---
title: "On the Eternity of the World: Argument 18"
title_greek: "Περὶ τῆς τοῦ κόσμου ἀϊδιότητος, ΙΗʹ"
author: John Philoponus of Alexandria
eul_wid: uxc-bv
eul_aid: uxc
canonical: "https://eulogikon.org/works/john-philoponus-alexandria-eternity-world-argument-18-uxc-bv"
lang: grc
period: Late Antique
dialect: Koine
content_hash: "sha256:7ee7faf1988935d5b04b9dc64d71da698638daebdc20529fd4a6e41d155d82d8"
content_modified_at: "2026-11-15"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# On the Eternity of the World: Argument 18

*Περὶ τῆς τοῦ κόσμου ἀϊδιότητος, ΙΗʹ*

**Author:** John Philoponus of Alexandria

**eul_wid:** `uxc-bv` · [HTML page](https://eulogikon.org/works/john-philoponus-alexandria-eternity-world-argument-18-uxc-bv)

## Text

Part of [On the Eternity of the World](/works/john-philoponus-alexandria-eternity-world-uxc-an)

`604`

Πρόκλου διαδόχου λόγος ὀκτωκαιδέκατος.

`605–610`

«Ὀκτωκαιδέκατος· εἰ τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν ἀεὶ τοῖς πάντων θειοτάτοις προσήκει μόνοις, ὡς αὐτὸς ἐν τῷ πολιτικῷ φησιν, εἰ μὲν ὁ δημιουργὸς ἐν τοῖς θειοτάτοις ἐστίν, μόνως αὐτῷ προσήκει κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν, εἰ δὲ μή ἐστιν τῶν θειοτάτων, μήτε ἀεὶ ὄντα θεὸν αὐτὸν λέγωμεν μήτε ἄριστον τῶν αἰτίων. ἀλλὰ μὴν ταῦτα περὶ αὐτοῦ φαμεν, ὡς ἐν Τιμαίῳ γέγραπται. προσῆκεν ἄρα αὐτῷ τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν· εἰ γὰρ μὴ τὸ ἀεὶ ὂν ἕξει τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως, τὸ μὴ ἀεὶ ὂν ἔσται τοιοῦτον, καὶ εἰ μὴ τὸ ἄριστον τῶν αἰτίων, τὸ μὴ ἄριστον τῶν αἰτίων· ὧν ἀτόπων ὄντων ἀνάγκη τὸν ἄριστον τῶν αἰτίων καὶ τὸν ἀεὶ ὄντα θειότατον εἶναι καὶ ὄντα θειότατον ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν. τῷ δὲ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντι προσήκει μηδέποτε ἄλλοτε ἄλλως ἔχειν· ἐναντία γὰρ ταῦτα τῷ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν. τῷ δὲ μηδέποτε ἄλλοτε ἄλλως ἔχοντι μηδὲ ποτὲ μὴ ποιεῖν εἶτα ποιεῖν μηδὲ ποιεῖν ποτὲ εἶτα μὴ ποιεῖν· ταῦτα γὰρ ἄλλοτε ἄλλως ἔχειν ἐστίν, ποιητικῶς λέγω καὶ μὴ ποιητικῶς αὖθις καὶ ποιητικῶς. τῷ δὲ μὴ ποτὲ μὴ ποιητικῶς εἶτα ποιητικῶς ἢ ποιητικῶς εἶτα μὴ ποιητικῶς ἔχοντι ἢ ἀεὶ ποιεῖν ἢ ἀεὶ μὴ ποιεῖν ἀναγκαῖον· οὐ γὰρ ἔστιν παρὰ ταῦτα ἄλλο οὐδέν· ἄκρα μὲν γὰρ τὸ ἀεὶ ποιεῖν καὶ τὸ ἀεὶ μὴ ποιεῖν, μέσα δὲ τὸ μὴ ποιοῦν ποιεῖν αὖθις ἢ ἔμπαλιν τὸ ποιοῦν μὴ ποιεῖν αὖθις. ἀλλὰ μὴν τὸ μηδέποτε ποιεῖν δημιουργὸν ὄντα τὸν δημιουργὸν ἀμήχανον· οὐ γὰρ δημιουργῷ τὸ ἀργεῖν ἀεὶ προσήκει· πότε γὰρ ἂν εἴη δημιουργὸς μηδέποτέ τι ποιῶν; ἀνάγκη ἄρα ποιεῖν τὸν δημιουργὸν καὶ αὐτὸ τοῦτο δημιουργεῖν ἀεί. τὸν δὲ ἀεὶ δημιουργοῦντα εἰ κόσμον ποιεῖν ἀνάγκη τὸν δημιουργόν, ἀνάγκη τὸν κόσμον μήτε ἀρχὴν ἔχειν τοῦ δημιουργεῖσθαι μήτε τελευτήν· εἰ γὰρ ἀρχὴν ἔσχεν, οὐκ ἀεὶ ἐκοσμεῖτο, εἰ δὲ τελευτήν, οὐκ ἀεὶ κοσμηθήσεται· δεῖ δὲ ἀεὶ κοσμεῖσθαι τὸν κόσμον, εἴπερ καὶ τὸν δημιουργὸν ἀεὶ κοσμεῖν, τοῦτο δʼ, εἴπερ ἀεὶ ὡσαύτως ποιεῖν, τοῦτο δʼ, εἰ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχει. ἀνάγκη ἄρα τὸν κόσμον μήτε ἀρχὴν ἔχοντα κόσμον εἶναι μήτε τελευτήν, ἄνευ γενέσεως εἶναι κόσμον καὶ ἄνευ φθορᾶς, ἀγένητον εἶναι καὶ ἄφθαρτον. ὥστε, εἰ ὁ δημιουργὸς ἀεὶ κατὰ τὰ αὐτὰ ἔχει καὶ ὡσαύτως, ἀνάγκη τὸν κόσμον ἀγένητον εἶναι καὶ ἄφθαρτον. ὥστε, εἰ ἐκεῖνο λέγει σαφῶς αὐτός, ἀνάγκη καὶ τὸν κόσμον κατʼ αὐτὸν ἀγένητον εἶναι καὶ ἄφθαρτον. εἰ ἄρα τὸν θεὸν ἀπεῖναι λέγει τοῦ κόσμου καὶ παρεῖναι αὖθις ἐν πολιτικῷ καὶ ἐν Τιμαίῳ ἀπεῖναι πρότερον εἶτα παρεῖναι — οὕτω γὰρ εἶχεν, φησίν, τὸ πᾶν, ὡς εἰκὸς ἔχειν ἦν, οὗ ἂν ἀπῇ θεός — καὶ ὁμοίως ἄμφω λέγει Πλάτων καὶ διὰ ταῦτα τοτὲ μὲν ἐξ ἀτάκτου μεταβάλλειν εἰς τάξιν τὸν κόσμον, τοτὲ δὲ ἐκ τεταγμένου μεταπίπτειν εἰς ἀταξίαν, ἕως ἔφεδρος αὐτοῦ γένηται τῶν πηδαλίων ἁψάμενος ὁ θεός, οὐκ ἔδει τοὺς περὶ Ἀττικὸν εἰς τὰ ἐν Τιμαίῳ μόνα βλέπειν τὸν ἀπόντα ποτὲ παρόντα ποιοῦντα, οὗ ἀπῆν, ἀλλὰ καὶ εἰς τὰ ἐν πολιτικῷ τὸν παρόντα ποτὲ ἀπόντα ποιοῦντα ἐκείνου, ᾧ παρῆν, καὶ ὡς διʼ ἐκεῖνα τὴν τάξιν ἀπὸ τῆς ἀταξίας ποιοῦσιν, οὕτω διὰ ταῦτα καὶ μετὰ τὴν τάξιν ἀταξίαν ποιεῖν. εἰ δʼ οὖν ταῦτα συναμφότερα λέγοι κατʼ ἐπίνοιαν ταῦτα πάντα θεώμενος πρὸ τοῦ κόσμου, περὶ αὐτὸν ὁρᾷ τὸν θεὸν μεταβολάς, ἃς ἀρθείσης ἀδύνατον εἶναι τῆς ἐπινοίας· οὐδὲ γὰρ τοῦ θεοῦ ὡσαύτως ἔχοντος τὸν κόσμον λέγει ἄλλοτε ἄλλως ἔχειν ὡς διʼ αὑτοῦ ἔχοντα τὸ ἄλλοτε ἄλλως, ὅπερ ἐστὶν ἐπὶ τῶν μερικῶν, ἀλλὰ διὰ τὸ τὸν θεὸν ἄλλοτε ἄλλως ἔχειν καὶ τὸν κόσμον ἢ ἄτακτον ἢ τεταγμένον εἶναι. ὥστε, εἰ ἐκεῖνο ἀμήχανον διὰ τὸ τὸν θεὸν κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν, ἀδύνατον καὶ τὸν κόσμον ἀτάκτως καὶ τεταγμένως ἔχειν. καὶ τοῦτο ἐγὼ ἂν φαίην ὄντως θεῖον εἶναι μηχάνημα τῆς Πλάτωνος σοφίας καταδούμενον τὴν ἀγενησίαν ἅμα τοῦ κόσμου καὶ ἀφθαρσίαν ἀπὸ τῆς τοῦ θεοῦ διαιωνίας ἐνεργείας αἰτίαν εἰπόντος τῆς τάξεως τοῦ κόσμου καὶ ἀταξίας τὴν τοῦ θεοῦ παρουσίαν καὶ ἀπουσίαν· εἰ γὰρ αὕτη μόνη αἰτία τῆς τάξεως καὶ ἀταξίας ἐν μέρει τοῦ κόσμου καὶ αὐτὴ δὲ ἀνυπόστατος, διότι τὸν θεὸν ἄλλοτε ἄλλως ἔχειν ἀμήχανον, καὶ τὴν τάξιν ἄρα καὶ τὴν ἀταξίαν περὶ τὸν κόσμον ὁρᾶν ἀμήχανον. εἰ οὖν ὁ θεὸς ἀεὶ ὡσαύτως ἔχει, οὐ ποτὲ τῷ κόσμῳ πάρεστιν ποτὲ δὲ ἄπεστιν. εἰ μὴ ποτὲ πάρεστιν ποτὲ δὲ ἄπεστιν, οὐ ποτὲ μὲν ὁ κόσμος τέτακται ποτὲ δὲ οὐ τέτακται· ἐποίει γὰρ ἡ μὲν παρουσία τοῦ θεοῦ τῷ κόσμῳ τάξιν, ἡ δὲ ἀπουσία ἀταξίαν. εἰ δὲ μὴ ποτὲ μὲν τέτακται ποτὲ δὲ ἄτακτος ἦν ἢ ἔσται, ἀεὶ τέτακται. εἰ δὲ ἀεὶ τέτακται, καὶ ἐξ ἀπείρου χρόνου τέτακται καὶ εἰς τὸν ἄπειρον χρόνον ἔσται τεταγμένος· ὃ δὴ καὶ αὐτὸς καὶ τοῖς κωφοῖς ἀρίδηλον ποιῶν ἀνέκραγεν, ὅτι “τὸ μὲν παράδειγμα τὸν πάντα αἰῶνά ἐστιν ὄν, ὁ δὲ κόσμος τὸν ἅπαντα χρόνον διὰ τέλους γεγονὼς καὶ ὢν καὶ ἐσόμενος”. ὡς οὖν ἐσόμενός ἐστιν εἰς ἄπειρον, οὕτω καὶ γεγονὼς ἐξ ἀπείρου, καὶ οὐκ ἔδει ὁμοίως ἐφʼ ἑκάτερα τοῦ Πλάτωνος αὐτὸν διατειναμένου καὶ γεγονέναι καὶ ἔσεσθαι τοὺς Πλάτωνι φίλους τὸ μὲν ἐκ πεπερασμένου χρόνου ποιεῖν τὸ δὲ εἰς ἄπειρον ἀλλʼ ἕπεσθαι τῇ ψήφῳ· καὶ γὰρ οὕτως μίμημα ἂν ἔχοι τῆς τοῦ αἰῶνος ἀϊδιότητος οὐκ ἐξ ἡμισείας ἔχων τὸ ἄπειρον κατὰ τὸν χρόνον ἀλλʼ ἐπʼ ἄμφω. τοῦτο δʼ ἦν αὐτῷ προκείμενον ἐξομοιῶσαι τῷ μὲν αἰῶνι τὸν χρόνον, τῷ δὲ αἰωνίῳ ζῴῳ τὸν ἅπαντα χρόνον ὑφεστῶτα τὸν κόσμον. κεφάλαιον δὴ τούτων μηδένα περὶ τὸν κόσμον οὕτως εὐσεβεῖν ὡς Πλάτωνα τόν τε φάντα τὸν κόσμον ἀτάκτως ἔχειν, ὅταν ὁ θεὸς μὴ ὡσαύτως ἔχῃ, τοῦτο δέ ἐστιν, ὅταν ὁ θεὸς μὴ ᾖ νοητὸς θεός· τοῖς γὰρ νοητοῖς θεοῖς προσήκει τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν. ἢ ἄμφω οὖν θεοί, καὶ ὁ κόσμος καὶ ὁ δημιουργός, ἢ οὐδέτερος· ποιήσει γὰρ οὐ θεὸν τὸν μὲν ἡ ἀταξία, τὸν δὲ τὸ μὴ ὡσαύτως. ἡ δὲ τούτου ἀταξία ἐκ τοῦ ἐκείνου μὴ ὡσαύτως· οὐ γὰρ ἄλλως οὗτος ἄτακτος, ἢ ὅτι ἐκεῖνος οὐχ ὡσαύτως πάρεστιν ἢ ἄπεστιν· δεῖ γὰρ ὅμοιον τοῦτον εἶναι ἐκείνῳ πάντως. εἰ μὲν οὖν κατʼ ἐπίνοιαν ἐκεῖνος πάρεστίν ποτε καὶ ἄπεστιν, καὶ οὗτος κατʼ ἐπίνοιαν ἄτακτος, ὅτι ποτὲ καὶ τεταγμένος· κοινὴν γὰρ ἀνάγκη τὴν ἐπίνοιαν ὑπάρχειν αὐτοῖς, εἰ τῷ μὲν παρεῖναι τὸ τετάχθαι, τῷ δὲ ἀπεῖναι τὸ μὴ τετάχθαι ἀκολουθεῖ ἐξ ἀνάγκης. εἰ δὲ κατὰ ἀλήθειαν οὗτος τεταγμένος, ποτὲ οὖν ἄτακτός ἐστιν, πολλῷ πρότερον κατὰ ἀλήθειαν ἐκεῖνος πάρεστίν ποτε καὶ ἄπεστιν· οὐ γὰρ τῷ τετάχθαι τοῦτον ἢ ἄτακτον εἶναι τὸ ἀπεῖναι ἢ παρεῖναι ἠκολούθησεν ἀλλά γε ἀνάπαλιν. ὥστε ἔσται πρότερον ἐκεῖνο ἀληθές, ᾧ τοῦτο ἀκολουθεῖν ἠνάγκασται. εἰ οὖν ἀδύνατον τοῦτο, διότι ὁ θεὸς ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχει, καὶ τὸν κόσμον ἀδύνατον ἄτακτον εἶναί ποτε καὶ τεταγμένον· τὸ γὰρ τῷ ἀδυνάτῳ ἀκολουθοῦν ἐξ ἀνάγκης ἀδύνατον, εἴπερ καὶ τὸ τῷ δυνατῷ δυνατόν φασιν οἱ διαλεκτικοὶ νόμοι. δυνατοῦ οὖν τεθέντος τὸν κόσμον ἄτακτον εἶναί ποτε καὶ τεταγμένον δυνατὸν ἔσται καὶ τὸν θεὸν ἀπεῖναι τοῦ κόσμου ποτὲ καὶ παρεῖναι πάλιν. εἰ οὖν τοῦτο ἀδύνατον, καὶ ἐκεῖνο ἀδύνατον. ἀεὶ ἄρα καὶ ὁ κόσμος τέτακται καὶ ἐκεῖνος τῷ κόσμῳ πάρεστιν, καὶ οὔτε ἐξ ἀτάκτου ἐτάχθη — οὐδὲ γὰρ ἐκεῖνος μὴ παρὼν αὖθις πάρεστιν — οὔτε ἐκ τεταγμένου ἄτακτος ἔσται — οὔτε γὰρ ἐκεῖνος οὐ παρὼν αὖθις οὐ πάρεστιν. καὶ ἴση ἀνάγκη κατὰ Πλάτωνα τόν τε κόσμον γενητόν τε εἶναι καὶ φθαρτὸν καὶ μὴ εἶναι τῶν θειοτάτων, οἷς προσήκει τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν, τὸν τοῦ κόσμου δημιουργόν. εἰ οὖν δεῖ περὶ ἐκεῖνον εὐσεβῶς διακεῖσθαι, δεῖ καὶ περὶ τοῦτον, ἢ πλημμελοῦντες περὶ τοῦτον καὶ περὶ ἐκεῖνον πολλῷ πρότερον ἐσόμεθα πλημμελεῖς καὶ οὐ περὶ ἐκεῖνον μόνον ἀλλὰ καὶ περὶ πᾶν τὸ θεῖον· εἰ γὰρ κοινὸν αὐτοῖς πᾶσιν τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν, ἢ ἐπὶ πάντων αὐτὸ δεῖ φυλάττοντας καὶ περὶ τὸν δημιουργὸν ὡσαύτως φυλάττειν ἢ ἀφʼ ἑνὸς ἀθετοῦντας μηδʼ ἐπὶ τῶν ἄλλων ἔχειν τὸ πιστόν.»

Κεφάλαια τῆς λύσεως τοῦ ιηʹ λόγου.

αʹ. Ὅτι ταυτολογεῖ ἐν τούτοις ὁ Πρόκλος τοῖς αὐτοῖς ἐπιχειρήμασιν χρώμενος, οἷς ἤδη ἐν τῷ τετάρτῳ καὶ ἐνάτῳ καὶ πεντεκαιδεκάτῳ λόγῳ ἐχρήσατο.

βʹ. Σύντομος ὑπόμνησις τῶν ἐν τῷ τετάρτῳ καὶ ἑξκαιδεκάτῳ λόγῳ εἰρημένων, ὅτι οὐδεμία κίνησις ἢ ἀλλοίωσις περὶ τὸν θεὸν νοεῖται ἐκ τοῦ τὰ δημιουργήματα ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι.

γʹ. Ὁμοίως τῶν ἐν τῷ πεντεκαιδεκάτῳ λόγῳ εἰρημένων σύντομος ἐπανάληψις, ὅτι σῴζει ὁ κόσμος κατὰ Πλάτωνα τὴν πρὸς τὸ αἰώνιον αὐτοῦ παράδειγμα ὁμοίωσιν, κἂν ἀρχὴν τοῦ εἶναι ἔχοι ὁ χρόνος. καὶ ὅτι ὁ Πλάτων φθαρτὸν εἶναι τῷ οἰκείῳ λόγῳ τῆς φύσεως καὶ τὸν χρόνον καὶ τὸν κόσμον βουλόμενος φυσικώτατα ἀρχὴν αὐτοῖς τοῦ εἶναι ἔδωκεν.

δʹ. Ὅτι αὐτῷ τῷ Πλάτωνι ἀντιφθέγγεται ὁ Πρόκλος, ἐν οἷς φησιν «οὐδὲ γὰρ τοῦ θεοῦ ὡσαύτως ἔχοντος τὸν κόσμον λέγει ὁ Πλάτων ἄλλοτε ἄλλως ἔχειν».

εʹ. Ὅτι ἑαυτῷ μαχόμενα ὑπέθετο ὁ Πρόκλος.

ϛʹ. Ὅτι καὶ τῇ φύσει τῶν πραγμάτων ἡ τοιαύτη ὑπόθεσις μάχεται.

`611`

ζʹ. Ὅτι ἐξ ὧν καὶ Πλάτων καὶ Πρόκλος συγκεχωρήκασιν, ἀδύνατον θεὸν εἶναι τὸν κόσμον. καὶ ὅτι τῇ τῶν ποιητῶν συνηθείᾳ ὁ Πλάτων ἀκολουθήσας θεὸν τὸν κόσμον ὠνόμασεν.

ηʹ. Ὅτι πολλαχοῦ τοὺς ποιητικοὺς μύθους ὁ Πλάτων τῇ ἰδίᾳ συνέπλεξεν διδασκαλίᾳ ὡς λόγοις καὶ οὐχ ὡς μύθοις διʼ ἁστινασοῦν αἰτίας χρησάμενος.

θʹ. Ὅτι παρὰ τὸ ἀεὶ θεῖν θεὸν ὠνομάσθαι λέγων τὸν κόσμον ὁ Πλάτων ὁμωνύμως τοῖς νοητοῖς θεοῖς καὶ οὐ συνωνύμως θεὸν αὐτὸν προσαγορεύει· ἐξ οὗ συνάγεται, ὅτι τὸν κόσμον κατὰ χρόνον γενητὸν εἶναι βούλεται καὶ οὐ μόνον κατʼ αἰτίαν, τοὺς δὲ νοητοὺς θεοὺς κατὰ χρόνον μόνον καὶ οὐ κατʼ αἰτίαν ἀγενήτους.

ιʹ. Ὅτι Πλάτων τοὺς περὶ θεῶν ποιητικοὺς μύθους τῶν μεγίστων κακῶν τοῖς ἀνθρώποις αἰτίους εἶναι ἡγούμενος δέει τῶν Ἀθηναίων οὐχ ἑκὼν εἰς αὐτοὺς κατεφέρετο· ᾧ τρόπῳ καὶ τὸν κόσμον θεὸν ἔλεγεν οὐκ ἀγένητον εἶναι ἡγούμενος.

αιʹ. Ὅτι οὐχ, ὥσπερ ἐν τῷ πολιτικῷ καθʼ ὑπόθεσιν εἰς τὸ ἄτακτον μεταβάλλει τὸ τεταγμένον, οὕτω καὶ ἐν Τιμαίῳ καθʼ ὑπόθεσιν ἐκ τοῦ ἀτάκτου τὸ τεταγμένον φησὶν γίνεσθαι. καὶ πῶς δεῖ νοεῖν τὴν ἐκ τοῦ ἀτάκτου εἰς τὸ τεταγμένον γένεσιν. καὶ ὅτι τινὲς τὴν δόξαν ταύτην τοῦ Πλάτωνος εἰς τὴν Ἐμπεδοκλέους ἀπάγουσιν.

βιʹ. Ἐπίλογος τῆς πάσης πραγματείας καὶ προαναφώνησις τῶν ἑξῆς.

`612`

Λύσις τοῦ ὀκτωκαιδεκάτου λόγου.

`613`

αʹ. Πάλιν τοὺς αὐτοὺς ἀνακυκλοῖ λόγους οὔτε λέγειν τι καινότερον ἔχων οὔτε τῶν εἰρημένων ἀποσχέσθαι δυνάμενος, ὥσπερ τὰ λίχνα τῶν κυνιδίων, ὅταν ὀστοῦ περιδράξωνται, ἢ τῶν ἀνθρώπων οἱ περὶ τὰς ἐμπαθεῖς ἡδονὰς ἐνισχόμενοι ἀεὶ μὲν τῶν αὐτῶν ἐμφορούμενοι, ἀεὶ δὲ ὡς ἐπὶ καινοτέροις τὴν ἐπιθυμίαν ἀκμάζοντες· σχεδὸν γὰρ οὐδὲν ἐν τοῖς εἰρημένοις εὕροι τις ἄν, ὅπερ οὐκ ἐν τοῖς φθάσασιν εἴρηται. εὐθὺς γὰρ ἐν ἀρχῇ τὸ δεῖν τὸν δημιουργὸν ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν καὶ διὰ τοῦτο μὴ ποτὲ μὲν ποιεῖν ποτὲ δὲ μὴ ποιεῖν ἀλλʼ ἢ ἀεὶ ποιεῖν ἢ μηδέποτε καί, ἐπεὶ τὸ μηδέποτε ἀδύνατον, δημιουργὸν ὄντα ἀεὶ ποιεῖν καὶ διὰ τοῦτο καὶ τὸ γινόμενον ἀεὶ εἶναι, ἔτι δὲ καὶ τό, εἰ μὴ ὁ κόσμος ἔχῃ τὸ εἶναι ἀγένητος καὶ ἄφθαρτος, μηδὲ τὸν δημιουργὸν ἀεὶ ὡσαύτως ἔχειν καὶ διὰ τοῦτο ἀνάγκην εἶναι καὶ περὶ τὸν δημιουργὸν ὁμοίως εὐσεβεῖν καὶ περὶ τὸν κόσμον τὸν μὲν τῶν θειοτάτων εἶναι λέγοντας καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν, τὸν δὲ ἀγένητον καὶ ἄφθαρτον, ἢ περὶ τὸν κόσμον ἀσεβοῦντας διὰ τὸ γενητὸν εἶναι καὶ φθαρτὸν ὑποτίθεσθαι καὶ περὶ τὸν τούτου δημιουργὸν ἀσεβεῖν μήτε τῶν θειοτάτων αὐτὸν εἶναι μήτε ἀεὶ ὡσαύτως ἔχειν ὑπὸ τῆς τοῦ λόγου ἀκολουθίας λέγειν ἀναγκαζομένους, ταῦτα πάντα καὶ ἐν τῷ τετάρτῳ λόγῳ μονονουχὶ ταῖς αὐταῖς εἴρηται λέξεσιν· τὸ γὰρ ἀκίνητον εἶναι τὸν δημιουργόν, ὅπερ ἐκεῖ εἴρηται, ταὐτόν, ὅτι τὸ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν, ὅπερ ἐνταῦθα λέλεκται· πάλιν τὸ τὴν εἰκόνα, λέγω δὴ τὸν κόσμον, ὁμοίαν εἶναι τῷ παραδείγματι, πρὸς ὃ γέγονεν, τοῦ δὲ παραδείγματος αἰωνίου ὄντος μὴ ἄλλως αὐτῷ ὡμοιῶσθαι τὸν κόσμον, εἰ μὴ ἐφʼ ἑκάτερα ἔχοι τὴν ἀπειρίαν τοῦ χρόνου, ἐν τῷ ιεʹ σαφῶς εἴρηται· ἔτι δὲ τὸ ἀνάγκην εἶναι ἢ ἄμφω θεοὺς εἶναι, καὶ τὸν δημιουργὸν καὶ τὸν κόσμον, ἢ μηδέτερον καί, εἰ ἄμφω θεοί, ὁμοίως ἀδέκτους εἶναι μεταβολῆς ἀμφοτέρους διὰ τὸ τὸ πᾶν τῶν θεῶν γένος τοιοῦτον εἶναι, οὐκ εἶναι δὲ μεταβολῆς τὸν κόσμον ἄδεκτον, εἴπερ ἐκ τοῦ ἀτάκτου γέγονεν καὶ αὖθις μεταβαλεῖ εἰς τὸ ἄτακτον, ἐν τῷ θʹ προείληπται. ὥστε σχεδὸν μηδὲν ἐν τῷ προκειμένῳ λόγῳ καινότερον εἶναι ἐπιχείρημα. τί οὖν δεῖ τὰ αὐτὰ περὶ τῶν αὐτῶν λέγειν ἡμᾶς ἤδη πρὸς ἕκαστον ὡς δύναμις ἀπαντήσαντας ἐν τοῖς φθάσασιν; τοσοῦτον οὖν μόνον σύντομον ἐνταῦθα τῶν εἰρημένων ὑπόμνησιν ποιησάμενοι πέρας σὺν θεῷ καὶ ἡμεῖς ἐπιθῶμεν τῷ λόγῳ.

`614–617`

βʹ. Εἰ ἀεὶ κατὰ τὰ αὐτά, φησίν, καὶ ὡσαύτως ὁ δημιουργὸς ἔχει, οὐδέποτε ἄλλοτε ἄλλως ἔχει. εἰ μηδέποτε ἄλλοτε ἄλλως ἔχει, οὐ ποτὲ μὲν ποιεῖ ποτὲ δὲ οὐ ποιεῖ· ταῦτα γὰρ ἄλλοτε ἄλλως ἔχειν ἐστίν, ποιητικῶς λέγω καὶ μὴ ποιητικῶς αὖθις καὶ ποιητικῶς. εἰ μὴ ποτὲ μὲν ποιῇ ποτὲ δὲ οὐ ποιεῖ, ποιεῖ δʼ ὅμως δημιουργὸς ὤν, ἀεὶ ποιεῖ ἐξ ἀνάγκης. οὐκοῦν καὶ τὸ γινόμενον, φησίν, ἀεὶ ἔσται. ἀλλʼ ἐν τῷ δʹ διὰ πλειόνων δέδεικται, ὡς οἱ τὰς ἕξεις καθʼ ὁτιοῦν τελείας ἔχοντες οὐδεμίαν ἀλλοίωσιν ὑπομένουσιν ἐνεργοῦντες κατʼ αὐτὰς καὶ μὴ ἐνεργοῦντες. εἰ δὲ μηδεμίαν ἀλλοίωσιν ὑπομένουσιν, οὐκ ἀλλοιοῦνται. εἰ μὴ ἀλλοιοῦνται, οὐ γίνονται κατὰ τοῦτο ἄλλοτε ἄλλοι. εἰ μὴ γίνονται ἄλλοτε ἄλλοι, ὡσαύτως ἔχουσιν ἐνεργοῦντες κατὰ τὰς ἕξεις καὶ μὴ ἐνεργοῦντες· περὶ γὰρ τὸ γινόμενον, οὐ περὶ τὸ ποιοῦν τὴν μεταβολὴν ὑφισταμένην ἐδείξαμεν. ὅτι δὲ οὐδεμίαν ἀλλοίωσιν ὑπομένουσιν οἱ ἐκ τῶν ἕξεων τὰς ἐνεργείας προχειριζόμενοι, ἐδείξαμεν ἐξ ἄλλων τε πλειόνων καὶ ἐκ τοῦ διελέσθαι, ὅτι, εἴπερ ἀλλοίωσίς ἐστιν ἡ ἐκ τῆς ἕξεως εἰς τὴν ἐνέργειαν πρόοδος, ἀνάγκη πᾶσα ἢ πρὸ τῆς ἐνεργείας τὴν ἀλλοίωσιν εἶναι λέγειν, ὅτε μόνη ἡ ἕξις ὑπῆρχεν ἄνευ τῆς ἐνεργείας, ἢ αὐτὴν τὴν ἐνέργειαν — τουτέστιν αὐτὸ τὸ δημιουργεῖν ἢ διδάσκειν ἢ ὁτιοῦν ἄλλο — ἀλλοίωσιν φήσομεν ἢ μεταξὺ τῆς τε ἕξεως καὶ τῆς ἐνεργείας τὴν ἀλλοίωσιν καὶ μεταβολὴν ὑποθησόμεθα γίνεσθαι· παρὰ ταῦτα γὰρ οὐκ ἔστιν. δεδειγμένου τοίνυν ἐν ἐκείνοις, ὡς οὔτε τὴν ἕξιν αὐτὴν καθʼ αὑτὴν χωρὶς τοῦ δημιουργεῖν ἀλλοίωσιν εἶναι ἢ ὅλως κίνησιν ἐνδέχεται—στάσει γὰρ μᾶλλον ἡ ἕξις, οὐ κινήσει οὐδὲ ἀλλοιώσει ἔοικεν, ὡς καὶ ἐν ἐκείνοις αὐτὸν τὸν Πρόκλον ἐδείξαμεν λέγοντα, καὶ νῦν δὲ ταῦτα εἴρηκεν· προσήκειν γάρ φησιν τῷ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντι ἢ μηδέποτε ποιεῖν ἢ ἀεί, ὡς τοῦ μὴ ποιεῖν δηλονότι στάσεως ὄντος καὶ οὐ κινήσεως. ὥστε τὸ τὴν ἕξιν ἔχον μόνην τοῦ ποιεῖν μὴ ποιοῦν δὲ οὐκ ἀλλοιοῦται. καὶ ἄλλως δέ· εἰ τὰ τὴν ἕξιν ἔχοντα καὶ ἐν αὐτῷ τῷ ἐνεργεῖν οὐκ ἀπολείπει ἡ ἕξις, ἡ δὲ ἕξις κίνησις, ἀεὶ ἄρα ἐν κινήσει ὁ δημιουργὸς ἔσται ἀεὶ τὴν τοῦ δημιουργεῖν ἕξιν ἔχων. ὥστε, εἰ τοῦτο ἄτοπον, οὐδεμία ἄρα ἕξις ἀλλοίωσίς ἐστιν. ἀλλʼ οὐδὲ αὐτὴ ἡ ἐνέργεια ἀλλοίωσίς ἐστιν· οὕτω γὰρ ἂν πάλιν ἀεὶ δημιουργῶν κατʼ αὐτοὺς ὁ θεὸς τὸν κόσμον ἀεὶ ἐν ἀλλοιώσει καὶ κινήσει ἔσται. οὐ μὴν οὐδὲ διάθεσίς τις ἄλλη θεωρεῖται μεταξὺ τῆς τε ἕξεως καὶ τῆς ἐνεργείας ἑτέρα τις οὖσα παρὰ ταύτας, ἣν ἄν τις κίνησιν ἢ ἀλλοίωσιν ὀνομάσειεν, ἐπεὶ μηδὲ χρόνος τίς ἐστιν μεταξὺ τοῦ τε μὴ ἐνεργεῖν καὶ τοῦ ἐνεργεῖν, ἀλλὰ τὸ τοῦ μὴ ἐνεργεῖν πέρας ἀρχὴ τοῦ ἐνεργεῖν· χρόνου δὲ μὴ ὄντος οὐδὲ διάθεσις ἑτέρα μεταξὺ τοῦ μὴ ἐνεργεῖν καὶ τοῦ ἐνεργεῖν ἔσται οὐδὲ κίνησις ὅλως· πᾶσα γὰρ κίνησις καὶ μεταβολὴ ἐν χρόνῳ ἐστίν. εἰ τοίνυν μήτε πρὸ τῆς ἐνεργείας μήτε ἐν τῇ ἐνεργείᾳ μήτε μεταξὺ τῆς ἕξεως καὶ τῆς ἐνεργείας ἐνδέχεται ἀλλοίωσίν τινα θεωρεῖσθαι, οὐκ ἄρα ἀλλοίωσιν ὑπομένει ὁ ἐκ τῆς ἕξεως τὴν ἐνέργειαν προχειριζόμενος. ὥστε ἐκ πολλοῦ τοῦ ὑπάρχοντος οὐδὲ περὶ τὸν θεὸν οὐδεμία ἀλλοίωσις θεωρηθήσεται μὴ δημιουργοῦντα κᾆτα δημιουργοῦντα. ἐδείξαμεν δὲ πάλιν ἐν ἐκείνοις καί, ὅτι ἡ δοκοῦσα κίνησις ἐν ἡμῖν καὶ ἀλλοιοτέρα διάθεσις γίνεσθαι, ὁπηνίκα τὰς ἕξεις πρότερον ἔχοντες αὖθις κατʼ αὐτὰς ἐνεργῶμεν — ὡς ὅταν μὴ διδάσκοντες πρότερον αὖθις διδάσκωμεν ἢ μὴ οἰκοδομοῦντες οἰκοδομῶμεν —, οὐ περὶ τὸ τὴν ἕξιν ἔχον τὴν ψυχὴν ἀλλὰ περὶ τὸ ὀργανικὸν τὸ σῶμα γίνεται. τοῦ οὖν θεοῦ μόνῳ τῷ βούλεσθαι ποιοῦντος ἅπαντα οἴχεται ἐκεῖθεν καὶ ἡ ἐν ἡμῖν ἀλλοιοτέρα γινομένη τοῦ ὀργάνου διάθεσις. μήτε οὖν τῆς ἕξεως κινουμένης μήτε ὀργάνου ὄντος τοῦ τὴν κίνησιν ὑπομένοντος κατʼ οὐδὲν ἄρα μεταβάλλειν τὸν θεὸν ἐνδέχεται καὶ ἄλλοτε ἄλλον γίνεσθαι, κἂν μὴ ἀεὶ δημιουργῇ ἀλλʼ ἀρχὴν τῇ δημιουργίᾳ δίδωσιν. ἐδείξαμεν δὲ καί, ὅτι οὐδʼ ὅλως ἕξις ἐπὶ θεοῦ διαφέρει καὶ ἐνέργεια ἀλλʼ ἁπλῆ τίς ἐστιν καὶ ἀεὶ ὡσαύτως ἔχουσα ἡ τοῦ θεοῦ δημιουργικὴ δύναμις, μόνῳ δὲ τῷ βούλεσθαι εἰς τὸ εἶναι παράγειν τὰ πάντα δύναται τῆς τῶν γενητῶν φύσεως καὶ τὸ εἶναι καὶ τὸ ἀγαθὸν ἐπιδεχομένης, καὶ ὅτι καὶ αὐτὴ ἡ βούλησις τοῦ θεοῦ ἁπλῆ τίς ἐστιν καὶ ἀεὶ ὡσαύτως ἔχουσα — ἀεὶ γὰρ τὸ ἀγαθὸν βούλεται, κἄν τε παράγῃ εἰς οὐσίωσιν τὰ πράγματα κἄν τε μή — καὶ ὅτι, κἂν βούλεσθαί τις τὸ αὐτὸ κἂν μὴ βούλεσθαι τὸν θεὸν συγχωρήσειεν, οὐ κίνησις τοῦτό ἐστιν οὐδὲ ἀλλοίωσις· εἰ γὰρ τοῦτο κίνησις εἴη, ἀεὶ ἐν κινήσει ὁ θεὸς ἔσται, εἴ γε τῶν μερικῶν ἕκαστον ποτὲ μὲν βούλεται εἶναι ποτὲ δὲ βούλεται μὴ εἶναι, ἀεὶ δὲ τῶν μερικῶν ἄλλα μὲν γίνεται, ἄλλα δὲ φθείρεται. εἰ μὲν οὖν ἀνάγκη διὰ τὸ ποτὲ μὲν εἶναι τὸν κόσμον ποτὲ δὲ μὴ εἶναι καὶ τὴν τοῦ θεοῦ περὶ αὐτὸν βούλησιν ἄλλοτε ἄλλην εἶναι, τὸ δὲ περὶ τοῦ αὐτοῦ ἄλλοτε ἄλλο βούλεσθαι κινεῖσθαί ἐστιν καὶ ἀλλοιοῦσθαι, ἀεὶ τὸν θεὸν ἀλλοιοῦσθαί τε καὶ κινεῖσθαι λέγειν ἀναγκασθησόμεθα, εἴπερ τῶν μερικῶν ἕκαστον ποτὲ μὲν εἶναι βούλεται ποτὲ δὲ μὴ εἶναι. ἀλλʼ ἐδείξαμεν, ὅτι οὐχ, ὡς τὰ γινόμενα ἔχει, οὕτως καὶ τὸν δημιουργὸν αὐτῶν θεὸν ἔχειν ἀνάγκη· ἀλλʼ ὥσπερ οὐκ, ἐπειδὴ τὰ γινωσκόμενα ἢ προνοούμενα μεριστά ἐστιν καὶ πεπληθυσμένα καὶ ποτὲ μὲν ὄντα ποτὲ δὲ οὐκ ὄντα, διὰ τοῦτο καὶ τὴν τοῦ θεοῦ περὶ αὐτὰ πρόνοιαν καὶ γνῶσιν ἢ μεριστὴν εἶναι ἢ πεπληθυσμένην ἢ ἄλλοτε ἄλλην ἀνάγκη, ἀλλʼ ὅτι ἀμερίστως περὶ τὰ μεριστὰ ἐνεργεῖ καὶ περὶ τὰ πεπληθυσμένα ἑνοειδῶς καὶ περὶ τὰ ἄλλοτε ἄλλως ἔχοντα ἀεὶ ὡσαύτως, οὕτω δὴ καὶ τὴν περὶ τοῦ εἶναι αὐτὰ ἢ μὴ εἶναι τοῦ θεοῦ βούλησιν οὐκ ἄλλοτε ἄλλην εἶναι λέγειν ἀνάγκη ἀλλὰ ἀεὶ ὡσαύτως ἔχειν ἀεὶ τἀγαθὸν εἶναι βουλομένην· ἀγαθὸν δὲ τὸ ἕκαστον ὡς πέφυκεν καὶ ὅτε πέφυκεν εἶναι. ταῦτα τοίνυν καὶ ἐν τῷ δʹ καὶ ἐν τῷ ιϛʹ αὐτοί τε ἐδείξαμεν καὶ αὐτὸν Πρόκλον καὶ Πλωτῖνον παρεθέμεθα λέγοντας· καὶ ἄλλαις δὲ πλείοσιν ἐν ἐκείνοις ἐπιχειρήσεσιν ἐχρησάμεθα, ἃς ἐκεῖθεν τὸν βουλόμενον ἀναλέγεσθαι δεῖ, περὶ τοῦ μηδεμίαν περὶ τὸν θεὸν μεταβολὴν γίνεσθαι, κἂν τὰ γινόμενα ποτὲ μὲν ᾖ ποτὲ δὲ μὴ ᾖ.

`618–620`

γʹ. Ἀλλὰ δὴ καὶ τὸ εἰκόνα γενόμενον τὸν κόσμον αἰωνίου παραδείγματος σῴζειν κατὰ Πλάτωνα τὴν πρὸς ἐκεῖνο ὁμοίωσιν, κἂν ἀρχὴν ἔχοι τοῦ εἶναι, ἐν τῷ ιεʹ κατεσκευάσαμεν ἐξ αὐτῶν τῶν Πλάτωνος πιστωσάμενοι λέξεων, ὡς οὐ τῷ ἀγένητον εἶναι τὸν κόσμον σῴζειν αὐτὸν βούλεται τὴν πρὸς τὸ παράδειγμα ὁμοίωσιν, ἀλλʼ ὅτι, ὡς πάντα ἐστὶν τὸν αἰῶνα ἐκεῖνος, οὕτως πάντα τὸν χρόνον ὁ κόσμος· «τὸ μὲν γὰρ παράδειγμα», φησίν, «τὸν πάντα αἰῶνά ἐστιν, ὁ δὲ κόσμος τὸν πάντα χρόνον διὰ τέλους γεγονὼς καὶ ὢν καὶ ἐσόμενος». ὥστε, εἰ μέν τις λέγοι εἶναί τινα χρόνον, ἐν ᾧ μὴ ἔστιν κόσμος, οὗτος οὐ σῴζει τὴν κατὰ Πλάτωνα πρὸς τὸ παράδειγμα τῆς εἰκόνος ὁμοίωσιν· εἰ δὲ χρόνος μετʼ οὐρανοῦ γέγονεν, ἵνʼ ἅμα γενηθέντες ἅμα καὶ λυθῶσιν, ἄν ποτε λύσις τις αὐτῶν γένηται, δηλονότι, κἂν ἀρχὴν τοῦ εἶναι ἔχοι ὁ κόσμος, σῴζει τὴν πρὸς τὸ παράδειγμα ὁμοίωσιν ἐν παντὶ τῷ χρόνῳ ὢν ὡς ἐν παντὶ τῷ αἰῶνι ἐκεῖνο· οὐδὲ γὰρ ὥσπερ ἐπʼ ἄπειρον ἔσεσθαι τὸν κόσμον ὁ Πλάτων βούλεται διὰ τὸ μὴ φθείρεσθαι αὐτὸν ἀξιοῦν, οὕτως καὶ γεγονέναι ἐξ ἀπείρου αὐτὸν εἴρηκεν, ὡς ἐν τούτοις ὁ Πρόκλος φησὶν τὴν ἰδίαν ὑπόληψιν ἡμῖν καὶ οὐ τὴν Πλάτωνος ὑφηγούμενος, ἀλλὰ γεγονέναι μὲν αὐτὸν ἀπό τινος ἀρχῆς ἀρξάμενον σαφῶς βοᾷ πρὶν γενέσθαι οὐκ ὄντα, τῷ δὲ εἶναι αὐτοῦ ἢ ἔσεσθαι τέλος οὐ δίδωσιν φυσικώτατα τῇ περὶ τούτων θεωρίᾳ χρώμενος. ἐπʼ ἄπειρον μὲν γὰρ οὐδὲν κωλύει καὶ τὴν τοῦ χρόνου παράτασιν γίνεσθαι καὶ τὴν τοῦ ἀριθμοῦ αὔξησιν· ἄπειρον δὲ κατʼ ἐνέργειαν εἶναι ἢ γεγονέναι ἀδύνατον· ἄπειρον δὲ κατʼ ἐνέργειαν γεγονὸς ἔσται καὶ χρόνος καὶ ἀριθμός, εἰ ἄναρχος εἴη ὁ χρόνος. εἰ δὲ ἀριθμὸς καὶ χρόνος κατʼ ἐνέργειαν ἄπειρος γέγονεν, διεξιτητὸν ἄρα τὸ ἄπειρον γέγονεν· διὰ γὰρ ἀπείρων μονάδων διεξελθοῦσα ἡ γένεσις εἰς ἡμᾶς ἔφθασεν. εἰ δὲ διεξιτητὸν τὸ ἄπειρον γέγονεν, τὸ δὲ διεξιτητὸν πᾶν πεπερασμένον ἐστίν — ταύτῃ γὰρ διενήνοχεν τοῦ πεπερασμένου τὸ ἄπειρον τῷ τὸ μὲν διέξοδον ἔχειν τὸ δὲ μή —, τὸ ἄπειρον ἄρα πεπερασμένον ἔσται καὶ ἡ ἀντίφασις συναληθεύσει· ἔσται γὰρ τὸ ἄπειρον οὐκ ἄπειρον, ὅπερ ἄτοπον. οὐκ ἄρα διεξιτητὸν τὸ ἄπειρον εἶναι ἐνδέχεται. εἰ οὖν ἀδιεξίτητον τὸ ἄπειρον, οὐ διὰ ἀπείρων μονάδων εἰς ἡμᾶς διῆλθεν ἡ γένεσις· εἰ δὲ μὴ διʼ ἀπείρων ἀλλὰ πεπερασμένων, καὶ ὁ ἑκάστου δὲ τῶν γενομένων χρόνος πεπερασμένος ἐστίν, καὶ ὁ γενόμενος ἄρα πᾶς χρόνος πεπερασμένος ἔσται· τὸ γὰρ ἐκ πεπερασμένων συγκείμενον πεπερασμένον ἐστὶν ἐξ ἀνάγκης. ἀδύνατον ἄρα τὸν γεγονότα ἢ γενησόμενον χρόνον ἐνεργείᾳ ποτὲ ἄπειρον εἶναι· ἐφʼ ὃ γὰρ ἄπειρος εἶναι ἢ γεγονέναι ἐνεργείᾳ ληφθείη, εἴτε ἐπὶ τὸ ἄνω εἴτε ἐπὶ τὸ κάτω, διεξιτητὸν ποιήσει τὸ ἄπειρον. ἔσται δέ τι καὶ τοῦ ἀπείρου μεῖζον καὶ οὐ παύσεται αὐξόμενον τὸ ἄπειρον καὶ αὐτὸ ἑαυτοῦ μεῖζον γινόμενον, εἴπερ τῷ ἀριθμῷ τῶν γενομένων τοὺς ἀεὶ γινομένους καὶ ἐσομένους συναριθμοίημεν· καὶ πολλαπλασιασθήσεται δὲ τὸ ἄπειρον, εἰ τὴν ἐν ἑκάστῳ γένει ἀπειρίαν τοῖς λοιποῖς προσθήσομεν, τῇ τῶν ἀνθρώπων εἰ τύχοι τὴν τῶν ἵππων καὶ τούτοις τὴν τῶν βοῶν καὶ τούτοις τὰ λοιπὰ τὰ ἐν τῷ κόσμῳ ἔμψυχά τε καὶ ἄψυχα· τούτων δὲ ἕκαστον τῶν ἀδυνατωτάτων ἐστίν. φυσικώτατα οὖν ὁ Πλάτων ἀρχὴν μὲν τῷ χρόνῳ δέδωκεν, βουλόμενος δὲ ἀεὶ εἶναι τὸν κόσμον ἀεὶ ἔσεσθαι καὶ τὸν χρόνον εἴρηκεν· κἂν γὰρ ἐπʼ ἄπειρον καὶ ὁ κόσμος γένηται καὶ ὁ χρόνος αὔξηται, ἀεὶ μὲν ὁ μέχρι τοῦ νῦν χρόνος τοῦ ἤδη γενομένου πρὶν τοῦτον ἐνστῆναί ἐστιν μείζων, ἀλλὰ τὸ λαμβανόμενον ἅπαν τοῦ χρόνου καὶ ἐνεργείᾳ ὑποστὰν πεπερασμένον ἐστίν· καὶ τὰ ἐν τῷ πεπερασμένῳ δὲ χρόνῳ γενόμενα ὡσαύτως πεπερασμένα ἐστὶν ἐξ ἀνάγκης· οὕτω γὰρ ἐνδέχεται μόνως μήτε τὸν χρόνον ποτὲ παύσεσθαι μήτε ἐνεργείᾳ γεγονέναι τὸ ἄπειρον, εἰ ἀρχὴν τοῦ εἶναι ἔχει ὁ χρόνος παντὸς τοῦ γενομένου ἀεὶ πεπερασμένου ὄντος.

`621–625`

δʹ. Ἀλλὰ δὴ κἂν θεὸν λέγοι τὸν κόσμον ὁ Πλάτων, οὐ διὰ τοῦτο καὶ τὸ ἀμετάβλητον αὐτῷ καὶ τὸ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν δίδωσιν· τοὐναντίον γὰρ ἐν τῷ πολιτικῷ οὔτε μεταβολῆς αὐτὸν ἄμοιρον οὔτε τῶν θειοτάτων εἶναι ὡρίσατο· «τὸ γὰρ κατὰ τὰ αὐτά», φησίν, «καὶ ὡσαύτως ἔχειν καὶ ταὐτὸν εἶναι τοῖς θειοτάτοις προσήκει μόνοις, σώματος δὲ φύσις οὐ ταύτης τῆς τάξεως»· ὅθεν, ἐπειδὴ καὶ ὁ οὐρανὸς καὶ ὁ κόσμος σώματος, φησίν, κεκοινώνηκεν, μεταβολῆς ἄμοιρος γενέσθαι διὰ παντὸς ἀδύνατος. καὶ πάλιν ὁ αὐτὸς ἐν Τιμαίῳ «τί τὸ ὂν ἀεί, γένεσιν δʼ οὐκ ἔχον, τί δὲ τὸ γινόμενον μὲν ἀεί, ὂν δὲ οὐδέποτε. τὸ μὲν δὴ νοήσει μετὰ λόγου περιληπτὸν ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον, τὸ δʼ αὖ δόξῃ μετʼ αἰσθήσεως ἀλόγου δοξαστὸν γενόμενον καὶ ἀπολλύμενον, ὄντως δʼ οὐδέποτε ὄν»· καὶ τὸν κόσμον δʼ αἰσθητὸν ὄντα γινόμενον εἶναί φησιν καὶ ἀπολλύμενον, ὄντως δὲ μηδέποτε εἶναι. εἰ οὖν τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν τοῖς θειοτάτοις προσήκει μόνοις, ἔστιν δὲ ὁ μὲν δημιουργὸς τῶν θειοτάτων — ὡς καὶ Πλάτων φησὶν καὶ Πρόκλῳ δοκεῖ — καὶ διὰ τοῦτο ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχει, ὁ δὲ κόσμος σώματος κεκοινωνηκὼς οὐ ταύτης ἐστὶν τῆς τάξεως — τουτέστιν οὐ τῶν ἀεὶ ὡσαύτως ἐχόντων· τοῦτο γὰρ τοῖς θειοτάτοις μόνοις φησὶν προσήκειν ὁ Πλάτων, τὸ δὲ ὁρατὸν πᾶν γινόμενον εἶναι καὶ ἀπολλύμενον, ὄντως δὲ μηδέποτε ὄν· ὅθεν ἀδύνατον εἶναι ἀπεφήνατο μεταβολῆς ἄμοιρον εἶναι διὰ παντὸς ἀεὶ τὸν κόσμον —, τοῦ ἄρα δημιουργοῦ ἀεὶ ὡσαύτως ἔχοντος τὸν κόσμον ὁ Πλάτων μὴ ὡσαύτως ἔχειν διωρίσατο. πῶς οὖν τὰς ἐναντίας τούτοις ἀφῆκε τῷ Πλάτωνι φωνὰς ὁ τοῦ Πλάτωνος διάδοχος ἐναργῶς οὕτως καταψευδόμενος Πλάτωνος, ἐν οἷς φησιν «οὐδὲ γὰρ τοῦ θεοῦ ὡσαύτως ἔχοντος τὸν κόσμον λέγει ἄλλοτε ἄλλως ἔχειν ὡς διʼ ἑαυτὸν ἔχοντα τὸ ἄλλοτε ἄλλως, ὅπερ ἐστὶν ἐπὶ τῶν μερικῶν, ἀλλὰ διὰ τὸ τὸν θεὸν ἄλλοτε ἄλλως ἔχειν καὶ τὸν κόσμον ἢ ἄτακτον εἶναι ἢ τεταγμένον»; εἰ γὰρ καὶ ὡς ἐν ὑποθέσει ἐν πολιτικῷ παρεῖναι τῷ κόσμῳ τὸν θεὸν καὶ ἀπεῖναι λέγει ὁ Πλάτων, ἀλλʼ οὖν γε ἄνευ πάσης ὑποθέσεως αὐτὸ καθʼ αὑτὸ τὸ ἀεὶ ὂν ὡρίσατο καὶ ἐν τῷ Τιμαίῳ καὶ ἐν πολιτικῷ φήσας αὐτὸ νοητόν τε εἶναι καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν, ὁμοίως δὲ καὶ τὸ ὁρατὸν γινόμενον εἶναι καὶ ἀπολλύμενον καὶ διὰ παντὸς μεταβολῆς ἄμοιρον εἶναι ἀδύνατον. εἰ οὖν αὐτὸ κατὰ τὴν ἑαυτοῦ φύσιν πᾶν τὸ ὁρατὸν ἐν μεταβολῇ τὸ εἶναι ἔχειν ὡρίσατο, οὐκ ἄρα διὰ τὸ τὸν θεὸν ἄλλοτε ἄλλως ἔχειν διὰ τοῦτο καὶ τὸν κόσμον ἄλλοτε ἄλλως ἔχειν φησὶν ὁ Πλάτων, ὡς ὁ Πρόκλος εἴρηκεν, ἀλλὰ καὶ τοῦ θεοῦ ἀεὶ ὡσαύτως ἔχοντος αὐτὸν κατὰ τὴν ἑαυτοῦ φύσιν τὸν κόσμον ἅτε σώματος κεκοινωνηκότα γινόμενον εἶναί φησιν καὶ ἀπολλύμενον καὶ μεταβολῆς ἄμοιρον εἶναι διὰ παντὸς ἀδύνατον. καίτοι γε θαυμαστόν, πῶς οὐ συνεῖδεν ὁ φιλόσοφος ἢ ἑκὼν παρεπέμψατο, ὡς καὶ ἐξ αὐτῶν τούτων, ὧν ἐν τῷ πολιτικῷ παρήγαγεν λέγοντα Πλάτωνα, σαφῶς δείκνυται, ὡς ὁ κόσμος οὐ διὰ τὸν θεόν, ὥς φησιν Πρόκλος, ἀλλὰ διὰ τὴν ἑαυτοῦ φύσιν ἄλλοτε ἄλλως ἔχειν λέγεται· εἰ γὰρ τῇ παρουσίᾳ τοῦ θεοῦ καὶ τῇ ἀπουσίᾳ ἄλλοτε ἄλλως ἔχειν τὸν κόσμον ὁ Πλάτων ὑπέθετο, τεταγμένον μὲν τῇ παρουσίᾳ, τῇ ἀπουσίᾳ δὲ ἄτακτον, πρόδηλον, ὅτι τὸ ἐν τῇ αὐτῇ μένειν τάξει οὐκ οἴκοθεν ἔχειν αὐτὸν βούλεται Πλάτων ἀλλʼ ἐκ τῆς τοῦ θεοῦ παρουσίας· εἰ γὰρ οἴκοθεν εἶχεν τὸ ἐν ταὐτῷ μένειν, κἂν κατʼ ἐπίνοιαν ἀπῆν τοῦ θεοῦ ὁ κόσμος, οὐδὲν ἧττον ἐν ταὐτῷ τεταγμένος ἔμενεν. εἰ οὖν τὸ μὲν τεταγμένον ὥρισται καὶ ὡσαύτως ἔχει κατὰ τὸ τετάχθαι, ἕως ἂν ᾖ τεταγμένον, τὸ δὲ ἄτακτον ἀόριστον ὂν οὐδέποτε ἐν ταὐτῷ μένει — οὐ γὰρ ἂν ἦν ἄτακτον, εἰ ὅρον καὶ ταυτότητα ἐφύλαττεν —, ἔχει δὲ ὁ κόσμος τὴν τάξιν ἐκ τῆς τοῦ θεοῦ ἐπιστασίας, στερηθεὶς δὲ ταύτης εἰς ἀταξίαν καθίσταται οὐ τοῦ θεοῦ ποιητικοῦ αἰτίου τῆς ἀταξίας ὄντος ἀλλʼ αὐτὸ μόνον μὴ τάττοντος, αὐτὸς δηλονότι τὸ μὲν ὡσαύτως ἔχειν ἐκ τοῦ θεοῦ ἔχει — ταὐτὸν γάρ ἐστιν τοῦτο τῷ τετάχθαι —, τὸ δὲ ἄλλοτε ἄλλως ἐκ τῆς ἰδίας φύσεως· τοῦτο γὰρ πάλιν τῇ ἀταξίᾳ ταὐτὸν εἶναι δέδεικται. ὥστε ἡ μὲν παρουσία τοῦ θεοῦ τῆς τάξεως καὶ τῆς ἐν ταὐτῷ μονῆς ποιητικόν ἐστιν αἴτιον, ἡ δὲ ἀπουσία, εἴπερ ἄρα, κατὰ συμβεβηκὸς τῆς ἀταξίας ἐστὶν αἰτία, καθʼ αὑτὸ δὲ αὐτὴ ἡ τοῦ κόσμου μᾶλλον δὲ ἡ τοῦ σώματος φύσις, ὡς καὶ τοῦ ναυαγίου τῆς νεὼς κατὰ συμβεβηκὸς μὲν ἡ τοῦ κυβερνήτου ἀπουσία, καθʼ αὑτὸ δὲ ἡ τοῦ κλύδωνος φύσις αἰτία τὸ σταθερὸν κατὰ φύσιν οὐκ ἔχουσα. ὥστε καὶ διʼ αὐτῆς ταύτης τῆς ἐν πολιτικῷ ὑποθέσεως τὰς περὶ τοῦ γενητὸν εἶναι καὶ φθαρτὸν κατὰ φύσιν τὸν κόσμον οἰκείας ὁ Πλάτων ἀποφάνσεις κατεσκεύασεν· ἐπειδὴ γὰρ αὐτὴν καθʼ αὑτὴν θεωρῶν τὴν τοῦ κόσμου φύσιν γινόμενον αὐτὸν εἶναι καὶ ἀπολλύμενον ὄντως δὲ μηδέποτε ὄντα — σῶμα γὰρ ὄντα μεταβολῆς ἄμοιρον εἶναι πάμπαν ἀδύνατον —, δοκεῖ δὲ ἐν τῇ αὐτῇ ἀεὶ τάξει διαμένειν ὁ κόσμος καὶ μήτε γίνεσθαι μήτε ἀπόλλυσθαι, διὰ τοῦτο κατʼ ἐπίνοιαν αὐτοῦ τὸν θεὸν ἐν τῷ πολιτικῷ χωρίσας καὶ ταύτῃ ἐν μεταβολῇ τε αὐτὸν καὶ ἀταξίᾳ θεωρήσας ἐντεῦθεν συνελογίσατο, ὡς ἡ ἐν τῷ κόσμῳ τάξις καὶ ἐν ταὐτῷ μονὴ οὐκ ἐκ τῆς αὐτοῦ τοῦ κόσμου φύσεως ἀλλʼ ἐκ τῆς πρὸς τὸν δημιουργὸν ὑπάρχει συντάξεως. καὶ τί δεῖ συλλογισμῶν ἐξὸν αὐταῖς λέξεσιν ἐν πολιτικῷ τοῦτο βοῶντος ἀκούειν Πλάτωνος, ὡς ὅτι τὴν ἀταξίαν καὶ τὸ ἄλλοτε ἄλλως ἔχειν αὐτὸς ἐκ τῆς αὑτοῦ φύσεως καὶ οὐκ ἐκ τῆς πρὸς τὸν δημιουργὸν σχέσεως ὁ κόσμος ἔχει· λέγει γοῦν ἐν ἐκείνοις ἐπὶ λέξεως ταῦτα «τότε τοῦ παντὸς ὁ μὲν κυβερνήτης οἷον πηδαλίων οἴακας ἀφέμενος εἰς τὴν αὐτοῦ περιωπὴν ἀπέστη, τὸν δὲ δὴ κόσμον πάλιν ἀνέστρεφεν εἱμαρμένη τε καὶ ξύμφυτος ἐπιθυμία»· εἶτα ἐφεξῆς τὴν συμβᾶσαν ἀταξίαν αὐτῷ καὶ τὸν σεισμόν, οἷον εἰκὸς ἦν ὑπομένειν τὸν κόσμον τοῦ κυβερνοῦντος αὐτὸν θεοῦ στερηθέντα, διηγησάμενος τὴν αἰτίαν τούτων ἐπάγει λέγων «τούτων δὲ αὐτῷ τὸ σωματοειδὲς τῆς συγκράσεως αἴτιον τὸ τῆς πάλαι ποτὲ σύντροφον φύσεως, ὅτι πολλῆς ἦν μετέχον ἀταξίας πρὶν εἰς τὸν νῦν κόσμον ἀφικέσθαι· παρὰ μὲν γὰρ τοῦ συνθέντος πάντα καλὰ κέκτηται, παρὰ δὲ τῆς ἔμπροσθεν ἕξεως, ὅσα χαλεπὰ καὶ ἄδικα ἐν οὐρανῷ γίνεται, ταῦτα ἐξ ἐκείνης αὐτός τε ἔχει καὶ τοῖς ζῴοις ἐναπεργάζεται». σαφῶς ἄρα Πλάτωνος ἠκούσαμεν λέγοντος, ὅτι τὴν μὲν τάξιν καὶ ἅπαν καλὸν ἐκ τοῦ συνθέντος αὐτὸν ὁ κόσμος ἐκτήσατο, ἐκ δὲ τῆς τοῦ σωματοειδοῦς συγκράσεως καὶ τῆς ἕξεως τῆς συντρόφου φύσεως, ὅσα χαλεπά, αὐτός τε ἔχει καὶ τοῖς ζῴοις ἐναπεργάζεται. ὥστε οὐ διʼ αὐτὸ ψιλῶς τὸ ἀπεῖναι καθʼ ὑπόθεσιν τοῦ κόσμου τὸν θεὸν τὴν ἀταξίαν αὐτῷ φησιν ὁ Πλάτων ἐγγίνεσθαι, ὡς ποιητικῆς αἰτίας οὔσης τῆς τοῦ θεοῦ ἀπουσίας τῆς ἐν τῷ κόσμῳ ἀταξίας, ὅτι ὁ μὲν θεὸς ἀπὼν τοσοῦτον μόνον οὐ μεταδίδωσιν τῷ κόσμῳ τῆς παρʼ αὐτοῦ τάξεως, τὸ δὲ σωματοειδὲς λοιπὸν τῆς τοῦ κόσμου κράσεως τῶν συντρόφων καὶ τὴν ἐκ φύσεως αὐτῷ προσοῦσαν ἀταξίαν ἐπιδείκνυται, ὡς καὶ τοῦ κυβερνήτου ἀπόντος τὴν σύμφυτον ταραχὴν περὶ τὴν ναῦν τά τε πνεύματα καὶ ὁ κλύδων ἐνδείκνυται.

`626–628`

εʹ. Ἔλαθεν δὲ ἑαυτὸν ὁ φιλόσοφος οὐ Πλάτωνι μόνῳ ἀλλὰ καὶ ταῖς ἰδίαις αὑτοῦ ἀποφάνσεσιν ταῖς ἀλλαχοῦ καλῶς εἰρημέναις μαχόμενος. ἄξιον δʼ οἶμαι καὶ αὐτὰ τοῦ Πρόκλου ἀντιπαραθεῖναι ἀλλήλοις τὰ ῥήματα, ἵνα λαμπρῶς τὴν μάχην αὐτῶν καὶ ἐναντίωσιν ἀποδείξωμεν· ἐν γὰρ τῷ λόγῳ, ὃς ἐπιγέγραπται «ἐπίσκεψις τῶν πρὸς Πλάτωνος Τίμαιον ὑπʼ Ἀριστοτέλους ἀντειρημένων», δείξας διὰ πλειόνων, ὅτι καλῶς ὁ Πλάτων τὸν κόσμον καὶ πᾶν τὸ ὁρατὸν γινόμενον εἶναί φησιν καὶ ἀπολλύμενον ὄντως δὲ μηδέποτε ὄν, διότι οὐκ ἔχει αἰώνιον τὴν ὑπόστασιν, τοῦ παντὸς σώματος, καθὼς Ἀριστοτέλης αὐτὸς ἀπέδειξεν, πεπερασμένην ἔχοντος δύναμιν, εἶτα πάλιν δεῖξαι βουλόμενος, ὅτι τὸ ἀεὶ εἶναι τῷ κόσμῳ ἑτέρωθεν καὶ οὐκ ἐκ τῆς αὐτοῦ φύσεως αὐτῷ ἐπιγίνεται, ἐπὶ λέξεως καὶ ταῦτα προστίθησιν «οὐδὲ γάρ, ὅπερ ἐπὶ τοῦ ἀεὶ ὄντος ἀληθές, τοῦτο καὶ ἐπὶ τοῦ ἀεὶ γινομένου, τὸ ὑπάρχειν αὐτῷ δύναμιν ἄπειρον διὰ τὸ ἀεὶ γίνεσθαι, ὡς ἐκείνῳ διὰ τὸ ἀεὶ εἶναι· ἀλλὰ τῷ ποιοῦντι τοῦτο, διὸ καὶ τοῦτο ἀεὶ γίνεται προσκτώμενον ἀεὶ τὸ εἶναι διὰ τὸ καθʼ ὕπαρξιν ἀεὶ ὂν καὶ ὅσον ἐφʼ ἑαυτῷ τὸ ἀεί οὐκ ἔχον. ὥστε ὁ τοῦ γινομένου ὁρισμὸς ἐφαρμόζοι ἂν καὶ τῷ κόσμῳ»· καὶ μετʼ ὀλίγα «πᾶν ἄρα τὸ γινόμενον αὐτὸ μὲν καθʼ αὑτὸ καὶ ἀπολλύμενόν ἐστιν, δεθὲν δὲ ὑπὸ τοῦ ὄντος μένον ἐν τῷ γίνεσθαι τὸ ὅλον τοῦτο γινόμενόν ἐστιν διὰ τὸ εἶναι οὐκ ἀπολλύμενον, ὃ ἐκ τοῦ ὄντος παρεσπάσατο. τὸν γοῦν ὁρισμὸν αὐτὸ καθʼ αὑτὸ τὸ γινόμενον ἀπολαβόντα καὶ ἀπολλύμενον αὐτὸ προσεῖπεν ὡς τῇ αὐτοῦ φύσει τοιοῦτον ὄν». πάλιν ὁ αὐτὸς ἐν τοῖς ἑξῆς «ἐπειδὴ γὰρ τὸ μὲν πᾶν πεπερασμένον, τὸ δὲ πεπερασμένον ἄπειρον οὐκ ἔχει δύναμιν, ὡς ἔδειξεν, τὸ δὲ κινοῦν τὴν ἄπειρον κίνησιν ἀπείρῳ δυνάμει κινεῖ, δηλονότι τὸ ἀκίνητον αἴτιον τῆς ἀπείρου τῷ παντὶ κινήσεως αὐτὸ τὴν ἄπειρον ἔχει δύναμιν. ὥστε εἰ τῷ λόγῳ χωρίσῃς ἐκείνου τὸ πᾶν, οὐ κινήσεται εἰς ἄπειρον οὐκ ἔχον δύναμιν ἄπειρον, ἀλλʼ ἕξει τοῦ κινεῖσθαι παῦλαν· ἐὰν δὲ πάλιν συνάψῃς αὐτὸ ἐκείνῳ, διʼ ἐκεῖνο κινήσεται εἰς ἄπειρον. καὶ οὐδέν γε ἄτοπον διʼ ἐπινοίας τὰ συνημμένα χωρίζειν, ἵνα κατίδωμεν, τί ποτε ἐκ θατέρου θατέρῳ πάρεστιν, καὶ κατιδόντες νοήσωμεν, τί μὲν ἀπὸ τῆς ἑαυτοῦ φύσεως ἔχει τὸ χεῖρον, τί δὲ ἀπὸ τῆς πρὸς τὸ κρεῖττον συντάξεως, εἰ ὅσον ἐφʼ ἑαυτῷ τὸ ἀεὶ εἶναι οὐκ ἔχει ὁ κόσμος ἀλλὰ γινόμενος ὢν καὶ ἀπολλύμενος ὄντως δὲ μηδέποτε ὢν ἐν μεταβολῇ καὶ ἀλλοιώσει τὸ εἶναι ἔχει. καὶ τοῦτο μὲν ἐκ τῆς αὐτοῦ φύσεως αὐτῷ πρόσεστιν, τὸ δὲ ἀεὶ εἶναι ἐπίκτητον αὐτῷ ἐκ τῆς πρὸς τὸ κρεῖττον καὶ ἀεὶ ὂν ἐπιγίνεται συντάξεως». εἰ ταῦτα καλῶς καὶ Πλάτωνί τε καὶ αὐτῷ τῷ Πρόκλῳ δοκούντως ἐν τῷ μνημονευθέντι εἴρηται λόγῳ, πῶς ἐνταῦθα τούτοις τὰς ἐναντίας ἀφῆκεν φωνάς, ἐν οἷς φησιν «οὐδὲ γὰρ τοῦ θεοῦ ὡσαύτως ἔχοντος τὸν κόσμον λέγει ἄλλοτε ἄλλως ἔχειν ὡς διʼ ἑαυτὸν ἔχοντα τὸ ἄλλοτε ἄλλως, ὅπερ ἐστὶν ἐπὶ τῶν μερικῶν, ἀλλὰ διὰ τὸ τὸν θεὸν ἄλλοτε ἄλλως ἔχειν καὶ τὸν κόσμον ἄτακτον ἢ τεταγμένον εἶναι»; εἰ γὰρ μὴ διʼ ἑαυτὸν ὁ κόσμος ἄλλοτε ἄλλως ἔχῃ, ὥσπερ τὰ μερικά, ἀεὶ δὲ ὡσαύτως ἔχει κατʼ αὐτούς, εἴπερ ἀΐδιός ἐστιν καὶ ἀεὶ τέτακται, διʼ ἑαυτὸν ἄρα ἕξει τὸ ἀεὶ ὡσαύτως ἔχειν. ἀλλὰ μὴν προωμολόγησεν ἐν τῷ μνημονευθέντι λόγῳ ὁ Πρόκλος, ὅτι ὅσον ἐφʼ ἑαυτῷ τὸ ἀεὶ εἶναι οὐκ ἔχει καὶ τοῦτο ἐκ τῆς αὐτοῦ φύσεως αὐτῷ πρόσεστιν. ὁ αὐτὸς ἄρα κόσμος ἐκ τῆς αὑτοῦ φύσεως καὶ τὸ ἀεὶ εἶναι ἕξει καὶ τὸ ἀεὶ εἶναι οὐχ ἕξει, ὅπερ ἀδύνατον· συναληθεύσει γὰρ ἡ ἀντίφασις. εἰ τοίνυν ἐκεῖνα καλῶς εἴρηται καὶ Πλάτωνι δοκούντως, ὅτι κατὰ τὴν ἑαυτοῦ φύσιν ὁ κόσμος τὸ ἀεὶ εἶναι οὐκ ἔχει ἀλλʼ ἐπίκτητον ἐκ τοῦ δημιουργοῦ τοῦτο προσείληφεν, κακῶς ἄρα ἐν τῷ προκειμένῳ λόγῳ μὴ οἴκοθεν αὐτῷ προσεῖναι τὸ ἄλλοτε ἄλλως ἔχειν ὁ Πρόκλος εἴρηκεν. ὅτι δὲ καὶ ὁ Πλάτων τῇ ἀπουσίᾳ καὶ τῇ παρουσίᾳ τοῦ θεοῦ τὸ τετάχθαι ἢ ἄτακτον εἶναι τὸν κόσμον ὑποτιθέμενος οὐδὲν ἕτερον ἢ πάλιν τὰ ἐν Τιμαίῳ εἰρημένα ἐπισφραγίζει, ὡς ὅτι ὁ κόσμος τὸ μὲν ἐν μεταβολῇ εἶναι καὶ μὴ ἀεὶ ὡσαύτως ἔχειν ἐκ τῆς ἰδίας αὑτοῦ φύσεως κέκτηται, τὸ δὲ ἐς ἀεὶ εἶναι ἐκ τῆς πρὸς τὸν θεὸν αὐτῷ συντάξεως ἐπιγίνεται, ἐξ αὐτῶν ἀρτίως τῶν Πλάτωνος λέξεων ἀπεδείξαμεν. ὥστε μετὰ τῆς ἀληθείας καὶ ἑαυτῷ καὶ Πλάτωνι πολεμῶν ὁ τοῦ Πλάτωνος διάδοχος ἀποδέδεικται.

`629–630`

ϛʹ. Καὶ αὐτόθεν δʼ ἄτοπος ἡ τοιαύτη ὑπόθεσις. εἰ γὰρ μὴ διʼ ἑαυτὸν ἔχῃ ὁ κόσμος τὸ ἄλλοτε ἄλλως ἔχειν, ὥσπερ τὰ μερικὰ καὶ τοῦ θεοῦ ὡσαύτως ἔχοντος ἐκ τῆς οἰκείας φύσεως ἔχει τὸ ἄλλοτε ἄλλως ἔχειν, ἀλλʼ ἐκ τῆς πρὸς τὸν θεὸν σχέσεως ἄλλοτε ἄλλως ἔχει ὁ κόσμος, πότερον αὐτὸς κατὰ τὴν ἑαυτοῦ φύσιν ἐπινοούμενος ὁ κόσμος ἄνευ τῆς πρὸς τὸν θεὸν σχέσεως τῶν ἀεὶ ὡσαύτως ἐχόντων ἐστὶν ἢ τῶν ἄλλοτε ἄλλως ὥσπερ τὰ μερικά; εἰ γὰρ καὶ μηδέποτε χωρισθῆναι τοῦ κόσμου τὸν θεὸν ἐνδέχεται, ἕως ἂν ᾖ ὁ κόσμος, οὐδέν γε ἄτοπον, ὅπερ αὐτὸς ὁ Πρόκλος ἀρτίως εἴρηκεν, καὶ τὰ ἅμα ὄντα χωρίζειν τῇ ἐπινοίᾳ, ἵνα κατίδωμεν, τί μὲν ἐκ τῆς ἑαυτοῦ φύσεως ἑκάστῳ πρόσεστιν, τί δὲ ἐκ τῆς πρὸς τὸ κρεῖττον συντάξεως· ὅπερ καὶ ὁ Πλάτων ἐν τῷ πολιτικῷ πεποίηκε τὸν θεὸν κατʼ ἐπίνοιαν τοῦ κόσμου χωρίσας καὶ τὰ συμβαίνοντα τῷ κόσμῳ ἐκ τῆς αὐτοῦ φύσεως κατανοήσας. ἐπεὶ οὖν οὐκ ἄτοπον τὸ τοιοῦτον, ἐπινενοήσθω ἡμῖν αὐτὸς καθʼ ἑαυτὸν ἄνευ τοῦ θεοῦ ὁ κόσμος. πότερον οὖν αὐτὸς κατὰ τὴν ἑαυτοῦ φύσιν τὸ ἀεὶ ὡσαύτως εἶναι ἔχει ἢ τὸ ἀντικείμενον, λέγω δὴ τὸ ἄλλοτε ἄλλως; ἀνάγκη γὰρ τῶν δύο δοῦναι τὸ ἕτερον, ὅσον ἐπὶ ταῖς σοφαῖς ταύταις ὑποθέσεσιν· εἰ γὰρ τὰ μερικά, ὥς φησιν ὁ Πρόκλος, αὐτὰ ἐκ τῆς ἑαυτῶν ἔχει φύσεως τὸ ἄλλοτε ἄλλως ἔχειν, ἀνάγκη καὶ ἐπὶ τοῦ κόσμου ζητεῖν, ποῖον αὐτῷ μόριον τῆς ἀντιφάσεως ἐκ τῆς αὐτοῦ πρόσεστιν φύσεως· ἢ γὰρ τὸ ἀεὶ ὡσαύτως ἔχειν ἢ τὸ μὴ ἀεὶ ὡσαύτως ἔχειν ἀλλʼ ἄλλοτε ἄλλως. ἀλλʼ ἐπειδὴ σαφῶς ὁ Πρόκλος ἀπέφηνεν, ὅτι αὐτὸς κατὰ τὴν αὑτοῦ φύσιν οὐκ ἔχει τὸ ἄλλοτε ἄλλως ὥσπερ τὰ μερικά, δηλονότι αὐτὸς κατὰ τὴν αὑτοῦ φύσιν τὸ ἀεὶ ὡσαύτως ἕξει. εἰ οὖν τὸ μὲν ἀεὶ ὡσαύτως ἔχειν ἐκ τῆς ἑαυτοῦ φύσεως ἔχει, τὸ δὲ ἄλλοτε ἄλλως ἐκ τῆς πρὸς τὸν θεὸν συντάξεώς τε καὶ σχέσεως, τὸ ἄρα κρεῖττον ἐκ τῆς ἑαυτοῦ φύσεως ἔχων — λέγω δὴ τὸ ἀεὶ ὡσαύτως ἔχειν — τὸ χεῖρον — τὸ ἄλλοτε ἄλλως — ἐκ τῆς πρὸς τὸν θεὸν ἕξει συντάξεώς τε καὶ σχέσεως. καὶ τί ἂν εἴη τῆς ἀσεβοῦς ταύτης ἐννοίας ἐπέκεινα, εἰ καὶ καθʼ ὑπόθεσιν ταῦτα λέγηται; εἰ οὖν τοῦτο ἄτοπον καὶ ἀσεβές, οὐκ ἄρα ἐκ τῆς ἑαυτοῦ φύσεως ἔχει ὁ κόσμος τὸ ἀεὶ ὡσαύτως ἔχειν, ἀλλὰ τοῦτο μὲν ἐκ τῆς πρὸς τὸ ἀεὶ ὂν σχέσεως αὐτῷ ἐπίκτητον προσγίνεται, εἴπερ καὶ ἀθάνατος εἶναι συγχωρηθείη, αὐτὸς δὲ κατὰ τὴν ἑαυτοῦ φύσιν τὸ ἀεὶ εἶναι οὐχ ἕξει, ὡς καὶ Πλάτωνα καὶ Πρόκλον αὐτὸν ἀλλαχοῦ λέγοντα παρεθήκαμεν.

`631–632`

ζʹ. Καὶ εἰ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν τοῖς θειοτάτοις προσήκει μόνοις, ὁ δὲ κόσμος σώματος κεκοινωνηκὼς οὐ ταύτης ἐστὶν τῆς τάξεως ἀλλὰ γινόμενός ἐστιν καὶ ἀπολλύμενος ὄντως δὲ μηδέποτε ὤν, κοινὸν δὲ τῷ θείῳ παντί, ὡς ἐν τῷ πέρατι τοῦ λόγου φησὶν ὁ Πρόκλος, τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν καὶ πᾶν τὸ θεῶν γένος κακίας ὂν ἄδεκτον καὶ μεταβολῆς ἐστιν ἄδεκτον, ὡς ἐν τῷ ἐνάτῳ τῶν ἐπιχειρημάτων ὁ αὐτὸς ἀπεφήνατο, οὐκ ἄρα ὁ κόσμος θεός ἐστιν οὔτε κατὰ τὰ Πλάτωνι δοκοῦντα οὔτε κατὰ τὰ τῷ Πρόκλῳ προωμολογημένα. ἀνάγκη οὖν ἢ καὶ τὸν κόσμον τῶν ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχόντων εἶναι λέγειν τὸν Πλάτωνα, εἴπερ θεὸν αὐτὸν οἴεται, τὸ δὲ θεῶν γένος μεταβολῆς ἐστιν ἄδεκτον, ἤ, εἴπερ μὴ λέγοι αὐτὸν τῶν ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχόντων ἀλλὰ γινόμενον καὶ ἀπολλύμενον ὄντως δὲ μηδέποτε ὄντα, ἔτι δὲ καὶ παρὰ τῆς συντρόφου φύσεως ὅσα χαλεπὰ αὐτόν τε ἔχειν φησὶν καὶ τοῖς ζῴοις ἐναπεργάζεσθαι, καὶ περὶ τοὺς λοιποὺς θεοὺς ἀσεβεῖν, ὡς Πρόκλῳ δοκεῖ κἀκείνους τοιούτους εἶναι λέγοντι — κοινὸν γὰρ αὐτοῖς φησιν πᾶσι τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν —, καὶ ἢ ἐπὶ πάντων αὐτὸ φυλάττειν ἢ ἀφʼ ἑνὸς ἀθετοῦντας μηδὲ ἐπὶ τῶν ἄλλων ἔχειν τὸ πιστόν. δυοῖν οὖν ἀνάγκη θάτερον, ἢ μὴ θεὸν εἶναι τὸν κόσμον οἴεσθαι Πλάτωνα ἤ, εἴπερ θεὸν αὐτὸν εἶναι λέγων γινόμενον αὐτὸν εἶναί φησιν καὶ ἀπολλύμενον ὄντως δὲ μηδέποτε ὄντα, περὶ ὅλον τὸ τῶν θεῶν γένος ἀσεβεῖν, ὡς ὁ τοῦ Πλάτωνος ἐν τούτοις ἐξηγητὴς κατεσκεύασεν. οὐκοῦν, εἰ τὸ ἐν μεταβολῇ εἶναι τὸν κόσμον ἐναργές τέ ἐστι καὶ διαρρήδην εἴρηται Πλάτωνι, οὐκ ἄρα θεὸν αὐτὸν εἶναι ᾤετο, ἵνα μὴ περὶ ὅλον τὸ τῶν θεῶν γένος ἀσεβῶν ὁ Πλάτων δείκνυται· σαφῶς γὰρ κέκραγεν, ὅτι τὸ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν τοῖς θειοτάτοις προσήκει πᾶσιν. ὥστε, κἂν λέγῃ θεὸν εἶναι τὸν κόσμον, ἐκ τῶν Ὀρφικῶν λαβὼν ὁ Πλάτων τῇ τῶν ποιητῶν συνηθείᾳ μυθικώτερον ἀκολουθήσας θεὸν αὐτὸν εἴρηκεν· πάντα γὰρ οἱ ποιηταὶ τὰ ὄντα θεοπεποιήκασιν, καὶ οὐ μόνον πῦρ καὶ γῆν καὶ τὰ λοιπὰ στοιχεῖα ἀλλὰ καὶ αὐτὰ τὰ ἀνθρώπινα πάθη καὶ ἔργα, τὸν πόλεμον, τὴν ἔριν, τὸν φόβον, τὰς λιτάς — «καὶ γάρ τε λιταί εἰσιν Διὸς κοῦραι μεγάλοιο» —, τὴν ἄτην, τὸν ὅρκον, τὸν ὕπνον, τὴν χαράν, τὴν ἐπιθυμίαν, τὸν ἔρωτα, καὶ πάντα ἁπλῶς ἀγαθά τε καὶ τὰ χείρονα, ὡς ἴσασιν, ὅσοι τὰ τῶν ποιητῶν διεληλύθασιν· ἔτι δὲ καὶ γενέσεις μὲν ἡμῖν θεῶν ἁπάντων παραδεδώκασιν, φθορὰς δὲ οὔ· τί οὖν θαυμαστὸν καὶ Πλάτωνα γεγονέναι μὲν μὴ φθείρεσθαι δὲ τὸν κόσμον εἰπόντα θεὸν αὐτὸν τῇ ποιητικῇ συνηθείᾳ προσαγορεύειν;

`633–636`

ηʹ. Ὅτι δὲ πολλαχοῦ τῇ ἰδίᾳ διδασκαλίᾳ Πλάτων καὶ τοὺς ποιητικοὺς συναναμίγνυσι μύθους οὐ μόνον αὐτὸς μυθοπλαστῶν ἀλλὰ καὶ τοῖς τῶν ποιητῶν μύθοις ὡς λόγοις καὶ οὐχ ὡς μύθοις διʼ ἁστινασοῦν αἰτίας χρώμενος, ἴσασιν, ὅσοι τὰ Πλάτωνος ἀνεγνώκασιν· δικάζουσι μὲν γὰρ παρʼ αὐτῷ καθʼ ᾍδου τὰς ψυχὰς Διός τε παῖδες, δύο μὲν ἐξ Ἀσίας, ὁ Μίνως καὶ ὁ Ῥαδάμανθυς, εἷς δὲ ἐξ Εὐρώπης, Αἰακός. καὶ οὐκ ἐν Γοργίᾳ μόνον τὰ περὶ τούτων μυθοπλαστῶν εἴρηκεν, ἀλλὰ καὶ ἐν Μίνῳ ἢ περὶ νόμου οὐ μύθους πλάττων ἀλλὰ περὶ νόμου διαλεγόμενος υἱοὺς μὲν εἶναί φησιν Διὸς καὶ Εὐρώπης Μίνωα καὶ Ῥαδάμανθυν τοῖς ποιητικοῖς ἀκολουθῶν πλάσμασιν, ἀγαθὸν δὲ τῶν ποτὲ νομοθετῶν γεγονέναι τὸν Μίνωα. καὶ εἰς πίστιν τοῦ γεγονέναι υἱόν τε Διὸς καὶ ἀγαθὸν τὰ Ὁμήρου παραθέμενος

  
«τῇσι δʼ ἔνι Κνωσός, μεγάλη πόλις· ἐνθάδε Μίνως  
  
ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής»  
καὶ τὴν διάνοιαν τῶν στοιχείων ἐξηγούμενος παιδευθῆναι μέν φησιν ὑπὸ Διὸς τοῦ γεννήσαντος μόνον τῶν ἐξ αὐτοῦ φύντων Μίνωα, συνόμιλον δὲ τοῦ Διὸς ὄντα διʼ ἐτῶν ἐννέα φοιτᾶν εἰς τὸ τοῦ Διὸς ἄντρον τὰ μὲν μαθησόμενον τὰ δὲ ἀποδειξόμενον, ἃ τῇ προτέρᾳ ἐννεαετηρίδι μεμάθηκεν. καὶ ἐν τῷ δευτέρῳ τῶν νόμων τὸν τοῦ Διονύσου μῦθον τιθέμενος διαπεφορῆσθαί φησιν τοῦτον πρὸς τῆς μητρυιᾶς Ἥρας τῆς ψυχῆς τὴν γνώμην. καὶ τί δεῖ τὸν λόγον μηκύνειν ἐξαριθμούμενον, ὅσους ὁ Πλάτων τῇ οἰκείᾳ διδασκαλίᾳ ποιητικοὺς μύθους συναναμίγνυσιν οὐχ ὡς μύθοις χρησάμενος; ἐν αὐτῷ γοῦν τῷ Τιμαίῳ, ἐν ᾧ θεὸν εἶναι τὸν κόσμον καὶ τοὺς φαινομένους ἀστέρας ἅπαντας εἴρηκεν, ἥλιον λέγω καὶ σελήνην καὶ τοὺς λοιπούς, ἄκουε ὅπως τὰ τούτοις ἐπισυνῆψεν ἀκόλουθα· ἔχει δὲ ἡ λέξις ὧδε «ἀλλὰ ταῦτα ἱκανῶς ἡμῖν ταύτῃ καὶ περὶ θεῶν ἡμῖν ὁρατῶν καὶ γενητῶν εἰρημένα φύσεως ἐχέτω τέλος. περὶ δὲ τῶν ἄλλων δαιμόνων εἰπεῖν καὶ γνῶναι τὴν γένεσιν μεῖζον ἢ καθʼ ἡμᾶς, πειστέον δὲ τοῖς εἰρηκόσιν ἔμπροσθεν ἐκγόνοις μὲν θεῶν οὖσιν, ὡς ἔφασαν, σαφῶς δέ που τούς γε αὑτῶν προγόνους εἰδόσιν. ἀδύνατον οὖν θεῶν παισὶν ἀπιστεῖν καίπερ ἄνευ τε εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσιν, ἀλλʼ ὡς οἰκεῖα φασκόντων ἀπαγγέλλειν ἑπομένους τῷ νόμῳ πιστευτέον. οὕτως οὖν κατʼ ἐκείνους ἡμῖν ἡ γένεσις περὶ τούτων τῶν θεῶν ἐχέτω καὶ λεγέσθω. Γῆς τε καὶ Οὐρανοῦ παῖδες Ὠκεανός τε καὶ Τηθὺς ἐγενέσθην, τούτων δὲ Φόρκυς Κρόνος τε καὶ Ῥέα καὶ ὅσοι μετὰ τούτων, ἐκ δὲ Κρόνου Ζεὺς Ἥρα τε καὶ ὅσους ἴσμεν ἀδελφοὺς λεγομένους αὐτῶν, ἔτι τε τούτων ἄλλους ἐκγόνους». εἰ οὖν θεὸν εἶναι τὸν κόσμον ἀκούων παρὰ Πλάτωνος Πρόκλος ἁπλῶς οὕτως ἄνευ τινὸς ἐξετάσεως θεὸν ἀκούειν ἀξιοῖ καὶ διὰ τοῦτο ὡς θεῷ τὴν ἀγενησίαν αὐτῷ χαρίζεται, καίτοι σαφῶς Πλάτωνος γενητὸν αὐτὸν εἰπόντος καὶ πρότερον καὶ νῦν, καὶ τῶν ἑξῆς ἀπεριέργως ἀκουέτω καὶ πιστεύειν ἡμᾶς ἀξιούτω, ὡς θεῶν μὲν ἦσαν υἱοί τε καὶ ἔκγονοι, οὓς ποιηταὶ μεμυθολογήκασιν ἐκ θεῶν φῦναι ἥρωας, ἀκολούθως δὲ καὶ τοὺς ἀνοσίους ἐκείνους γάμους ὑπὸ θεῶν γεγενῆσθαι λεγέτω, ἐξ ὧν οἱ λεγόμενοι θεῶν παῖδες ἐγένοντο, μηδέν τε πολυπραγμονεῖν ἀλλʼ ὡς νόμους τὰς ἐκείνων θεολογίας δέχεσθαί τε καὶ πιστεύειν αὐταῖς ἀξιούτω, ἅτε δὴ σαφῶς τοὺς ἑαυτῶν προγόνους εἰδότων ἐκείνων θεούς τε καὶ δαίμονας, οἷς ἀπιστεῖν ἀδύνατον καίπερ ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσιν ὡς οἰκεῖα δηλονότι ἀπαγγέλλουσιν καὶ οὐκ ἀλλότρια. τίνα δὲ ἡμᾶς περὶ τῶν ἰδίων προγόνων ἐκεῖνοι ἐδίδαξαν, οἷς ἀπιστεῖν οὐ θέμις, πιστεύειν δὲ μᾶλλον αὐτοῖς καὶ οὕτω δοξάζειν περὶ θεῶν καὶ λέγειν, εὐθὺς ἐπήγαγεν «Γῆς τε καὶ Οὐρανοῦ παῖδες Ὠκεανός τε καὶ Τηθὺς ἐγενέσθην καὶ τὰ ἑξῆς». ἢ οὖν καὶ ταῦτα ψιλῶς οὕτως, ὡς εἴρηται, δέχεσθαι καὶ πιστεύειν ἡμᾶς αὐτοῖς ὁ φιλόσοφος ἀξιούτω καὶ τοῖς ἄλλοις ἅπασιν, ὅσα τούτοις οἱ ποιηταὶ ἀκολούθως ἐπισυνάπτουσιν—τὰς ἀθεμιτογαμίας φημί, τὰς καταπόσεις, τοὺς σπαραγμούς, τὰς κατʼ ἀλλήλων καὶ τῶν φυσάντων ἐπαναστάσεις καὶ ὅσα ἄλλα ἐπὶ λύμῃ τοῦ τῶν ἀνθρώπων βίου ὑπʼ αὐτῶν τιμωμένοις οἱ ποιηταὶ προσῆψαν οὐκ οἶδα πότερον δαίμοσι πονηροῖς εἴπω ἢ κακοδαίμοσιν ἀνθρώποις ἐξ ἀμέτρου κακίας προσλαβοῦσι τὸ γνώριμον, συνεπιθεμένων δηλονότι διὰ βασκανίαν ἐπʼ ἀπωλείᾳ τῶν ἀνθρώπων τῶν τῆς πονηρίας πνευμάτων διὰ τὸν ἑκουσίως αὐτοῖς ἐκ τοῦ καλοῦ γενόμενον ὄλισθον—, ὅπερ οὖν εἶπον, ἢ καὶ τούτοις ἄνευ πάσης ἐπεξεργασίας τίθεσθαι λεγέτω τὸν Πλάτωνα ἤ, εἴπερ ταῦτα μυθικώτερον τῇ τῶν ποιητῶν καὶ τῇ τότε κρατούσῃ δόξῃ ἑπόμενος ὁ Πλάτων εἴρηκεν, εἴτε ἐν ὑπονοίαις αὐτὰ πρὸς τῶν ποιητῶν ὑπελάμβανεν εἰρῆσθαι εἴτε χωρὶς ὑπονοιῶν, τῷ αὐτῷ τρόπῳ κατὰ τὸ ἀκόλουθον καὶ τὸ τοῦ θεοῦ ὄνομα τῷ κόσμῳ προσάψαι συγχωρείτω τὸν Πλάτωνα, εἴτε παρὰ τὸ ἀεὶ θεῖν ὠνομασμένον εἴτε παρὰ τὴν θέαν — ἐν αὑτῷ γὰρ τὸ ὁρατὸν ἅπαν περιείληφεν — εἴτε παρʼ ἄλλην τινὰ τοιαύτην ὑπόνοιαν.

`637–645`

θʹ. Ὅλως δὲ τὴν θεός προσηγορίαν οὐ τῇ ἀσωμάτῳ καὶ δημιουργικῇ τῶν ὄντων αἰτίᾳ ἀλλὰ τοῖς οὐρανίοις σώμασιν ἀπὸ τοῦ ἀεὶ θεῖν ὑπὸ τῶν πάλαι Ἑλλήνων ἐπιτεθῆναι ἐν τῷ Κρατύλῳ φησὶν ὁ Πλάτων· μηδὲ γὰρ εἰδέναι πω ἐκείνους ἄλλο τι θεὸν πλὴν τῶν φαινομένων σωμάτων ἡλίου καὶ σελήνης καὶ τῶν λοιπῶν, ὥσπερ καὶ μέχρι νῦν τῶν βαρβάρων ὑπολαμβάνειν τοὺς πλείστους· ὕστερον δέ φησιν εἰς ἔννοιαν καὶ τῶν ἄλλων θεῶν τῶν ἀσωμάτων Ἕλληνας ἐλθόντας τῷ αὐτῷ κἀκείνους προσαγορεῦσαι ὀνόματι. ἔστιν δὲ τὰ ἐν τῷ Κρατύλῳ Πλάτωνος ἐπὶ λέξεως ταῦτα «Ἆρʼ οὖν οὐ δίκαιον ἀπὸ τῶν θεῶν ἄρχεσθαι σκοπουμένους, πῇ ποτε αὐτὸ τοῦτο τὸ ὄνομα οἱ θεοὶ ὀρθῶς ἐκλήθησαν; Εἰκός γε. Τοιόνδε τοίνυν ἔγωγε ὑποπτεύω. φαίνονταί μοι οἱ πρῶτοι τῶν ἀνθρώπων τῶν περὶ τὴν Ἑλλάδα τούτους μόνους τοὺς θεοὺς ἡγεῖσθαι, ὥσπερ νῦν πολλοὶ τῶν βαρβάρων, ἥλιον καὶ σελήνην καὶ γῆν καὶ ἄστρα καὶ οὐρανόν· ἅτε οὖν αὐτὰ ὁρῶντες ἀεὶ ἰόντα δρόμῳ καὶ θέοντα ἀπὸ ταύτης τῆς φύσεως τῆς τοῦ θεῖν θεοὺς αὐτοὺς ἐπονομάσαι, ὕστερον δὲ κατανοοῦντες τοὺς ἄλλους ἅπαντας ἤδη τούτῳ τῷ ὀνόματι προσαγορεύειν. ἔοικέ τι, ὃ λέγω, τῇ ἀληθείᾳ ἢ οὐδέν; Πάνυ μὲν οὖν ἔοικε». εἰ τοίνυν τὸ θεός ὄνομα τοῖς οὐρανίοις ἀπὸ τοῦ ἀεὶ θεῖν ὑπὸ τῶν πάλαι Ἑλλήνων τεθῆναι Πλάτων νενόμικεν, ὕστερον δὲ αὐτὸ καὶ ἐπὶ τοὺς ἄλλους θεοὺς τοὺς νοητοὺς γνωσθέντας ἤδη μετενηνέχθαι, δῆλον, ὡς ὁμωνύμως ἐπί τε τῶν ἀσωμάτων θεῶν καὶ ἐπὶ τοῦ κόσμου τὸ τοῦ θεοῦ κεῖσθαι βούλεται ὄνομα. εἰ γὰρ ὁ οὐρανὸς παρὰ τὸ ἀεὶ θεῖν θεὸς προσηγόρευται, τὰ δὲ νοερὰ καὶ ἀσώματα κινήσεως ἁπάσης ἐστὶν ὑπέρτερα, οὐκ ἄρα δήπου κατὰ τὴν αὐτὴν ἔννοιαν κἀκεῖνα θεοὺς προσαγορεύειν νοῦν ἔχων τις, μή τί γε Πλάτων ὑπονοήσειεν. οὐκοῦν τῶν πραγμάτων τῶν ὑπὸ τοῦ ὀνόματος δηλουμένων διεστηκότων ψιλὴ μόνη περὶ τὸ ὄνομα ἡ κοινωνία καταλείπεται. εἰ δὲ περὶ μόνον τὸ ὄνομα ἡ κοινωνία, τίς ἔτι ἀνάγκη φαίνεται διὰ τὸ θεὸν τὸν κόσμον προσαγορεύεσθαι ὑπὸ Πλάτωνος διὰ τοῦτο καὶ ἄτρεπτον αὐτὸν εἶναι κατὰ φύσιν καὶ ἀγένητον συλλογίζεσθαι, διότι τοιαύτην εἶναι τὴν θείαν φύσιν Πλάτων βούλεται; καὶ γὰρ νοερὰν καὶ ἀσώματον εἶναί φησιν ἐκείνην ὁ Πλάτων. οὐκοῦν ὅσον ἐπὶ ταῖς τοῦ Πρόκλου ἐπιχειρήσεσιν καὶ τὸν κόσμον θεὸν εἶναι λέγων νοητὸν εἶναι αὐτὸν καὶ ἀσώματον βούλεται. καίτοι γε καὶ τὰς ἰδέας ὁ Πλάτων τοῖς αὐτοῖς προσαγορεύει ὀνόμασιν, οἷς καὶ τὰ αἰσθητὰ ὀνομάζεται· αὐτὸ γὰρ ζῷον καὶ αὐτοάνθρωπον καὶ τῶν λοιπῶν ἕκαστον συνωνύμως τοῖς αἰσθητοῖς κἀκεῖνά φησιν προσαγορεύεσθαι. ἆρʼ οὖν διὰ τὴν τῶν ὀνομάτων ταυτότητα τὸ ἀεὶ ὡσαύτως ἔχειν ἢ καὶ τὸ νοερὸν καὶ τὸ ἀσώματον τοῖς αἰσθητοῖς ζῴοις προσοίσωμεν ἢ ἴσμεν ἀκριβῶς ὥσπερ κοινωνοῦντα τοῖς ὀνόμασιν τὰ τοιαῦτα οὕτω δὴ καὶ τοῖς πράγμασιν κατὰ πολὺ διεστῶτα; ὡς οὖν οὔτε νοητὸς ὁ κόσμος οὔτε ἀσώματος, κἂν θεὸς ὀνομάζηται, οὕτω δήπου οὔτε τῶν ἀμεταβλήτων ἔσται καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχόντων οὔτε ἀγένητος· ὡς γὰρ τῇ θείᾳ φύσει ταῦτα ὑπάρχειν Πλάτων προσεμαρτύρησεν, οὕτω καὶ τὸν κόσμον σαφῶς τῶν γινομένων εἶπεν εἶναι καὶ ἀπολλυμένων ὄντως δὲ μηδέποτε ὄντων καὶ διὰ τοῦτο γεγονέναι τε αὐτὸν ἀπʼ ἀρχῆς τινος ἀρξάμενον ἔφησεν καί, ἐπείπερ ἐγένετο, οὐκ ἄλυτον οὐδὲ ἀθάνατον εἶναι κατὰ φύσιν, εἰ καὶ διὰ τὴν τοῦ θεοῦ βούλησιν ἐκεῖθεν τὴν ἀθανασίαν ἐπισκευαστὴν προσκτώμενον φυλάττειν τὸ ἀδιάλυτον. πεφώραται ἄρα συνήθως ὁ Πρόκλος ἐκ τῆς ὁμωνυμίας ἀποσυλῶν τὴν ἀλήθειαν καὶ τὰ μὲν διαρρήδην εἰρημένα Πλάτωνι περὶ τῆς τοῦ κόσμου φύσεως παρατρέχων, ψιλῶς δὲ τῆς τοῦ θεοῦ προσηγορίας δραττόμενος καὶ ταύτῃ τὸ ἴδιον καὶ οὐ τοῦ Πλάτωνος συμπεραινόμενος βούλημα. καίτοι πῶς οὐκ ἄτοπον τοῦ αὐτοῦ Πλάτωνος ἅμα καὶ θεὸν εἰπόντος τὸν κόσμον καὶ γενητὸν εἶναι — «ταῦτα» γάρ, φησί, «ταύτῃ καὶ τὰ περὶ θεῶν ὁρατῶν τε καὶ γενητῶν εἰρημένα φύσεως ἐχέτω τέλος» — τὸ μὲν θεὸν εἶναι κατὰ τὴν τοῦ θεοῦ κυρίως ἐκδέχεσθαι ἔννοιαν, τὸ δὲ γενητὸν εἶναι καὶ γεγονέναι παρακρούεσθαι; οὐδὲ γὰρ τὸ κατʼ αἰτίαν μόνον γενητὸν λέγεσθαι τὸν κόσμον ὑπονοεῖν ἐν τούτοις ἐνδέχεται· διʼ ὧν γάρ, φησίν, ὁ Πλάτων περὶ φύσεως θεῶν ὁρατῶν τε καὶ γενητῶν εἴρηκεν, σαφῶς παρέστησεν, ὡς οἶδεν καὶ ἑτέρους θεοὺς νοητούς τε καὶ γενητοὺς ὑπάρχοντας. ὥσπερ οὖν τῷ ὁρατῷ τὸ νοητὸν ἀντίκειται, οὕτω καὶ τῷ γενητῷ τὸ ἀγένητον. εἰ οὖν τοὺς ὁρατοὺς θεοὺς κατʼ αἰτίαν μόνον γενητοὺς εἶναι βούλεται, καὶ νοητοὺς ἄρα θεοὺς ἀγενήτους ὄντας κατʼ αἰτίαν ἀγενήτους εἶναι βούλεται· τῷ γὰρ κατʼ αἰτίαν γενητῷ τὸ κατʼ αἰτίαν ἀντίκειται ἀγένητον. εἰ δὲ οἱ νοητοὶ θεοὶ κατʼ αἰτίαν εἰσὶν ἀγένητοι, οὐδεὶς ἄρα αὐτῶν τοῦ εἶναι αἴτιος. ὥστε οὐκ ἐκ μιᾶς ἀρχῆς τὸ εἶναι ἔχουσιν. οὐκ ἄρα μία τῶν ὄντων ἁπάντων ἐστὶν ἡ ἀρχὴ καὶ αἰτία ἀλλὰ τοσαῦται ἀρχαί, ὅσοι καὶ νοητοὶ θεοί. εἰ οὖν τοῦτο ἄτοπόν τε καὶ τῶν ὑπονοιῶν τῶν Πλάτωνος ἀλλότριον, ὡς ἐκ τῶν αὐτοῦ λόγων πολλάκις ἐδείξαμεν, καὶ μία ἐστὶν ἡ πάντων αἰτία καὶ ἀρχὴ καὶ ἓν μόνον τὸ ἀνάρχως καὶ ἀναιτίως ὄν, οὐκ ἄρα κατʼ αἰτίαν εἰσὶν οἱ νοητοὶ θεοὶ ἀγένητοι. εἰ οὖν τοὺς νοητοὺς θεοὺς τοῖς ὁρατοῖς Πλάτων ἀντέθηκεν, οἱ δὲ νοητοὶ ἀγένητοι ὄντες κατὰ Πλάτωνα οὔκ εἰσιν κατʼ αἰτίαν ἀγένητοι, εἴπερ πάντων ἕν ἐστιν αἴτιον ἡ πρώτη ἀρχή, οἱ ἄρα αἰσθητοὶ θεοὶ γενητοὶ θεοὶ εἶναι λεγόμενοι οὐ κατʼ αἰτίαν μόνον ἀλλὰ καὶ κατὰ χρόνον εἰσὶν γενητοί· εἰ γὰρ τοὺς νοητοὺς ἀγενήτους εἶναι βούλεται οὐχ ὡς ἄνευ αἰτίας ὄντας ἀλλʼ ὡς ἀρχὴν τοῦ εἶναι μὴ ἔχοντας, τοὺς ἄρα ὁρατοὺς θεοὺς γενητοὺς εἶναι λέγει ὡς ἀρχὴν τοῦ εἶναι καὶ τῆς ὑπάρξεως λαβόντας. ταῦτα μὲν οὖν, ὡς ἡμῖν ἦν δύναμις, αὐτάρκως καὶ ἐν τῷ ϛʹ διηρθρώσαμεν λόγῳ. ιʹ. Ὅτι δὲ πολλαχοῦ Πλάτων τοῖς μύθοις χρησάμενος ἢ τὴν πατρῴαν, ὅπερ ἔμπροσθεν εἶπον, συνήθειαν ἀφοσιούμενος ἢ τὸν ἐκ τοῦ πλήθους ὑφορώμενος κίνδυνον, ὡς ἐν τῷ τετάρτῳ κεφαλαίῳ τοῦ ἐνάτου λόγου σαφῶς ἐδείξαμεν, ἵνα μὴ καὶ αὐτὸς ἀθετεῖν μὲν τοὺς καθεστῶτας θεοὺς καινὰ δὲ διδάσκειν δαιμόνια δόξειεν — ᾔδει γὰρ τοῦτο καὶ Σωκράτει θανάτου γενόμενον αἴτιον —, ἐν ἑτέροις ἀποτολμᾷ τὰ δοκοῦντα αὐτῷ εἰς φῶς ἀγαγεῖν καὶ διαπαίζει τοὺς μύθους καὶ καταφορᾷ πλείστῃ κατὰ τῶν πλασάντων ποιητῶν κέχρηται, ὀλίγα εἰς πίστιν καὶ τούτου ἐκ τῶν αὐτοῦ Πλάτωνος παραθήσομαι. ἐν τῷ δευτέρῳ τοίνυν τῆς πολιτείας βιβλίῳ τοὺς περὶ Ὅμηρον καὶ Ἡσίοδον καὶ τῶν λοιπῶν ποιητῶν τὸν κατάλογον τῆς ἰδίας ἀποτειχίζων πόλεως ἀκούεις ποίας αὐτῶν κατηγορίας κατέτεινεν· πρὸς πολλοῖς γὰρ ἄλλοις καὶ ταῦτα προστίθησιν ἐπὶ λέξεως «Πρῶτον μὲν δὴ ἡμῖν, ὡς ἔοικεν, ἐπιστατητέον τοῖς μυθοποιοῖς, καὶ ὃν μὲν ἂν καλὸν μῦθον ποιήσωσιν, ἐγκριτέον, ὃν δʼ ἂν μή, ἀποκριτέον. τοὺς δὲ ἐγκριθέντας πείσομεν τὰς τροφούς τε καὶ μητέρας λέγειν τοῖς παισὶν καὶ πλάττειν τὰς ψυχὰς αὐτῶν τοῖς μύθοις πολὺ μᾶλλον ἢ τὰ σώματα ταῖς χερσίν, ὧν δὲ νῦν λέγουσιν τοὺς πολλοὺς ἐκβλητέον. Ποίους δή; ἔφη. Ἐν τοῖς μείζοσι, ἦν δʼ ἐγώ, μύθοις ὀψόμεθα καὶ τοὺς ἐλάττους· δεῖ γὰρ δὴ τὸν αὐτὸν τύπον εἶναι καὶ ταὐτὸ δύνασθαι τούς τε μείζους καὶ τοὺς ἐλάττους. ἢ οὐκ οἴει; Ἔγωγε, ἔφη· ἀλλʼ οὐκ ἐννοῶ οὐδὲ τοὺς μείζους τίνας λέγεις. Οὓς Ἡσίοδός τέ που, εἶπον, καὶ Ὅμηρος ἡμῖν ἐλεγέτην καὶ οἱ ἄλλοι ποιηταί· οὗτοι γάρ που μύθους τοῖς ἀνθρώποις ψευδεῖς συντιθέντες ἔλεγόν τε καὶ λέγουσιν. Ποίους δʼ, ἦ δʼ ὅς, καὶ τί αὐτῶν μεμφόμενος λέγεις; Ὅπερ, ἦν δʼ ἐγώ, χρὴ καὶ πρῶτον καὶ μάλιστα μέμφεσθαι, ἄλλως τε καὶ ἐάν τις μὴ καλῶς ψεύδηται. Τί τοῦτο; Ὅταν εἰκάζῃ τις κακῶς τῷ λόγῳ περὶ θεῶν τε καὶ ἡρώων, οἷοί εἰσιν, ὥσπερ γραφεὺς μηδὲν ἐοικότα γράφων, οἷς ἂν ὅμοια βουληθῇ γράψαι. Καὶ γάρ, ἔφη, ὀρθῶς ἔχει τά γε τοιαῦτα μέμφεσθαι. ἀλλὰ πῶς δὴ λέγομεν καὶ ποῖα; Πρῶτον μέν, ἦν δʼ ἐγώ, τὸ μέγιστον καὶ περὶ τῶν μεγίστων ψεῦδος ὁ εἰπὼν οὐ καλῶς ἐψεύσατο, ὡς Οὐρανός τε εἰργάσατο, ἅ φησι δρᾶσαι αὐτὸν Ἡσίοδος, ὅ τε αὖ Κρόνος ὡς ἐτιμωρήσατο αὐτόν· τὰ δὲ δὴ τοῦ Κρόνου ἔργα καὶ πάθη ὑπὸ τοῦ υἱέος οὐδʼ ἄν, εἰ ἦν ἀληθῆ, ᾤμην δεῖν ῥᾳδίως οὕτω λέγεσθαι πρὸς ἄφρονάς τε καὶ νέους, ἀλλὰ μάλιστα μὲν σιγᾶσθαι, εἰ δὲ ἀνάγκη τις ἦν λέγειν, διʼ ἀπορρήτων ἀκούειν ὡς ὀλιγίστους θυσαμένους οὐ χοῖρον ἀλλά τι μέγα καὶ ἄπορον θῦμα, ὅπως ὅτι ἐλαχίστοις συνέβη ἀκοῦσαι. Καὶ γάρ, ἦ δʼ ὅς, οὗτοί γε οἱ λόγοι χαλεποί. Καὶ οὐ λεκτέοι γʼ, ἔφην, ὦ Ἀδείμαντε, ἐν τῇ ἡμετέρᾳ πόλει οὐδὲ λεκτέον νέῳ ἀκούοντι, ὡς ἀδικῶν τὰ ἔσχατα οὐδὲν ἂν θαυμαστὸν ποιοῖ οὐδʼ αὖ ἀδικοῦντα πατέρα κολάζων παντὶ τρόπῳ, ἀλλὰ δρῴη ἄν, ὅπερ θεῶν οἱ πρῶτοί τε καὶ μέγιστοι. Οὐ μὰ τὸν Δία, ἦ δʼ ὅς, οὐδʼ αὐτῷ μοι δοκεῖ ἐπιτήδεια εἶναι λέγειν. Οὐδέ γε, ἦν δʼ ἐγώ, τὸ παράπαν, ὡς θεοὶ θεοῖς πολεμοῦσί τε καὶ ἐπιβουλεύουσι καὶ μάχονται — οὐδὲ γὰρ ἀληθῆ —, εἴ γε δεῖ ἡμῖν τοὺς μέλλοντας τὴν πόλιν φυλάξειν αἴσχιστον νομίζειν τὸ ῥᾳδίως ἀλλήλοις ἀπεχθάνεσθαι· πολλοῦ δεῖ γιγαντομαχίας τε μυθολογητέον αὐτοῖς καὶ ποικιλτέον καὶ ἄλλας ἔχθρας πολλὰς καὶ παντοδαπὰς θεῶν τε καὶ ἡρώων πρὸς συγγενεῖς τε καὶ οἰκείους αὐτῶν· ἀλλʼ εἴ πως μέλλομεν πείσειν, ὡς οὐδεὶς πώποτε πολίτης ἕτερος ἑτέρῳ ἀπήχθετο οὐδʼ ἔστι τοῦτο ὅσιον, τοιαῦτα λεκτέα μᾶλλον πρὸς τὰ παιδία εὐθὺς καὶ γέρουσι καὶ γραυσὶ καὶ πρεσβυτέροις γιγνομένοις, καὶ τοὺς ποιητὰς ἐγγὺς τούτων ἀναγκαστέον λογοποιεῖν. Ἥρας δὲ δεσμοὺς ὑπὸ υἱέος καὶ Ἡφαίστου ῥίψεις ὑπὸ πατρὸς μέλλοντος τῇ μητρὶ τυπτομένῃ ἀμύνειν καὶ θεομαχίας, ὅσας Ὅμηρος πεποίηκεν, οὐ παραδεκτέον εἰς τὴν πόλιν οὔτʼ ἐν ὑπονοίαις πεποιημένας οὔτʼ ἄνευ ὑπονοιῶν· ὁ γὰρ νέος οὐχ οἷός τε κρίνειν, ὅτι τε ὑπόνοια καὶ ὃ μή, ἀλλʼ ἃ ἂν τηλικοῦτος ὢν λάβῃ ἐν ταῖς δόξαις, δυσέκνιπτά τε καὶ ἀμετάστατα φιλεῖ γίγνεσθαι. ὧν δὴ ἴσως ἕνεκα περὶ παντὸς ποιητέον, ἃ πρῶτα ἀκούουσιν, ὅτι κάλλιστα μεμυθολογημένα πρὸς ἀρετὴν ἀκούειν.»  <span class="gap">…</span> παντελῶς ἀπήλασεν πόλεως· οὐδὲ γὰρ τισὶ μὲν αὐτοῖς τῶν πολιτῶν χρῆσθαι προσέταξεν, τισὶ δὲ μή, ἀλλʼ ὡς ἀχρήστους καὶ ἐπιβλαβεῖς πάντας ἐκ πάντων παντελῶς ἀπεώσατο. εἰ δὲ ἐν τῇ καλλίστῃ τῆς πόλεως ἀγωγῇ, ἣν ὁ Πλάτων διέπλασεν, ἐν ᾗ μόνη ἀρετὴ καὶ φρόνησις πολιτεύεται, τοὺς τοσούτους μύθους οὐ καλὸν παραδέχεσθαι ὡς εἰς ἀδικίαν μᾶλλον καὶ τὰς ἀπηγορευμένας ἐκκαλοῦντας τῶν πράξεων, ἥκιστά γε ἐν ταῖς καθʼ ἡμᾶς ἂν εἶεν δεκτοὶ πόλεσιν, ἐν αἷς ὡς ἐπὶ τὸ πλεῖστον τὸ ἡδὺ τοῦ ἀγαθοῦ καὶ τὸ χεῖρον τοῦ βελτίονος προτετίμηται. οὐδὲ τοσοῦτον ἄρα τοῦ συμφέροντος ἀνθρώποις ὁ τοῖς ποιηταῖς ἐνεργήσας δαίμων ἐφρόντισεν, ὅσον οὐ μόνον τῆς ἰδίας ὁ Πλάτων πόλεως καὶ ταῦτα μέχρι μόνης ὑποθέσεως καὶ λόγων κειμένης ἀλλὰ καὶ πᾶς ὁστισοῦν τῆς τῶν ὑπʼ αὐτῷ ἀντέχεται μετριότητος. πονηρῶν ἄρα δαιμόνων ἔργον ἐπʼ ὀλέθρῳ τῶν ἀνθρώπων τοὺς ποιητικοὺς μύθους τῷ βίῳ ἡμῶν ἐπεισήγαγεν, ὅπερ καὶ Πλάτων εἰδὼς τῆς ἰδίας αὐτοὺς αὑτοῦ ἀπεκήρυξε πόλεως. εἰ οὖν ἐν τούτοις μὲν ὁ Πλάτων τοὺς μύθους ἀποσκευάζεται, ἐν δὲ τῷ Τιμαίῳ πιστεύειν φησὶν δεῖν τοῖς τούτους ἡμῖν εἰσηγησαμένοις θεῶν ἐκγόνοις οὖσιν, ὡς ἔφασαν, καὶ σαφῶς τοὺς αὑτῶν εἰδόσι προγόνους — οὐ γὰρ εἶναι δυνατὸν θεῶν παισὶν ἀπιστεῖν —, ταῦτα δὲ συμβῆναι καὶ συμφωνεῖν ἀλλήλοις ἀδύνατόν ἐστιν, πρόδηλος ἂν εἴη παντί, ὡς ὅπου μὲν ἐξ οἰκείας γνώμης τὰ αὑτῷ δοκοῦντα τοὺς γνησίους τῶν μαθητῶν ἐκπαιδεύει — περὶ γὰρ ἀγωγῆς ἀνθρώπων ἐν τῇ πολιτείᾳ τοὺς λόγους ποιεῖται —, ὅπου δὲ τὸ πλῆθος ἀφοσιοῦται τὸν ἐξ αὐτῶν ἐκφεύγων κίνδυνον. πρὸς Διονύσιον γοῦν ἐπιστέλλων τὸν τύραννον οὐκ Ἀθηναίων ἀλλὰ Συρακουσίων ἡγούμενον τῶν μὲν σπουδαίων ἑαυτοῦ φησιν ἐπιστολῶν θεὸν εἶναι ἀρχήν, θεοὺς δὲ τῶν μὴ τοιούτων· ἔχει δʼ ἡ λέξις οὕτως «περὶ δὲ τοῦ ξυμβόλου τοῦ περὶ τὰς ἐπιστολάς, ὅσας τε ἂν ἐπιστέλλω σπουδῇ καὶ ὅσας ἂν μή, οἴομαί σε μεμνῆσθαι, ὅμως δʼ ἐννόει καὶ πάνυ πρόσεχε τὸν νοῦν· πολλοὶ γὰρ οἱ κελεύοντες γράφειν, ὥστʼ οὐ ῥᾴδιον φανερῶς διωθεῖσθαι· τῆς μὲν γὰρ δὴ σπουδαίας ἐπιστολῆς θεὸς ἀρχή, θεοὶ δὲ τῆς ἧττον». καὶ ἐν ἑτέρᾳ δὲ πάλιν πρὸς τὸν αὐτὸν ἕνα φησὶν τὸν τῶν ὄντων ἁπάντων δημιουργὸν εἶναι καὶ ποιητήν. «περὶ τὸν πάντων» γάρ, φησίν, «βασιλέα τὰ πάντα ἐστὶν καὶ ἐκείνου ἕνεκα πάντα καὶ ἐκεῖνος αἴτιος πάντων καλῶν». καὶ ἐν τῷ τετάρτῳ τῶν νόμων θεόν φησιν ἀρχὴν καὶ μέσα καὶ τέλος τῶν ὄντων ἔχοντα εὐθείᾳ περαίνειν. ὥστε, κἂν πλῆθος εἰσάγῃ θεῶν κἂν θεὸν λέγῃ τὸν κόσμον, οὐκ ἀπὸ σπουδῆς οὐδὲ τὰ ἑαυτῷ εἰσηγεῖται δοκοῦντα, ἔθει δὲ ποιητικῷ καὶ κοινῷ τότε χρώμενος ἢ καὶ ἐκ τοῦ θεῖν παρετυμολογῶν, ὡς αὐτὸς εἴρηκεν, θεὸν ὀνομάζει· καὶ οὐκ, ἐπειδὴ θεὸν λέγει, καὶ διὰ τοῦτο καὶ ἀγένητον εἶναι ᾤετο, σαφῶς καὶ γεγονέναι καὶ ἀρχὴν ἔχειν οὐκ εἰπὼν μόνον ἀλλὰ καὶ διʼ ἀποδείξεως πιστωσάμενος.

`646`

αιʹ. Ἀλλʼ ἐπειδὴ καὶ τοῦτο ὡς ἰσχυρὸν ὁ Πρόκλος προβάλλεται εἰς ἀπόδειξιν τοῦ ἀγένητον εἶναι τὸν κόσμον λέγειν Πλάτωνα τὸ ἐν τῷ πολιτικῷ ὡς ἐν ὑποθέσει χωρίζειν τοῦ κόσμου τὸν θεὸν καὶ τῷ χωρισμῷ τοῦ θεοῦ εἰς ἀταξίαν αὐτὸν ἐκ τῆς τάξεως περιάγειν καὶ ἐντεῦθεν ἀξιοῖ καὶ τὴν ἐν τῷ Τιμαίῳ παραδιδομένην τοῦ κόσμου γένεσιν καὶ τὴν ἐκ τοῦ ἀτάκτου εἰς τὸ τεταγμένον μεταβολὴν ὡς ἐν ὑποθέσει μόνῃ λέγεσθαι, ἴστω, ὡς ὅτι, κἂν συγχωρήσειέ τις τὰ ἐν τῷ πολιτικῷ ὡς ἐν ὑποθέσει λέγεσθαι, οὐδεμία ἐκ τούτου φαίνεται ἀνάγκη καὶ ἐν Τιμαίῳ τὴν τοῦ κόσμου γένεσιν μέχρι μόνης εἶναι ὑποθέσεως· ἐν μὲν γὰρ τῷ πολιτικῷ αὐτὸ προλαβὼν  <span class="gap">…</span>

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: uxc-bv`.
