---
title: "On the Eternity of the World: Argument 11"
title_greek: "Περὶ τῆς τοῦ κόσμου ἀϊδιότητος, ΙΑʹ"
author: John Philoponus of Alexandria
eul_wid: uxc-bo
eul_aid: uxc
canonical: "https://eulogikon.org/works/john-philoponus-alexandria-eternity-world-argument-11-uxc-bo"
lang: grc
period: Late Antique
dialect: Koine
content_hash: "sha256:4b591da2ff0eb862635b91ce8bca00ed0fa414481a92276e0ad1d7be342a5e72"
content_modified_at: "2026-11-15"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# On the Eternity of the World: Argument 11

*Περὶ τῆς τοῦ κόσμου ἀϊδιότητος, ΙΑʹ*

**Author:** John Philoponus of Alexandria

**eul_wid:** `uxc-bo` · [HTML page](https://eulogikon.org/works/john-philoponus-alexandria-eternity-world-argument-11-uxc-bo)

## Text

Part of [On the Eternity of the World](/works/john-philoponus-alexandria-eternity-world-uxc-an)

`403`

Πρόκλου διαδόχου λόγος ἑνδέκατος.

`404`

«Ἑνδέκατος· τὴν ὕλην ἕνεκα τοῦ παντὸς εἶναί φησιν· ὑποδοχὴν γὰρ εἶναι γενέσεως. τὸ δέ, οὗ ἕνεκα τῇ ὕλῃ τὸ εἶναι, οὐκ ἄλλο τί ἐστιν ἢ γένεσις. εἰ μὲν οὖν ἐκ μηδενὸς ἡ ὕλη, κατὰ τύχην ἕνεκά του ἂν εἴη καὶ τὸ γενόμενον ὕλην ἔχει κατὰ τύχην. οὐδὲν δὲ τῶν κατὰ τύχην ἀναγκαῖόν ἐστιν· ὥστε οὐδὲ τὴν δημιουργίαν ἔχειν τὸ βέβαιον φήσομεν. εἰ δὲ ἔκ τινος αἰτίας ἕνεκά του καὶ ἡ ὕλη τῆς γενέσεως, ἀνάγκη μετʼ ἀλλήλων εἶναι ταῦτα, τὴν ὕλην καὶ τὴν γένεσιν. καὶ γὰρ τὸ ἕνεκά του καὶ τὸ οὗ ἕνεκα μετʼ ἀλλήλων πρὸς ἄλληλα ὄντα. εἰ οὖν ἀΐδιον ἡ ὕλη καὶ καθὸ ὕλη ἕνεκά του, καὶ ἡ γένεσις ἀΐδιος· καὶ γὰρ καὶ ταύτην οὗ ἕνεκα, καθότι γένεσίς ἐστιν, ἀνάγκη εἶναι. σύνεστιν ἄρα ἀλλήλοις τὸν ἀεὶ χρόνον ἥ τε ὕλη καὶ ἡ γένεσις, ὡς τὸ οὗ ἕνεκα καὶ τὸ ἕνεκά του· τινὸς γάρ ἐστιν ἡ ὕλη τοῦ ἐπʼ αὐτῆς εἴδους· καὶ γὰρ ἡ τὶς ὕλη τότε ὕλη ἐστίν, ὅταν ᾖ καὶ τὸ εἶδος· διὸ καὶ εὐεργὸν ποιοῦσιν οἱ τεχνῖται τὴν μήπω οὖσαν ὕλην καί, καθόσον προκόπτουσιν εἰς τὸ ποιεῖν ὕλην, κατὰ τοσοῦτον παραγίνεται τὸ εἶδος· οὐ γὰρ οἱ λίθοι τοῦ εἴδους τῆς οἰκίας ὕλη, πρὶν ξεσθῶσιν εἰ τύχοι καὶ ἁρμοσθῶσιν, ἀλλʼ ὅταν ταῦτα προσλάβωσιν· ὅταν ἄρα ὡς ἀληθῶς ὕλη γένωνται, τότε πάρεστιν ἀχρόνως ἤδη τὸ εἶδος. εἰ οὖν καὶ ἡ ἁπλῶς ὕλη πάντως ἐστὶν ὕλη πάσης γενέσεως καὶ ἔστιν δυνάμει πάντα καὶ οὐδὲν αὐτῇ δεῖ πρὸς τὸ ὕλῃ εἶναι καθάπερ τῇ τινί — τὸ γὰρ ἁπλῶς πανταχοῦ τοιοῦτο καὶ πρώτως οὐδενὸς εἰς τὸ εἶναι ὅ ἐστιν δεόμενον —, ἅμα ἐστὶν καὶ τὰ εἴδη πάντα ἐν αὐτῇ· μηδενὸς γὰρ δεομένη πρὸς τὸ εἶναι ὕλη οὐδενὸς δεῖται πρὸς τὸ εἴδη ἔχειν· ὥστʼ, ἀφʼ οὗ ἔστιν, ἔχει τὰ εἴδη, ὧν ὕλη ἐστίν. ἀγένητος δέ ἐστιν καὶ ἄφθαρτος, ἵνα μὴ ὕλης ἄλλης δέηται ὕλη οὖσα ἁπλῶς. ἔστιν ἄρα καὶ τὰ εἴδη ἐν αὐτῇ ἐξ ἀϊδίου καὶ ὁ κόσμος· ὕλη γὰρ ἦν κόσμου καὶ οὐκ ἀκοσμίας καὶ ἦν ἕνεκα κόσμου καὶ οὐκ ἀκοσμίας· καὶ γὰρ ἡ τὶς ὕλη οὐ τῆς στερήσεώς ἐστιν ἀλλὰ τοῦ εἴδους ἕνεκα· ὥστʼ, ἀφʼ οὗ ὕλη κόσμου, καὶ κόσμος ἔστιν.»

`405–407`

Κεφάλαια τῆς λύσεως τοῦ ιαʹ λόγου.

αʹ. Πῶς μὲν οἱ ἀπὸ Πυθαγόρου καὶ Πλάτωνος, πῶς δὲ οἱ ἀπὸ τῆς Στοᾶς περὶ τῆς ὕλης ἐδόξαζον. ἐν ᾧ, ὅτι οὐδέποτε γυμνὴ τῶν εἰδῶν ἐστιν ἡ ὕλη. βʹ. Τίσι λόγοις κατασκευάζουσιν, ὅτι τέ ἐστιν μία καὶ ἡ αὐτὴ πᾶσιν τοῖς φυσικοῖς ὑποκειμένη ὕλη καὶ ὅτι ἀνείδεός ἐστιν αὕτη καὶ ἀμετάβλητος. γʹ. Ὅτι, διʼ ὧν δείκνυται λόγων, ὅτι ἔστιν τις μία κοινὴ πάντων ὕλη, διʼ αὐτῶν τούτων ἀποδείκνυται, ὅτι οὐκ ἔστιν ἡ θρυλουμένη ἀσώματος καὶ ἀνείδεος ὕλη, ἀλλὰ τὸ ἄποιον σῶμα τοῦτό ἐστιν τὸ ἔσχατον ὑποκείμενον καὶ ἡ πρώτη ὕλη. δʹ. Εἰς τοὐναντίον συνηγορία, ὅτι τὸ ἄποιον σῶμα οὐκ ἔστιν ἀμετάβλητον, ᾗ τοιοῦτόν ἐστιν, διὰ τὸ ἐκ μικροῦ μέγα γίνεσθαι καὶ ἐκ μεγάλου μικρόν, καὶ ἔλεγχος ταύτης, ὅτι οὐχ, ᾗ σῶμά ἐστιν, μεταβάλλει ἀλλὰ κατὰ ποσότητα. ἐν ᾧ, ὅτι οὐ ταὐτόν ἐστιν μέγα τι εἶναι λέγειν ἢ μικρὸν καὶ τριχῇ διαστατὸν εἶναι ἢ ὅλως σῶμα. εʹ. Ὅτι ἀδύνατον στοιχεῖα εἶναι τῶν σωμάτων τὰ συμβεβηκότα, ὥστε ἐξ αὐτῶν καὶ τῆς ὕλης εἶναι τὰ σύνθετα σώματα. ϛʹ. Ὅτι οὔτε πᾶσα ποιότης οὔτε ποσότης συμβεβηκός ἐστιν, ἀλλʼ ἔστιν οὐσιῶδες ποσὸν καὶ ποιόν. καὶ ὅτι τὸ ἐν τοῖς σώμασιν αὐθυπόστατον καὶ ἡ ἁπλῶς οὐσία τὸ ἀόριστόν ἐστιν τριχῇ διαστατὸν ἔσχατον ὂν πάντων ὑποκείμενον. ζʹ. Ὅτι οὐδὲν κωλύει ὑποκείμενον εἶναι ἤτοι ὕλην τὸ τριχῇ διαστατόν, κἂν μὴ ἀνείδεον ὑπάρχῃ. καὶ ὅτι οὐδὲν τῶν ὄντων πάντῃ εἶναι ἀνείδεον ἐνδέχεται οὐδὲ αὐτὴν ἣν ὑποτίθενται ὕλην ἀσώματον, εἴπερ ὅλως τῶν ὄντων ἦν. καὶ ὅτι ἁπλούστατόν ἐστιν τὸ τριχῇ διαστατόν. ηʹ. Ἐπιχειρήματα πλείονα, ὅτι τῶν ἀδυνάτων ἐστὶν εἶναι τὴν μυθευομένην ἀσώματόν τε καὶ ἀνείδεον ὕλην. καὶ ὅτι, διʼ ὧν ἀνασκευάζεται λόγων ἡ ἀσώματος ὕλη, διὰ τῶν αὐτῶν δείκνυται πρῶτον εἶναι ὑποκείμενον καὶ ὕλη τὸ τριχῇ διαστατόν. ἐν ᾧ, πῶς τε ἀόριστον εἶναι λέγεται καθʼ αὑτὸ τὸ τριχῇ διαστατὸν καὶ κατὰ τί μέν ἐστιν ἀμετάβλητον, κατὰ τί δὲ οὐκ ἀμετάβλητον. θʹ. Ἔκθεσις τῆς ἐφόδου τοῦ προκειμένου ἑνδεκάτου ἐπιχειρήματος. καὶ τίσι μὲν τῶν ἐν τῷ προβλήματι συγχωρουμένων οὐδὲν τὴν ἀλήθειαν παραβλάπτουσιν, τίνα δὲ ἐλέγξαι προὐθέμεθα. ιʹ. Ἐπιχειρήματα πλείονα, ὅτι ἀδύνατον τὴν ὕλην, εἴπερ γίνοιτο, ἐξ ὕλης γίνεσθαι, εἴτε τὴν τινὰ ὕλην τις εἴτε τὴν ἁπλῶς βούλοιτο. αιʹ. Ὅτι, κἂν πάντα τὰ γινόμενα ὕλης δεῖται, ἵνα γένηται, διʼ αὐτὸ δὴ τοῦτο μάλιστα πᾶσά ἐστιν ἀνάγκη, εἴπερ ἡ ὕλη γίνοιτο, μὴ δεῖσθαι αὐτὴν ὕλης, ἵνα γένηται. βιʹ. Ὅτι οὐκ, ἐπειδὴ ἐν τῇ τῶν μερικῶν γενέσει καὶ φθορᾷ ἀμετάβλητον μένει τὸ ὑποκείμενον καὶ ἡ ὕλη, ἤδη διὰ τοῦτο ἀνάγκη καὶ ἁπλῶς ἀγένητον αὐτὴν εἶναι καὶ ἄφθαρτον. γιʹ. Ὅτι οὔτε ἀΐδιον εἶναι τὴν ὕλην καὶ ἄναρχον οὐδαμοῦ λέγει ὁ Πλάτων οὔτε, εἰ τοῦτο ἔλεγεν, εὔλογον ἦν διὰ τοῦτο καὶ τὴν περὶ τοῦ ἀΐδιον εἶναι τὸν κόσμον αὐτῷ περιτιθέναι ὑπόληψιν. διʹ. Ὅτι καὶ ἐν ἄλλοις ἐναργῶς τὰ μαχόμενα ὑπέθετο Πλάτων, ὧν ἐστιν τὸ καὶ τὴν γῆν ἀμετάβλητον εἶναι λέγειν καὶ τὰ σύνθετα σώματα ἐκ τῶν δʹ συγκεῖσθαι στοιχείων· ταῦτα γὰρ συναληθεύειν ἀδύνατον. ειʹ. Ὅτι οὐ τὸν κόσμον ἀΐδιον εἶναι κατὰ Πλάτωνα διὰ τὴν ὕλην ἀνάγκη, ἀλλὰ τοὐναντίον καὶ τὴν ὕλην διὰ τὸν κόσμον ἀρχὴν ἔχειν τοῦ εἶναι.

Λύσις τοῦ ἑνδεκάτου λόγου.

`408–410`

αʹ. Ἐπειδὴ τὸν περὶ τῆς ὕλης ἐνταῦθα κεκίνηκεν ἡμῖν ὁ φιλόσοφος λόγον καὶ ἐκ ταύτης ἀΐδιον εἶναι τὸν κόσμον κατασκευάζειν ἐπιχειρῶν, εὔλογον ἡγοῦμαι πρὸ τῆς τοῦ προκειμένου ἐπιχειρήματος ἐξετάσεως μικρόν τι παρεκβάντας διασκοπῆσαι, τίς ποτέ ἐστιν ἡ κοινῶς ἅπασι τοῖς φυσικοῖς ὑποκειμένη ὕλη, ὅπερ καὶ ἔμπροσθεν ποιήσειν ἐν τῷ προκειμένῳ κεφαλαίῳ γινόμενος ἐπηγγειλάμην. Πλάτων μὲν οὖν καὶ τῶν παλαιῶν οἱ διαφανέστατοι μάλιστα ἀσώματον εἶναι τὴν ὕλην καὶ ἀνείδεον ἀπεφήναντο· πολλοὶ δὲ αὐτὴν καὶ ἀΐδιον εἶναι ὑπέθεντο γενέσεως ἁπάσης καὶ φθορᾶς καὶ ὅλως μεταβολῆς ἐστερημένην. ταύτῃ δὴ τῇ ἀνειδέῳ τε καὶ ἀσωμάτῳ ὕλῃ τὸ ποσόν φασιν πρῶτον συνδυαζόμενον τὸ τριχῇ διαστατὸν ἀπεργάζεσθαι, ὅπερ ἐστὶν τὸ ἄποιόν τε καὶ ἁπλῶς λεγόμενον σῶμα. τούτου δὴ τοῦ ἁπλῶς σώματος διαφορὰν εἶναι πρώτην τὸ μέγα καὶ τὸ μικρὸν ὑποτίθενται· αὐτὸ μὲν γὰρ τὸ σῶμα καθʼ αὑτὸ μόναις ταῖς τρισὶ διαστάσεσιν ὁριζόμενον ὄγκον εἶναί τινα ἀόριστον, ὁρίζεσθαι δὲ τῇ τοῦ μικροῦ τε καὶ μεγάλου διαφορᾷ· ὥσπερ γὰρ ἡ τοῦ ζῴου φύσις τῷ ἐμψύχῳ τε καὶ αἰσθητικῷ ὁριζομένη αὐτὴ μὲν κατὰ τὸν ἴδιον τῆς φύσεως λόγον τῆς τοῦ λογικοῦ τε καὶ ἀλόγου διαφορᾶς ἐστιν ἑτέρα, ἐν ὑπάρξει μέντοι ἀδύνατόν ἐστιν ἄνευ τινὸς τῶν ἰδίων διαφορῶν θεωρηθῆναι τὸ ζῷον — οὐ γάρ εἰσιν αὐτὰ καθʼ αὑτὰ ἐν ὑποστάσει τὰ καθόλου γένη—λέγω δὴ τὰ φυσικά τε καὶ ἐν τοῖς πολλοῖς τὸ εἶναι ἔχοντα—, ἀλλὰ σύν τινι πάντως εἴδει θεωρεῖται· οὐ γὰρ ἔστιν ζῷον αὐτὸ καθʼ αὑτό, ὃ μὴ πάντως ἢ λογικόν ἐστιν ἢ ἄλογον. ἀλλʼ οὐδὲ ἄλογον ζῷον αὐτὸ καθʼ αὑτὸ ἐν ὑποστάσει εἶναι δύναται, ὃ μὴ πάντως ἢ ἵππος ἐστὶν ἢ κύων ἤ τι τῶν λοιπῶν, καὶ ἐπὶ πάντων ὁ αὐτὸς λόγος· καὶ γὰρ τῶν πρός τι ταῦτα· εἴτε γὰρ ἀναιρεθῇ τὸ γένος, συναναιρεῖται πάντως καὶ τὰ εἴδη, τῶν τε εἰδῶν τῶν ἀναιρουμένων καὶ τὸ γένος ἀνάγκη συναναιρεῖσθαι —, ὥσπερ οὖν τὸ ζῷον ἄνευ τινὸς τῶν οἰκείων διαφορῶν ἐν ὑπάρξει εἶναι ἀδύνατον, οὕτω δὴ καὶ ἡ ἁπλῶς τοῦ σώματος φύσις ὁρίζεται μέν, ὡς εἶπον, ταῖς τρισὶ διαστάσεσιν αὐτὴ καθʼ αὑτὴν ἑτέρα οὖσα τῆς τοῦ μικροῦ τε καὶ μεγάλου διαφορᾶς, ἐν ὑποστάσει μέντοι αὐτὴν εἶναι ἄνευ τινὸς τῶν διαφορῶν τούτων ἀδύνατον. τούτῳ δὴ λοιπὸν τῷ ἀποίῳ σώματι ἡ ποιότης ἐπιγινομένη τὴν τῶν στοιχείων ἀπεργάζεται φύσιν· θερμῆς μὲν γὰρ αὐτῷ καὶ ξηρᾶς ἐπιγινομένης ποιότητος τὸ πῦρ γίνεται, θερμῆς δὲ καὶ ὑγρᾶς ὁ ἀήρ, ὑγρᾶς δὲ καὶ ψυχρᾶς τὸ ὕδωρ, ψυχρᾶς δὲ καὶ ξηρᾶς ἡ γῆ, τῆς τοιαύτης τάξεως ἐν ὑποθέσει δηλονότι νοουμένης εἰς θεωρίαν τῆς τῶν πραγμάτων ὡς ἔχουσιν φύσεως· οὐδέποτε γὰρ γυμνὸν εἶναι τὸ ὑποκείμενον τῶν εἰδῶν ἢ τῶν ποιοτήτων ὑπονοεῖν εὔλογον· ἅμα γὰρ ὑπὸ θεοῦ εἰδοπεποιημένη ὕλη παράγεται, ἥτις ποτʼ ἂν εἴη· εἰ γὰρ τῶν πρός τι ἥ τε ὕλη καὶ τὸ εἶδος — εἴπερ ἡ μὲν ἕνεκά του, τὸ δὲ οὗ ἕνεκα, ὡς καὶ ὁ Πρόκλος ἐν τούτοις εἴρηκεν —, τὰ δὲ πρός τι συνεισάγει ἄλληλα καὶ συναναιρεῖ, οὔτε ἄρα τὴν ὕλην χωρὶς εἰδῶν εἶναι ἐνδέχεται οὔτε τὰ εἴδη χωρὶς ὕλης. ἐκ δὴ τῶν τεσσάρων στοιχείων συνιόντων λοιπὸν καὶ συντιθεμένων ἀλλήλοις τὰ σύνθετα γίνεται σώματα. πρώτην οὖν ὕλην καὶ ἁπλῶς εἶναι ὕλην φασὶν τὴν ἀσώματον ἐκείνην καὶ ἀνείδεον, δευτέρως δὲ τὸ τριχῇ διαστατόν τε καὶ ἄποιον σῶμα, ὃ καὶ δεύτερόν φασιν μετὰ τὴν ὕλην ὑποκείμενον, τρίτως δὲ καὶ προσεχέστερον τὰ τέσσαρα στοιχεῖα· οὐ γὰρ ἁπλῶς ὕλη ταῦτα, ἀλλὰ πρός τι· πρὸς γὰρ τὰ ἐξ αὐτῶν γενόμενα, ἐπεὶ καὶ τὰ ἐκ τούτων σύνθετα ὕλη πρὸς ἕτερα γίνεται, οἷον τὸ σπέρμα καὶ τὸ καταμήνιον ὕλη τοῦ ζῴου. οὕτω μὲν οὖν οἱ ἀπὸ Πυθαγόρου καὶ Πλάτωνος· τῶν δὲ ἀπὸ τῆς Στοᾶς οἱ πλεῖστοι πρὸς τῇ ὕλῃ τὸ τριχῇ διαστατὸν εἶναι ὑπέθεντο. τὰ μὲν οὖν περὶ τῆς ὕλης παρὰ τῶν εὐδοκίμων μάλιστα λεγόμενα ὡς συντόμως εἰπεῖν ταῦτά ἐστιν.

`411–412`

βʹ. Ὅτι δέ ἐστιν αὐτὸ τοῦτο ἕν τι καὶ κοινὸν πᾶσιν τοῖς φυσικοῖς εἴδεσιν ὑποκείμενόν τε καὶ ὕλη ἀμετάβλητον αὐτὸ ὂν καὶ ἀσώματον, τοιοῖσδε λόγοις κατασκευάζουσιν. πάντα τὰ φυσικὰ σώματα τά τε στοιχεῖα καὶ τὰ ἐκ τούτων συγκείμενα εἰς ἄλληλα ὁρῶμεν μεταβάλλοντα. ἀδύνατον δὲ ἦν πάντα μεταβάλλειν εἰς ἄλληλα μηδενὸς ἐν τοῖς μεταβάλλουσιν ἑνὸς καὶ τοῦ αὐτοῦ ἀμεταβλήτου ὑπομένοντος καὶ τῶν εἰδῶν, καθʼ ἃ ἡ μεταβολὴ γίνεται, παρὰ μέρος ἕκαστον δεχομένου. ὃ δὲ λέγω, διʼ ὑποδείγματος ποιήσω φανερόν. ἔστω τις χαλκοῦς ἀνδριὰς καὶ ἵππος εἰ βούλει καὶ κύων καὶ βοῦς καὶ ἁπλῶς εἰπεῖν ὅσα ἐκ χαλκοῦ γίνεσθαί ἐστιν δυνατόν. δῆλον δήπου παντί, ὡς τῶν εἰρημένων ἕκαστον εἰς ἅπαντα τὰ λοιπὰ μεταβάλλειν δύναται· ὁ γὰρ ἀνδριὰς ὁ χαλκοῦς μεταβάλλοι ἂν ὑπὸ τοῦ τεχνίτου μεταπλαττόμενος εἰς χαλκοῦν ἵππον καὶ κύνα καὶ τὰ λοιπά, ὁμοίως δὲ καὶ τῶν ἄλλων ἕκαστον εἰς τὰ λοιπὰ πάντα μετασκευασθῆναι δύναται· οὐκ ἂν δέ ποτε μεταβάλλοι ὁ χαλκοῦς ἀνδριὰς εἰς ξύλινον ἵππον ἢ εἰς ἄλλο τι τῶν μὴ ὁμοΰλων, οἷον εἰς οἰκίαν ἢ ναῦν ἢ ἱμάτιον· τίνος ἕνεκα; ὅτι τοῖς μὲν προειρημένοις μία τις ἡ τοῦ χαλκοῦ ὕλη ὑπόκειται, τῷ δὲ χαλκῷ ἀνδριάντι καὶ τῇ οἰκίᾳ καὶ τῇ νηὶ οὐκέτι ἡ αὐτὴ ὑποβέβληται ὕλη· μεταβάλοι γὰρ ἂν ἡ ναῦς εἰς κλίνην καὶ θύραν καὶ ὅσα ἐκ ξύλων συνέστηκεν καὶ ἡ οἰκία εἰς θέατρον εἰ τύχοι καὶ ὅσα ἐκ λίθων γίνεται διὰ τὸ μένειν τὸ ὑποκείμενον καὶ τὴν ὕλην ἀμετάβλητον κοινὴν οὖσαν τῶν εἰρημένων πάντων, κλίνης μὲν εἰ τύχοι καὶ πλοίου τὰ ξύλα, θεάτρου δὲ καὶ οἴκου τοὺς λίθους· οὐκέτι μέντοι εἰς ἱμάτιον μεταβάλλειν τὴν οἰκίαν ἐνδέχεται· ἡ γὰρ ὕλη τῆς τε οἰκίας καὶ τοῦ ἱματίου διάφορος. οὐδὲν ἄρα μεταβάλλειν εἰς ἕτερόν τι δυνήσεται μὴ μιᾶς καὶ τῆς αὐτῆς ἀμφοῖν ὑποκειμένης ὕλης. ὥσπερ οὖν ἐνταῦθα ἐπὶ τῶν τεχνητῶν, ὅσα μὲν ὁμόυλά ἐστιν, οἷον τὰ ἐκ χαλκοῦ δημιουργήματα, διὰ τὸ μίαν καὶ τὴν αὐτὴν τοῦ χαλκοῦ ὕλην αὐτοῖς ὑποκεῖσθαι ἅπαντα μεταβάλλειν εἰς ἄλληλα δύναται αὐτοῦ τοῦ χαλκοῦ ἐν τῇ μεταβολῇ τῇ ἐκείνων ἀμεταβλήτου μένοντος κατὰ τὸν ἴδιον τῆς φύσεως λόγον, τὰ δὲ μὴ ὁμόυλα εἰς ἄλληλα μεταβάλλειν οὐ δύναται, οὕτω δήπουθεν, εἰ μὴ μία τις ἅπασιν τοῖς φυσικοῖς σώμασιν ὕλη ὑπέκειτο ἀμετάβλητος αὐτὴ ὑπομένουσα, οὐκ ἂν ἅπαντα τὰ φυσικὰ σώματα μεταβάλλει εἰς ἄλληλα. μίαν ἄρα καὶ κοινὴν εἶναι πάντων τῶν φυσικῶν σωμάτων τὴν ὕλην ἀνάγκη. καὶ ὥσπερ ὁ χαλκὸς αὐτὸς καθʼ αὑτὸν ἀσχημάτιστός ἐστιν μηδὲν σχῆμα τῶν, ὅσα δέχεται, συμπληρωτικὸν τῆς ἰδίας ἔχων φύσεως, οὕτω δὴ καὶ τὴν κοινῶς πᾶσι τοῖς φυσικοῖς σώμασιν ὑποκειμένην ὕλην ἑτέραν εἶναι πάντων τῶν φυσικῶν εἰδῶν, ὧν δεκτική ἐστιν, ἀνάγκη· ὃ δὲ παντὸς εἴδους ἐστὶν ἕτερον, τοῦτο ἀνείδεον εἶναι ἀνάγκη· ὥστε καὶ ἀνείδεον εἶναι τὴν κοινὴν πάντων ὕλην ἐκ τῶν εἰρημένων δέδεικται. δεῖ δὲ καὶ ἀμετάβλητον αὐτὴν εἶναι, ὡς εἴρηται, ἵνα ἔχῃ τὰ μεταβάλλοντα περὶ τὶ τὸ αὐτὸ μένον τὴν εἰς ἄλληλα μεταβολὴν ποιεῖσθαι· εἰ γὰρ μηδὲν ὑπέμενεν ἐν τῇ εἰς ἄλληλα τῶν σωμάτων μεταβολῇ ἀμετάβλητον, παντὸς τοῦ μεταβάλλοντος καθʼ ὅλον αὐτὸ εἰς τὸ μὴ ὂν φθειρομένου οὐδὲν ἂν τῶν ὄντων εἰς ἕτερόν τι μετέβαλεν. οἱ μὲν οὖν λόγοι, διʼ ὧν κατασκευάζουσιν μίαν τινὰ καὶ κοινὴν τοῖς φυσικοῖς σώμασιν ὕλην ὑποκεῖσθαι καὶ ταύτην ἀνείδεόν τε εἶναι καὶ ἀμετάβλητον, οὗτοί εἰσιν.

`413–415`

γʹ. Τάχα δʼ ἄν τις ἐξ αὐτῶν τούτων τῶν λόγων ὀρόμενος τὸ μὴ εἶναι τὴν πρώτην ὕλην ἀσώματόν τε καὶ ἀνείδεον ἀποδείξειεν. ἐν γὰρ τῇ τῶν σωμάτων εἰς ἄλληλα μεταβολῇ τὸ τριχῇ διαστατὸν ἀμετάβλητον ὑπομένον ὁρᾶται· τὸ γὰρ ὕδωρ εἰς ἀέρα μεταβάλλον οὐχ, ᾗ σῶμά ἐστιν, μεταβάλλει· μένει γὰρ τὸ τριχῇ διαστατὸν τὸ τῷ ὕδατι ὑποκείμενον, ᾗ τοιοῦτόν ἐστιν, ἀμετάβλητον καὶ μεταβάλλοντος εἰς ἀέρα τοῦ ὕδατος· οὔτε γὰρ ἐκ μὴ τριχῇ διαστατοῦ τὸ τριχῇ διαστατὸν ὁρῶμεν γινόμενον οὔτε ἐκ τριχῇ διαστατοῦ μὴ τριχῇ διαστατόν· οὔτε γὰρ σῶμά ποτε μεταβάλλον ἀσώματον γέγονεν οὔτʼ αὖ πάλιν ἀσώματόν τι πρότερον ὂν γέγονεν σῶμα· ὥστε τὸ τριχῇ διαστατὸν καὶ ὅλως τὸ σῶμα, ᾗ σῶμά ἐστιν, ἀμετάβλητόν ἐστιν. εἰ μὲν οὖν δεικνύειν ἔχει τις, ὡς ἐκ τοῦ τριχῇ διαστατοῦ — τουτέστιν ἐκ τοῦ ἁπλῶς σώματος — εἰς τὸ μὴ τριχῇ διαστατὸν — τουτέστιν εἰς τὸ ἁπλῶς μὴ σῶμα — μεταβολή ποτε γίνεται, συγχωρήσωμεν εἶναί τι καὶ τῷ τριχῇ διαστατῷ ὑποκείμενον, περὶ ὃ ὑποκείμενον ἀμετάβλητον ἡ τοῦ τριχῇ διαστατοῦ — τουτέστιν τοῦ ἀποίου σώματος — εἰς τὸ μὴ τοιοῦτο μεταβολὴ γίνεται. καὶ τοῦτο δηλονότι ἀσώματόν ἐστιν· τὸ γὰρ ὑποκείμενόν τινι ἕτερόν ἐστιν τούτου, ᾧ ὑπόκειται, ὡς ὁ χαλκὸς τοῦ ποιοῦ σχήματός ἐστιν ἕτερος. οὐκοῦν καὶ τὸ τῷ τριχῇ διαστατῷ, τουτέστιν τῷ σώματι, ᾗ σῶμά ἐστιν, ὑποκείμενον οὐκ ἔσται σῶμα ἀλλʼ ἀσώματον. εἰ δὲ μήτε ἐκ σώματός ποτε εἰς τὸ μὴ εἶναί τι σῶμα μεταβέβληκεν μήτε ἐκ μὴ σώματος σῶμα γέγονεν — οὐδὲν γὰρ πώποτε μὴ ὂν τριχῇ διαστατὸν γέγονε τριχῇ διαστατὸν οὔτʼ αὖ πάλιν τριχῇ διαστατὸν ὂν εἰς τὸ μὴ εἶναι τριχῇ διαστατὸν μεταβέβληκεν, ἀλλὰ τὸ τριχῇ διαστατὸν καὶ ὅλως τὸ σῶμα, ᾗ σῶμά ἐστιν, ἀμετάβλητον ὑπομένει ἐν τῇ τῶν στοιχείων εἰς ἄλληλα μεταβολῇ —, τίς ἔτι λόγος ὑπολείπεται δεικνύς, ὡς τῷ τριχῇ διαστατῷ ἀσώματός τις ὕλη ὑπόκειται; ἐκ γὰρ τῆς τῶν πεποιωμένων σωμάτων μεταβολῆς τὸ δεῖν αὐτοῖς ὑποκεῖσθαί τι ἀμετάβλητον ἕτερον ὂν παρʼ αὐτὰ ἀπεδείκνυτο. τοῦ οὖν τριχῇ διαστατοῦ, τουτέστιν τοῦ ἀποίου σώματος, ᾗ σῶμά ἐστιν, μὴ μεταβάλλοντος, ἀλλʼ ἢ καθὸ πεποίωται ἢ κατὰ μέγεθος ἢ σμικρότητα πάσης σωμάτων μεταβολῆς γινομένης, τίς ἔτι λείπεται ἀνάγκη, διʼ ἧς ἄν τις συλλογίσαιτο τὸ καὶ τῷ τριχῇ διαστατῷ ἕτερόν τι ὑποκεῖσθαι ἀσώματον καὶ μὴ αὐτὸ εἶναι τὸ πρῶτον πάντων ὑποκείμενον καὶ τὴν ἁπλῶς ὕλην, ὡς καὶ τοῖς Στωικοῖς καλῶς ἔδοξεν; ἁπλῶς δὲ λέγω ὕλην καὶ ἁπλῶς σῶμα οὐ τὸ καθόλου καὶ οἱονεὶ γεγονὸς καὶ ἐν τῇ ἡμετέρᾳ μόνῃ ἐπινοίᾳ καὶ τῷ λόγῳ θεωρούμενον ἀλλὰ τὸ ἐν ὑπάρξει καὶ μέρος ἤδη τοῦ συνθέτου ἤγουν στοιχεῖον γενόμενον, τῷ μέντοι οἰκείῳ λόγῳ πάσης ἐστερημένον ποιότητος, ὧν παρὰ μέρος ἐστὶν δεκτικόν. τοῦτο οὖν λέγω ἁπλῶς σῶμα τὸ ταῖς τρισὶ διαστάσεσιν ὁριζόμενον, διότι οὔτε θερμόν ἐστιν αὐτὸ καθʼ αὑτὸ οὔτε ψυχρὸν οὔτε βαρὺ οὔτε κοῦφον οὔτε τινὰ τῶν τοιούτων προσδιορισμῶν κατὰ τὸν ἴδιον αὐτοῦ τῆς φύσεως ἐπιδέχεται λόγον, ὡς λέγεσθαι βαρὺ σῶμα ἢ θερμὸν σῶμα. οὕτως οὖν μοι πανταχοῦ τὸ ἁπλῶς σῶμα νοείσθω. εἰ τοίνυν τὸ τοιοῦτο σῶμα τῶν στοιχείων φθειρομένων ἀμετάβλητον ὑπομένον ὁρῶμεν, ἔοικεν τοῦτʼ εἶναι τὸ πρῶτον ἑκάστου τῶν φυσικῶν ὑποκείμενον καὶ ἡ πρώτη ὕλη· οὐ γάρ, ἐπειδὴ τῶν πεποιωμένων σωμάτων ἕκαστον ἐξ ὑποκειμένου καὶ εἴδους σύγκειται, ἤδη διὰ τοῦτο καὶ τὸ ἄποιον σῶμα τὸ τοῖς πεποιωμένοις, καθὸ πεποιωμένα ἐστίν, ὑποκείμενον σύνθετον εἶναι ἐξ ὑποκειμένου καὶ εἴδους ἀνάγκη· οὐδὲ γὰρ τῶν πεποιωμένων σωμάτων ἕκαστον, ᾗ σῶμά ἐστιν, ἐξ ὑποκειμένου ἐστὶν καὶ εἴδους, ἀλλʼ ᾗ τοιόνδε σῶμά ἐστιν καὶ πεποίωται, θερμὸν εἰ τύχοι ἢ ψυχρόν, βαρὺ ἢ κοῦφον· τούτοις γὰρ ἅπασιν τὸ ἄποιον ὑπόκειται σῶμα. ἔστιν οὖν τῶν πεποιωμένων σωμάτων ἕκαστον ἐξ ὑποκειμένου μὲν τοῦ τριχῇ διαστατοῦ, τουτέστιν τοῦ ἀποίου σώματος, εἴδους δὲ τοῦ πυρίου τυχὸν ἢ ἀερίου ἤ τινος ἄλλου. ὡς οὖν τὸ εἶδος οὐκ ἐξ ὑποκειμένου καὶ εἴδους σύγκειται, οὕτως οὐδὲ τὸ ἁπλῶς σῶμα τὸ πᾶσιν τοῖς φυσικοῖς εἴδεσιν ὑποκείμενον ἐξ ὑποκειμένου καὶ εἴδους σύνθετον ἔσται, ἀλλʼ ἔστιν αὐτὸ ὑποκείμενον πᾶσιν καὶ ἁπλοῦν.

`416–421`

δʹ. Σαφὲς μὲν οὖν ἐξ αὐτῆς οἶμαι τῆς τῶν πραγμάτων ἐναργείας εἶναι, ὡς οὐδεμίαν ἐν τῇ τῶν πραγμάτων εἰς ἄλληλα μεταβολῇ τὸ σῶμα, ᾗ σῶμά ἐστιν, τροπὴν ἢ ἀλλοίωσιν ὑπομένει, τουτέστιν τὸ εἶναι σῶμα ἕσταται· τοῦτο γάρ ἐστιν τὸ ᾗ σῶμά ἐστιν μεταβάλλειν. ἐπειδὴ δέ τινες πειρῶνται κατασκευάζειν, ὡς ὅτι καὶ τὸ σῶμα, ᾗ σῶμά ἐστιν, μεταβάλλει — τουτέστιν τὸ τριχῇ διαστατόν, ᾗ τοιοῦτόν ἐστιν —, ἵνʼ οὕτως, ὡς οἴονται, δείξωσιν, ὅτι καὶ τῷ σώματι ἀσώματός τις ὕλη ὑπόκειται, ἀναγκαῖον οἶμαι καὶ τούτων τοὺς λόγους ἐκθέμενον ἐπισκέψασθαι. φασὶ γάρ, ὡς τοῦ αὐτοῦ ὑποκειμένου μένοντος μήτε προσθέσεως γενομένης μήτʼ ἀφαιρέσεως ἐξ ἐλαττόνων τὰ σώματα μείζονα γίνεται καὶ ἐκ μειζόνων πάλιν εἰς ἐλάττονα ὄγκον συστέλλεται. οἱ γοῦν γλεύκους μεμεστωμένοι πίθοι τε καὶ ἀσκοὶ ῥήγνυνται, εἰ πλήρεις ὄντες μὴ διαπνέωνται· τοῦ γὰρ γλεύκους εἰς πνεῦμα μεταβάλλοντος καὶ τοῦ πνεύματος μείζονα ὄγκον ἔχοντος τῆς εἰς αὐτὸ μεταβληθείσης τοῦ γλεύκους οὐσίας καὶ τοῦ τόπου, ἐν ᾧ ἦν τὸ γλεῦκος, πρὶν μεταβάλλῃ, μὴ οἵου τε ὄντος μείζονα χωρῆσαι σώματος ὄγκον μήτε δὲ διέξοδον ἐπὶ τὸν ἀέρα τοῦ πνεύματος ἔχοντος ἀμέτρως ὑπὸ τοῦ μεγέθους τοῦ πνεύματος διατεινόμενοι οἵ τε ἀσκοὶ καὶ οἱ πίθοι ῥήγνυνται, ὅπερ συμβαίνει καὶ ἐν τοῖς ὑπεράγαν ναττομένοις σάκκοις ἢ τοιούτοις τισὶν γίνεσθαι· οὐ γὰρ τὸ πνεῦμα ἁπλῶς τῆς ῥήξεώς ἐστιν αἴτιον — οὐδὲ γὰρ οἱ φυσώμενοι τῶν ἀσκῶν πλήρεις ὄντες πνεύματος ῥήγνυνται — ἀλλʼ ἡ εἰς μείζονα ὄγκον τοῦ γλεύκους μεταβολή. ἔτι δὲ ἐναργεστέραν ἄν τις κατίδοι τὴν ἐκ τοῦ ἐλάττονος σώματος εἰς τὸ μεῖζον μεταβολὴν καὶ αὐτῇ τῇ αἰσθήσει ὑποπίπτουσαν ἐπί τε τῶν ἐξατμιζομένων ὑδάτων — ὀλίγου γὰρ δαπανωμένου ὕδατος πολλή τις ἀτμὶς γινομένη φαίνεται —, ἔτι δὲ καὶ ἐπὶ τῶν καιομένων ξύλων — ἐλαχίστης γὰρ τῇ καύσει τῶν ξύλων μεταβαλλούσης οὐσίας πολύς τις καὶ ἐπιπολὺ διήκων ὁ καπνὸς ἀναφαίνεται· καὶ ἐσθιόντων δὲ ἡμῶν παραυτὰ μὲν πολλάκις οὐδεὶς περὶ τὴν γαστέρα γίνεται ὄγκος, ἐπειδὰν δὲ ἐκπνευματωθῇ τὰ σιτία, ἅτε δὴ εἰς μείζονα μεταβάλλοντα ὄγκον καὶ μείζονος τόπου δεόμενα διάτασιν περὶ τὴν γαστέρα ἐργάζεται. πάλιν δʼ αὖ καὶ ἐκ μείζονος ὄγκου εἰς ἐλάττονα μεταβάλλει τὰ σώματα, ὅταν τὰ κουφότερα εἰς τὰ βαρύτερα μεταβάλλῃ· πολὺς γὰρ ἀὴρ πυκνούμενος εἰς ἐλάχιστον ὕδατος μεταπίπτει ὄγκον· ὡς γὰρ τὸ βραχὺ ὕδωρ εἰς πολὺν ἀέρα μεταβάλλον ὁρᾶται, οὕτως ἀνάγκη καὶ πολύν τινα ἀέρος ὄγκον εἰς ἑαυτὸν συμπιλούμενόν τε καὶ συνιζάνοντα εἰς ἔλαττον μέγεθος ὕδατος μεταβάλλειν. εἰ δὲ μήτε προσθέσεως γινομένης ἐκ μικροῦ τι γίγνεται μέγα μήτε δʼ αὖ ἀφαιρέσεως ἐκ μεγάλου μικρόν, ἔοικεν ἄρα καὶ τὸ τριχῇ διαστατὸν γίγνεσθαί τε καὶ φθείρεσθαι· εἰ δὲ τοῦτο, καὶ ὑποκεῖσθαι αὐτῷ τὴν ἀσώματον ὕλην ἀνάγκη διὰ τὸ τὰ μεταβάλλοντα πάντα ἐν κοινῷ τινι ὑποκειμένῳ μεταβάλλειν, ὡς δέδεικται. ταῦτα μὲν οὖν εἴποι ἄν τις εἰς συνηγορίαν τοῦ καὶ τῷ τριχῇ διαστατῷ τὴν ἀσώματον ὑποκεῖσθαι ὕλην καὶ μὴ εἶναι αὐτὸ τὴν πρώτην τῶν σωμάτων ὕλην. ἀλλʼ ἡμεῖς ἤδη δυνάμει καὶ τὴν ἀπορίαν ταύτην ἐπελυσάμεθα· εἴπομεν γάρ, ὡς τὸ μικρὸν καὶ τὸ μέγα πρώτη διαφορά ἐστιν σώματος. ὥσπερ οὖν οὔτε ἡ ἐκ βαρέος εἰς τὸ κοῦφον μεταβολὴ οὔτε ἡ ἐκ θερμοῦ εἰς ψυχρὸν τοῦ σώματος, ᾗ σῶμά ἐστιν, μεταβολὴν ἐργάζεται, οὕτως οὐδὲ ἡ ἐκ μικροῦ εἰς μέγα οὐδὲ ἡ ἐκ μεγάλου εἰς μικρὸν γένεσίς ἐστιν ἢ φθορὰ σώματος, ᾗ σῶμά ἐστιν, ἐπεὶ οὐδὲ ἡ αὔξησις ἐκ μὴ σώματος σῶμα ἐργάζεται, ἀλλὰ τῆς τοῦ σώματος φύσεως, ᾗ σῶμά ἐστιν, ἀμεταβλήτου μενούσης τῷ ποσῷ μόνον ἡ κατὰ τὴν αὔξησιν μεταβολὴ προστίθησιν. τῷ αὐτῷ δὴ οὖν τρόπῳ κἂν φθειρόμενον τὸ ὕδωρ εἰς μείζονα μεταβάλλῃ ὄγκον ἀὴρ γινόμενον, καθὸ μὲν ἐξ ὕδατος ἀὴρ γέγονεν, φθορὰ μέν ἐστιν ὕδατος, ἀέρος δὲ γένεσις, καθὸ δὲ οὔτε ἐξ ἀσωμάτου σῶμα γέγονεν οὔτε ἐκ σώματος ἀσώματον, ἀλλʼ ὁ τοῦ σώματος λόγος ἀπαθὴς ἔμεινε καὶ πρὸ τῆς φθορᾶς τοῦ ὕδατος καὶ ἐν τῇ φθορᾷ καὶ μετὰ τὴν φθοράν, παντὶ δῆλον, ὡς τὸ σῶμα, ᾗ σῶμά ἐστιν, οὔτε ἔφθαρται οὔτε γέγονεν ἀλλὰ κατὰ μόνον τὸ ποσὸν μεταβέβληκεν ἐκ μικροῦ μεῖζον γενόμενον, ὥσπερ καὶ κατὰ τὸ ποιὸν ἐκ ψυχροῦ τε θερμὸν καὶ ἐκ βαρέος κοῦφον· πᾶσα γὰρ μεταβολὴ ἔκστασίς ἐστιν τοῦ, καθʼ ὃ γίνεται· τὸ γὰρ λευκόν, εἰ καθὸ λευκόν ἐστιν μεταβάλοι, καὶ τοῦ εἶναι λευκὸν πάντως ἐξίσταται, καὶ τὸ ζῷον, εἰ καθὸ ζῷόν ἐστιν μεταβάλοι, ἐξίσταται τοῦ εἶναι ζῷον, καὶ ἐπὶ πάντων ὁ αὐτὸς λόγος· ἐκστατικὸν γάρ τι χρῆμα πᾶσα μεταβολὴ τυγχάνει ὂν τούτου, καθʼ ὃ γίνεται. οὐκοῦν, εἰ καὶ τὸ σῶμα, καθὸ σῶμά ἐστιν, μεταβάλλει, ἐκσταίη ἂν τοῦ εἶναι σῶμα. ὥστε καὶ ἡ ἐκ μικροῦ εἰς μέγα μεταβολὴ ἢ ἔμπαλιν ἡ ἐκ μεγάλου εἰς μικρὸν εἰ σώματος, ᾗ σῶμά ἐστιν, μεταβολὴ ὑπῆρχεν, οὐκέτʼ ἂν ἦν σῶμα τὸ ἐκ μικροῦ μέγα γιγνόμενον ἢ ἐκ μεγάλου μικρόν. ἀλλʼ οὐδεμία μεταβολὴ ἐκ μὴ σώματος σῶμα ποιεῖ τὸ μεταβάλλον ἢ ἐκ σώματος οὐ σῶμα· οὐδεμίαν ἄρα μεταβολὴν ἐν τοῖς μεταβάλλουσιν ἡ τοῦ σώματος, ᾗ σῶμά ἐστιν, ὑπομένει οὐσία· εἰ γὰρ ὁρίζεται τὸ σῶμα ἐν τῷ τριχῇ εἶναι διαστατόν, μετέβαλλεν δὲ τὸ σῶμα, ᾗ σῶμά ἐστιν, μετέβαλλεν ἂν τὸ τριχῇ διαστατόν, ᾗ τοιοῦτόν ἐστιν· οὐκέτι οὖν τριχῇ διαστατὸν ἔμενεν, ἀλλʼ ἢ πάσας ἢ τινὰς τῶν διαστάσεων ἔφθειρεν. εἰ οὖν ἐν πάσῃ μεταβολῇ τὸ τριχῇ διαστατὸν — ταὐτὸν δʼ εἰπεῖν τὸ σῶμα — ὡσαύτως ἔχον μένει οὐδεμίαν ἀλλοίωσιν, ᾗ τοιοῦτόν ἐστιν, ὑπομένον, δηλονότι πάντῃ ἐστὶν ἀμετάβλητον. ἡ δὲ τοῦ μικροῦ καὶ μεγάλου μεταβολὴ κατὰ ποσὸν τοῦ σώματός ἐστιν μεταβολή, ὥσπερ οὖν καὶ ἡ ἐκ θερμοῦ εἰς ψυχρὸν καὶ ἡ ἐξ ὑγροῦ εἰς ξηρὸν ἢ ἔμπαλιν κατὰ τὸ ποιόν ἐστιν τοῦ σώματος μεταβολή. ὡς οὖν ἡ κατὰ ταῦτα μεταβολὴ — τουτέστιν κατὰ τὸ ποιόν — οὐ τοῦ ἁπλῶς σώματος, ᾗ τοιοῦτόν ἐστιν, μεταβολὴν ποιεῖται, οὕτως οὐδὲ ἡ κατὰ τὸ μέγα καὶ τὸ μικρὸν μεταβολὴ — τουτέστιν ἡ κατὰ ποσόν — σώματος, ᾗ σῶμά ἐστιν, μεταβολὴν ἐργάζεται· ἐκτείνει γὰρ μόνον ἢ συστέλλει τὰς τοῦ σώματος διαστάσεις, οὐ μὴν φθορὰν ἢ γένεσιν ἐργάζεται σώματος, ᾗ σῶμά ἐστιν. καὶ ἄλλως· τὸ μέγα καὶ τὸ μικρόν, ᾗ τοιοῦτόν ἐστιν, τοῦ τριχῇ διαστατοῦ ἐστιν ἕτερον. ὅτι γὰρ οὐ ταὐτόν ἐστιν τὸ μεγάλῳ εἶναί τινι ἢ μικρῷ καὶ τριχῇ διαστατῷ εἶναι, δῆλον ἐντεῦθεν. τὸ μέγα καὶ τὸ μικρὸν τῶν πρός τί ἐστιν· οὐδὲν γάρ ἐστιν αὐτὸ καθʼ αὑτὸ μέγα τι ἢ μικρόν, ἀλλὰ πρὸς ἄλλου παράθεσιν μέγα τι εἶναι καὶ μικρὸν λέγεται. ὅθεν ἐνδέχεται τὸ αὐτὸ καὶ μέγα εἶναι καὶ μικρὸν πρὸς ἄλλο καὶ ἄλλο συγκρινόμενον· τὸν γὰρ κύαμον εἰ τύχοι μέγαν μὲν ἐρεῖς πρὸς σίνηπι συγκρίνων, μικρὸν δὲ πρὸς μῆλον· ἀλλὰ καὶ ὁ Ὄλυμπος τὸ ὄρος μέγας μὲν ὡς πρὸς τὸν Ὑμηττόν, μικρὸς δὲ ὡς πρὸς πᾶσαν τὴν γῆν· καὶ αὐτὴ ἡ γῆ ὡς πρὸς τὸν ὅλον κόσμον μικρά ἐστιν καὶ σχεδὸν τὸ μηδέν, εἴπερ σημείου καὶ κέντρου λόγον ἐπέχει πρὸς τὸ πᾶν. τὸ δὲ τριχῇ διαστατόν, ᾗ τοιοῦτόν ἐστιν, οὐκ ἔστιν τῶν πρός τι· οὐδὲ γὰρ ἐν τῇ πρὸς ἄλλα παραθέσει τριχῇ διαστατά ἐστιν τὰ σώματα, ἀλλʼ αὐτὸ ἐφʼ ἑαυτοῦ ἀπολελυμένως ἕκαστον. εἰ οὖν τὸ μὲν μέγα καὶ τὸ μικρὸν τῶν πρός τί ἐστιν, οὐδὲν δὲ τριχῇ διαστατόν, ᾗ τοιοῦτόν ἐστιν, τῶν πρός τί ἐστιν, οὐκ ἄρα ταὐτόν ἐστιν μεγάλῳ εἶναι ἢ μικρῷ καὶ τριχῇ διαστατῷ εἶναι ἤ, εἰ ταὐτὸν ἦν τὸ μεγάλῳ εἶναί τινι καὶ τριχῇ διαστατῷ εἶναι, οὐδέν, ὃ μὴ ἦν μέγα, τριχῇ διαστατὸν ὑπῆρχεν. πάλιν εἰ ταὐτὸν ἦν τὸ μικρῷ τε εἶναι καὶ τριχῇ διαστατῷ, οὐδὲν μὴ μικρὸν ὑπάρχον τριχῇ διαστατὸν ἦν. εἰ οὖν ἐνδέχεται καὶ μὴ εἶναί τι μέγα καὶ τριχῇ διαστατὸν εἶναι, ὁμοίως μὴ εἶναί τι μικρὸν καὶ τριχῇ διαστατὸν εἶναι, τὸ ἄρα τριχῇ διαστατόν, ᾗ τοιοῦτόν ἐστιν, τοῦ μεγάλου καὶ τοῦ μικροῦ ἐστιν ἕτερον. ἔτι τὸ μέγα καὶ τὸ μικρὸν ἐπιπλέον ἐστὶν τοῦ τριχῇ διαστατοῦ· καὶ γὰρ γραμμὴ καὶ ἐπιφάνεια μεγάλη εἶναι λέγεται καὶ μικρά, ὧν ἡ μὲν διχῇ διαστατόν ἐστιν, ἡ ἐπιφάνεια, ἡ δὲ γραμμὴ ἐφʼ ἓν διαστατόν. εἰ οὖν τὸ μὲν μέγα καὶ τὸ μικρὸν καὶ ἐν γραμμῇ ὑπάρχει καὶ ἐν ἐπιφανείᾳ, οὐδὲν δὲ τριχῇ διαστατὸν γραμμή ἐστιν ἢ ἐπιφάνεια, οὐδὲν ἄρα τριχῇ διαστατόν, ᾗ τοιοῦτόν ἐστιν, μέγα ἐστὶν ἢ μικρόν. ἔτι εἰ τὸ μέγα καὶ τὸ μικρὸν ἀλλήλων διαφέρει, ᾗ τοιοῦτόν ἐστιν ἑκάτερον, οὐδὲν δὲ τριχῇ διαστατὸν οὐδενὸς τριχῇ διαστατοῦ, ᾗ τοιοῦτόν ἐστιν, διαφέρει, οὐδὲν ἄρα τριχῇ διαστατόν, ᾗ τοιοῦτόν ἐστιν, τῷ μεγάλῳ καὶ τῷ μικρῷ ταὐτόν ἐστιν. εἰ οὖν μηδενὶ ταὐτόν ἐστιν μεγάλῳ εἶναι ἢ μικρῷ καὶ τριχῇ διαστατῷ εἶναι, οὐκ ἄρα ἡ ἐκ μικροῦ εἰς μέγα μεταβολὴ ἢ πάλιν ἐκ μεγάλου εἰς μικρὸν τοῦ τριχῇ διαστατοῦ, ᾗ τοιοῦτον ὑπάρχει, μεταβολὴν ποιεῖται· οὐδὲν γὰρ οὔτε μᾶλλον οὔτε ἧττον ἔμεινεν τριχῇ τε διαστατὸν καὶ σῶμα τὸ ἐκ μεγάλου μικρὸν γενόμενον ἢ ἔμπαλιν, καὶ πρὶν μεταβάλῃ καὶ μεταβεβληκός. ὥστε τὸ σῶμα, ᾗ σῶμά ἐστιν, ἀμετάβλητον ἔμεινεν ἐν τῇ τοῦ μεγάλου καὶ μικροῦ μεταβολῇ, ὥσπερ οὖν καὶ ἐν τῇ κατὰ τὰς ποιότητας ἀλλοιώσει οὐδεμίαν τροπὴν κατὰ τὸν τοῦ σώματος λόγον τὸ μεταβάλλον ὑπομένει, ὡς πολλάκις εἴρηται.

`422–424`

εʹ. Ἴσως δὲ πάλιν καὶ τοῦτο ἀπορήσειεν, ὡς διακεκριμέναι εἰσὶν ἀπʼ ἀλλήλων αἱ δέκα κατηγορίαι καὶ τῆς οὐσίας τὸ ποσόν ἐστιν ἕτερον, τὸ δὲ τριχῇ διαστατὸν αὐτὸ καθʼ αὑτὸ τοῦ ποσοῦ ἐστιν, τὸ δὲ σῶμα οὐσία ἐστίν· ὥστε οὐκ ἂν εἴη αὐτὸ καθʼ αὑτὸ τὸ τριχῇ διαστατὸν σῶμα, ἐπεὶ μηδὲ οὐσία ἐστίν, ἀλλὰ ποσόν. εἰ οὖν τὸ σῶμα, ᾗ σῶμά ἐστιν, οὐσία ἐστίν, πᾶν δὲ σῶμα τριχῇ ἐστιν διαστατὸν καὶ εἰδοποιεῖται τούτῳ, ἀνάγκη ἄρα εἶναί τι τῷ τριχῇ διαστατῷ ὑποκείμενον, ἐν ᾧ γινόμενον τὴν τοῦ σώματος ἀποτελεῖ φύσιν. σύνθετος ἄρα ἔσται ἡ τοῦ σώματος φύσις ἔκ τε ὑποκειμένου τῆς ὕλης καὶ ἐκ τοῦ ταύτην εἰδοποιοῦντος τριχῇ διαστατοῦ, ὥστε τὸ συναμφότερον τὴν τοῦ σώματος εἶναι οὐσίαν. οὐκ ἄρα ἁπλοῦν ἐστιν τὸ σῶμα καὶ ὑποβάθρα πάντων, ἀλλὰ καὶ τούτῳ τις ἀσώματος ὕλη ὑπόκειται. ἀλλʼ εἴπερ τὸ τριχῇ διαστατὸν διὰ τὸ ποσὸν εἶναι συμβεβηκός ἐστιν, καὶ ἡ ἐν τῷ πυρὶ ἄρα θερμότης καὶ ξηρότης ποιότητες οὖσαι συμβεβηκότα ἔσονται, ὁμοίως δὲ καὶ ἡ ἐν ὕδατι ψῦξις ἥ τε βαρύτης καὶ κουφότης ἡ ἐν τοῖς σώμασιν καὶ τὰ τούτοις παραπλήσια. οὐκοῦν συμβήσεται ὅσον ἐπὶ τῷ λόγῳ τούτῳ πᾶσαν τὴν σωματικὴν οὐσίαν ἐξ ὕλης καὶ συμβεβηκότων συγκεῖσθαι· ὥστε στοιχεῖα τῆς σωματικῆς οὐσίας ἡ ὕλη ἔσονται καὶ τὰ συμβεβηκότα· καὶ ἐπειδὴ τὰ στοιχεῖα πρῶτά ἐστιν τῇ φύσει τῶν ἐξ αὐτῶν συγκειμένων, πολλάκις δὲ καὶ τῷ χρόνῳ ἐστὶν πρῶτα, ὥσπερ ἀμέλει τά, ἐξ ὧν τὸ ἡμέτερον σύγκειται σῶμα, καὶ χρόνῳ καὶ φύσει πρῶτα τοῦ ἡμετέρου ἐστὶν σώματος καὶ διὰ τοῦτο ἀναιρουμένων μὲν τῶν στοιχείων καὶ τὸ ἡμέτερον συναναιρεῖσθαι σῶμα ἀνάγκη, τοῦ δὲ ἡμετέρου μὴ ὄντος σώματος οὐκ ἀνάγκη μὴ εἶναι τὰ στοιχεῖα, πῦρ ὕδωρ ἀέρα καὶ γῆν, οὐκοῦν καὶ τῆς σωματικῆς οὐσίας πρῶτα τῇ φύσει ἔσται τὰ συμβεβηκότα. ὥστε ἀναιρουμένων μὲν τῶν συμβεβηκότων ἀναιρεθήσεται καὶ ἡ οὐσία· τῶν γάρ, ἐξ ὧν σύγκειταί τι, ἀναιρουμένων καὶ αὐτὸ ἀναιρεῖσθαι ἀνάγκη, τῆς δὲ οὐσίας ἀναιρουμένης ἐνδέχοιτο ἂν τά, ἐξ ὧν σύγκειται, τουτέστιν τὰ συμβεβηκότα, εἶναι, ὅπερ ἐστὶν ἀδύνατον· τοὐναντίον γὰρ ἐξ αὐτῆς τῆς τῶν πραγμάτων φύσεως παρὰ πᾶσιν ὡμολόγηται, ὅτι ἀναιρουμένη μὲν ἡ οὐσία συναναιρεῖ τὰ συμβεβηκότα αὐτῇ ἅτε ὑποστῆναι χωρὶς αὐτῆς, ᾗτινι καὶ συμβέβηκε, μὴ δυνάμενα, ἀναιρούμενα δὲ τὰ συμβεβηκότα οὐκ ἀναιρεῖ τὴν οὐσίαν, εἴπερ συμβεβηκός ἐστιν, ὃ γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς· τὰ δὲ στοιχεῖα ἢ ὅλως τὰ συμπληρωτικά τινος οὐ γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς ἐκείνου φθορᾶς — ἐξ αὐτῶν γὰρ ὑφέστηκεν· οὐκ ἄρα στοιχεῖά ἐστιν τῆς σωματικῆς οὐσίας τὰ συμβεβηκότα οὐδʼ ὅλως ἐξ αὐτῶν συμπληροῦνται. εἰ δὲ μή ἐστιν στοιχεῖα τοῦ σώματος τὰ συμβεβηκότα, οὐδʼ ἄρα ἐξ αὐτῶν καὶ τῆς ὕλης τὸ σῶμα ὑφέστηκεν. ὅτι μὲν οὖν ἀδύνατον ἐκ συμβεβηκότων καὶ ὕλης συγκεῖσθαι τὸ σῶμα, ἱκανῶς οἶμαι ἐκ τῶν εἰρημένων ἀποδέδεικται. τί οὖν πρὸς τὴν ἀπορίαν φαμέν; ὅτι, ὥσπερ οὐ πᾶν ποιὸν συμβεβηκός ἐστιν, ἀλλʼ ἔστιν καὶ οὐσιῶδες ποιόν — τὰς γοῦν διαφορὰς οἷον τὸ λογικὸν ἢ τὸ δίπουν ἐν τῷ ποῖόν τί ἐστιν τῶν εἰδῶν τε καὶ τῶν ἀτόμων φαμὲν κατηγορεῖσθαι. ὅθεν ἐν κατηγορίαις Ἀριστοτέλης διὰ τὸ τῶν διαφορῶν μετέχειν τὰ εἴδη καὶ τὰ γένη περὶ τὴν οὐσίαν αὐτὰ τὸ ποιὸν ἀφορίζειν εἴρηκεν· οὐδὲ γὰρ ἡ ἐν τῷ πυρὶ θερμότης ποιότης τις οὖσα συμβεβηκός ἐστιν τῷ πυρὶ ἀλλʼ οὐσιώδης αὐτοῦ καὶ συστατικὴ διαφορά, οὐδʼ ἡ βαρύτης ἐν τῇ γῇ, οὐ τὸ ὑγρὸν ἐν ἀέρι τε καὶ ὕδατι, οὐχ ἡ γλυκύτης ἐν τῷ μέλιτι, οὐδὲ τὸ λευκὸν ἐν ψιμυθίῳ ἢ ἐν χιόνι, οὐ τὸ σφαιρικὸν σχῆμα ἐν τῷ οὐρανῷ· ἐγίνετο γὰρ ἂν ταῦτα καὶ ἀπεγίνετο χωρὶς τῆς τῶν ὑποκειμένων φθορᾶς, ὅπερ ἐστὶν ἀδύνατον· οὐδὲ γὰρ κατʼ ἐπίνοιαν ἄνευ θερμότητος ἔστιν νοῆσαι τὸ πῦρ χωρὶς θερμότητος ἢ τὴν χιόνα χωρὶς λευκότητος ἢ τὸν οὐρανὸν χωρὶς τοῦ σφαιρικοῦ σχήματος οὔτε τῶν ἄλλων τῶν εἰρημένων οὐδέν —, ὥσπερ οὖν ἔστιν οὐσιῶδες ποιὸν οὐχ ὑπὸ τὸ ποιὸν ἀλλʼ ὑπὸ τὴν οὐσίαν ὡς οὐσιώδης διαφορὰ ἀναγόμενον, οὕτω δήπου καὶ ποσόν ἐστιν οὐσιῶδες καὶ τοῦτο μάλιστά ἐστιν τὸ τριχῇ διαστατόν· τοῦτο γάρ ἐστιν μόνον τῶν ἐν τοῖς σώμασιν θεωρουμένων τὸ αὐθυπόστατον καὶ ἡ ἁπλῶς τοῦ σώματος οὐσία, ὅπερ ἐστὶν ὄγκος τις τριχῇ διαστατὸς ἀόριστος μεγέθει τε καὶ σμικρότητι.

`425`

ϛʹ. Τούτου δὲ τοῦ τριχῇ διαστατοῦ πρώτη διαφορά ἐστιν τὸ μέγα τε καὶ μικρόν, ὡς εἴρηται· τῇ γὰρ τῶν τριῶν διαστάσεων ἐπὶ τοσόνδε ἢ τοσόνδε ἐκτάσει τε καὶ συστολῇ τὸ μέγα τε καὶ μικρὸν τῷ τριχῇ διαστατῷ ἐπιγίνεται καὶ τὸν ἀόριστον ὄγκον εἰς ὁρισμὸν ἄγει καὶ πέρας. συστολὴ δὲ καὶ διαστολὴ οὔτε γένεσιν οὔτε φθορὰν ἐργάζεται τοῦ σώματος, ᾗ σῶμά ἐστιν, τουτέστιν τοῦ εἰρημένου τριχῇ διαστατοῦ· γίνεται γὰρ ἐν τοῖς σώμασιν καὶ ἀπογίνεται τὸ μέγα καὶ τὸ μικρόν, τουτέστιν διαστέλλεται τὰ σώματα καὶ συστέλλεται, τοῦ σώματος, ᾗ σῶμά ἐστιν, οὐδὲν κατὰ τὸν ἴδιον ὑπομένοντος λόγον. ὥστε ἡ ἁπλῶς τοῦ σώματος οὐσία οὐδέν ἐστιν ἕτερον ἢ τὸ ἀόριστον τριχῇ διαστατόν, ὅπερ τῇ τοῦ μικροῦ τε καὶ τοῦ μεγάλου διαφορᾷ ὁριζόμενον καὶ τὰς εἰδοποιοὺς τῶν σωματικῶν οὐσιῶν διαφορὰς δεχόμενον τὰς μερικὰς τῶν σωμάτων οὐσίας ἀποτελεῖ, ὕδατός φημι πυρὸς ἡλίου σελήνης καὶ τῶν λοιπῶν πάντων. τούτων οὖν δεδειγμένων δῆλον, ὡς οὐκ ἔστιν ποσὸν συμβεβηκὸς τὸ τριχῇ διαστατόν· ἐγίνετο γὰρ ἂν χωρὶς τῆς τοῦ σώματος φθορᾶς καὶ ἀπεγίνετο, νῦν δὲ οὐδὲ ἐπινοῆσαι ἔστιν σῶμα χωρὶς τοῦ τριχῇ διαστατοῦ. αὐτὸ ἄρα οὐσία ἐστὶν σώματος. εἰ οὖν καὶ οὐσία ἐστὶν τοῦ ἁπλῶς σώματος τὸ τριχῇ διαστατὸν καὶ τοῦτο μόνον ἐν τῇ μεταβολῇ τῶν σωμάτων ἀμετάβλητον ὑπομένει, ὡς δέδεικται, οὐδεὶς ἄρα λόγος ἔστιν ὁ δεικνύς, ὡς ὑποκεῖσθαι αὐτῷ τὴν ἀσώματον ὕλην ἀνάγκη. ὥστε τοῦτό ἐστιν τὸ πρῶτον τῶν φυσικῶν ἁπάντων εἰδῶν ὑποκείμενον, ἐξ οὗ λοιπὸν καὶ τῶν οὐσιωδῶν ποιοτήτων συντιθεμένων τὰ ἐν ὑπάρξει πεποιωμένα γίνεται σώματα, πῦρ ὕδωρ καὶ τὰ λοιπά· ὥσπερ γὰρ τὸ ἄλογον ἢ τὸ θνητὸν καθʼ ἑαυτὸ μὲν οὐχ ὑφίσταται, συνδυαζόμενα δὲ τῷ ζῴῳ, τουτέστιν τῷ ἐμψύχῳ αἰσθητικῷ, τὴν ὕπαρξιν λαμβάνει — λέγω δὲ ζῴῳ οὐ τῷ γένει, ἀλλὰ τῷ ἐν ὑπάρξει ἤδη, ὃ καὶ μέρος τοῦ συνθέτου γίνεται —, οὕτω δὴ καὶ τὸ ἐν πυρὶ θερμὸν ἢ κοῦφον καὶ ὅσʼ ἂν τὴν τοῦ πυρὸς συμπληροῦσιν οὐσίαν, ὁμοίως καὶ τὸ ὑγρὸν καὶ τὸ ψυχρόν, ἅπερ συμπληρωτικά ἐστιν τοῦ ὕδατος, καὶ γῆς καὶ ἀέρος τὰ χαρακτηριστικὰ τούτων διαφοραὶ ὑπάρχοντα σώματος ἐν τῷ ἁπλῶς σώματι τῷ τριχῇ διαστατῷ τὴν ὑπόστασιν λαμβάνει.

`426–428`

ζʹ. Ἀλλʼ ἴσως πάλιν ἐρεῖ τις, ὡς ὅτι τὴν πρώτην ὕλην ἀνείδεον εἶναι δεῖ, τὸ δὲ τριχῇ διαστατὸν οὐκ ἔστιν ἀνείδεον, εἴπερ αὐτὸ εἶδός ἐστιν τοῦ ἁπλῶς σώματος. συμβήσεται οὖν μὴ εἶναι ἀνείδεον τὸ τοῖς φυσικοῖς σώμασιν ὑποκείμενον ἀλλʼ εἶδος εἴδεσιν ὑποκεῖσθαι. εἰ οὖν δεῖ, φασί, τὴν ὕλην καὶ τὸ πρῶτον ὑποκείμενον ἀνείδεον εἶναι, οὐκ ἂν εἴη τὸ τριχῇ διαστατὸν ὕλη. φήσαιμεν δʼ ἂν καὶ ἡμεῖς τὴν ἀπορίαν ταύτην ἐπιλυόμενοι, ὡς πρῶτον μὲν τὸ δεῖν τὴν πρώτην ὕλην ἀνείδεον εἶναι αἴτημά ἐστιν, οὐκ ἀπόδειξις· εἰ μὲν γὰρ καθόλου ἀδύνατον ἦν εἰδοπεποιημένον τι ὂν ἑτέρῳ εἴδει ὑποκεῖσθαι καὶ εἶναι αὐτοῦ ὕλην, συγχωρεῖν ἦν ἀνάγκη τὸ πάντως ἀνείδεον δεῖν εἶναι τὴν πάντων τῶν εἰδῶν κοινὴν ὕλην· νῦν δὲ πᾶσα γένεσις φυσική τε καὶ τεχνητὴ οὐκ ἀνείδεον ἀλλʼ εἰδοπεποιημένην ὕλην εἰς τὰ οἰκεῖα παραλαμβάνει ἀποτελέσματα· εἰδοπεποιημένα γὰρ ὄντα τὰ ξύλα ὕλη τῶν τεκτονικῶν σκευῶν γίνεται, ὁμοίως καὶ ὁ χαλκὸς τῶν χαλκευτικῶν, ἀλλὰ δὴ καὶ ἐπὶ τῶν φυσικῶν τὰ ἀνομοιομερῆ τοῦ ζῴου μόρια ἤτοι τὸ ἐκ τούτων συγκείμενον σῶμα εἰδοπεποιημένον ὑπάρχον ὕλη τῶν ζωτικῶν τῆς ψυχῆς δυνάμεων εἶναι ὡμολόγηται, καὶ τὰ στοιχεῖα δὲ τῶν ἐξ αὐτῶν συγκειμένων ἐστὶν ὕλη καὶ οἱ ἀνάλογον τούτοις χυμοὶ ὕλη τοῦ ἡμετέρου εἰσὶν σώματος. καὶ αὐτὸ δὲ τὸ τριχῇ διαστατὸν καὶ ἄποιον σῶμα, εἰ καὶ μὴ πρώτην εἶναι ὕλην, δεύτερον γοῦν ὑποκείμενον εἶναι καὶ ὕλην προσεχῆ πᾶσιν τοῖς φυσικοῖς εἴδεσιν καὶ αὐτοὶ ὁμολογοῦσιν· δεῖ μὲν γὰρ τὴν τινῶν ὕλην μηδὲν εἶδος ἔχειν τούτων, ὧν ἐστιν ὕλη· ὁ γὰρ χαλκὸς οὐδὲν εἶδος κατὰ τὸν τῆς οὐσίας αὑτοῦ λόγον ἔχει, ὧν δέχεται, καὶ οἱ χυμοὶ δὲ σαρκὸς ὄντες ὕλη καὶ νεύρων καὶ ὀστῶν καὶ τῶν λοιπῶν τοῦ ζῴου μορίων οὐδὲν αὐτοὶ τούτων τῶν εἰδῶν συμπληρωτικὸν τῆς οὐσίας ἑαυτῶν ἔχουσιν. καὶ ταύτῃ γε ἀνείδεος ἂν κληθείη πᾶσα ὕλη μηδὲν ὧν δέχεται εἶδος ἔχουσα, οὐ μὴν καὶ πάντῃ εἴδους ἐστερημένην εἶναι ἀνάγκη, εἴ γε ἅπασα ἡ προσεχὴς ὕλη καὶ μέχρις αὐτοῦ τοῦ τριχῇ διαστατοῦ εἰδοπεποίηται. ὥστε καὶ τὸ τριχῇ διαστατόν, καθὸ μὲν πάντων τῶν εἰδῶν ἐστιν ἕτερον, οἷς ὑπόκειται, ταύτῃ ἂν εἴη ἀνείδεον καὶ ὕλη πάντων, οὐ μὴν ἐπειδὴ εἶδός τί ἐστιν, ἤδη διὰ τοῦτο οὐδὲ πρώτην ὕλην αὐτὴν εἶναι ἀνάγκη· οὐδὲ γὰρ ἐνδέχεται τῶν ὄντων οὐδὲν πάντῃ εἶναι ἀνείδεον· εἰ γὰρ ὅλως τῶν ὄντων ἐστὶν τὸ τοιοῦτο, ἀνάγκη πάντως εἶναί τινα φυσικὸν λόγον τῆς τούτου ὑπάρξεως, κἂν ἡμῖν ἄρρητος ᾖ· εἰ γὰρ μηδένα λόγον ἔχοι, καθʼ ὃν ὑφέστηκέν τε καὶ τὸ εἶναι ἔχει, οὐδὲ τῶν ὄντων ἂν εἴη· ἕκαστον γὰρ τῶν ὄντων ἔχει τινὰ λόγον φυσικόν, καθʼ ὃν ὑφέστηκεν. εἰ δὲ τοῦτο, οὐδὲν ἄρα τῶν ὄντων ἀνείδεόν ἐστιν· ὁ γὰρ φυσικὸς ἑκάστου λόγος, καθʼ ὃν ἔστιν, εἶδός ἐστιν ἑκάστου καὶ οὐσία καὶ ἔμπαλιν τὸ ἑκάστου συμπληρωτικὸν τῆς οὐσίας εἶδος λόγος τίς ἐστιν φυσικός, καθʼ ὃν τὸ εἶναι ἔχει. οὐκοῦν καὶ ἡ ὕλη, εἴπερ μὴ κενόν ἐστιν ὄνομα, ἀλλʼ ἔστιν φυσικόν τι πρᾶγμα ὑφεστός, ἕξει λόγον δηλονότι, καθʼ ὃν ὑφέστηκεν. ὁ δὲ τῆς ὑπάρξεως ἑκάστου λόγος εἶδος αὐτοῦ ἐστιν καὶ οὐσία· καὶ ὁ τῆς ὕλης ἄρα λόγος, καθʼ ὃν ἔστιν, εἶδος αὐτῆς ἐστιν καὶ οὐσία. οὐκ ἄρα ἐνδέχεται πάντῃ εἶναι τὴν ὕλην ἀνείδεον· ταὐτὸν γὰρ τοῦτό ἐστιν τῷ μηδὲ εἶναι αὐτὴν ὅλως, καθάπερ εἴπομεν· ὃ γὰρ μηδένα λόγον ἔχει τοῦ εἶναι, τοῦτό που πάντως οὐδὲ τῶν ὄντων ἐστίν. ὥστε οὐ κωλύσει εἶναι πρώτην ὕλην τὸ τριχῇ διαστατὸν τὸ εἰδοπεποιῆσθαι αὐτὸ καὶ μὴ εἶναι ἀνείδεον· αὐτὸ γὰρ τὸ ἐναντίον ὁ λόγος ἔδειξεν, ὡς οὐδὲν ἐνδέχεταί τι τῶν ὄντων πάντῃ πάντων εἶναι ἀνείδεον. εἰδοπεποιημένον δὲ λέγοντες τὸ τριχῇ διαστατὸν οὐ σύνθετον αὐτό φαμεν ἀλλʼ ἁπλούστατον· οὐ γὰρ ἐξ ὑποκειμένου καὶ εἴδους ἐστίν, ἀλλʼ αὐτὸ ἁπλοῦς τίς ἐστιν ὄγκος ἐν τούτῳ αὐτῷ τὸ εἶναι ἔχον καὶ τοῖς λοιποῖς ἅπασιν ὑποκείμενον. ἀλλʼ οὐδὲ τὸ τριχῇ διεστάναι συνθέσεώς τινα ἡμῖν παρέχει ἔννοιαν· εἰ μὲν γὰρ ἐξ ἐπιπέδων τὰ σώματα ὑπῆρχεν, ὡς δοκεῖ λέγειν Πλάτων, ἢ ὅλως ἐκ γραμμῶν, οὐκ ἂν ἦν ἁπλοῦν τὸ τριχῇ διαστατόν. εἰ δὲ τοῦτό ἐστιν ἀδύνατον, δέδεικται δέ, ὅτι οὐδὲ ἄλλο τι τῷ τριχῇ διαστατῷ ὑπόκειται, ἀλλʼ αὐτό ἐστιν ὑποβάθρα πάντων, δῆλον ἄρα, ὡς ἁπλούστατόν ἐστιν καὶ ὕλη πάντων ἐξ οὐδενὸς τὴν σύνθεσιν εἰληφός. τούτων οὕτως ἐχόντων καὶ αὐθυποστάτου τοῦ τριχῇ ὄντος διαστατοῦ, μηδεμιᾶς δʼ ἐπʼ αὐτοῦ μεταβολῆς θεωρουμένης, οὐδεὶς ἄρα ἔστιν λόγος ὁ κατασκευάζειν δυνάμενος, ὡς ὕλη τις ἀσώματος τοῖς φυσικοῖς ὑπόκειται σώμασιν, ἀλλʼ εἰς αὐτὸ ἀνάγκη τὰ φυσικὰ ἀναλύεσθαι τό, εἰς ὃ ἔσχατον, εἴτε ὑποκείμενόν τις πρῶτον εἴτε ὕλην αὐτὸ λαλεῖν βούλοιτο· οὐδὲν γὰρ περὶ τῶν ὀνομάτων φιλονεικήσωμεν.

`429–445`

ηʹ. Οὐ μόνον δὲ ἀναπόδεικτον τοῖς εἰσηγησαμένοις τὴν περὶ τῆς ἀσωμάτου ὕλης ὑπόθεσιν εἶναί φημι τῶν λόγων, διʼ ὧν εἶναι ἐδόκει, ἐληλεγμένων, ἀλλʼ ἤδη καὶ ἄτοπα τῇ ὑποθέσει ταύτῃ καὶ ἀδύνατα πολλὰ ἕπεσθαι, ἐξ ὧν ὡς ψευδής ἐστιν ἀποδείκνυται. εἰ γὰρ περὶ ἀσώματον ὕλην ἡ μεταβολὴ τῶν πραγμάτων ἐγίνετο δυνάμει πάντα οὖσαν καὶ διὰ τοῦτο πεφυκυῖαν μίαν καὶ τὴν αὐτὴν ὑπομένουσαν εἰς πᾶν εἶδος μεταβάλλειν, περὶ αὐτὴν δηλονότι καὶ ἡ πρώτη μεταβολὴ τοῦ μεγάλου καὶ τοῦ μικροῦ ἐγίνετο ἄν, ὥσπερ ἀμέλει καὶ τοῖς ὑποθεμένοις τὴν ὕλην Πλάτωνί τε καὶ τοῖς λοιποῖς ἔδοξεν· εἰ γὰρ περὶ τὸ τριχῇ διαστατὸν ἡ τοῦ μεγάλου καὶ τοῦ μικροῦ μεταβολὴ γίνοιτο ἄν, αὐτὸ ἀμετάβλητον ὑπομένειν ἀνάγκη καὶ τοῦτο εἶναι τὸ πρῶτον ὑποκείμενον ἤτοι τὴν ὕλην, εἰς ὃ ἔσχατον τὰ φυσικὰ ἀναλύεται. εἰ οὖν μὴ τοῦτο εἶναι βούλωνται τὴν πρώτην ὕλην, ἀλλὰ καὶ τούτῳ τὴν ἀσώματον ὕλην ὑποκεῖσθαι, ἀνάγκη πᾶσα καὶ τὴν κατὰ τὸ μέγα καὶ τὸ μικρὸν πρωτίστην μεταβολὴν περὶ ταύτην γίνεσθαι. πότερον οὖν ἀδιάφορόν ἐστιν τῇ ᾡτινιοῦν σώματι ὑποκειμένῃ ἀσωμάτῳ ὕλῃ εἰς ὁπηλικονοῦν μέγεθος μικρόν τε καὶ μεῖζον μεταβάλλειν, ὡς τὴν τυχοῦσαν ὕλην τὸν ὁντιναοῦν ὄγκον δύνασθαι δέχεσθαι, ἢ οὐκ ἀδιάφορον; εἰ μὲν οὖν ἀδιάφορον, δύναιτο ἂν ἡ ὑποκειμένη τῷ κυαθιαίῳ ὕδατι ὕλη ἀσώματος μεταβάλλειν εἰς ὅλον τὸν τοῦ ἀέρος ὄγκον, ὁμοίως δὲ καὶ ἡ τῷ ἀέρι παντὶ ὑποκειμένη ὕλη μεταβάλλοι ἂν εἰς κύαθον ὕδατος· εἰ γὰρ ἀδιάφορον αὐτῇ διὰ τὸ ἀσώματον εἶναι καὶ δυνάμει πάντα τὸ εἰς ὁπηλικονοῦν μέγεθος μεταβάλλειν, τί μᾶλλον ἡ τῷ κυαθιαίῳ ὕδατι ὑποκειμένη ὕλη εἰς ξεστιαῖον εἰ τύχοι μεταβάλλει ἀέρα ἢ εἰς ἑκατονταπλασίονα καὶ εἰς ὅλον ἁπλῶς τὸν τοῦ ἀέρος ὄγκον; εἰ δὲ οὐκ ἀδιάφορον τῇ τυχούσῃ ἀσωμάτῳ ὕλῃ τὸ τυχὸν δέχεσθαι μέγεθος — ἐπεὶ μηδὲ ἡ ἐνάργεια τοῦτο ὑπαγορεύει· εἰς ὡρισμένα γὰρ μεγέθη ἡ εἰς ἄλληλα τῶν σωμάτων μεταβολὴ γίνεται —, καίτοι ἑκάστῳ μιᾶς καὶ τῆς αὐτῆς ὑποκειμένης ὕλης, λέγω δὴ τῆς πρώτης, ἀναιρεθήσεται τὰ περὶ τῆς ὕλης αὐτῶν ἀξιώματα ἄλλας ἐν ἄλλῃ ὕλῃ ἡμῶν ἐξ ἀνάγκης ὑποτιθεμένων· εἰ μὴ γὰρ ἄλλη ὕλη ἄλλαις διαφοραῖς κατείληπτο, διὰ τί μὴ ἡ τυχοῦσα ὕλη τὸ τυχὸν μέγεθος δέξασθαι δύναται; ὥσπερ γὰρ διὰ τὸ μὴ προκατειλῆφθαι εἴδει τινὶ συμπεφυκότι αὐτῇ ἀλλὰ τῷ ἰδίῳ λόγῳ καθά φησιν εἶναι ἀνείδεον πᾶν εἶδος εἰς ἑαυτὴν καταδέξασθαι δύναται, οὕτω δήπου κατὰ τὸ ἀναγκαῖον, ἐπειδὴ μηδὲ μεγέθει τινὶ κατείληπται τῷ ἰδίῳ λόγῳ ἀλλʼ ἔστιν ἀμεγέθης ἀσώματος οὖσα καὶ δυνάμει πάντα, δύναιτο ἂν εἰς πᾶν μέγεθος ἡ αὐτὴ μεταβάλλειν. μεταβαλλέτω οὖν ἡ τῷ κυαθιαίῳ ὕδατι ὑποκειμένη ἀσώματος ὕλη εἰς μυρία τυχὸν κυαθιαῖα ἢ καὶ εἰς ὅλον τὸν τοῦ ἀέρος ὄγκον. ἀλλὰ τοῦτο ἀδύνατον φαίνεται· εἰ γὰρ καὶ τὸ μικρὸν ὕδωρ εἰς μείζονα μεταβάλλει ἀέρα, ἀλλʼ οὐκ ἀορίστως εἰς ὁπηλικονοῦν ἀλλὰ μέχρι τινὸς ὡρισμένου ὄγκου ἡ διαστολὴ καὶ μάνωσις ἑκάστου μεγέθους γίνεται. εἰ τοίνυν ἀσώματος οὖσα καὶ ἀμεγέθης ὕλη καὶ δυνάμει πάντα καὶ περὶ αὐτὴν τῆς τοῦ μεγάλου καὶ τοῦ μικροῦ μεταβολῆς γινομένης εἰς πᾶν μέγεθος μεταβάλλειν ἠδύνατο ἄν, οὐ μεταβάλλει δέ, οὐδʼ ἄρα ἀσώματός ἐστιν οὐδʼ ἀμεγέθης· οὐ γὰρ δὴ γραμμή ἐστιν ἢ ἐπιφάνεια. οὐ μόνον δʼ οὐκ εἰς πᾶν μέγεθος ἀλλʼ οὐδʼ εἰς πᾶν εἶδος πᾶσαν ὕλην ὁρῶμεν μεταβάλλουσαν· ἡ γὰρ τῇ κεγχραμίδι ὑποκειμένη ὕλη οὐκ ἄν ποτε ἡ αὐτὴ μένουσα τὸ ἀνθρώπειον ἢ τὸ τοῦ ἐλέφαντος εἰς αὑτὴν καταδέξαιτο εἶδος· δέδεικται γὰρ ἐν τῷ πρώτῳ τῆς φυσικῆς ἀκροάσεως, ὅτι οὐ τὸ τυχὸν μέγεθος τοῦ τυχόντος εἴδους ἐστὶν δεκτικόν, ἀλλʼ ὥρισται τὸ δεκτικὸν ἑκάστου εἴδους μέγεθος ἐπὶ τὸ μεῖζον καὶ τὸ ἔλαττον· οὐ γὰρ οἷόν τέ ἐστιν οὔτε δακτυλιαῖον φέρε εἰπεῖν ἄνθρωπον γενέσθαι οὔτε μέχρι σελήνης τῷ μεγέθει διήκοντα. καὶ οὐ μόνον ἐπὶ τῶν ἀνομοιομερῶν ζῴων τε καὶ φυτῶν τοῦτό ἐστιν ἀληθὲς ἀλλὰ καὶ ἐπὶ τῶν ὁμοιομερῶν, ὕδατός φημι πυρός τε καὶ ἀέρος καὶ γῆς, καὶ τῶν συνθέτων, σαρκός τε καὶ αἵματος καὶ φλεβὸς καὶ τῶν λοιπῶν ἁπάντων· οὐδὲ γὰρ ἐν τῷ τυχόντι μεγέθει, οἷον εἰ τύχοι ἐν κεγχραμίδος, τὸ τῆς σαρκὸς εἶδος συσταίη ἂν οὐδὲ τοῦ ὕδατος ἤ τινος τῶν ἄλλων· οὐ γὰρ ὥσπερ τὸ μέγεθος ἐπʼ ἄπειρόν ἐστιν διαιρετόν, οὕτω καὶ τὰ εἴδη διαιρεῖσθαι ἐπʼ ἄπειρον δύναται σῴζοντα τὴν ἑαυτῶν οὐσίαν, ἀλλʼ ἐπειδὰν ὑπερβῇ τὸ ὑπὸ τῆς φύσεως ὡρισμένον τῷ εἴδει μέγεθος ἡ διαίρεσις, εὐθὺς καὶ τὸ εἶδος ἀπόλλυται· τὸ γὰρ ὕδωρ εἰ ἐπὶ πολὺ τῇ διαιρέσει κατατέμοις, φθάνει ἐξαερωθέν, ἐπειδὰν ὑπερβῇ ἡ διαίρεσις τὴν τοῦ ὕδατος οὐσίαν παρὰ τὸ τῆς φύσεως μέτρον ἀφωρισμένον, καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως. καίτοι εἰ ἀσώματος ἦν καὶ ἀμεγέθης ἡ τῇ κεγχραμίδι ὑποκειμένη ὕλη καὶ δυνάμει πάντα, τί ἐκώλυεν τοῦ εἴδους τῆς κεγχραμίδος φθαρέντος ἐξ αὐτοῦ τυχὸν γενέσθαι σάρκα ἢ ἄνθρωπον ἢ ὁτιοῦν ἄλλο ἅμα εἴς τε τὸ εἶδος καὶ εἰς τὸ τῷ εἴδει προσῆκον μέγεθος μεταβαλλούσης αὐτῆς προσθέσεως μηδεμιᾶς γινομένης; εἰ γὰρ καὶ γίνεται ἐκ κεγχραμίδος συκῆ, ἀλλὰ προσθήκης πρότερον γινομένης μεγέθους καὶ ὕλης ἐκ τῆς τῷ προστιθεμένῳ ὑποκειμένης μεγέθει· προστίθεται δὲ τῇ κεγχραμίδι μέγεθος καὶ ὕλη ἔκ τε τοῦ ἀρδεύοντος ὕδατος καὶ τῆς παρακειμένης τε καὶ τρεφούσης γῆς. ὁμοίως κἂν εἰ ἐξ ὀλίγου σπέρματος ἄνθρωπος γίνεται, ἀλλὰ τὸ καταμήνιον ἡ φύσις ἐπέχουσα τῇ τούτου προσθήκῃ τρέφει τε καὶ εἰς τὸ κατὰ φύσιν μέγεθος τὸ κύημα ἄγει τῆς ὑποκειμένης τῷ καταμηνίῳ πρώτης ὕλης προστιθεμένης τῇ ὕλῃ τοῦ ἐξ ἀρχῆς καταβληθέντος σπέρματος. ἐπεὶ τοίνυν ἡ αὐτὴ μένουσα ἡ τῆς κεγχραμίδος ἢ ἡ τοῦ σπέρματος ἀσώματος ὕλη οὐκ ἄν ποτε τὸ εἶδος εἰς ἑαυτὴν δέξαιτο ἢ τὸ τῆς συκῆς ἢ τὸ τοῦ ἀνθρώπου, ὥσπερ τυχὸν φθειρόμενον τὸ κυαθιαῖον ὕδωρ προσθήκης μὴ γινομένης ἀὴρ γίνεται καὶ ὁ ἄρτος σὰρξ ἢ ὁ οἶνος αἷμα, δῆλον, ὡς οὐδὲ τὸ τυχὸν εἶδος ἡ τυχοῦσα ὕλη ἀσώματος καταδέξασθαι δύναται, ἐπεὶ μηδὲ εἰς τὸ τυχὸν μέγεθος ἡ τυχοῦσα μεταβάλλει. εἰ οὖν ἀσωμάτου μενούσης καὶ ἀμεγέθους τῆς ἑκάστῳ σώματι ὑποκειμένης πρώτης ὕλης ἐνδεχόμενον ἦν τὴν τῷ τυχόντι μεγέθει ὑποκειμένην ὕλην τὸ τυχὸν μέγεθος καὶ εἶδος ἐν αὑτῇ καταδέξασθαι διὰ τὸ ἀσώματόν τε εἶναι καὶ πάντῃ ἀνείδεον καὶ πάντα εἶναι δυνάμει, τοῦτο δὲ οὐχ ὁρῶμεν γιγνόμενον, ψεῦδος ἄρα τὸ ἀσώματον ὕλην καὶ ἀνείδεον ὑποκεῖσθαι τοῖς πράγμασιν. ἐπὶ δὲ τοῦ τριχῇ διαστατοῦ, εἴπερ τοῦτο εἴη ὕλη καὶ τὸ πρῶτον τῶν φυσικῶν εἰδῶν ὑποκείμενον, ὡς πρότερον ἀπεδείξαμεν, οὐκέτι ἀνάγκη τὸ τυχὸν εἰς τὸ τυχὸν μεταβάλλειν οὔτε μέγεθος οὔτε εἶδος· συστέλλεσθαι μὲν γὰρ καὶ διαστέλλεσθαι τὸ μέγεθος πέφυκεν, ἀλλʼ ὡρισμένην ἑκάστου καὶ τὴν συστολὴν καὶ τὴν διαστολὴν ἀνάγκη γίνεσθαι· μεγέθους γὰρ εἰς μέγεθος ἡ μεταβολὴ γίνεται, οὐκ ἀσωμάτου εἰς μέγεθος. οὐκοῦν δύο μεγεθῶν ὑποκειμένων φέρε εἰπεῖν ὕδατος τοῦ μὲν ἡμίσεος τοῦ δὲ διπλασίου καὶ ἑκατέρου μανουμένου τε καὶ εἰς ἀέρα μεταβάλλοντος τὸ μὲν ἔλαττον εἰς ἐλάττονα ὄγκον ἀέρος τὸ δὲ μεῖζον εἰς μείζονα μεταβάλλει ἐξ ἀνάγκης. καὶ ὃν λόγον ἔχει πρὸς ἄλληλα κατὰ μέγεθος ἐξαερωθέντα τὰ ὑδάτια, τοῦτον ἔχειν ἀνάγκη τὸν λόγον καὶ τοὺς ἐξ αὐτῶν γενομένους τοῦ ἀέρος ὄγκους. εὐλόγως δʼ ἂν οὐδʼ εἰς τὸ τυχὸν εἶδος τὸ τυχὸν μέγεθος ἐπαρκέσει διὰ τὸ ὡρίσθαι μὲν ὑπὸ τῆς φύσεως, ἐν ἡλίκῳ μεγέθει ἕκαστον εἶδος ὑφίσταται, τὸ δὲ πρῶτον ὑποκείμενον τὸ τριχῇ εἶναι διαστατὸν καὶ προκατειλῆφθαι τῶν ὄντων ἕκαστον ὡρισμένῳ τινὶ τοῦ τριχῇ διαστατοῦ μεγέθει· εἰ γὰρ καὶ ἀόριστόν ἐστιν τῷ ἰδίῳ λόγῳ τὸ τριχῇ διαστατόν, ἀλλʼ οὖν ἐπινοίᾳ μόνον καὶ τῷ θεωρητικῷ λόγῳ οὐ καθʼ ὕπαρξιν καὶ ἐνέργειάν ἐστιν ἀόριστον, ὥσπερ καὶ τὸ ἁπλῶς ζῷον ἕτερον μέν ἐστιν τῷ ἰδίῳ λόγῳ τοῦ λογικοῦ καὶ ἀλόγου, οὐ μὴν ὑφέστηκεν χωρὶς τούτων τινός· πᾶν γὰρ ζῷον ἐν ὑπάρξει ὂν ἢ λογικόν ἐστιν ἢ ἄλογον. ἀλλʼ οὐδὲ καθὸ ἀόριστόν ἐστιν τὸ τριχῇ διαστατὸν ἢ ἄποιον, κατὰ τοῦτο ἀμετάβλητον αὐτό φημι εἶναι, ἀλλὰ μόνον καθὸ ὄγκος ἐστὶν τριχῇ διαστατός. τοῦτο γὰρ μόνον ἐν τῇ γενέσει τῶν σωμάτων καὶ τῇ φθορᾷ ἀμετάβλητον ὑπομένον ὁρῶμεν, καθὸ δὲ ἀόριστον ἢ ἄποιον, οὐκ ἀμετάβλητον· ἔκ τε γὰρ μικροῦ μέγα γίγνεται καὶ ἔμπαλιν ἐκ μεγάλου μικρὸν καὶ πᾶσαν ἐξαλλάσσει ποιότητα. καὶ ἀόριστον δὲ λέγω εἶναι τὸ τριχῇ διαστατὸν οὐ καθὸ εἰς ὅσον ἄν τις ἐπινοήσειεν μέγεθος μεταβάλλειν δύναται — ὥρισται γὰρ τὸ τοῦ παντὸς κόσμου μέγεθος καὶ μεῖζον εἶναι τούτου ἐν τῇ φύσει ἀδύνατον —, ἀλλὰ καθὸ ὅλως πέφυκε τὸ αὐτὸ ἐκτεινόμενον καὶ συστελλόμενον ἢ μεῖζον ἢ ἔλαττον γίγνεσθαι. ὥρισται οὖν ἥ τε ἐπὶ τὸ μέγιστον καὶ ἡ ἐπὶ τὸ ἐλάχιστον τοῦ τριχῇ διαστατοῦ συστολή τε καὶ ἔκτασις· οὐδὲ γὰρ εἰ δυνάμει ἐστὶν ἐπʼ ἄπειρον διαιρετὸν τὸ μέγεθος, ἤδη διὰ τοῦτο καὶ ἐπʼ ἄπειρον συστέλλεσθαι δύναται· ἐπειδὰν γὰρ εἰς τὸ παχύτατον τῇ πυκνώσει συσταλῇ, οἷον τὴν γῆν, ἵσταται λοιπὸν ἡ συστολή· εἰ γὰρ ἐπʼ ἄπειρον συστέλλεσθαι τὸ αὐτὸ λέγοι τις δύνασθαι, δύναιτο ἂν δήπουθεν ἡ πᾶσα γῆ μᾶλλον καὶ μᾶλλον πυκνουμένη εἰς κέγχρου συσταλῆναι ὄγκον· νῦν δὲ τοῦτο ἀδύνατόν ἐστιν· εἰ γὰρ ἠδύνατο, κἂν συνεστάλη. καίτοι ἐπʼ ἄπειρον δυνάμει διαιρεῖσθαι δύναται ὡς μεμεγεθυσμένη· ἀλλʼ ἕτερόν τι εἶναι ἔοικεν συστολή τε καὶ πύκνωσις καὶ ἕτερον διαίρεσις. ὥστε διαιρεῖται μὲν δυνάμει τὰ μεγέθη ἐπʼ ἄπειρον, συστέλλεται δὲ οὐκ ἐπʼ ἄπειρον, ὥσπερ οὐδὲ ἐκτείνεται ἐπʼ ἄπειρον· τοῦτο γὰρ αὐτὴ ἡ τῶν πραγμάτων ἐνάργεια λέγειν ἡμῖν ὑποβάλλει· δεῖ γὰρ οἶμαι τὸν περὶ τῶν φυσικῶν πραγμάτων διαλεγόμενον οὐκ αὐτὸν συντιθέναι λόγους ἀσυμφώνους τοῖς πράγμασιν ἀλλὰ τοῖς φαινομένοις συμφώνους τε καὶ προσήκοντας ἐφαρμόζειν τοὺς περὶ αὐτῶν λόγους. οἱ μὲν οὖν τὴν ὕλην ἀσώματον καὶ ἀμερῆ εἶναι καὶ πάντῃ ἀνείδεον ὑποτιθέμενοι καὶ δυνάμει πάντα λόγον οὐχ ἕξουσι δοῦναι, τί δήποτε ἡ τῷ τοσῷδε φέρε ἄρτῳ ὑποκειμένη ὕλη εἰς τοσόνδε καὶ οὐ μεῖζον σαρκὸς μέγεθος μεταβάλλει, ὁμοίως καὶ ἡ τῷ κυαθιαίῳ ὕδατι ὑποκειμένη ὕλη εἰς τοσόνδε ἀέρος, ἢ τὸ τῆς σαρκὸς ἐπιδέξασθαι δύναται εἶδος, οὐχὶ δὲ καὶ τὸ τοῦ ἵππου τυχὸν ἢ τὸ τοῦ ἐλέφαντος προσθέσεως μηδεμιᾶς γενομένης· τὸ γὰρ ἀσώματον καὶ ἀμερὲς καὶ δυνάμει πάντα, εἴπερ ὅλως πέφυκε σωματοῦσθαι, τί δεῖται προσθήκης ἔξωθεν μεγέθους, ἵνα εἰς τοσόνδε μέγεθος ἢ εἰς τοιόνδε εἶδος μεταβάλλῃ; οἱ δὲ τὸ τριχῇ διαστατὸν τὴν πρώτην ὕλην εἶναι ὑποτιθέμενοι καὶ τοῦτο δηλονότι οὐκ ἀνείδεον οὐδὲ ἀμερὲς — αὐτὸ γὰρ εἶδός ἐστιν τοῦ ἁπλῶς σώματος καὶ μέγεθος τὸ πρῶτον — οὐκ ἀπορήσουσιν αἰτίας, διότι οὐ τὸ τυχὸν εἰς τὸ τυχὸν ἢ μέγεθος ἢ εἶδος μεταβάλλει προσθήκης χωρίς· οὐκ ἀμεγέθους γὰρ οὐδὲ ἀμεροῦς ὄντος τοῦ τριχῇ διαστατοῦ ἀλλὰ μεριστοῦ τὸ ὅλον δηλονότι τοῦ ἰδίου μέρους ἐστὶν μεῖζον· εἰ δὲ τοῦτο, καὶ ἡ συστολὴ δὲ καὶ διαστολὴ τῶν σωμάτων οὐκ εἰς ἀόριστα ἀλλʼ εἰς ὡρισμένα γίνεται μεγέθη, ὡς δέδεικται, ἀνάγκη ἄρα πᾶσα τὸ μεῖζον τοῦ τριχῇ διαστατοῦ μέρος ἐκτεινόμενον εἰς μεῖζον μέγεθος μεταβάλλειν ἤπερ τὸ ἔλαττον· καὶ ἐπειδὴ ἕκαστον εἶδος ἔν τινι ὡρισμένῳ μεγέθει ὑφίσταται, ὡς ἐν τῇ φυσικῇ δέδεικται, ἀνάγκη μηδὲ εἰς τὸ τυχὸν εἶδος τὸ τυχὸν μεταβάλλειν μέγεθος, ἐπεὶ μηδὲ εἰς μέγεθος τὸ τυχὸν προσθήκης χωρίς. εἰ τοίνυν τοῦ μὲν τριχῇ διαστατοῦ ὑποκειμένου ὄντος καὶ ὕλης εὔλογον τὸ μὴ εἰς τὸ τυχὸν μέγεθος τὴν ἔκτασιν καὶ συστολὴν τῶν σωμάτων γίνεσθαι, τῆς δὲ ὕλης ἀσωμάτου καὶ ἀνειδέου οὔσης ἐνδεχόμενόν ἐστιν εἰς ὁπηλικονοῦν μέγεθος τὸ τυχὸν μεταβάλλειν, τοῦτο δὲ ψεῦδός ἐστιν καὶ ἀδύνατον, οὐκ ἄρα περὶ ἀσώματόν τινα ὕλην καὶ ἀνείδεον καὶ ἡ συστολὴ τοῦ μεγέθους καὶ ἡ διαστολὴ γίνεται· ὥστε ψεῦδος τὸ ἀσώματον ὕλην ὑποκεῖσθαι τοῖς πράγμασιν. ἔτι εἰ ἀσώματός ἐστιν ἡ ὕλη καὶ ἀμεγέθης καὶ μία καὶ ἡ αὐτὴ πάντων καὶ οὐ πλείους ὗλαι, διῄρηται δὲ ἀπʼ ἀλλήλων τὰ φυσικὰ σώματα, οἷον τὸ ὕδωρ ἀπὸ τοῦ πυρὸς καὶ ἄνθρωπος ἐξ ἀνθρώπου καὶ ἵππου καὶ ἁπλῶς εἰπεῖν ἕκαστον τῶν ἐν ὑπάρξει σωμάτων ἀπὸ τῶν λοιπῶν πάντων, πῶς ἡ ἀσώματος ὕλη καὶ ἀμεγέθης καὶ μία εἰς διάφορα μερίζεται καὶ ἄτομα; τὸ γὰρ ἀσώματον καὶ ἀμέγεθες ἀμερές ἐστιν ἐξ ἀνάγκης· οὐδὲ γὰρ ταὐτὸν συμβαίνειν ἐπὶ τῆς ὕλης ἐνδέχεται, ὅπερ φέρε εἰπεῖν ἐπὶ τῆς ποιότητος· ἀσώματος μὲν γὰρ καὶ ἡ λευκότης καὶ πᾶσα ποιότης· ἀλλʼ ἐπεὶ καθʼ αὑτὴν ὑποστῆναι ἡ ποιότης οὐ δύναται ἀλλʼ ἐν ὑποκειμένῳ τινὶ μεγέθει τὸ εἶναι ἔχει, συνδιίστασθαι αὐτὴν τῷ δεξαμένῳ μεγέθει ἀνάγκη· ἡ δὲ ὕλη οὐκ ἐν μεγέθει τὸ εἶναι ἔχει οὐδὲ ὅλως ἐν ἑτέρῳ ὑφέστηκεν· τοὐναντίον γὰρ δεξαμένην καὶ ὑποβάθραν αὐτὴν ἁπάντων ὑποθέμενοι εἶναι ἀπεφήναντο. πῶς οὖν τὸ ἀσώματον καὶ ἀμερὲς μερίζεται; τίς δὲ καὶ ὁ τῆς διαιρέσεως τρόπος; τὰ γὰρ διαιρούμενα ἢ ὡς γένος εἰς εἴδη διαιρεῖται, ὡς τὸ ζῷον εἰς ἵππον καὶ ἄνθρωπον, ἢ ὡς εἶδος εἰς ἄτομα, ὡς ἄνθρωπος εἰς Σωκράτη καὶ Πλάτωνα, εἴπερ τις καὶ τοῦτο διαίρεσιν καλεῖν ἀξιώσειεν, ἢ ὡς ὅλον εἰς μέρη, ὡς Σωκράτης εἰς χεῖρας καὶ πόδας καὶ κεφαλὴν καὶ τὰ λοιπὰ μόρια ἢ τὸ δεκάπουν ξύλον εἰς τὰ δέκα ποδιαῖα ξύλα, ἢ ὡς ὁμώνυμος φωνὴ εἰς διάφορα σημαινόμενα, ὡς ἡ κύων φωνὴ εἰς τὸν ἀστρῷον καὶ χερσαῖον καὶ θαλάττιον. ὡς μὲν οὖν γένος εἰς εἴδη ἀδύνατον διαιρεῖσθαι τὴν ὕλην· τὰ γὰρ γένη ταῖς εἰδοποιοῖς διαφοραῖς εἰς τὰ εἴδη διαιρεῖται, ἡ δὲ ὕλη παντελῶς ἐστιν κατὰ τοὺς ὑποθεμένους αὐτὴν ἀνείδεος. ὥστε οὐδὲ διαφορὰν συστατικὴν ἢ διαιρετικὴν ἕξει καὶ διὰ τοῦτο οὔτε ὡς γένος εἰς εἴδη διαιρεθήσεται ἡ ὕλη ἀλλʼ οὐδὲ ὡς εἶδος εἰς ἄτομα· καὶ γὰρ τὰ ὑπὸ τὸ αὐτὸ εἶδος ἀναγόμενα ἄτομα διαφοραῖς τισιν ἀπʼ ἀλλήλων τέμνεται· καὶ γὰρ ἄνθρωπος ἀνθρώπου καὶ ἵππος ἵππου διαφέρει· δύο γοῦν ἄτομα κατὰ πάντα τὰ αὐτὰ εἶναι καὶ ἀδιάφορα πάντῃ ἀδύνατον· οὐκοῦν, εἰ καὶ ἡ ὕλη εἰς ἄτομα τέμνεται, διοίσουσι πάντως ἀλλήλων διαφοραῖς τισιν τὰ ὑπὸ τὴν αὐτὴν ὕλην ἀναγόμενα ἄτομα. καὶ ἄλλως δέ· ἀριθμὸν ὅλως καὶ πλῆθος ἄνευ διαφορᾶς εἶναι ἀδύνατον· εἰ οὖν ἄλλῳ ἄλλη ἡ ἀσώματος κατʼ ἀριθμὸν ὕλη ὑπόκειται, εἴπερ πλείονά ἐστιν καὶ διῃρημένα ἀλλήλων τὰ ἔνυλα, πλείονες ἄρα κατʼ ἀριθμὸν αἱ ἀσώματοι ὗλαι· ἄλλη γὰρ ἡ Σωκράτει ὑποκειμένη ὕλη ἀσώματος καὶ ἄλλη Πλάτωνι καὶ τῷδε τῷ ξύλῳ καὶ τῷδε τῷ ἵππῳ· εἰ δὲ πλείονες τῷ ἀριθμῷ αἱ ἀσώματοι ὗλαι, οὐκ ἄρα ἀδιάφοροι· πῶς οὖν ἔτι ἀνείδεος ἡ ὕλη, ἧς τὰ μέρη διαφοραῖς τισι διαφέρει ἀλλήλων; πάλιν δʼ αὖ τὰ μὲν ἄτομα ἀδιαίρετά ἐστιν, ᾗ τοιαῦτά ἐστιν· ὁ γὰρ Σωκράτης εἰ διαιρεθείη, οὐκέτι ἐστὶν Σωκράτης, ἡ δὲ ὕλη διαιρουμένη ἔτι ἐστὶν ὕλη· διαιρουμένου γὰρ τοῦ ξύλου συνδιαιρεῖται μὲν καὶ ἡ ὑποκειμένη αὐτῷ ἀσώματος ὕλη, μένει δὲ ὕλη οὐδὲν ἧττον ἡ ἐν ἑκάστῳ τμήματι· οὐκ ἄρα οὐδὲ ὡς εἶδος εἰς ἄτομα διαιρεῖται ἡ ὕλη. ἀλλʼ οὐδʼ ὡς ὁμώνυμος φωνὴ εἰς διάφορα σημαινόμενα μερισθήσεται, ὡς μῦς ὅ τε θαλάσσιος καὶ ὁ γηγενής· οὐδὲ γὰρ φωνή ἐστιν μόνον ἡ ὕλη ὁμώνυμος. καὶ εἰ φωνὴ δὲ ἦν ὁμώνυμος ἡ ὕλη, καὶ οὕτω πάλιν οὐκ ἂν ἦν ἀνείδεος ἑκάστου μέρους αὐτῆς ἴδιόν τι σημαινόμενον καὶ ἰδίαν φύσιν ἔχοντος· πάντα γὰρ τὰ ὁμώνυμα τοιαῦτά ἐστιν· ὁμώνυμος μὲν γὰρ ἡ κύων φωνή, ἀλλʼ ἄλλο μέν τι σημαίνει ἐπὶ τοῦ χερσαίου κυνός, ἕτερον δὲ ἐπὶ τοῦ θαλαττίου καὶ ἐπὶ τοῦ ἀστρῴου ἄλλο· ὥστε τὰ ὁμώνυμα πάντα εἰδοποιοῖς διαφοραῖς ἀλλήλων διαφέρει. οὐκοῦν, εἰ καὶ ἡ ὕλη ὡς ὁμώνυμος φωνὴ εἰς διάφορα διῄρητο σημαινόμενα, ἀνάγκη πᾶσα τὰ τμήματα αὐτῆς εἰδοποιοῖς διαφοραῖς ἀλλήλων διαφέρειν· ὥστʼ οὐκέτι ἂν εἴη ὕλη ἀνείδεος· οὐκ ἄρα οὐδʼ ὡς ὁμώνυμος φωνὴ εἰς διάφορα διαιρεῖται σημαινόμενα. λείπεται τοίνυν ὡς ὅλον εἰς μέρη αὐτὴν διαιρεῖσθαι. ἀλλʼ εἰ μὲν εἰς ἀνομοιομερῆ διῄρηται, εἰδοπεποιῆσθαι καὶ αὐτὴν καὶ τῶν μερῶν ἕκαστον ἀνάγκη· καὶ γὰρ τὸ ὅλον εἰδοπεποίηται, οἷον ὁ ἄνθρωπος ἢ τὸ τοῦ ἀνθρώπου σῶμα, καὶ τῶν μερῶν αὐτοῦ ἕκαστον ἀνάγκη, κεφαλὴ καὶ ποὺς καὶ τὰ λοιπά. εἰ δὲ εἰς ὁμοιομερῆ, πῶς πάλιν τὸ ἀσώματον καὶ ἀμερὲς διαιρεῖται; ἄλλως τε ἡ τοῦ ὅλου εἰς μέρη διαίρεσις σώματός ἐστιν καὶ μεγέθους, εἴτε ὁμοιομερὲς ᾖ τὸ ὅλον εἴτε ἀνομοιομερές· τὸ γὰρ ἀσώματον καὶ ἀμέγεθες ἀμερές· ὥστε οὐδὲ ὅλον ἕξει καὶ μέρος. εἰ οὖν ὅλον ἕξει καὶ μέρος ἡ ὕλη, μέγεθος ἂν εἴη καὶ σῶμα, οὐκ ἀμεγέθης τε καὶ ἀσώματος. διὰ τοῦτο οὐδὲ ἀνείδεος· οὐ γὰρ ἀνείδεον τὸ μέγεθος ἢ τὸ σῶμα. καὶ τὸ δὴ ἀτοπώτερον· οὐ γὰρ μόνον τὸ ἀμερὲς μεριστὸν ποιεῖν συμβήσεται τοῖς τὴν ὕλην ἀσώματον εἶναι καὶ ἀνείδεον ὑποτιθεμένοις, ἀλλὰ καὶ τοῖς ἀμερέσι διαιρέσεως τὸ ἀμερὲς εἶναι λέγειν αἴτιον γίνεσθαι· ἕκαστον γὰρ τῶν εἰδῶν ἀσώματον ὂν καὶ ἀμερὲς τῷ ἰδίῳ λόγῳ, ἐπειδὰν ἐν ὕλῃ καὶ ὑποκειμένῳ γένηται, συνδιίσταται τούτῳ καὶ συμμερίζεται, ὡς ἀρτίως περὶ τῆς λευκότητος ἐλέγομεν· ὥστε καὶ τοῖς ἀμερέσιν εἴδεσι μερισμοῦ αἰτία ἡ ὕλη γίνεται. τοῦτο δὲ καὶ αὐτοὶ ὁμολογεῖν ἀξιοῦσιν. πῶς οὖν οἷόν τέ ἐστιν, εἴπερ ἀμερής ἐστιν ἡ ὕλη, αὐτήν τε διαιρεῖσθαι εἰς μέρη καὶ τοῖς ἀμερέσιν εἴδεσιν μερισμοῦ αἰτίαν γενέσθαι; καὶ εἰ πάσχον τι τὸ ἀμερὲς μεριστὸν γίνεται, ἀμερῆ δὲ ὄντα τὰ εἴδη κατὰ τὸν ἴδιον λόγον ἐν τῇ ὕλῃ γινόμενα μεριστὰ γίνεται, τοῦ δὲ πάθους τούτου ἡ ὕλη ἐστὶν αἰτία, δηλονότι ποιητικὸν ἂν εἴη τοῦ πάθους τούτου — τῆς διαιρέσεώς φημι — ἡ ὕλη αἴτιον· ὥστε οὐκ ἀνείδεος ἡ ὕλη· τὸ γὰρ ποιοῦν δυνάμει τινὶ καὶ εἴδει ποιεῖ. καὶ ἐντεῦθεν οὖν δῆλον, ὅτι τριχῇ διαστατόν ἐστιν τὸ πρῶτον ἁπάντων ὑποκείμενον καὶ ἡ ὕλη, ὅπερ φύσει μεριστὸν ὂν τοῖς ἐν αὐτῷ ὑφισταμένοις εἴδεσιν μερισμοῦ καὶ διαστάσεως αἴτιον γίνεται. ἔνθεν καὶ εἰς ἄτομα τὰ εἴδη τέμνεται οὐκ αὐτὰ καθʼ αὑτὰ μεριζόμενα ἀλλὰ τῷ ὑποκειμένῳ μεριστῷ ὄντι συνδιαιρούμενα· φύσει γὰρ καθʼ αὑτὸ ἀμερές ἐστιν τὸ ἀσώματον, ἀλλὰ τοῦ ὑποκειμένου — τουτέστιν τοῦ τριχῇ διαστατοῦ, ἐν ᾧ καὶ ὑφέστηκεν — μεριστοῦ ὄντος καὶ τοῦ ὅλου τὴν εἰς ὁμοιομερῆ τομὴν δεχομένου συμβαίνει καὶ τὰ ἐν τούτῳ ἐνιδρυμένα εἴδη ἅτε δὴ συνδιασταθέντα αὐτῷ διὰ τὸ ἐν αὐτῷ γενέσθαι διαστατῷ ὄντι καὶ συνδιαιρεῖσθαι αὐτῷ ἐξ ἀνάγκης. εἰ δέ τις εἴποι ποσωθεῖσαν πρότερον καὶ σωματωθεῖσαν τὴν ὕλην οὕτω λοιπὸν μεριστὴν γενέσθαι, οὐδὲν ἧττον καὶ οὕτως ἀπορήσομεν, πότερον αὐτὴ ἡ ἀσώματος ὕλη μεταβαλοῦσα καὶ τοῦ εἶναι ἀσώματος ἐκστᾶσα αὐτόχρημα σῶμα γέγονεν καὶ μέγεθος ἢ ἀμετάβλητος καὶ ἀσώματος μείνασα τὸ τοῦ σώματος εἶδος ἐδέξατο, ὥσπερ τὸ μέγεθος δεξάμενον εἰ τύχοι τὸ τῆς σαρκὸς εἶδος οὐδὲν ἧττον ᾗ μέγεθός ἐστιν ἔμεινεν ἀμετάβλητον καὶ ὡσαύτως ἔχον καὶ ἡ σὰρξ λευκὴ γενομένη ἢ μέλαινα οὐδὲν μᾶλλον ἢ ἧττον σάρξ ἐστιν μηδὲν ἐκ τῆς λευκότητος ἢ μελανίας καθὸ σάρξ ἐστιν μεταβάλλουσα. εἰ μὲν οὖν ἔμεινεν ἡ ὕλη ἀσώματος καὶ μετὰ τὸ δέξασθαι τὸ τοῦ σώματος εἶδος, ἔτι μένει τὸ ἄπορον, πῶς τὸ ἀσώματον καὶ ἀμερὲς μερίζεται καὶ πῶς τοῖς ἀμερέσι μερισμοῦ αἰτία γίνεται ἀμερὴς οὖσα καὶ ἀσώματος. εἰ δὲ ἐξέστη τοῦ εἶναι ἀσώματος καὶ αὐτὸ σῶμα καὶ μέγεθος γέγονεν, οὐκέτʼ ἂν ἀμετάβλητος εἴη· ὥστε οὐδὲ ἀγένητός τε καὶ ἄφθαρτος καὶ ἄλλως· εἰ ἀσώματος οὖσα μετέβαλεν καὶ γέγονεν σῶμα, ἀνάγκη πᾶσα ἢ εἶναί ποτε αὐτὴν ἐνεργείᾳ ἀσώματον, εἶτα γεγονέναι σῶμα, ἢ μηδέποτε αὐτὴν γεγονέναι ἐνεργείᾳ ἀσώματον. εἰ μὲν οὖν ἐνεργείᾳ ποτὲ ἦν ἀσώματος, εἶτα μεταβαλοῦσα γέγονεν σῶμα, πρῶτον μὲν δύναιτʼ ἂν πάλιν καὶ τὸ σῶμα γενέσθαι ἀσώματον, εἶτα καθὸ οὐκ ἔμεινεν ἀσώματος ἐφθάρη. εἰ δὲ τὸ ἀσώματον ἐφθάρη, καὶ γέγονεν ἐξ ἀνάγκης· οὐδὲν γὰρ τῶν φθαρτῶν ἀγένητον. εἰ δὲ τοῦτο, ἀνάγκη πᾶσα ἄλλο τι τῇ ὕλῃ ὑποκείμενον εἶναι κατὰ τὰ πρότερον δεδειγμένα, περὶ ὃ τὸ ποτὲ μὲν ἀσώματον ὂν ποτὲ δὲ σῶμα μεταβάλλει, καὶ τοῦτο πάντως οὔτε σῶμα ἔσται οὔτε ἀσώματον, εἴπερ σώματί τε καὶ ἀσωμάτῳ ὑπόκειται· ἀλλʼ οὐδὲν εἶναι μεταξὺ σώματός τε καὶ ἀσωμάτου ἐνδέχεται, ἐπεὶ μηδὲ τῆς ἀντιφάσεως· τὸ γὰρ ἀσώματον πάντως που καὶ σῶμα οὐκ ἔστιν, ἀδύνατον δὲ μήτε σῶμα εἶναί τι μήτε μὴ σῶμα τὸ αὐτό· ἀντίφασις γὰρ τοῦτο, οὐδὲν δὲ οὔτε τῶν ὄντων οὔτε τῶν μὴ ὄντων ἐκφυγὸν καυχήσεται τὴν ἀντίφασιν. ὥστε ἀδύνατον ἄλλο τι τῇ ἀσωμάτῳ ὕλῃ ὑποκεῖσθαι· οὐδὲ γὰρ Ἕλλησι τοῦτο δοκεῖ. οὐκοῦν ἀδύνατον ἐνεργείᾳ ποτὲ τὴν ὕλην ἀσώματον οὖσαν μεταβάλλειν ἀπὸ χρόνου καὶ γενέσθαι σῶμα. εἰ δὲ μηδέποτε ἐνεργείᾳ ἦν ἀσώματος ἡ ὕλη, τὸν ἄπειρον χρόνον δυνάμει ἦν ἀσώματος, εἰ δὲ δυνάμει ἐστὶν ἀσώματος, ἐνεργείᾳ ἐστὶν σῶμα τὸν ἄπειρον χρόνον· τὸ γὰρ δυνάμει ἀσώματον εἰ μὴ ἐνεργείᾳ εἴη σῶμα, οὔτε ἀσώματον ἔσται οὔτε σῶμα· τοῦτο δὲ ἀδύνατον ἄρτι δέδεικται, εἴπερ ἀντίφασις μέν ἐστιν τὸ εἶναι σῶμα καὶ μὴ εἶναι σῶμα, τὴν δὲ ἀντίφασιν συναληθεύειν ἀδύνατον. εἰ δὲ ἐνεργείᾳ ἐστὶν σῶμα ἡ ὕλη τὸν ἄπειρον χρόνον, εἰ μὲν τὸ σῶμα ᾗ σῶμά ἐστιν ἀμετάβλητον ὑπάρχει, οὐχ ἕξουσι δεικνύειν, εἰ ὅλως δυνάμει ὂν ἀσώματον ἡ ὕλη τοῖς φυσικοῖς σώμασιν ὑπόκειται· δέδεικται γὰρ ἐν ἀρχῇ τοῦ προκειμένου λόγου, ὅτι ἀμεταβλήτου ὄντος τοῦ ἀποίου σώματος, τουτέστιν μήτε γινομένου μήτε φθειρομένου, αὐτὸ εἶναι τὸ ἔσχατον τῶν φυσικῶν ὑποκείμενον καὶ τὴν πρώτην ὕλην ἀνάγκη. εἰ δὲ καὶ αὐτὸ τὸ σῶμα ᾗ σῶμά ἐστιν μεταβάλλειν φήσουσιν, ἀνάγκη μήτε καθὸ ἀσώματός ἐστιν ἡ ὕλη ἀμετάβλητον αὐτὴν εἶναι, εἴπερ μὴ ἔμεινεν κατὰ τὸν ἴδιον τῆς φύσεως λόγον ἀσώματος, μήτε καθὸ σεσωμάτωται, εἴπερ καὶ τὸ σῶμα ᾗ σῶμά ἐστιν μεταβάλλει. ὥστε κατʼ οὐδένα τρόπον ἡ ὕλη ἀμετάβλητός ἐστιν οὔτε ἔσται· οὔτε γάρ, ὅπερ ἐστὶν φύσει, τουτέστιν ἀσώματος, ἔμεινεν ἀμετάβλητος οὔτε ὃ γέγονε, τοῦτο δέ ἐστιν σῶμα, εἴπερ καὶ αὐτὸ μεταβάλλει. ἀλλʼ εἰ ἀδύνατον, ὡς πολλάκις εἴρηται, τὸ πρῶτον ὑποκείμενον μεταβάλλειν, οὐκ ἄρα οὔτε δυνάμει ἀσώματον εἶναι τὴν ὕλην ἐνδέχεται τὸν ἄπειρον χρόνον, δέδεικται δὲ ὅτι οὔτε ἐνεργείᾳ. ὥστε οὐδʼ ὅλως ἀσώματον εἶναι τὴν ὕλην ἐνδέχεται. ἔτι εἰ ἡ πρώτη τῶν σωμάτων ὕλη ἀσώματος καὶ τὰ εἴδη πάντα ἀσώματά ἐστιν — τοῦτο γὰρ ἀληθὲς ὂν καὶ παρὰ πάντων ὁμολογεῖται —, πῶς δύο ἀσωμάτων τε καὶ ἀμερῶν σύνθεσις τὸ ἐξ ἀμφοῖν μέγεθος καὶ σῶμα πεποίηκεν; καὶ εἰ μυρία ἀμερῆ συντιθέμενα μέγεθος οὐ ποιεῖ ὡς τὰ σημεῖα, πόθεν δύο ἀμερῶν σύνθεσίς τις — τῆς ὕλης φημὶ καὶ τοῦ εἴδους — μέγεθος καὶ σῶμα γεγένηται; εἰ δὲ φήσουσιν δυνάμει εἶναι σῶμα τὴν ὕλην, κἂν ἀσώματος εἴη, εἰ μὲν ἀεί ἐστιν δυνάμει σῶμα, οὐδέποτε δήπουθεν ἔσται ἐνεργείᾳ σῶμα, ἀεὶ δὲ ἐνεργείᾳ ἀσώματος· τὸ γὰρ δυνάμει τι ὂν ἕως ἂν μόνως ᾖ δυνάμει, ἐνεργείᾳ τοῦτο εἶναι ἀδύνατον· τὸ γὰρ ὕδωρ ἕως ἂν μόνως ᾖ δυνάμει θερμόν, ἐνεργείᾳ θερμὸν οὐκ ἔστιν. εἰ οὖν ἀεὶ δυνάμει ἐστὶν σῶμα ἡ ὕλη, ἀεὶ ἔσται ἐνεργείᾳ ἀσώματος· μένει οὖν ἡ ἀπορία. πῶς δὲ ἀσώματον ἀσωμάτῳ συντιθέμενον μέγεθος ποιεῖ καὶ σῶμα; ἄλλως τε εἰ ἀεί ἐστιν δυνάμει σῶμα, οὐδέποτε δὲ ἐνεργείᾳ γίνεται σῶμα, μάτην ἕξει τὴν δύναμιν μηδέποτε προϊοῦσαν εἰς ἐνέργειαν. ἀλλʼ οὐδὲν τῶν ἀϊδίων δυνάμει ἐστὶν μόνως τὸν ἄπειρον χρόνον, ὡς καὶ Ἀριστοτέλει δοκεῖ· ἐν μὲν γὰρ τοῖς γινομένοις καὶ φθειρομένοις ἐνδέχεται δυνάμει τι εἶναι, ὃ μὴ πρόεισιν εἰς ἐνέργειαν φθανούσης τῆς φθορᾶς τὴν τῆς δυνάμεως τελείωσιν καὶ ἐνέργειαν — δυνάμενος γὰρ πᾶσαν ἐπιστήμην ὁ ἄνθρωπος ἐπιδέξασθαι οὐ πάντως δέχεται φθανούσης τῆς φθορᾶς τὴν ἐνέργειαν, καὶ τὸ ξύλον δυνάμει ὂν θρόνος ἢ ναῦς οὐ πάντως καὶ ἐνεργείᾳ γίνεται —, ἐπὶ δὲ τῶν ἀϊδίων ἀδύνατον εἶναί φησιν Ἀριστοτέλης μόνως δυνάμει τι εἶναι τὸν ἄπειρον χρόνον· μάτην γὰρ ἕξει τὴν δύναμιν μηδέποτε προϊοῦσαν εἰς ἐνέργειαν. οὐκ ἄρα ἐνδέχεται τὸν ἄπειρον χρόνον δυνάμει σῶμα εἶναι τὴν ὕλην. εἰ δὲ δυνάμει οὖσα σῶμα ἢ ποτὲ γέγονεν ἐνεργείᾳ σῶμα ἢ ἀεί ἐστιν ἐνεργείᾳ σῶμα, τὰ αὐτὰ πάλιν ἐροῦμεν· εἰ μὲν γὰρ ἀμετάβλητον εἴη τὸ σῶμα ᾗ σῶμά ἐστιν, οὐδεμίαν ἕξουσιν ἀπόδειξιν τοῦ ὅλως ὑποκεῖσθαί τινα τοῖς σώμασιν ὕλην ἀσώματον· εἰ δὲ καὶ τὸ σῶμα μεταβάλλει, κατʼ οὐδέν ἐστιν ἡ ὕλη ἀμετάβλητος, οὔτε καθὸ ἦν ἀσώματος οὔτε καθὸ γέγονε σῶμα· εἰ δὲ μὴ εἴη ἀμετάβλητος, ἄλλο τι ἔσται καὶ αὐτῇ ὑποκείμενον καὶ ὕλης ὕλην ἐπινοήσομεν καὶ περὶ ἐκείνης πάλιν τὰς αὐτὰς ἀπορήσομεν ἀπορίας καὶ εἰς ἄπειρον τὸ ἄτοπον ἄνεισιν. ἀλλʼ οὔτε μεταβάλλειν τὸ πρῶτον τῶν φυσικῶν ὑποκείμενον ἐνδέχεται καὶ τοῦ, ὅ ἐστιν, ἐξίστασθαι οὔτε ἄλλο τι αὐτῷ ὑποκεῖσθαι· οὐ γὰρ ἂν ἔτι πρῶτον εἴη ὑποκείμενον. δῆλον οὖν ἐντεῦθεν, ὡς οὐκ ἐνδέχεται δυνάμει σῶμα εἶναι τὴν ὕλην. ἀποδέδεικται δὲ νῦν, ὡς οὔτε ἀσώματον αὐτὴν εἶναι οἷόν τε οὔτε δυνάμει οὔτε ἐνεργείᾳ, ἔτι δὲ οὐδὲ ἀνείδεον διὰ τὸ μηδʼ ὅλως ἐνδέχεσθαί τι τῶν ὄντων ἀνείδεον εἶναι· τὸ γὰρ μηδένα λόγον ἔχον τοῦ εἶναι ὅμοιον ἐδείξαμεν τῷ μηδʼ εἶναι ὅλως. ὁ δὲ τοῦ εἶναι ἑκάστου λόγος εἶδός ἐστιν καὶ φύσις ἑκάστου· τὸ γὰρ ζῷον λογικὸν θνητὸν λόγος ἐστὶν τοῦ εἶναι καὶ εἶδος ἀνθρώπου. ἐκ τούτων οὖν πάντων δῆλον γεγένηται, ὅτι οὔτε ἀνείδεον παντελῶς οὔτε ἀσώματον εἶναι τὴν πρώτην ὕλην ἐνδέχεται. ὥστε μῦθος ψευδὴς καὶ αἴτημα ἀναπόδεικτον ἡ περὶ τῆς ἀσωμάτου τε καὶ ἀνειδέου ὕλης ὑπόθεσις ἀποδέδεικται, κἂν μυρίοι Πλάτωνες καὶ ὁ λοιπὸς τῶν ἀρχαίων κατάλογος τὴν περὶ αὐτῆς εἰσηγήσαντο δόξαν· οὐδενὶ γὰρ πιστεύειν ἀξιώσομεν μὴ ὑπὸ λόγου τὴν ἀπόδειξιν ἔχοντι· «εἰ μὴ σὺ γὰρ σαυτοῦ λέγοντος ἀκούσῃς», φησὶν ὁ Πλάτων, «ἄλλῳ λέγοντι μηδέποτε πιστεύσῃς». οἱ μὲν οὖν ἔλεγχοι τῆς ἀνειδέου ὕλης καὶ ὡς ἀληθῶς οὐδὲν οὔσης τῶν ὄντων ἐντεῦθεν ἡμῖν πέρας ἐχέτωσαν νόθων τῷ ὄντι καὶ ἀνυποστάτων τῶν περὶ αὐτῆς λογισμῶν ἀποφανθέντων. εἰ δὲ αὐτὴ ἡ περὶ τῆς ὕλης αὐτῶν ὑπόθεσις ψευδὴς δέδεικται καὶ ἀνυπόστατος, καὶ τὰ τῇ ἀρχῇ ἄρα τῇ ψευδεῖ ταύτῃ ἑπόμενα τῆς ἀρχῆς ἐληλεγμένης συναπελήλεγκται καὶ διὰ τοῦτο ἴσως περιττὸν ἦν τὸ ὅλως εἰς τὸ προκείμενόν τι λέγειν ἐπιχείρημα. συγχωρήσαντες δʼ οὖν ἡμεῖς τῇ περὶ τῆς ὕλης ὑποθέσει, εἴτε σῶμα ταύτην εἶναί τις τὸ ἄποιον βούλοιτο εἴτε ἀσώματον, ἐπὶ τὴν ἐξέτασιν τοῦ προκειμένου ἑνδεκάτου ἐπιχειρήματος τὸν λόγον τρέψωμεν· ἔστιν δʼ, ἵνα συνελὼν εἴπω, τοιοῦτον.

`446–447`

θʹ. Ἡ ὕλη, φησίν, οὐ κατὰ τύχην ἀλλʼ ἔκ τινος αἰτίας τὸ εἶναι ἔχουσα ἕνεκά τού ἐστιν καὶ τοῦτό ἐστιν αὐτῇ τὸ εἶναι· τῆς γὰρ γενέσεώς ἐστιν ἕνεκα· οὐκοῦν καὶ ἡ γένεσις οὗ ἕνεκά ἐστιν. τὸ δὲ ἕνεκά του καὶ τὸ οὗ ἕνεκα τῶν πρός τι, τὰ δὲ πρός τι ἅμα τὸ εἶναι καὶ τὸ μὴ εἶναι ἔχει· ἀφʼ οὗ ἄρα ἡ ὕλη ἐστίν, ἀπὸ τότε καὶ ἡ γένεσίς ἐστιν· καὶ γὰρ ἡ ὕλη εἴδους ἐστὶν ὕλη καὶ τὸ εἶδος ὕλης ἐστὶν εἶδος. ὥστε ἅμα τῷ εἶναι τὴν ὕλην εὐθὺς καὶ ἡ γένεσίς ἐστιν καὶ τὰ εἴδη ἐστὶν ἐν αὐτῷ· ἔστιν γὰρ ἡ ὕλη οὐκ ἀκοσμίας ἕνεκα καὶ τῆς τῶν εἰδῶν στερήσεως ἀλλὰ κόσμου τε καὶ εἰδοποιίας. εἰ οὖν ἡ ὕλη ὡς καὶ ἡ γένεσις ἐξ ἀνάγκης ἀΐδιος, καὶ ἡ εἰδοποιία. ὥστε καὶ ὁ κόσμος ἀΐδιος. ὅτι δὲ ἡ ὕλη ἀΐδιος, δῆλον ἐντεῦθεν· εἰ γὰρ γίνοιτο, φησίν, καὶ φθείροιτο, ὕλης ἄλλης δεήσεται, ἐξ ἧς τε γίνεται καὶ εἰς ἣν φθαρεῖσα ἀναλυθήσεται· τοῦτο δὲ πάλιν ἀνάγκη συμβαίνειν διὰ τὸ ἐν τῷ ἐνάτῳ λόγῳ εἰρημένον, ὡς πᾶν τὸ γιγνόμενον ἔκ τινος γίνεται καὶ ἐκ μηδενὸς γενέσθαι τι ἀδύνατον εἶναι. ἔστιν δὲ Ἀριστοτελικὸν τὸ ἐπιχείρημα· αὐτὸς γὰρ ἐν τῷ πρώτῳ τοῦτο τῆς φυσικῆς ἔθηκεν ἀκροάσεως. ὁ μὲν οὖν προκείμενος συλλογισμὸς τοιοῦτος. ἡμεῖς δὲ τοῖς ἄλλοις ἅπασιν συγχωρήσαντες τοῦτο μόνον τῶν εἰρημένων ζητήσωμεν, εἰ ἕπεται ἐξ ἀνάγκης τῷ γίνεσθαι καὶ φθείρεσθαι τὴν ὕλην τὸ δεῖσθαι αὐτὴν ὕλης ἑτέρας· τοῦτο γάρ ἐστιν τὸ δοκοῦν ἕπεσθαι ἄτοπον· οὗ δειχθέντος ὡς οὐχ ἕπεται — τουτέστιν ὡς οὐκ ἀνάγκη, εἴπερ ἡ ὕλη γίνοιτο, ἐξ ὕλης καὶ αὐτὴν γίγνεσθαι —, οὐδὲν ἔσται λοιπὸν τὸ κωλύον μὴ εἶναι τὴν ὕλην ἀΐδιον ἀλλʼ ἀρχὴν ἔχειν γενέσεως. μηδενὸς οὖν ὄντος λόγου τοῦ ἀΐδιον εἶναι αὐτὴν κατασκευάζοντος οὐδʼ ἂν διʼ αὐτὴν ἀΐδιος εἶναι πιστεύοιτο ἅμα τῆς τε ὕλης τοῦ κόσμου καὶ τοῦ εἴδους αὐτοῦ συνυποστάντων· ἐκ γὰρ τοῦ λαβεῖν, ὅτι ἀΐδιος ἡ ὕλη, συνήγαγεν, ὅτι καὶ ὁ κόσμος ἀΐδιος.

`448–455`

ιʹ. Πυθέσθαι δὲ πρῶτον αὐτοῦ ἄξιον, πῶς φησιν πᾶν τὸ γινόμενον ὕλης δεῖσθαι, ἵνα γένηται, ἆρʼ ὡς ἐκ τῆς ὕλης τοῦ γιγνομένου τὸ εἶναι καὶ τὴν οὐσίαν λαμβάνοντος καὶ οἷον αὐτῆς τῆς ὕλης εἰς τὴν τοῦ γινομένου μεταβαλλούσης οὐσίαν καὶ αὐτὸ γινομένης ἐκεῖνο, ἢ ὡς δεομένου τοῦ γινομένου ὑποκειμένου τινός, ἵνʼ ἐν ἐκείνῳ τὴν ὕπαρξιν λαμβάνῃ, διὰ τὸ αὐτὸ καθʼ αὑτὸ ἄνευ ὑποκειμένου συστῆναι μὴ δύνασθαι, ὥσπερ τὰ γράμματα δεῖται κηροῦ τυχόν, ἵνα ὑποστῇ, οὐ τῆς τοῦ κηροῦ οὐσίας αὐτὰ τὰ γράμματα γινομένης, ἀλλʼ ἐν αὐτῷ ὡς ἐν δοχείῳ τινὶ τῶν γραμμάτων τὴν ὕπαρξιν λαμβανόντων, καὶ ὡς τὸ σχῆμα δεῖται χαλκοῦ ἢ ἑτέρας ὕλης, ἵνα γένηται, οὐ τοῦ χαλκοῦ αὐτὸ σχῆμα γινομένου, ἀλλʼ ἐν αὐτῷ τοῦ σχήματος ὑφισταμένου. εἰ μὲν οὖν τὸ πρότερόν τις ὑπόθοιτο, ἤδη τοῦτο ἐν τῷ τέλει τοῦ ἐνάτου λόγου πρὸς ἡμῶν ἀπελήλεγκται καὶ πάρεστιν ἐκεῖθεν τὴν τούτων ἀκριβῆ διδασκαλίαν ἐκλέγεσθαι, ὅτι οὐχ ἡ ὑποκειμένη τοῖς εἴδεσιν ὕλη αὐτόχρημα τὰ εἴδη γίνεται ἀλλὰ μόνον ὑποδοχή ἐστιν τῶν εἰδῶν, ὡς καὶ ὁ Πρόκλος ἐν τούτοις παρὰ τοῦ Πλάτωνος εἶπε λαβών· καὶ γὰρ ὁ χαλκὸς μένων ἀμετάβλητος ὑποδοχὴ τῶν σχημάτων γίνεται καὶ ὁ κηρὸς τῶν γραφομένων· καὶ ἐπὶ τῶν φυσικῶν δὲ πάντων τὸ τριχῇ διαστατὸν μένον ἐπὶ τῆς ἰδίας φύσεως καὶ μηδεμίαν μεταβολὴν ὑπομένον, ᾗ τοιοῦτόν ἐστιν, πάντων ἐστὶν τῶν φυσικῶν εἰδῶν δοχεῖον· εἰ γὰρ τὸ ὑποκείμενον εἰς τὴν τοῦ γινομένου μετέβαλλεν οὐσίαν, οὐκέτʼ ἂν ἐπὶ τῆς αὑτοῦ φύσεως ἔμενεν τὸ ὑποκείμενον· ἐξ οὗ γάρ τι μεταβάλλει, οὐκέτι ἐστὶν ἐν ἐκείνῳ· ὥστε καὶ τὴν ὕλην, καθὸ ὕλη ἐστίν, μεταβάλλειν συνέβαινεν καὶ οὐκέτʼ ἂν ἔμενεν ἡ ὕλη· οὕτω δʼ ἂν ἡ εἰς ἄλληλα μεταβολὴ τῶν πραγμάτων ἀνῄρητο μηδενὸς μένοντος ἀμεταβλήτου, ὡς ἀκριβῶς ἐν ἐκείνοις ἐδείξαμεν· ὥστε ἀδύνατον τὴν ὕλην εἰς τὴν τοῦ γινομένου μεταβάλλειν οὐσίαν. εἰ δὲ τὸ δεύτερον ἀναγκαῖον εἶναι φήσουσιν τὸ δεῖσθαι πᾶν τὸ γινόμενον ὑποκειμένου τινὸς καὶ ὕλης τῆς ὑποδεξομένης αὐτοῦ τὴν ὕπαρξιν, ὡς διὰ τοῦτο ἀναγκαῖον φαίνεσθαι καὶ τὴν ὕλην, εἴπερ γένοιτο, δεῖσθαι ἑτέρας ὕλης, οὐχ ὁρῶ, πόθεν τὴν ἀνάγκην τοῦ λόγου κατασκευάζουσιν· εἰ μὲν γὰρ πᾶν τὸ γινόμενον ἄλλου τινὸς ἐδεῖτο τοιούτου, οἷον αὐτό ἐστιν, ἵνα γένηται, ἀκόλουθον ἦν καὶ τὴν ὕλην, εἴπερ γίνοιτο, δεῖσθαι ὕλης ἑτέρας· νῦν δὲ τοῦτο καὶ ψεῦδός ἐστιν καὶ ἀδύνατον· τῶν γὰρ γινομένων πάντων συνθέτων ὄντων ἐξ ὕλης καὶ εἴδους ἀνάγκη πᾶσα ἢ τὸ εἶδος εἶναι τὸ γιγνόμενον ἢ τὴν ὕλην ἢ τὸ ἐξ ἀμφοῖν συγκείμενον. εἰ οὖν πᾶν τὸ γιγνόμενον ἑτέρου δεῖται τοιούτου, οἷον αὐτό ἐστιν, ἵνα γένηται, εἴτε τὸ εἶδος εἴη τὸ γιγνόμενον, ἄλλου δεήσεται τοιούτου εἴδους, ἵνα γένηται, καὶ τοῦτο πάλιν, εἰ γίνοιτο, ἑτέρου, εἴτε τὸ σύνθετον, ἄλλου συνθέτου δεήσεται, οἷον αὐτό ἐστιν, ἵνα γένηται, κἀκεῖνο πάλιν, εἰ γίγνοιτο, ἄλλου. ἵνα οὖν γένηται χαλκός, χαλκοῦ δεήσεται καί, ἵνα γένηται λευκόν, λευκοῦ δεήσεται καί, ἵνα βαρύ, βαρέος. τοῦτο δʼ ἄτοπόν ἐστιν· ἐπʼ ἄπειρον γὰρ ἀνιέναι ἀνάγκη καὶ ταύτῃ καὶ γένεσιν ἀναιρεῖν· ἀδύνατον γὰρ διʼ ἀπείρων χωρῆσαι τὴν γένεσιν, ὡς καὶ ἐν τοῖς περὶ γενέσεως Ἀριστοτέλει δέδεικται· καὶ πρὸς τῷ ἀτόπῳ καὶ παρʼ αὐτὴν τὴν τῶν πραγμάτων ἐστὶν ἐνάργειαν· τοὐναντίον γὰρ πᾶν τὸ γιγνόμενον ἐξ οὐ τοιοῦδε γίνεται· ἐξ οὐ χαλκοῦ γὰρ ὁ χαλκὸς γίνεται καὶ ἐξ οὐχ ὕδατος ὕδωρ καὶ ἐξ οὐκ ἀνθρώπου ἄνθρωπος — λέγω δὲ κατὰ τὸ ὑλικὸν αἴτιον· περὶ τούτου γὰρ νῦν ἡμῖν ὁ λόγος· εἰ γὰρ καὶ ἄνθρωπος ἄνθρωπον γεννᾷ, ἀλλὰ τὸ μέν ἐστιν ποιοῦν, τὸ δὲ γιγνόμενον· οὐ περὶ τοῦ ποιητικοῦ δὲ νῦν αἰτίου ἡ ζήτησις· ἀνάγκη γὰρ τὸ γιγνόμενον πᾶν ἐκ ποιοῦντος γίγνεσθαι, εἴτε ὅμοιον εἴη τὸ ποιοῦν εἴτε ἀνόμοιον τῷ γιγνομένῳ· καὶ γὰρ εἰ ἐκ σίτου σῖτος γίνεται, ἀλλʼ ὡς ἐκ ποιητικοῦ αἰτίου γίνεται· ἐνυπάρχουσιν γὰρ οἱ δημιουργικοὶ τοῦ γιγνομένου λόγοι ἐν τῷ καταβαλλομένῳ σπέρματι, ὡς καὶ ἐν τῷ ἀνθρωπείῳ καὶ τοῖς λοιποῖς, τὴν δὲ ὕλην τό τε ἀρδεῦον ὕδωρ καὶ ἡ παρακειμένη γῆ ὑποτίθησιν, ὡς καὶ ἡ μήτρα τὸ καταμήνιον· διόπερ, εἰ ἐλλείποι τὸ ὕδωρ, οὐ διὰ τὸ ποιοῦν ἀλλὰ διὰ τὴν τῆς ὕλης ἔνδειαν ἀτέλεστος ὁ καρπὸς γίνεται. εἰ οὖν πᾶν τὸ γιγνόμενον ἐξ οὐ τοιοῦδε γίνεται κατὰ τὸ ὑλικὸν αἴτιον, οἷον ὁ ἄνθρωπος ἐξ οὐκ ἀνθρώπου καὶ τὸ πῦρ ἐξ οὐ πυρὸς καὶ ὁ ἐπιστήμων ἐξ οὐκ ἐπιστήμονος, εἴτε τὸ σύνθετον εἴη τὸ γινόμενον εἴτε τὸ εἶδος, οὐδὲν ἄρα τῶν γιγνομένων δεῖται ἄλλου τοιούτου, οἷον αὐτό ἐστιν, ἵνα γένηται. οὐδὲ ἡ ὕλη ἄρα ἡ πρώτη καὶ τὸ πρῶτον ὑποκείμενον, εἴπερ γίνοιτο, ἄλλης δεήσεται ὕλης καὶ ὑποκειμένου, ἵνα γένηται· οὐδὲ γὰρ ἐπειδὴ τὰ εἴδη δεῖται ὕλης, ἵνα γένηται εἴδη, διὰ τοῦτο καὶ ἡ ὕλη, εἴπερ γίγνοιτο, ὕλης δεήσεται· τὰ μὲν γὰρ εἴδη ἅτε δὴ καθʼ αὑτὰ ὑποστῆναι μὴ δυνάμενα δεῖται τῆς ὑποδεξομένης αὐτὰ ὕλης, ἐν ᾗ λαμβάνει τὴν ὕπαρξιν, ἡ δὲ ὕλη ὑποδοχὴ πάντων οὖσα καὶ τὸ πρῶτον ἁπάντων ὑποκείμενον οὐ δεῖται ἑτέρου τοῦ ὑποδεξομένου πρὸς ὕπαρξιν· οὐδὲ γὰρ τὰ φυσικὰ εἴδη, εἰ καθʼ αὑτὰ ὑφίστασθαι ἠδύνατο, ἐδεήθησαν τῆς ὕλης εἰς ὕπαρξιν παραγινόμενα, ἀλλʼ ἐγίνετο ἂν χωρὶς ὕλης. ὥστʼ οὐδʼ ἡ ὕλη, εἰ μὴ οὖσα πρότερον ἀρχὴν τοῦ εἶναι λαμβάνει, ὕλης ἑτέρας καὶ ὑποκειμένου δεήσεται, ἵνα γένηται, αὐτὴ οὖσα τὸ πρώτιστον πάντων ὑποκείμενον καὶ μὴ δεομένη ἑτέρου ὑποκειμένου εἰς ὕπαρξιν· οὐ γὰρ ἐν ὑποκειμένῳ ἡ ὕλη ἀλλʼ ὑποκείμενον· ὥσπερ γὰρ τὸ μὲν τοῦ ἀνθρώπου τυχὸν ἢ τὸ τοῦ ἵππου ὁμοίωμα δεῖται χαλκοῦ, ἵνα ὑποστῇ, ὁ μέντοι χαλκὸς οὐ δεῖται χαλκοῦ, ἵνα γένηται χαλκός, οὕτω κατὰ τὸ ἀκόλουθον ἀνάγκη καὶ ἐν τῇ φυσικῇ γενέσει τὰ μὲν ἐν ὑποκειμένῳ τὸ εἶναι ἔχοντα, εἰ γένοιτο, δεῖσθαι ὕλης καὶ ὑποκειμένου, ἵνα γένηται ἐν ἐκείνῳ, ἅτε δὴ καθʼ αὑτὰ εἶναι μὴ δυνάμενα, οὐκέτι μέντοι τὸ ὑποκείμενον αὐτὸ καὶ ἡ ὕλη, εἴπερ γίνοιτο, ὑποκειμένου τινὸς καὶ ὕλης δεήσεται· οὕτω γὰρ οὐκέτʼ ἂν ἦν ὑποκείμενον καὶ ὕλη ἀλλʼ ἐν ὑποκειμένῳ τε καὶ εἶδος. εἰ δʼ ὅλως καὶ δεῖταί τινος ἡ ὕλη, ἵνα γένηται, εἴδους πάντως δεήσεται· ὥσπερ γὰρ τὸ ἔνυλον εἶδος ἄνευ ὕλης εἶναι οὐ δύναται, οὕτως οὐδὲ ἡ ὕλη, καθὸ ὕλη ἐστίν, ἄνευ εἴδους εἶναι οὐ δύναται διὰ τὸ πρὸς ἄλληλα εἶναι τὴν ὕλην καὶ τὸ εἶδος, ὡς καὶ ὁ Πρόκλος ἐν τούτοις φησίν· ὥσπερ οὖν τὸ γινόμενον δεξιὸν οὐ δεξιοῦ δεῖται ἀλλʼ ἀριστεροῦ, ἵνα γένηται δεξιόν, καὶ τὸ ἀριστερὸν οὐκ ἀριστεροῦ ἀλλὰ δεξιοῦ, ἵνα ἀριστερὸν γένηται, καὶ ἐπὶ πάντων τῶν πρός τι τὸ ἀντικείμενον τοῦ ἀντικειμένου δεῖται, ἵνα ὑποστῇ, οὕτω δήπου καὶ ἡ ὕλη, ἵνα γένηται ὕλη, οὐχ ὕλης ἀλλʼ εἴδους δεήσεται· τὰ γὰρ πρός τι ἐν τῇ πρὸς ἄλληλα σχέσει τὸ εἶναι ἔχει. οὔτε οὖν τὴν ὕλην χωρὶς εἰδῶν εἶναι ἐνδέχεται, καθὸ ὕλη ἐστίν — μάτην γὰρ ἔσται —, οὔτε τὰ εἴδη χωρὶς τῆς ὕλης — οὐδὲ γὰρ ὑποστῆναι καθʼ αὑτὰ δύναται χωρὶς ὕλης· τὸ ἕτερον οὖν τοῦ ἑτέρου δεήσεται καὶ οὐκ αὐτὸ αὑτοῦ ἢ τοῦ ὁμοίου. ὡς οὖν τὸ λέγειν τὰ εἴδη δεῖσθαι ὕλης, ἵνα γένηται, οὐκ εἰσάγει τὰ ἔνυλα εἴδη ἀΐδια — ἀρχὴν γὰρ τοῦ εἶναι καὶ τέλος ἔχοντα ἐναργῶς ὁρᾶται —, οὕτως οὐδὲ τὸ δεῖσθαι τῶν εἰδῶν τὴν ὕλην, εἴπερ γίνοιτο, ἀΐδιον εἶναι αὐτὴν εἰσάγει. οὐδεμία ἄρα πέφηνεν ἀνάγκη, εἴπερ ἡ ὕλη γίνοιτο, δεῖσθαι αὐτὴν ὕλης, ἵνα γένηται, τοὐναντίον δὲ μᾶλλον, εἴπερ ἡ ὕλη γίνοιτο, ἀδύνατον ὕλης αὐτὴν ἑτέρας δεήσεσθαι. καὶ ἄλλως· εἰ, ὡς ἔχει ἡ ἁπλῶς ὕλη καὶ τὸ ἁπλῶς εἶδος, οὕτως ἔχει καὶ ἡ τὶς ὕλη πρὸς τὸ μερικὸν εἶδος, ἡ δὲ ἁπλῶς ὕλη, εἴπερ γίνοιτο, καθὸ ὕλη ἐστίν, ἄλλης δεήσεται, καὶ ἡ τὶς ἄρα ὕλη, εἴπερ γίνεται, καθὸ ὕλη ἐστίν, ὕλης δεήσεται. εἰ οὖν τὸ δεύτερον ψεῦδος δειχθείη καὶ ἀδύνατον — λέγω δὴ τὸ τὴν τινὰ ὕλην, καθὸ γίνεται ὕλη, δεῖσθαι ὕλης —, ψεῦδος ἄρα καὶ τὸ τὴν ἁπλῶς ὕλην, εἴπερ γίνοιτο, καθὸ ὕλη ἐστίν, ὕλης δεῖσθαι, ἵνα γένηται ὕλη — λέγω δὲ τινὰ ὕλην τὴν τῆς οἰκίας τυχὸν ἢ τοῦ πλοίου καὶ ἐν τοῖς φυσικοῖς τοῦ Σωκράτους φέρε ἢ τοῦδε τοῦ φυτοῦ. ὅτι μὲν οὖν ἡ τὶς ὕλη γίνεται καὶ οὐκ ἔστιν ἀγένητος ἀλλὰ τότε γίνεται καὶ ἔστιν, ὅτε καὶ τὸ εἶδος ἔστιν, οὗ ἐστιν ὕλη, αὐτὸς ἐν τούτοις σαφῶς φησιν ὁ Πρόκλος· «καὶ γὰρ ἡ τὶς ὕλη», φησίν, «τότε ὕλη ἐστίν, ὅταν ᾖ καὶ τὸ εἶδος· διὸ καὶ εὐεργὸν ποιοῦσιν οἱ τεχνῖται μήπω οὖσαν ὕλην καί, καθόσον προκόπτουσιν εἰς τὸ ποιεῖν ὕλην, κατὰ τοσοῦτον παραγίνεται τὸ εἶδος· οὐ γὰρ οἱ λίθοι τοῦ εἴδους τῆς οἰκίας ὕλη, πρὶν ξεσθῶσιν εἰ τύχοι καὶ ἁρμοσθῶσιν, ἀλλʼ ὅταν ταῦτα προσλάβωσιν· ὅταν ἄρα ὡς ἀληθῶς ὕλη γένωνται, τότε πάρεστιν ἀχρόνως ἤδη τὸ εἶδος». εἰ οὖν ἡ τὶς ὕλη μὴ ἀΐδιός ἐστιν ἀλλὰ γίνεται ὕλη, ἡ δὲ τὶς ὕλη, καθὸ γίνεται ὕλη, δεῖται ὕλης, ἵνα γένηται ὕλη, καὶ ἡ ταύτης ἄρα ὕλη οὔτε ἀεί ἐστιν, ἀλλʼ ὅταν ᾖ κἀκείνη, ἧς ἐστιν ὕλη, καὶ διὰ τοῦτο γενητή ἐστιν καί, ἵνα γένηται ὕλη, καὶ αὐτὴ ἄλλης ὕλης τρίτης δεήσεται· καὶ ἐπειδὴ πάλιν αὕτη οὐκ ἔστιν ἀΐδιος, ἐπεὶ μηδὲ ἐκείνη, ἧς ἐστιν ὕλη, ἀΐδιός ἐστιν, ἀλλὰ γίνεταί ποτε ὕλη, δεήσεται καὶ αὐτὴ τετάρτης ὕλης, ἵνα γένηται ὕλη, καὶ πάλιν ἡ τετάρτη οὐκ ἀεὶ οὖσα ἀλλὰ ποτὲ γινομένη ὕλη ἄλλης δεήσεται πέμπτης κἀκείνη ἄλλης καὶ τοῦτο ἐπʼ ἄπειρον. εἰ οὖν τοῦτο ἄτοπον, οὐκ ἄρα ἡ τὶς ὕλη, καθὸ γίνεται ὕλη, δεήσεται ὕλης, ἵνα γένηται ὕλη· εἰ γὰρ τὴν τινὰ ὕλην οἷον τοὺς ἐξεσμένους λίθους, ἵνα γένωνται ὕλη οἰκίας, μὴ ὡς ἓν καὶ ἁπλῶς λάβωμεν ἀλλʼ ὡς σύνθετόν τι ἐξ ὑποκειμένου τινὸς λίθου καὶ τῆς τοιᾶσδε ξέσεως, οὐκέτι ὡς γινομένην ὕλην ἐλάβομεν ἀλλʼ ὡς εἴδους ἢ συνθέτου γένεσιν, ὡς εἴ τις καθέδραν ἑαυτῷ ποιῆσαι βουλόμενος ὕλῃ χρησάμενος τῷ λίθῳ τούτῳ τὸ τῆς καθέδρας ἐπιθήσει εἶδος· εἰ δὲ ὡς ὕλην οἰκίας τὸν ἐξεσμένον τε καὶ ἡρμοσμένον λίθον θεωρήσωμεν, οὐκέτι τούτου τὸ μὲν ἔσται ὑποκείμενον, τὸ δὲ εἶδος — οὐδεμία γὰρ ὕλη, καθὸ ὕλη ἐστίν, ἐξ ὕλης καὶ εἴδους σύγκειται· οὕτω γὰρ ἐπὶ τὸ ἄπειρον ἥξομεν, ὡς ἔφθημεν δείξαντες —, ἀλλʼ ὡς ἕν τι καὶ ἁπλοῦν τὸ ὅλον τοῦτο λαμβάνεται, ὁ ἐξεσμένος τε καὶ εὖ ἡρμοσμένος λίθος· ὥστε ὕλην οἰκίας ποιῶν ὁ οἰκοδόμος ὡς ἕν τι καὶ ἁπλοῦν λίθον ἐξεσμένον ποιεῖ· οὐ γὰρ τὸ τοιόνδε τοῦ λίθου σχῆμα αὐτὸ καθʼ αὑτὸ οἷον εἰ τύχοι τὸ κυβικὸν τοῦτο ὕλη ἐστὶν οἰκίας, ἀλλʼ οὐδὲ ἄνευ τοῦ σχήματος αὐτὴ καθʼ αὑτὴν ἡ τοῦ λίθου φύσις ἡ ἀσχημάτιστος, ἀλλὰ τὸ συναμφότερον ὡς ἓν ὕλη ἐστὶν οἰκίας. τοῦτο δὲ αὐτὸ καὶ ὁ Πρόκλος ἡμῖν ἐν τοῖς προκειμένοις σαφῶς διωρίσατο εἰπὼν «οὐ γὰρ οἱ λίθοι τοῦ εἴδους τῆς οἰκίας ὕλη, πρὶν ξεσθῶσιν εἰ τύχοι καὶ ἁρμοσθῶσιν, ἀλλʼ ὅταν ταῦτα προσλάβωσιν». ὥστε οὔτε οἱ λίθοι καθʼ αὑτοὺς ἄνευ τοῦ ξεσθῆναι καὶ ἁρμοσθῆναι ὕλη οἰκίας οὔτε πολλῷ μᾶλλον αὐτὸ καθʼ αὑτὸ τὸ σχῆμα, ἐπεὶ μηδὲ ὑποστῆναι καθʼ αὑτὸ δύναται. εἰ οὖν τὸ συναμφότερον ὡς ἓν ὕλη ἐστὶν οἰκίας, ὡς καὶ ὁ Πρόκλος καλῶς εἴρηκεν, τὸ δὲ συναμφότερον οὐ δεῖταί τινος ὑποκειμένου, ἵνα γένηται, ἡ ἄρα τὶς ὕλη οὐ δεῖται ὕλης, ἵνα γένηται ὕλη· πᾶσα μὲν γὰρ γένεσις, ὥσπερ καὶ ἐν τῷ ἐνάτῳ δέδεικται λόγῳ, εἴδους τινός ἐστιν γένεσις. ἐπειδὴ δέ, ὡς ἐν ἐκείνοις εἴπομεν, τὸ ἄλλου ἀποτέλεσμα ἄλλου γίνεται ὕλη, ὅταν ὡς ὕλην ἑτέρου λάβωμεν τὸ συναμφότερον ἅμα — λέγω δὴ τό τε ὑποκείμενον καὶ τὸ εἶδος —, ὡς ἓν καὶ ἁπλοῦν γινόμενον αὐτὸ λαβεῖν ἀνάγκη· οὐδὲ γὰρ ἡ μερικὴ ὕλη οἷον ἡ τῆς οἰκίας καὶ ἡ τοῦδε τοῦ ἀνθρώπου καὶ ἡ τῶν συνθέτων πάντων ἁπλῶς ἐστιν ὕλη καὶ μόνως ὕλη, ἵνα καὶ τῷ ὄντι ἁπλουστάτην καὶ ἀσύνθετον αὐτὴν εἶναι ζητῶμεν, ἀλλὰ πρός τι μὲν ὕλη, πρός τι δὲ οὐχ ὕλη ἀλλὰ σύνθετόν τι χρῆμα ἐξ ὕλης καὶ εἴδους, ὡς ἐν τῷ ἐνάτῳ λόγῳ ἀκριβῶς δέδεικται, ἵνα μὴ πάλιν τοὺς αὐτοὺς ἀνακυκλῶμεν λόγους. εἰ μὲν οὖν ὡς σύνθετόν τι χρῆμα τὴν τινὰ ὕλην θεωρήσει τις, οὐκέτι ὡς ὕλην θεωρήσει ἀλλʼ ὡς ἐξ ὕλης τε καὶ εἴδους συγκείμενον, οἷον τὸν λίθον καὶ τὸ τοιόνδε αὐτοῦ σχῆμα, εἰ δὲ ὡς ὕλην οἰκίας λήψεται, ὡς ἓν καὶ ἁπλοῦν τὸν τοιῶσδε ἐσχηματισμένον λίθον νοεῖν ἀνάγκη· οὐ γὰρ ὁ ἀσχημάτιστος ἀλλʼ ὁ ἐσχηματισμένος λίθος ὕλη ἐστὶν τῆς οἰκίας, ὡς καὶ ὁ Πρόκλος εἴρηκεν· ὥσπερ οὖν οὐχ ἁπλῶς εἰσιν ὕλη οἱ ἐσχηματισμένοι λίθοι ἀλλὰ πρός τι ὕλη ὡς πρὸς τὸ ἐκ τῆς συνθέσεως αὐτῶν ἐγγινόμενον τῆς οἰκίας εἶδος, οὕτως καὶ πρός τι ἁπλοῖ εἰσιν, λέγω δὴ πρὸς τὴν οἰκίαν, ἥτις ἐξ αὐτῶν καὶ τοῦ τοιοῦδε σύγκειται σχήματος· ὥστε, εἰ τὸ συναμφότερον, λέγω δὴ οἱ ἐσχηματισμένοι λίθοι, ὡς ἕν τι καὶ ἁπλοῦν ὄντες ὕλη τῆς οἰκίας εἰσίν, τὸ δὲ συναμφότερον οὐ δεῖται ὕλης, ἵνα γένηται, οὐκ ἄρα ἡ τὶς ὕλη δεῖται ὕλης, ἵνα γένηται, καίτοι γενητὴ οὖσα. εἰ οὖν ἡ τὶς ὕλη, εἴπερ ὡς γινομένη ὕλη λαμβάνοιτο, οὐ δεῖται ἑτέρας ὕλης, ὡς δὲ ἡ τὶς ὕλη πρὸς τὸ μερικὸν εἶδος ἔχει, οὕτως καὶ ἡ ἁπλῶς ὕλη πρὸς τὸ ἁπλῶς εἶδος ἔχει, οὐδʼ ἡ ἁπλῶς ἄρα ὕλη, εἰ γίνοιτο, καθὸ ὕλη ἐστίν, ἑτέρας ὕλης δεήσεται. δῆλον οὖν καὶ ἐντεῦθεν, ὡς οὐδεμία ἔστιν ἀνάγκη, εἴπερ ἡ ὕλη γένοιτο, ἔκ τινος ὄντος αὐτὴν γίνεσθαι. ὥστε οὐδεὶς ἔσται λόγος ὁ κατασκευάζων, ὅτι δεῖ τὴν ὕλην εἶναι ἀγένητον, τοῦ λόγου τοῦ εἰς ἄτοπον τὸν περὶ τῆς γενέσεως αὐτῆς λόγον ἀπάγειν δοκοῦντος ἀπελεγχθέντος.

`456–457`

αιʹ. Ἀλλʼ οὐδέν, φησίν, ὁρῶμεν γινόμενον, ὃ μὴ ὕλης δεῖται· οὐκοῦν καὶ ἡ ὕλη, εἰ γίνοιτο, ὕλης δεήσεται. ἀλλὰ πᾶν τὸ νῦν γινόμενον μερικὸν οὐ κατὰ τὴν ὑποκειμένην αὐτῷ ὕλην καὶ τὸ πρῶτον τῷ εἴδει αὐτοῦ ὑποκείμενον γίνεται, ἀλλὰ καθὸ εἰδοπεποίηται· καὶ δέδεικταί γε ἐν τῷ ἐνάτῳ τοῦτο πρότερον λόγῳ καὶ ὡς οὐχ ὁμοίως τό τε ὅλον καὶ τὸ μέρος γίνεσθαι ἀνάγκη καὶ ὅτι ἀναγκαίως, ἵνα μένῃ εἷς καὶ ὁ αὐτὸς ὢν κόσμος, ἡ τῶν μερῶν φθορά τε καὶ γένεσις τῇ εἰς ἄλληλα μεταβολῇ γίνεται τῶν μὲν εἰδῶν εἰς τὸ μὴ ὂν φθειρομένων, μένοντος δὲ τοῦ αὐτοῦ ὑποκειμένου καὶ τῆς ὕλης ἐν τοῖς μεταβάλλουσιν, ἵνα καὶ τὸ πᾶν ἓν καὶ ταὐτὸν μένῃ. εἰ οὖν ἡ γένεσις νῦν οὐ τῶν καθόλου οὖσα γένεσις ἀλλὰ τῶν μερικῶν κατὰ τὰ εἴδη γίνεται καὶ οὐ κατὰ τὴν ὕλην, εἴπερ νῦν οὔτε γινομένην τὴν ὕλην οὔτε φθειρομένην ὁρῶμεν, εἰκότως ἄρα πᾶν τὸ γινόμενον ὕλης δεῖται ἅτε δὴ τῶν εἰδῶν καθʼ αὑτὰ ὑποστῆναι μὴ δυναμένων, οὐκέτι μέντοι, εἰ καὶ ἡ ὕλη γέγονεν, ὕλης ἐδεήθη, εἴπερ καὶ τὰ εἴδη· οὐδὲ γὰρ τὴν αὐτὴν εἶναι γένεσιν ὑπονοεῖν εὔλογον τῶν τε εἰδῶν καὶ τῆς ὕλης· τὸ μὲν γὰρ ἐν ὑποκειμένῳ τὸ εἶναι ἔχον ὕλης δεήσεται τῆς ὑποδεχομένης αὐτό, ἵνα γενόμενον ὑποστῇ, αὐτὸ μέντοι τὸ ὑποκείμενον, εἰ γίνοιτο, οὐκέτι ἄλλου ὑποκειμένου δεήσεται· οὐ γὰρ ἂν ἦν ἔτι ὑποκείμενον ἀλλʼ ἐν ὑποκειμένῳ. μὴ οὖν ἐν τοῖς οὐχ ὁμοίοις μᾶλλον δὲ ἀντικειμένοις ὁμοίαν τὴν γένεσιν ἀπαιτείτωσαν· εἰ γὰρ τῶν πρός τι ἡ ὕλη καὶ τὸ εἶδος, εἴ γε ἡ μὲν ἕνεκά τού ἐστιν, τὸ δὲ οὗ ἕνεκα, τὰ δὲ πρός τι τῶν ἀντικειμένων ἐστίν, καὶ τὰς γενέσεις ἄρα τούτων ἀντικεῖσθαι ἀνάγκη· ἐπεὶ καὶ ἡ τοῦ ψυχροῦ γένεσις τῇ τοῦ θερμοῦ ἀντίκειται, εἴπερ ἡ μὲν πυκνώσει ἡ δὲ μανώσει γίνεται, καὶ ἡ τοῦ ἄνω τῇ τοῦ κάτω· ἡ μὲν γὰρ ἀνάβασίς ἐστιν ἡ δὲ κατάβασις· καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. εἰ οὖν τῷ ἀντικειμένῳ τὸ ἀντικείμενον ὑπάρχειν ἀνάγκη, ὡς ἐν τοῖς τόποις δέδεικται, ὑπάρχει δὲ τῇ τοῦ εἴδους γενέσει τὸ δεῖσθαι ὕλης, ἵνα γένηται, τὸ ἄρα ἀντικείμενον τούτῳ τῇ γενέσει τῆς ὕλης ὑπάρξει, τοῦτο δέ ἐστιν τὸ μὴ δεῖσθαι, ἵνα ἡ ὕλη γένηται.

`458`

βιʹ. Τί οὖν; οὐκ ἐλέγομεν καὶ ἡμεῖς μικρῷ πρόσθεν, ὡς δεῖ τὴν ὕλην τὴν αὐτὴν καὶ ἀμετάβλητον ὑπομένειν, εἴτε τὸ τριχῇ διαστατὸν εἴη ἡ πρώτη ὕλη εἴτε ἄλλη τις παρὰ τοῦτο ἀνείδεος; τὸ δὲ πάντῃ ἀμετάβλητον καὶ φθορᾶς δήπου καὶ γενέσεως ἐξῃρῆσθαι ἀνάγκη. ἀλλʼ οὐ καθάπαξ τὸ ἀμετάβλητον αὐτῇ προσεῖναι συνεχωρήσαμεν — οὐδένα γὰρ λόγον ὁρῶμεν τοῦτο κατασκευάζοντα —, ἀλλʼ ἐν τῇ τῶν μερικῶν εἰς ἄλληλα μεταβολῇ ἀνάγκην εἶναι ἔφαμεν τὴν κοινὴν ὕλην τῶν εἰς ἄλληλα μεταβαλλόντων ἐν τῇ ἐκείνων μεταβολῇ ἀμετάβλητον ὑπομένειν· ἀλλʼ οὐ δήπου διὰ τοῦτο καὶ καθάπαξ αὐτὴν ἀμετάβλητον εἶναι ἀνάγκη· καὶ γὰρ τῶν ἐκ χαλκοῦ ἢ χρυσοῦ δημιουργημάτων εἰς ἄλληλα μεταβαλλόντων ὁ ὑποκείμενος τούτοις χαλκὸς ἢ χρυσὸς ἐν τῇ ἐκείνων μεταβολῇ ἀμετάβλητος ὑπομένει οὐδὲν κατὰ τὸν τῆς ἰδίας οὐσίας πάσχων λόγον, ἀλλʼ ὅμως οὔτε ἀγένητος διὰ τοῦτό ἐστιν οὔτε ἄφθαρτος. οὐκοῦν οὐδʼ εἰ ἐν τῇ τῶν μερῶν τῶν τοῦ κόσμου εἰς ἄλληλα μεταβολῇ ἀμετάβλητον μένει τὸ ὑποκείμενον, ἤδη καὶ παντελῶς ἀγένητον αὐτὸ καὶ ἄφθαρτον εἶναι ἀνάγκη. ἀλλʼ εἴπερ ἡ κοσμοποιία ἀρχὴν τοῦ εἶναι δειχθείη λαβοῦσα, ἀνάγκη καὶ τὴν ὕλην ἀρχὴν τοῦ εἶναι ἔχειν καὶ μὴ εἶναι ἀΐδιον. ἀρχὴν δὲ τοῦ εἶναι λαβοῦσα ἐξ οὐδενὸς προϋποκειμένου γεγένηται· πᾶν γὰρ τὸ γινόμενον — τουτέστιν πᾶν τὸ ἀρχὴν τοῦ εἶναι λαμβάνον — πρότερον οὐκ ὂν — τοῦτο γὰρ λέγω γινόμενον καὶ οὐ μόνον τὸ διὰ γενέσεώς τινος καὶ χρονικῆς παρατάσεως ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὂν μεταβάλλον — ἐξ οὐκ ὄντος τὴν ὕπαρξιν καὶ τὴν οὐσίαν λαμβάνει, καθʼ ὃ γίνεται, καὶ εἰς τὸ μὴ ὂν πάλιν φθαρὲν ἀναλύεται, ὡς ἐν τῷ ἐνάτῳ λόγῳ δέδεικται. ὥστε καὶ ἡ ὕλη, εἰ γίνοιτο καὶ ἀρχὴν τοῦ εἶναι λαμβάνοι, ἐξ οὐδενὸς προϋποκειμένου γενήσεται, ἀλλὰ μηδαμῶς οὖσα, πρὶν γένηται, ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὂν ὑπὸ τοῦ δημιουργήσαντος αὐτὴν παράγεται. οὕτω μὲν οὖν αὐτὸ καθʼ αὑτὸ τὸ προκείμενον ἐξετάσαντες ἐπιχείρημα οὐδεμίαν ἀνάγκην εὕρομεν, ὡς, εἴπερ ἡ ὕλη γένοιτο, ὕλης ἑτέρας δεήσεται διὰ τὸ τὰ γινόμενα ἐξ ὕλης γίνεσθαι, τοὐναντίον δὲ μᾶλλον ἀναγκαῖον ἐφάνη, ἐπειδὴ τὰ γινόμενα, καθὰ εἰδοπεποίηνται γινόμενα, τουτέστιν εἰς τὸ εἶναι παραγόμενα, ὕλης δεῖται, ἀκόλουθον τὴν ὕλην, εἴπερ γίνοιτο, μὴ δεῖσθαι ὕλης.

`459`

γιʹ. Ἐπειδὴ δὲ πάλιν ὡς ἐκ τῶν Πλάτωνι δοκούντων ὁ λόγος τῷ Πρόκλῳ πρόεισιν, δειξάτω τις ἡμῖν, ποῦ Πλάτων οὑτωσὶ διαρρήδην ἄναρχον εἶναι τὴν ὕλην ὑπέθετο καὶ ἀΐδιον γενέσεως ἀρχὴν οὐκ ἔχουσαν· οὐδαμοῦ γὰρ ἔστιν τῶν διαλόγων τοῦτο εὑρεῖν Πλάτωνα λέγοντα· ὁπότε καί, εἰ σαφῶς οὕτως ἀΐδιον αὐτὴν εἶναι ὑπέθετο, τῷ δὲ ἀΐδιον εἶναι τὴν ὕλην συνεισήγετο ἐξ ἀνάγκης τὸ καὶ τὸν κόσμον εἶναι ἀΐδιον, οὐδεὶς ἂν εὐλόγως οἶμαι τῆς ἀληθείας μᾶλλον ἢ τοῦ Πλάτωνος φροντίδα ποιούμενος ἐντεῦθεν συνῆγεν, ὡς καὶ τὸν κόσμον ἀγένητον εἶναι καὶ ἀΐδιον ὁ Πλάτων ᾤετο, ἐκείνου σαφῶς ἀπό τινος ἀρχῆς γεγονέναι αὐτὸν καὶ οὐκ ἀεὶ εἶναι λέγοντος καὶ πρὶν γενέσθαι μὴ εἶναι· τί γάρ, εἰ τῇ περὶ τῆς ὕλης ὑποθέσει μὴ συνεῖδεν ὁ Πλάτων τὸ ἐξ ἀνάγκης ἑπόμενον; πολλαχοῦ γὰρ ἄνθρωπός γε ὢν τῆς ἀληθοῦς τῶν πραγμάτων διήμαρτεν καταλήψεως, ὡς ἐν τῷ πρὸ τούτου ὑπεμνήσαμεν λόγῳ. ἀλλʼ οὐδʼ ἐκ τοῦ τὰ μαχόμενά τινας ὑποθέσθαι οὐ συνεωρακότας, ὡς μάχεται, τὸ μὴ θάτερον τῶν μαχομένων αὐτοὺς ὑποθέσθαι συνάγεται, ἀλλὰ τὸ ψευδῶς θάτερον ὑποθέσθαι τὸ τῷ ἀληθεῖ ἀντικείμενον. ὅτι δὲ καὶ ἐν ἑτέροις τοῦτο πεπονθὼς ὁ Πλάτων φαίνεται — λέγω δὴ τὰ μαχόμενα ὑποθέμενος —, ἑνός που τῶν ἐκείνου καὶ νῦν ὑποδείγματος χάριν μνησθήσομαι.

`460–464`

διʹ. Τῶν τεσσάρων στοιχείων μόνην τὴν γῆν ἀμετάβλητον εἶναι ἐν Τιμαίῳ Πλάτων ὑπέθετο, τὰ δὲ λοιπὰ τρία μεταβάλλειν εἰς ἄλληλα· καὶ ἔξεστίν γε τοῦτο αὐτοῦ Πλάτωνος ἐπὶ λέξεως ἀκούειν λέγοντος· «τὰ γὰρ τέτταρα», φησίν, «γένη διʼ ἀλλήλων εἰς ἄλληλα ἐφαίνετο πάντα γένεσιν ἔχειν, οὐκ ὀρθῶς φανταζόμενα· γίνεται μὲν γὰρ ἐκ τῶν τριγώνων ὧν προῃρήμεθα γένη τέτταρα, τρία μὲν ἐξ ἑνὸς ἀνίσους τὰς πλευρὰς ἔχοντος, τὸ δὲ τέταρτον ἓν μόνον ἐκ τοῦ ἰσοσκελοῦς τριγώνου ξυναρμοσθέν. οὔκουν δύναται πάντα εἰς ἄλληλα διαλυόμενα ἐκ πολλῶν μικρῶν ὀλίγα καὶ μεγάλα καὶ τοὐναντίον γίνεσθαι, τὰ δὲ τρία οἷόν τε· ἐκ γὰρ ἑνὸς ἅπαντα πεφυκότα λυθέντων τῶν μειζόνων πολλὰ σμικρὰ ἐκ τῶν αὐτῶν ξυστήσεται δεχόμενα τὰ προσήκοντα ἑαυτοῖς σχήματα»· καὶ μεθʼ ἕτερα «γῆ μὲν ξυντυγχάνουσα πυρὶ διαλυθεῖσά τε ὑπὸ τῆς ὀξύτητος αὐτοῦ φέροιτο ἄν, εἴτε ἐν αὐτῷ πυρὶ λυθεῖσα εἴτε ἐν ἀέρος εἴτε ἐν ὕδατος ὄγκῳ τύχοι, μέχριπερ αὐτῆς πῃ ξυντυγχάνοντα τὰ μέρη πάλιν ξυναρμοσθέντα αὐτὰ αὑτοῖς γῆ γένοιτο· οὐ γὰρ εἰς ἄλλο εἶδος ἔλθοι ποτʼ ἄν». τρία, πῦρ ὕδωρ ἀήρ, εἰς ἄλληλα μεταβάλλειν δύναται. ὅτι μὲν οὖν μόνην τὴν γῆν τῶν τεσσάρων στοιχείων ἀμετάβλητον εἶναί φησιν εἰς τὰ λοιπὰ τῶν ἄλλων εἰς ἄλληλα μεταβαλλόντων, δῆλον γέγονεν ἐξ αὐτῆς τῆς Πλάτωνος λέξεως καὶ πᾶσίν ἐστιν γνώριμόν τε καὶ ὁμολογούμενον· ὅθεν οὐδὲ πλείονος ἡμῖν τῆς ἐπεξεργασίας ἐδέησεν. πάλιν δʼ αὖ ὁ αὐτὸς Πλάτων τόν τε οὐρανὸν αὐτὸν καὶ τὰ τῶν ζῴων σώματα καὶ τῶν συνθέτων ἕκαστον ἐκ τῶν αὐτῶν τούτων τεσσάρων στοιχείων συνίστησιν. περὶ μὲν οὖν τοῦ οὐρανίου σώματος ἐν ἑτέροις ὑπομνήσομεν. ὅτι δὲ καὶ τὰ ἡμέτερα σώματα καὶ τὰ τῶν λοιπῶν ζῴων ἐκ τῶν τεσσάρων στοιχείων συντίθησιν — τοῦτο γὰρ νῦν μοι χρῄζει ὁ λόγος —, ἄκουε πάλιν αὐτοῦ Πλάτωνος λέγοντος· «καὶ ὁ μὲν δή», φησίν, «ταῦτα διατάξας» — λέγει δὲ περὶ τοῦ δημιουργοῦ τοῦ παντός — «ἔμενεν ἐν τῷ ἑαυτοῦ κατὰ τρόπον ἤθει, μένοντος δὲ ἐννοήσαντες οἱ παῖδες τὴν τοῦ πατρὸς τάξιν ἐπείθοντο αὐτῇ καὶ λαβόντες ἀρχὴν ἀθάνατον θνητοῦ ζῴου μιμούμενοι τὸν σφέτερον δημιουργὸν πυρὸς καὶ γῆς ὕδατός τε καὶ ἀέρος ἀπὸ τοῦ κόσμου δανειζόμενοι μόρια ὡς ἀποδοθησόμενα πάλιν εἰς ταὐτὸν τὰ λαμβανόμενα ξυνεκόλλων». ὁ αὐτὸς ἄρα Πλάτων καὶ τὴν γῆν ἀμετάβλητον εἰς τὰ λοιπὰ στοιχεῖά φησιν τῶν ἄλλων στοιχείων εἰς ἄλληλα μεταβαλλόντων καὶ τὰ τῶν θνητῶν ζῴων σώματα καὶ τῶν λοιπῶν ἁπάντων ἐκ τῶν αὐτῶν τούτων τεσσάρων στοιχείων συγκεῖσθαι βούλεται. ταῦτα δὲ μαχόμενά τέ ἐστιν καὶ ἀσύγκλωστα καὶ οὐ λίνον λίνῳ συνάπτοντος κατὰ τὴν παροιμίαν, λέγω δὴ τὸ καὶ τὴν γῆν ἀμετάβλητον εἰς τὰ λοιπὰ λέγειν καὶ τὰ σύνθετα ἐκ τῶν τεσσάρων συγκεῖσθαι στοιχείων. εἰ μὲν γὰρ ἡ γῆ ἀμετάβλητός ἐστιν, οὐδὲν τῶν συνθέτων ἐκ τῶν τεσσάρων στοιχείων συνέστηκεν· εἰ δὲ ἐκ τῶν τεσσάρων τὰ σύνθετα, ἀδύνατον εἶναι τὴν γῆν εἰς τὰ λοιπὰ ἀμετάβλητον· οὐδὲν γὰρ ἐν τοῖς συνθέτοις ἐνεργείᾳ τῶν στοιχείων ὁρᾶται, οὐ πῦρ, οὐ γῆ, οὐ τῶν ἄλλων οὐδέν· παράθεσις γὰρ εἶναι τῶν στοιχείων καὶ οὐ κρᾶσις ἔμελλεν, ὡς οἱ περὶ Ἐμπεδοκλέα ὑπετίθεντο, νῦν δὲ πᾶσαι διʼ ἀλλήλων κεχωρήκασιν αἱ τῶν στοιχείων ποιότητες, εἰ καὶ ὄγκοι παράκεινται· οὐδὲν γάρ ἐστιν τοῦ συνθέτου μόριον, κἂν τὸ ἀτομώτατον εἴποις, ὃ μὴ ἐκ τῶν τεσσάρων συνέστηκεν· τοῦτο δὲ τῶν ἀδυνάτων ἦν, εἰ παράθεσις τῶν στοιχείων καὶ μὴ κρᾶσις ὅλων διʼ ὅλων ἐν τῷ συνθέτῳ ὑπῆρχεν. εἰ οὖν μηδέν ἐστιν ἐν τῷ συνθέτῳ τῶν στοιχείων ἐνεργείᾳ, ἀλλὰ κραθέντων αὐτῶν ἡ μὲν ἑκάστου ἰδέα ἐφθάρη, ἄλλο δέ τι τῇ τούτων μίξει καὶ κράσει ἐπιγέγονεν εἶδος, τὸ τῆς σαρκὸς φέρε ἢ τὸ τοῦ αἵματος ἢ ἄλλο ὁτιοῦν, δῆλον οἶμαι παντί, ὡς ἐν τῷ συνθέτῳ καὶ ἡ γῆ μεταβέβληκεν. εἰ δὲ τῆς ἰδέας τῶν στοιχείων ἐν τῷ συνθέτῳ φθαρείσης ἕν τι καὶ ὁμοειδὲς τὸ ἐκ πάντων ἐγένετο, οἷον ἢ σὰρξ ἢ ὀστοῦν ἢ ὁτιοῦν ἄλλο, ἐνδέχεται δὲ πάλιν, μᾶλλον δὲ ἀναγκαῖόν ἐστιν φθειρομένην τὴν σάρκα εἰς τά, ἐξ ὧν συνέστηκεν, ἀναλύεσθαι τῶν ἐκ τοῦ κόσμου δανεισθέντων μορίων ἀποδιδομένων αὖθις, ἐνδέχεται ἄρα τὸ τυχὸν αὐτῆς μόριον καὶ τὸν τυχόντα ὄγκον πάσης ὁμοειδοῦς οὔσης καὶ γῆν γενέσθαι καὶ ὕδωρ καὶ ἀέρα καὶ πῦρ· ἀποκληρωτικὸν γὰρ καὶ πλασματῶδες τὸ λέγειν, ὅτι τόδε μὲν τὸ μόριον τῆς σαρκὸς ὕδωρ γίνεται, τοῦτο δὲ γῆ, πῦρ δὲ ἄλλο κἀκεῖνο ἀήρ, παντὸς μορίου τῆς σαρκὸς τοῖς λοιποῖς ὁμοειδοῦς ὄντος καὶ πάσης εἰς τὰ στοιχεῖα ἀναλυομένης. εἰ οὖν ἐνδέχεται τὸν τυχόντα τῆς σαρκὸς ὄγκον τὴν ἑκάστου τῶν στοιχείων ἰδέαν ἐν ἑαυτῷ καταδέξασθαι, ἐνδέχεται ἄρα τὸ πρότερον τῷ τῆς γῆς εἴδει ὑποκείμενον τῆς σαρκὸς μόριον — λέγω δὴ αὐτὸ τὸ τριχῇ διαστατὸν καὶ σῶμα — φθαρείσης τῆς σαρκὸς τὸ τοῦ ὕδατος ἢ ἄλλου τινὸς τῶν στοιχείων ἐν ἑαυτῷ καταδέξασθαι εἶδος· ὥστε καὶ τὴν γῆν εἰς τὰ λοιπὰ τῶν στοιχείων μεταβάλλειν ἀνάγκη· τοῦτο γάρ ἐστιν ἡ εἰς ἄλληλα τῶν στοιχείων μεταβολὴ τὸ τὸ αὐτὸ ὑποκείμενον ἄλλοτε ἄλλου στοιχείου δέχεσθαι εἶδος, ὡς πρότερον δέδεικται. καὶ τί με δεῖ μακρότερον τοῦ καὶ τὴν γῆν εἰς τὰ λοιπὰ στοιχεῖα μεταβάλλειν ἀποτείνειν λόγον τούτου σαφῶς καὶ παρὰ τῶν μετὰ Πλάτωνα πάντων φυσικῶν ἀποδεδειγμένου; οὗ δὲ χάριν τούτων νῦν τῶν λόγων ἐμνήσθημεν, ἐκεῖνό ἐστιν· ὅτι, εἰ δέδεικται, ὡς τὸ τὴν γῆν λέγειν ἀμετάβλητον εἶναι μάχεται τῷ ἐκ τῶν τεσσάρων στοιχείων συγκεῖσθαι λέγειν τὰ σύνθετα σώματα, τί κωλύει καὶ ἄλλον τὴν περὶ τοὺς λόγους αὐτῶν ἀγνωμοσύνην μιμούμενον συνάγειν ἐντεῦθεν, ὡς, εἰ τὴν γῆν ἀμετάβλητον εἶναί φησιν ὁ Πλάτων, οὐκ ἄρα ἐκ τῶν τεσσάρων εἶναι στοιχείων τὰ σύνθετα βούλεται σώματα, κἂν τοῦτο δοκῇ λέγειν διὰ τῆς λέξεως; ἀλλʼ οἶμαι τὸ τοιοῦτο τῶν λόγων εἶδος ἢ παντελῶς ἐστιν φιλονείκων ἢ φιλούντων μᾶλλον τῆς ἀληθείας τὸν Πλάτωνα· τί γὰρ κωλύει καὶ ἕκαστον ταύτῃ τῇ μεθόδῳ χρώμενον, ὅπερ καὶ πρότερον εἴπομεν, συλλογίζεσθαι, ὡς οὐδεὶς οὐδεπώποτε οὔτε τῶν παλαιῶν οὔτε τῶν νῦν ψευδῆ περὶ τῶν πραγμάτων ἔσχεν ὑπόληψιν; εἴποι γὰρ ἄν τις τῶν Πρωταγόρᾳ φίλων, ὡς, εἰ τῇ ὑποθέσει τῇ λεγούσῃ μηδὲν τῶν πραγμάτων φύσιν ἔχειν ὡρισμένην τάδε καὶ τάδε τὰ ἄτοπα ἕπεται, οὐκ ἂν τοῦτο Πρωταγόρας ὑπέθετο, εἰ καὶ τῇ λέξει τοῦτο ὑποτιθέμενος φαίνεται. ὥσπερ οὖν ἐν τούτοις τὸ ἐκ τῶν τεσσάρων στοιχείων συγκεῖσθαι τὰ σύνθετα δεξάμενοι τὸ ἀμετάβλητον εἶναι τὴν γῆν ψευδὲς εἶναι φιλαλήθως ὁμολογοῦμεν οὐδὲν τὴν Πλάτωνος αἰδεσθέντες ὑπόληψιν, οὕτω δηλονότι καί, εἰ τὴν ὕλην ἀΐδιον εἶναι ἔλεγεν, ἐπειδὴ καὶ τὸν κόσμον διαρρήδην γεγονέναι τε καὶ ἀρχὴν τοῦ εἶναι ἔχειν ὑπέθετο, τὸ φαινόμενον ἀληθὲς δεξάμενοι κατὰ θάτερον ἡμαρτηκέναι τὸν φιλόσοφον ὁμολογοῦμεν, οὐκ ἐχθροὶ Πλάτωνος, φίλοι δὲ διʼ αὐτὸ τοῦτο μᾶλλον γινόμενοι σαφῶς διαταξαμένου καὶ κελεύσαντος Σωκράτους μὲν ὀλίγον τῆς δὲ ἀληθείας πολὺ μᾶλλον φροντίδα τίθεσθαι. ὁ αὐτὸς δὲ οὗτος ἡμῖν καὶ ἐν τοῖς ἑξῆς κἂν φυλαττέσθω, ἵνα μὴ τὰ αὐτὰ λέγειν πολλάκις ἀναγκαζώμεθα.

`465`

ειʹ. Νῦν δέ, ὅπερ προλαβὼν εἴρηκα, οὐδὲ φαίνεται ὁ ἀνὴρ οὐδαμοῦ τῶν ἰδίων λόγων ἄναρχον εἶναι τὴν ὕλην ἢ ἀΐδιον ἀποφηνάμενος. εἰ τοίνυν ὑποστῆναι μὲν ἐκ θεοῦ καὶ τὴν ὕλην σαφῶς ὁ Πλάτων βούλεται, γεγονέναι δὲ καὶ τὸν κόσμον καὶ ἀρχὴν ἔχειν τοῦ εἶναι διαρρήδην εἴρηκεν οὐδαμοῦ τὴν ὕλην ἄναρχον εἶναι ἢ ἀΐδιον ἀποφηνάμενος, τῶν πρός τι δὲ ἡ ὕλη καὶ ἡ γένεσις καὶ ἅμα ἢ εἰσὶν ἢ οὔκ εἰσιν, τί μᾶλλον ἦν εὐλογώτερόν τε καὶ ἀναγκαῖον ὡς Πλάτωνι δοκοῦν συλλογίζεσθαι, πότερον ἐκ τοῦ λαβεῖν, ὅτι ἀΐδιος ἡ ὕλη, οὐδαμοῦ τοῦτο ὑποθεμένου τοῦ Πλάτωνος, τὰ ἐναντιώτατα ταῖς ἐκείνου συνάγειν ἀποφάνσεσιν, ὡς οὐδὲ ὁ κόσμος κατʼ αὐτὸν ἀρχὴν τοῦ εἶναι εἴληφεν, ἐκείνου λαμπρᾷ τῇ φωνῇ μὴ εἶναι ἀεὶ τὸν κόσμον ἀλλʼ ἀρχὴν ἔχειν τοῦ εἶναι καὶ πρὶν γενέσθαι μὴ εἶναι εἰπόντος τε καὶ ἀποδείξαντος, ὡς ἐν τῷ ἕκτῳ μεμαθήκαμεν λόγῳ, ἢ ἐκ τοῦ τὴν τοῦ κόσμου γένεσιν ἀρχὴν ἔχειν κατὰ Πλάτωνα τὸ καὶ τὴν ὕλην μὴ εἶναι κατʼ αὐτὸν ἀΐδιον ἀλλʼ ἀρχὴν ἔχειν τοῦ εἶναι συλλογίζεσθαι, κἂν μὴ διαρρήδην τοῦτο λέγων φαίνηται; ἐγὼ μὲν οὖν οἶμαι, ὡς παντὶ τῷ πρὸς ἀλήθειαν βλέποντι καὶ τὸ ἐν τοῖς λόγοις ἀκόλουθόν τε καὶ μαχόμενον δυναμένῳ κρίνειν τὸ δεύτερον ἀληθές τε καὶ ἀναγκαῖον φανεῖται. οὐκοῦν, εἰ ἀρχὴν τῇ τοῦ κόσμου γενέσει δίδωσιν ὁ Πλάτων, καὶ τὴν ὕλην ἄρξασθαι τοῦ εἶναι καὶ οὐκ ἀγένητον αὐτὴν οὐδὲ ἀΐδιον ᾤετο, ὁπότε καί, εἰ ἀΐδιον εἶναι τὴν ὕλην ἔλεγεν, ἵνα τις καὶ τοῦτο συγχωρήσοι, οὐδʼ οὕτως τὸ καὶ τὸν κόσμον εἶναι ἀΐδιον κατʼ αὐτὸν συνήγετο, ὡς ἀρτίως ἐδείξαμεν.

Τέλος λύσεως τοῦ ιαʹ λόγου.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: uxc-bo`.
