---
title: "On the Eternity of the World: Argument 17"
title_greek: "Περὶ τῆς τοῦ κόσμου ἀϊδιότητος, ΙΖʹ"
author: John Philoponus of Alexandria
eul_wid: uxc-bu
eul_aid: uxc
canonical: "https://eulogikon.org/works/john-philoponus-alexandria-eternity-world-argument-17-uxc-bu"
lang: grc
period: Late Antique
dialect: Koine
content_hash: "sha256:28a408527d59e48083111ab9361894cb92a6d1d1722ef1766cc263e3799dc23e"
content_modified_at: "2026-11-15"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# On the Eternity of the World: Argument 17

*Περὶ τῆς τοῦ κόσμου ἀϊδιότητος, ΙΖʹ*

**Author:** John Philoponus of Alexandria

**eul_wid:** `uxc-bu` · [HTML page](https://eulogikon.org/works/john-philoponus-alexandria-eternity-world-argument-17-uxc-bu)

## Text

Part of [On the Eternity of the World](/works/john-philoponus-alexandria-eternity-world-uxc-an)

`589`

Πρόκλου διαδόχου λόγος ἑπτακαιδέκατος.

`590–591`

«Ἑπτακαιδέκατος ἔστω λόγος τῶν ἀξιωμάτων ἡμᾶς ἀναμιμνῄσκων τῶν Ἀριστοτελικῶν ὡς πολλῷ πρότερον Πλατωνικῶν ὄντων, ἃ δή ἐστιν “πᾶν τὸ γενητὸν φθαρτόν” καὶ “πᾶν τὸ ἀγένητον ἄφθαρτον”· τούτων γὰρ τὸ μὲν ἐν πολιτείᾳ λέγει, τὸ δὲ ἐν τῷ Φαίδρῳ. “ἀλλʼ ἐπεὶ γενομένῳ παντὶ φθορά ἐστιν” φησὶν ὁ Σωκράτης τὰς μούσας ὑποκρινόμενος καὶ “ἐπειδὴ ἀγένητόν ἐστιν, καὶ ἀδιάφθαρτον ἀνάγκη εἶναι” φησὶν πᾶσαν ἀρχὴν ἀγένητον εἶναι δείξας καὶ διὰ τὸ ἀγένητον ὅτι καὶ ἄφθαρτος καταδούμενος. τούτων γὰρ ὄντων ἀληθῶν καὶ πᾶν ἀνάγκη τὸ φθαρτὸν εἶναι γενητὸν — εἰ γὰρ ἀγένητον, ἔσται ἄφθαρτον τὸ φθαρτόν· ὅπερ ἀδύνατον — καὶ πᾶν ἄφθαρτον ἀγένητον — εἰ γὰρ γενητόν, ἔσται φθαρτὸν τὸ ἄφθαρτον. τούτων δὲ ἑπομένων ἐξ ἀνάγκης εἰ ἄφθαρτον τὸ πᾶν ἐστιν — ὡς ἐκ τῶν κειμένων δῆλον· τῶν γὰρ ἀθανάτων, φησίν, αὐτὸς δημιουργός· τὸ δὲ ἀθάνατον ἀνώλεθρον, ὡς ἐν Φαίδωνι λέγεται· “σχολῇ γὰρ ἄν τι ἄλλο εἴη ἀνώλεθρον, εἰ τὸ ἀθάνατον μὴ τοιοῦτον” ἔφη μὲν ὁ Κέβης, συνεχώρησεν δὲ ὁ Σωκράτης —, εἰ δʼ οὖν ἀνώλεθρον τὸ πᾶν ὑπὸ τοῦ δημιουργοῦ γεγονός — τὸ γὰρ ὑπʼ ἐκείνου γεγονὸς ἀθάνατον, τοῦτο δʼ ἀνώλεθρον —, ἀνάγκη καὶ ἀγένητον αὐτὸ εἶναι διὰ τῶν δεδειγμένων ἕπεσθαι τοῖς δύο πρότερον ἀξιώμασιν, ὧν τὸ μέν ἐστιν “πᾶν τὸ γενητὸν φθαρτόν”, τὸ δὲ “πᾶν τὸ ἀγένητον ἄφθαρτον”. ὥστε οὐ κατὰ Ἀριστοτέλην μόνον ἀλλὰ καὶ κατὰ Πλάτωνα διὰ τούτων ἀποδείκνυται τῶν δύο τεθέντων ὁ κόσμος οὔτε γενητὸς ὢν οὔτε φθαρτός. εἰ γάρ ἐστιν τὸ μὲν ἄτακτον ἀγένητον, τὸ δὲ τεταγμένον ἄφθαρτον, ἔσται τὸ ἄτακτον τοῦ τεταγμένου κρεῖσσον· τὸ γὰρ ἀγένητον πρὸς τὸ γενητὸν καὶ τὸ ἄφθαρτον ὡσαύτως ἔχει πρὸς τὸ φθαρτόν· ὥστε καὶ ἐναλλὰξ οὕτως τὸ ἀγένητον ἕξει πρὸς τὸ ἄφθαρτον, ὡς τὸ γενητὸν πρὸς τὸ φθαρτόν, ὡς δὲ τὸ γενητὸν πρὸς τὸ φθαρτόν, οὕτως γένεσις πρὸς φθοράν· εἰ οὖν γένεσις κρείττων φθορᾶς, καὶ τὸ γενητὸν καθʼ αὑτὸ τοῦ φθαρτοῦ καὶ τὸ ἀγένητον τοῦ ἀφθάρτου κρεῖττον· εἰ οὖν τὸ ἄτακτον ἀγένητον ᾖ καὶ φθαρτόν, τὸ δὲ τεταγμένον ἄφθαρτον καὶ γενητόν, ἔσται τὸ ἄτακτον τοῦ τεταγμένου κρεῖττον καὶ ὁ ποιῶν ἐξ ἀτάκτου τεταγμένον ἐκ τοῦ ἀμείνονος ποιήσει χεῖρον ἐκ τοῦ ἀγενήτου ποιῶν καὶ φθαρτοῦ γενητὸν ὕστερον καὶ ἄφθαρτον· οὐκ ἄρα τὸ μὲν ἀγένητον ἔσται καὶ φθαρτόν, τὸ δὲ γενητὸν καὶ ἄφθαρτον ἤγουν ἀνάπαλιν· ἀλλʼ οὔτε ὁ ποιητὴς κακός, ὥστε οὐ φθαρτὸν τὸ τεταγμένον, καί, εἰ ἐκ τοῦ ἀτάκτου τὸ τεταγμένον, οὐκ ἄφθαρτον τὸ ἄτακτον· οὐ γὰρ ἔστιν τοῦ τεταγμένου ὄντος· ἢ ἑκάτερον γενητὸν καὶ φθαρτόν· ἀλλʼ εἴτε γενητὸν τὸ ἄτακτον, ἐκ τοῦ τεταγμένου γέγονεν, εἴτε φθαρτὸν τὸ τεταγμένον, ὁ φθείρων τὸ ταχθὲν ἢ οὐ καλῶς ἥρμοσεν καὶ οὐκ ἀγαθὸς ἢ φθείρει τὸ καλῶς ἁρμοσθὲν καὶ ἔστιν κακός. ταῦτα δὲ πάντα ἀδύνατα. οὐκ ἄρα ἔστιν πρὸ τοῦ τεταγμένου τὸ ἄτακτον. ἀγένητον ἄρα τὸ τεταγμένον ἐστίν, ὡσαύτως καὶ ἄφθαρτον.»

Κεφάλαια τῆς λύσεως τοῦ ιζʹ λόγου.

αʹ. Ὅτι τὸ προκείμενον ιζʹ ἐπιχείρημα τὸ αὐτό ἐστιν τῷ ἕκτῳ. καὶ τίς ἡ πρὸς ἐκεῖνο τούτου διαφορά. καὶ τίς ἡ ἐν ἑκατέρῳ τῶν συλλογισμῶν ἀγωγή.

βʹ. Ὅτι τῷ ἕκτῳ καὶ τὸ προκείμενον συναπελήλεγκται. καὶ σύντομος τῶν ἐν ἐκείνῳ εἰρημένων ἀνακεφαλαίωσις, ὅτι τῷ κατὰ φύσιν ἀφθάρτῳ καὶ οὐ τῷ ἐπίκτητον τὴν ἀφθαρσίαν ἔχοντι τὸ ἀγένητον ἕπεται.

γʹ. Ὅτι ὅσον ἐκ τῶν Πλάτωνος λέξεων ἔδει μᾶλλον ἐκ τοῦ γενητὸν λέγεσθαι τὸν κόσμον ὑπὸ Πλάτωνος συλλογίζεσθαι, ὅτι οὐκ ἄφθαρτος ἀλλὰ φθαρτός, ἢ ἐκ τοῦ λέγειν μὴ φθείρεσθαι αὐτὸν τὸ μηδὲ γεγονέναι συνάγειν.

`592`

δʹ. Ὅτι σύμφωνος ἑαυτῷ ὁ Πλάτων καὶ πᾶν τὸ γενητὸν φθαρτὸν εἶναι λέγων καὶ τὸν κόσμον γεγονέναι τε καὶ μὴ φθείρεσθαι. καὶ ὅτι οὐ πᾶν ἄφθαρτον ἀγένητόν ἐστιν.

εʹ. Γαληνοῦ μαρτυρία ἐκ τῶν περὶ ἀποδείξεως, ὅτι οὐ πᾶν τὸ ἄφθαρτον πάντως καὶ ἀγένητον εἶναι ἀνάγκη. καὶ ὅτι Πλάτων ταύτης ἐστὶν τῆς δόξης.

ϛʹ. Ὅτι καὶ ἐν τοῖς ἑξῆς οὔτε ὀρθῶς οὔτε τῇ Πλάτωνος ὑποθέσει τὰ ἀκόλουθα ὁ Πρόκλος συλλογίζεται.

Ἀρχὴ τῆς λύσεως τοῦ ἑπτακαιδεκάτου λόγου.

`593–594`

αʹ. Καὶ οὗτος ὁ λόγος τῷ ἕκτῳ ὁ αὐτός ἐστιν. κἀκεῖ ὡς Πλατωνικὸν λαβὼν τὸ πᾶν γενητὸν φθαρτὸν εἶναι, ἔτι δὲ καὶ τὸ μὴ φθείρεσθαι τὸν κόσμον κατὰ Πλάτωνα — «τὸ γὰρ καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ», φησὶν ἐκεῖνος, «λύειν ἐθέλειν κακοῦ» —, ἐκ τούτων συνήγαγεν τῇ σὺν ἀντιθέσει ἀντιστροφῇ χρησάμενος, ὡς, εἰ τὸ γενητὸν ἅπαν φθαρτόν ἐστιν, εἴ τι μὴ φθείρηται, τοῦτο οὐδὲ γενητόν ἐστιν. εἰ οὖν μὴ φθείρηται κατὰ Πλάτωνα ὁ κόσμος, δηλονότι οὐδὲ γέγονεν κατʼ αὐτόν. οὕτω μὲν οὖν ἐν τῷ ϛʹ. ἐν δὲ τῷ προκειμένῳ τὰς αὐτὰς μὲν πάλιν ἔλαβεν προτάσεις — καὶ ὅτι τὸ γενητὸν φθαρτὸν καὶ ὅτι οὐ φθείρεται ὁ κόσμος —, ὅτι δὲ τὸ μὴ φθειρόμενον οὐδὲ γέγονεν, οὐ τῇ σὺν ἀντιθέσει ἀντιστροφῇ ὡς ἐν ἐκείνῳ ἀλλʼ ἐξ ἑτέρου τινὸς Πλατωνικοῦ ἀξιώματος συνελογίσατο· φησὶν γὰρ ἐκεῖνος πᾶν εἶναι τὸ ἀγένητον ἀδιάφθορον· ἔκ τε οὖν τούτου καὶ ἐκ τοῦ πᾶν τὸ γενητὸν φθαρτὸν εἶναι συνάγει, ὅτι οὔτε τὸ φθαρτὸν ἀγένητον εἶναι ἐνδέχεται οὔτε τὸ ἄφθαρτον γενητόν, ὡς ἀντιστρέφειν ἑκατέραν ἀπόφανσιν, καὶ ὥσπερ πᾶν τὸ γενητὸν φθαρτόν, οὕτω καὶ πᾶν τὸ φθαρτὸν γενητόν, καὶ πάλιν ὥσπερ πᾶν ἀγένητον ἄφθαρτον, οὕτω καὶ πᾶν ἄφθαρτον ἀγένητον. ὅτι μὲν οὖν πᾶν φθαρτὸν γενητόν, τῇ εἰς ἄτοπον ἀπαγωγῇ τὸν τρόπον τοῦτον συνελογίσατο. εἰ γὰρ μὴ πᾶν φθαρτὸν γενητόν, ἀλλʼ ἐνδέχεσθαι λέγοι τις εἶναι τὶ φθαρτὸν ἀγένητον, ἐπειδὴ καὶ πᾶν ἀγένητον ἄφθαρτόν ἐστιν, ἐνδέχεται ἄρα τὶ φθαρτὸν ἄφθαρτον εἶναι κατὰ τὸν τρίτον τρόπον τοῦ αʹ σχήματος· ἔστιν γὰρ ὁ συλλογισμὸς τοιοῦτος· τὶ φθαρτὸν ἀγένητον, πᾶν ἀγένητον ἄφθαρτον,τὶ ἄρα φθαρτὸν ἄφθαρτον· ὅπερ ἄτοπον. οὐκ ἄρα ἐνδέχεται τὶ φθαρτὸν ἀγένητον εἶναι. εἰ δὲ οὐδὲν φθαρτὸν ἀγένητον, ἀνάγκη δὲ ἢ γενητὸν πᾶν ἢ ἀγένητον εἶναι, πᾶν ἄρα φθαρτὸν γενητόν ἐστιν ἐξ ἀνάγκης. ὁμοίως δʼ ὅτι καὶ πᾶν ἄφθαρτον ἀγένητον διὰ τοῦ αὐτοῦ τρόπου συνήγαγεν. εἰ γὰρ λέγοι τις ἐνδέχεσθαι τὶ ἄφθαρτον γενητὸν εἶναι, ἐπειδὴ πᾶν γενητὸν φθαρτόν, τὶ ἄρα ἄφθαρτον φθαρτόν· ὅπερ ἄτοπον. εἰ οὖν τοῦτο ἄτοπον, οὐδὲν ἄρα ἄφθαρτον γενητόν· τοῦτο γὰρ τὸ ἄτοπον ἠκολούθησεν. οὐκοῦν πᾶν ἄφθαρτον ἀγένητον. δέδεικται ἄρα, ὅτι καὶ πᾶν φθαρτὸν γενητὸν καὶ ὅτι πᾶν ἄφθαρτον ἀγένητον. εἰ οὖν ἄφθαρτος, φησίν, ὁ κόσμος κατὰ Πλάτωνα, δῆλον ἄρα, ὅτι καὶ ἀγένητος. τοῦ αὐτοῦ οὖν ὄντος τοῦ τε ἑπτακαιδεκάτου καὶ τοῦ ϛʹ λόγου, μόνῳ δὲ τῷ συλλογιστικῷ τρόπῳ διαφερόντων, ἔδει τὸν φιλόσοφον τὸ δεύτερον ἀξίωμα, ὅπερ ἐν τούτῳ προσέθηκεν εἰς κατασκευὴν τοῦ τὸ ἄφθαρτον ἀγένητον εἶναι, τῷ ἕκτῳ λόγῳ προσθέντα τοῦ παρόντος μὴ δεῖσθαι· ἀλλʼ οἶμαι καὶ τῷ πλήθει τῶν ἐπιχειρημάτων ταράξαι τοὺς ἐντυγχάνοντας βουλόμενος ὀλίγαις προσθήκαις τὰ αὐτὰ ἡμῖν διπλασιάζει ἐπιχειρήματα, ὡς καὶ ἐπʼ ἄλλων ἐδείξαμεν.

`595–596`

βʹ. Εἰ οὖν τὸ αὐτό ἐστιν τοῦτο τῷ ἕκτῳ, δῆλον, ὡς ἐκείνῳ καὶ τοῦτο συναπελήλεγκται· ἀδιάφορον γάρ, εἴτε τῇ σὺν ἀντιθέσει ἀντιστροφῇ δειχθείη τὸ φθαρτὸν ἀγένητον εἴτε τῷ νῦν εἰρημένῳ τρόπῳ. αἴτιον δὲ τοῦ παραλογισμοῦ, ὡς ἐν ἐκείνοις εἴρηται, ἡ ὁμωνυμία καὶ τὸ ἀπροσδιορίστως λαμβάνειν τὰ μετὰ προσδιορισμοῦ εἰρημένα τῷ Πλάτωνι. τὸ γὰρ ἀθάνατον καὶ τὸ ἄφθαρτον διττόν, ἢ τὸ κατὰ τὸν λόγον τῆς ἰδίας φύσεως τὴν ἀθανασίαν τε καὶ ἀφθαρσίαν ἔχον τὸ μηδὲ λόγον ἔχον θανάτου τε καὶ φθορᾶς ἢ τὸ δεκτικὸν μὲν φθορᾶς τε καὶ διαλύσεως ἐπίκτητον δὲ τὴν ἀθανασίαν προσκτώμενον, ὥσπερ καὶ τὸ ἀγαθὸν διττόν ἐστιν καὶ ἕτερα πλείονα, οἷον τὸ λευκὸν ἢ τὸ θερμὸν τὸ μὲν ἐν τῇ οὐσίᾳ συνουσιωμένον τοῦ ἔχοντος, ὥσπερ τῷ πυρὶ τὸ θερμὸν συνουσίωται, τὸ δὲ ἐξ ἐπικτήσεως προσγενόμενον ὡς ἐπὶ τοῦ θερμανθέντος ὕδατος καὶ τοῦ πεπυρακτωμένου σιδήρου. ἀλλὰ δὴ καὶ μέλαν τὸ μέν ἐστιν κατʼ οὐσίαν ὑπάρχον τινὶ ὡς τῇ ἐβένῳ, τὸ δὲ ἐξ ἐπικτήσεως προσγινόμενον ὡς ἐπὶ τοῦ βεβαμμένου ἐρίου. καὶ φῶς τὸ μέν ἐστιν κατʼ οὐσίαν ὡς τὸ ἐν τῷ ἡλίῳ, τὸ δὲ ἐξ ἐπικτήσεως, κἂν ἀεὶ παρῇ τισιν, ὡς τὸ ἐξ ἡλίου φῶς ταῖς ἀνωτέρω τοῦ ἡλίου σφαίραις ἀεὶ μὲν πάρεστιν, ἐπιγενήτως δὲ πάρεστιν· ὅθεν, εἰ τὸν ἥλιον αὐτῶν ὑπεξέλοιμεν κατʼ ἐπίνοιαν, καὶ τὸ φῶς τὸ ἐν αὐταῖς εὐθὺς συναφίσταται ἅτε δὴ μὴ λόγῳ τῆς φύσεως τῆς αὐτῶν ἐνυπάρχον αὐταῖς, εἰ καὶ ἀεὶ πάρεστιν· ὥστε ἀεὶ φωτιζόμεναι διὰ τὸ ἀεὶ παρεῖναι τὸ φωτίζον ὅμως τῷ ἰδίῳ λόγῳ τῆς φύσεώς εἰσιν ἀφώτιστοι. ὥσπερ οὖν ἐπὶ τούτων διττόν ἐστιν τῶν εἰρημένων ἕκαστον, τὸ μὲν ἐκ φύσεως συνουσιωμένον τῷ ὑποκειμένῳ, τὸ δὲ ἐπικτήτως αὐτῷ προσγενόμενον, οὕτως καὶ τὸ ἄφθαρτον διττὸν εἶναι ἀνάγκη, ἢ τὸ κατʼ οὐσίαν ὑπάρχον τινὶ ἢ τὸ ἐπικτήτως αὐτῷ καὶ μὴ ἀπὸ τοῦ λόγου τῆς οἰκείας φύσεως προσγενόμενον· οὕτω γὰρ καὶ αἱ στοιχείων ὁλότητες νῦν τὸ ἀδιάλυτον ἔχουσιν οὐ τῆς οὐσίας αὐτῶν τὸν λόγον οὐκ ἐχούσης τῆς διαλύσεως — τοὐναντίον γὰρ οὐδὲν ἔστιν στοιχείου μέρος, ὃ μὴ κατʼ ἐνέργειαν φθείρεται — ἀλλʼ ὡς συνεχῆ καὶ ἀδιάκοπον τὴν ἐπισκευὴν δεχόμεναι· ἀντὶ γὰρ τοῦ φθαρτοῦ πυρὸς ἕτερον εὐθὺς ἐπιγίνεται καὶ τὴν τοῦ πυρὸς ὁλότητα ἀναπληροῖ, καὶ τὸ διαπνευσθὲν τοῦ ὕδατος μόριον ἄλλο ὕδωρ γενόμενον ἀνεπλήρωσεν, καὶ ἐπὶ γῆς καὶ ἀέρος ὡσαύτως. διττῆς οὖν οὔσης τῆς ἀφθαρσίας, εἰ μὲν ἔχει τις δεικνύειν κατὰ φύσιν ἀθάνατόν τε καὶ ἄφθαρτον εἶναι τὸν κόσμον λέγειν τὸν Πλάτωνα, ἕψεται ἐξ ἀνάγκης κατὰ τὰς αὐτοῦ Πλάτωνος ὑποθέσεις τὸ καὶ ἀγένητον αὐτὸν εἶναι, κἂν μυριάκις γενητὸν αὐτὸν εἶναί φησιν· εἰ δὲ τοὐναντίον φύσει μὲν θνητὸν εἶναι αὐτὸν καὶ λυτὸν ἀποφαίνεται εἶναι καὶ τοῦτο οὐχ ἁπλῶς ἀλλὰ μετὰ κατασκευῆς τε καὶ ἀποδείξεως — «ἐπείπερ ἐγένεσθε», φησίν, «ἄλυτοι μὲν οὐκ ἐστὲ οὐδὲ ἀθάνατοι τὸ πάμπαν» —, ὅτι δὲ γέγονεν, ἐκ τοῦ ὁρατόν τε καὶ ἁπτὸν εἶναι καὶ σῶμα ἔχειν συνελογίσατο καὶ προσέτι τὴν ἀθανασίαν ἐπίκτητον αὐτῷ καὶ ἐπισκευαστὴν παρὰ τοῦ ἀεὶ ὄντος φησὶν ἐπιγίνεσθαι, ποία ἔτι ἀνάγκη τῇ ἐπικτήτῳ μὴ κατὰ φύσιν ἀθανασίᾳ τὸ ἀγένητον ἕπεσθαι; πᾶν γὰρ τοὐναντίον ἀνάγκη· τὰ γὰρ ἐπικτήτως τι ἔχοντα καὶ τῶν ἀντικειμένων ἐστὶν κατὰ τὸν τῆς φύσεως αὐτῶν λόγον δεκτικά. οὕτω γοῦν ὁ ἀὴρ καὶ ἡ σεληνιακὴ σφαῖρα ἐπίκτητον ἔχοντα τὸ φῶς καὶ σκότους εἰσὶν δεκτικὰ καὶ μετέχει ποτὲ τούτου. ἐδείξαμεν δὲ πρὸς τῷ τέλει τοῦ πρώτου λόγου, ὅτι, εἰ καὶ ἀεὶ πάρεστιν ταῖς ἀνωτέραις σφαίραις τὸ φῶς, ἀλλʼ οὖν καὶ αὐτὸ φύσει φθαρτόν ἐστιν. καὶ αἱ ἡμέτεραι δὲ ψυχαὶ ἐπικτήτους ἔχουσαι τὰς ἐπιστήμας καὶ ἀνεπιστημοσύνης εἰσὶν δεκτικαί. εἰκότως ἄρα ὁ Πλάτων ἐπικτήτως τῷ κόσμῳ τὴν ἀθανασίαν προσγίνεσθαι λέγων φύσει φθαρτὸν εἶναι αὐτὸν καὶ λυτὸν ἀπεφήνατο.

`597–598`

γʹ. Πῶς δὲ καὶ οὐ κακοῦργον καὶ φιλοσόφου ἤθους ἀλλότριον τιθέμενον τῇ Πλάτωνος ἀποφάνσει τὸ πᾶν εἶναι τὸ γενητὸν φθαρτὸν καὶ ἀκούοντα τοῦ ἀνδρὸς τοῖς οἰκείοις ἑπομένου καὶ βοῶντος «ἐπείπερ ἐγένεσθε, ἀθάνατοι μὲν οὐκ ἐστὲ οὐδʼ ἄλυτοι τὸ πάμπαν» τοῦτο μὲν ἑκόντα παρατρέχειν, ἁπλῶς δὲ οὕτως τῆς λέξεως τοῦ μὴ λυθήσεσθαι τὸν κόσμον δράττεσθαι καὶ ταῦτα μηδὲ ἀπροσδιορίστως εἰρημένης καὶ ἐντεῦθεν τὸ μηδὲ γεγονέναι συνάγειν ἐκείνου σαφῶς γενητὸν εἶναι καὶ γεγονέναι αὐτὸν εἰπόντος. καίτοι γε εἰ τῶν δύο θάτερον ἐκβάλλειν ἐχρῆν, ἢ ἐκ τοῦ μὴ φθείρεσθαι τὸν κόσμον τὸ γενητὸν εἶναι ἢ ἐκ τοῦ γενητὸν εἶναι τὸ ἄφθαρτον, πολλῷ γε ἦν εὐλογώτερον τοῦ μὲν γεγονέναι τὸν κόσμον ἁπλῶς καὶ ἄνευ προσδιορισμοῦ τινος παρὰ Πλάτωνος εἰρημένου, τοῦ δὲ μένειν ἀδιάλυτον μετά τινος προσδιορισμοῦ — οὐ γὰρ φύσει τὸ ἀδιάλυτον ἔχειν τὸν κόσμον ἀλλʼ ἐπίκτητον εἴρηκεν, φύσει δὲ μᾶλλον λυτὸν εἶναι — ἐκ τοῦ γεγονέναι αὐτὸν τὸ ἀδιάλυτον εἶναι ἀθετεῖν, εἴπερ καθόλου ἐστὶν ἀληθὲς τὸ πᾶν εἶναι τὸ γενητὸν φθαρτόν, καὶ σαφῶς εἰπόντος τοῦ Πλάτωνος, ἐπείπερ γέγονεν, μήτε ἄλυτον εἶναι μήτε ἀθάνατον, ἢ ἐκ τοῦ μὴ διαλύεσθαι μηδὲ γενητὸν εἶναι συνάγειν· οὐδαμοῦ γάρ, ὡς ἄφθαρτός ἐστιν ὁ κόσμος, λέγων ὁ Πλάτων φαίνεται, τοὐναντίον δέ, ὡς οὔτε ἀδιάλυτός ἐστιν οὔτε ἀθάνατος. ὅτι μέντοι λυτὸς ὢν οὐ λυθήσεται, λέγει· πολλῷ δὲ τοῦτο ἐκείνου διέστηκε· τὸ μὲν γὰρ ἄφθαρτον σημαίνοι ἂν τὸ μηδὲ λόγον ἔχον φθορᾶς, τὸ δὲ μὴ φθαρησόμενον οὐ πάντως τῷ μηδὲ λόγον ἔχειν φθορᾶς οὐ φθείρεται· ἐνδέχεται γὰρ καὶ τῷ τὰ πεπονηκότα κατὰ συνέχειαν ἐπανορθοῦσθαι καὶ τὸ φθαρτὸν μὴ φθείρεσθαι. τοιαύτην δὲ εἶναι καὶ τὴν τοῦ κόσμου ἀθανασίαν σαφῶς ὁ Πλάτων εἴρηκεν· θνητὸν γὰρ ὄντα καὶ αὐτὸν φύσει ἐπίκτητόν τε καὶ ἐπισκευαστὴν παρὰ τοῦ δημιουργοῦ τὴν ἀθανασίαν πορίζεσθαι.

`599`

δʹ. Ἡμεῖς οὖν οὐδὲν τῶν ὑπὸ Πλάτωνος ἐν τούτοις εἰρημένων ἀθετήσομεν οὐδʼ, ἵνα τὰ ἡμῖν αὐτοῖς καὶ μὴ αὐτῷ δοκοῦντα πιστωσώμεθα, εἰς ἀσυμφωνίαν ἐν τούτοις συκοφαντοῦντες αὐτὸν περιάξομεν· σύμφωνος γὰρ ἑαυτῷ λίαν ὑπάρχει καὶ τὸ γενητὸν πᾶν φθαρτὸν εἶναι λέγων καὶ διὰ τοῦτο καὶ τὸν κόσμον, ἐπεὶ γενητός ἐστιν, καὶ φθαρτὸν εἶναι καὶ τὴν ἀθανασίαν αὐτοῦ οὐκ ἀπὸ φύσεως ἀλλʼ ἀπὸ τῆς βουλήσεως τοῦ θεοῦ καταδούμενος· αὐτῷ γὰρ τῷ ἐπικτᾶσθαι τὴν ἀθανασίαν φθαρτὸς ὢν δείκνυται· εἰ γὰρ μὴ εἰς διάλυσιν ἐκ φύσεως διὰ τὸ γεγονέναι ἐξωλίσθανεν, οὐδʼ ἂν ἐπισκευάζεσθαι καὶ ἐπικτᾶσθαι τὴν ἀθανασίαν ἔχρῃζεν. ὥστε, κἂν εἰς τὸ παντελὲς ἀδιάλυτος διαμένῃ, ἀλλʼ οὖν γε ἕπεται τῷ γεγονέναι αὐτὸν τὸ κατὰ βραχὺ διαλύεσθαι· ὅπερ ὑπὸ τῆς τοῦ θεοῦ βουλήσεως ἀνυφαίνεται· εἰ γὰρ ἀνέδωκεν κατʼ ἐπίνοιαν τὸ τὴν ἐπισκευαστὴν αὐτῷ καὶ τὴν ἐπίκτητον ἀθανασίαν χαριζόμενον, οἰχήσεται πάντως ἑαυτὸν συνέχειν ἐς ἀεὶ μὴ δυνάμενος. ὥστε, κἂν λέγῃ Πλάτων, ὡς τὰ ὑπὸ τοῦ δημιουργοῦ γινόμενα ἀθάνατά ἐστιν καὶ ἀνώλεθρα, τῷ εἰρημένῳ φησὶν τρόπῳ ἀθάνατα αὐτὰ διαμένειν, διότι μόνῳ τῷ βούλεσθαι διακρατοῦντος τὸ πᾶν τοῦ δημιουργήσαντος ἀνάγκη πᾶσα τῆς βουλήσεως ἀκινήτου μενούσης καὶ αὐτὰ μένειν ἀθάνατα ἐπίκτητον ἐκ τῆς βουλήσεως τοῦ θεοῦ καὶ οὐκ ἐκ τῆς ἰδίας φύσεως τὸ ἀθάνατον ἔχοντα. ταῦτα δὲ οὕτω λέγειν ἡμᾶς τὴν Πλάτωνος ἐξηγουμένους διάνοιαν ἀνάγκη, εἰ μὴ τῷ ὄντι εἰς ἀντίφασιν τὸν Πλάτωνα περιάγειν βουλοίμεθα· ἔφθη γὰρ εἰπὼν «ἀθάνατοι μὲν οὐκ ἐστὲ οὐδʼ ἄλυτοι τὸ πάμπαν.» πῶς οὖν ἐγχωρεῖ λέγειν τοὺς αὐτοὺς καὶ ἀθανάτους εἶναι καὶ οὐκ ἀθανάτους καὶ λυτοὺς καὶ οὐ λυτούς, εἰ μὴ τὸ μὲν τῇ φύσει τὸ δὲ τῇ τοῦ θεοῦ βουλήσει παρέξομεν;

`600–601`

εʹ. Ἱκανῶς μὲν οὖν οἶμαι τοῖς μὴ πάντῃ φιλονείκοις καὶ ἀπηρυθριακόσιν πρὸς τὴν ἀλήθειαν ὁ λόγος ἀπέδειξεν, ὡς οὔτε πᾶν ἁπλῶς τὸ ἄφθαρτον ἀγένητον ἀλλʼ, εἴπερ ἄρα, τὸ φύσει, οὔτε Πλάτων φύσει ἄφθαρτον εἶναι τὸν κόσμον οἴεται καὶ διὰ τοῦτο οὐδὲ ἀγένητον. εἰ δὲ δεῖ καὶ μαρτυρίαις ἀξιοπίστων ἀνδρῶν βεβαιῶσαι τὸν λόγον, εἴ τῳ δοκεῖ Γαληνὸς ἀξιόπιστος εἶναι τούτων μάρτυς, ἀνὴρ φυσικώτατός τε καὶ οὐδὲν ἧττον τῆς ἰδίας ἐπιστήμης τὰ κατὰ φιλοσοφίαν ἠκριβωκὼς θεωρήματα, παρίτω τῷ ἡμετέρῳ λόγῳ συνήγορος. οὗτος οὖν ἐν τῷ δʹ λόγῳ ἧς αὐτὸς συνέγραψεν ἀποδεικτικῆς πραγματείας φησὶν ἐπὶ λέξεως ταῦτα «σύνθετός ἐστιν ἡ νόησις τοῦ ἀϊδίου· καὶ γὰρ ἀγένητος καὶ ἄφθαρτος. ἕπεται δὲ ἑκατέρῳ θάτερον» —δηλονότι κἀνταῦθα δείξας, ὁπότερον αὐτῶν, εἶθʼ ὡς ἕπεται θάτερον, ἐκεῖνο προλαβὼν ἀποδέδειχεν ἂν εἴη τὸ προκείμενον—. «εἰ τοίνυν καλῶς ὑπὸ πάντων ὡμολόγηται τῷ ἀγενήτῳ τὸ ἄφθαρτον ἕπεσθαι, σκοποῦντες ἅμα μὲν ἀναπόδεικτόν τε καὶ πρῶτον καὶ ἐξ αὑτοῦ πιστὸν εἶναι ἀξίωμα κατενοήσαμεν, ἅμα δὲ ὑφʼ ἑτέρου τινὸς ἐναργοῦς μαρτυρούμενον ἀξιώματος, ὃ μικρὸν ἔμπροσθεν εἴρηται, τοιοῦτο ὑπάρχειν “εἴ τι λόγον οὐδʼ ὅλως ἔχει γενέσεως, οὐδὲ φθορᾶς ἕξει τὸ τοιοῦτο λόγον”. ὅτι μὲν οὖν ἅπαν ἀγένητον εὐθὺς καὶ ἄφθαρτόν ἐστιν, ἑτοίμως ἡ διάνοια δέχεται καὶ εἴπερ τι καὶ ἄλλο τῶν πρὸς νόησιν ἐναργῶν πρῶτον ὑπάρχει καὶ τὸ τοιοῦτον ἀξίωμα. τὸ μέντοι πᾶν ὅσον ἄφθαρτον ἐξ ἀνάγκης τοῦτο καὶ ἀγένητον εἶναι διορισμοῦ δεῖταί τινος, ἵνʼ ἑτοίμως αὐτὸ δεχώμεθα· τίς οὖν ὁ διορισμός; ἐν τῷ διελέσθαι, πῶς ἄφθαρτον εἶναι τόδε τι συγχωρεῖται, πότερον ὡς οὐδὲ τὸν λόγον ὅλως ἐπιδεχόμενον τῆς φθορᾶς, οἷον τὸ τελείως ἁπλοῦν ἐστιν καὶ ἀπαθές, ἢ ὡς ἐπισκευαστῆς τῆς ἀθανασίας τετυχηκός, οἷόν τι δοκεῖ καὶ περὶ τῶν θεῶν ἐν Τιμαίῳ λέγειν ὁ Πλάτων, ἐν οἷς πεποίηκεν τὸν πρῶτον θεὸν αὐτοῖς διαλεγόμενον· ἔστιν δʼ ἡ ῥῆσις ἥδε “ἐπείπερ γεγόνατε, ἀθάνατοι μὲν οὐκ ἐστὲ οὐδὲ ἄλυτοι τὸ πάμπαν· οὔτι μὲν δὴ λυθήσεσθε οὐδὲ τεύξεσθε θανάτου μοίρας, τῆς ἐμῆς βουλήσεως μείζονος ἔτι καὶ κυριωτέρου δεσμοῦ λαχόντες ἐκείνων, οἷς ὅτε ἐγίνεσθε συνεδεῖσθε”. ταὐτὸ δὲ τοῦτο κἀν τῷ πολιτικῷ περὶ τοῦ παντὸς οὐρανοῦ διεξέρχεται. ἐπινοεῖται γάρ τι, κἂν εἰ γέγονεν, ὅμως οὐ φθαρησόμενον· οἷον ἡ τῶν Λακεδαιμονίων πόλις εἰ τύχοι· ἐγχωρεῖ γὰρ αὐτὴν φθαρῆναι μηδέποτε, καίτοι τῶν κατὰ μέρος οἰκιῶν ἁπασῶν φθείρεσθαι φύσιν ἐχουσῶν, ἀλλὰ τῷ δύνασθαι κατὰ βραχὺ γίνεσθαι τὴν ἐπανόρθωσιν ἐνδέχεται μὴ φθαρῆναι τὸ σύμπαν. οὐ μόνον δὲ πόλιν οὕτως δυνατὸν ἄφθαρτον ἐπινοεῖν ἀλλὰ καὶ μίαν οἰκίαν, εἰ τὸ πονῆσαν αὐτῆς ἐπανορθώσεως ἑκάστοτε τυγχάνοι. κατὰ λόγον οὖν, εἰ μὲν ἀγένητόν τι, πάντως καὶ ἄφθαρτον, εἰ δὲ ἄφθαρτον, οὐκ ἐξ ἀνάγκης ἀγένητον». σαφῶς ἄρα καὶ οὗτος ὁ ἀνὴρ οὔτε τῷ ὁπωσοῦν ἀφθάρτῳ τὸ ἀγένητον εἶπεν ἕπεσθαι ἀλλὰ τῷ μηδὲ τὸν λόγον τῆς φθορᾶς ἔχοντι καὶ Πλάτωνα οὕτω τὴν ἀφθαρσίαν διδόναι ὡμολόγηκεν τῷ οὐρανῷ. ἀλλὰ περὶ μὲν τούτων ἅλις κἀνταῦθα.

`602–604`

ϛʹ. Ἐν δὲ τοῖς ἑξῆς λαβὼν πάλιν ὁ φιλόσοφος παρὰ Πλάτωνος τὸ ἐκ τοῦ ἀτάκτου γεγονέναι τὸ τεταγμένον αὐτὸς προστίθησιν, ὅτι καὶ ἀγένητόν ἐστιν τὸ ἄτακτον, Πλάτωνος οὐδὲ ὅτι γενητὸν οὐδʼ ὅτι ἀγένητον εἰπόντος. εἶτα συλλογίζεται, ὅτι καὶ φθαρτόν· εἰ γὰρ ἐκ τοῦ ἀτάκτου τὸ τεταγμένον γέγονεν, τοῦ δὲ τεταγμένου ὄντος οὐκ ἔστιν τὸ ἄτακτον, φθαρτὸν ἄρα ἔσται τὸ ἄτακτον. ὥστε ἀγένητόν ἐστιν καὶ φθαρτὸν τὸ ἄτακτον. εἰ οὖν τὸ ἄτακτον, φησίν, ἀγένητόν ἐστιν καὶ φθαρτόν, τὸ δὲ τεταγμένον γενητὸν καὶ ἄφθαρτον, κρεῖττον δὲ τὸ ἀγένητον τοῦ ἀφθάρτου, ὡς ἔδειξεν — ἐπεὶ καὶ ἡ γένεσις κρείττων τῆς φθορᾶς —, ἐκ τοῦ κρείττονος ἄρα τοῦ ἀγενήτου τὸ χεῖρον τὸ γενητὸν καὶ ἄφθαρτον ὁ δημιουργὸς ἐποίησεν. περὶ μὲν οὖν τῆς Πλάτωνος ὑποθέσεως εἴρηται. καὶ οὕτω δὲ φίλως ἐχούσης τῆς ὑποθέσεως λέγεται μᾶλλον ἦν ἐντεῦθεν εὐλογώτερον συλλογίσασθαι, ὡς, εἴπερ πᾶν τὸ φθαρτὸν γενητόν ἐστιν, ὡς αὐτὸς ἔδειξεν, φθαρτὸν δὲ κατὰ Πλάτωνα τὸ ἄτακτον, καὶ γενητὸν ἄρα. εἰ δὲ καὶ γενητὸν καὶ φθαρτόν, χεῖρον ἔσται τοῦ τεταγμένου γενητοῦ καὶ ἀφθάρτου ὄντος. ἀλλὰ εἰ γενητόν, φησίν, τὸ ἄτακτον, ἐκ τοῦ τεταγμένου γέγονεν. πρῶτον μὲν οὐκ ἀνάγκη, εἴ γε πολλάκις ἐδείξαμεν, ὡς οὐ πάντως ἐξ ὄντος τὰ γινόμενα γίνεται. ἔπειτα εἰ καὶ τοῦθʼ οὕτως εἶχεν, οὐ νῦν ζητοῦμεν, τί ἕπεται τῇ ὑποθέσει τῇ λεγούσῃ γενητὸν εἶναι τὸ ἄτακτον, ἀλλὰ τί ἕπεται τῷ εἶναι τὸ ἄτακτον φθαρτὸν ἐκ τῶν Πλάτωνος ὑποθέσεων. εἰ οὖν τῷ φθαρτῷ τὸ γενητὸν ἕπεται κατὰ Πλάτωνα, φθαρτὸν δὲ κατʼ αὐτὸν τὸ ἄτακτον, καὶ γενητὸν ἄρα κατʼ αὐτὸν ἔσται· οὐδαμοῦ γὰρ ἀγένητον αὐτὸ εἶναι λέγει. εἰ δὲ ὁ Πρόκλος ἀγένητον ἐξ ἀνάγκης ἀπαιτήσει εἶναι τὸ ἄτακτον, ἐναργῶς δὲ αὐτὸ φθαρτὸν εἶναι βούλεται Πλάτων — τὸ γὰρ πλημμελῶς, φησίν, καὶ ἀτάκτως κινούμενον εἰς τάξιν ἤγαγεν ἐκ τῆς ἀταξίας —, ἐνδέχεται τὶ ἄρα ἀγένητον ὂν φθαρτὸν εἶναι, εἴ γε τὸ μὲν ὁ Πρόκλος δέδωκεν τὸ ἀγένητον, τὸ δὲ Πλάτων τὸ φθαρτόν. τί οὖν κωλύει καὶ τὸ τεταγμένον γενητὸν μὲν εἶναι ἄφθαρτον δέ; ἄλλως τε εἰ καὶ τὸ ἀγένητον τοῦ ἀφθάρτου κρεῖττον καὶ τὸ ἄτακτον ἀγένητον εἶναι συγχωρήσωμεν, ἀλλά γε καὶ τὸ ἄφθαρτον τοῦ φθαρτοῦ κρεῖττόν ἐστιν. ὥστε καὶ τὸ τεταγμένον ἄφθαρτον ὂν κατὰ Πλάτωνα κρεῖττόν ἐστιν κατὰ τοῦτο τοῦ ἀτάκτου φθαρτοῦ ὄντος. οὐκοῦν κατά τι μὲν ἐκ τοῦ κρείττονος τοῦ ἀγενήτου, κατά τι δὲ ἐκ τοῦ χείρονος τοῦ φθαρτοῦ ἡ τοῦ τεταγμένου ἐστὶν γένεσις καὶ οὐχ ἁπλῶς ἐκ κρείττονος τὸ χεῖρον γεγένηται, ὡς Πρόκλος φησίν. καὶ εἰ τὸ εἶναι τοῦ μὴ εἶναι κρεῖττον, ἐπεὶ καὶ γένεσις φθορᾶς, ὡς αὐτός φησιν, καὶ τὸ μὲν ἄτακτον δυνατὸν ἦν μηκέτι εἶναι φθαρτόν, καίτοι γε ὂν καὶ φθαρέν, τὸ δὲ τεταγμένον ἀδύνατον ἦν μὴ εἶναι ἄφθαρτον ὄν, καὶ ἁπλῶς ἄρα κρεῖττον τὸ τεταγμένον τοῦ ἀτάκτου. ἐκ τοῦ χείρονος ἄρα ἡ τοῦ τεταγμένου γένεσις. ἀλλʼ οἶμαι φιλοτιμία μόνον ἐστὶν περιττὴ ἡ τοιαύτη τῶν λόγων στροφή, χρήσιμον δὲ οὐδὲ πραγματειῶδες οὐδὲν ἔχει· ὅθεν ἡμᾶς ἀνάγκη τῶν τοιούτων θᾶττον ἀποπηδᾶν λόγων· καὶ οὐδὲ κινεῖν οἶμαι τὴν ἀρχὴν τὰ τοιαῦτα τὸν φιλόσοφον ἦν εὔλογον. ὅτι δὲ οὐδὲ κακὸς ὁ δημιουργός, εἰ τὸ τεταγμένον φθείροι, ἐν τῷ ϛʹ διὰ πλειόνων ἐδείξαμεν. ἔσονται δὲ οὕτω καὶ οἱ ἐγκόσμιοι θεοὶ κακοὶ τὰ μερικὰ τεταγμένα ὄντα φθείροντες καὶ ὁ τῶν κακῶν θεῶν δημιουργὸς οὐκ ἀγαθὸς ἔσται ἀλλὰ κακός. εἰ οὖν ἀγαθὸς ὁ δημιουργός, ἀγαθοὺς ἐποίησεν τοὺς ἐγκοσμίους θεούς· εἰ ἀγαθοὺς ἐποίησεν, ἀγαθὰ καὶ αὐτοὶ ποιοῦσιν καὶ οὐ κακά· εἰ οὖν φθείρουσιν τὰ μερικὰ τεταγμένα ὄντα — οὐδὲν γὰρ ποιῆσαι δύνανται μὴ φθείροντες ἄλλο, εἴπερ ἡ ἄλλου γένεσις ἄλλου φθορά ἐστιν —, οὐκ ἄρα κακὸν πάντως ἀλλʼ ἔσθʼ ὅπῃ καὶ ἀγαθὸν ἡ τοῦ τεταγμένου φθορά, εἴπερ τὰ δανεισθέντα μόρια εἰς γένεσιν τῶν συνθέτων τοῖς δανείσασιν ἀγαθὸν ἀποδίδοσθαι κατὰ Πλάτωνα.

Τέλος λύσεως τοῦ ιζʹ λόγου.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: uxc-bu`.
