---
title: "On the Eternity of the World: Argument 2"
title_greek: "Περὶ τῆς τοῦ κόσμου ἀϊδιότητος, Βʹ"
author: John Philoponus of Alexandria
eul_wid: uxc-bf
eul_aid: uxc
canonical: "https://eulogikon.org/works/john-philoponus-alexandria-eternity-world-argument-2-uxc-bf"
lang: grc
period: Late Antique
dialect: Koine
content_hash: "sha256:3a055f755368e0dae34dd7cf4abb35bb1ad2206f0cf43cffae9ecf2c27dad026"
content_modified_at: "2026-11-15"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# On the Eternity of the World: Argument 2

*Περὶ τῆς τοῦ κόσμου ἀϊδιότητος, Βʹ*

**Author:** John Philoponus of Alexandria

**eul_wid:** `uxc-bf` · [HTML page](https://eulogikon.org/works/john-philoponus-alexandria-eternity-world-argument-2-uxc-bf)

## Text

Part of [On the Eternity of the World](/works/john-philoponus-alexandria-eternity-world-uxc-an)

`24`

Πρόκλου διαδόχου λόγος δεύτερος.

«Δεύτερος· εἰ ἔστιν τὸ παράδειγμα τοῦ κόσμου αἰώνιον καὶ τοῦτό ἐστιν τὸ τί ἦν εἶναι αὐτῷ τὸ παραδείγματι εἶναι καὶ οὐ κατὰ συμβεβηκὸς ἀλλὰ καθʼ αὑτὸ ταύτην ἔχει τὴν δύναμιν αὐτῷ τῷ εἶναι παράδειγμα ὄν, διότι αἰώνιόν ἐστιν τῷ εἶναι, αἰωνίως ἂν εἴη δήπου παράδειγμα. εἰ δὲ τὸ παραδείγματι αὐτῷ εἶναι αἰωνίως πάρεστιν, εἴη ἂν ἐξ ἀνάγκης καὶ εἰκὼν ἀεί· πρὸς γὰρ εἰκόνα τὸ παράδειγμα. εἰ δὲ ἡ εἰκὼν οὐκ ἦν, ὅτε οὐκ ἦν, οὐδὲ ἔσται, ὅτε οὐκ ἔσται εἰκών, ἵνα μὴ καὶ τὸ παράδειγμα ἢ μηδὲ ᾖ παράδειγμα τῆς εἰκόνος οὐκ οὔσης ἢ μὴ εἰκόνος παράδειγμα· τῶν γοῦν πρὸς ἄλληλα λεγομένων οὐδὲν θάτερόν ἐστιν θατέρου μὴ ὄντος. εἰ ἄρα τὸ παράδειγμα αἰωνίως παράδειγμά ἐστιν, ἀεί ἐστιν ὁ κόσμος, εἰκὼν τοῦ αἰωνίως ὄντος ὢν παραδείγματος.»

Κεφάλαια τῆς λύσεως τοῦ βʹ λόγου.

αʹ. Ὅτι ἐκ δύο ὑποθέσεων τὸ δεύτερον τοῦ Πρόκλου συνέστηκεν ἐπιχείρημα, μιᾶς μὲν Πλατωνικῆς τῆς λεγούσης πρὸς παράδειγμα αἰώνιον γεγονέναι τὸν κόσμον, ἑτέρας δέ, ἣν αὐτὸς ὁ Πρόκλος ὡς Πλατωνικὴν ὑπέθετο οὐκ οὖσαν Πλάτωνος, τὸ ἐν τούτῳ ἔχειν τὸ εἶναι τὸ τοῦ κόσμου παράδειγμα ἐν τῷ εἶναι παράδειγμα.

`25`

βʹ. Ὅτι ἐναργῶς διαπεφώνηται ἡ περὶ τῶν ἰδεῶν ὑπόθεσις Ἀριστοτέλει καὶ Πλάτωνι, Πλάτωνος μὲν τιθεμένου ἰδέας εἶναι τῶν ὄντων, Ἀριστοτέλους δὲ τὴν ὑπόθεσιν ἀνασκευάζοντος.

γʹ. Ὅτι, κἂν συγχωρήσῃ τις ἀληθῆ εἶναι τὴν περὶ τῶν ἰδεῶν Πλάτωνος ὑπόθεσιν, οὐκέτι κἀκεῖνό ἐστιν ἀληθές, ὡς Πρόκλῳ δοκεῖ, τὸ ἐν τούτῳ ἔχειν αὐτὰς τὸ εἶναι ἐν τῷ εἶναι παραδείγματα, Πλάτωνος οὐσίας εἶναι αὐτὰς λέγοντος.

δʹ. Ὅτι, εἰ μὴ τοῦτό ἐστιν τὸ τί ἦν εἶναι τῇ τοῦ κόσμου ἰδέᾳ, πρὸς ἣν γέγονεν, τὸ εἶναι παραδείγματι, οὐδεμία ἔτι λείπεται ἀνάγκη αἰωνίου ὄντος τοῦ παραδείγματος, πρὸς ὃ γέγονεν ὁ κόσμος, καὶ τὸν κόσμον ἀεὶ εἶναι.

εʹ. Ὅτι, εἰ καὶ μὴ οὐσίας εἶναί τις τὰς ἰδέας ὑπόθοιτο ἀλλὰ δημιουργικοὺς λόγους, καθʼ οὓς τὰ ὄντα γέγονεν, οὐδʼ οὕτως οὐδεμία ἐστὶν ἀνάγκη ἅμα τοῖς δημιουργικοῖς λόγοις συνυπάρχειν καὶ τὰ δημιουργήματα, τοὐναντίον δὲ μᾶλλον τῶν πραγμάτων προϋπάρχειν τοὺς περὶ αὐτῶν λόγους ἀνάγκη. ἐν ᾧ, ὅτι καὶ μέχρι τῶν ἀτομωτάτων ἡ τοῦ θεοῦ δημιουργία τε καὶ γνῶσις διήκει.

Λύσις τοῦ βʹ λόγου.

`26`

αʹ. Τοῦ Πλάτωνος ἰδέας εἶναι τῶν ὄντων καὶ παραδείγματα ὑποθεμένου, πρὸς ἃς ἀφορῶντα τὸν δημιουργὸν τόν τε κόσμον καὶ τὰ ἐν αὐτῷ πάντα ἐργάζεσθαι ὡς ἀπό τινων ἀρχετύπων εἰκόνας, καὶ τοῦτο δὴ τὸ τοῦ κόσμου παράδειγμα αἰώνιον εἶναι λέγοντος, τούτῳ τῷ Πλατωνικῷ χρησάμενος ὁ Πρόκλος ἀξιώματι, προσθεὶς δὲ αὐτὸς καὶ δευτέραν ὑπόθεσιν, ὡς ὅτι ἐν τούτῳ τὰ εἴδη οὐσίωται ἐν τῷ παραδείγματα εἶναι, ὅπερ οὐδαμοῦ ὁ Πλάτων λέγων φαίνεται, ἐκ τούτων τῶν δύο συνήγαγεν ὑποθέσεων, ὡς ἀνάγκη τὸν κόσμον ἀεὶ εἶναι· τῶν πρός τι γὰρ ἡ εἰκὼν καὶ τὸ παράδειγμα, τὰ δὲ πρός τι συναναιρεῖται ἀλλήλοις καὶ συνυφίσταται. εἰ οὖν αἰώνιόν ἐστιν, φησίν, τὸ τοῦ κόσμου παράδειγμα καὶ τοῦτό ἐστιν τὸ τί ἦν εἶναι αὐτῷ καὶ ἡ οὐσία τὸ παραδείγματι εἶναι καὶ οὐ κατʼ ἄλλο μὲν τὸ εἶναι ἔχει κατʼ ἄλλο δὲ τὸ παράδειγμα εἶναι, τὸ δὲ παράδειγμα εἰκόνος ἐστὶν παράδειγμα, ἀνάγκη πᾶσα καὶ τὴν εἰκόνα, ἧς ἐστιν παράδειγμα, τουτέστιν τὸν κόσμον ἀεὶ εἶναι· εἰ γὰρ ἡ εἰκὼν μὴ ἀεὶ ὑπάρχῃ, οὐδὲ τὸ παράδειγμα αἰώνιον ἔσται. εἰ οὖν τὸ ἕτερον σαφῶς ὁ Πλάτων εἴρηκεν, τὸ εἶναι αἰώνιον τὸ τοῦ κόσμου παράδειγμα, καὶ τὸ ἕτερον δίδωσιν ἐξ ἀνάγκης, τὸ ἀεὶ εἶναι τὸν κόσμον, τὴν εἰκόνα τοῦ αἰωνίου παραδείγματος. τὸ μὲν οὖν δεύτερον τῶν τοῦ Πρόκλου ἐπιχειρημάτων τοιοῦτόν ἐστιν.

`27–33`

βʹ. Ἔδει δὲ ἴσως ἡμᾶς τῶν πραγμάτων μᾶλλον καὶ οὐχ ἁπλῶς τῶν Πλάτωνος ὑποθέσεων ποιουμένους λόγον μὴ πρότερον πρὸς τοῦτον ὑπαντῆσαι τὸν λόγον, πρὶν ἂν τὰ πρὸς ἀλλήλους περὶ τῶν ἰδεῶν οἱ φιλόσοφοι διάφορα διαλύσωνται· τίς γὰρ οὐκ οἶδεν, ὅση κἀν τούτῳ παρὰ τοῖς κορυφαίοις τῶν φιλοσόφων ἡ μάχη καὶ διαφωνία συνέστηκεν; πανταχοῦ μὲν γὰρ τῶν ἑαυτοῦ συγγραμμάτων ὅπῃ καὶ τύχοι ὁ τοῦ Πλάτωνος μαθητὴς Ἀριστοτέλης τὴν περὶ τῶν ἰδεῶν τοῦ διδασκάλου κατὰ τὸ καρτερὸν ἀπελέγχει ὑπόθεσιν, διαφερόντως δὲ ἐν τῇ μετὰ τὰ φυσικὰ πραγματείᾳ τὸ μεῖζον ἄλφα καλούμενον συνεπέρανεν τὴν περὶ αὐτῶν εὐθύνων δόξαν, ἐν ᾧ τὴν Πλάτωνος περὶ τῶν ὄντων ἱστορῶν φιλοσοφίαν τῆς Σωκράτους φησὶν διδασκαλίας παρακούσαντα Πλάτωνα εἰς τὴν περὶ τῶν ἰδεῶν ὑπόληψιν ἐκπεσεῖν. ἔχει δὲ ἡ λέξις οὕτως «μετὰ δὲ τὰς εἰρημένας ἡ Πλάτωνος ἐπεγένετο πραγματεία, τὰ μὲν πολλὰ τούτοις ἀκολουθοῦσα, τὰ δὲ καὶ ἴδια παρὰ τὴν τῶν Ἰταλικῶν ἔχουσα φιλοσοφίαν. ἐκ νέου τε γὰρ συγγενόμενος πρῶτον μὲν Κρατύλῳ καὶ ταῖς Ἡρακλειτείοις δόξαις, ὡς ἁπάντων τῶν αἰσθητῶν ἀεὶ ῥεόντων καὶ ἐπιστήμης περὶ αὐτῶν οὐκ οὔσης, ταῦτα μὲν καὶ ὕστερον οὕτως ὑπέλαβεν· Σωκράτους δὲ περὶ μὲν τὰ ἠθικὰ πραγματευσαμένου, περὶ δὲ τῆς ὅλης φύσεως οὐθέν, ἐν μέντοι τούτοις τὸ καθόλου ζητοῦντος καὶ περὶ ὁρισμῶν ἐπιστήσαντος πρώτου τὴν διάνοιαν, ἐκεῖνον ἀποδεξάμενος διὰ τὸ τοιοῦτον ὑπέλαβεν ὡς περὶ ἑτέρων τοῦτο γινόμενον καὶ οὐ τῶν αἰσθητῶν τινος ἀεί· ἀδύνατον γὰρ εἶναι τὸν κοινὸν ὅρον τῶν αἰσθητῶν τινος ἀεὶ μεταβαλλόντων. οὕτως οὖν τὰ μὲν τοιαῦτα τῶν ὄντων ἰδέας προσηγόρευσεν, τὰ δὲ αἰσθητὰ παρὰ ταῦτα καὶ κατὰ ταῦτα λέγεσθαι πάντα· κατὰ μέθεξιν γὰρ εἶναι τὰ πολλὰ τῶν συνωνύμων τοῖς εἴδεσιν». σαφῶς ἄρα διὰ τούτων Ἀριστοτέλους ἠκούσαμεν λέγοντος, ὡς Σωκράτους πρώτου τῇ μεθόδῳ τῇ περὶ τῶν ὁρισμῶν ἐπιστήσαντος καὶ τὰς ἐν τοῖς αἰσθητοῖς κοινότητας ζητοῦντός τε καὶ ὁριζομένου — οἷον τίς ἐστιν ἡ ἁπλῶς ἐπιστήμη, ἥτις κοινῶς ἐν ταῖς μερικαῖς ἐπιστήμαις θεωρεῖται, ἀστρονομίᾳ εἰ τύχοι καὶ γεωμετρίᾳ καὶ ταῖς λοιπαῖς, καὶ τί τὸ ἁπλῶς καλὸν καὶ τί τὸ δίκαιον καὶ ἐπὶ πάντων ὡσαύτως — τὴν τοιαύτην Σωκράτους ὁ Πλάτων ἀποδεξάμενος μέθοδον ὑπέλαβεν, ὡς περὶ ἑτέρων τινῶν καὶ κεχωρισμένων παρὰ τὰ αἰσθητὰ τὸν λόγον ὁ Σωκράτης ποιοῖτο καὶ οὐχὶ περὶ αὐτῶν τῶν αἰσθητῶν καὶ τῶν ἐν τούτοις κοινοτήτων· Ἡρακλείτειος γὰρ ὤν, φησίν, τὴν δόξαν οὐδενὸς εἶναι τῶν αἰσθητῶν ὁρισμὸν ἐπεὶ μηδὲ ἐπιστήμην ἐνόμιζεν διὰ τὸ πάντα ἐν ῥύσει τε καὶ μεταβολῇ τὸ εἶναι ἔχειν καὶ στάσιν καὶ ὅρον εἶναι τῶν αἰσθητῶν οὐδενός· ἔνθεν γοῦν ἐν Τιμαίῳ γενόμενά φησιν καὶ ἀπολλύμενα πάντα τὰ αἰσθητά, ὄντως δὲ μηδέποτε ὄντα δόξῃ τε μετʼ αἰσθήσεως ἀλόγου καὶ οὐκ ἐπιστήμῃ περιληπτά. διά τοι τοῦτο τοὺς τῶν κοινοτήτων ὁρισμοὺς περί τινων χωριστῶν παρὰ τὰ αἰσθητὰ ποιεῖσθαι Σωκράτην νενομικὼς ἰδέας εἶναι ταύτας τῶν αἰσθητῶν καὶ παραδείγματα προσηγόρευσεν, ὧν κατὰ μέθεξιν εἶναι τὰ αἰσθητὰ συνωνύμως ἐκείνοις προσαγορευόμενα· ζῷον γὰρ καὶ ἡ ἰδέα τοῦ ζῴου καὶ αὐτὸ τὸ αἰσθητὸν λέγεται ζῷον καὶ ἄνθρωπος ὡσαύτως καὶ καλὸν καὶ δίκαιον καὶ τὰ λοιπά. ἐξ ὧν ἔστιν μάλιστα συνιδεῖν, ὡς οἱ κατὰ Πλάτωνος Ἀριστοτέλους ἔλεγχοι οὐ πρὸς τοὺς κακῶς τὰ Πλάτωνος ἐξειληφότας ἐνίστανται, ὥς τινες τῶν νεωτέρων ἐμυθολόγησαν τὴν τῶν φιλοσόφων διαφωνίαν αἰδεσθέντες, ἀλλὰ πρὸς τὰς Πλάτωνος αὐτοῦ ὑπονοίας τὴν ἀντιλογίαν πεποίηνται· εἰ γὰρ μὴ πρὸς αὐτὸ διεμάχετο τὸ περὶ τῶν ἰδεῶν Πλάτωνος Ἀριστοτέλης δόγμα, ἀλλὰ πρὸς τοὺς κακῶς τῶν Πλάτωνος, ὥς φασιν, παρακούσαντας, πρῶτον μὲν αὐτὸ δὴ τοῦτο προσδιορίζεσθαι ἤμελλεν καὶ οὐχ ἁπλῶς καὶ ἀδιορίστως τὴν περὶ τῶν ἰδεῶν ἀπελέγχειν δόξαν, ὥσπερ ἀμέλει καὶ ἐν αἷς παρεθέμεθα ῥήσεσιν οὐ τὸν Σωκράτην ηὔθυνεν τὰς ἐν τοῖς αἰσθητοῖς κοινότητας ὁριζόμενον ἀλλὰ Πλάτωνα Σωκράτους οὐ καλῶς ἐπακούσαντα. εὕροι δʼ ἄν τις αὐτὸν καὶ πανταχοῦ τῶν οἰκείων λόγων τούτῳ τῷ τρόπῳ τῆς διδασκαλίας διαγινόμενον. ἐν γοῦν ταῖς φυσικαῖς πραγματείαις τοῖς πρὸ αὑτοῦ φυσικοῖς περὶ τῶν ἀρχῶν, ἐξ ὧν τὰ ὄντα συνέστηκεν, ἀντιλέγων οὐ τὸ εἶναι ἀρχὰς καὶ στοιχεῖα τῶν σωμάτων ἀνεῖλεν, ἀλλὰ τὰς τῶν παλαιοτέρων περὶ τῶν ἀρχῶν ὑποθέσεις ἐλέγξας οὕτω τὴν ἑαυτοῦ περὶ τούτων ὑπόληψιν ἡμᾶς ἐδίδαξεν. καὶ ἐν τοῖς περὶ ψυχῆς τοὺς κακῶς περὶ ψυχῆς ὑπειληφότας εὐθύνων οὐ καθόλου τὸ εἶναι ψυχὴν ἀνεῖλεν ἀλλὰ τὸ οὕτως εἶναι, ὡς ἐκεῖνοι ἐνόμιζον. ὁμοίως ἐν τοῖς περὶ αὐξήσεως καὶ γενέσεως λόγοις τόπου τε καὶ χρόνου καὶ τῶν λοιπῶν ἁπάντων τὰς ψευδεῖς πρῶτον περὶ ἑκάστου δόξας ἀναιρῶν οὕτω τὰς αὑτῷ δοκούσας εἶναι ἀληθεῖς ὑποτίθεται. ἔδει οὖν καὶ ἐν τῷ περὶ τῶν ἰδεῶν λόγῳ, εἴπερ εἶναι αὐτὰς ὑπελάμβανεν, ὡς Πλάτωνι δοκεῖ, μὴ καθόλου τὴν περὶ αὐτῶν ἀνασκευάζειν ὑπόθεσιν ἀλλὰ διδάξαι, πῶς μέν τινες ψευδῶς τῆς Πλάτωνος διδασκαλίας ἐπήκουσαν, πῶς δὲ ἡ περὶ αὐτῶν ἀληθὴς ἔχει ὑπόληψις· ὅπερ οὐδαμοῦ ποιήσας φαίνεται, τοὐναντίον δὲ πρὸς τοῖς ἐλέγχοις καὶ ἐπισκώπτει πολλαχοῦ τὴν περὶ αὐτῶν ὑπόνοιαν· «τὰ γὰρ εἴδη», φησίν, «χαιρέτω· τερετίσματα γάρ ἐστιν» ἐν τῷ δευτέρῳ λέγει τῶν περὶ ἀποδείξεως, τουτέστιν φωναὶ μόναι καὶ ῥημάτων ψόφοι σημασίας πραγμάτων ἐστερημένοι. καὶ ἐν τῷ μείζονι δὲ πάλιν ἄλφα τῆς μετὰ τὰ φυσικὰ πραγματείας κενολογίας εἶναι καὶ ποιητικὰς μεταφορὰς τοὺς περὶ αὐτῶν λόγους ἀπεφήνατο. ἀλλὰ δὴ καὶ ἐν τοῖς πρὸ τῶν ἠθικῶν μέλλων πάλιν εἰς τὸν περὶ αὐτῶν εἰσβάλλειν ἔλεγχον πρότερον διὰ τὴν αἰδῶ τὴν πρὸς τὸν διδάσκαλον ἀπελογήσατο προσάντη λέγων εἶναι τὴν περὶ τούτων ζήτησιν διὰ τὸ πρὸς ἄνδρα φίλον—φησὶν τὸν Πλάτωνα—τὴν ἀντιλογίαν ποιεῖν ἀναγκάζεσθαι· ἀλλʼ εἰ καὶ φίλος, φησίν, Πλάτων, ἀλλʼ ὅσιον προτιμᾶν τὴν ἀλήθειαν καὶ δίκαιόν γε, φησίν, φιλοσόφους ὄντας μὴ μόνον τὰς ἄλλων ὑποθέσεις ἐπὶ σωτηρίᾳ τῆς ἀληθείας ἐλέγχειν ἀλλὰ καὶ τὰς οἰκείας ἕκαστον, εἰ μὴ τῇ ἀληθείᾳ σύμφωνοι εὑρεθεῖεν. ἔχει δὲ ἡ λέξις οὕτως «τὸ δὲ καθόλου βέλτιον ἴσως ἐπισκέψασθαι καὶ ἀπορῆσαι πῶς λέγεται, καίτοι προσάντους τῆς ζητήσεως γινομένης διὰ τὸ φίλους ἄνδρας εἰσάγειν τὰ εἴδη. δόξειε δʼ ἂν ἴσως βέλτιον εἶναι καὶ δεῖν ἐπὶ σωτηρίᾳ γε τῆς ἀληθείας καὶ τὰ οἰκεῖα ἀναιρεῖν, ἄλλως τε καὶ φιλοσόφους ὄντας· ἀμφοῖν γὰρ ὄντοιν φίλοιν ὅσιον προτιμᾶν τὴν ἀλήθειαν». καὶ αὐτὸς δὲ ὁ Πρόκλος ἐν πολλοῖς τε ἄλλοις τὴν τῶν φιλοσόφων διαφωνίαν διαφερόντως τῇ περὶ τῶν ἰδεῶν ὑποθέσει φιλαλήθως ὡμολόγηκεν· ἐν γοῦν τῷ λόγῳ, ὃν ἐπέγραψεν «ἐπίσκεψις τῶν πρὸς τὸν Πλάτωνος Τίμαιον ὑπʼ Ἀριστοτέλους ἀντειρημένων», ἐν τῷ πρώτῳ κεφαλαίῳ ταῦτά φησιν ἐπὶ λέξεως «ὁ δὲ Ἀριστοτέλης καὶ πρὸς αὐτὸ τὸ ὄνομα δυσχεραίνει τοῦ παραδείγματος μεταφορικὸν αὐτὸ λέγων καὶ πολλῷ μᾶλλον πρὸς τὸ δόγμα μάχεται καὶ ἁπλῶς τὸ τὰς ἰδέας εἰσάγον καὶ διαφερόντως πρὸς τὸ αὐτοζῷον, ὡς ἐν τῇ μετὰ τὰ φυσικὰ γέγραφεν· καὶ κινδυνεύει μηδὲν οὕτως ὁ ἀνὴρ ἐκεῖνος ἀποποιήσασθαι τῶν Πλάτωνος ὡς τὴν τῶν ἰδεῶν ὑπόθεσιν, οὐ μόνον ἐν λογικοῖς τερετίσματα τὰ εἴδη καλῶν ἀλλὰ καὶ ἐν ἠθικοῖς πρὸς τὸ αὐτοαγαθὸν διαμαχόμενος καὶ ἐν φυσικοῖς οὐκ ἀξιῶν τὰς γενέσεις εἰς τὰς ἰδέας ἀναφέρειν, ὡς ἐν τῷ περὶ γενέσεως λέγει καὶ φθορᾶς, καὶ ἐν τῇ μετὰ τὰ φυσικὰ πολλῷ πλέον ἅτε περὶ τῶν ἀρχῶν πραγματευόμενος καὶ κατατείνων μακρὰς κατηγορίας τῶν ἰδεῶν ἐν τοῖς πρώτοις, ἐν τοῖς μέσοις, ἐν τοῖς τελευταίοις τῆς πραγματείας ἐκείνης καὶ ἐν τοῖς διαλόγοις σαφέστατα κεκραγὼς μὴ δύνασθαι τῷ δόγματι τούτῳ συμπαθεῖν, κἄν τις αὐτὸν οἴηται διὰ φιλονεικίαν ἀντιλέγειν». οὕτω καὶ ὁ Πρόκλος λαμπρᾷ τῇ φωνῇ τὴν διαφωνίαν τῶν φιλοσόφων ὡμολόγηκεν, μᾶλλον δὲ ἐξ αὐτῶν τῶν Ἀριστοτέλους ἀποδέδειχεν· ἐξ ὧν θαυμάσειέ τις τὴν ὑπερβολὴν τῆς ἀναιδείας τῶν συμφώνους κἀν τούτῳ δεικνύναι πειραθέντων Ἀριστοτέλη καὶ Πλάτωνα. πῶς οὖν οὐκ ἂν εἴη περιττὸν ἀντιλέγειν ἡμᾶς ἐπιχειρήματι ἐξ ὑποθέσεως εἰλημμένῳ τοσαύτην καὶ παρʼ αὐτοῖς τοῖς κορυφαίοις τῶν φιλοσόφων ἐχούσης τὴν ἀμφισβήτησιν; ἀκολούθως γὰρ καὶ οἱ μετʼ ἐκείνους γενόμενοι τοῖς ἐξάρχοις τῆς οἰκείας αἱρέσεως ἠκολούθησαν. πλὴν ἵνα μὴ φεύγειν τοὺς ἐλέγχους δόξωμεν, ἄλλως τε καὶ Πλάτωνι συναίρειν περὶ τῆς τοῦ κόσμου γενέσεως ἐπαγγειλάμενοι, τῇ περὶ τῶν ἰδεῶν αὐτοῦ συγχωρήσαντες δόξῃ ἴδωμεν τὸ λοιπὸν εἰ καλῶς ὁ Πρόκλος εἴληφεν, ὡς τοῦτό ἐστιν τὸ τί ἦν εἶναι ταῖς ἰδέαις τὸ παραδείγμασιν εἶναι· εἰ γὰρ τοῦτο ψευδῶς εἰλημμένον ἐλεγχθείη, οὐκέτι συνάγειν ἐκ τῆς περὶ τῶν ἰδεῶν ὑποθέσεως ὁ Πρόκλος δυνήσεται, ὡς ὁ κόσμος ἐξ ἀϊδίου τῷ οἰκείῳ ὑφέστηκεν παραδείγματι, οὐδʼ ὅτι Πλάτων διὰ τὸ τὰς ἰδέας ὑποτίθεσθαι καὶ ἀΐδιον εἶναι τὸν κόσμον ᾤετο. ἀρχὴ δὲ ἡμῖν ἔστω τῶν ἐλέγχων ἥδε.

`34–35`

γʹ. Τὰς ἰδέας τῶν αἰσθητῶν ἤτοι τὰ παραδείγματα ἢ οὐσίας εἶναι ἀνάγκη ἢ οὐκ οὐσίας. εἰ μὲν οὖν εἶεν οὐσίαι, ὡς Πλάτωνι δοκεῖ—οὐ γὰρ μόνον οὐσίας, ἀλλὰ καὶ πρώτας οὐσίας αὐτὰς εἶναί φησιν· αὐτὸ γὰρ ζῷον καὶ παντελὲς ζῷον καλεῖ τὸ τοῦ κόσμου παράδειγμα καὶ ὄντως ὂν καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον· καὶ ἄλλως· εἰ ἡ τοῦ παραδείγματος εἰκὼν αὐθυπόστατός τέ ἐστιν καὶ οὐσία, πολλῷ μᾶλλον αὐτὸ ἂν εἴη τὸ ἀρχέτυπον οὐσία τε καὶ αὐθυπόστατον—εἰ τοίνυν οὐσίαι εἶεν τὰ εἴδη, δῆλον, ὡς οὐκ ἐν σχέσει τῇ πρὸς ἄλλο ἄλλου δεόμενον εἰς ὕπαρξιν τὸ εἶναι ἔχει· αὐθυπόστατον γάρ τι χρῆμα ἡ οὐσία καὶ οὐδενὸς ἄλλου. εἰ οὖν αἱ αἰσθηταὶ οὐσίαι καὶ εἰκόνες ἐκείνων αὐταὶ καθʼ αὑτὰς ὑφεστήκασιν οὐκ ἐν σχέσει τῇ πρὸς ἄλλο τὸ εἶναι ἔχουσαι, ἥκιστά γε αἱ πρῶται καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσαι ἐν τῇ πρὸς ἄλλο σχέσει τὸ εἶναι ἔχοιεν. εἰ ἄρα οὐσία ἐστὶν τὸ τοῦ κόσμου παράδειγμα, ὥστʼ ἂν καθʼ αὑτὸ καὶ οὐκ ἐν τῇ πρὸς ἄλλο σχέσει τὸ εἶναι ἔχοι. εἰ δὲ μὴ ἐν τῇ πρὸς ἄλλο σχέσει τὸ εἶναι ἔχῃ, οὐκ ἄρα τοῦτό ἐστιν αὐτῷ τὸ τί ἦν εἶναι τὸ παραδείγματι εἶναι· τὸ γὰρ παράδειγμα τῶν πρός τι, ὡς αὐτός φησιν ὁ Πρόκλος — πρὸς γὰρ εἰκόνα τὸ παράδειγμα —, οὐδεμία δὲ οὐσία τῶν πρός τι. ἔτι δέ, εἰ τῶν πρός τι αἱ ἰδέαι, ὡς τῷ Πρόκλῳ δοκεῖ, καὶ τοῦτό ἐστιν αὐταῖς τὸ τί ἦν εἶναι τὸ ἐν σχέσει εἶναι τῇ πρὸς τὰ αἰσθητά, ὧν εἰσιν παραδείγματα, ὡς δεξιῷ πρὸς ἀριστερὸν καὶ δεσπότῃ πρὸς δοῦλον, τὰ δὲ πρός τι οὐκ οὐσίαι — συμβεβηκότα γὰρ τὰ πρός τι, ᾗ πρός τί ἐστιν —, οὐδὲ αἱ ἰδέαι ἄρα οὐσίαι εἰσὶν ἀλλὰ συμβεβηκότα. ἀλλʼ ὑπέκειτο οὐσίας αὐτὰς εἶναι· οὐκ ἄρα τῶν πρός τι. τὸ δὲ παράδειγμα τῶν πρός τι· οὐκ ἄρα τοῦτό ἐστιν τὸ τί ἦν εἶναι τῷ τοῦ κόσμου παραδείγματι τὸ παραδείγματι εἶναι καὶ πρὸς εἰκόνα τὸν κόσμον τὸ εἶναι ἔχειν. ἔτι, εἰ τῶν πρός τι αἱ ἰδέαι, τὰ δὲ πρός τι ἰδίαν ὑπόστασιν οὐκ ἔχει ἀλλʼ ἐν ἄλλοις τὸ εἶναι ἔχει, ὡς ἐν κατηγορίαις δέδεικται—ἢ γὰρ ἐν οὐσίᾳ, ὡς πατὴρ καὶ υἱός, δεσπότης καὶ δοῦλος — ἐν γὰρ τῇ τοῦ ἀνθρώπου οὐσίᾳ ἡ σχέσις τούτων συμβέβηκεν —, ἢ ἐν ποσῷ, ὡς τὸ πολὺ καὶ ὀλίγον, τὸ μεῖζον καὶ ἔλαττον, τὸ διπλάσιον καὶ ἥμισυ, ἢ ἐν ποιῷ, ὡς τὸ λευκότερον καὶ γλυκύτερον καὶ σοφώτερον, ἢ ἔν τινι τῶν ἄλλων—, ἀνάγκη δήπου καὶ τὰς ἰδέας, εἴπερ τῶν πρός τί εἰσιν, ἐν ἑτέρῳ τινὶ ὑποκειμένῳ ὑφεστάναι. ὁμοίως δὲ καὶ τὸν κόσμον· τῶν πρός τι γὰρ καὶ αὐτός· ὡς γὰρ τὸ παράδειγμα τοῦ κόσμου ἐν τῷ εἶναι παράδειγμα οὐσίωται, οὕτω δήπου καὶ τὴν εἰκόνα τοῦ παραδείγματος ἀνάγκη τὸν κόσμον καθὸ εἰκών ἐστιν τὸ εἶναι ἔχειν· ἡ δὲ εἰκὼν τῶν πρός τι· καὶ ὁ κόσμος ἄρα κατʼ αὐτὸ τὸ εἶναι τῶν πρός τι ἔσται. τούτου δὲ οὕτως ἔχοντος συμβεβηκότα καὶ οὐκ οὐσίας τὰς ἰδέας καὶ τὸν κόσμον εἶναι ἀνάγκη. ἀλλʼ ὑπόκειται οὐσίας αὐτὰς εἶναι, καὶ ὁ κόσμος δὲ οὐσία ἐστίν· οὐκ ἄρα τῶν πρός τί εἰσιν. ἔτι τὰ πρός τι ὑπὸ τὰ ἀντικείμενα, οὐδεμία δὲ οὐσία ὑπὸ τὰ ἀντικείμενα· οὐκ ἄρα τῶν πρός τι αἱ οὐσίαι. τὰ δὲ εἴδη οὐσίαι· οὐκ ἄρα τῶν πρός τι τὰ εἴδη. τὸ δὲ παράδειγμα τῶν πρός τι, ὡς εἴρηται — πρὸς εἰκόνα γὰρ τὸ παράδειγμα· οὐκ ἄρα ἐν τούτῳ τὸ εἶναι ἔχουσι τὰ εἴδη ἐν τῷ παραδείγματα εἶναι. οὐκοῦν ἀνάγκη, εἴπερ εἰσὶν οὐσίαι, κατʼ ἄλλο μέν τι αὐταῖς ὑπάρχειν τὸ εἶναι, κατʼ ἄλλο δὲ τὸ παραδείγμασιν εἶναι.

`36`

δʹ. Εἰ δὲ μὴ ἐν τῷ εἶναι παραδείγματα τὸ εἶναι καὶ τὴν ὑπόστασιν ἔχουσιν τὰ εἴδη, οὐκ ἄρα ἀνάγκη τῆς ἰδέας, πρὸς ἣν ὁ κόσμος γέγονεν, αἰωνίου οὔσης καὶ τὸν κόσμον ἀεὶ εἶναι· ὡς γὰρ τῆς πολιτικῆς εὐδαιμονίας παράδειγμα εἶναι τὸν οὐρανόν φησιν καὶ τὸν κόσμον ὁ Πλάτων καὶ πρὸς τὴν ἐν τούτῳ τάξιν τὸν ὄντως πολιτικὸν ἀποβλέποντα οὕτω τὰ τῆς πόλεως πράγματα διατάττεσθαι καί, ἐπειδὴ μὴ ἐν τούτῳ οὐσίωται ὁ οὐρανὸς ἐν τῷ εἶναι τῆς πολιτικῆς εὐδαιμονίας παράδειγμα, οὐκ ἀνάγκη οὔσης τῆς ἐν τῷ οὐρανῷ τάξεως εὐθὺς εἶναι καὶ τὴν ταύτης εἰκόνα, λέγω δὴ τὴν εὐδαίμονα πόλιν, οὕτω δήπου, εἰ καὶ αἰώνιοί εἰσιν αἱ ἰδέαι, ἐπεὶ μὴ ἐν τούτῳ ἐστὶν αὐταῖς τὸ εἶναι ἐν τῷ παραδείγμασιν εἶναι, εἴπερ μὴ τῶν πρός τί εἰσιν ἀλλʼ οὐσίαι, οὐκ ἀνάγκη πάντως καὶ τὰς τούτων εἰκόνας — τὰς αἰσθητὰς λέγω — ἀεὶ οὐσίας εἶναι· τὸ γὰρ ἀναγκαῖον ἐν τούτοις ἀντεστραμμένως ἔχει· οὔσης γὰρ τῆς εἰκόνος ἀνάγκη εἶναι καὶ τὸ παράδειγμα, οὐ μήν, εἰ καὶ τὸ παράδειγμα εἴη, μὴ ὡς παράδειγμα δέ, ἀλλʼ ὅτι καὶ οὐσία, καὶ τὴν εἰκόνα εἶναι ἀνάγκη· ἐπεὶ καὶ τῆς βασιλικῆς εἰκόνος αὐτὸς ὁ βασιλεύς ἐστιν παράδειγμα, ἀλλʼ οὐκ ἀνάγκη ἅμα τῷ εἶναι τὸν βασιλέα καὶ τὴν εἰκόνα αὐτοῦ εἶναι, ἐπεὶ κατʼ ἄλλο τί ἐστιν τῷ βασιλεῖ ᾗ βασιλεῖ ἀνθρώπῳ εἶναι, κατʼ ἄλλο δέ τι τὸ εἶναι εἰκόνος παραδείγματι· ὅταν γὰρ ᾖ παράδειγμα, τότε σύνεστιν πάντως καὶ ἡ εἰκών· ὥσπερ, ὅταν πατὴρ γένηται, συνεπινοεῖται πάντως καὶ ὁ υἱός, οὐ μὴν ἅμα τῷ εἶναι βασιλεὺς εὐθύς ἐστιν εἰκόνος παράδειγμα, ὥσπερ οὐδʼ ἅμα τῷ εἶναί τις ἄνθρωπος εὐθύς ἐστιν καὶ πατὴρ καὶ δεσπότης ἢ δεξιὸς ἤ τι τῶν ὑπὸ τὰ πρός τι.

`37–41`

εʹ. Ταῦτα μὲν οὖν, εἰ οὐσίας εἶναι τὰς ἰδέας ὑποθῶνται, ὅπερ δοκεῖ Πλάτωνι. εἰ δὲ οὐκ οὐσίας αὐτὰς εἶναι φήσουσιν ἀλλά τινας δημιουργικοὺς λόγους καὶ νοήσεις, καθʼ ἃς ὁ δημιουργὸς τὰ ὄντα συνίστησιν — τί γὰρ ἂν καὶ εἶεν ἄλλο, εἰ μὴ οὐσίαι εἶεν; —, οὐδʼ οὕτως οὐδεμία φαίνεται ἀνάγκη τοῦ πάντως ἅμα τοῖς δημιουργικοῖς λόγοις συνυπάρχειν καὶ τὰ κατʼ αὐτοὺς γινόμενα ἀποτελέσματα· ἀντιστρόφως γὰρ ἔχει πάλιν τὸ ἀναγκαῖον· τῶν γὰρ ἀποτελεσμάτων ὄντων ἀνάγκη πάντως καὶ τοὺς λόγους εἶναι, καθʼ οὓς ταῦτα γέγονεν, οὐ μὴν τοῖς λόγοις τὰ πράγματα πάντως ἕψεται· ἐπεὶ καὶ ναυπηγὸν καὶ οἰκοδόμον ἐνδέχεται νεώς τινος ἢ οἰκίας τοὺς λόγους ἔχοντα μήπω δημιουργεῖν κατʼ αὐτούς· τὸ μὲν γὰρ εἶναι τοῖς τοιούτοις λόγοις ἐν τῷ νοήσεις τινὰς αὐτοὺς εἶναι ὑφέστηκεν, παρακολουθεῖ δὲ αὐτοῖς τὸ παραδείγμασιν εἶναι, ὅταν κατʼ αὐτοὺς ὁ δημιουργὸς ἐνεργήσῃ. εἰ οὖν μὴ πάντως ἅμα τοῖς δημιουργικοῖς λόγοις ἕπεται καὶ τὰ κατʼ αὐτοὺς γινόμενα ἀποτελέσματα, οὐδὲν κωλύει τῶν δημιουργικῶν τοῦ κόσμου λόγων αἰωνίων ὄντων μὴ ἀεὶ εἶναι τὸν κόσμον. ὅτι δὲ οὐκ ἀνάγκη συνυπάρχειν τοῖς λόγοις τὰ πράγματα, ὧν εἰσιν λόγοι, τοὐναντίον δὲ μᾶλλον προϋπάρχειν τῶν πραγμάτων τοὺς λόγους, μάθοις ἂν καὶ ἐντεῦθεν. τὴν τοῦ μέλλοντος ἀκριβῆ πρόγνωσιν εἰδέναι τὸν θεὸν πᾶς ἄν τις ὁμολογήσειεν. καὶ παρʼ Ἕλλησι δὲ πολλαχοῦ τῆς γῆς μαντεῖα καθίδρυτο καὶ χρηστήρια τὴν ἀληθῆ τοῦ θεοῦ πρόγνωσιν ὑποκρινομένου τοῦ πονηροῦ δαίμονος. ἀλλὰ δὴ καὶ τῆς ἐκ θεοῦ προνοίας ἀπολαύειν τὰ ὄντα πάντα καὶ μηδὲ τὸ τυχὸν ἐν παροράματι γίνεσθαι κοινὴ πάντων ἐστὶν ἔννοια τῶν ὁπωσοῦν τήν τε τοῦ θεοῦ ἀγαθότητα καὶ τὴν ἄρρητον ἐγνωκότων δύναμιν. αὐτὰ δὲ ταῦτα ἡμῖν καὶ ὁ Πρόκλος συνομολογῶν φαίνεται ἐν τῷ λόγῳ τῷ περὶ τῶν δέκα πρὸς τὴν πρόνοιαν ἀπορημάτων· λέγει γὰρ ἐν ἐκείνῳ ταῦτα «τῆς δὴ οὖν προνοίας, ὡς εἴρηται, κατὰ τὸ ἓν καὶ τὸ ἀγαθὸν ἀφωρισμένης καὶ τοῦ ἀγαθοῦ πρὸ τοῦ νοῦ ὄντος — νοῦς γὰρ ὀρέγεται τοῦ ἀγαθοῦ, καὶ γὰρ τὰ ὄντα πάντα, καὶ οὐχὶ τοῦ νοῦ τὸ ἀγαθόν —, ἀνάγκη καὶ τὴν προνοητικὴν γνῶσιν ὑπὲρ τὴν νοερὰν εἶναι καὶ οὕτω δὴ πάντα τὴν πρόνοιαν γινώσκειν τῷ ἑνὶ τῷ ἑαυτῆς, καθὸ καὶ ἀγαθύνει πάντα τὰ νοῦντα καὶ τὰ μὴ νοοῦντα καὶ τὰ ζῶντα καὶ τὰ μὴ ζῶντα καὶ τὰ ὄντα καὶ τὰ μὴ ὄντα πᾶσιν ἐπιβάλλουσα τὸ ἓν ἐμφάσει τοῦ ἑαυτῆς ἑνός»· καὶ μετʼ ὀλίγα «συλλήβδην οὖν λέγοντες πάντων παρακτικὸν ἐκεῖνο τὸ ἓν πάντων σωστικὸν εἶναί φαμεν, πάσης οὐσίας ὕπαρξιν ἔχον ἀληθεστέραν καὶ πάσης γνώσεως τρανεστέραν, οὐ μεριζόμενον τοῖς γνωστοῖς οὐδὲ κινούμενον περὶ αὐτά· τούτων μὲν γὰρ ἡ ψυχικὴ καὶ νοερὰ γνῶσις ἔχει τὰς ἰδιότητας· καὶ γὰρ νοῦς πᾶς εἷς πολὺς καὶ τῷ εἶναι καὶ τῷ νοεῖν καὶ ψυχὴ πᾶσα κίνησις οὖσα καὶ νοεῖ μετὰ κινήσεως. ἐκεῖνο δὲ ἐν τῷ ἑνὶ μένον ἀμετάβατον ἅμα καὶ ἀδιαίρετον καὶ γινώσκει πάντα τὸν αὐτὸν τρόπον, καὶ οὐκ ἄνθρωπον μόνον καὶ ἥλιον καὶ πᾶν ὁτιοῦν τοιοῦτον ἀλλὰ καὶ ἕκαστον τῶν καθʼ ἕκαστον· οὐδὲν γὰρ ἐκφεύγει τὸ ἓν ἐκεῖνο, κἂν τῷ εἶναι λέγῃς κἂν τῷ γινώσκεσθαι»· καὶ μετʼ ὀλίγα «οὕτως καὶ ἡ τῆς προνοίας ἑνιαία γνῶσις ἐν τῷ αὐτῷ ἀμερεῖ πάντων ἐστὶν τῶν μεριζομένων γνῶσις, καὶ τῶν ἀτομωτάτων ἑκάστου καὶ τῶν ὁλικωτάτων, καὶ ὡς ὑπέστησεν ἕκαστον κατὰ τὸ ἕν, οὕτως καὶ γινώσκει ἕκαστον κατὰ τὸ ἕν». ὅτι μὲν οὖν τὸ πρῶτον πάντων αἴτιον, ὅπερ ἐστὶν πᾶσιν ὀρεκτόν—τοῦτο δέ ἐστιν τὸ ἀγαθόν τε καὶ ἕν, τούτῳ γὰρ μόνῳ τὸ πρῶτον χαρακτηρίζουσιν, εἴπερ ὅλως δέοι τι καταφάσκειν ἐκείνου—, καὶ αὐτὰ τῶν ὄντων τὰ ἀτομώτατα παράγει τε καὶ γινώσκει καὶ ἐπὶ πάντα τὴν αὐτοῦ διατείνει πρόνοιαν, σαφῶς ἠκούσαμεν τοῦ Πρόκλου λέγοντος. καὶ ὁ φιλόσοφος δὲ Πλωτῖνος ἐν τῷ περὶ νοητῶν ἢ περὶ ἀγαθοῦ τὰ παραπλήσια περὶ τῆς δημιουργικῆς τε καὶ προνοητικῆς τοῦ θεοῦ δυνάμεως ἀπεφήνατο οὕτως λέγων «οὐ μὴν ἀλλʼ εἰ δεῖ ἑκάστην ἐνέργειαν μὴ ἀτελῆ εἶναι μηδὲ θέμις τοῦ θεοῦ ἄλλο τι νομίζειν ἢ ὅλον τε καὶ πᾶν, δεῖ ἐν ὁτῳοῦν τῶν αὐτοῦ πάντα ἐνυπάρχειν. δεῖ τοίνυν καὶ τοῦ ἀεὶ εἶναι, δεῖ τοίνυν καὶ τοῦ μέλλοντος ἤδη παρόντος εἶναι. οὐ δὴ ὕστερόν τι ἐν ἐκείνῳ, ἀλλὰ τὸ ἤδη ἐκεῖ παρὸν ὕστερον ἐν ἄλλῳ γίνεται. εἰ οὖν ἤδη πάρεστιν τὸ μέλλον, ἀνάγκη οὕτως παρεῖναι ὡς προνενοημένον εἰς τὸ ὕστερον, τοῦτο δέ ἐστιν ὡς μηδὲν δεῖσθαι μηδενὸς τότε, τοῦτο δέ ἐστιν μηδὲν ἐλλείψοντος. πάντα ἄρα ἤδη ἦν καὶ ἀεὶ ἦν καὶ οὕτως ἦν ὡς εἰπεῖν ὕστερον τόδε διὰ τόδε· ἐκτεινόμενον μὲν γὰρ καὶ οἷον ἁπλούμενον ἔχει δεικνύναι τόδε μετὰ τόδε, ὁμοῦ δὲ ὂν πᾶν ἓν τόδε, τοῦτο δέ ἐστιν ἔχον ἐν ἑαυτῷ καὶ τὴν αἰτίαν.» καὶ ὁ Πλωτῖνος ἄρα οὐ μόνον τὰ ὄντα ἀλλὰ καὶ τὰ μέλλοντα ἤδη τῇ προγνώσει παρεῖναι τῷ θεῷ φησιν· ὃ γὰρ ἐν τοῖς γινομένοις ὕστερον ὑφίσταται, τοῦτο ἐν ἐκείνῳ φησὶν παρεῖναι ἀεί. εἶτα καὶ τὸν τρόπον προσέθηκεν, πῶς τὸ μέλλον θεῷ πάρεστιν, ὅτι τῷ νοεῖν καὶ τὰ μήπω ὄντα· «ἀνάγκη» γάρ, φησίν, «οὕτως παρεῖναι ὡς προνενοημένον εἰς τὸ ὕστερον». εἰ οὖν πάντα τῷ θεῷ τῇ προγνώσει καὶ τὰ μήπω ὄντα ὡς ὄντα πάρεστιν, οἶδεν δήπου, καθʼ ὃν τρόπον ἕκαστον τῶν ἐσομένων καὶ καθʼ οὓς λόγους γενήσεται καὶ γενόμενον τίσι λόγοις καθʼ ἑκάστην βίου αἵρεσιν τὰ παρὰ τῆς ἀπαραλογίστου προνοίας ἕξει ἑπόμενα· «πάντα» γάρ, φησὶν ὁ Πλωτῖνος, «ἤδη ἦν καὶ ἀεὶ ἦν»· τὸ γὰρ «ἤδη» δηλοῖ τὸ πρὶν γενέσθαι παρεῖναι θεῷ τὰ ὕστερον ἐσόμενα. καὶ ἵνα μὴ τὸ ἤδη ἀρχῆς τινος εἶναι σημαντικὸν νομίσοι τις, ἐπήγαγεν «καὶ ἀεὶ ἦν». «καὶ οὕτως», φησίν, «ἦν, ὡς εἰπεῖν ὕστερον τόδε διὰ τόδε», τουτέστιν ὧν τὰς αἰτίας ἡμεῖς τῆς γενέσεως μετὰ τὴν ὕπαρξιν νοοῦμεν, ὅτι τυχὸν διὰ τὴν τοῦ λόγου ἐνέργειαν μόνον τῶν ἐνταῦθα ζῴων χερσὶ χρῆται ὁ ἄνθρωπος, ὄργανα τῷ λόγῳ τοῦ δημιουργοῦ τὰς χεῖρας πεποιηκότος· τοῦτο οὖν ἡμεῖς μετὰ τὴν ὕπαρξιν ἔγνωμεν, ὅτι τόδε διὰ τόδε, τοῦτο ἀεὶ ἐν τῇ γνώσει τοῦ θεοῦ προϋφέστηκεν. καὶ οὐ μόνον ἐφʼ ὅλων εἰδῶν ἀλλὰ καὶ ἐπὶ τῶν καθʼ ἕκαστον ἰδίᾳ συμβαινόντων ὁ αὐτὸς λόγος· ἐξηγούμενος γοῦν ἑαυτὸν ἐπήγαγεν «ἐκτεινόμενον γάρ», φησίν, «καὶ οἷον ἁπλούμενον ἔχει δεικνύναι τόδε μετὰ τόδε», τουτέστιν εἰς γένεσιν ἀγόμενον, ὅτι τυχὸν μετὰ τὴν τῶν στοιχείων κρᾶσιν ἡ σύμπηξίς τε καὶ ἀλλοίωσις γίνεται, εἶτα ἡ διάπλασις, εἶτα ἡ ψύχωσις, καὶ ἐπὶ πάντων ὡσαύτως. «ὁμοῦ δὲ ὄν», φησίν, «πᾶν ἓν τόδε, τοῦτο δέ ἐστιν ἔχον ἐν αὑτῷ τὴν αἰτίαν». «ὁμοῦ» δέ φησιν ἀντὶ τοῦ ἐν τῇ τοῦ θεοῦ προγνώσει· ἀμερῶς γὰρ ἐν ἐκείνῃ πάντων οἱ λόγοι πάρεισιν. ταῦτα μὲν οὖν περὶ τῆς προγνωστικῆς τε καὶ προνοητικῆς τοῦ θεοῦ δυνάμεως ἔκ τε τῶν κοινῶν ἐννοιῶν καὶ ἐκ τῶν μνημονευθέντων ἀποδέδεικται φιλοσόφων. ἀλλὰ δὴ καὶ ἡ περὶ τῆς εἱμαρμένης ὅπως ἂν ἔχοι ὑπόληψις — διάφοροι γὰρ αἱ περὶ ταύτης δόξαι — πάσας τῶν μελλόντων γίνεσθαι συνειλημμένως τὰς αἰτίας ὑφʼ ἕνα τὸν τῆς καταρχῆς χρόνον ἔχουσα προσημαίνειν ταῦτα ἢ καὶ ἀποτελεῖν παισὶν Ἑλλήνων πεπίστευται. τούτων οὖν ἡμῖν προωμολογημένων ἀνάγκη πᾶσα καθʼ ἑκατέραν δόξαν, τήν τε περὶ τῆς προνοίας φημὶ καὶ τὴν περὶ τῆς εἱμαρμένης, τῶν μελλόντων ἔσεσθαι προεγνῶσθαί τε καὶ προϋπάρχειν τοὺς λόγους. τούτου δὲ οὕτως ἔχοντος παντὶ δῆλον, ὡς οὐκ ἀνάγκη τοῖς τῶν γινομένων δημιουργικοῖς λόγοις τε καὶ αἰτίαις συνυπάρχειν τὰ πράγματα, τοὐναντίον δὲ πάντων τῶν γινομένων προϋπάρχειν τοὺς λόγους ἐκ τῶν δεδειγμένων ἀνάγκη. ὥστε, εἰ καὶ αἱ τῶν ὄντων ἰδέαι καὶ τὰ παραδείγματα νοήσεις τινὲς εἶεν τοῦ δημιουργοῦ καὶ λόγοι, καθʼ οὓς τὸν κόσμον παρήγαγεν, οὐκ ἀνάγκη πάντως συνυπάρχειν ἐξ ἀϊδίου ἅμα τῇ γνώσει τοῦ θεοῦ τῇ περὶ τοῦ κόσμου αὐτὸν τὸν κόσμον. οὐδὲ Πλάτωνα ἄρα λόγος οὐδεὶς ἀναγκάσει διὰ τὸ αἰώνιον εἶναι λέγειν τὸ τοῦ κόσμου παράδειγμα καὶ τὸν κόσμον ἀεὶ εἶναι ὑποτίθεσθαι· δέδεικται γάρ, ὡς οὐκ ἐν τούτῳ ἐστὶν ταῖς ἰδέαις τὸ εἶναι ἐν τῷ παραδείγμασιν εἶναι.

Τέλος λύσεως βʹ λόγου.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: uxc-bf`.
