ ἔστιν ἡ τοῦ θεοῦ ἐνέργεια κίνησις, καὶ τίς ἡ ἀτελὴς ἐνέργεια καὶ τίς ἡ τελεία.

εʹ. Ὅτι οὐδὲ ἡ ἀτελὴς ἐνέργεια καὶ ἐν παρατάσει γινομένη χρόνου κίνησίς ἐστιν οὐ τοῦ ἐνεργοῦντος ἀλλὰ τοῦ πάσχοντος κατʼ οὐδὲν τοῦ κινοῦντος ἀλλοιοτέρου γινομένου διὰ τὸ πρότερον μὲν μὴ κινεῖν ὕστερον δὲ κινεῖν.

ϛʹ. Μαρτυρίαι εἰς τὸ αὐτὸ Ἀριστοτέλους.

ζʹ. Ἐκ τῶν Ἀριστοτέλους περὶ τοῦ δυνάμει καὶ τοῦ ἐνεργείᾳ. καὶ ὅτι οὐδὲ ἀλλοιώσεως ἢ ὅλως κινήσεως ἡ ἀπὸ τῆς ἕξεως προχείρισις τῆς ἐνεργείας γίνεται.

ηʹ. Ὅτι οὐκ ἐξ ἀγνοίας ὁ Πρόκλος ἀλλʼ ἑκουσίως πρὸς ἐξαπάτην τῶν ἀπείρων τῇ τοιαύτῃ τῶν παραλογισμῶν ἰδέᾳ χρῆται.

`58`

θʹ. Ἀπορία καὶ λύσις, ὅτι οὐκ ἀφαιρούμεθα τὸ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν τὸν θεόν, ἀεὶ μὲν καθʼ ἕξιν δημιουργὸν αὐτὸν εἶναι τοῦ κόσμου ὑποτιθέμενοι, μὴ ἐξ ἀϊδίου δὲ δεδημιουργηκέναι τὸν κόσμον. ἐν ᾧ, ὅτι ταὐτὸν ἐπὶ θεοῦ ἕξις τε καὶ ἐνέργεια καὶ ὅτι οὐχ ἅμα τῇ περὶ τῶν ὄντων νοήσει τοῦ θεοῦ καὶ τὰ πράγματα εἶναι ἀνάγκη.

ιʹ. Ὅτι οὐ τὸ ποτὲ μὲν ἐθέλειν τὸν θεὸν τὸ αὐτὸ ποτὲ δὲ μὴ θέλειν ἀλλοίωσίς ἐστιν καὶ ὅτι ὅλως οὐδὲ διάφοροι αἱ τοῦ θεοῦ βουλήσεις ἀλλὰ μία καὶ ἁπλῆ καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσα τῷ ἀεὶ τοῦ ἀγαθοῦ εἶναι, περὶ δὲ τὰ μετέχοντα ἡ μεταβολὴ θεωρεῖται.

αιʹ. Ἔκθεσις ἀπορίας καὶ ἔλεγχος τῆς λεγούσης, ὅτι, εἰ μὴ ἀεὶ ἦν ὁ κόσμος, πρὶν γενέσθαι δυνάμει ἦν δημιουργὸς ὁ θεὸς καὶ διὰ τοῦτο ἀτελής. ἐν ᾧ, ὅτι πᾶσα οὐσία αὐτὴ ὑφʼ ἑαυτῆς ἀσχέτως κατὰ τὰς ἐνθεωρουμένας ἐν αὐτῇ φυσικὰς δυνάμεις τὸ τέλειον ἔχει, οὐ κατὰ τὰς ἔξω προϊούσας ἀπὸ τῶν δυνάμεων εἰς ἕτερα ἐνεργείας.

βιʹ. Ὅτι αὔταρκες τὸ θεῖον καὶ αὐτὸ ἑαυτοῦ συμπληρωτικόν ἐστιν οὐδενὸς τῶν ἔξωθεν εἰς τὴν ἑαυτοῦ δεόμενον τελειότητα. καὶ ὅτι ἐν τῇ τῶν δημιουργικῶν λόγων ἀϊδίῳ ὑπάρξει, οὐκ ἐν τῷ δημιουργεῖν ὁ θεὸς ἔχει τὴν τελειότητα.

γιʹ. Ὅτι οὐ μόνον τῶν καθόλου ἀλλὰ καὶ τῶν μερικωτάτων δημιουργός ἐστιν ὁ θεός.

`59`

διʹ. Ὅτι, διʼ ὧν τὴν ἡμετέραν περὶ τοῦ κόσμου ὑπόθεσιν εἰς ἄτοπον δοκοῦσιν ἀπάγειν λέγοντες ὡς, εἴπερ γέγονεν ὁ κόσμος, πρὶν γενέσθαι δυνάμει ἦν αὐτοῦ δημιουργὸς καὶ ταύτῃ ἀτελής, διʼ αὐτῶν τούτων εἰς μείζονα ἀτοπίαν ἀπάγονται ἀεὶ δυνάμει εἶναι τὸν θεὸν δημιουργὸν καὶ ἀεὶ ἀτελὴς ὢν ἐπὶ ταῖς ἰδίαις ποιοῦντες ὑποθέσεσιν.

ειʹ. Ὅτι κακουργῶν πάλιν ἐν τοῖς λόγοις ὁ Πρόκλος ἐλέγχεται.

ϛιʹ. Ὅτι καὶ κατὰ τὰς κοινὰς ἐννοίας καὶ κατὰ τὸν φιλόσοφον Πλωτῖνον αὐτὸς ἀφʼ ἑαυτοῦ τέλειός ἐστιν δημιουργὸς ὁ θεὸς οὐδὲν ἐκ τοῦ δημιουργεῖν ὕστερον προσλαμβάνων εἰς τελειότητα διὰ τὸ πάντα ἤδη τῇ προγνώσει παρεῖναι τῷ θεῷ καὶ τὰ μήπω παρηγμένα εἰς γένεσιν.

Λύσις τοῦ τετάρτου λόγου.

`60–61`

αʹ. Δύο συλλογισμῶν ἐν τῷ τετάρτῳ τῶν ἐπιχειρημάτων παρὰ τοῦ φιλοσόφου τεθέντων καὶ τῆς ἐλάττονος προτάσεως κοινῆς οὔσης ἐν ἀμφοτέροις παρὰ ταύτην καὶ μόνην — τὴν ἐλάττονα λέγω πρότασιν — ψευδῆ οὖσαν ἡ τοῦ παραλογισμοῦ αἰτία γέγονεν· ἑνὸς γὰρ τῷ ὄντι δοθέντος ἀτόπου μυρία ἀνάγκη ἕπεσθαι ἄτοπα. ἄξιον δὲ αὐτοὺς ἐκθέσθαι πρῶτον τοὺς τοῦ φιλοσόφου συλλογισμούς, εἶθʼ οὕτως ἐπὶ τὸν ἔλεγχον τῆς ψευδοῦς χωρῆσαι προτάσεως — φημὶ δὴ τῆς ἐλάττονος· ταύτης γὰρ ἐλεγχθείσης λύεται τὸ κατὰ τῆς ἀληθείας τοῦ μεγάλου Πρόκλου σκευώρημα. ἔστιν οὖν ὁ ἕτερος τῶν συλλογισμῶν τοιοῦτος. τὸ ἐκ τοῦ μὴ ποιεῖν, φησίν, εἰς τὸ ποιεῖν μεταβαῖνον μεταβολὴν ἕξει, πᾶν δὲ τὸ μεταβάλλον κινεῖται· πᾶσα γὰρ τῷ ὄντι μεταβολὴ ἢ κίνησίς τίς ἐστιν ἢ οὐκ ἄνευ κινήσεως. πᾶσα δὲ κίνησις ἀτελής ἐστιν ἐνέργεια, ὡς δέδεικται τῷ Ἀριστοτέλει, οἷον ἡ λεύκανσις· οὔτε γὰρ μελαίνεται οὐδʼ οὔπω λευκόν ἐστιν τὸ λευκαινόμενον· ὁδὸς γάρ ἐστιν ἡ λεύκανσις ἐπὶ τὸ λευκὸν ἀπὸ τοῦ μέλανος. εἰ οὖν ἡ μὲν κίνησις ἀτελής ἐστιν ἐνέργεια, ὁ δὲ θεὸς οὐκ ἀτελής, οὐδʼ ἄρα κινεῖται, εἰ δὲ οὐ κινεῖται, οὐδὲ μὴ μεταβάλλῃ, εἰ δὲ μὴ μεταβάλλει, οὐδὲ ἐκ τοῦ μὴ ποιεῖν εἰς τὸ ποιεῖν μεταβήσεται· μεταβολὴ γάρ, φησίν, τὸ τοιοῦτο καὶ κίνησις. ὁ μὲν οὖν ἕτερος τῶν συλλογισμῶν τοιοῦτος. τούτου δὲ τοῦ συλλογισμοῦ τὴν μείζονα πρότασιν ἀμείψας εἰς ἕτερον ἄτοπον ἀπάγει τὸν λόγον· τὸ γὰρ πρότερον μὲν μὴ ποιοῦν, φησίν, ὕστερον δὲ ποιοῦν μεταβάλλει, τὸ μεταβάλλον κινεῖται, τὸ κινούμενον χρόνου δεῖται — πᾶσα γὰρ κίνησις ἐν χρόνῳ —, τὸ ἄρα πρότερον μὲν μὴ ποιοῦν ὕστερον δὲ ποιοῦν χρόνου δεῖται. εἰ οὖν χρόνου ποιητὴς ὁ θεός, οὐκ ἄρα ἐκ τοῦ μὴ ποιεῖν εἰς τὸ ποιεῖν μεταβαίνει, ἵνα μὴ ἐνδεὴς χρόνου γένηται, οὗπερ αὐτός ἐστιν ποιητής. ἐξ ὧν συνάγει, ὅτι, εἰ καὶ τέλειος ὁ θεὸς καὶ πάντῃ ἀκίνητός τε καὶ ἀμετάβλητος καὶ χρόνου μὴ δεόμενος ἅτε δὴ χρόνου ὢν ποιητής, τὸ δὲ μὴ ποιοῦν πρότερον εἶτα ποιοῦν κινεῖται καὶ διὰ τοῦτο ἀτελές ἐστιν καὶ χρόνου δεῖται, ἢ οὐδέποτε ποιήσει ἢ ἀεὶ ποιήσει, ἵνʼ ἔχοι τὸ ἀκίνητον ἐν θατέρῳ καὶ ἀμετάβλητον. εἰ οὖν τὸ πρότερον ψεῦδος — λέγω δὴ τὸ μηδέποτε ποιεῖν —, ἀεὶ ἄρα ποιήσει, εἰ δὲ ἀεὶ ποιήσει τὸν κόσμον, ἀεὶ καὶ ὁ κόσμος ἔστιν ἐξ ἀνάγκης. ἡ μὲν οὖν τῶν συλλογισμῶν τοῦ Πρόκλου ἀγωγὴ τοιαύτη.

βʹ. Ἐμοὶ δὲ θαυμάζειν ἔπεισιν, ὅπως τὸν ἐκ τοῦ οἰκείου συνειδότος παρακρουόμενοι ἔλεγχον πολλάκις καὶ παρὰ τὰ σφίσιν αὐτοῖς καλῶς ἀποδειχθέντα κατὰ τῆς ἀληθείας ὁπλίζονται πάσῃ μηχανῇ τοὺς ἀπείρους τῆς τῶν συλλογισμῶν δεινότητος παρακρουόμενοι. ὅτι μὲν γὰρ πᾶσα κίνησις ἀτελής ἐστιν ἐνέργεια καὶ ὅτι πᾶσα μεταβολὴ ἢ κίνησίς τίς ἐστιν ἢ οὐκ ἄνευ κινήσεως, ἀληθές· ὅτι δὲ τὸ ἐκ τοῦ μὴ ποιεῖν ἢ ἁπλῶς μὴ ἐνεργεῖν αὖθις ποιοῦν ἢ ἁπλῶς ἐνεργοῦν οὐδεμίαν κίνησιν ἢ ἀλλοίωσιν ὑπομένει, οὐδὲν μὲν ἴσως ἡμᾶς ἔδει κατασκευάζειν ἀλλʼ αὐτὰ μόνα τὰ Ἀριστοτέλους παρατίθεσθαι, διʼ ὧν ἐν πολλαῖς ἑαυτοῦ πραγματείαις τοῦθʼ ἡμᾶς μετὰ ἀποδείξεως δεδίδαχεν, οἷς οὐδὲν τὸν Πρόκλον ἀντιλέγειν ὑπολαμβάνω, ἀλλʼ ἵνα μὴ ταῖς ἄλλων δόξαις ἐπαναπαύεσθαι δόξωμεν, ἡμεῖς ἐφʼ ἑαυτῶν πρῶτον τὸν λόγον σκοπήσωμεν, εἶτα λοιπὸν καὶ ταῖς Ἀριστοτέλους μαρτυρίαις τὴν ἀλήθειαν ἐπισφραγίσωμεν.

`62–64`

γʹ. «Τὸ ἐκ τοῦ πρότερον μὴ ποιεῖν», φησίν, «εἰς τὸ ποιεῖν μεταβαῖνον μεταβολὴν ἕξει καὶ κίνησιν». ἐκεῖνο πρῶτον ἐν τούτοις ἐπισημήνασθαι ἀναγκαῖον· παντὶ δῆλον ὑπάρχει, ὡς ὅτι τὸ μὴ ποιοῦν πρότερον εἶτα ποιοῦν ἐκ τοῦ δευτέρου δυνάμει τοῦ κατὰ τὴν ἕξιν, ὅπερ καὶ πρῶτόν ἐστιν ἐνεργείᾳ, εἰς τὴν δευτέραν ἐνέργειαν πρόεισιν, οἷον ὁ οἰκοδόμος· εἰ γὰρ μὴ οἰκοδομῶν πρότερον αὖθις οἰκοδομήσει, ἐκ τῆς τοῦ οἰκοδομεῖν ἕξεως τὴν τῆς οἰκοδομίας ἐνέργειαν προχειρίζεται· ἡ γὰρ ἐκ τῆς προτέρας δυνάμεως εἰς τὴν ἕξιν μετάβασις οὐ ποίησίς ἐστιν, πῆσις δὲ μᾶλλον, καὶ τὸ ἐκ τῆς προτέρας δυνάμεως εἰς τὴν ἕξιν μεταβάλλον πάσχει μᾶλλον, οὐ ποιεῖ, οἷον τὸ παιδίον τὸ δυνάμει γραμματικὸν ἐπειδὰν τὴν ἕξιν τῆς γραμματικῆς τέχνης πορίζηται, πάσχει μᾶλλον ὑπὸ τοῦ διδασκάλου, οὐκ αὐτὸ ποιεῖ εἰς ἕτερον· καὶ ἐπὶ πάντων ὁ αὐτὸς λόγος. ὥστε, εἰ τὸ πρότερον μὲν μὴ ποιοῦν ὕστερον δὲ ποιοῦν ἐκ τοῦ δευτέρου δυνάμει εἰς τὴν δευτέραν ἐνέργειαν πρόεισιν, τὴν δὲ τοιαύτην ἐκ τῆς ἕξεως πρόοδον κίνησίν φησιν ὁ Πρόκλος, σαφῶς ἄρα τὴν ἐκ τῆς ἕξεως εἰς τὴν ἐνέργειαν πρόοδον κίνησιν εἶναι καὶ μεταβολὴν ἀποφαίνεται. εἰ δὲ τὸ ἐκ τῆς ἕξεως τὴν ἐνέργειαν προχειριζόμενον κινεῖται, ἀνάγκη πᾶσα ἤτοι τὴν πρὸ τοῦ ποιεῖν τε καὶ ἐνεργεῖν διάθεσιν κίνησιν εἶναι ἢ αὐτὴν τὴν ποίησιν καὶ ἐνέργειαν ἢ ἄλλην τινὰ διάθεσιν μεταξὺ τοῦ ποιεῖν τε καὶ μὴ ποιεῖν θεωρουμένην· οὐ γὰρ ἔστιν παρὰ ταῦτα. ἀλλʼ οὔτε τὴν πρὸ τοῦ ποιεῖν διάθεσιν τοῦ ποιητικοῦ δυνατόν ἐστιν κίνησιν λέγειν, τουτέστιν καθʼ ἣν τὴν ἕξιν τοῦ ποιεῖν εἶχεν ἄνευ τῆς ἐνεργείας· ἀκινησία γὰρ μᾶλλον τὸ μὴ ποιεῖν, οὐ κίνησις, ὡς καὶ τῷ Πρόκλῳ δοκεῖ· «εἴ τι γὰρ ἀκίνητον», φησίν, «ἐστίν, ἢ οὐδέποτε ποιήσει ἢ ἀεὶ ποιήσει», ὡς τοῦ μὴ ποιεῖν δηλονότι ἀκινησίας οὔσης καὶ οὐ κινήσεως. οὐκ ἄρα ἡ τοῦ ποιεῖν ἕξις ἄνευ τῆς ἐνεργείας κίνησίς ἐστιν. ἀλλʼ οὐδὲ μεταξὺ τοῦ ποιεῖν τε καὶ μὴ ποιεῖν δυνατόν ἐστιν κίνησίν τινα ἐννοεῖν· ἄχρονος γὰρ ἡ ἐκ τῆς ἕξεως γίνεται τῆς ἐνεργείας προχείρισις· ἐν γὰρ τῷ αὐτῷ πέρας μέν ἐστιν τοῦ μὴ ποιεῖν, ἀρχὴ δὲ τοῦ ποιεῖν· καθʼ ἓν γὰρ καὶ τὸ αὐτὸ νῦν τοῦ μὴ γράφειν εἰ τύχοι παυσάμενος μετέβην ἐπὶ τὸ γράφειν, καὶ ἐπὶ πάντων ὡσαύτως. οὐδεὶς ἄρα χρόνος ἐστὶν μεταξὺ τοῦ μὴ ποιεῖν τε καὶ ποιεῖν καὶ ὅλως πάσης ἕξεως καὶ τῆς ἀπὸ τῆς ἕξεως ἐνεργείας· εἰ γάρ τις εἴη χρόνος μεταξὺ τοῦ μὴ ποιεῖν τε καὶ ποιεῖν καὶ καθόλου πάσης ἀντιφάσεως, ἐν τούτῳ οὔτε οὐ ποιήσει — πέπαυται γὰρ τοῦ μὴ ποιεῖν — οὔτε ποιήσει — οὔπω γὰρ τοῦ ποιεῖν ἤρξατο· ἐν τῷ αὐτῷ ἄρα χρόνῳ οὔτε ποιήσει οὔτε οὐ ποιήσει· ὅπερ ἐστὶν ἀδύνατον· συναληθεύσει γὰρ ἡ ἀντίφασις. εἰ δὲ μηδεὶς χρόνος ἐστὶν μεταξὺ τοῦ μὴ ποιεῖν τε καὶ ποιεῖν καὶ ὅλως τῆς ἕξεως καὶ τῆς ἐκ ταύτης προϊούσης ἐνεργείας, ἐπεὶ μηδὲ διάθεσίς τις ἑτέρα ἐστὶν μεταξύ, οὐδὲ κίνησις ἄρα οὐδεμία ἔσται μεταξὺ οὐδʼ ὅλως μεταβολή· πᾶσα γὰρ μεταβολὴ ἐν χρόνῳ, οὐδεὶς δὲ χρόνος μεταξὺ δέδεικται, ὥστε οὐδὲ μεταβολή. οὔτε ἄρα πρὸ τοῦ ποιεῖν οὐδὲ μεταξὺ τοῦ ποιεῖν τε καὶ μὴ ποιεῖν ἐνδέχεται κινεῖσθαι τὸ πρότερον μὲν μὴ ποιοῦν ὕστερον δὲ ποιοῦν καὶ ὅλως τὸ ἐκ τῆς ἕξεως τὴν ἐνέργειαν προχειριζόμενον. λείπεται τοίνυν αὐτὴν τὴν ποίησιν εἶναι κίνησιν. εἰ δὲ τοῦτο, ἀεὶ δὲ ποιεῖ κατʼ αὐτοὺς ὁ θεός, ἀεὶ ἄρα καὶ κινεῖται· «εἴ τι γὰρ ἀκίνητόν ἐστιν», φησίν, «ἢ οὐδέποτε ποιήσει ἢ ἀεὶ ποιήσει, ἵνα μὴ διὰ τὸ ποτὲ ποιεῖν κινῆται». εἰ οὖν ἀεὶ ποιεῖ, ἡ δὲ ποίησις κίνησις — τοῦτο γὰρ τῆς διαιρέσεως τὸ μόριον λείπεται —, ἀεὶ ἄρα ὁ θεὸς κινεῖται. ἡ δὲ κίνησις ἀτελὴς ἐνέργεια καὶ ἐν χρόνῳ· ἀεὶ ἄρα κατʼ αὐτοὺς ἐν κινήσει τὸ θεῖον καὶ διὰ τοῦτο ἀτελές τε καὶ χρόνου δεῖται. εἰς αὐτοὺς ἄρα τὸ σοφὸν αὐτῶν περιῆλθεν· τοιοῦτο γὰρ τὸ ψεῦδος ὑφʼ ἑαυτοῦ φωρᾶται καὶ περὶ αὑτὸ καταρρεῖ. εἰ τοίνυν μήτε πρὸ τοῦ ποιεῖν μήτε μεταξὺ τοῦ μὴ ποιεῖν τε καὶ ποιεῖν κίνησίς τις θεωρεῖται μήτε αὐτὴ ἡ ποίησις τοῦ θεοῦ κίνησίς ἐστιν, οὐδαμῇ ἄρα οὐδαμῶς ἐνδέχεται κινεῖσθαι τὸν θεὸν ἐκ τῆς τοῦ ποιεῖν ἕξεως τὴν κατʼ αὐτὴν ἐνέργειαν προχειριζόμενον. καὶ τί λέγω τὸν θεόν; ἀλλʼ οὐδὲ ἄλλο οὐδὲν τῶν ἕξιν τινὰ ἐχόντων εἶτα κατʼ αὐτὴν ἐνεργούντων ἀλλοίωσίν τινα καὶ κίνησιν ὑπομένειν ἐνδέχεται διὰ τοῦτο μόνον τὸ ἐκ τῆς ἕξεως τὴν κατʼ αὐτὴν ἐνέργειαν προχειρίζεσθαι· οἱ αὐτοὶ γὰρ οὗτοι λόγοι καὶ ἐπὶ πάντων ἁρμόσουσιν, ἔτι δὲ καὶ προϊόντες ἐναργέστερον δείξομεν.

`65`

δʹ. Ὅτι δὲ οὐ θέμις τὴν ποίησιν τοῦ θεοῦ καὶ ὅλως τὴν ἐνέργειαν κίνησιν ὑποτίθεσθαι αὐτῷ μόνῳ τῷ θέλειν πάντα παράγουσαν καὶ χρόνου ἢ διαστάσεώς τινος εἰς οὐσίωσιν τῶν πραγμάτων μὴ δεομένην, παντὶ δῆλον οἶμαι. οὐδὲ γὰρ πᾶσα ἐνέργεια εὐθὺς καὶ κίνησίς ἐστιν· ἐπιπλέον γὰρ ἡ ἐνέργεια τῆς κινήσεως, ὡς Ἀριστοτέλει δοκεῖ. διττὴν γὰρ εἶναί φησιν τὴν ἐνέργειαν, τὴν μὲν τελείαν, τὴν δὲ ἀτελῆ. τὴν μὲν οὖν ἀτελῆ ἐνέργειαν κίνησιν εἶναί φησιν· ἔστιν γὰρ κατʼ αὐτὸν ἡ κίνησις ἡ ἀπὸ τοῦ πρώτου δυνάμει ἐπὶ τὴν ἕξιν μεταβολή· οὕτως γὰρ αὐτὴν ἐν τῷ τρίτῳ λόγῳ τῆς φυσικῆς ἀκροάσεως ὡρίσατο, ὅτι ἔστιν ἡ κίνησις ἐντελέχεια τοῦ δυνάμει ὄντος, ᾗ τοιοῦτόν ἐστιν. ἐντελέχειαν δέ φησιν αὐτὴν τὴν τῆς δυνάμεως ἐνέργειάν τε καὶ τελείωσιν. οὕτω μὲν οὖν ἀτελής ἐστιν ἐνέργεια ἡ κίνησις. τελείαν δὲ ἐνέργειάν φησιν εἶναι τὴν ἀθρόαν ἀπὸ τῆς ἕξεως προβολὴν μηδὲν ἀλλοιοτέρας γινομένης τῆς ἕξεως. ἀθρόα δέ ἐστιν προβολὴ ἡ μὴ συμπροϊοῦσα τῇ κινήσει τοῦ χρόνου ἀλλʼ ἐν τῷ νῦν γιγνομένη, οἵα ἐστὶν ἡ τοῦ φωτὸς ἐκ τοῦ φωτίζοντος πρόοδος· ἅμα γὰρ τῷ φανῆναι τὸ φωτιστικὸν οἷον τὸ πῦρ ἢ τὸν ἥλιον ἀθρόον πᾶν τὸ ἐπιτήδειον καταλάμπεται. τοιαύτη ἐστὶν καὶ ἡ τῆς ὄψεως ἐνέργεια· ἅμα γὰρ τῷ ἀναβλέψαι ἀχρόνως τῶν αἰσθητῶν ἀντιλαμβανόμεθα. ὅθεν οὐδὲ τὰς αἰσθήσεις ὁ Ἀριστοτέλης κινεῖσθαί φησιν ἐν τῇ τῶν αἰσθητῶν ἀντιλήψει. ἀλλʼ οὐδὲ ἡ τοῦ νοῦ ἐνέργεια κίνησίς ἐστιν· ἀθρόως γὰρ καὶ ἄνευ τινὸς διαστάσεως τοῦ νοητοῦ θιγγάνει. εἰ οὖν ἡ τούτων ἐνέργεια ἄχρονος καὶ διὰ τοῦτο τελεία καὶ οὐ κίνησις, πῶς ἂν τὴν τοῦ θεοῦ ἐνέργειαν κίνησιν εἰπεῖν τολμήσειεν;

`66`

εʹ. Καίτοι γε οὐδὲ τὰς ἀτελεῖς ἐνεργείας καὶ ἐν χρόνῳ γινομένας κινήσεις καλεῖν τῶν ἐνεργούντων ὁ Ἀριστοτέλης ἠξίωσεν, τῶν πασχόντων δὲ μᾶλλον. ὁ γὰρ οἰκοδομικὸς νοῦς ἢ ὁ διδασκαλικὸς ἐν τῷ οἰκοδομεῖν ἢ διδάσκειν οὐδεμίαν αὐτὸς ἀλλοίωσιν ἢ ὅλως κίνησιν ὑπομένει· εἰλήφθω γὰρ τέλειος ὅ τε οἰκοδόμος καὶ ὁ διδάσκαλος καὶ μὴ τῷ ἀτελὴς εἶναι τῇ συγγυμνασίᾳ διδασκόμενος. εἰ οὖν τοιοῦτος εἴη διδάσκαλος, εἶτα διδάσκει, αὐτὸς μὲν ἀλλοίωσιν ἢ κίνησιν οὐδεμίαν ἐκ τοῦ διδάσκειν ὑπέμεινεν, ἡ μέντοι γε ἐκ τῆς διδασκαλίας κίνησις περὶ τὸν μαθητὴν γέγονεν· οὗτος γάρ ἐστιν ὁ ἀλλοιούμενος καὶ μεταβάλλων ἐκ τοῦ μὴ γινώσκειν εἰς τὸ γινώσκειν. ὁμοίως καὶ ὁ οἰκοδομικὸς νοῦς τέλειος ὢν ἔπειτα κινῶν εἰς τὸ οἰκοδομεῖν τὸ σῶμα οὐδὲν αὐτὸς ἑαυτοῦ ἀλλοιότερος γίνεται, ἡ δὲ κίνησις περὶ τὸ οἰκοδομούμενον θεωρεῖται, φημὶ δὴ τοὺς λίθους καὶ τὰ ξύλα· ταῦτα γάρ ἐστιν τὰ τὴν ἀλλοίωσιν ὑπομένοντα· καὶ ἐπὶ πάντων ὁ αὐτὸς λόγος. καίτοι γε τούτων ἁπάντων ἡ ἐνέργεια οὐκ ἄχρονος. ἀλλʼ ἡ ἀλλοίωσις καὶ ἡ κίνησις περὶ τὸ πάσχον οὐ περὶ τὸ ἐνεργοῦν γίνεται· οὐδεμία γάρ τις διάθεσις ἀλλοιοτέρα οὔτε περὶ τὸν διδασκαλικὸν νοῦν οὔτε περὶ τὸν οἰκοδομικὸν διὰ τὸ διδάσκειν ἢ οἰκοδομεῖν γέγονεν· εἰ γὰρ καὶ τὸ σῶμα κινεῖται, ἀλλʼ ὡς ὄργανον, καὶ ἡ κίνησις ἑτέρα καὶ οὐχ ἣν κινεῖται τὰ ὑποκείμενα· κατὰ τόπον γὰρ ἡ τοῦ σώματος κίνησις, ὁ δὲ θεὸς αὐτῷ μόνῳ τῷ θέλειν παράγει τὰ πάντα μηδενὸς ὀργάνου τοῦ συνεργοῦντος δεόμενος.

`67–68`

ϛʹ. Ἴσως δʼ οὐκ ἄχρηστον καὶ ἐπὶ λέξεως αὐτοῖς τούτοις μαρτυροῦντα τὸν Ἀριστοτέλη παραθέσθαι· ἐν γοῦν τῷ τρίτῳ τῆς φυσικῆς ἀκροάσεως ὁρισάμενος τὴν κίνησιν ἐπιφέρει μετὰ βραχέα καὶ ταῦτα «ὅτι δὲ τοῦτό ἐστιν κίνησις, ἐντεῦθεν δῆλον· ὅταν γὰρ τὸ οἰκοδομητόν, ᾗ τοιοῦτον αὐτὸ λέγομεν εἶναι, ἐντελεχείᾳ ᾖ, οἰκοδομεῖται καὶ ἔστιν τοῦτο οἰκοδόμησις· ὁμοίως δὲ καὶ μάθησις καὶ ἰάτρευσις»· καὶ μετʼ ὀλίγα «ἐνδέχεται γὰρ ἕκαστον ὁτὲ μὲν ἐνεργεῖν, ὁτὲ δὲ μή, οἷον τὸ οἰκοδομητὸν καὶ ἡ τοῦ οἰκοδομητοῦ ἐντελέχεια, ᾗ οἰκοδομητόν, ἡ οἰκοδόμησίς ἐστιν· ἢ γὰρ τοῦτό ἐστιν οἰκοδόμησις ἢ ἡ ἐνεργείᾳ οἰκία· ἀλλʼ ὅταν ᾖ οἰκία, οὐκέτι οἰκοδομητόν ἐστιν· οἰκοδομεῖται δὲ τὸ οἰκοδομητόν· ἀνάγκη ἄρα οἰκοδόμησιν τὴν ἐνέργειαν εἶναι· ἡ δὲ οἰκοδόμησις κίνησίς τις. ἀλλὰ μὴν ὁ αὐτὸς ἐφαρμόσει λόγος καὶ ἐπὶ τῶν ἄλλων κινήσεων». σαφῶς ἄρα διὰ τούτων τὴν οἰκοδόμησιν τελειότητα εἶναί φησιν οὐ τοῦ οἰκοδομικοῦ, τουτέστιν τοῦ οἰκοδόμου, ἀλλὰ τοῦ οἰκοδομητοῦ, τουτέστιν τοῦ οἰκοδομουμένου, ὅπερ ἐστὶν λίθοι καὶ ξύλα. τὸ αὐτό φησιν καὶ ἐπὶ μαθήσεως καὶ ἰατρεύσεως, ὅτι ἡ μάθησις τελείωσίς ἐστιν οὐ τοῦ διδασκάλου οὐδὲ ἡ ἰάτρευσις τοῦ ἰατροῦ, ἀλλὰ τοῦ διδασκομένου καὶ τοῦ ἰατρευομένου, τοῦ λόγου τούτου καὶ ἐπὶ πάσης κινήσεως συντείνοντος. καὶ μετʼ ὀλίγα δὲ πάλιν ἀπορίαν τινὰ περὶ κινήσεως ἐπιλυόμενος τὰ παραπλήσια ἐπήγαγεν· φησὶν γὰρ οὕτως «καὶ τὸ ἀπορούμενον δὲ φανερόν, ὅτι ἔστιν ἡ κίνησις ἐν τῷ κινητῷ· ἐντελέχεια γάρ ἐστιν τούτου ὑπὸ τοῦ κινητικοῦ. καὶ τοῦ κινητικοῦ ἐνέργεια οὐκ ἄλλη ἐστίν· δεῖ μὲν γὰρ εἶναι ἐντελέχειαν ἀμφοῖν· κινητικὸν μὲν γάρ ἐστιν τῷ δύνασθαι, κινοῦν δὲ τῷ ἐνεργεῖν· ἀλλʼ ἔστιν ἐνεργητικὸν τοῦ κινητοῦ». ὃ δέ φησιν διὰ τούτων, τοιοῦτόν ἐστιν, ὅτι, εἰ καὶ μία οὖσα τυχὸν ἡ οἰκοδόμησις ἐντελέχειά ἐστιν καὶ τοῦ οἰκοδομοῦντος καὶ τοῦ οἰκοδομουμένου, ἀλλʼ οὖν ἡ κίνησις οὐκ ἐν τῷ οἰκοδομοῦντί ἐστιν ἀλλʼ ἐν τῷ οἰκοδομουμένῳ· τελείωσις γάρ ἐστιν τοῦ οἰκοδομητοῦ ὑπὸ τοῦ οἰκοδομοῦντος γινομένη. τὸ αὐτὸ καὶ ἐπὶ πάσης κινήσεως. δέδεικται ἄρα καὶ ἐκ τῶν Ἀριστοτέλει δοκούντων, ὅτι ἡ ποίησις οὐ τοῦ ποιοῦντός ἐστιν ἀλλὰ τοῦ γινομένου κίνησις. ὅτι μὲν οὖν οὐκ ἔστιν ἡ τοῦ θεοῦ ἐνέργεια κίνησις, καὶ αὐτοὶ ἂν συνομολογήσαιεν ταῖς τε Ἀριστοτέλους ἀποφάνσεσιν καὶ τοῖς ὑφʼ ἡμῶν δεδειγμένοις συνελαυνόμενοι· εἰ γὰρ τὸ δημιουργεῖν κινεῖσθαί ἐστιν, ἀεὶ ἐν κινήσει τὸ θεῖον εἶναι ἀνάγκη αὐτοὺς ὑποτίθεσθαι· ἀεὶ γὰρ κατʼ αὐτοὺς δημιουργεῖ.

`69–74`

ζʹ. Ὅτι δὲ οὔτε τὸ πρότερον μὴ ποιοῦν ὕστερον δὲ ποιοῦν καὶ ὅλως τὸ ἐκ τῆς ἕξεως τὴν ἐνέργειαν προχειριζόμενον ἀλλοιοῦται ἢ ὅλως κίνησίν τινα ὑπομένει, ἱκανῶς μὲν ὁ λόγος ἀπέδειξεν — εἰ γὰρ δέδεικται, ὡς οὐδείς ἐστιν χρόνος μεταξὺ τοῦ μὴ ποιεῖν τε καὶ ποιεῖν, πᾶσα δὲ ἀλλοίωσις καὶ ὅλως κίνησις ἐν χρόνῳ, οὐκ ἄρα ἀλλοιοῦσθαι τὸν δημιουργὸν ἀνάγκη ἀεὶ μὲν τελείαν τὴν τοῦ δημιουργεῖν ἕξιν ἔχοντα, οὐκ ἐξ ἀϊδίου δὲ τὸν κόσμον παράγοντα —, οὐδὲν δὲ ἴσως χεῖρον, ὅπερ ἐν ἀρχῇ τοῦ προκειμένου λόγου ἐπηγγειλάμεθα, αὐτὸ δὴ τοῦτο καὶ τὸν Ἀριστοτέλη ἐν τῷ δευτέρῳ τῶν περὶ ψυχῆς δεῖξαι διοριζόμενον. καὶ μικρόν γε τὴν ἐκείνου λέξιν ἄνωθεν παραθήσομαι, ἵνα καὶ τὴν τοῦ δυνάμει καὶ ἐνεργείᾳ διαίρεσιν, ἣν ἡμεῖς ἐν τῷ πρὸ τούτου λόγῳ ἐξεθέμεθα, καὶ διʼ αὐτῶν τῶν Ἀριστοτέλους λέξεων τοῖς ἀπείροις παραστήσωμεν· λέγει γοῦν ἐν τῷ δευτέρῳ τῶν περὶ ψυχῆς ἐπὶ λέξεως ταῦτα «διαιρετέον δὲ καὶ περὶ δυνάμεως καὶ ἐντελεχείας· νῦν γὰρ ἁπλῶς λέγομεν περὶ αὐτῶν. ἔστιν μὲν γὰρ οὕτως ἐπιστῆμόν τι, ὡς ἂν εἴποιμεν ἄνθρωπον, ὅτι ἄνθρωπος τῶν ἐπιστημόνων καὶ ἐχόντων ἐπιστήμην· ἔστιν δὲ ὡς ἤδη λέγομεν ἐπιστήμονα τὸν ἔχοντα τὴν γραμματικήν. ἑκάτερος δὲ τούτων οὐ τὸν αὐτὸν τρόπον δυνατός ἐστιν, ἀλλʼ ὁ μὲν ὅτι τὸ γένος τοιοῦτο καὶ ἡ ὕλη, ὁ δὲ ὅτι βουληθεὶς δυνατὸς θεωρεῖν, ἂν μή τι κωλύῃ τῶν ἔξωθεν· ὁ δὲ ἤδη θεωρῶν ἐντελεχείᾳ ὢν καὶ κυρίως ἐπιστάμενος τόδε τὸ ἄλφα. ἀμφότεροι μὲν οὖν οἱ πρῶτοι κατὰ δύναμιν ἐπιστήμονες, ἀλλʼ ὁ μὲν διὰ μαθήσεως ἀλλοιωθεὶς καὶ πολλάκις ἐξ ἐναντίας μεταβάλλων ἕξεως, ὁ δὲ ἐκ τοῦ ἔχειν τὴν αἴσθησιν ἢ τὴν γραμματικήν, μὴ ἐνεργεῖν δὲ εἰς τὸ ἐνεργεῖν ἄλλον τρόπον». τὰ μὲν Ἀριστοτέλους ταῦτα. ἐγὼ δὲ εἰ μὴ τὸ τοῦ λόγου μῆκος ἐξέκλινον, καὶ αὐτῶν τῶν Ἀριστοτέλους ἐξηγητῶν ὑπομνηματικὰς ἐξηγήσεις εἰς τὸ προκείμενον παρετιθέμην ἄν· νῦν δὲ διὰ βραχέων σαφηνίσαι τὴν λέξιν πειράσομαι, ἵνα τὴν τοῦ φιλοσόφου διάνοιαν δήλην τοῖς ἀνηκόοις τῶν τοιούτων λόγων παραστήσω. τὰ μὲν οὖν περὶ τῆς τοῦ δυνάμει καὶ τῆς τοῦ ἐνεργείᾳ διαιρέσεως σχεδὸν ἐκ τῶν ἤδη ἡμῖν προειρημένων ἐν τῷ πρὸ τούτου κεφαλαίῳ δῆλα τυγχάνει· ἐπειδὴ γὰρ ἁπλῶς καὶ ἀδιορίστως ἐν τοῖς ἀνωτέρω λόγοις παρεθήκαμεν, πῶς τῷ δυνάμει καὶ τῷ ἐνεργείᾳ ὁ Ἀριστοτέλης ἐχρήσατο — τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν «νῦν γὰρ ἁπλῶς λέγομεν περὶ αὐτῶν» —, τούτου χάριν ἐν αἷς παρεθέμεθα λέξεσιν διαίρεσιν τούτων ποιεῖται. καθʼ ἕνα μὲν οὖν τρόπον πάντα ἄνθρωπόν φησιν δυνάμει ἐπιστήμονα καλεῖσθαι, κἂν μήπω τὴν ἕξιν τῆς ἐπιστήμης ἔχῃ, οἷον τῆς γραμματικῆς, κατὰ δεύτερον δὲ τρόπον πάλιν δυνάμει λέγεσθαί φησιν ἐπιστήμονα τὸν τὴν ἕξιν ἤδη εἰληφότα τῆς ἐπιστήμης. ἀλλʼ οὐχ ὁμοίως, φησίν, ἑκάτερος τῶν ἀπηριθμημένων ἐπιστήμων ἐστίν, ἀλλʼ ὁ μὲν πρότερος, ὅτι τὸ γένος τοιοῦτο· ἐξηγούμενος δέ, τί λέγει τὸ γένος, ἐπήγαγεν «καὶ ἡ ὕλη», τουτέστιν αὐτὸ τὸ τῇ ἐπιστήμῃ ὑποκείμενον, λέγω δὴ τὸ δεκτικὸν αὐτῆς, ὅπερ ἐστὶν ἡ τοῦ ἀνθρώπου φύσις· κοινῶς γὰρ πᾶς ἄνθρωπος δυνάμει ἐπιστήμων λέγεται τῷ πεφυκέναι δέχεσθαι τὴν ἐπιστήμην· νοῦ γὰρ καὶ ἐπιστήμης δεκτικὸς ὁ ἄνθρωπος ἔστιν τε καὶ λέγεται, καὶ τοῦτό ἐστιν τὸ πρότερον δυνάμει καλούμενον. ὁ δὲ τὴν ἕξιν ἤδη τῆς γραμματικῆς εἰληφὼς οὕτω, φησίν, εἶναι δυνάμει ἐπιστήμων λέγεται, ὡς ἕξοντος αὐτοῦ, ὅταν βούληται, τὴν θεωρίαν τῆς ἐπιστήμης προχειρίζεσθαι, εἰ μή τι κωλύσῃ τῶν ἔξωθεν· διδάξει γὰρ ὁ διδάσκαλος, εἰ μὴ νόσος ἢ ἀπορία μαθητῶν ἢ ἀνεπιτηδειότης κωλύσῃ, ὁμοίως καὶ ὁ οἰκοδόμος οἰκοδομήσει, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως· καὶ τοῦτό ἐστιν τὸ δεύτερον δυνάμει, ὅπερ καὶ πρῶτον ἐνεργείᾳ καλεῖται. οὗτος οὖν ὁ τὴν ἕξιν ἔχων, ὅταν ἤδη διδάσκῃ προχειριζόμενος τὰ θεωρήματα—τοῦτο γὰρ ἐσήμανεν διὰ τοῦ εἰπεῖν «τόδε τὸ ἄλφα», ὡσανεὶ ἔλεγεν τόδε τὸ θεώρημα—, γίνεται ἐντελεχείᾳ ἐπιστήμων κατὰ τὴν δευτέραν καλουμένην ἐνέργειαν. οὕτως οὖν τὴν τοῦ δυνάμει καὶ τοῦ ἐνεργείᾳ διαίρεσιν ποιησάμενος ὁ Ἀριστοτέλης, ὅτι καθʼ ἕξιν ἔχων τὰ θεωρήματα, ἐπειδὰν ἐκ τῆς ἕξεως προχειρίζηται τὴν ἐνέργειαν, οὐ διʼ ἀλλοιώσεως τοῦτο ὑπομένει, διὰ τῶν ἑξῆς ἐπήγαγεν· «ἀμφότεροι μὲν οὖν οἱ πρῶτοι», φησίν, «κατὰ δύναμιν ἐπιστήμονες, ἀλλʼ ὁ μὲν διὰ μαθήσεως ἀλλοιωθεὶς καὶ πολλάκις ἐξ ἐναντίας μεταβαλὼν ἕξεως». ὁ μὲν κατὰ τὸν πρῶτον τρόπον, φησίν, δυνάμει λεγόμενος ἐπιστήμων γίνεται ἐνεργείᾳ ἐπιστήμων, τουτέστιν τὴν ἕξιν τῆς ἐπιστήμης λαμβάνει, διὰ μαθήσεως ἀλλοιωθείς· ἡ γὰρ μάθησις ἀλλοίωσίς ἐστιν· ὃν γὰρ λόγον ἔχει ἐπὶ τοῦ λευκαινομένου ἡ λεύκανσις, τοῦτον ἔχει τὸν λόγον ἐπὶ τοῦ εἰς ἐπιστήμην μεταβάλλοντος ἡ μάθησις. πολλάκις δέ, φησίν, ὁ τοιοῦτος καὶ ἐξ ἐναντίας ἕξεως εἰς τὴν ἐναντίαν ἕξιν μεταβάλλει· ὁ γὰρ μανθάνων ἢ ἐξ ἀγνοίας εἰς γνῶσιν μεταβάλλει διὰ μαθήσεως ἢ ἐκ ψευδοῦς δόξης εἰς ἀληθῆ, ἐναντίον δὲ τῷ ἀληθεῖ τὸ ψεῦδος. τοῦτο δέ ἐστιν καὶ ἡ κυρίως ἀλλοίωσις· ἡ γὰρ ἀλλοίωσις, ὡς αὐτὸς ὁ Ἀριστοτέλης ἐν τῇ φυσικῇ ἐδίδαξεν, ἐξ ἑτέρου εἴδους ἐστὶν εἰς ἕτερον εἶδος μεταβολή, φθειρομένου μὲν τοῦ ἐξ οὗ ἡ μεταβολή, γινομένου δὲ τοῦ εἰς ὅ, ὥσπερ ἡ λεύκανσις καὶ ἡ θέρμανσις· ὁ μὲν λευκαινόμενος ἐκ μέλανος εἰς λευκὸν μεταβάλλει, ὅπερ ἐστὶν ἐξ εἴδους εἰς εἶδος, φθειρομένου μὲν τοῦ μέλανος, γινομένου δὲ τοῦ λευκοῦ· καὶ θερμοῦ δὲ ὁμοίως καὶ ψυχροῦ εἰς θερμὸν τὴν μεταβολὴν ποιεῖται, φθειρομένου μὲν τοῦ ψυχροῦ, γινομένου δὲ τοῦ θερμοῦ. ἡ δὲ ἐξ ἀγνοίας εἰς γνῶσιν μεταβολὴ καὶ ὅλως ἐκ στερήσεως εἰς εἶδος γενέσει μᾶλλον ἔοικεν οὐκ ἀλλοιώσει. οὕτω μὲν οὖν ὁ κατὰ τὸν πρότερον τρόπον δυνάμει λεγόμενος ἐκ τῆς δυνάμεως εἰς τὴν ἕξιν προέρχεται. ὁ δὲ δεύτερος πῶς — τουτέστιν ὁ τὴν ἕξιν ἔχων, εἶτα τὴν ἐνέργειαν προχειριζόμενος —; ἄλλον τρόπον, φησίν, τὴν ἐκ τῆς ἕξεως εἰς τὴν ἐνέργειαν ποιεῖται μετάβασιν· ὁ γὰρ τὴν ἕξιν τῆς αἰσθήσεως ἔχων, οἷον τῆς ὄψεως, καὶ μὴ ὁρῶν ἢ διὰ σκότος ἢ διὰ τὸ μύειν ἢ διʼ ἄλλην ἡντιναοῦν αἰτίαν οὐκ ἀλλοιωθείσης τῆς αἰσθήσεως τὴν τοῦ ὁρᾶν προχειρίζεται ἐνέργειαν ἀλλὰ μόνον τοῦ ἐμποδίζοντος ἀφαιρεθέντος· οὐ γὰρ ἐξ ἄλλου εἴδους εἰς ἄλλο εἶδος μετέβαλεν πρότερον μὲν μὴ ἐνεργῶν κατὰ τὴν ὄψιν, ὕστερον δὲ ἐνεργῶν, οὐδὲ ἐκ παντελοῦς στερήσεως εἰς εἶδος· εἶχεν γὰρ τὴν τῆς αἰσθήσεως ἕξιν, εἰ καὶ μὴ ἐνεργῇ κατʼ αὐτήν. ἄλλος οὖν, φησίν, παρὰ ταῦτα τρόπος ἐστὶν τῆς προόδου τῆς ἐνεργείας ἀπὸ τῆς ἕξεως. πάλιν δʼ ὁ αὐτὸς μετʼ ὀλίγα φησίν — ἵνα μὴ τὰ μεταξὺ παρατιθέντες μηκύνωμεν τὸν λόγον — «θεωροῦν γὰρ γίνεται τὸ ἔχον τὴν ἐπιστήμην, ὅπερ ἢ οὐκ ἔστιν ἀλλοιοῦσθαι—εἰς αὐτὸ γὰρ ἡ ἐπίδοσις καὶ εἰς ἐντελέχειαν—ἢ ἕτερον γένος ἀλλοιώσεως. διὸ οὐ καλῶς ἔχει λέγειν τὸ φρονοῦν, ὅταν φρονῇ, ἀλλοιοῦσθαι, ὥσπερ οὐδὲ τὸ οἰκοδομοῦν, ὅταν οἰκοδομῇ». ἰδοὺ γυμνῇ τῇ γλώττῃ φησίν, ὅτι τὸ φρονοῦν, τουτέστιν τὸ καθʼ ἕξιν τὴν ἐπιστήμην ἔχον, ὅταν φρονῇ, τουτέστιν ὅταν τὴν ἐπιστήμην προχειρίσηται, οὐκ ἀλλοιοῦται οὐδὲ καλῶς ἔχει τὸ τοιοῦτο ἀλλοίωσιν ὀνομάζειν· οὐδὲ γὰρ μεταβολή τις ἐξ εἴδους εἰς εἶδος γέγονεν, ὅπερ ἐπὶ πάσης ἀλλοιώσεως καὶ κινήσεως συμβαίνει, ἀλλὰ μόνον φανέρωσις τῆς ἕξεως. τοῦτο γοῦν αὐτὸ κατασκευάζων ὁ Ἀριστοτέλης προσέθηκεν τὸ «εἰς αὐτὸ γὰρ ἡ ἐπίδοσις καὶ εἰς ἐντελέχειαν», ὅπερ ἐστὶν ἀπόδειξις ἀναμφίλεκτος τοῦ μὴ εἶναι τὴν ἐκ τῆς ἕξεως τῆς ἐνεργείας προχείρισιν ἀλλοίωσιν· εἰ γὰρ ἡ μὲν ἀλλοίωσις, ὡς εἴρηται, ἐξ ἄλλου εἴδους ἐστὶν εἰς ἄλλο εἶδος μεταβολὴ φθειρομένου μὲν τοῦ προτέρου γινομένου δὲ τοῦ δευτέρου, τὸ δὲ εἰς τὴν ἐνέργειαν τὴν ἑαυτοῦ προϊὸν οὐκ εἰς ἕτερον ἀλλʼ εἰς ἑαυτὸ ἐπιδίδωσιν τὸ αὐτὸ μένον, μόνον δὲ τῆς ἕξεως φανέρωσιν διὰ τῆς ἐνεργείας ποιούμενον, οὐκ ἄρα ἀλλοίωσίς ἐστιν ἡ τῆς ἐνεργείας προχείρισις οὐδʼ ὅλως κίνησις ἢ μεταβολή. εἰ δέ τινι, φησίν, φίλον εἴη καὶ τὸ τοιοῦτο καλεῖν ἀλλοίωσιν, ἕτερον ἂν εἴη τοῦτο γένος ἀλλοιώσεως ὁμώνυμον καὶ οὐ τὸ καθωμιλημένον ἐπὶ τῆς κατὰ ποιὸν μεταβολῆς· ὡς εἴ τις ἀλλοιοῦσθαι λέγει καὶ τὸ ἐν νυκτὶ χρῶμα, ἐπειδὰν τοῦ σκότους ἀναχωρήσαντος ὀφθῇ μὴ ὁρώμενον πρότερον. ἀλλʼ οὐ περὶ ὀνομάτων τὸν λόγον ποιούμεθα, ἀλλʼ εἰ τῷ ὄντι μεταβολή τις καὶ ἑτεροίωσις εἴδους περὶ τὸ ὑποκείμενον γίνεται, ἐπειδὰν ἐκ τῆς ἕξεως προχειρίζηται τὴν ἐνέργειαν, ὅπερ δέδεικται μὴ ὑπάρχον. εἰ δὲ μὴ ἀλλοίωσις τὸ τοιοῦτο, δηλονότι οὐδὲ κίνησις ὅλως οὐδὲ μεταβολή· τρία γὰρ εἴδη κινήσεων, ἡ κατὰ τόπον, ἡ κατὰ αὔξησιν καὶ φθίσιν, ἡ κατʼ ἀλλοίωσιν. ὅτι δὲ οὐδὲ τῶν ἄλλων κινήσεων οὐδεμίαν κινεῖται τὸ ἐκ τοῦ μὴ ποιεῖν τὴν τοῦ ποιεῖν προβάλλον ἐνέργειαν, τί δεῖ καὶ λέγειν; οὔτε γὰρ αὔξεται οὔτε φθίνει οὔτε τὴν ἐκ τόπου εἰς τόπον ποιεῖται μετάβασιν. κατʼ οὐδένα ἄρα τρόπον τὸ ἐκ τῆς ἕξεως τὴν ἐνέργειαν προχειριζόμενον κινεῖται. καὶ ἐν τῷ τρίτῳ δὲ λόγῳ τῆς αὐτῆς πραγματείας καὶ ἐν ἑτέροις τὰ αὐτὰ πάλιν Ἀριστοτέλης ἐπὶ λέξεως ἀποφαίνεται, ἀλλʼ αὐτάρκη καὶ τὰ νῦν παρατεθειμένα τοῖς μὴ πάντῃ φιλονείκοις.

`75`

ηʹ. Τούτων οὖν οὕτω δεδειγμένων πῶς οὐ θαυμάσειεν ἄν τις, ὅπερ ἐν ἀρχῇ ἔλεγον, τῆς τοῦ μεγάλου Πρόκλου περὶ τοὺς λόγους ὀρθότητος; οὕτως ἐναργῶς καὶ τῶν πραγμάτων βοώντων καὶ σχεδὸν ἁπάντων ταῖς Ἀριστοτέλους ἀποδείξεσιν συνομολογούντων περί τε τῶν διαφόρων τοῦ δυνάμει καὶ τοῦ ἐνεργείᾳ σημαινομένων καὶ ὅτι οὐδεμίαν ἀλλοίωσιν ἢ κίνησιν ὑπομένει τὸ ἐκ τῆς ἕξεως τὴν ἐνέργειαν προχειριζόμενον, οὐδὲν τούτων ὁ φιλόσοφος λογισάμενος—καίτοι γε οὐκ ἄν τις ἄγνοιαν αὐτῷ τῶν τοιούτων θεωρημάτων προσάπτειν τολμήσειεν—, ἕνα δὲ σκοπὸν θέμενος τὸ ὁπωσοῦν τῇ ἀληθείᾳ τῶν καθʼ ἡμᾶς λογίων ἀνθοπλίζεσθαι ὡς δὴ πρὸς ἀπείρους τῶν τοιούτων ἡμᾶς τοὺς λόγους ποιούμενος ἐν μὲν τῷ πρὸ τούτου λόγῳ παρὰ τὴν ὁμωνυμίαν τοῦ δυνάμει καὶ τοῦ ἐνεργείᾳ τὸν παραλογισμὸν συνέρραψεν, ἐν τούτῳ δὲ τετόλμηκεν εἰπεῖν, ὡς ὅτι τὸ πρότερον μὲν μὴ ποιοῦν ὕστερον δὲ ποιοῦν — τουτέστιν τὸ ἐκ τῆς ἕξεως τοῦ ποιεῖν τὴν τοῦ ποιεῖν προβάλλον ἐνέργειαν — κίνησιν καὶ μεταβολὴν — τουτέστιν ἀλλοίωσιν — ὑπομένει, ἵνʼ οὕτως συναγάγῃ, ὅτι ἢ κινεῖσθαι τὸ θεῖον ἀνάγκη — τουτέστιν ἀλλοιοῦσθαι — ἤ, εἰ τοῦτο ἀδύνατον—οὐδεμία γὰρ παρὰ τῷ θεῷ παραλλαγή τις ἢ τροπῆς ἀποσκίασμα, ὥς που τὰ ἱερά φησιν λόγια—, ἐξ ἀϊδίου τὸν κόσμον τῷ εἶναι τοῦ θεοῦ συνυφίστασθαι. εἰ οὖν μὴ διὰ κινήσεως ἡ ἐκ τῆς ἕξεως γίνεται τῆς ἐνεργείας προχείρισις, ἐνδέχεται ἄρα καὶ τοῦ θεοῦ ἀκινήτου πάντῃ καὶ ἀμεταβλήτου μένοντος ποτὲ μὲν εἶναι τὸν κόσμον ποτὲ δὲ μὴ εἶναι.

`76–79`

θʹ. Ἀλλʼ αὐτό, φησίν, τὸ λέγειν πρότερον μὴ ποιεῖν ὕστερον δὲ ποιεῖν, τουτέστιν πρότερον μὲν τὴν ἕξιν μόνην ἔχειν ὕστερον δὲ μετὰ τῆς ἕξεως καὶ τὴν ἐνέργειαν, τὸ πάντῃ ἀμετάβλητον εἶναι τὸν θεὸν ἀφαιρεῖται· οὐ γὰρ ἕξει ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ποτὲ μὲν ποιῶν ποτὲ δὲ μὴ ποιῶν. μάλιστα μὲν οὖν, ὦ θαυμάσιε, ἱκανῶς ἡμῖν καὶ ὁ λόγος ἀπέδειξεν καὶ ἡ τοῦ Ἀριστοτέλους ἐκύρωσε μαρτυρία, ὡς οὐδὲ ἐπὶ τῶν γενητῶν οὐδενὸς μή τί γε ἐπὶ θεοῦ ἀλλοίωσίς ἐστιν οὐδὲ κίνησις ἡ ἐκ τῆς ἕξεως εἰς τὴν δευτέραν ἐνέργειαν πρόοδος· ἡ γὰρ ἀλλοίωσις ἀλλοιότερον ποιεῖ τὸ ὑποκείμενον, ὁ δὲ τελείαν τὴν ἕξιν ἔχων εἶτα ἐνεργῶν οὐδὲν αὐτὸς ἑαυτοῦ ἀλλοιότερος γέγονεν. ἴσως δέ σου ταράττει τὴν ὑπόνοιαν, μᾶλλον δὲ ἀφορμὴν εἰς τὸ παραλογίζεσθαι δίδωσιν τὸ τοὺς παρʼ ἡμῖν τὰς ἐπιστήμας ἔχοντας, ἐπειδὰν τὰς ἐνεργείας τῶν ἕξεων προβάλλεσθαι βούλωνται, δεῖσθαι πάντως καὶ τῆς ὀργανικῆς τοῦ σώματος κινήσεως διὰ τὸ μὴ δύνασθαι ἐξ αὐτῆς μόνης τῆς νοήσεως ποιεῖν τὰ οἰκεῖα ἀποτελέσματα καὶ διὰ τοῦτο διάθεσίν τινα ἀλλοιοτέραν ἴσχειν οὐ περὶ τὸ νοητικὸν ἀλλὰ περὶ τὸ ὀργανικόν, λέγω δὴ τὸ σῶμα, καὶ ἐντεῦθεν ὥσπερ τι μορμολύκειον τοῖς μειρακίοις προτείνεις τὸ δεῖν πάντως καὶ ἐπὶ θεοῦ ἀλλοιοτέραν τινὰ διάθεσιν γίνεσθαι, εἰ μὴ ποιῶν πρότερον ὕστερον ποιεῖ. ἀλλʼ εἴπερ ὁ θεὸς ἀεὶ τέλειός ἐστιν πάντων δημιουργὸς τῷ ἀεὶ τοὺς λόγους τῶν δημιουργημάτων ὡσαύτως ἔχειν καὶ μόνῳ τῷ θέλειν πάντα ποιεῖν μηδενὸς ὀργάνου εἰς οὐσίωσιν τῶν πραγμάτων δεόμενος, οὐδὲν ἀλλοιότερος αὐτὸς ἑαυτοῦ ποιῶν τε καὶ μὴ ποιῶν γενήσεται· τὰς γὰρ νοήσεις καὶ τοὺς λόγους τῶν ὄντων ἀϊδίως κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχει, καθʼ οὓς καὶ δημιουργός ἐστιν, οὐδὲν ἀλλοιότερος ἐκ τοῦ ποιεῖν ἢ μὴ ποιεῖν γινόμενος· ὅλως γὰρ οὐδὲ διαφέρειν ἐπὶ θεοῦ ἕξιν τε καὶ ἐνέργειαν λέγειν θεμιτόν· ἔστιν γὰρ ταὐτὸν ἄμφω, περὶ δὲ τὸ μετέχον ἡ διαφορὰ γίνεται· μικρὸν δὲ ἄνωθεν ἀναλαβὼν διά τινος εἰκόνος τὸ λεγόμενον φανερὸν ποιῆσαι πειράσομαι. διττῆς γὰρ οὔσης πάσης ἐπιστήμης, τῆς μὲν ἐν τῇ τῆς ψυχῆς διαθέσει θεωρουμένης, ἥν φαμεν θεωρίαν τε καὶ νόησιν, τῆς δὲ ἐπὶ τὰ ἔξω προϊούσης, ὡς ὅταν ἄλλοις τὰς ἡμετέρας ἐξαγγέλλωμεν νοήσεις, ὁπηνίκα μὲν ἐν τῷ νοεῖν μόνον καὶ θεωρεῖν τὰς ἐπιστήμας ἔχωμεν, καθʼ ἕξιν αὐτὰς ἔχειν λεγόμεθα, ὁπηνίκα δὲ τὴν τῆς ψυχῆς θεωρίαν ἢ διὰ τῶν συλλαβῶν ἐπὶ τὰ ἔξω προφέρωμεν ὡς ἐπὶ τῶν λογικῶν ἐπιστημῶν, ἣν καὶ διδασκαλίαν καλοῦμεν, ἢ διὰ τῆς τῶν χειρῶν ἐνεργείας ὡς ἐπὶ τῶν πρακτικῶν, τότε κατὰ τὰς ἕξεις ἐνεργεῖν λεγόμεθα. ὥσπερ οὖν ἐπὶ τῶν λογικῶν ἐπιστημῶν εἴ τις γυμνὰς αὐτὰς καθʼ αὑτὰς σωμάτων τὰς ἡμετέρας ψυχὰς ἐπινοήσειεν, εἶδεν ἂν αὐτὰς οὐδενὸς οὐκέτι δεομένας ὀργάνου εἰς τὸ ἐκφαίνειν ἀλλήλαις τὰς οἰκείας ἐννοίας, ἀλλὰ γυμνοῖς τοῖς ἀλλήλων προσβαλλούσας νοήμασιν, ὡς μηδεμίαν λοιπὸν αὐτὸ πρὸς ἑαυτὸ διαφορὰν ἴσχειν τό τε καθʼ ἕξιν θεωροῦν καὶ τὸ εἰς ἄλλο κατʼ ἐκείνην τὴν νόησιν ἐνεργοῦν, τὴν δὲ ἀλλοιοτέραν διάθεσιν περὶ ἄλλο τι τὸ τῶν ἐκείνου νοημάτων ἀντιλαμβανόμενον γινομένην, οὕτω δήπου καὶ εἰ κατὰ τὰς πρακτικὰς θεωρίας δυνατὴ ἦν ἡ ψυχὴ ἄνευ τινὸς ὀργάνου αὐτῇ μόνῃ τῇ νοήσει, ὅταν βούλοιτο, παράγειν τὰ κατὰ τὰς νοήσεις ἀποτελέσματα, οὐδὲν ἂν πάλιν διέφερεν ἡ περὶ τῶν πραγμάτων νόησίς τε καὶ ἕξις τῆς κατʼ αὐτὴν ἐνεργείας καὶ πράξεως. ἐπεὶ οὖν οὐδενὸς ὀργάνου εἰς οὐσίωσιν τῶν ὄντων ὁ θεὸς ἐπιδέεται, ἀλλʼ αὐτῇ μόνῃ τῇ νοήσει, ὅταν ἐθέλῃ, πάντα ὑφίστησιν καὶ οὐδὲν μᾶλλον ἢ ἧττον ἐκ τοῦ εἶναι ἢ μὴ εἶναι τὰ πράγματα τὰς νοήσεις τὰς περὶ αὐτῶν ὁ θεὸς ἔχει, ἀκόλουθον ἂν εἴη κατὰ μηδὲν διαφέρειν ἐπὶ θεοῦ ἕξιν τε καὶ ἐνέργειαν. οὐκ ἐπειδὴ δὲ τῇ νοήσει μόνῃ πάντα ὑφίστησιν, τὰς δὲ νοήσεις καὶ τοὺς τῶν ὄντων λόγους πάντων ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχει, ἤδη διὰ τοῦτο συνυπάρχειν ἐξ ἀϊδίου ταῖς νοήσεσιν τοῦ θεοῦ τὰ πράγματα ἀνάγκη· τοῦτο γὰρ ἡμῖν καὶ ἐν τῷ δευτέρῳ δέδεικται λόγῳ· οὐ γὰρ ἀβουλήτῳ φύσεως ἀνάγκῃ, ὡς ὁ ἥλιος ἅμα τῷ παρεῖναι φωτίζει καὶ τὸ πῦρ θερμαίνει, οὕτω καὶ ὁ θεὸς ἀνάγκῃ φύσεως ἑκὼν καὶ ἄκων εἰς τὸ εἶναι παράγει τὰ δημιουργούμενα· ὑπέρτερον γὰρ ἀνάγκης ἁπάσης τὸ πάντων αἴτιον. ὅθεν οὐ πάντως ἅμα τῇ περί τινος τοῦ θεοῦ νοήσει καὶ τὸ νοούμενον εἶναι ἀνάγκη. εἰδέναι γὰρ καὶ τὰ μέλλοντα καὶ μήπω ὄντα τὸν θεὸν ὡμολόγηται, οἷον πόσαι τε καὶ ποῖαι ψυχαὶ αὖθις τὸν μετὰ σωμάτων τοῦτον βίον ἐμπολιτεύσονται καὶ ποῖον ἑκάστη βίον αἱρήσεται καὶ τίνα τῇ ἑκάστης αἱρέσει παρὰ τῆς ἀπαραλογίστου προνοίας ἕψεται· καὶ ὁ μέλλων δὲ χρόνος ἤδη τῇ προγνώσει αὐτῷ τῷ τοῦ χρόνου δημιουργῷ πάρεστιν· καὶ αἱ τῶν οὐρανίων δὲ σωμάτων ἐσόμεναι περιφοραὶ καὶ τίνες ἐν τίνι χρόνῳ αἱ πρὸς ἀλλήλας αὐτῶν ἔσονται σχέσεις — ἄλλοτε γὰρ ἄλλη τῶν ἄστρων ἡ πρὸς ἄλληλα γίνεται σχέσις — τῇ προγνώσει δηλονότι τοῦ θεοῦ ἀμερῶς συνειλημμέναι εἰσίν· οὐ γὰρ ἀγνοήσει ταῦτα, ὧν αὐτός ἐστιν ἀμέσως ὁ θεὸς δημιουργός. εἰ οὖν τὰ μέλλοντα πρὶν γενέσθαι τῇ νοήσει τοῦ θεοῦ προείληπται, τὰ δὲ μέλλοντα οὔπω ἔστιν, ἐπεὶ οὐδʼ ἂν μέλλοντα ἦν, οὐκ ἄρα ἅμα τῇ περί τινος τοῦ θεοῦ νοήσει καὶ αὐτὸ ὑπάρχειν ἀνάγκη. ὥστε ἀεὶ μὲν τὸ ἐνεργὲς καὶ παντέλειον οἱ ἐν τῷ θεῷ δημιουργικοὶ τῶν ὄντων ἔχουσι λόγοι, ὡς δέδεικται, παράγει μέντοι καὶ οὐσιοῖ ἕκαστον ὁ θεός, ὅταν θέλῃ, μόνῳ τῷ βούλεσθαι παράγων ἅπαντα, ἐθέλει δέ, ὅταν ἀγαθὸν ᾖ τοῖς γιγνομένοις τὸ γίγνεσθαι, ἀγαθὸν δὲ πάντως τὸ κατὰ φύσιν, κατὰ φύσιν δὲ τοῖς γιγνομένοις ἐστὶν τὸ μὴ συναϊδίοις εἶναι τῷ παράγοντι, ὡς ἐν τῷ πρώτῳ δέδεικται λόγῳ, εἰ μὴ καὶ τὸ ποτὲ μὲν ἐθέλειν ποτὲ δὲ μὴ θέλειν ἀλλοίωσιν εἶναι φήσουσιν· εἰ δὲ τοῦτο ἀλλοίωσις, λήσουσιν ἑαυτοὺς ἀεὶ ἐν τῷ ἀλλοιοῦσθαι τὸν θεὸν ὑποτιθέμενοι.

`80–81`

ιʹ. Πότερον γὰρ τῶν μερικῶν ἕκαστον οἷον Σωκράτην καὶ Πλάτωνα βούλεται εἶναι ὁ θεὸς ἀΐδιον ἢ οὔ, ἀλλὰ ποτὲ μὲν εἶναι τούτων ἕκαστον βούλεται, ποτὲ δὲ μὴ εἶναι; ἀλλὰ δῆλον, ὡς οὐ βούλεται τὰ μερικὰ εἶναι ἀΐδια· ἦν γὰρ ἂν πάντως ἀΐδια, εἴπερ ἠβούλετο. οὐκοῦν ἕκαστον τῶν μερικῶν ποτὲ μὲν βούλεται εἶναι, ποτὲ δὲ οὐ βούλεται εἶναι. εἰ δὲ τοῦτο, ἀεὶ ἐν ἀλλοιώσει ἐστίν· εἰ γὰρ τὸ τὸ αὐτὸ ποτὲ μὲν θέλειν εἶναι ποτὲ δὲ μὴ θέλειν ἀλλοιοῦσθαί ἐστιν, τὴν δὲ Σωκράτους εἰ τύχοι ψυχὴν ποτὲ μὲν οὐκ ἠβούλετο ὁ θεὸς εἶναι εἰς τὸ αὐτοῦ τοῦ Σωκράτους σῶμα, ἐπεὶ μήτε ἀΐδιος ἦν ὁ Σωκράτης, ποτὲ δὲ ἠβουλήθη, ὅτε αὐτὴν τῷ Σωκράτους συνέδησεν σώματι, καὶ πάλιν οὐκ ἠβουλήθη, ὅτε ἔλυσεν αὐτὴν ἐκ τοῦ σώματος, δηλονότι ἀλλοίωσιν κατʼ αὐτοὺς ὁ δημιουργὸς ὑπέμεινεν τὸ αὐτὸ ποτὲ μὲν θέλων ποτὲ δὲ μὴ θέλων. ὁ αὐτὸς λόγος καὶ ἐπὶ πάντων τῶν μερικῶν. εἰ οὖν ἀεὶ τὰ μερικὰ ἄλλα μὲν γίνεται, ἄλλα δὲ φθείρεται, ἀεὶ δηλονότι θέλει τινὰ μὲν εἶναι τινὰ δὲ μὴ εἶναι. τοῦτο δὲ μεταβολὴ κατʼ αὐτοὺς καὶ ἀλλοίωσις. ἀεὶ ἄρα κατʼ αὐτοὺς ἐν ἀλλοιώσει ὁ θεὸς ἔσται. οὐ γὰρ δή γε φήσουσιν, ὅτι οὔτε θέλει αὐτὰ γίγνεσθαι οὔτε οὐ θέλει μὴ γίγνεσθαι· συναληθεύσει γὰρ ἡ ἀντίφασις, ὅπερ ἐστὶν ἀδύνατον. καὶ ἄλλως· εἰ οὐ θέλει γίγνεσθαι, πῶς γίγνονται; εἰ δὲ οὐ θέλει μὴ γίγνεσθαι, θέλει πάντως γίγνεσθαι· ἡ γὰρ ἐκ μεταθέσεως ἀπόφασις ἰσοδυναμεῖ τῇ ἁπλῇ καταφάσει· ἄλλως τε εἰ μὴ ἤθελεν αὐτὰ γίνεσθαι, πῶς κατὰ τὸν Πλάτωνος Τίμαιον τοῖς οὐρανίοις ἐκέλευεν τρέπεσθαι ἐπὶ τῇ τῶν θνητῶν ζῴων δημιουργίᾳ καὶ οὐ μόνον ἐκέλευεν ἀλλὰ καὶ δύναμιν αὐτοῖς εἰς τὸ ποιεῖν ἔδωκεν; ἀλλὰ δὴ καὶ εἰ τὸ προνοεῖν τῆς δημιουργικῆς ἐστιν αἰτίας, ἡ δὲ πρόνοια πρὸς τὸ συμφέρον ἢ συνδεῖ τοῖς σώμασιν τὰς ψυχὰς ἢ λύει αὐτὰς ἀπὸ σωμάτων, πρόδηλον, ὡς ποτὲ μὲν αὐτὰς εἶναι βούλεται μετὰ τῶν σωμάτων, ποτὲ δὲ χωρίζεσθαι τῶν σωμάτων. τοῦτο δέ, ὡς τοῖς σοφοῖς δοκεῖ, ἀλλοίωσίς ἐστιν. ἀεὶ ἄρα ἐν ἀλλοιώσει τὸ θεῖον κατὰ αὐτούς. εἰ δὲ τοῦτο ἄτοπον, οὐκ ἄρα τὸ ποτὲ μὲν εἶναι θέλειν ποτὲ δέ τι μὴ θέλειν ἀλλοίωσίς ἐστιν· θέλει γὰρ ἀεὶ τὸ ἀγαθόν, μᾶλλον δὲ αὐτό ἐστιν ἀγαθότης. ἡ δὲ τῶν γενητῶν φύσις, ὡς τοῖς γενητοῖς ἐστιν δυνατόν, τῆς ἐκεῖθεν τοῦ ἀγαθοῦ ἀπορροίας μετέχει. εἰ οὖν τὸ τόδε τι θέλειν πρὸς τὴν χρείαν τῶν εὐεργετουμένων γιγνόμενον οὐκ ἀλλοίωσιν περὶ τὸ θεῖον ἐργάζεται, τὴν δὲ δημιουργικὴν δύναμιν ἀεὶ ὡσαύτως ἔχει ὁ θεὸς καὶ αὐτῷ μόνῳ τῷ θέλειν εἰς οὐσίωσιν παράγει τὰ πάντα, οὐδεμία ἄρα ἀλλοίωσις περὶ τὸν θεὸν νοηθήσεται ἐκ τοῦ ποτὲ μὲν ποιεῖν ποτὲ δὲ μὴ ποιεῖν· ἀεὶ γὰρ θέλει τὰ ἀγαθά. εἴτε οὖν ποιεῖ τι εἴτε μὴ ποιῇ, τοῦτο πάντως ἀγαθόν· οὕτω γὰρ ἀγαθύνει ἕκαστον τῶν γενομένων, ὡς ἡ τῶν γενητῶν ἐπιδέχεται φύσις. μία οὖν καὶ ἁπλῆ ἡ τοῦ θεοῦ βούλησις καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσα· ἀεὶ γὰρ τὸ ἀγαθὸν βούλεται. περὶ δὲ τὰ μετέχοντα ταύτης ἡ μεταβολὴ θεωρεῖται καὶ ἡ ἀλλοίωσις· ὥσπερ ἀμέλει μία μὲν καὶ ἁπλῆ ἡ τοῦ ἡλίου δύναμις, εἴτε τὴν φωτιστικήν τις θέλει λέγειν εἴτε τὴν θερμαντικήν, οὐδετέρας δὲ τὰ μετέχοντα ὁμοίως μετέχει οὐδὲ ἕκαστον ἀεὶ τῆς αὐτῆς ὁμοίως· ἄλλως γὰρ νυκτερὶς καὶ ἄνθρωπος, ἄλλως καὶ ὁ αὐτὸς νοῦς, ὥστε τὰς ὄψεις καὶ ὑγιαίνων ἐν φωτί τε κατὰ τὸ συνεχὲς διάγων καὶ ἐξ ἀφωτίστων ἀθρόως ἐπὶ τοὺς τῷ φωτὶ καταλαμπομένους μεθιστάμενος τόπους. οὔκουν ἡ τῶν μετεχόντων μεταβολὴ καὶ ἀλλοίωσις ἑτεροίωσίν τινα γίνεσθαι περὶ τὸ ποιοῦν ὑπονοεῖν ἡμᾶς ἀναγκάσει. εἰ δὲ μὴ ἀλλοιοῦται μὴ ποιῶν ὁ θεὸς εἶτα ποιῶν, οὐδʼ ἄρα χρόνου εἰς τὸ ποιεῖν δεηθήσεται ἅμα τῷ βούλεσθαι πάντα παράγων.

`82–84`

αιʹ. Τούτου δεδειγμένου κἀκεῖνο διὰ τούτων λέλυται τὸ συνεχῶς εἰς ἐξαπάτην τοῖς μειρακίοις παρὰ αὐτῶν προτεινόμενον, ὡς, εἰ μὴ ἀεὶ ὁ κόσμος εἴη, πρὶν γενέσθαι τὸν κόσμον δυνάμει ἦν ὁ θεὸς δημιουργός, πᾶν δὲ τὸ δυνάμει ἀτελές, ὥστε καὶ ὁ θεὸς ἀτελὴς πρὶν δημιουργήσει, τέλειος δὲ τότε γέγονεν, ὅτε καὶ δεδημιούργηκεν· πᾶν γὰρ τὸ ἐνεργείᾳ, φασίν, τελειότερόν ἐστιν τοῦ δυνάμει· αὐτὸ γὰρ δὴ τοῦτο ἡμῖν καὶ ὁ σοφὸς Πρόκλος ἐνταῦθα ᾐνίξατο, διʼ ὧν φησιν «ἵνα μὴ κινούμενον ἀτελὲς ᾖ πρότερον ὕστερον δὲ τέλειον» καὶ πάλιν «κινούμενον δὲ λέγων καὶ οὐκ ἀκίνητον οὐκ ἀεὶ λέγει τέλειον ἀλλὰ ποτὲ καὶ ἀτελῆ»· καὶ ἐν τῷ λόγῳ δέ, ὃς ἐπιγέγραπται «ἐπίσκεψις τῶν πρὸς τὸν Πλάτωνος Τίμαιον ὑπὸ Ἀριστοτέλους ἀντειρημένων», ταὐτὰ κατὰ λέξιν φησὶν ὁ Πρόκλος «ὄντος ἀεὶ τοῦ ποιοῦντος ἀεὶ καὶ τὸ γινόμενον ἔστιν ὑπὸ τοῦ ἀεὶ ποιοῦντος γιγνόμενον· ἢ γὰρ οὐδὲ θεὸς ἀεὶ ποιεῖ, ἢ ἐκεῖνος μὲν ἀεὶ ποιεῖ, τὸ δὲ πᾶν οὐκ ἀεὶ γίνεται, ἢ καὶ ἐκεῖνος ἀεὶ ποιεῖ καὶ τὸ πᾶν ἀεὶ γίνεται. ἀλλʼ εἰ μὲν οὐκ ἀεὶ ποιεῖ ὁ θεός, δηλονότι δυνάμει ἔσται ποιῶν καὶ αὖθις ἐνεργείᾳ καὶ ἀτελὴς δημιουργὸς καὶ χρόνου δεόμενος. εἰ δὲ ἐκεῖνος ἀεὶ ποιεῖ, τὸ δὲ πᾶν γίνεται ποτέ, ἀδύνατον· ὅταν γὰρ ᾖ τὸ ποιοῦν ἐνεργείᾳ, καὶ τὸ γιγνόμενον γίνεται ἐνεργείᾳ. ἄμφω ἄρα ἀεὶ τὸ μὲν γίνεται τὸ δὲ ποιεῖ». καὶ πῶς ἀτελὲς πώποτε, ὦ σοφώτατε, τὸ μηδεμίαν ἀλλοίωσιν ὑπομένον, εἴτε δημιουργοίη εἴτε μή, ὡς δέδεικται; τί γὰρ αὐτὸς ἑαυτοῦ τελειότερος ὁ διδάσκαλος διδάσκων τε καὶ μὴ διδάσκων γίνεται ἢ ὁ οἰκοδόμος οἰκοδομῶν τε καὶ μή; σκόπει δὲ τὸν λόγον καὶ τῇδε· ὁ ἥλιος λαμπρόν τι σῶμά ἐστιν καὶ φωτοειδές· ἆρʼ οὖν, εἴ τις ὑπόθοιτο τὸ μηδὲν εἶναι τῶν τῆς φωτοειδοῦς τοῦ ἡλίου δυνάμεως μετεχόντων — οἷον εἰ μὴ διαφανῆ ἦν τὰ οὐράνια σώματα καὶ ὁ ἀήρ, ὥστε δύνασθαι τῆς τοῦ φωτὸς ἀπολαύειν ἐνεργείας —, ἀτελὴς ἂν ἦν ὁ ἥλιος; οὐκ οἶμαί γέ τινα φήσειν· οὐ γὰρ ἐν τῇ πρὸς τὰ ἔξω σχέσει αἱ συμπληρωτικαὶ τῶν οὐσιῶν δυνάμεις τὸ εἶναι ἔχουσιν· λήσομεν γὰρ οὕτω τὸν Ἀναξαγόρου λόγον εἰσάγοντες, ὃς οὐδενὸς εἶναι φύσιν ὡρισμένην ἔλεγεν, ἀλλὰ πάντα ἐν σχέσει τῇ πρὸς ἄλληλα τὸ εἶναι ἔχειν· ἐλήλεγκται δὲ κατὰ τὸ καρτερὸν ὑπό τε Πλάτωνος καὶ Ἀριστοτέλους ἡ τοιαύτη δόξα. εἰ οὖν ἑκάστη οὐσία οὐκ ἐν τῇ πρὸς ἄλλο σχέσει τὸ εἶναι ἔχει, ἀλλὰ ἀπολελυμένας ἐφʼ ἑαυτῆς ἔχει τὰς συμπληρωτικὰς ἑαυτῆς δυνάμεις, δῆλον ἐκ τούτου, ὡς καὶ ὁ ἥλιος τέλειος ἂν ἦν αὐτὸς κατὰ τὴν ἑαυτοῦ οὐσίαν, εἰ καὶ μηδὲν ἦν τῶν τῆς φωτιστικῆς δυνάμεως αὐτοῦ μετεχόντων. οὐκοῦν, εἰ καὶ μετέχοιεν, οὐδὲν μᾶλλον αὐτὸς ἑαυτοῦ κατὰ τὰς συμπληρωτικὰς αὐτοῦ δυνάμεις πλεῖόν τι ἕξει. τὸ αὐτὸ καὶ ἐπὶ τῆς θερμαντικῆς τοῦ πυρὸς δυνάμεως· κἂν γὰρ μὴ ᾖ τι τὸ θερμαινόμενον, οὐδὲν ἧττον τὸ πῦρ τέλειόν ἐστιν κατὰ τὸν οὐσιώδη ἑαυτοῦ λόγον καὶ πάλιν θερμαινομένου τινὸς οὐδὲν μᾶλλον αὐτὸ ἑαυτοῦ τελειότερον ἔσται, ἐπεὶ μὴ ὡς πρός τι μήτε τῷ πυρὶ ἡ θερμότης μήτε τῷ ἡλίῳ ἡ φωτοειδὴς ὑπάρχει δύναμις· αἱ γὰρ συμπληρωτικαὶ τῶν οὐσιῶν δυνάμεις, ὧν ἄνευ οὐκ ἂν τὸ ὑποκείμενον σῴζοιτο, αὐταὶ καθʼ αὑτὰς ἀσχέτως τοῖς πράγμασιν ἐνυπάρχουσιν· ἐπεὶ καὶ ἐν βυθῷ ὄστρακον τέλειον ἔχει τὸν τοῦ χρώματος λόγον, κἂν μηδεμία αὐτοῦ ἀντιλαμβάνεται αἴσθησις. εἰ δὲ ἐπὶ σωμάτων ταῦτα, πῶς οὐ τῷ ὄντι βλάσφημος καὶ διαφερόντως ἀσεβὴς ὁ μηδὲ τοσοῦτον ὑπάρχειν τῇ δημιουργικῇ τῶν ὄντων συγχωρῶν αἰτίᾳ μηδὲ ἀσχέτους αὐτῆς τὰς οὐσιώδεις δυνάμεις εἶναι βουλόμενος; ὡς γὰρ φύσει καὶ καθʼ αὑτὸ θερμὸν τὸ πῦρ καὶ ὁ ἥλιος φωτεινός, θερμαίνει δὲ καὶ φωτίζει ἐν τῇ πρὸς τὰ ἔξω σχέσει, οὕτω δήπου καὶ ὁ θεὸς δημιουργὸς μέν ἐστιν ἀεὶ κατὰ τὴν τῶν δημιουργικῶν λόγων τελείαν ἕξιν — ὡς καὶ ὁ οἰκοδόμος, κἂν μὴ οἰκοδομῇ —, δημιουργεῖ δέ, ὅταν ἤδη καὶ ἐπὶ τὰ ἔξω τὴν οἰκείαν προάγει ἐνέργειαν οὐκέτι ὑπὸ ταύτης συμπληρούμενος· οὐ γὰρ κατὰ τὰς ἔξω προϊούσας ἐνεργείας ἀλλὰ κατὰ τὰς οὐσιώδεις δυνάμεις ἕκαστον τῶν ὄντων χαρακτηρίζεται· λογικὸς γὰρ ὁ ἄνθρωπος κατὰ τὴν ἕξιν ἐστὶν καὶ κατὰ τοῦτο τὸ εἶναι ἔχει, οὐ κατὰ τὸ διαλέγεσθαι· κἂν γὰρ μὴ διαλέγηται, λογικὸς οὐδὲν ἧττόν ἐστιν, καὶ ἡ χιὼν ψυχρά, κἂν μὴ ψύχῃ τῷ μὴ παρεῖναι τὸ ψυχόμενον. τὸ αὐτὸ καὶ ἐπὶ πάσης ἐνεργείας. εἰ δὲ προσφιλονεικήσωσιν μὴ ἄλλως τὸν θεὸν τέλειον εἶναι λέγοντες, εἰ μὴ ἐξ ἀϊδίου δημιουργοίη τὸν κόσμον, μικρόν τι πυθομένοις ἡμῖν ἀποκρινέσθωσαν.

`85–88`

βιʹ. Πότερον γὰρ αὔταρκες τὸ θεῖον καὶ αὐτὸ τῆς ἑαυτοῦ δυνάμεώς τε καὶ οὐσίας συμπληρωτικόν ἐστιν ἢ οὔ; εἰ μὲν οὖν οὐκ αὔταρκες, εἰς κεφαλὰς ἄλλων ἡ βλασφημία. εἰ δὲ αὔταρκες καὶ αὐτὸ ἑαυτῷ ἐξαρκοῦν πρὸς τὸ ἀνενδεές τε καὶ τέλειον καὶ οὐδενὸς τῶν ἔξωθεν προσδεόμενον—ἔξω γὰρ παντελῶς τῆς θείας οὐσίας πάντα τὰ ὑπʼ αὐτῆς δημιουργικῶς παρηγμένα καὶ πάσης οὐσιώδους σχέσεως τῆς πρὸς αὐτὴν ἠλλοτρίωται—, τέλειος ἄρα ὁ θεὸς αὐτὸς ὑφʼ ἑαυτοῦ τελειούμενος, κἂν μηδὲν τῶν δημιουργημάτων ὑπάρχῃ. καὶ ἄλλως· τὸ τέλειον καὶ ἀνενδεὲς τῇ θείᾳ οὐσίᾳ ἢ αὐτόθεν ἐξ αὐτῆς αὐτῇ ἐνυπάρχει παντελῶς μηδεμιᾶς ἔξωθεν ῥοπῆς προσδεόμενον ἢ ἑτέρωθέν ποθεν αὐτῇ ἐπιχορηγεῖται. εἰ μὲν οὖν ἑτέρωθεν, τὸ χορηγοῦν τοῦ χορηγουμένου μακαριώτερον καὶ πολλῷ πρότερον καὶ ἀνενδεέστερον· ἐπεὶ πῶς ἂν ἔδωκεν, ὃ μὴ εἶχεν; τί οὖν τοῦτό ἐστιν; τί δὲ ἄλλο κατʼ αὐτοὺς ἢ τὰ δημιουργήματα, ὧν ἄνευ τὸν θεὸν μὴ εἶναι τέλειον λέγειν οὐ φρίττουσιν; εἰ γὰρ οὐκ ἂν ἄλλως τέλειος ὁ θεὸς ὑπάρχῃ, εἰ μὴ καὶ τὰ δημιουργήματα εἴη, τελειωτικὰ ἄρα ἔσται αὐτοῦ τοῦ ποιήσαντος τὰ ποιήματα. οὕτω μὲν οὖν, εἰ μὴ ἐξ αὐτῆς αὐτοῦ τῆς οὐσίας ἀλλʼ ἔξωθεν ἐφήκει τῷ θεῷ ἡ τελειότης. εἰ δʼ ἔξωθεν μὲν οὐδαμόθεν—τοῦτο γὰρ προῦπτον τοῖς καὶ ὁπωσοῦν σμικρὰς περὶ θεοῦ δόξας ἔχουσιν—, ἐξ αὐτῆς δὲ τῆς οὐσίας ἐφήκει τῷ θεῷ τὸ ἀνενδεές τε καὶ τέλειον, οὐκ ἄλλως δʼ ἂν εἴη τέλειος, εἰ μὴ ἀεὶ συνυπάρχῃ αὐτῷ τὰ ὑπʼ αὐτοῦ παρηγμένα, μέρος ἄρα τῆς θείας οὐσίας πάντα τὰ ὄντα καὶ αὐτὸ δὲ τῶν ὄντων τὸ ἔσχατον ἡ ὕλη· τὰ γὰρ τῶν οὐσιῶν συμπληρωτικὰ μέρη τῶν οὐσιῶν εἰσιν· εἰ γὰρ τὴν μὲν τελειότητα ἐξ αὐτῆς αὐτοῦ τῆς οὐσίας ὑπάρχειν τῷ θεῷ προωμολόγηται, οὐκ ἄλλως δʼ ἂν εἴη τέλειος ὁ θεὸς κατὰ τὰς Ἑλληνικὰς ὑποθέσεις, εἰ μὴ ἀϊδίως ὁ κόσμος αὐτῷ συνυπάρχῃ, τὰ δὲ τῶν οὐσιῶν συμπληρωτικά τε καὶ τελειωτικὰ μέρη τῶν οὐσιῶν εἰσιν, ὡς τὸ λογικὸν ἀνθρώπου καὶ τοῦ σώματος τοῦ ἡμετέρου ἡ χείρ, ὁ πούς, μέρος ἄρα ὁ κόσμος τῆς τοῦ θεοῦ οὐσίας ἔσται· καὶ τὰ ἑπόμενα αὐτοὶ συναγέτωσαν· οὕτω γὰρ καὶ σῶμα ὁ θεὸς ἔσται καὶ ὅσα τοῖς σώμασιν πρόσεστιν πήσεται. καὶ ἄλλως· εἰ οὐκ ἂν ὑπάρξοι θεῷ ἡ τελειότης μὴ ἐξ ἀϊδίου τῶν ὄντων αὐτῷ συνυπαρχόντων, πλέον ἢ δίδωσιν ὁ θεὸς τοῖς δημιουργουμένοις παρʼ αὐτῶν ἀντιλήψεται· διδοὺς γὰρ αὐτοῖς τὸ εἶναι ἀντιλαμβάνει παρʼ αὐτῶν τὸ τέλειος εἶναι, πολλῷ δὲ κρεῖττον τοῦ ἁπλῶς εἶναι τὸ τέλειος εἶναι. ὥστε δημιουργήσει τὰ ὄντα ὁ θεὸς οὐ διὰ τὴν οἰκείαν ἀγαθότητα ἐφʼ ᾧτε εἶναί τινα τὰ μετέχοντα ταύτης, ἀλλʼ ὅπως αὐτὸς ἀλύπως τε καὶ ἀνενδεῶς διάγοι τὸ τελειότητος αὐτῷ αἴτιον συνυπάρχον ἔχων, ὥσπερ καὶ ἡμεῖς τυχὸν τῆς οἰκείας ἕνεκεν συστάσεως ποιοῦμεν οἴκους τε καὶ ἐσθῆτας καὶ τὰ τοιαῦτα οὐκ ἐφʼ ᾧτε ἐκεῖνα εὐεργετεῖν, ἀλλʼ ἑαυτοῖς τὴν ῥᾳστώνην προνοούμενοι. λελήθασιν ἄρα ἑαυτοὺς οἱ σοφοί, διʼ ὧν τὸ τέλειον τῷ θεῷ προσάπτειν ἐθέλουσιν, διὰ τούτων ἀτελῆ αὐτὸν κατασκευάζοντες καὶ αὐτὸν ἑαυτῷ μὴ ἐξαρκοῦντα πρὸς τελειότητα ἀλλʼ ἐνδεᾶ τῶν ὑπʼ αὐτοῦ παραγομένων εἰς ὕπαρξιν. ἀλλʼ ἴσως ἐρεῖ τις πρὸς ταῦτα ὅτι «οὐ φαμὲν συντελεῖν εἰς τελειότητα τῷ θεῷ τὰ ὄντα, ἀλλὰ τὴν ἐνέργειαν τὴν πάντων δημιουργικήν, ἥτις οὐσιωδῶς θεῷ ἐνυπάρχει, ᾗτινι πάντως παρακολουθεῖ τὸ εἶναι τὰ ὄντα». ἀλλʼ οὐδὲν ἧττον καὶ διὰ τούτων τὸ ἄτοπον συναχθήσεται· εἰ γὰρ μὴ ὄντων τῶν γεγονότων ἀτελὴς ἡ ἐνέργεια, ἀτελοῦς δὲ οὔσης τῆς ἐνεργείας οὐ τέλειος ὁ θεός, τὸ ἄρα τέλειον αὐτῷ ἐκ τῶν δημιουργημάτων ἐφήκει διὰ μέσης τῆς ἐνεργείας. ἀλλʼ οὐχ αἱ ἐν σχέσει τῇ πρὸς τὰ ἔξωθεν ἐνέργειαι τελειωτικαὶ τῶν ἐνεργούντων ὑπάρχουσιν, ὦ σοφώτατοι· ταύτην γὰρ καὶ ὁ Ἀριστοτέλης οὐκ ἔφη τὸν διδάσκαλον καὶ ὅλως τὸν ἐνεργοῦντά τι ἀλλοιοῦσθαι ἐκ τῆς πρὸς τὰ ἔξωθεν ἐνεργείας· ἐπεὶ τὸ τελειούμενον πάσχει τι καὶ ἀλλοιοῦται, ὁ δὲ ἐνεργῶν οὐδὲν πάθος οὐδὲ ἀλλοίωσιν οὐδεμίαν ὑπομένει, ὡς πολλάκις ἐδείξαμεν. ὥστε οὐδὲ τελειοῦται ὁ διδάσκαλος, ὅταν διδάσκῃ. εἰ δὲ μὴ τὸ διδάσκειν τελειωτικόν ἐστιν τῆς τοῦ διδασκάλου τελείας ἕξεως, οὐδὲ τὸ δημιουργεῖν ἄρα συμπληρωτικὸν ἔσται τῆς τοῦ δημιουργοῦ οὐσίας, ἀλλʼ αὐτὴ μόνη ἡ δημιουργικὴ ἕξις καὶ δύναμις, ἵνα μὴ ἐν σχέσει τῇ πρὸς τὰ δημιουργήματα τὸ εἶναι τοῦ θεοῦ ὑπάρχῃ· εἰ γὰρ τὸ δημιουργεῖν συμπληρωτικόν ἐστιν τῆς θείας οὐσίας, τὸ δὲ δημιουργεῖν ἐν σχέσει τῇ πρὸς τὰ δημιουργούμενα τὸ εἶναι ἔχει—ὁ γὰρ δημιουργῶν δημιουργουμένων δημιουργὸς ὢν δημιουργεῖ—, ἐν τῇ σχέσει ἄρα τῇ πρὸς τὰ δημιουργήματα τὸ συμπληροῦσθαί τε καὶ τελειοῦσθαι ἡ θεία ἕξει οὐσία. οὕτω δʼ ἂν δέοιτο εἰς ὕπαρξιν τούτων, οἷς αὐτὴ τὸ εἶναι δέδωκεν· οὗ τί ἂν ἀσεβέστερον εἰς τὴν περὶ θεοῦ ὑπόληψιν γένοιτο; εἰ οὖν τὸ τοιαῦτα περὶ θεοῦ ἐννοεῖν ἢ λέγειν ἐπέκεινά ἐστιν πάσης ἀσεβείας, εἰς τοῦτο δὲ ἤγαγεν τὸ λέγειν «εἰ μὴ ἀεὶ ὁ κόσμος εἴη, πρὶν γενέσθαι τὸν κόσμον ἀτελὴς ἔσται ὁ θεός», τέλειος ἄρα ὁ θεός, κἂν μηδὲν τῶν ὑπʼ αὐτοῦ παρηγμένων ὑπάρχῃ.

`89–91`

γιʹ. Σκοπεῖν δὲ καὶ τῇδε ἄξιον. πάντων εἶναι τὸν θεὸν αἴτιον ἀπὸ τῶν πρώτων καὶ μέχρι τῶν ἐσχάτων ἡ περὶ τοῦ μίαν εἶναι τὴν ἀρχὴν τῶν ὄντων πιστεύειν ἀναγκάζει δόξα· «περὶ τὸν πάντων γὰρ βασιλέα τὰ πάντα», φησὶν ὁ Πλάτων, «κἀκείνου ἕνεκα πάντα καὶ αὐτὸς αἴτιος πάντων καλῶν»· καὶ πάλιν ὁ αὐτὸς ἀρχήν φησιν καὶ τέλος καὶ μεσότητα τῶν ὄντων τὸν θεὸν περιέχειν· οὐκ ἀγαθόν τε πολυκοιρανίη, εἷς κοίρανος ἔστω, ὡς Ὁμήρῳ τε δοκεῖ καὶ Ἀριστοτέλει· εἰ γὰρ καὶ τινὰ τῶν γινομένων διά τινων μέσων αἰτίων γίνεται, ἀλλʼ οὖν γε δῆλον, ὅτι τὸ πάντων μάλιστα αἰτιώτατον τὸ πρῶτόν ἐστιν τῆς ὑποστάσεως αὐτῶν αἴτιον τὸ καὶ τοῖς μέσοις αἰτίοις τὴν δύναμιν τοῦ εἶναι αἰτίοις παρασχόν. ὅτι δὲ τὸ πρῶτον αἴτιον τοῦ προσεχοῦς αἰτίου μᾶλλόν ἐστιν αἰτιώτερον, ἐναργὲς μὲν καὶ ἐξ αὐτῶν τῶν πραγμάτων, εἴπερ, ὡς εἶπον, καὶ τοῖς δευτέροις αἰτίοις τὴν δύναμιν τοῦ εἶναι αἰτίοις ἐκεῖνο παρέσχεν, οὐδὲν δὲ οἷον καὶ Ἀριστοτέλην παραθέσθαι αὐτὸ δὴ τοῦτο λέγοντα· ἐν γὰρ τῷ ὀγδόῳ τῆς φυσικῆς ἀκροάσεως εἰπών, ὡς ὅτι τὸ κινούμενον ὑπὸ κινοῦντος κινεῖται καὶ ὅτι τὸ κινοῦν ἢ ἀμέσως κινεῖ ἢ διὰ πλειόνων μέσων, ὡς εἴ τις βακτηρίᾳ κινήσει θύραν—ἐντεῦθεν γὰρ τὸ μὲν πρώτως κινοῦν ἐστιν ἡ ψυχή, ἡ δὲ βακτηρία τὸ ἔσχατον· ἡ μὲν γὰρ ψυχὴ κινεῖ τὴν χεῖρα, ἡ δὲ χεὶρ τὴν βακτηρίαν, ἡ δὲ βακτηρία τὴν θύραν—, ταῦτα οὖν εἰπὼν ἐπάγει καί φησιν ὅτι «κἀκεῖνα κινεῖν φαμεν, καὶ τὸ τελευταῖον· ἐκεῖνο γὰρ κινεῖ τὸ τελευταῖον, ἀλλʼ οὐ διὰ τοῦτο τὸ πρῶτον, καὶ ἄνευ μὲν τοῦ πρώτου τὸ τελευταῖον οὐ κινήσει, ἐκεῖνο δὲ ἄνευ τούτου, οἷον ἡ βακτηρία οὐ κινεῖ μὴ κινοῦντος τοῦ ἀνθρώπου»· καὶ μετʼ ὀλίγα πάλιν φησὶν ὁ αὐτὸς «δῆλον γάρ, ὅτι κινεῖται ὑπὸ τοῦ ἀνωτέρω κινοῦντος τὸ κινούμενον πᾶν, καὶ μᾶλλον ὑπὸ τοῦ προτέρου τῶν κινούντων»· καὶ πάλιν μετʼ ὀλίγα «οὔτε γὰρ ἔσται πρῶτον κινοῦν οὐδέν, εἴ γε αὐτὸ ἑαυτὸ κινήσει ἑκάτερον· τὸ γὰρ πρότερον αἰτιώτερον τοῦ κινεῖσθαι τοῦ ἐχομένου καὶ κινήσει μᾶλλον· διχῶς γὰρ κινεῖν ἦν, τὸ μὲν τὸ ὑπʼ ἄλλου κινούμενον αὐτό, τὸ δὲ αὑτῷ· ἐγγύτερον δὲ τὸ πορρώτερον τοῦ κινουμένου τῆς ἀρχῆς ἢ τὸ μεταξύ». σαφῶς ἄρα διὰ τούτων φησίν, ὡς ὅτι, κἂν πλείονα μέσα ᾖ τὰ κινοῦντα, τὸ μᾶλλον αἰτιώτατον τῆς κινήσεως τὸ πρῶτόν ἐστιν κινήσεως αἴτιον, ὥσπερ ἐφʼ οὗ ἔθηκεν ὑποδείγματος· ἡ γὰρ ψυχὴ αἰτιωτέρα ἐστὶν τοῦ κινεῖσθαι τὴν θύραν ἤπερ ἡ βακτηρία· καὶ διὰ τοῦτο εἰκότως τοῦ κινουμένου ἐγγυτέρω εἶναί φησιν τὸ πορρωτέρω κινοῦν, οἷον ἐγγύτερον ἡ ψυχὴ τῆς θύρας ἔτι μᾶλλον ἤπερ ἡ βακτηρία οὐ τῷ τόπῳ ἀλλὰ τῇ δυνάμει καὶ τῷ αἰτίῳ τῆς κινήσεώς ἐστιν. ἐπεὶ οὖν ἡ ψυχὴ τὸ πρῶτον τῆς κινήσεώς ἐστιν αἴτιον, ἐγγυτέρω μᾶλλον εἶναί φησιν τῆς θύρας τὴν ψυχὴν ἢ τὴν βακτηρίαν. ὅπερ δὲ ἐπὶ κινήσεώς φησιν ὁ Ἀριστοτέλης, τοῦτο δηλονότι καὶ ἐπὶ παντὸς αἰτίου ἐστὶν ἀληθές· καὶ γὰρ εἰ καὶ διδάσκαλος διά τινος ὑποκριτοῦ διδάσκοι, αἰτιώτερος τοῦ διδάσκεσθαι μᾶλλον ὁ διδάσκαλός ἐστιν ἢ ὁ τὸν διδάσκαλον ὑποκρινόμενος. καὶ ἐπὶ γενέσεως ὁ αὐτὸς λόγος· τὸ γὰρ πρῶτον τῆς γενέσεως αἴτιον αἰτιώτερόν ἐστιν τῶν προσεχεστέρων αἰτίων· εἰ γὰρ καὶ τῆς γενέσεως αἴτιος ὁ πατήρ, ἀλλʼ αἰτιώτερος δηλονότι ὁ θεὸς ὁ τὴν δημιουργικὴν δύναμιν ἐν τῇ φύσει καταβαλλόμενος· καὶ γὰρ εἰ μὴ πρῶτον αἴτιον τὸν δημιουργὸν εἶναι βούλωνται, πάλιν ἐπειδὴ ὁ πρῶτος κατʼ αὐτοὺς θεὸς αἴτιός ἐστιν τῷ δημιουργῷ τοῦ εἶναι αὐτὸν δημιουργόν, ἐκεῖνος καὶ τῆς ὑπάρξεως πάντων αἰτιώτατος ἂν εἴη. τούτων οὖν οὕτω δεδειγμένων ἀνάγκη πᾶσα καὶ τῆς τῶν κατὰ μέρος γενέσεως τὸν πρῶτον θεὸν αἴτιον εἶναι, εἰ καὶ μυρία μέσα αἴτια ὑποθῶνται. καὶ ἐν τῷ δευτέρῳ δὲ λόγῳ αὐτοῦ τοῦ Πρόκλου χρήσεις παρεθέμεθα ἐκ τοῦ λόγου τοῦ περὶ τῶν δέκα πρὸς τὴν πρόνοιαν ἀπορημάτων, ἐν αἷς σαφῶς τὴν δημιουργικήν τε καὶ προνοητικὴν τοῦ θεοῦ δύναμιν μέχρι καὶ τῶν ἐσχάτων καὶ λεπτοτάτων διήκειν ὁ Πρόκλος ἀποφαίνεται· φησὶν γὰρ οὕτως «συλλήβδην οὖν λέγοντες πάντων παρακτικὸν ἐκεῖνο τὸ ἓν πάντων σωστικὸν εἶναί φαμεν, πάσης οὐσίας ὕπαρξιν ἔχον ἀληθεστέραν καὶ πάσης γνώσεως τρανεστέραν»· καὶ πάλιν «ἐκεῖνο δὲ ἐν τῷ ἑνὶ μένον ἀμετάβατον ἅμα καὶ ἀδιαίρετον καὶ γινώσκει πάντα τὸν αὐτὸν τρόπον, καὶ οὐκ ἄνθρωπον μόνον καὶ ἥλιον καὶ πᾶν ὅτι τοιοῦτον ἀλλὰ καὶ ἕκαστον τῶν καθʼ ἕκαστον· οὐδὲν γὰρ ἐκφεύγει τὸ ἓν ἐκεῖνο, κἂν τῷ εἶναι λέγῃς, κἂν τῷ γινώσκεσθαι»· καὶ πάλιν «οὕτως καὶ ἡ τῆς προνοίας ἑνιαία γνῶσις ἐν τῷ αὐτῷ ἀμερεῖ πάντων ἐστὶν τῶν μεριζομένων γνῶσις, καὶ τῶν ἀτομωτάτων ἑκάστου καὶ τῶν ὁλικωτάτων ἑκάστου, καὶ ὡς ὑπέστησεν ἕκαστον κατὰ τὸ ἕν, οὕτω καὶ γινώσκει ἕκαστον κατὰ τὸ ἕν». ἐκ τούτων οὖν ἁπάντων δῆλόν ἐστιν, ὡς μέχρι τῶν ἀτομωτάτων ἀνάγκη τὴν δημιουργικὴν τοῦ θεοῦ διήκειν δύναμιν.

`92–98`

διʹ. Ἐπεὶ οὖν αἴτιος ὁ θεὸς τοῦ καὶ τὰ μερικὰ καὶ τὰ ἀτομώτατα εἶναι, οἷον Σωκράτην καὶ Πλάτωνα καὶ τόνδε τὸν ἵππον καὶ τόδε τὸ φυτόν, λεγέτωσαν ἡμῖν, πότερον πάντων τῶν ἀτόμων ἀεί ἐστιν ἐνεργείᾳ δημιουργὸς ὁ θεὸς ἢ οὔ. εἰ μὲν οὖν πάντων ἐστὶν ἐνεργείᾳ δημιουργός, πῶς οὐχ ἅμα πάντα πάρεστιν, ἀλλὰ τὰ μὲν ἔφθαρται, τὰ δὲ ὑφέστηκεν, τὰ δὲ μέλλει; τῶν οὖν μελλόντων εἰ μὲν ἐνεργείᾳ ἐστὶν δημιουργός, πῶς οὐ πάρεστιν τὰ μέλλοντα; εἰ δὲ δυνάμει, τὸ δὲ δυνάμει κατʼ αὐτοὺς ἀτελές, ἀεὶ ἄρα κατʼ αὐτοὺς ἀτελὴς ὁ θεός, εἴπερ ἀεὶ τῶν ἀτόμων τὰ μὲν φθείρεται, τὰ δὲ μέλλει γίνεσθαι. καὶ εἰ κατὰ τὸν σοφὸν Πρόκλον τοῦ κόσμου δυνάμει ὄντος καὶ ὁ τούτου δημιουργὸς δυνάμει ἔσται — ὡς ἐν τῷ τρίτῳ συνελογίσατο ἐπιχειρήματι — καὶ διὰ τοῦτο δεῖται ἑτέρου τοῦ εἰς ἐνέργειαν τοῦτον ἄγοντος καί, εἰ μὲν ὁ δεύτερος ἐνεργείᾳ εἴη, ἀνάγκη καὶ τὸν πρῶτον ἐνεργείᾳ εἶναι δημιουργόν, εἰ δὲ δυνάμει καὶ ὁ δεύτερος, δυνάμει καὶ πάλιν ἄλλου τρίτου δέεσθαί φησιν καὶ τοῦτο ἐπʼ ἄπειρον, ἀκόλουθον δήπου πάντως κατὰ τὴν αὐτὴν ὑπόθεσιν ἢ τὸ προσεχὲς τῶν μελλόντων ἔσεσθαι ἀτόμων δυνάμει αἴτιον ἢ καὶ τὸ αἴτιον τοῦ προσεχοῦς αἰτίου δυνάμει εἶναι καὶ οὕτω μέχρι τοῦ πρώτου βαδίζοντες καὶ αὐτὸ δυνάμει λέγειν ἀναγκασθησόμεθα· εἰ γὰρ τὸ πρῶτον αἴτιον ἐνεργείᾳ ἐστὶν τοῦ εἶναι τὸ δεύτερον αἴτιον, καὶ τὸ δεύτερον ἐνεργείᾳ αἴτιον ἔσται, εἰ δὲ τοῦτο, καὶ τὸ τρίτον πάλιν ἐνεργείᾳ αἴτιον ἔσται καὶ οὕτω μέχρι τοῦ ἐσχάτου αἰτίου, ὥσπερ, εἰ καὶ δυνάμει τὸ ἔσχατόν ἐστιν οἷον ὁ πατήρ, δυνάμει καὶ τὸ πρῶτον ἐξ ἀνάγκης ἔσται. ἐπεὶ οὖν ἀεί τινα μέλλει γίνεσθαι ἄτομα — ἄνθρωποι λέγω καὶ φυτὰ καὶ τῶν λοιπῶν ἕκαστον —, δηλονότι τὸ προσεχὲς αἴτιον τῆς τούτων γενέσεως δυνάμει ἐστὶν αἴτιον· ὥστε καὶ τὸ τοῦ αἰτίου αἴτιον δυνάμει ἔσται καὶ οὕτως μέχρι τοῦ πρώτου. πᾶν δὲ τὸ δυνάμει ἀτελές, ὥς φασιν· ἀεὶ ἄρα κατʼ αὐτοὺς τὸ πρῶτον αἴτιον δυνάμει καὶ ἀτελὲς ἔσται· εἰ γὰρ καὶ τῶν γενομένων ἤδη ἐνεργείᾳ ἐστὶν δημιουργὸς ὁ θεός, ἀλλὰ τῶν μελλόντων πάντως δυνάμει ἔσται. ἢ οὖν συγχωρεῖν ἀνάγκη τὸ καθʼ ἕξιν δυνάμει τέλειον εἶναι ἢ πάντως ἀεὶ τῶν μελλόντων ὁ θεὸς ἀτελὴς δημιουργὸς ἔσται· ἀεὶ γὰρ τῶν μελλόντων δυνάμει ἔσται δημιουργός. οὐ μόνον δὲ ἐπὶ τῆς τῶν μερικῶν δημιουργίας τοῦτο συμβαίνειν ἀνάγκη ἀλλὰ καὶ ἐπὶ τῆς τῶν καθόλου, ὧν ὁ θεὸς ἀμέσως ἐστὶν δημιουργός· τὸν γὰρ οὐρανὸν καὶ πάντα τὰ εἴδη, ὡς Πλάτων φησίν, ἀμέσως ὁ δημιουργὸς παρήγαγεν· ἐν γοῦν τῷ Τιμαίῳ μετὰ τὴν τοῦ ἀνθρώπου γένεσιν πρὸς τοὺς κατʼ οὐρανὸν θεοὺς τούς τε νοητοὺς καὶ αἰσθητοὺς ἥλιόν τε καὶ σελήνην καὶ τοὺς λοιποὺς τοιαῦτα ἄττα ὁ δημιουργὸς διελέξατο. ἔχει δὲ ἡ λέξις ὧδε «ἐπειδὴ οὖν πάντες ὅσοι τε περιπολοῦσιν ἀφανῶς καὶ ὅσοι φαίνονται καθόσον ἂν ἐθέλωσιν θεοὶ γένεσιν ἔσχον, λέγει πρὸς αὐτοὺς ὁ τόδε τὸ πᾶν γεννήσας τάδε· θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργὸς πατήρ τε ἔργων»· καὶ μετʼ ὀλίγα «νῦν οὖν ὃ λέγω πρὸς ὑμᾶς ἐνδεικνύμενος, μάθετε. θνητὰ ἔτι γένη λοιπὰ τρία ἀγένητα· τούτων δὲ μὴ γινομένων οὐρανὸς ἀτελὴς ἔσται· τὰ γὰρ πάντα ἐν αὑτῷ γένη ζῴων οὐχ ἕξει, δεῖ δέ, εἰ μέλλοι τέλειος ἱκανῶς εἶναι. διʼ ἐμοῦ δὲ ταῦτα γενόμενα καὶ βίου μετασχόντα θεοῖς ἰσάζοιτʼ ἄν. ἵνα οὖν θνητά τε ᾖ τό τε πᾶν τόδε ὄντως πᾶν ᾖ, τρέπεσθε κατὰ φύσιν ὑμεῖς ἐπὶ τὴν τῶν ζῴων δημιουργίαν μιμούμενοι τὴν ἐμὴν δύναμιν τὴν περὶ τὴν ὑμετέραν γένεσιν· καὶ καθόσον μὲν αὐτῶν ἀθανάτοις ὁμώνυμον εἶναι προσήκει, θεῖον λεγόμενον ἡγεμονοῦν τε ἐν αὐτοῖς σπείρας καὶ ὑπαρξάμενος ἐγὼ παραδώσω». εἰ τοίνυν τά τε κατʼ οὐρανὸν ἅπαντα καὶ ὅλως τὰ ὡς αὐτοῖς δοκεῖ ἀΐδια ταῦτα ἀμέσως ὑπὸ τοῦ δημιουργοῦ παράγεται, πότερον ἀεὶ αὐτὰ παράγει ὁ θεὸς ἢ πέπαυται τοῦ παράγειν ἅπαξ δημιουργήσας αὐτά, τὸ δὲ λοιπὸν διασῴζων καὶ συνέχων; εἰ μὲν οὖν πέπαυται τοῦ παράγειν, πάντως καὶ ἤρξατο· πᾶν γὰρ τὸ παυσόμενον ἀνάγκη πάντως καὶ ἄρξασθαι. εἰ δὲ ἀεὶ δημιουργεῖ—τοῦτο γὰρ αὐτοῖς δοκεῖ, ὡς καὶ ὁ Πρόκλος ἐν τοῖς προλαβοῦσιν πολλάκις ἀπεφήνατο· ἐν γοῦν τῷ τρίτῳ κεφαλαίῳ φησὶν ὅτι «εἰ μὲν κατʼ ἐνέργειαν ὁ δημιουργὸς ἀεὶ δημιουργός, καὶ τὸ δημιουργούμενον ἀεὶ κατʼ ἐνέργειαν ἔσται δημιουργούμενον» καὶ πάλιν ἐν τῷ αὐτῷ «ἕπεται καὶ τὰ αἰτιατὰ εἶναι ἀεὶ κατʼ ἐνέργειαν καὶ τὸν κόσμον ἀεὶ δημιουργούμενον»· καὶ ἐν τῷ τετάρτῳ δὲ καὶ ἐν τῷ πέμπτῳ τὰ αὐτά φησιν, καὶ ἐν τῷ ἀρτίως δὲ μνημονευθέντι λόγῳ, ὃν πρὸς τὸν Ἀριστοτέλην ὑπὲρ τοῦ Τιμαίου γέγραφεν, ἐπὶ λέξεώς φησιν ὁ Πρόκλος ὡς «ἀεὶ ὁ κόσμος δημιουργεῖται» καὶ ὅτι «ὡς ὁ δημιουργὸς καὶ δεδημιούργηκεν ἀεὶ καὶ δημιουργεῖ, οὕτως καὶ ὁ κόσμος ἀεὶ δημιουργεῖται καὶ γινόμενος γέγονεν καὶ γεγονὼς ἀεὶ γίνεται», καὶ μετʼ ὀλίγα «ὥστε ἀεὶ ὁ κόσμος δημιουργεῖται, καὶ ὡς ἐκεῖνος καὶ δεδημιούργηκεν ἀεὶ καὶ δημιουργεῖ, οὕτω καὶ ὁ κόσμος καὶ δεδημιούργηται καὶ δημιουργεῖται ἀεὶ καὶ γινόμενος γέγονεν καὶ γεγονὼς ἀεὶ γίνεται» —εἰ οὖν ταῦτα ἀληθῆ, θαυμάζω, πῶς οὐ συνεῖδεν, ὡς αὐτὸς τοῖς αὑτοῦ πτεροῖς ἁλώσεται· εἰ γὰρ καὶ δεδημιούργηκεν ἤδη τὸν κόσμον ὁ θεὸς καὶ δημιουργεῖ νῦν καὶ διὰ τοῦτο καὶ ὁ κόσμος καὶ γέγονεν ἤδη καὶ γίνεται νῦν καὶ γενήσεται κατὰ τὸ ἐσόμενον τοῦ χρόνου διὰ τὸ μὴ ἀθρόαν ἔχειν πᾶσαν παροῦσαν τὴν ὕπαρξιν ὥσπερ τὰ αἰώνια ἀλλὰ συνδιαιρουμένην τῷ χρόνῳ, ἀνάγκη δήπου τὸν νῦν γινόμενον, πρὶν τὸ νῦν ἐνστῆναι, καθὸ νῦν γίνεται, πρότερον δυνάμει εἶναι· εἰ γὰρ καὶ πρότερον ἐνεργείᾳ ἦν, ἀλλʼ οὐ καθὸ νῦν ἐστιν, ἀλλὰ καθὸ τότε ἐγένετό τε καὶ ἦν, ἐνεργείᾳ ὑπῆρχεν· εἰ γάρ, καθὸ νῦν γίνεται καὶ ἔστιν, πρὶν τὸ νῦν ἐνστῆναι ἐνεργείᾳ ἦν πρότερον, οὐκέτʼ ἂν ἀεὶ γίνοιτο ὁ κόσμος οὐδὲ τὸ εἶναι αὐτοῦ τῇ τοῦ χρόνου διαστάσει συνδιίσταται ἀλλʼ ἀθρόαν ἔχει τὴν ὕπαρξιν ὥσπερ τὰ αἰώνια. ἀλλʼ οὐδὲ αὐτῷ τῷ Πρόκλῳ τοιαύτη εἶναι δοκεῖ ἡ τοῦ κόσμου ὑπόστασις· λέγει γοῦν ἐν τῷ μνημονευθέντι λόγῳ κατὰ λέξιν ταῦτα «εἰ δὲ τὸν ποτὲ ἐσόμενον καλεῖ θεὸν τὸν κόσμον ὁ Τίμαιος — ἴσως γὰρ ἂν τοῦτό τινας θράξειεν —, μήποτε ἐν μέρει χρόνου δίδωσιν αὐτῷ τὴν γένεσιν· τὸ γὰρ ποτέ τοῦ χρόνου μέρος τι εἶναι λεκτέον ἡμῖν. ὡς ἄρα πᾶν τὸ ἐν χρόνῳ ὂν εἴτε ἀπείρῳ εἴτε πεπερασμένῳ ἀεὶ ποτὲ ἔσται — ὅσον γὰρ ἔστιν αὐτοῦ, τοῦτο ἔν τινι χρόνῳ ἐστίν· οὐ γὰρ ἅμα ὅλος ὁ χρόνος ἐστὶν ἀλλὰ κατὰ μέρος —, εἴ τι οὖν ἐν χρόνῳ ἐστίν, κἂν εἰς τὸν ἄπειρον ἐκτείνηται χρόνον, ἔστιν μὲν ποτέ, γίνεται δὲ ἐπʼ ἄπειρον ἀλλʼ οὐ ποτέ, ἀπʼ ἄλλου ποτέ εἰς ἄλλο ποτέ ἀεὶ μεθιστάμενον, καὶ ἦν ποτὲ καὶ ἔστιν ποτὲ καὶ ἔσται ποτέ· καὶ ἀεὶ μὲν ἕτερον τὸ ποτέ τοῦτο, ἔστιν δὲ ὅμως, ἐν ᾧ ἔστιν ποτέ. τὸ μὲν οὖν ἐν μέρει χρόνου τὴν ὑπόστασιν ἔχον καὶ γίνεται ποτὲ καὶ ἔστιν ποτὲ καὶ ἔσται ποτέ, τὸ δὲ ἐν παντὶ τῷ χρόνῳ ἔστιν μὲν ποτέ, γίνεται δὲ ἀεί, μιμησάμενον τῷ ἀεὶ γίνεσθαι τὸ ἀεὶ ὄν». εἰ οὖν, ὡς καὶ αὐτῷ δοκεῖ τῷ Πρόκλῳ, διὰ τὸ ἐν χρόνῳ εἶναι ὁ κόσμος ἀεὶ ποτέ ἐστιν, διὰ τί, ὅσον ἐστὶν τοῦ κόσμου ἐν ὑποστάσει, τοῦτο ἐν μέρει τινὶ τοῦ χρόνου ἐστίν; ἐπεὶ μὴ ἅμα ὅλος ὁ χρόνος ὑφέστηκεν ἀλλὰ κατὰ μέρος καὶ ἀεὶ ἀπὸ ἄλλου ποτέ εἰς ἄλλο ποτέ μεθίσταται καί, ὥσπερ ἦν ποτὲ καὶ ἔστιν νῦν ποτέ, οὕτως καὶ ἔσται ποτέ, τὸ δὲ ποτὲ ἐσόμενον, καθὸ ἔσται ποτέ, οὔπω νῦν ἐστιν ἐνεργείᾳ, ἐπεὶ μηδὲ τὸ ἐσόμενον ποτὲ τοῦ χρόνου μέρος νῦν ἐνεργείᾳ ἐστίν—εἴη γὰρ τὸ μέλλον ἤδη ἐνεστὸς ἐνεργείᾳ—, ἀνάγκη δήπου τὴν ἐσομένην ποτὲ τοῦ κόσμου ὕπαρξιν νῦν δυνάμει εἶναι. οὐκοῦν καὶ ὁ αἴτιος τῆς ἐσομένης τοῦ κόσμου ὑπάρξεως νῦν δυνάμει αὐτῆς ἐστιν αἴτιος· ὥσπερ γὰρ τὸν κόσμον τὸ ἤδη ἐνεργείᾳ ποτὲ εἶναι οὐκ ἀφαιρεῖται τοῦ εἶναι δυνάμει, καθὸ ἔσται ποτέ, διὰ τὸ συνδιαιρεῖσθαι τῷ χρόνῳ τὴν ὕπαρξιν αὐτοῦ, οὕτως οὐδὲ τὸν αἴτιον τῆς τοῦ κόσμου ὑπάρξεως τὸ ἤδη κατʼ ἐνέργειαν αὐτὸν γεγονέναι αἴτιον, καθὸ ἤδη ὑπέστη, ἀφαιρεῖται τοῦ εἶναι δυνάμει, καθὸ ἔσται αὐτῷ αἴτιος τοῦ αὖθις εἶναι· ὡς γὰρ ἔχει τὸ γιγνόμενον, οὕτως καὶ τὸ ποιοῦν ἔχειν ἀνάγκη καὶ ἔμπαλιν, ὡς τὸ ποιοῦν, καὶ τὸ γιγνόμενον, ὡς καὶ αὐτὸς πολλάκις ἐν τοῖς ἔμπροσθεν ὁ Πρόκλος εἴρηκεν· εἰ γάρ, καθὸ ἔσται ποτὲ ὁ κόσμος, νῦν αὐτοῦ ἐνεργείᾳ ὁ θεός ἐστιν αἴτιος, ὅταν δὲ τὸ αἴτιόν τε καὶ ποιοῦν ἐνεργείᾳ ᾖ, καὶ τὸ αἰτιατόν τε καὶ γιγνόμενον ἐνεργείᾳ ἔσται, ὡς ἀρτίως λέγοντος τοῦ Πρόκλου ἠκούσαμεν, ἐν αἷς πρὸ ὀλίγου λέξεσιν αὐτοῦ παρεθήκαμεν, καὶ ἡ ἐσομένη ἄρα ποτὲ τοῦ κόσμου ὑπόστασις νῦν ἐνεργείᾳ ἔσται· ὥστε καὶ ὁ ἐσόμενος χρόνος, ἐν ᾧ ἔσται ποτὲ ἡ ἐσομένη τοῦ κόσμου ὕπαρξις, νῦν ἐνεργείᾳ ἔσται· τὸ ἄρα μέλλον ἐνέστηκεν ἤδη κατʼ ἐνέργειαν, ὅπερ γελοῖόν τε καὶ ἀδύνατον. οὐκ ἄρα ἐνδέχεται, καθὸ ἔσται ποτὲ ὁ κόσμος, νῦν αὐτοῦ τὸν θεὸν ἐνεργείᾳ εἶναι δημιουργόν. οὐκοῦν εἰ, καθὸ ἔσται ποτὲ ὁ κόσμος, νῦν οὔπω ἐστὶν ἐνεργείᾳ ἀλλὰ δυνάμει, καὶ ὁ αἴτιος ἄρα τῆς ἐσομένης αὐτοῦ ὑπάρξεως νῦν δυνάμει ἐστὶν αὐτοῦ αἴτιος, καθὸ γενήσεται, ἐπεὶ καὶ τοῦ ἐσομένου χρόνου δυνάμει νῦν αἴτιος ὁ θεός. ἀεὶ δὲ ἔσται χρόνος καὶ ἀεὶ ἔσται ποτὲ ἡ τοῦ κόσμου ὕπαρξις, ἀεὶ ἄρα καὶ ὁ θεὸς δυνάμει ἔσται καὶ τοῦ χρόνου καὶ τοῦ κόσμου αἴτιος· ὡς γὰρ τὸν οἰκοδόμον τὸ ἤδη ᾠκοδομηκέναι οὐκ ἀφαιρεῖται τοῦ εἶναι δυνάμει τῶν οἰκοδομηθησομένων οἰκοδόμον, ἀλλά, καθὸ μὲν ᾠκοδόμηκεν, ἐνεργείᾳ ἐστὶν οἰκοδόμος, καθὸ δὲ οἰκοδομήσει, δυνάμει, οὕτω δήπου καὶ ὁ θεός, καθὸ μὲν ὑπέστησε ποτὲ κόσμον καὶ τὸν χρόνον, ἐνεργείᾳ ἐστὶν αὐτῶν αἴτιος, καθὸ δὲ ἔσται ποτὲ ὅ τε κόσμος καὶ ὁ χρόνος, δυνάμει ἦν τε καὶ ἔστιν αὐτῶν αἴτιος· ἀεὶ δὲ ἔσται ποτὲ ὁ κόσμος καὶ ὁ χρόνος, ἀεὶ ἄρα δυνάμει ἔσται αὐτῶν δημιουργὸς ὁ θεός. ὅσῳ οὖν χεῖρόν τε καὶ ἀτελέστερον τὸ ἀεὶ εἶναι δυνάμει τοῦ ποτέ, τοσούτῳ μᾶλλον εἰς μείζονα ἀτοπίαν ἐκπίπτει ἡ περὶ τῆς ἀειγενεσίας τοῦ κόσμου αὐτῶν ὑπόθεσις διὰ τὴν περιδέξιόν τε καὶ ἄφυκτον αὐτῶν κατὰ τῆς ἀληθείας ἐπιχείρησιν.

`99–100`

ειʹ. Οὐκ ἄχρηστον δʼ οἶμαι τὴν τοῦ Πρόκλου περὶ τοὺς λόγους κακουργίαν κατανοῆσαι καὶ ἐν οἷς αὐτοῦ νῦν παρεθέμεθα ῥήμασιν. συναισθόμενος γὰρ τοῦ λόγου, εἰς ὅτι φέρεται, λέγω δὴ εἰς τὸ τὸν δημιουργὸν ἀεὶ δυνάμει εἶναι, ἐπικρύψαι μὲν τοῦτο τῇ δεινότητι τοῦ λόγου ἐπιχειρεῖ, οὐδὲν δὲ ἧττον καὶ οὕτως εὐφώρατος ὑπὸ τῆς ἀληθείας γεγένηται· εἰπὼν γὰρ ὡς «πᾶν τὸ ἐν χρόνῳ ὂν εἴτε ἀπείρῳ εἴτε πεπερασμένῳ ἀεὶ ποτέ ἐστιν, διότι, ὅσον ἔστιν αὐτοῦ, ἔν τινι χρόνῳ τοῦτό ἐστιν· οὐ γὰρ ἅμα ὅλος ὁ χρόνος ἐστὶν ἀλλὰ κατὰ μέρος» καὶ πάλιν ὅτι «εἴ τι ἐν χρόνῳ ἐστίν, κἂν εἰς τὸν ἄπειρον ἐκτείνηται χρόνον, ποτέ ἐστιν» καὶ ὅτι «ἀεὶ ἀπὸ ἄλλου ποτέ εἰς ἄλλο ποτέ μεθίσταται καὶ ἦν ποτὲ καὶ ἔστιν ποτὲ καὶ ἔσται ποτέ» καὶ ὅτι «ἀεὶ μὲν ἕτερον τὸ ποτέ, ἔστιν δʼ ὅμως, ἐν ᾧ ἔστιν ποτέ», ταῦτα εἰπὼν καὶ συναισθόμενος, ὅπερ εἶπον, ὡς ἀνάγκη κατὰ τὰς αὑτοῦ ὑποθέσεις τὸν τοῦ ποτὲ ἐσομένου αἴτιον, καθὸ ἔσται ποτέ, νῦν δυνάμει εἶναι αἴτιον—οὐ γὰρ δή γε ἐνεργείᾳ, εἴ γε ἀδύνατον τὸ ἐσόμενον, καθὸ ἔσται, νῦν ἐνεργείᾳ εἶναι—, ἐπικρύψαι τοῦτο βουλόμενος προσέθηκεν ὡς «ἔστιν μὲν ποτέ, γίνεται δʼ ἐπʼ ἄπειρον ἀλλʼ οὐ ποτέ» καὶ πάλιν «τὸ μὲν οὖν ἐν μέρει τοῦ χρόνου τὴν ὑπόστασιν ἔχον καὶ γίνεται ποτὲ καὶ ἔστιν ποτὲ καὶ ἔσται ποτέ, τὸ δὲ ἐν παντὶ τῷ χρόνῳ ἔστιν μὲν ποτέ, γίνεται δὲ ἀεί», ἵνα τῷ ἀεὶ λέγειν γενέσθαι καὶ μὴ ποτὲ ἐκφύγῃ τὸ δυνάμει λέγειν εἶναι τὸν τοῦ γινομένου ποιητήν, ὡς νενόμικεν. καίτοι εἴπερ ἀεὶ ἐν συνεχεῖ καὶ ἀδιακόπῳ γενέσει ὁ κόσμος ὑφέστηκεν καὶ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει, εἰ μὴ ποτὲ γίνεται ἀλλʼ ἀεί, οὐ ποτὲ ἔσται ἀλλʼ ἀεί· τὸ γὰρ εἶναι αὐτοῦ ἐν τῷ γίνεσθαι τὴν ὑπόστασιν ἔχει. εἰ δὲ διὰ τὸ ἐν χρόνῳ ὑφεστάναι τὸν κόσμον καὶ μὴ ἔχειν ἀθρόαν πᾶσαν ὁμοῦ τὴν αὑτοῦ ἐνεστηκυῖαν ὕπαρξιν ὡς τὰ αἰώνια, διότι μηδὲ ὁ χρόνος ὅλος ἅμα ὑφέστηκεν ὥσπερ ὁ αἰών, διὰ τοῦτο ἀεὶ ἐν τῷ ποτέ ἐστιν ὁ κόσμος καὶ ἦν ποτὲ καὶ ἔστιν ποτὲ καὶ ἔσται ποτέ, ἀπὸ ἄλλου ποτέ εἰς ἄλλο ποτέ μεταβαίνων ἀεί, τὸ δὲ εἶναι αὐτοῦ ταὐτόν ἐστιν τῷ γίνεσθαι, ἀνάγκη ἄρα, ὥσπερ ἦν ποτὲ καὶ ἔστιν ποτὲ καὶ ἔσται ποτέ, οὕτως καὶ γεγονέναι ποτὲ καὶ γίνεσθαι ποτὲ καὶ γενήσεσθαι ποτέ· οὐ γὰρ ἄλλως τοῦ εἶναι μετέχει ἢ ἐν τῷ γίνεσθαι. εἰ οὖν τὸ γίνεσθαι ἢ ταὐτόν ἐστιν τῷ εἶναι αὐτοῦ ἢ αἴτιον τοῦ εἶναι τὸ γίνεσθαι, ἀνάγκη πᾶσα, ὡς ἔχει τὸ εἶναι αὐτοῦ, οὕτως ἔχειν καὶ τὸ γίνεσθαι, εἰ μὲν ταὐτὸν εἴη, διὰ τοῦτο, εἰ δὲ αἴτιον, διότι δοκεῖ καὶ αὐτοῖς, ὡς ἔχει τὸ αἰτιατόν, οὕτως ἔχειν καὶ τὸ αἴτιον καὶ ἔμπαλιν, ὡς τὸ αἴτιον, οὕτω καὶ τὸ αἰτιατόν. ὥστε, εἰ ποτέ ἐστιν ὁ κόσμος, καὶ γίνεται ποτὲ ἐξ ἀνάγκης. καὶ χωρὶς δὲ τοῦ γίνεσθαι αὐτὸ καθʼ αὑτὸ τὸ λέγειν ἔσεσθαι ποτὲ τὸν κόσμον, εἰ μὴ ἄνευ τοῦ δημιουργικοῦ αἰτίου ἔσται, ἀνάγκη καὶ τὸ τοῦ ἐσομένου αἴτιον, καθὸ ἔσται, νῦν δυνάμει εἶναι κατὰ τὰς ἰδίας αὐτῶν ὑποθέσεις. εἰ οὖν ἀεὶ τὸ μέλλειν ἔσεσθαι ἔχει ὁ κόσμος, ἐπεὶ καὶ ὁ χρόνος, ἀνάγκη καὶ τὸ αἴτιον τοῦ ἀεὶ ἐσομένου, καθὸ ἔσται, δυνάμει εἶναι. ὥστε καὶ χωρὶς τοῦ λέγειν μέλλειν τὸν κόσμον γίνεσθαι εἰς τὴν αὐτὴν ἀτοπίαν ὁ λόγος ἀπάγεται, λέγω δὴ τὸ ἀεὶ δυνάμει δημιουργὸν εἶναι τὸν θεὸν καὶ ἀεὶ ἀτελῆ, διὰ τὰς ἀφύκτους αὐτῶν ἐπιχειρήσεις. οὐδὲ τῇ δεινότητι ἄρα συσκιάσαι τὴν ἀτοπίαν τῶν ἰδίων ὑποθέσεων ὁ Πρόκλος δεδύνηται.

`101–102`

ϛιʹ. Εἰ οὖν κατὰ τὰς εὐσεβεῖς περὶ θεοῦ ἐννοίας αὐτὸς ἑαυτοῦ πλήρωμά ἐστιν ὁ θεὸς μηδενὸς τοῦ ὑπʼ αὐτοῦ παρηγμένου εἰς τελείωσιν δεόμενος, δῆλον, ὡς οὐδὲ ἐκ τῆς τῶν πραγμάτων ὑπάρξεως προσλαμβάνει τι εἰς τελείωσιν οὔτε ἐκ τοῦ μὴ εἶναι ταῦτα αὐτὸς ἑαυτοῦ ἀτελέστερος ἔσται, ὥσπερ κατὰ Πλωτῖνον καὶ τὰ μήπω ὄντα ὡς ὄντα τῷ θεῷ πάρεστιν. παρεθήκαμεν οὖν αὐτοῦ καὶ πρότερον περικοπὴν ἐκ τοῦ λόγου τοῦ περὶ τῶν νοητῶν ἢ περὶ τἀγαθοῦ, ἧς καὶ νῦν μνησθῆναι ἄξιον· περὶ γὰρ τῆς δημιουργικῆς τοῦ θεοῦ δυνάμεως διαλεγόμενος ἐν ἐκείνοις ταῦτά φησιν «ἀλλὰ μὴν εἰ δεῖ ἑκάστην ἐνέργειαν μὴ ἀτελῆ εἶναι μηδὲ θέμις τοῦ θεοῦ ὁτιοῦν ἄλλο τι νομίζειν ἢ ὅλον τε καὶ πᾶν, δεῖ ἐν ὁτῳοῦν τῶν αὐτοῦ πάντα ἐνυπάρχειν. δεῖ τοίνυν καὶ τοῦ ἀεὶ εἶναι, δεῖ καὶ τοῦ μέλλοντος ἤδη παρόντος εἶναι. οὐ δὴ ὕστερόν τι ἐν ἐκείνῳ, ἀλλὰ τὸ ἤδη ἐκεῖ παρὸν ὕστερον ἐν ἄλλῳ γίνεται. εἰ οὖν ἤδη πάρεστιν τὸ μέλλον, ἀνάγκη οὕτως παρεῖναι ὡς προνενοημένον εἰς τὸ ὕστερον, τοῦτο δέ ἐστιν ὡς μηδὲν δεῖσθαι μηδενὸς τότε, τοῦτο δέ ἐστιν μηδὲν ἐλλείψοντος. πάντα ἄρα ἤδη ἦν καὶ ἀεὶ ἦν καὶ οὕτως ἦν ὡς εἰπεῖν ὕστερον τόδε διὰ τόδε· ἐκτεινόμενον μὲν γὰρ καὶ οἷον ἁπλούμενον ἔχει δεικνύναι τόδε μετὰ τόδε, ὁμοῦ δὲ πᾶν τόδε, τοῦτο δέ ἐστιν ἔχον ἐν ἑαυτῷ καὶ τὴν αἰτίαν». εἰ οὖν κατὰ τὸν φιλόσοφον Πλωτῖνον τὸ μέλλον καὶ μήπω γενόμενον ἤδη τῷ θεῷ πάρεστιν καὶ οὐδὲν παρʼ αὐτῷ ὕστερον, ἀλλὰ τὸ ὕστερον ἐσόμενον ἤδη πάρεστιν τῷ θεῷ καὶ ἀεὶ πάρεστιν καὶ οὕτω πάρεστιν ὡς προνενοημένον εἰς τὸ ὕστερον καὶ διὰ τοῦτο ἑκάστη τοῦ θεοῦ ἐνέργεια τελεία ἐστὶν ὡς τῇ προγνώσει εἰληφυῖα τὰ ὕστερον ἔσεσθαι μέλλοντα, ὡς μηδὲν ἐλλείπειν μηδὲ δεῖσθαι μηδενὸς τότε τὴν τοῦ θεοῦ ἐνέργειαν, ὁπόταν τὸ πρὶν μέλλον ὕστερον ἤδη παράγει, εἰ ταῦτα ἀληθῆ, ἀνάγκη δήπου τὰ αὐτὰ συγχωρεῖν αὐτούς, καὶ εἰ ἀπό τινος ἀρχῆς ὁ κόσμος ὑπέστη. ὥστε δηλονότι καὶ πρὶν ὑποστῇ ὁ κόσμος παρῆν τῷ θεῷ ὡς προνενοημένος εἰς τὸ ὕστερον καὶ διὰ τοῦτο τελεία ἡ δημιουργικὴ τοῦ θεοῦ ἐνέργεια τῷ μηδὲν ὕστερον εἶναι παρὰ τῷ θεῷ, διότι τὸ ὕστερον ἐσόμενον ἤδη πάρεστιν αὐτῷ τῇ προγνώσει, καὶ τῷ μηδὲν ὕστερον δεῖσθαι προσλαβεῖν εἰς τὴν τοῦ κόσμου παραγωγήν. τούτων οὖν οὕτως καὶ παρὰ αὐτοῖς κατὰ τὰς κοινὰς περὶ θεοῦ ἐννοίας ὡμολογημένων πῶς οὐ λίαν εἰσὶν ἀναιδεῖς καὶ παρὰ τὰ σφίσιν αὐτοῖς καλῶς δόξαντα φάσκοντες ὡς, εἰ μὴ ἀΐδιος εἴη ὁ κόσμος, πρὶν γενέσθαι αὐτὸν ἀτελὴς ἔσται ὁ τούτου δημιουργὸς καί, ὁπηνίκα δημιουργοίη, χρόνου τε δεήσεται καὶ ἀλλοιώσεως οὐκ ἄμοιρος ἔσται; αὐτὸς οὖν ἑαυτοῦ κατὰ πάντα πλήρωμα ὢν ὁ θεὸς οὐδὲν ἐκ τῆς πρὸς τὰ ἔξω σχέσεως προσλήψεται εἰς τελείωσιν.

Τέλος λύσεως τοῦ τετάρτου λόγου.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: uxc-bh`.
